Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στα κεφάλαια 6 και 7

Η νέκρωση της αμαρτίας διά του βαπτίσματος, η συσταύρωση με τον Χριστό, ο παιδαγωγικός ρόλος του νόμου και η αντιστρατεία του με τον νόμο της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 4 από 10

Röm 5,21 〈Οὕτω καὶ ἡ χάρις,〉 φησί, 〈βασιλεύσει διὰ δικαιοσύνης.〉 ἡ σύνταξις· διὰ δικαιοσύνης τῆς διὰ Ἰησοῦ Χριστοῦ ἐπιτελεσθείσης καὶ καταπαραχθείσης. Röm 6,3—4 Εἰς τὸ παραπλήσιον αὐτοῦ θάνατον ἀποθανεῖν, ἢ εἰς τὸ τέλειον αὐτὸν καὶ λυσιτελέστατον ὀφθῆναι. γίνεται δὲ ταῦτα διὰ τοῦ βαπτίσματος· βαπτιζόμενοι γὰρ ἀποτιθέμεθα τὰς ἁμαρτίας, ὅπερ ἤρξατο κατεργάζεσθαι ὁ θάνατος τοῦ Χριστοῦ· καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων ἀπέθανεν ἁμαρτιῶν, ἐλευθερῶσαι τούτων ἡμᾶς βουλόμενος. ἐνήργησεν οὖν ὁ θάνατος τοῦ Χριστοῦ τὴν ἀπόθεσιν καὶ νέκρωσιν τῶν ἁμαρτιῶν, καὶ ὅσον ἐφ᾽ ἑαυτῷ, τὸ ὅλον ἀπήρτισεν. λείπει δὲ μόνη ἡ ἡμῶν πίστις καὶ γνώμη καὶ προαίρεσις· ταῦτα δὲ διὰ τοῦ βαπτίσματος ἐπιδείκνυται, οὗπερ ἐπιτελουμένου, ὁ θάνατος μᾶλλον τοῦ Χριστοῦ εἰς ὅσον ὤνησε σωτηρίας ἐμφανίζεται. καλῶς οὖν φησιν· 〈εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν,〉 οἷον· εἰς τὸ ἀποθανεῖν ἡμᾶς τὸν παραπλήσιον αὐτῷ θάνατον, τὰς ἁμαρτίας τῷ βαπτίσματι ἐνθάπτοντας, καὶ εἰς τὸ ἐμφανέστερον τοῦ σωτηρίου θανάτου αὐτοῦ τὸ κέρδος διὰ πάντων ἐπιδειχθῆναι, καὶ ἡμῶν πρὸς τὴν ὁλοκληρίαν τῆς σωτηρίας τὴν γνώμην καὶ τὴν προαίρεσιν καὶ τὴν πίστιν συνεισαγόντων διὰ τοῦ βαπτίσματος. 〈Οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.〉 νέαν δεῖ εἶναι τὴν τῶν πιστῶν ζωήν, μηδὲν τῆς παλαιᾶς ἁμαρτίας ἐπισυρομένην ἐφόδιον.

Röm 6,5 〈Εἰ γὰρ σύμφυτοι.〉 κατὰ μεταφορὰν ἡ λέξις ἀπὸ τῶν κατὰ συγγένειαν δένδρων ἅμα φυτευομένων καὶ σὺν ἀλλήλοις. 〈σύμφυτοι〉 οὖν, φησί, 〈γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ,〉 τοῦτ᾽ ἔστι συναπεθάνομεν αὐτῷ. οἰκείως δὲ ἐχρήσατο τῇ τροπῇ· ὥσπερ γὰρ τὸ φυτὸν ἐν τῇ γῇ κατατεθὲν χρόνον τινὰ οἷον νέκρωσίν τινα καὶ ἀκινησίαν ὑπομένει, ἔπειτα δὲ ἀθρόον ἀναζῇ καὶ ἀναθάλλει, οὕτως καὶ τὸ κυριακὸν σῶμα ἐπὶ χρόνον βραχὺν τεθὲν ἐν τῷ τάφῳ, ἀθρόον ἤνθησεν ἐκεῖθεν καὶ ἐβλάστησε τῇ οἰκουμένῃ τὴν σωτηρίαν. καὶ ἡμεῖς δὲ βαπτιζόμενοι καὶ ἐνθαπτόμενοι, καὶ τρόπον τινὰ ὥσπερ τὰ φυτὰ τῇ γῇ, οὕτως καὶ ἡμεῖς ἐννεκρούμενοι τῷ ὕδατι, ἀθρόον θάλλοντες καὶ ἀκμάζοντες τὴν σφῶν σωτηρίαν ἀνερχόμεθα. καλῶς δὲ οὐκ εἶπεν· ‹σύμφυτοι τῷ θανάτῳ›, ἀλλὰ 〈τῷ ὁμοιώματι τοῦ θανάτου·〉 ἀλλὰ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν διευκρίνηται.

Röm 6,6 〈Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη,〉 τοῦτ᾽ ἔστιν ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθείς. οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει, καὶ ἀνερχόμεθα ἀπὸ τοῦ βαπτίσματος καινοὶ καὶ πρόσφατοι, πάντα τὸν παλαιωθέντα ἄνθρωπον ἀποθέμενοι, καὶ 〈καταργεῖται〉 καὶ 〈τὸ σῶμα τῆς ἁμαρτίας〉 ἐν ᾗ ἐστηρίζετο καὶ ὑφ᾽ ἧς ἐμορφοποιεῖτο ὁ 〈παλαιὸς ἡμῶν ἄνθρωπος,〉 τοῦτ᾽ ἔστιν ὁ καταγηράσας βίος ἡμῶν τοῖς παραπτώμασιν. 〈ἄνθρωπον〉 δὲ καλεῖ τὸν τοιοῦτον, τὴν τῶν ἀνθρώπων πρὸς αὐτὸν δηλῶν δυσαπόσπαστον καὶ πολυχρόνιον σχέσιν· οὕτω γὰρ ἐντετήκεσαν αὐτῷ πρὸ τῆς δεσποτικῆς ἐπιδημίας καὶ οἰκονομίας οἱ ἄνθρωποι, ὡς μηδ᾽ ἂν ἄνθρωποι αἱρεῖσθαι εἶναι, καὶ μηδ᾽ ὅλως εἶναι χωρὶς φιληδόνου πολιτείας καὶ ἀκολάστων πράξεων. τῷ οὖν συμπεπλέχθαι αὐτῷ τοὺς ἀνθρώπους καὶ συνανακεκρᾶσθαι καὶ δυσαποσπάστως ἔχειν, 〈ἄνθρωπον〉 ἐπιπληκτικῶς τὸν τοιοῦτον βίον ἐκάλεσεν, τοῦτ᾽ ἔστιν ὃν ὡς αὐτοὺς ἡμᾶς, μᾶλλον δὲ καὶ ἡμῶν πλέον καὶ ἐστέργομεν καὶ περιειχόμεθα. 〈Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας. τὸ σῶμα τῆς ἁμαρτίας〉 περιφραστικῶς αὐτὴ ἡ ἁμαρτία, τοῦτ᾽ ἔστιν ὅλη δι᾽ ὅλου ἀργὴ καὶ ἄχρηστος τὸ λοιπὸν χρηματίζουσα. πῶς δὲ καταργεῖται; ἡμῶν μὴ χρωμένων αὐτῇ.

εἶτα καὶ τὸν τρόπον τῆς χρήσεως δριμέως καὶ ὀνειδιστικῶς· 〈τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·〉 ἡ γὰρ χρῆσις τῆς ἁμαρτίας δούλους ἡμᾶς ποιεῖ τῆς ἁμαρτίας.

Röm 6,8—9 〈Εἰ δὲ ἀπεθάνομεν.〉 ὀφείλομεν, φησί, πιστεύειν 〈ὅτι καὶ συζήσομεν αὐτῷ·〉 παρακελεύσεως οὖν τὸ 〈πιστεύομεν〉 καὶ συμβουλῆς. Εἰ δὲ 〈περιπατήσομεν ἐν καινότητι ζωῆς,〉 δηλονότι καὶ ἀναστησόμεθα—ὥσπερ γὰρ ὁ 〈Χριστὸς ἠγέρθη ἐκ νεκρῶν·〉 τοῦτο γὰρ ἀκόλουθον τοῦ εἰρημένου—, αὐτὸς δὲ τὴν προηγουμένην τῆς ἀναστάσεως πολιτείαν ἐπαγαγὼν τοῖς εἰρημένοις, τὸ ἐξ ἀνάγκης ἑπόμενον κατέλιπεν ἐννοεῖν.

Röm 6,12—14 Ἐπεὶ γάρ, φησίν, ἀπεθάνομεν καὶ νεκρὸν ἡμῶν γέγονε τὸ σῶμα τῇ ἁμαρτίᾳ, μὴ ποιήσωμεν πάλιν αὐτὸ ἀναζῆσαι τὴν ἐν τῇ ἁμαρτίᾳ ζωήν, μηδὲ παρασκευασώμεθα οὕτως ὥστε πάλιν ἐν αὐτῷ θνητῷ γενομένῳ διὰ τοῦ βαπτίσματος βασιλεύειν τὴν ἁμαρτίαν. τί δέ ἐστιν 〈βασιλεύειν〉 ἐν ἡμῖν 〈τὴν ἁμαρτίαν;〉 τὸ ἐπιτελεῖν τὰς ἐπιθυμίας τοῦ σώματος. 〈Ὡς ἐκ νεκρῶν ζῶντας.〉 ὡς ἔστιν ἄξιον τοὺς τηλικαύτης εὐεργεσίας ἀξιωθέντας καὶ ἐκ τῶν νεκρῶν καὶ φθοροποιῶν παθῶν ἐλευθερωθέντας καὶ ζῶντας ἐπιδειχθέντας. 〈Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει.〉 μὴ γὰρ ἔστω ὑμῖν ὁ τῆς ἁμαρτίας πόλεμος πρόφασις· ἀσθενής ἐστι νῦν ἡ ἁμαρτία, οὐ δύναται κυριεύειν, ἐὰν μὴ ἡμεῖς ἑκόντες ὑποκατακλιθῶμεν αὐτῇ· ἀλλὰ προσβάλλει μέν, οὐ κυριεύει δέ. πῶς οὖν ἐκυρίευεν ἕως τοῦ νῦν; ὅτι 〈ὑπὸ νόμον〉 ἦσαν οἱ ὑπ᾽ αὐτῆς κυριευόμενοι, ὑπὸ νόμον ὃς ἀπεθέσπιζε μὲν τὴν τῆς ἁμαρτίας πρᾶξιν, οὐκ ἐνίσχυε δὲ εἰς τὸ κρατεῖν αὐτῆς καὶ περιγίνεσθαι. ἡμεῖς δὲ 〈ὑπὸ χάριν〉 ἐσμὲν ἥτις μετὰ τοῦ συμβουλεύειν καὶ διατάττεσθαι ἃ χρή, καὶ ἐνισχύει καὶ συνεργεῖ εἰς τὴν πρᾶξιν αὐτῶν. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς προγεγενημένας ἡμῖν ἁμαρτίας ἐξαλείφει.

Röm 6,16 〈Ὧι〉 πράγματι διὰ τῆς ὑπακοῆς 〈δούλους ἑαυτοὺς παριστάνετε,〉 τούτῳ καὶ εἰς τὸ ἑξῆς δοῦλοι χρηματίσετε τῆς ἑκουσίου ὑμῶν ὑπακοῆς τὴν δουλείαν παρασχομένης, ἤτοι τῆς ἐπὶ θάνατον ἀγούσης ἁμαρτίας, ἢ τῆς ὡς ἀληθῶς ὑπακοῆς τῆς εἰς δικαιοσύνην χειραγωγούσης. ἢ τὸ ᾧ 〈ὑπακούετε〉 μᾶλλον ἀντὶ τοῦ ἐν ᾧ καὶ καθ᾽ ὃν τρόπον, οἷον· ὅτι ἐν τούτῳ καὶ κατὰ τοῦτον τὸν τρόπον δοῦλοί ἐστε, ἢ τῆς ἁμαρτίας ἢ τῆς δικαιοσύνης, καθὸ καὶ ἐν ᾧ θατέρᾳ αὐτῶν ὑπακούετε. ἵνα γὰρ μή τις εἴπῃ· πῶς ἐστι δοῦλον τούτων γενέσθαι; τὸν τρόπον τίθησιν.

Röm 6,18—22 〈Ἀνθρώπινον λέγω,〉 φησί, τὸ 〈ἐδουλώθητε·〉 οὐ γάρ ἐστι τοῦτο κατ᾽ ἀλήθειαν δουλεία τὸ κατὰ τὴν δικαιοσύνην πολιτεύεσθαι, ἀλλὰ τοῦτο ἡ ἀληθὴς ἐλευθερία καὶ εὐδαιμονία. τί οὖν καλεῖς αὐτὴν δουλείαν, εἰ μή ἐστι δουλεία; 〈διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν,〉 φησί, τοῦτ᾽ ἔστιν ἐπειδὴ ἀντιπίπτειν δοκεῖ 〈τὸ φρόνημα τῆς σαρκὸς〉 καὶ τραχύνεσθαι καὶ ἀλγύνεσθαι κατ᾽ ἀρχὰς πρὸς τὰ ἐπιτάγματα τῆς δικαιοσύνης. διὰ τοῦτο τὸ ἀπὸ τῆς ὑμετέρας σαρκὸς ἀσθενὲς καὶ ἀλγυνόμενον λογιζόμενος, κατὰ τὴν ἀνθρωπίνην συνήθειαν δουλείαν αὐτὸ ἐκάλεσα· καὶ γὰρ εἰώθαμεν ἐφ᾽ ὧν ἀλγυνόμενοι καὶ ἄκοντές τι πράττομεν, τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι. οὕτω γοῦν καὶ ὁ Παῦλός φησιν ὅτι 〈κατ᾽ ἄνθρωπον λέγω〉 τὸ 〈ἐδουλώθητε τῇ δικαιοσύνῃ·〉 εἶτα κατασκευάζει αὐτὸ καὶ ἐκ τοῦ ἐναντίου· ὥσπερ γάρ, φησί, τὰ τῆς ἀκαθαρσίας πράττοντες δοῦλοι ἦτε τῆς ἀκαθαρσίας, οὕτω τὰ τῆς δικαιοσύνης ἐπιτελοῦντες δοῦλοι οὐκ ἀπεικότως ἂν καλεῖσθε τῆς δικαιοσύνης. τοῦτο δὲ καὶ ἐντρέπων ἅμα ἐπήγαγεν· εἰ γὰρ δοῦλοι εἶναι οὐκ ᾐσχύνεσθε τῆς ἀκαθαρσίας, πῶς οὐκ ἂν καὶ μέγα φρονήσητε, δοῦλοι καταξιωθέντες γενέσθαι τῆς δικαιοσύνης; εἶτα κατασκευάζει τοῦτο καὶ ἑτέρως, καὶ προϊὼν δείκνυσι τῆς τοιαύτης δουλείας τὸ ἀξίωμα, συμπερανάμενος ὅτι αὕτη ἡ δουλεία δούλους ποιεῖ τοῦ θεοῦ, οὗ τί ἂν εἴη ἐλευθερώτερον ἢ εὐδαιμονέστερον;

καὶ γάρ φησι· 〈νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ〉 καὶ ἑξῆς. 〈Ἢ τὸ ἀνθρώπινον λέγω,〉 εἰ νοηθείη καθ᾽ ὑπερβατόν, ὡς ἐφεξῆς ὀφεῖλον τάττεσθαι τὸ 〈οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.〉 εἰ οὖν οὕτως ἐκληφθείη, σημαίνοι ἂν ὅτι μέτριόν τι εἶπον καὶ ταπεινὸν ταῦτα εἰπών· ὁ γὰρ τὸ τέλειον λέγων εἴποι ἂν ὅτι 〈παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ,〉 μὴ ὡς τῇ ἁμαρτίᾳ ἀλλὰ πολὺ μᾶλλον σπουδαιότερον καὶ προθυμότερον. νῦν δὲ διὰ τὸ ἀσθενὲς ὑμῶν, φησίν, οὕτως εἶπον ταπεινῶς καὶ μετρίως.

Röm 6,23 〈Τὰ γὰρ ὀψώνια·〉 ἃ διὰ τῆς ἁμαρτίας ὠνούμεθα, ἃ ἡμῖν ἐκείνη πραττομένη ἀντιδίδωσι καὶ προξενεῖ. Röm 7,1—2 〈Ἐφ᾽ ὅσον χρόνον ζῇ.〉 τίς; ἢ δηλονότι ὁ ἀνήρ. ἐλλειπτικῶς εἴρηται, σαφὲς δὲ αὐτὸ ποιεῖ τὸ ἐπαγόμενον. 〈Κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός,〉 ἀπὸ τοῦ νόμου τοῦ νομοθετοῦντος περὶ τοῦ ἀνδρὸς καὶ δεσμοῦντος τὴν γυναῖκα πρὸς αὐτόν. 〈κατήργηται,〉 ἀντὶ τοῦ ἀπολέλυται, ἠλευθέρωται.

Röm 7,7 Οὐκ εἶπεν· τί οὖν; ὁ νόμος ἀπέθανεν ἢ κατήργηται; —τοῦτο γὰρ ἐβούλετο—ἀλλ᾽ ὅπερ μηδὲ αὐτῷ ἐδόκει· 〈τί οὖν;〉 φησίν, 〈ὁ νόμος ἁμαρτία;〉 διὸ ἐπάγει· 〈μὴ γένοιτο,〉 ἅμα κἀκείνους λεαίνων καὶ τὸ αὐτοῦ οὐκ ἀναιρῶν· οὐ γάρ, εἰ μή ἐστιν ἁμαρτία, ἤδη καὶ οὐκ ἀπέθανεν ἢ οὐ κατήργηται, ὅπερ ἐκεῖνος καὶ ἐδείκνυ καὶ ἐβούλετο.

Röm 7,8—11 〈Ἡ μὲν ἁμαρτία νεκρά, ἐγὼ δὲ ἐν ζωῇ,〉 ἅτε μὴ ἐνοχλούμενος μηδὲ νυττόμενος μηδὲ νεκρούμενος ὑπ᾽ αὐτῆς. πῶς οὖν 〈ἀνέζησεν〉 ἐκείνη; διὰ τοῦ νόμου. τίνα τρόπον; ὅτι τοῦ νόμου δοθέντος μᾶλλον ἐκείνη πρὸς ἐπίθεσιν παρωξύνθη καὶ οἷον ἐπηρεάσαι ὥρμησεν, ἅτε δὴ καὶ στεφανοῦσθαι μέλλοντα τὸν φυλάξοντα τὴν ἐντολὴν ὑπολογιζομένη, καὶ διὰ τοῦτο μᾶλλον διαβασκαίνουσα. καὶ ἐγὼ πάλιν γνοὺς διὰ τῆς ἐντολῆς τὴν ἁμαρτίαν, ὡς ἐν γνώσει πράττων ἃ φεύγειν ἔδει, μᾶλλον κατὰ τοῦτο ἡμάρτανον, καὶ μᾶλλον αὐτὴν κατ᾽ ἐμαυτοῦ ἐπερρώννυον, ἰσχὺν αὐτῇ διὰ τῆς κατὰ γνῶσιν ἀτόπου πράξεως ἐπιχορηγῶν, καὶ οἷον ἀσθενῆ καὶ νενεκρωμένην οὖσαν ἐνισχύων καὶ ἀναζωπυρῶν. ἡ δὲ ζήσασα ἐμὲ ἐνέκρωσεν. πρὸ δὲ τοῦ ἀναζῆσαι ἐκείνην ἐγὼ ἔζων μᾶλλον· τοῦτο δὲ ἦν πρὸ τοῦ νόμου καὶ τῆς ἐντολῆς, ὥστε, εἰ καὶ μὴ ὁ νόμος ἁμαρτία, ἀλλ᾽ οὖν ἐκείνου δοθέντος κατὰ δύο τρόπους ἡ ἁμαρτία ἀνέζησεν· αὐτῆς τε ἐκείνης μᾶλλον πρὸς ἐπίθεσιν ἀνακινηθείσης καὶ διεγερθείσης, καὶ ἡμῶν τῇ κατὰ γνῶσιν ἐκτόπῳ πράξει ἐνισχυσάντων αὐτὴν καὶ τὴν καθ᾽ ἡμῶν ἐπιβουλὴν σὺν παρρησίᾳ παρασχομένων.

ἀλλ᾽ 〈ἐκείνη μὲν ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. 〈Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα.〉 ἀνωτέρω εἰπὼν ὅτι 〈ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν,〉 ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο, ἀλλὰ καὶ ἐθανάτωσέ με αὕτη μοι γενομένη 〈εἰς θάνατον.〉 εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συνείρειν καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι καὶ τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησι πῶς κατειργάσατο πᾶσαν ἐπιθυμίαν. καί φησιν ὅτι 〈ἀφορμὴν λαβοῦσα ἐξηπάτησέ με.〉 εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα, ὅτι ἐκ τούτου εἰργάσατο τὴν ἐπιθυμίαν, καὶ τοῦτο ἀφεὶς ἐπισυνάπτει τὸ τέλος· 〈καὶ ἀπέκτεινεν,〉 ἵνα ᾖ κατὰ συνέχειαν, εἴ τις ἀναλάβοι, οὕτως αὐτῷ εἰρήμενον· 〈ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν,〉 τὴν δὲ ἐπιθυμίαν κατειργάσατο ἀπατήσασα, ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο 〈διὰ τῆς ἐντολῆς ἡ〉 ἁμαρτία, ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς, διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστον ἐργαζομένης.

Röm 7,12 〈Ἅγιος ὁ νόμος,〉 ὅτι ἐφύλαττεν ἀπὸ ἀκαθαρσίας τοὺς φυλάττοντας αὐτόν· 〈δίκαιος,〉 ὅτι τοῖς μὲν κατορθοῦσιν ἠμείβετο δωρεαῖς, τοῖς δὲ παραβαίνουσιν ἐπετίθει τὰς τιμωρίας· 〈ἀγαθός,〉 ὅτι οὐχ ἡδόμενος ταῖς τιμωρίαις ἢ ὀργῇ χρώμενος ἐκόλαζεν, ἀλλὰ τῆς αὐτῶν ἕνεκα σωτηρίας καὶ ὠφελείας καὶ βελτιώσεως, καὶ ἔτι ὅτι μικρὰ κατορθοῦσι μεγάλα ἐχαρίζετο, καὶ ἁμαρτάνοντας περιεῖπε, καὶ οὐ κατ᾽ ἀξίαν τῶν πλημμελημάτων ἐκόλαζεν. αὐτὸς δὲ τέως ταῦτα παραδραμὼν ἐκ τούτων συμπεραίνει 〈ἅγιον〉 καὶ 〈δίκαιον〉 καὶ 〈ἀγαθὸν〉 εἶναι 〈τὸν νόμον〉 ἤτοι 〈τὴν ἐντολήν·〉 ἐξ ἑνὸς μὲν ὅτι ἐδίδαξέ με γνωρίσαι τὴν ἁμαρτίαν καὶ ἐπέταξε φυγεῖν αὐτήν, ἐξ ἑτέρου δὲ ὅτι κηδόμενος καὶ φροντίζων τοῦτο ἐποίησεν—εἰς γὰρ ζωὴν ἐμοὶ καὶ σωτηρίαν ταῦτα ἐποίησεν—. 〈ἅγιος οὖν,〉 ὅτι ἐδίδαξε καὶ φυγεῖν ἀπὸ τῆς ἀκαθαρσίας αὐτῆς ἐπέταξεν· 〈δίκαιος,〉 ὅτι διδάξας οὕτω τὴν τιμωρίαν τοὺς μὴ φυλάξαντας ἀπαιτεῖ· 〈ἀγαθὸς〉 δὲ πάλιν, ὅτι ζωήν μοι προνοούμενος ταῦτα ἐπετέλει.

Röm 7,13 Ἐπειδὴ τῆς ἁμαρτίας ἠθέλησε τὸ μέγεθος δεῖξαι, μεῖζον δὲ ταύτης εἰς κακίαν οὐκ ἦν εὑρεῖν, δι᾽ αὐτῆς ταύτης τὸ μέγεθος αὐτῆς ἐνδεικνύμενός φησιν· 〈ἀλλ᾽ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία,〉 τοῦτ᾽ ἔστιν ἵνα ἐκκαλυφθῇ αὐτῆς ὁ πᾶς τῆς κακίας πλοῦτος καὶ ἡ ἰσχὺς αὐτῆς ἡ ἐν αὐτῇ, ἵνα ὅπερ ἐστὶν ὅλη ὡς ὅλη γένηται ἐκφανής. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὑπερβολήν τινα θέλοντες παραστῆσαι, δυνάμεθα ἄλλο τι ἐπιφέρειν τῷ διασυρομένῳ ὑφ᾽ ἡμῶν, οἷον· μιαρὸς ἦν ἐπὶ τοσοῦτον ὁ Κάϊν, ὅτι καὶ ἀδελφοκτόνος ἐγένετο, ὅτι καὶ θεὸν πρῶτος ἐψεύσατο, καὶ τὰ ὅμοια. καὶ πάλιν· οὐδὲ μετὰ τὴν τῶν τεραστείων ἐπίδειξιν παρεκλήθη Φαραὼ ἀπολῦσαι τοὺς Ἰσραηλίτας, ἵνα φανῇ αὐτοῦ τὸ ὠμὸν καὶ ἀτίθασον τῆς γνώμης καὶ θεομισές. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἔστι γὰρ εὑρεῖν τι χεῖρον τῶν ὑποκειμένων οὗ καὶ μετασχόντες οἱ πονηρευόμενοι, τὰς κατ᾽ ἐκεῖνο προσηγορίας ἐπιδέχονται. ἐπὶ δὲ τῆς ἁμαρτίας, ἐπεὶ ταύτης, ὡς ἔφημεν, οὐκ ἔστι χεῖρον εὑρεῖν, αὐτὴν ἐφ᾽ ἑαυτῆς κατηγόρησε, πικρῶς ἅμα καὶ δριμέως τὸν ὄγκον αὐτῆς καὶ τὸ τυραννικὸν καὶ ἀνυπέρβλητον ἐνδεικνύμενος.

ἐπειδὴ δὲ ἀσαφέστερόν πως ἔδοξεν εἰρῆσθαι τῇ ταυτολογίᾳ τοῦ ὀνόματος, πάλιν δὲ μεταλαμβανομένου τοῦ ὀνόματος ἡ τῆς ὑπερβολῆς καὶ δριμύτητος ἔνδειξις ἐξελύετο, παρονομάζει μέν, καὶ οὐ τελείως ἀφίσταται τοῦ ὀνόματος· ἐν ᾧ δὲ ἐκλελύσθαι ἐδόκει, τόνον ἐπάγει τῇ προσθήκῃ τοῦ 〈καθ᾽ ὑπερβολήν,〉 καὶ οὕτως ἐπὶ τὸ σαφέστερον ἅμα καὶ ὁμοίως ἔντονον καὶ τοῦ δριμέως ἐμφαντικὸν μεταλαβὼν τὸν λόγον φησίν· 〈ἵνα γένηται καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία.〉 Röm 7,14 〈Πνευματικός〉 ἐστιν, ὅτι τὰ τοῦ πνεύματος βούλεται, τὰ συμφέροντα ζητεῖ τῆς ψυχῆς· 〈ἐγὼ δὲ〉 τὰς τῆς σαρκὸς ἐπιθυμίας διώκων 〈σαρκικός εἰμι.〉 οὐκ εἶπεν δὲ ὅτι ὑμεῖς οἱ τῷ νόμῳ χρώμενοι καὶ παραβαίνοντες, ἵνα μὴ τραχὺν καὶ ἐπαχθῆ τὸν λόγον ποιήσῃ· ἀλλ᾽ 〈ἐγώ,〉 φησί, τὰ ἐκείνων ἐφ᾽ ἑαυτοῦ σχηματίζων, καὶ ἐφεξῆς δὲ οὕτω ποιεῖ, τὸ τραχὺ καὶ σφοδρὸν ἐκλύων καὶ λεαίνων τῇ περὶ αὐτὸν σχηματολογίᾳ.

Röm 7,15—20 Μετὰ γὰρ τὸ πραθῆναι καὶ γενέσθαι τὸν ἄνθρωπον ὑπὸ τὴν ἁμαρτίαν, οὐ γινώσκει ὃ κατεργάζεται, τῆς συνηθείας τῆς αἰσχρᾶς παντελῶς αὐτοῦ κυριευσάσης, καὶ μηδὲ συγχωρούσης εἰδέναι ὅτι ὃ πράττει κακόν ἐστιν. διὸ καὶ ὃ ἐμίσει ἄν, εἰ ἄπρατος καὶ ἐλεύθερος ἦν, καὶ ὃ οὐκ ἂν εἵλετο, τοῦτο καὶ αἱρεῖται πεπραμένος ἤδη ὢν καὶ πράττει. εἰ δὲ νῦν ἐλεύθερος ὢν καὶ ἄπρατος, καὶ κατὰ φύσιν οὐκ ἂν εἱλόμην ἃ νῦν ποιῶ, συμμαρτυρῶ τῷ νόμῳ ὅτι καλός· ἐκεῖνα γάρ μοι ψηφίζεται φεύγειν, ἃ καὶ ἐγὼ ἐν τῇ κατὰ φύσιν ἐλευθερίᾳ τυγχάνων ἔκρινα φευκτέα εἶναι καὶ μισητά. νῦν δὲ πραθείς, φησί, καὶ ὑπὸ τὴν ἁμαρτίαν πεσών, ὡς ὑπ᾽ ἐκείνης δεσποζόμενος καὶ κυριευόμενος καὶ ἐκείνῃ ὑπηρετῶν, οὕτως ἐργάζομαι τὸ κακὸν ὅπερ οὐκ ἂν ἔπραξα ἐγὼ ἐν ἐλευθερίᾳ ὤν· διὸ τρόπον τινὰ οὐκ ἐργάζομαι αὐτὸ ἐγώ, ἀλλ᾽ ὁ κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας. αὐτὸς δὲ ἐμφαντικώτερόν φησιν· 〈ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία·〉 ὥσπερ γὰρ ὁ τὴν οἰκίαν ἐνοικῶν ἐκεῖνος πάντα τὰ κατὰ τὴν οἰκίαν πράττει κἂν κέχρηται ἔν τισι τῇ οἰκίᾳ συνεργῷ, οὕτω, φησί, καὶ ἡ ἁμαρτία λαβοῦσά με ἔκδοτον καὶ πραθέντα αὐτῇ ἐνῴκησε, καὶ ἑαυτῆς ὅλον ἐποιήσατο, πᾶν ἀγαθὸν ἀπελάσασα τῆς ἐμῆς σαρκός, οἷον ἐπίγνωσιν ὧν πράττω, μετάνοιαν ἐφ᾽ οἷς ἁμαρτάνω, καὶ εἴ τι τοιοῦτον.

εἶτα· 〈τὸ γὰρ θέλειν παράκειταί μοι.〉 οὐ παντάπασι δέ, φησίν, ἐξέστην ἐμαυτοῦ ὥστε μηδ᾽ εἰδέναι τὸ ἀγαθὸν ὅλως μηδ᾽ ἔχειν ἐπιθυμίαν αὐτοῦ, ἀλλ᾽ ἔσθ᾽ ὅτε διανίσταμαι πρὸς αὐτό· διὰ τοῦτο γὰρ ἔφη· 〈παράκειταί μοι,〉 οἷον· κεῖται παρ᾽ ἐμοὶ ὅμοια νεκρῷ· ὅμως διανίσταμαι κειμένου αὐτοῦ παρ᾽ ἐμοί, ἀλλὰ κυριευόμενος ὑπὸ τῆς ἁμαρτίας τὴν προαίρεσιν εἰς τέλος οὐκ ἄγω.

Ἢ οὖν ὡς εἴρηται, ἢ καὶ οὕτως ἐκληπτέον τὰ εἰρημένα· οὐ γινώσκω, πραθεὶς δηλονότι· οὐ γὰρ ὃ θέλω ἐλεύθερος ὤν, τοῦτο πράσσω νῦν πεπραμένος ὤν, ἀλλ᾽ ὃ μισῶ ἐλεύθερος ὤν, τοῦτο ποιῶ πεπραμένος ὤν. εἰ δὲ ὃ οὐ θέλω ἐλεύθερος ὤν, τοῦτο πράσσω πεπραμένος ὤν, συμμαρτυρῶ ἐλεύθερος ὢν ὅτι καλὸς ὁ νόμος· τὰ γὰρ αὐτὰ ἐκείνῳ βούλομαι τότε καὶ οὐχὶ ἃ νῦν ποιῶ. —Ἢ οὕτως· οὐ γὰρ ὅπερ ἤθελον, φησί, καὶ ἔστεργον τυχὸν πρὸ βραχέως τοῦτο νῦν πράσσω, ἀλλ᾽ ὃ ἐμίσουν· ὥστε ἐξ ὧν ὃ ἐμίσουν ποιῶ. κἂν ποιῶ, ὅμως διὰ τοῦ μισεῖν καλῶς τὸν νόμον λέγειν μαρτυρῶ καὶ καλὸν εἶναι. πόθεν δῆλον ὅτι πεπραμένος εἰμὶ ὑπὸ τὴν ἁμαρτίαν; ἐκ τοῦ μὴ εἰδέναι με ἃ ποιῶ· ἐλεύθερος γὰρ καὶ ἀκυρίευτος ὢν ὑπ᾽ αὐτῆς, ἐγίνωσκον ὅ με δεῖ κατεργάζεσθαι, καὶ ὑπὸ τοῦ φυσικοῦ καὶ ὑπὸ τοῦ γραπτοῦ διδασκόμενος νόμου· ἀλλ᾽ ἑκὼν αὐτῇ ὑποκατακλιθεὶς ἐκυριεύθην καὶ ἐπράθην καὶ διὰ τοῦτο οὐδ᾽ οἶδα τί κατεργάζομαι.

Röm 7,21 Ἐξ ὧν εἶπον, φησί, καὶ ἐξ ὧν ἐσκόπησα, τοῦτό μοι συμπεραίνεται καὶ τοῦτο εὑρίσκω. ποῖον; τὸ εἶναι τὸν νόμον 〈νόμον〉 μὲν εἰς καλὸν 〈τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν〉 καὶ τοῦτο μόνον χαριζόμενον· 〈τὸ γὰρ κακὸν〉 εὑρίσκω, ὅτι ὁμοίως 〈ἐμοὶ παράκειται,〉 καὶ οὐδὲν ἐβελτιώθην ἐκ τοῦ νόμου, εἰ μὴ καὶ βλάβην μᾶλλον ἐδεξάμην, ὅτι παρακεῖσθαί μοι καὶ οἷον ἐγγίζειν μοι τὸ κακὸν παρέσχεν ἀφορμήν. ὁ νόμος οὖν μόνον νόμος, φησίν, ἐγένετό μοι εἰς τὸ καλόν, ἄλλο δὲ οὐδέν· πόθεν δῆλον ὅτι τὸ κακόν μοι ὡσαύτως παράκειται.

Ἢ καὶ οὕτως· 〈εὑρίσκω τὸν νόμον καλόν,〉 ἵνα ᾖ τὸ 〈καλὸν〉 καὶ ἐν ὑπερβατῷ καὶ ἀπὸ κοινοῦ κείμενον. εὑρίσκω, φησί, τὸν νόμον καλὸν 〈ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν.〉 τί οὖν οὐ πράττεις αὐτό; ὅτι 〈κακόν μοι παράκειται.〉 ὥστε τὸ καλὸν τοῦ νόμου ἐν τῷ μόνον νομοθετεῖν, ἀλλ᾽ οὐχὶ καὶ ῥύεσθαι τοῦ κακοῦ καὶ σώζειν ἰσχύει. διὸ φευκτέον αὐτοῦ καὶ προσιτέον Χριστῷ. —Ἢ μᾶλλον οὕτως· 〈εὑρίσκω ἄρα τὸν νόμον,〉 τοῦτ᾽ ἔστι κατενόησα καὶ κατελαβόμην τὴν ἰσχὺν καὶ τὴν φύσιν τοῦ νόμου. ἐξεῦρον αὐτὸν ἀκριβῶς, ὅτι οὐδέν μοι βοηθῆσαι ἴσχυσεν· πόθεν δῆλον; ὅτι 〈θέλοντί μοι ποιεῖν τὸ καλὸν〉 οὐδὲν ἐπικουρεῖ, ἀλλ᾽ ὁμοίως 〈τὸ κακὸν παράκειται,〉 ἄπρακτόν μοι τὸ θέλειν ποιοῦν. ἐν τούτῳ οὖν εὗρον ἀκριβῶς τὸν νόμον ὅσον ἰσχύει, καὶ τίς ἐστιν ἡ φύσις αὐτοῦ, ἐν τῷ ἐν ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν εὑρίσκειν ὅτι τὸ κακὸν παράκειται, καὶ οὐκ ἀπελήλαται ὑπ᾽ αὐτοῦ ἐξ ἐμοῦ. καὶ εἴη ἂν καὶ τὰ ἐφεξῆς ῥηθησόμενα Παύλῳ τῶν προειρημένων δύο διαλήψεων κατασκευαστικά, ἑκατέρας ἐγχωρούσης διανοίας καὶ τὴν ἀκολουθίαν ἀπαραπόδιστον διασωζούσης. —Δυνατὸν δὲ καὶ οὕτως ἐγγύτερον τῆς λέξεως ἐκλαβεῖν· 〈εὑρίσκω 〈ἄρα τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν〉 κατὰ τὸν νόμον, ὅτι 〈ἐμοὶ τὸ κακὸν παράκειται·〉 καὶ γὰρ οἱ κατὰ τὸ Εὐαγγέλιον θέλοντες ποιεῖν τὸ καλὸν οὐχ εὑρίσκουσιν, ὅτι παράκειται αὐτοῖς τὸ κακόν.

διὰ γὰρ τοῦ βαπτίσματος ἐξώσθη καὶ ἀπελήλαται, ὥστε δεῖ Χριστῷ διὰ τοῦ βαπτίσματος προσελθεῖν καταλιπόντας τὸν νόμον. — Ἐκλάβοις δ᾽ ἂν καὶ οὕτως οὐκ ἀπεικότως· 〈εὑρίσκω τὸν νόμον〉 οἷον σύμμαχον, μᾶλλον δὲ συμφωνοῦντα 〈τῷ θέλοντι ἐμοὶ τὸ καλόν.〉 καὶ τίς χρεία συμφωνίας ἢ συμμαχίας; πολλῆς, φησί, διότι 〈ἐμοὶ τὸ κακὸν παράκειται〉 καὶ ἀντιστρατεύεται καὶ πολεμεῖ. καὶ ἑξῆς αὐτὸ τοῦτο πλατύνει καὶ διασαφεῖ, πῶς συμφωνεῖ ὁ νόμος, πῶς ἐπιτίθεται τὸ κακόν. 〈συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ·〉 ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ, εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι· ἀντιστρατευομένου γὰρ τοῦ ἑτέρου νόμου ἤτοι τοῦ 〈τῆς ἁμαρτίας,〉 οὐχ ὑφίσταται καὶ ἐπικουρεῖ καίτοι θέλοντι αὐτὸν καὶ ἡδομένῳ αὐτῷ, ἀλλ᾽ ἀφίσταται καταλιμπάνων, καὶ μὴ δυνάμενος ἑαυτῷ ἀρκέσαι αἰχμάλωτος γίνομαι. εἴη δ᾽ ἄν, εἰ συνταχθείη οὕτω, τῶν εἰρημένων σαφέστερον· εὑρίσκω ἄρα τῷ θέλοντι ἐμοὶ τὸ καλὸν ἤτοι τὸν νόμον, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.

Röm 7,22—23 Τρεῖς εἰσι νόμοι· ὁ γραπτός, ὃν λέγει 〈νόμον θεοῦ·〉 ὁ ἔμφυτος, ὃν λέγει 〈νόμον νοός·〉 ὁ διὰ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἡμῶν ἰσχύσας, ὃν καὶ 〈ἀντιστρατευόμενον〉 λέγει καὶ 〈ἐν τοῖς μέλεσιν〉 ἔχειν τὴν ἰσχὺν τοῦ ἀντιστρατεύεσθαι. νόμον δὲ τοῦτον, ὡς ἰσχύοντα καὶ ἔχοντα τοὺς πειθομένους αὐτῷ φησιν. εἶτα οὗτος ὁ νόμος, φησίν, ὁ ἀπὸ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἐπεισελθών, ὁ ἀντιστρατευόμενος, αἰχμαλωτίζει με. ἀλλὰ πῶς; ἐπειδὴ γὰρ ἀντιστρατείαν εἶπεν, ἵνα μὴ νομίσῃς ὅτι δικαίως αἰχμαλωτίζει καὶ νόμῳ πολέμου, ἐπάγει καί φησιν· 〈νόμῳ ἁμαρτίας.〉 οὐ ‹δικαίως› φησίν—μὴ γίνοιτο—ποῖον γὰρ δίκαιον, τὸν ἀλλότριον δοῦλον καὶ ποίημα ὑφ᾽ ἑαυτῇ ποιεῖν; ἀλλὰ πῶς; 〈νόμῳ ἁμαρτίας,〉 τοῦτ᾽ ἔστι κατὰ τὸ ἰδίωμα τῆς ἁμαρτίας με αἰχμαλωτίζει, κατὰ τὸ οἰκεῖον ἔθος αὐτῆς, ἐξ ἀναισχυντίας, ἐκ πολλῆς ἰταμότητος, ἐξ ἐπιβουλῆς, ἐξ ἐνέδρας, οὐκ ἐκ τοῦ φανεροῦ ἀλλ᾽ ἀπατῶσα, συναρπάζουσα. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν τὸ ὅλον ἐκείνης ἐστὶ τὸ αἰχμαλωτισθῆναί με, εἴπερ καὶ αἰχμαλωτίζει με, καὶ τῷ οἰκείῳ ἔθει με αἰχμαλωτίζει, ἐνεδρεύουσα καὶ κρυφίως ἐπιτεθειμένη, προστίθησιν· 〈ἐν τοῖς μέλεσίν μου,〉 οἷον· ὅτι τὸ ἐγκαθιδρύσθαι αὐτὴν ἐν τούτοις ἐμόν ἐστι καὶ ἑξῆς.