Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στο κεφάλαιο 3

Ανάλυση της αναξιοπιστίας του ανθρώπου έναντι της θείας αλήθειας, της ενοχής όλου του κόσμου ενώπιον του νόμου και της δωρεάν δικαίωσης διά της πίστεως στον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 10

Röm 3,3 Ἀντιπίπτον λύει· 〈τί γὰρ εἰ ἠπίστησάν τινες;〉 ἀπορήσειε γὰρ ἄν τις ὅτι 〈ἐνεπιστεύθησαν μὲν τὰ λόγια τοῦ θεοῦ〉, τὰ δὲ λόγια τοῦ θεοῦ μεγάλας μὲν δωρεὰς καὶ εὐεργεσίας ὑπισχνεῖτο, ἀλλ᾽ ἐν τῇ τῶν παραδεξαμένων πίστει καὶ παραφυλακῇ αὗται τὴν ὑπόστασιν καὶ τὴν ἔκβασιν εἶχον. πολλῶν δὲ ἀπιστησάντων καὶ παραβεβηκότων ἀκόλουθον κεκωλύσθαι μὲν τὰς ὑποσχέσεις εἰς πέρας ἐξελθεῖν, μάτην δὲ καὶ τὰ λόγια τοῦ θεοῦ καταπιστευθῆναι τούτοις, εἰς μηδὲν δὲ χρήσιμον καὶ τὴν περιτομὴν ἐξελεγχθῆναι, εἴ γε ἡ μὲν περιτομὴ διὰ τὰ λόγια, τὰ λόγια δὲ διὰ τὰς δωρεάς, αἱ δὲ δωρεαὶ διὰ τῆς πίστεως ἐλάμβανον πέρας· τὴν πίστιν δὲ ἠθέτησαν οἱ παραβεβηκότες, ὥστε οὐδεμία, φησίν, ὠφέλεια τῆς περιτομῆς. ταύτην οὖν ἐπιλυόμενος τὴν ἀπορίαν φησίν· 〈τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει;〉 τοῦτ᾽ ἔστι τὸ πιστὸν τῶν ὑποσχέσεων αὐτοῦ, τὸ ἀληθές, τὸ ἀμετάθετον. 〈μὴ γένοιτο,〉 φησί, διὰ τὴν ἐκείνων ἀπιστίαν ἢ τὸ ἐν ταῖς ὑποσχέσεσιν αὐτοῦ πιστὸν καὶ ἀληθὲς μάταιον ἀπελεγχθῆναι, ἢ τῆς περιτομῆς τὴν νομοθεσίαν εἰς μηδὲν ὠφέλιμον χρηματίσαι· τὴν γὰρ αἰτίαν ἔχειν οὐκ ἄλλος ἀλλ᾽ οἱ παραβεβηκότες εἰσὶ δίκαιοι.

ἢ μᾶλλον οὕτως· μὴ γένοιτο ὑπερισχύσαι τὴν ἀπιστίαν ἐκείνων, ὥστε δι᾽ ἐκείνων καταργηθῆναι καὶ ἀτελὲς καὶ ἀνέκβατον ὀφθῆναι τὸ ἐν ταῖς ὑποσχέσεσιν αὐτοῦ πιστὸν καὶ πανάληθες· κἂν γὰρ ἐκεῖνοι ἠπίστησαν, αὐτὸς οὐδὲν ἔλαττον τὸ ἑαυτοῦ ἐποίησεν καὶ τὰς ἐπαγγελίας ἐξεπλήρωσεν. δυνατὸν δὲ 〈πίστιν θεοῦ〉 ἐκλαβεῖν καὶ τὴν ἐν τοῖς μὴ παραβεβηκόσι διαμείνασαν πίστιν· αὕτη γὰρ θεοῦ πίστις, ὡς εἰς θεὸν οὖσα καὶ ἐκ θεοῦ αὐτοῖς διαφυλαχθεῖσα· ἡ μὲν γὰρ ἀπιστία τῆς μοχθηρίας τῶν ἀπιστησάντων, ἡ δὲ πίστις ἐκ θεοῦ ἑδράζεται τοῖς ἀξίοις. ἡ οὖν ἐκείνων ἀπιστία, μὴ γένοιτο, φησίν, ὅτι νικᾷ τὴν εἰς θεὸν καὶ διὰ θεοῦ μεμενηκυῖαν πίστιν· ὥστε τέλος ἕξουσιν αἱ ἐπαγγελίαι, ὥστε ἐστὶν ὠφέλεια καὶ τῆς περιτομῆς.

Röm 3,4 〈Γινέσθω〉 ὑμῖν, φησίν, ὁ 〈θεὸς ἀληθής〉· λογιζέσθω, νοείσθω, φρονείσθω ὅτι ὁ 〈θεὸς ἀληθής,〉 καὶ ὅτι 〈πᾶς ἄνθρωπος ψεύστης.〉 εἰ οὖν τοῦτο, εἰ καί τινες ἠπείθησαν, οὐδὲν ἧττον ὁ θεὸς ἃ ἐπηγγείλατο τῷ Ἀβραὰμ εἰς τέλος ἄξει. πῶς οὖν, φησί, καὶ ἀπιστοῦσι καὶ παρανομοῦσιν; ναί, φησίν· τὰς γὰρ οἰκείας ἐπαγγελίας αὐτοῦ ἐπάγοντος, ἐκείνων παραβεβηκότων καὶ ἡμαρτηκότων, καὶ τὸ ἐκείνων ἄγνωμον καὶ ἀχάριστον μᾶλλον ἐλέγχεται. οὐ μὴν ἀλλὰ καὶ τὸ ὑπερβάλλον τῆς εὐεργεσίας καὶ ἀληθείας τοῦ θεοῦ καὶ δικαιοσύνης ἐπίπλεον ἀπογυμνοῦται καὶ ἐπιδείκνυται, καὶ νίκη αὐτῷ λαμπρὰ ἐκ τούτου περιγίνεται, ὡς καὶ ὁ Δαυὶδ μαρτυρεῖ λέγων· 〈ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.〉 ὥστε εἰ ἐκ τῆς ἐπαγγελίας τὸ πέρας τῆς ἐπαγγελίας, ταύτην δὲ κατεπιστεύθησαν οἱ Ἰουδαῖοι, 〈πολὺ κατὰ πάντα τρόπον τὸ περισσὸν τοῦ Ἰουδαίου,〉 εἰ καί τινες αὐτῶν γεγόνασι παραβάται. εἶτα τί οὖν, φησίν, εἰ ἐκ τῆς ἡμῶν ἀδικίας νίκη γίνεται τῷ θεῷ καὶ ἑξῆς;

Röm 3,5—8 Ἀπορίαν διὰ τούτων μεγάλην ἀνακινεῖ καὶ ἐπιλύεται λίαν σοφῶς καὶ ἐμφρόνως. εἰ μὴ ἥμαρτον, φησίν, ἐροῦσί τινες, οὐκ ἂν ὁ θεὸς ἐφάνη ἀληθής, οὐκ ἂν δίκαιος, οὐκ ἂν ἐνίκησεν. πρὸς οὓς λέγει· εἰ σὺ τῆς νίκης αὐτῷ καὶ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης αἴτιος, πῶς σε κολάζει ἁμαρτάνοντα; πῶς σε τιμωρεῖται; μὴ ἄδικον αὐτὸν ἐρεῖς; καὶ ποίας δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον; τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν διὰ τοῦ εἰπεῖν· 〈ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον;〉 ἀντὶ τοῦ πῶς αὐτὸν δίκαιον ἔλεγες καὶ κριτήν; δι᾽ ὧν γὰρ σαυτὸν αἴτιον ἔλεγες τῆς δικαιοσύνης αὐτοῦ, κριτὴν ἀνωμολόγεις αὐτὸν καὶ δίκαιον· δικαιοσύνη γὰρ τέλος κρίσεως. εἰ οὖν ἐπάγει ὀργὴν τοῖς ἁμαρτάνουσιν, πῶς αἴτιοι τῆς δικαιοσύνης αὐτοῦ; ἀλλ᾽ ἄδικον ἐρεῖς, φησίν, ἀλλ᾽ οὐκ ἔχεις εἰπεῖν· δίκαιον γὰρ δι᾽ ὧν ἠπόρεις, ἀνωμολόγησας. ὥστε οὔκ εἰσιν οἱ ἁμαρτάνοντες οὔτε τῆς νίκης οὔτε τῆς ἀληθείας οὔτε τῆς δικαιοσύνης αἴτιοι. εἶτα προάγει καὶ ἑτέρως τὸ ἐπιχείρημα· εἰ διὰ τοῦ ἐμοῦ ψεύδους, ὡς λέγεις, δοξάζεται ὁ θεὸς ἀληθής, οὐ κατακρίσεως ἀλλὰ τιμῆς ἀπολαύειν μᾶλλον ὤφειλον. καὶ πλέον ψεύδεσθαι καὶ ἁμαρτάνειν ἔδει με, ἵνα πλέον ἐδοξάζετο ὁ θεὸς καὶ πλέον ἀπέλαυον ἐγὼ τῶν ἀγαθῶν. ἀλλὰ μὴν οὐδεὶς ἂν τοῦτο τολμήσειε λέγειν· δῆλον γὰρ τὸ ἄτοπον.

διὸ καὶ εἴ τινες λέγουσι περὶ ἡμῶν, ὅτι φρονοῦμεν ὡς ἐν τῇ πράξει τῶν κακῶν ἔρχεται ἡμῖν τὰ ἀγαθά, ἀπαραίτητον κρίμα ἕξουσιν, ὅτι εἰς τοιαύτην συκοφαντίαν ἡμᾶς διασύρουσιν. καὶ ὅρα σοφίαν· αὐξῆσαι γὰρ θέλων τὸ ἄτοπον, οὐδὲ τοὺς ἀποροῦντας ταῦτα τοῦτο λέγοντας εἰσάγει ἀλλ᾽ ἑτέρους τινάς, καὶ βλασφημίαν αὐτὸ καλεῖ· 〈καθὼς〉 γάρ, φησί, 〈βλασφημούμεθα.〉 εἰ οὖν οἱ λέγοντες τοῦτο καθ᾽ ἡμῶν ἀπαραίτητον ἕξουσι τὴν δίκην, πολλῷ μᾶλλον οὐκ ἂν τολμήσαιμεν ἡμεῖς οὐδ᾽ εἰς νοῦν παραδέξασθαι, ὅτι ἐν τῇ πράξει τῶν κακῶν παραγίνεται τὰ ἀγαθά. εἰ δὲ μὴ τοῦτο, οὐδ᾽ ὅτι ἐπίπλεον ἁμαρτάνειν δεῖ, ἵνα πλεῖον δοξασθῇ ὁ θεός· εἰ δὲ μηδὲ τοῦτο, δῆλον ὡς οὐδὲ τὸ λέγειν ὅτι διὰ τοῦ ἐμοῦ ψεύσματος δοξάζεται ὁ θεὸς ἀληθής. οὐδεὶς ἄρα αἴτιος θεῷ οὔτε τῆς ἀληθείας αὐτοῦ οὔτε τῆς δικαιοσύνης οὔτε τῆς νίκης αὐτοῦ.

Röm 3,9 〈Τί οὖν; προεχόμεθα; οὐ πάντως.〉 τί οὖν ἔχομεν, φησίν, ἡμεῖς οἱ Ἰουδαῖοι πλέον; τί; οὐδέν. τί δήποτε; ὅτι 〈πάντες ὑφ᾽ ἁμαρτίαν ἐσμὲν Ἰουδαῖοι καὶ Ἕλληνες.〉 διὰ τοῦ νόμου, φησί, καὶ τῆς περιτομῆς οὐδὲν προκατέχομεν πλέον ὧν ἔχομεν.

Τὸ χωρίον τοῦτο διττῶς δύναται ἀναγνωσθῆναι καὶ δύο καὶ τὰς ἐννοίας ἔχειν· μίαν μὲν ὡς ἀπὸ τῶν Ἰουδαίων προτεινόμενον, ἑτέραν δὲ ὡς ἀπὸ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν προβαλλόμενον. εἰ μὲν οὖν ἀναγνῶμεν 〈τί οὖν προεχόμεθα;〉 ἅμα συνείροντες τῷ ἐρωτηματικῷ μορίῳ τὸ 〈προεχόμεθα,〉 ὡς ἀπὸ τῶν Ἰουδαίων δηλοῦται προτεινόμενον, καὶ ἔννοιαν ἔχοι ἂν τοιαύτην· τί οὖν, φησίν, προέχομεν; καὶ τί ἐκερδήσαμεν προκριθέντες τῶν ἀκροβύστων; πρὸς οὓς τὸ 〈οὐ πάντως〉 ἀπόκρισις ἀποδίδοται, τοῦτ᾽ ἔστιν οὐκ ἐκ παντὸς τρόπου κέρδος ὑμῖν τοῦτο· μὴ φυλάξασι γὰρ τὰ ἐμπιστευθέντα οὐδεμία διαφορὰ οὐδὲ κέρδος, ἀλλὰ καὶ ἡ τιμωρία μείζων. οὕτῳ μέν, εἰ ἐν συνεπείᾳ τὸ 〈τί οὖν〉 μετὰ τοῦ 〈προεχόμεθά〉 τις ἀναγνῷ. εἰ δὲ κατὰ διαστολὴν ἄμφω ποιῶν ἐρωτηματικὰ καὶ τὸ 〈τί οὖν;〉 καὶ τὸ 〈προεχόμεθα;〉 ὡς ἀπὸ τῶν ἀκροβύστων πιστῶν εἴη ἂν διαπορούμενον. ἐπειδὴ γὰρ προεῖπεν ὅτι πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου, ἐπάγει ὁ ἀκρόβυστος διαπορῶν καὶ λέγων· τί οὖν; προεκρίθησαν ἐκεῖνοι; προέλαβον; ἡμεῖς προελείφθημεν; προεχόμεθα; ποῦ ἡ τοῦ θεοῦ δικαιοσύνη; πρὸς οὓς ὁ θεῖος Παῦλός φησιν· μὴ γένοιτο· 〈οὐ πάντως〉 γάρ, φησί, τοῦτ᾽ ἔστι μὴ κατορθώσαντες μὲν ὑπαίτιοί εἰσιν ὥσπερ καὶ ὑμεῖς μὴ κατορθώσαντες· κατορθωσάντων δὲ ἑκατέρων ἴση ἡ σωτηρία. ὥστε οὐ προέχεσθε.

Μάχεσθαι δοκεῖ τὸ 〈τί οὖν; προεχόμεθα;〉 καὶ ἑξῆς πρὸς τὸ προειρημένον, ὅτι 〈πολὺ κατὰ πάντα τρόπον τὸ περισσὸν τῶν Ἰουδαίων〉 καὶ ἡ 〈ὠφέλεια τῆς περιτομῆς·〉 λέγει γὰρ ἐκεῖ μὲν πολὺ προκεκρίσθαι καὶ πλέον τοὺς περιτετμημένους τῶν ἀκροβύστων ἔχειν, ἐνταῦθα δὲ οὐδὲν προέχειν. ἢ οὐκ ἔστι μαχόμενον· ἐκεῖ μὲν γὰρ πλέον ἔχειν φησὶν ἀπὸ τῆς φιλανθρωπίας καὶ ἀληθείας τοῦ θεοῦ, ὅτι τὰ λόγια κατεπίστευσεν, ὅτι τὰς ὑποσχέσεις ἐπλήρωσεν μὴ κωλυθεὶς ὑπὸ τῶν ἀπιστησάντων, ἐνταῦθα δὲ αὐτὰ καθ᾽ ἑαυτὰ τὰ πρόσωπα συγκρίνει τῶν ἀκροβύστων καὶ τῶν περιτετμημένων, καὶ λέγει αὐτοὺς μηδὲν ἑτέρους ἑτέρων προέχειν. οἵ τε γὰρ κατορθοῦντες τὴν ἀρετήν, ὁποίας ἂν εἴησαν τάξεως, ὁμοίως τῆς εὐεργεσίας ἀπολαύουσιν· οἵ τε πάλιν παραβαίνοντες, κἄν τε τῶν ἀκροβύστων εἶεν, κἄν τε τῶν ἐνπεριτόμων, τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται. ὥστε οὐ μάχεται τὸ ‹οὐδὲν προεχόμεθα› καὶ τὸ ‹πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου› καὶ ‹ἡ ὠφέλεια τῆς περιτομῆς›· κατ᾽ ἄλλον γὰρ τρόπον ἐκεῖ εἴρηται καὶ κατ᾽ ἄλλον νῦν ἡ σύγκρισις παρείληπται.

Röm 3,19—20 〈Καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ,〉 ὑπόχρεως εἰς τὸ πιστεῦσαι Χριστῷ τῷ θεῷ· εἰ γὰρ τοῖς ὑπὸ νόμον εἴρηται ὑπ᾽ αὐτῶν τῶν προφητῶν, ὅτι οὐκ ὀρθοποδοῦσιν ἀλλὰ πόρρω τῆς ὀρθῆς βαδίζουσι πολιτείας, τὰ δὲ ἔθνη πολλῷ μᾶλλον ὑπάρχει ἐν ἀπωλείᾳ καὶ πλάνῃ, δηλονότι πᾶς ὁ κόσμος ὑπόχρεώς ἐστι πιστεῦσαι Χριστῷ τῷ θεῷ, τῷ μόνῳ δυναμένῳ ῥύσασθαι καὶ Ἰουδαίους καὶ Ἕλληνας καὶ πάντα τὸν κόσμον διὰ τῆς οἰκείας χάριτος ἐκ τῶν ἁμαρτημάτων αὐτῶν καὶ τῆς μακρᾶς πλάνης καὶ ἀπωλείας αὐτῶν. εἶτα πάλιν ὥσπερ ἀντιπίπτον λύει. ἴνα γὰρ μή τις εἴπῃ· τί οὖν; ὁ νόμος οὐδὲν ὠφέλησεν; ἐπάγει· 〈διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ,〉 ὡσεὶ ἔλεγεν ὅτι ὠφέλει ἂν ἴσως ὁ νόμος, εἰ ἐφύλαξαν οἱ παρειληφότες τὰ προστάγματα αὐτοῦ. ἐπειδὴ δὲ οὐκ ἐφύλαξαν, ἐκ περιστάσεως καὶ ἔβλαψεν, οὐ τῇ ἑαυτοῦ φύσει, ἀλλὰ τῇ τῶν μὴ φυλαξάντων γνώμῃ.

Röm 3,21 〈Δικαιοσύνη〉 θεοῦ ἡ ἀπὸ θεοῦ δικαίωσις καὶ ἀθῴωσις καὶ ἀπαλλαγὴ τῶν ἁμαρτιῶν ὧν ὁ νόμος οὐκ ἴσχυσεν ἀπαλλάξαι. Röm 3,23—24 〈Ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ·〉 κατόπιν ἐγένοντο, οὐκ ἔφθασαν τοῦ δοξάζειν τὸν θεόν. ἐκπεπτώκασιν ἅπαντες τοῦ τιμᾶν αὐτόν, οἱ μὲν Ἰουδαῖοι παραβάται γινόμενοι τῶν διὰ τοῦ νόμου ἐντολῶν, οἱ δὲ ἐθνικοὶ εἰδώλοις λατρεύσαντες· διὸ πάντες πιστεύοντες εἰς Χριστὸν δωρεὰν δικαιοῦνται, τὸ πιστεύειν μόνον συνεισάγοντες. πῶς δὲ δικαιούμεθα; ἀπολυτρούμενοι τὰς ἁμαρτίας ἡμῶν. διὰ τίνος δὲ ἀπολυτρούμεθα; διὰ Ἰησοῦ Χριστοῦ. πῶς λυτροῦντος ἐκείνου; τῷ ἰδίῳ αἵματι. Ἢ καὶ οὕτω νοητέον· θεὸς αὐτοὺς δοξάζει πιστεύοντας· υἱοθεσίας γὰρ ἀξιοῖ καὶ κληρονόμους τῆς αὐτοῦ βασιλείας ἀποφαίνεται, ἧς δηλονότι ἐξ ὧν ἡμάρτομεν, πάντες ὁμοίως ὑστερούμεθα· διὸ δωρεὰν ἡμᾶς τούτων ἀξιοῖ.

Röm 3,25—26 Παρείθημεν ταῖς ἁμαρτίαις καὶ παρελελύμεθα· εἶτα δέον τῆς παρέσεως ἀπαιτηθῆναι δίκας, ἀνοχῆς καὶ φιλανθρωπίας ἐτύχομεν. ἀλλὰ καὶ τῆς ἀνοχῆς τυχόντες, δέον μετανοεῖν καὶ τὰ φθάσαντα ἐξιλεοῦσθαι, ἔτι τοῖς αὐτοῖς ἐγκαλινδούμεθα. τί οὖν ἔδει τότε καὶ τὸν λίαν φιλάνθρωπον κριτὴν πρᾶξαι; πάντως κολάσαι καὶ τιμωρήσασθαι ὑπὲρ ὧν τε ἐξ ἀρχῆς ἡμάρτομεν, καὶ ὑπὲρ ὧν ἀνοχῆς τυχόντες οὐ μετεμελήθημεν, καὶ ὑπὲρ ὧν οὐ μόνον οὐ μετεμελήθημεν ἀλλὰ καὶ τὴν κακίαν ἐπετείνομεν. ὁ δὲ τί ποιεῖ; τότε λύτρον ἑαυτὸν δίδωσιν ὑπὲρ ἡμῶν, καὶ οὐ μόνον ἐξαρπάζει τῆς τιμωρίας, ἀλλὰ καὶ δικαιοῖ καὶ σώζει καὶ κληρονόμους αὐτοῦ ποιεῖται τῆς βασιλείας. ὄντως χάρις μέτρον οὐκ ἔχουσα, ὄντως τοῦτο δωρεά, δωρεᾶς ἁπάσης νικῶσα τὴν δύναμιν. τοῦτο 〈ἔνδειξις〉 ὡς ἀληθῶς ἀφάτου 〈δικαιοσύνης,〉 καὶ δικαιοσύνης οὐκ ἀνθρωπίνης ἀλλὰ θείας καὶ ὑπὲρ ἄνθρωπον. διὸ καὶ αὐτὸς εἰπὼν 〈εἰς ἔνδειξιν τῆς δικαιοσύνης,〉 οὐχ ἁπλῶς ἀλλὰ 〈αὐτοῦ〉 φησιν, τοῦτ᾽ ἔστι αὐτοῦ μόνου ἡ τοιαύτη καὶ τοσαύτη δικαιοσύνη· ἐν ᾧ γὰρ ἔδει καιρῷ κολασθῆναι, τότε ἠξίωσε τῆς εὐεργεσίας.

ὦ παράστασις ἄφατος δικαιοσύνης, ὦ ἀπόδειξις παντὸς δύναμιν λόγου ἐλέγχουσα. 〈Πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ〉 εἰπών, ἐπήγαγεν· 〈ἐν τῷ νῦν καιρῷ·〉 ἡ γὰρ ἐν τῷ νῦν καιρῷ δικαιοσύνη τοῦ θεοῦ, τοῦτ᾽ ἔστιν ἐν ᾧ τὴν ἀπολύτρωσιν ἡμῶν εἰργάσατο, πλήρης ἦν φιλανθρωπίας, πλήρης δωρεᾶς, πλήρης χάριτος. διὸ καὶ ἔλεγεν· 〈οὐ γὰρ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος.〉 ἡ δὲ μέλλουσα δικαιοσύνη οὐκέτι ὁμοίως, ἀλλ᾽ ἀνταπόδοσίς ἐστιν ἑκάστῳ τῶν βεβιωμένων, ὡς καὶ αὐτὸς πάλιν φησίν· 〈ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ〉 καὶ ἑξῆς. Ἢ καὶ οὕτως ἐκληπτέον· ἔνδειξις γέγονεν ἐν τῷ νῦν καιρῷ ἡ ἀνοχὴ αὐτοῦ καὶ ἡ δωρεὰ καὶ ἡ χάρις τῆς μελλούσης δικαιοσύνης. πῶς καὶ τίνα τρόπον; εἰ γὰρ τοσοῦτον μακροθυμήσας, τοσοῦτον χαρισάμενος, τοσαύτης δωρεᾶς ἀξιώσας οὐκ ἐπέστρεψεν οὐδ᾽ ἔσχε βελτιωθέντας, μετὰ πολλῆς ἄρα δικαιοσύνης ἐκεῖθεν ἐπάγει τὰς τιμωρίας.