Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Θεσσαλονικεῖς α' ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία εις 1 Θεσσαλονικείς 4,11-5,3: Περί ησυχίας, αναστάσεως των νεκρών και της Δευτέρας Παρουσίας

Ερμηνεία της αποστολικής προτροπής για εργασία και αυτάρκεια. Ανάλυση της αναστάσεως των δικαίων, της φωνής του αρχαγγέλου και της ανάγκης πνευματικής εγρηγόρσεως εν όψει της αιφνίδιας ελεύσεως του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 3

εἰς τὸ 〈ἡσυχάζειν καὶ πράττειν τὰ ἴδια,〉 ὡς ἂν εἴποις· μὴ αἰσχύνεσθε ὅτι πένητες διὰ τὸν Χριστὸν γεγόνατε· ἀλλὰ καὶ φιλοτιμίαν τοῦτο ἡγεῖσθε τὸ 〈ἡσυχάζειν καὶ πράττειν τὰ ἴδια〉 καὶ ἑξῆς. ἢ φιλοτιμεῖσθαι τὸ εὐεργετεῖν τοὺς ἀδελφοὺς καὶ φιλοφρονεῖσθαί φησιν. εἶτα· ἀλλὰ πένητές ἐσμεν· ἀλλ᾽ ἐν τῷ 〈ἡσυχάζειν καὶ πράσσειν,〉 φησί, 〈τὰ ἴδια〉 ἔσται ὑμῖν πόρος καὶ δύναμις δι᾽ οὗ κἀκείνους ἕξετε φιλοτιμεῖσθαι καὶ εὐεργετεῖν. 1 Thess 4,16 Κελεύει μὲν ὁ κύριος, καὶ φωνεῖ ὁ ἀρχάγγελος τὸ δεσποτικὸν κέλευμα, καὶ ἠχοῦσιν αἱ ἄλλαι τάξεις αἱ οὐράνιαι ἃς τροπικῶς 〈σάλπιγγας〉 καλεῖ ὥσπερ καὶ τὸ ἠχοῦσιν· ἀλλ᾽ ὁ μὲν κύριος, ὅπερ ἔφημεν, κελεύει, ὁ δὲ ἀρχάγγελος τὸ δεσποτικὸν κέλευμα μηνύει τοῖς ὑπ᾽ αὐτόν, οἱ δὲ διακονοῦσιν αὐτὸ καὶ διηχοῦσιν εἰς τὰ τοῦ κόσμου πέρατα. καὶ οἱ νεκροὶ οἱ ἐκ πάσης τῆς οἰκουμένης ἀνίστανται καὶ συνάγονται.

ὅρα δὲ πῶς εὐφυῶς καὶ λεπτομερῶς ὑπογράφει τὴν τῶν νεκρῶν ἀνάστασιν, ἵνα μᾶλλον ταῖς τῶν ἀκροατῶν εἴη ἐντετυπωμένη διανοίαις. 〈Σάλπιγγας〉 καλεῖ τὰς ἀγγελικὰς δυνάμεις, ὅτι ὥσπερ ἡ σάλπιγξ οὐδὲν ἴδιον ἠχεῖ ἀλλ᾽ ὅπερ ἂν ὁ τεχνίτης ἐμπνεύσῃ, οὕτως καὶ αἱ τοῦ θεοῦ σάλπιγγες οὐδὲν ἴδιον τολμῶσιν ἠχῆσαι ἀλλ᾽ ὅπερ ἂν ὁ κοινὸς δεσπότης καὶ δημιουργὸς διὰ τοῦ ἀρχαγγέλου αὐταῖς ἐγκελεύσῃ. 1 Thess 4,17—18 Ἐπιστήσεις ὅτι τὴν ἀνάστασιν διαγράφων οὐκ ἐμνήσθη ῥητῶς τῶν ἐπὶ τιμωρίαν καὶ κόλασιν ἀνισταμένων. τοῦτο δὲ διὰ τρεῖς αἰτίας, οἶμαι, ποιεῖ· πρῶτον μέν, ὅτι παραμυθούμενος τοὺς Θεσσαλονικεῖς τῆς ἀναστάσεως μνημονεύει. 〈οὐ θέλω γὰρ ὑμᾶς,〉 φησί, 〈περὶ τῶν κεκοιμημένων ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε.〉 οὐκ ἔδει οὖν παραμυθεῖσθαι μέλλων καταμιγνύειν τὰ σκυθρωπά· ποταπὴ γὰρ παράκλησις τιμωρία καὶ κόλασις διηνεκὴς καὶ σκότος καὶ σκώληξ καὶ πῦρ; μᾶλλον μὲν οὖν, εἰ οὕτως ἔγραφεν, ἐπέτεινεν ἂν τὴν λύπην, ἀλλ᾽ οὐ παρεκάλεσέ ποθεν τὰς ψυχὰς αὐτῶν. δεύτερον δέ, πιστοῖς διηγεῖτο τὴν ἀνάστασιν. εἰκότως οὖν οὐ μνημονεύει τῶν εἰς τιμωρίαν ἀπαχθησομένων· οἱ γὰρ πιστοὶ κατὰ τὰς δεσποτικὰς ἐντολὰς πολιτευόμενοι οὐδεμιᾶς τιμωρίας λαμβάνουσι πεῖραν, ἀλλ᾽ ἐν ἀϊδίῳ χαρᾷ καὶ εὐφροσύνῃ διατελοῦσιν.

οὐκ ἦν οὖν χρεία ἀλλοτρίων παθῶν μνήμην καὶ κάκωσιν ἐν τῇ τῶν πιστῶν ἑτοιμαζομένῃ δόξῃ καὶ τρυφῇ καὶ μακαριότητι, καὶ τότε πιστοῖς γράφοντι ποιεῖσθαι. τρίτον δέ, ὅτι αὐτὸ τὸ πρᾶγμα, τὴν ἀνάστασιν, δι᾽ ὃ γέγονεν, καθ᾽ αὑτὸ νῦν ἐξηγεῖται. καὶ γὰρ τὴν ἀνάστασιν ὁ θεὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων πάντων καὶ ἀφθαρσίᾳ καὶ ἀφράστῳ δόξῃ καὶ χαρᾷ καὶ ἀπολαύσει τῶν αἰωνίων ἀγαθῶν ἐποίησεν· τὴν γὰρ κόλασιν 〈τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ,〉 ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ φησίν, ἀλλ᾽ οὐ τοῖς ἀνθρώποις ἡτοίμασεν. εἰ δέ τινες οἰκείαις μοχθηρίαις ἀντὶ τῶν ἑτοιμασθέντων αὐτοῖς ἀγαθῶν τὰ τῷ διαβόλῳ ἑτοιμασθέντα ἐκλέγονται, οὐ παρὰ τὴν δεσποτικὴν φιλανθρωπίαν καὶ πρόνοιαν τοῦτο γίνεται. διὸ καὶ ὁ θεῖος Παῦλος αὐτὴν τὴν φύσιν τῆς ἀναστάσεως καὶ ἐφ᾽ ᾧ ταύτην ὁ δημιουργὸς ὑφίστησι λέγων, τῶν εἰς τιμωρίαν ἀχθησομένων—οὐ γὰρ ἐπὶ τιμωρίᾳ ἀλλ᾽ ἐπὶ μισθαποδοσίᾳ γίνεται—εἰκότως οὐ μνημονεύει. 1 Thess 5,3 Περὶ τοῦ 〈αἰφνιδίως〉 ἥξειν Χριστὸν ὥστε δεῖν εὐτρεπίζεσθαι σπουδῇ, πίστει, ἐλπίδι, ἀγάπῃ, τιμῇ, εἰρήνῃ, μακροθυμίᾳ, φιλομαθίᾳ καὶ ἑτέροις, ἵνα μὴ ἀπαραμύθητος παντελῶς γένοιτο ἡ τιμωρία τῶν ἀδικουμένων, καὶ ἔτι ἵνα μὴ προειδότες τὴν τελευτὴν ἀνηλεῶς ὅλως καὶ ἀφιλανθρώπως τοῖς ἀσθενεστέροις οἱ δυνατώτεροι ἐπεμβαίνοντες εἰς βλασφημίαν καὶ ἀμηχανίαν συνελάσωσιν.