Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Θεσσαλονικεῖς α' ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία εις 1 Θεσσαλονικείς 2,4-13: Το ανιδιοτελές κήρυγμα του Αποστόλου

Σχολιασμός των κινήτρων του Αποστόλου Παύλου, ο οποίος επικαλείται τον Θεό ως μάρτυρα της καθαρής του προθέσεως, αρνούμενος το υλικό κέρδος και την ανθρώπινη δόξα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 3

1 Thess 2,4—6 〈Ἀλλὰ καθὼς δεδοκιμάσμεθα.〉 τοῦ μὲν μὴ 〈ἐν λόγῳ κολακείας〉 ἐλθεῖν αὐτοὺς καλεῖ μάρτυρας—καὶ εἰκότως· αὐτοὶ γὰρ τῶν ἄλλων μᾶλλον τὰ περὶ αὐτοὺς ᾔδεισαν—, ὅτι δὲ οὐδὲ ἐν 〈προφάσει〉 καὶ σκοπῷ τοῦ λαβεῖν, τὸν 〈θεὸν〉 καλεῖ 〈μάρτυρα·〉 ἄδηλα γὰρ ἀνθρώποις τὰ ἐν διανοίᾳ ἑκάστου μελετώμενα. τὸ μὲν γὰρ λαβεῖν ἢ μὴ λαβεῖν γνωστὸν ἀνθρώποις γίνεται καὶ μαρτυρεῖται, τὸ δὲ μηδὲ σκοπόν ποτε κτήσασθαι τοῦ λαβεῖν θεῷ γινώσκεται μόνῳ, χρόνῳ δὲ καὶ ἀνθρώποις ἀποκαλύπτεται· ὁ γὰρ ἔχων τοῦτο σκοπὸν πάντως εἰ μὴ μεταβάλλοι τὸν σκοπόν, ὁτεδήποτε λήψεται. Παύλῳ δὲ οὐδὲ ἐπὶ νοῦν ἧκε τὸ ἐπὶ προφάσει κέρδους κηρύξαι. διὸ εἰκότως τῶν ἐν διανοίᾳ τὸν κύριον μάρτυρα καλεῖ. ὁ αὐτὸς δὲ μάρτυς, φησίν, ὅτι οὐδὲ 〈δόξαν ἐξ ἀνθρώπων ζητοῦντες κηρύττομεν.〉 καλῶς δὲ 〈ἐξ ἀνθρώπων·〉 τὴν γὰρ ἐκ θεοῦ καὶ ἐζήτουν καὶ ἐλάμβανον. σοφῶς δὲ λίαν καὶ τὸ 〈ζητοῦντες·〉 εἰ γὰρ καὶ ἐδοξάζοντο ὑπ᾽ ἀνθρώπων, ἀλλ᾽ οὐ ζητοῦντες οὐδὲ ἐπιτηδεύοντες τὸ δοξασθῆναι. διὸ καὶ τούτου 〈μάρτυς ὁ θεός·〉 ἀπὸ κοινοῦ γὰρ ληπτέον αὐτό. 1 Thess 2,10 〈Μάρτυρες ὑμεῖς〉 ὧν ἐθεάσασθε· ὧν δὲ ὑμεῖς οὐκ ἐθεάσασθε, ὁ 〈θεὸς〉 ὁ πάντα εἰδώς. οὕτως οὐδὲ ὑπονοίας αὐτοῖς λαβὴν ἐβούλετο καταλιπεῖν. 1 Thess 2,13 〈Λόγον ἀκοῆς.〉 καλῶς· οὐ γὰρ αὐτόπται πάντες ἠδύναντο γίνεσθαι τοῦ κηρυττομένου.