Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στο πρώτο κεφάλαιο: Ο Λόγος, η ενανθρώπηση και η μαρτυρία του Προδρόμου

Θεολογικός υπομνηματισμός της προαιώνιας θεότητας του Λόγου, της ενανθρώπησης, της διαφοράς μεταξύ Νόμου και Χάριτος, καθώς και ανάλυση της μαρτυρίας του Ιωάννη του Βαπτιστή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 9

Jo 1, 1 〈Ἐν ἀρχῇ ἦν ὁ Λόγος,〉 ἄναρχός φησι κατὰ χρόνον, 〈καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν,〉 οἷον οὐκ ἄναρχος κατ᾽ αἰτίαν. ὅρα πῶς ἑκατέρωθεν ὑποστηρίζει καὶ συσφίγγει τὴν ὀρθὴν δόξαν περὶ τοῦ υἱοῦ. εἶτα ἐπειδὴ τὸν υἱὸν Λόγον καὶ 〈αὖθις〉 Λόγον εἶπεν, τὸν δὲ πατέρα 〈θεόν,〉 ἵνα 〈μὴ〉 μείζονα τὸν πατέρα ὑπολαβὼν κατ᾽ οὐσίαν τοῦ υἱοῦ 〈τοῦ ὀρθοῦ〉 ἐκπέσῃς, ἅμα τοῦ εἰπεῖν αὐτὸν 〈θεὸν〉 εὐθέως συνάψας καὶ τὸν υἱὸν ἀνεκήρυξεν 〈θεόν.〉 τί οὖν ὁ πατὴρ οὐκ 〈ἐν ἀρχῇ ἦν〉 καὶ πῶς οὐχί; εἰ γὰρ ὁ 〈ἐν ἀρχῇ〉 υἱὸς 〈πρὸς τὸν θεὸν〉 καὶ πατέρα ἦν, πῶς οὐκ ἂν εἴη καὶ αὐτὸς 〈ἐν ἀρχῇ,〉 τοῦτ᾽ ἔστιν ἄχρονος καὶ ἄναρχος; ὁρᾷς πῶς ἐκ τοῦ ἄναρχον ἤτοι ἄχρονον εἶναι τὸν υἱὸν μανθάνομεν ὁμοίως ἄχρονον εἶναι καὶ τὸν πατέρα. ἀλλὰ μή ποτέ φησιν, εἰ καὶ 〈ἐν ἀρχῇ ἦν〉 καὶ εἰ ἄναρχος ὁ υἱὸς καὶ εἰ 〈πρὸς τὸν〉 πατέρα ἦν, ἀλλ᾽ οὔπω δῆλον ἐκ τούτων ὁ ἄχρονος καὶ συνάναρχος καὶ ὁ πατήρ· οὐδὲν γὰρ κωλύει καὶ 〈ἐν ἀρχῇ〉 εἶναι τὸν υἱὸν καὶ 〈πρὸς τὸν〉 πατέρα εἶναι, ἀλλὰ μὴ 〈ἐν ἀρχῇ〉 αὐτὸν εἶναι 〈πρὸς τὸν〉 πατέρα, μὴ γένοιτο, φησίν· οὗτος γάρ, φησίν, ὁ 〈Λόγος ὁ ἐν ἀρχῇ〉 ὢν καὶ ἐν 〈ἀρχῇ ἦν πρὸς τὸν〉 πατέρα, ὥστε ἐκ τοῦ ἄχρονον εἶναι τὸν υἱὸν ἄχρονον καὶ συνάναρχον διδασκόμεθα καὶ τὸν πατέρα 〈ὡς〉 καλῶς ἔλεγεν ὁ δεσπότης.

Jo 1, 1—2 〈Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.〉 ἐπεστραμμένος ἦν καὶ νεύων ἀεὶ πρὸς τὴν πατρικὴν αἰτίαν, φησίν· εἰ γὰρ καὶ γεγέννηται ἐξ αὐτοῦ, ἀλλ᾽ οὐ διέστη αὐτοῦ. σκόπει δὲ θεολογίαν ὑψηλὴν καὶ ἀπηρτισμένην. εἶπεν 〈ἐν ἀρχῇ,〉 ἐδήλωσεν τὸ ἄχρονον, εἶπεν ὁ 〈Λόγος,〉 παρέστησεν τὸ ἀπαθὲς τῆς γεννήσεως καὶ ὅτι, ὥσπερ διὰ τοῦ λόγου τοῦ παρ᾽ ἡμῖν τὰ ὑπ᾽ αὐτῷ δηλοῦται καὶ γινώσκεται, οὕτω καὶ διὰ τοῦ Λόγου τοῦ ὑπὲρ νοῦν τὸν πατέρα ἐπιγινώσκομεν· «ὁ» γὰρ «ἑωρακὼς» τὸν υἱόν, «ἑώρακεν τὸν πατέρα» καὶ οὐδεὶς δύναται ἐπιγνῶναι τὸν πατέρα, εἰ μὴ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ. καλῶς οὖν φησιν· 〈ἐν ἀρχῇ ἦν ὁ Λόγος,〉 εἶτα ἵνα μὴ νομίσῃς ἰδίαν ἀρχὴν ἀπεσχισμένην τῆς πατρικῆς ὑπάρχειν τὸν Λόγον, εὐθέως ἐπάγει· 〈καὶ ὁ Λόγος〉 ὁ ἄχρονος, ὁ ἀπαθὴς τὴν γέννησιν, 〈πρὸς τὸν θεὸν ἦν.〉 αὐτὸν αἰτίαν ἔχει, πρὸς αὐτὸν ἐπέστραπται. εἶτα πάλιν ἵνα μὴ νομίσῃς, 〈ὅτι ἦν μὲν ἐν ἀρχῇ,〉 ὕστερον δὲ τὸν πατέρα προσείληφεν εἰς αἰτίαν, ἐπάγει· 〈οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. οὗτος,〉 φησίν, 〈ὁ ἐν ἀρχῇ,〉 ὁ ἄχρονος ὢν καὶ 〈ἐν ἀρχῇ〉 καὶ ἀχρόνως αἰτίαν εἶχεν τὸν πατέρα. καὶ οὔτε τὸ εἶναι τοῦ υἱοῦ πρεσβύτερον τοῦ ἐκ τοῦ πατρὸς αὐτὸν εἶναι καὶ πρὸς αὐτὸν εἶναι, οὔτε ὁ πατὴρ πρεσβύτερος ἢ τοῦ υἱοῦ ἢ τοῦ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν υἱόν, τοῦτ᾽ ἔστιν οὔτε τῆς ὑπάρξεως τοῦ Λόγου οὔτε τῆς ἀπαθοῦς αὐτοῦ γεννήσεως.

διὰ τῶν τοιούτων τοῦ πνεύματος λόγων πολλὰ στόματα προαποράπτων τῶν αἱρετικῶν, διὰ μὲν 〈τοῦ ἐν ἀρχῇ〉 Ἀρειανοὺς καὶ Μάρκελλον καὶ Φωτεινὸν καὶ μυρίας ἄλλας αἰσχύνων αἱρέσεις, διὰ δὲ τοῦ ὁ 〈Λόγος〉 τοὺς πάθος τι τῇ γεννήσει τολμῶντας προσάπτειν, διὰ δὲ τοῦ 〈καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν〉 Μαρκίωνά τε καὶ τοὺς ὅσοι ἑτέραν ἀρχὴν καὶ ἀντίθεον τῷ τοῦ νόμου δοτῆρι καὶ πατρὶ τὸν υἱὸν εἰπεῖν ἠφρονήσαντο, διὰ δὲ τοῦ 〈οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν〉 πατέρα τούς τε προειρημένους Ἀρειανοὺς καὶ τὰς ἐξ αὐτῶν ὕστερον ὥσπερ ἀπὸ «σαπροῦ δένδρου» κατατμηθείσας παραφυάδας, τοὺς ἐκεῖθεν ἀποσχισθέντας οἷον θεὸν μὲν ἀεὶ εἶναι τὸν πατέρα, οὐκ ἀεὶ δὲ πατέρα, ἀλλ᾽ ἐπιγενέσθαι ἐτερατεύσαντο· εἰ γὰρ 〈ἐν ἀρχῇ ἦν ὁ Λόγος πρὸς τὸν θεόν,〉 πότε ἦν, ὅτε οὐκ ἦν πατὴρ ὁ θεός, τῆς ἀρχῆς μηδὲν πρὸ αὐτῆς μηδ᾽ ἀναπλάσαι συγχωρούσης; διὰ τούτων πᾶσαν τὴν τοιαύτην βλασφημίαν ἐπιρραπίζων καὶ τὸ ἄχρονον καὶ ἀπαθὲς καὶ 〈πρὸς τὸν〉 πατέρα ἀδιάστατον καὶ συναΐδιον ὑπογράφων καὶ ὅτι ἅμα τέ ἐστι Λόγος καὶ ἅμα υἱὸς καὶ ὅτι ἅμα τέ ἐστι θεὸς ὁ θεὸς καὶ πατήρ, ταῦτα καλῶς καὶ πανσόφως διατάσσων τε καὶ ἀναπλῶν ἐν μέσῳ πως ἐνεφθέγξατο καὶ τὸ ἐκ τούτων συναγόμενον 〈καὶ θεὸς ἦν,〉 φησίν, ὁ 〈Λόγος〉 ὥσπερ καὶ ὁ πατήρ· τοῦτο γὰρ εἴρητο περὶ τοῦ πατρός.

θεὸς ἦν οὐχ ἁπλῶς ἔχων τὴν κλῆσιν, ἀλλ᾽ οἷον ἐννοεῖν ἀπαιτεῖ τὰ προειρημένα περὶ αὐτοῦ, τὸ ἄναρχον κατὰ χρόνον, τὸ ἀπαθές, τὸ ἐκ τοιούτου πατρός, τοῦτ᾽ ἔστιν ὁμοούσιος. ἦν θεὸς ὁ πατὴρ πρὸς ὃν ὁ υἱὸς ἦν καὶ θεὸς ὁ 〈Λόγος ὁ πρὸς τὸν〉 πατέρα ἦν καὶ ἦν ὁμοίως καὶ θεὸς καὶ θεὸς ὁμοίως εἷς θεὸς ἦν· καὶ ἦν συνάναρχος γὰρ ὁ πατὴρ τῷ υἱῷ. ἐννόει δὲ καὶ σπουδὴν ἡλίκην τοῦ εὐαγγελιστοῦ εἰς τὸ ἀνακηρῦξαι θεὸν τὸν Λόγον· ἐπειδὴ γὰρ εἶπεν Λόγον, εἶπεν καὶ 〈πρὸς τὸν θεόν·〉 ἵνα μή τις καὶ τὰ ἄλλα καταλέγων ἴδια ἄλλο τι τὸν Λόγον ὑποπτεύσῃ παρὰ τὸν θεόν, οὐκ ἀνέμεινεν τὰ κατὰ μέρος εἰπεῖν, ἀλλ᾽ εὐθέως ἀνέκραξεν 〈καὶ θεὸς ἦν ὁ Λόγος〉 μηδὲν ἕτερον ἀνασχόμενος ἐφεξῆς εἰπεῖν τοῦ 〈καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν,〉 ἀλλ᾽ ἢ ὅτι 〈καὶ θεὸς ἦν ὁ Λόγος.〉 εἶτα τὸ σπουδαζόμενον ἀνειπὼν πάλιν ἐπεξέρχεται καὶ ἃ ἐμπεριέχεται τούτῳ χαρακτηριστικὰ καὶ ἴδια τῆς θεότητος.

Jo 1, 3—4 Οὐ μόνον φησὶ 〈δι᾽ αὐτοῦ τὰ πάντα ἐγένετο,〉 ἀλλὰ καὶ εἴ τι γέγονε. 〈ἦν ἐν αὐτῷ ζωή,〉 τοῦτ᾽ ἔστιν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ἡ πάντων ἀρχή τε καὶ σύστασις ὁρατῶν τε καὶ ἀοράτων, ἡ τὸ εἶναι καὶ ζῆν καὶ κινεῖσθαι πολυτρόπως τοῖς οὖσι χαριζομένη, οὐ κατὰ μερισμόν τινα καὶ ἀλλοίωσιν εἰς ἕκαστα τῶν τῇ φύσει διεστώτων χωρῶν. μία δὲ ἡ πάντα 〈ζωὴ〉 χωροῦσα πρὸς ἕκαστον ὡς ἂν αὐτῷ πρέπῃ καὶ δύνηται μετασχεῖν.

Jo 1, 4 〈Ἐν αὐτῷ ζωὴ ἦν,〉 τοῦτ᾽ ἔστι πηγή ἐστι τῆς ζωῆς τῆς μὴ φθειρομένης μηδὲ λυομένης. εἰ δὲ ταύτης, πολλῷ μᾶλλον αὐτῆς αἴτιος καὶ τῆς ἐπικήρου ταύτης καὶ πρὸς τὸ συμφέρον λυομένης. ἐν τίνι δὲ ἦν ἡ τοιαύτη 〈ζωή;〉 δῆλον ὅτι ἐν τῷ υἱῷ· οὗτος γὰρ ἐλθὼν «ἐν τῷ κόσμῳ» πᾶσιν ἀνθρώποις αὐτὴν ἐπήγαγε διὰ τῆς εἰς αὐτὸν πίστεως καὶ ἐχορήγησεν.

Jo 1, 5 〈Ἡ σκοτία ἢ〉 ὁ θάνατος ἢ ἡ πλάνη ἢ ἡ ἁμαρτία· τοὺς γὰρ εἰς αὐτὸν εἰλικρινῶς πεπιστευκότας καὶ τῶν ἐντολῶν αὐτοῦ φύλακας γεγενημένους καὶ τὴν ὡς ἀληθῶς ζωὴν διὰ τούτων ἐν ἑαυτοῖς δεξαμένους οὔτε θάνατος περιγίνεται· «ὁ» γὰρ «πιστεύων εἰς ἐμέ», φησίν, «κἂν ἀποθάνῃ, ζήσεται». οὔτε ἁμαρτία· ὑμεῖς γὰρ «οὐκ ἐστὲ ἐκ τοῦ κόσμου»· ἀλλ᾽ οὐδὲ πλάνη, ἀλλ᾽ οὐδὲ θλῖψις ἢ κάκωσις· «θαρσεῖτε» γάρ, φησίν, «ἐγὼ νενίκηκα τὸν κόσμον». εἰ δὲ οἱ τῆς ἐκεῖθεν χορηγουμένης ζωῆς ἀξιωθέντες τοσούτου φωτὸς ἀπήλαυσαν, ὥστε παντὸς σκότους γεγονέναι κρείττους καὶ τὴν ἐκεῖθεν ἀχλὺν διασκεδάσαι, τί χρὴ διανοῆσαι καὶ περὶ αὐτοῦ τοῦ χορηγοῦντος τὴν ἀνέσπερον καὶ φωτοφόρον ζωήν;

Jo 1, 6 〈Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος〉 ἀντὶ τοῦ εἰς τοῦτο αὐτὸ γέγονεν εἰς τὸ προαπεστάλθαι τοῦ Λόγου καὶ κηρῦξαι τὸ ἀξίωμα τῆς θεότητος αὐτοῦ· οὐ γὰρ κατὰ πάροδον ἢ κατά τινα συγκυρίαν ἢ ἄλλως κατὰ ἀνθρωπίνην φιλοτιμίαν ἐκήρυξεν ἅπερ ἐκήρυξεν περὶ τοῦ Χριστοῦ, ἀλλὰ κατὰ χρέος καὶ ὡς εἰς αὐτὸ τοῦτο γεγενημένος εἰς τὸ πρόδρομος αὐτοῦ καὶ κῆρυξ ἀπεστάλθαι καὶ χρηματίσαι.

Jo 1, 6—9 Ἐπειδὴ ἀνθρωπινώτερον εἶπε τὸ 〈ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός,〉 ἵνα μή τισι δόξῃ ἐκ τῆς τοῦ Ἰωάννου μαρτυρίας κερδαίνειν τι τὸν Λόγον, εἰς τὸ ὑψηλὸν καὶ πρέπον πάλιν ἀνέδραμεν καί φησιν· καὶ 〈τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον. ἦν〉 φησιν, οὐ χρείαν ἔχει μαρτυρίας· 〈φῶς〉 γὰρ ἦν καὶ ἔστιν ἀεί, ἀλλ᾽ ἡ μαρτυρία τῶν ἀνθρώπων χάριν, ἵνα πιστεύσαντες καὶ διὰ τοῦ ὁμοδούλου χειραγωγηθέντες σωθῶσιν. 〈ἦν τὸ φῶς〉 καὶ 〈πάντα ἄνθρωπον φωτίζει〉 ὥστε καὶ τὸν Ἰωάννην αὐτὸν 〈φωτίζει τὸ φῶς· ἄνθρωπος〉 γὰρ ἦν 〈ἀπεσταλμένος ὁ Ἰωάννης.〉 οὐκοῦν οὐκ ἐδεῖτο τῆς μαρτυρίας αὐτοῦ 〈τὸ φῶς,〉 ἀλλ᾽ ὥσπερ ἔφημεν, μαρτυρεῖ, ἵνα πιστεύσαντες οἱ ἀκούσαντες σωθῶσιν.

Jo 1, 10 Τοῦτο ἐντρέπων καὶ ἐμφράττων τὰ στόματα τῶν λεγόντων τοῦ πονηροῦ εἶναι τὸν κόσμον· οὐ γὰρ ἂν ἠνέσχετο ἐν τῷ τοῦ ἐχθροῦ καὶ πολεμίου εἶναι ποιήματι ὁ ἀγαθός. διὸ καὶ ἐναργέστερον ταύτην τὴν ὑποψίαν ἀναιρῶν 〈καὶ ὁ κόσμος,〉 φησίν, 〈δι᾽ αὐτοῦ ἐγένετο·〉 ἄνω μὲν γὰρ καθολικῶς εἶπεν· «πάντα δι᾽ αὐτοῦ ἐγένετο»· νῦν δὲ καὶ ἰδικῶς αὐτὸν τὸν κόσμον, ὅν τινες διὰ τὰς ἐν αὐτῷ δοκούσας ἀνωμαλίας ἑτέρας ἀρχῆς πονηρᾶς, ἀλλ᾽ οὐ τῆς ἀγαθοποιοῦ ἐφαντάσθησαν. ὧν τρανῶς τὴν ἀλογίαν καὶ ἀναισχυντίαν διὰ τοῦ εἰπεῖν 〈καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο〉 ἐστηλίτευσεν. τὸ δὲ 〈ἐν τῷ κόσμῳ ἦν〉 οὐχ ὡς περιεχόμενος ἢ περιγραφόμενος ἐν αὐτῷ, ἄπαγε, ἀλλ᾽ ὡς πανταχοῦ. οὕτω καὶ 〈ἐν τῷ κόσμῳ〉 ὡς ποιητὴς ἐν τῷ ποιήματι, ὡς τεχνίτης ἐν τῷ φιλοτεχνήματι, ὡς προνοῶν ἐν τῷ προνοουμένῳ.

Jo 1, 11 Πῶς 〈ἦλθεν εἰς τὰ ἴδια〉 ὁ ἀεὶ πανταχοῦ καὶ «ἐν τῷ κόσμῳ» παρών; ὡς ἐπιφανεὶς σαρκί, ὡς σὺν ἡμῖν σωματικῶς συνδιαιτηθεὶς καὶ ἄνθρωπος ἀληθῶς ἐπιγνωσθείς. ἴδιος δὲ αὐτοῦ ὁ κόσμος ὡς ποίημα καὶ δημιούργημα καὶ ὡς διακυβερνώμενος καὶ προνοούμενος ὑπ᾽ αὐτοῦ, ἔτι δὲ νῦν καὶ ὡς μᾶλλον ἀγαπηθείς, ὅτι καὶ ἄνθρωπος γενέσθαι δι᾽ αὐτὸν ἤτοι διὰ τὸν ἐν αὐτῷ ἄνθρωπον κατηξίωσεν.

Jo 1, 12 〈Ἔδωκεν αὐτοῖς ἐξουσίαν〉 καὶ τὰ ἑξῆς. τί οὖν οἱ πρὸ τῆς Χριστοῦ παρουσίας οἱ τῷ νόμῳ ζήσαντες οὐκ εἶχον 〈ἐξουσίαν τέκνα θεοῦ γενέσθαι;〉 οὐ μὲν οὖν τοσαύτην οὐδὲ πολλοῦ δεῖ. ἄκουσον Παύλου λέγοντος· «ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον». καὶ «νόμος δὲ παρεισῆλθεν». καί τι καὶ «ἐπλεόνασεν» τὸ ἁμάρτημα, φησίν. καὶ «τὴν» ἁμαρτίαν «οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις». καὶ «χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά», ὥστε ὁ νόμος διδάσκαλος μὲν ἦν ἀρετῆς καὶ κακίας ἀποτροπή, οὐ μὴν δὲ ἐδίδου χάριν καὶ συνεργίαν εἰς τὸ πληρῶσαι τὰς ἐντολάς, ὥστε οὐδὲ 〈ἐξουσίαν〉 εἶχον τοσαύτην πλὴν ὅσον τὴν ἀπὸ τοῦ αὐτεξουσίου 〈γενέσθαι τέκνα θεοῦ.〉 τοὐναντίον μὲν οὖν ἐκ περιστάσεως καὶ ἐνεπόδιζεν ὁ νόμος· «ἀφορμὴν» γὰρ «λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν», φησίν. καὶ πάλιν, ὅτι καὶ «ἐξ ἔργων» μόνων ἦν ἡ διὰ νόμου σωτηρία, νῦν δὲ δεῖ μὲν καὶ ἔργων, τὸ δὲ ὅλον χάριτός ἐστιν· «δωρεὰν» γὰρ διὰ τοῦ βαπτίσματος υἱοθετούμεθα καὶ 〈τέκνα θεοῦ〉 ἐκ μόνου τοῦ θελῆσαι γινόμεθα, ὥστε ἄφατος ἡμῖν καὶ πολλὴ ἡ ἐξουσία τοῦ 〈γενέσθαι τέκνα θεοῦ.〉 ἐν δὲ τῷ νόμῳ οὐχ οὕτως, «ἀλλ᾽ ὁ ποιήσας αὐτὰ» ἄνθρωπος ἐκεῖνος μόνος «ζήσεται ἐν αὐτοῖς».

νῦν δὲ πᾶς ὁ βουλόμενος πᾶσαν ἔλαβεν 〈ἐξουσίαν γενέσθαι τέκνα θεοῦ.〉 μετὰ μέντοι τὸ 〈γενέσθαι〉 οὐ δεῖ καταισχύνειν τὸν πατέρα οὐδὲ ἀτιμάζειν τὸν προῖκα καὶ δωρεὰν καὶ οὐχ ὡς ὁ νόμος δι᾽ ἔργων υἱοποιησάμενον, ἀλλὰ καὶ αὐτόν τι δεῖ συνεισενεγκεῖν εἰς εὐχαριστίαν τῆς τηλικαύτης εὐεργεσίας βίον καθαρὸν καὶ ἀνεπίληπτον καὶ ταῦτα οὐδὲ χαλεποῦ ὄντος τοῦ ἐπιτηδεύματος, ἅτε τῆς χάριτος τὰ μέγιστα ἡμῖν καὶ ἐν τῇ τῶν ἀρετῶν ἐργασίᾳ συνεφαπτομένης καὶ συνεπισχούσης. ὥστε διχῶς ἐν ἡμῖν ἡ ἐξουσία τοῦ 〈τέκνα θεοῦ〉 κληθῆναι καὶ 〈γενέσθαι〉 ἐπεδαψιλεύθη ἔκ τε τοῦ προῖκα καὶ δωρεὰν καὶ οὐκ ἐξ ἔργων υἱοθετεῖσθαι, ἀλλ᾽ ἐκ μόνου τοῦ βούλεσθαι καὶ ἐκ τοῦ μετὰ τὴν υἱοθεσίαν καὶ εἰς αὐτὴν τῶν ἀρετῶν ἐργασίαν παρὰ τῆς χάριτος 〈δύναμιν〉 ἐφευρίσκειν. οἱ δὲ ἐν τῷ νόμῳ οὔτε χωρὶς ἔργων τινὸς δωρεᾶς ἢ υἱοθεσίας ἠξιοῦντο οὔτε ἐν αὐτοῖς τοῖς ἔργοις συμμαχίας τινὸς ἢ συνεργασίας ἀπέλαυον τῆς ἀπὸ τοῦ νόμου. τοὐναντίον μὲν οὖν αὐτοῖς καὶ τὴν ἁμαρτίαν ἐκεῖθεν ηὕρισκον μᾶλλον ἀνεζωοποιημένην καὶ σφοδρότερον αὐτοῖς ἐπιτιθεμένην, ὥστε τὴν ἀπὸ τοῦ αὐτεξουσίου μόνην ἐκεῖνοι διεκεκλήρωντο 〈ἐξουσίαν,〉 ἄλλην δὲ παρὰ ταύτην οὐδεμίαν.

ἡμεῖς δὲ καὶ ταύτην ἔχομεν ἠλευθερωμένην καὶ τὴν ἀπὸ τῆς χάριτος πολλαπλασίονα καὶ ὑψηλοτέραν ταύτης, ὥστε σοφῶς ἅμα καὶ εὐλόγως φησὶν 〈ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι.〉 εἰ δὲ τοσαύτην 〈ἐξουσίαν〉 εἰληφότες υἱοὶ θεοῦ εἶναι, ἔτι τοῖς πάθεσιν δουλεύομεν, τίς ἡμῖν ἀπολογία ὑπολείψεται, μᾶλλον δέ, τίς κόλασις οὐκ ἀξία ἐπενεχθήσεται τοῖς εἰς τοσαύτην ἑαυτοὺς ῥᾳθυμίαν καὶ ἀμέλειαν καταστήσασιν, ὥστε ἀντὶ τοῦ 〈τέκνα θεοῦ〉 εἶναι δούλους ἑλέσθαι χρηματίζειν παθῶν.

Jo 1, 12—14 Καὶ πῶς ἔνι 〈γενέσθαι,〉 φησίν, τοὺς ἀνθρώπους 〈τέκνα θεοῦ;〉 μὴ θαυμάσῃς φησίν· 〈καὶ γὰρ ὁ λόγος〉 δι᾽ αὐτὸ τοῦτο 〈σὰρξ γενέσθαι〉 κατηξίωσε 〈καὶ ἐσκήνωσεν ἐν ἡμῖν,〉 ἵνα ἐκεῖνος γενόμενος ἄνθρωπος δι᾽ οἰκονομίαν ἡμᾶς υἱοὺς θεοῦ ποιήσῃ χάριτι καὶ φιλανθρωπίᾳ. 〈σὰρξ ἐγένετο,〉 ὥστε οὐκ ἐν φαντασίᾳ ὤφθη, ἀλλ᾽ ἀληθῶς γέγονεν 〈σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν,〉 ὥστε οὐκ εἰς σάρκα ἐτράπη καὶ μία γέγονεν φύσις, ἀλλὰ 〈σὰρξ〉 ἀληθῶς γεγονὼς ἐφύλαξεν καὶ τοῦ γεγονότος καὶ τοῦ πρὶν γέγονεν καὶ τὴν φύσιν ἄτρεπτον καὶ τὸ ἰδίωμα. 〈καὶ ἐθεασάμεθα τὴν δόξαν.〉 τίνος; 〈αὐτοῦ,〉 ἐκείνου φησίν, οὐκ αὐτῶν· εἷς γάρ ἐστιν ὁ αὐτὸς κατὰ τὴν ὑπόστασιν, εἰ καὶ ἡ τῶν φύσεων διαφορὰ οὐκ ἀναιρεῖται.

Jo 1, 15 Ἦν ἀεὶ 〈πρῶτος,〉 αὐτὸς μὲν γὰρ φύσει θεὸς καὶ υἱὸς θεοῦ, ἐγὼ δὲ δοῦλος καὶ κῆρυξ αὐτοῦ. ἦν μὲν ἀεὶ οὗτος 〈πρῶτος, ὀπίσω〉 δέ 〈μου〉 ἔρχεται τῷ χρόνῳ τῆς κατὰ σάρκα γεννήσεως καὶ τῇ τῶν πολλῶν ὑμῶν ὑπολήψει καὶ δόξῃ, ἤδη δὲ τοῖς ἀξίοις αὐτὸν συνιδεῖν. καὶ 〈ἔμπροσθεν γέγονεν〉 καὶ ἔτι μᾶλλον καὶ μᾶλλον καὶ ἀσυγκρίτως πᾶσιν τοῦ αὐτοῦ καὶ τὸ μεγαλεῖον ἀποκαλυφθήσεται τῆς θεότητος.

Jo 1, 17 〈Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. ἡ χάρις καὶ ἡ ἀλήθειά〉 φησιν· καὶ γὰρ τὰ 〈Μωυσέως,〉 εἰ καὶ 〈χάρις〉 ἦν, ἀλλ᾽ ἐν τύποις καὶ σκιᾷ. νῦν δὲ ἡ 〈χάρις〉 οὐκ ἐν τύπῳ, ἀλλ᾽ αὐτόχαρις καὶ αὐτοαλήθεια, ὥστε καλῶς φησιν· ὁ μὲν 〈νόμος διὰ Μωυσέως, ἡ χάρις δὲ καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.〉 Jo 1, 18 Ἐπειδὴ εἶπεν 〈θεὸν τὸν〉 πατέρα, 〈θεὸν〉 τὸν υἱόν, τὸ ἄναρχον αὐτῶν, τὴν πρὸς ἀλλήλους ἄφατον καὶ ὑπὲρ νοῦν σχέσιν καὶ ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος πρὸς τὸν» πατέρα, ἐπειδὴ εἰς τὴν ὑψηλὴν καὶ θαυμασίαν ταύτην θεολογίαν ἑαυτὸν καθῆκεν, ἵνα μή τις εἴπῃ· ἄνθρωπε, ὑψηλὰ μὲν καὶ θαυμάσια ἃ λέγεις· ἀλλὰ πόθεν ἔσχες γνῶναι ταῦτα; εἶδες τὸν 〈θεόν;〉 ἀλλ᾽ 〈οὐδεὶς〉 εἶδεν. πόθεν ἔμαθες τὰ ἀπόρρητα ταῦτα; τίς ὁ διδάξας; ἵνα οὖν μηδεὶς τοιαῦτα ἐννοῶν στασιάζῃ τοῖς λογισμοῖς, αὐτὸς προφθάσας φησίν· 〈θεὸν〉 μὲν γυμνὸν καὶ χωρὶς σαρκὸς 〈οὐδεὶς〉 οὐδέποτε 〈ἑώρακεν.〉 εἶτα σὺ δὲ πόθεν μαθὼν λέγεις ταῦτα;

ὁ 〈μονογενής,〉 φησίν, ὃν προεῖπον, ὅτι 〈θεός,〉 ὅτι «φῶς», ὅτι «ἐν ἀρχῇ», ὅτι «πρὸς τὸν» πατέρα, ὅτι «πάντα ἄνθρωπον φωτίζει», 〈ἐκεῖνος〉 〈ἐξηγήσατο, ἐκεῖνος〉 ἐδίδαξεν· ἐκεῖνον γὰρ «ἐθεασάμεθα» μετὰ σαρκός, ἐκείνου εἴδομεν «τὴν δόξαν», «δόξαν ὡς» ἀληθοῦς «μονογενοῦς». 〈ἐκεῖνος ὁ μονογενής,〉 ὁ τῆς πατρικῆς συγγενείας καὶ οἰκειότητος μηδέποτε ἀφιστάμενος, ἀλλ᾽ ἀεὶ ἐν τοῖς κόλποις 〈ὢν τοῦ πατρός, ἐκεῖνος〉 ἡμῖν ταῦτα ἀπεκάλυψεν καὶ διὰ τοῦτο καὶ ἡμεῖς θαρροῦντες ταῦτα κηρύσσομεν.