Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στο 17ο κεφάλαιο: Η αρχιερατική προσευχή και η προαιώνια δόξα

Ανάλυση της προσευχής του Κυρίου για την ενότητα των μαθητών, της προαιώνιας δόξας του Υιού και της ομοουσιότητας της Αγίας Τριάδας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 8 από 9

Jo 16, 33 〈Ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε,〉 φησίν. ἵνα μὴ στασιάζωσιν οἱ λογισμοὶ ὑμῶν περὶ ἐμοῦ, ὅταν ἐπὶ τὸ πάθος βλέπητε παραγινόμενον, ἀλλ᾽ ἵνα εἰρήνη βαθεῖα περὶ ἐμοῦ καὶ ἀταραξία τοὺς λογισμοὺς ὑμῶν κατέχῃ, διὰ τοῦτο γὰρ καὶ τὰ ἐγκάρδια ὑμῶν ἀπεκάλυψα ὑμῖν καὶ οὐ παροιμιωδῶς, ἀλλ᾽ ἐκ τοῦ ἐμφανοῦς ἀπογυμνώσας. διὰ τοῦτο καὶ εἶπον· «πορεύομαι πρὸς τὸν πατέρα», διὰ τοῦτο εἶπον καὶ ὅτι «οὐκ εἰμὶ μόνος», «ὅτι ὁ πατὴρ μετ᾽ ἐμοῦ ἐστιν», διὰ τοῦτο καὶ προεῖπον ὑμῖν, ὅτι σκορπισθήσεσθε. 〈ταῦτα〉 πάντα, φησίν, 〈λελάληκα ὑμῖν, ἵνα〉 τούτων μνήμην ἔχοντες 〈ἐν ἐμοὶ εἰρήνην ἔχητε.〉 Jo 17, 4—6 Ὥσπερ τὸ 〈ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς〉 καὶ τὸ 〈ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις〉 πρὸς τὸν πατέρα λεγόμενα οὐκ ἄγνοιάν ἐστι τούτων κατηγορεῖν τοῦ πατρὸς οὐδὲ λήθης ὀνειδισμός, ὧν ἀπήλαυσεν ἀπὸ τοῦ υἱοῦ, ἀλλὰ πρὸς τὴν διάνοιαν μόνον εἴρηται τῶν ἀκροατῶν· τίνος γὰρ ἄλλου ἕνεκα κἂν εἴποι τις ταῦτα εἰρῆσθαι παρὰ τοῦ υἱοῦ πρὸς τὸν πατέρα; ἆρα ὅτι ἠγνόει πρὶν ἢ παρὰ τοῦ υἱοῦ τοῦτο μάθῃ ὁ πατήρ; ἀλλ᾽ οὐδεὶς οὕτως ἐμμανὴς καὶ ἠλίθιος ὥστε λογίζεσθαι τοῦτο· ἀλλ᾽ ὅτι ἐπελέληστο; τῆς αὐτῆς καὶ τοῦτο φρενοβλαβείας· ἀλλ᾽ ὅτι ἀγνώμων εἰ μὴ παρὰ τοῦ υἱοῦ ἠλέγχθη ἐγεγόνει ἂν περὶ τὰς χάριτας; ἀλλ᾽ οὐδὲ τοῦτο ὑπερβολὴν καταλείπει θεομαχίας. διὰ τί οὖν ταῦτα εἴρηται;

ἢ δῆλον πρὸς τὴν διάνοιαν, ὡς ἔφημεν, τῶν μαθητῶν, ἵνα ἐκείνην διαναστήσῃ τῇ ἀθυμίᾳ καταπεσοῦσαν καὶ δείξῃ, ὅτι οὐκ ἂν ὁ πρὸς αὐτὸν λέγων τὸν πατέρα, ὅτι ἐδόξασεν αὐτόν, οὐκ ἂν παρ᾽ αὐτοῦ περιοραθείη ἢ αὐτὸς ἢ οἱ πιστεύσαντες καὶ ἀκολουθήσαντες αὐτῷ. ὥσπερ οὖν ταῦτα δι᾽ ἐκείνους εἴρηται καὶ πρὸς τὴν ἐκείνων ἀφορᾷ διάνοιαν, οὕτω καὶ τὸ εἰπεῖν 〈τὸ ἔργον ὃ δέδωκάς μοι ἐτελείωσα.〉 οὕτω καὶ τὸ 〈νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ〉 καὶ τὰ ἑξῆς. τοῦτ᾽ ἔστιν εἰ καὶ Ἰουδαῖοι ἐπὶ σταυρὸν καὶ θάνατον ἄγουσιν, ἀλλὰ 〈σὺ παρὰ σεαυτῷ δόξασόν με〉 καὶ μὴ παραχωρήσῃς τὴν αὐτῶν ἐπιβουλὴν καὶ μιαιφονίαν ἰσχυροτέραν γενέσθαι εἰς τὸ ἀποκρύψαι καὶ ἐπισκοτίσαι διὰ τοῦ θανάτου τὴν δόξαν, ἣν 〈εἶχον,〉 ἀλλὰ καὶ τὸν θάνατον αὐτοῖς προχωρῆσαι συγχώρησον καὶ τὴν δόξαν λαμπρὰν ὁμοίως καὶ ὑπέρθεον διατήρησον. ταῦτα δέ, ὡς εἴπομεν, λέγει οὐχ ὅτι ἔμελλεν ἄδοξος μένειν ἢ ὅτι ἀλλαχόθεν ἐδεῖτο δόξης αὐτὸς ὢν «ἀπαύγασμα» καὶ «εἰκὼν» καὶ «δόξα» τοῦ πατρός, ἀλλὰ πρὸς τὴν διάνοιαν καὶ τὸ κρατοῦν δέος ἀφορῶν τῶν μαθητῶν· ἵνα δὲ μὴ πάντα ταπεινὰ λέγων πάλιν κατασπάσῃ αὐτοὺς ἀπὸ τῆς ἀληθείας, ἐπάγει· τῇ δόξῃ ᾗ 〈εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί·〉 εἰ γὰρ μὴ διὰ τοὺς μαθητὰς καὶ τοῦτο εἴρητο, τίνος ἕνεκα ἑτέρου εἴρηται;

ἆρα ἵνα μάθῃ ὁ πατὴρ ποίᾳ δόξῃ ὁ υἱὸς θέλει δοξασθῆναι ὡς ἀγνοῶν τοῦτο, εἰ μὴ παρὰ τοῦ υἱοῦ ἤκουσεν; οὕτω τὰ πλεῖστα τοῖς ἀκροαταῖς συγκαταβαίνων ἐφθέγγετο. δι᾽ ὃ καὶ ἔλεγεν· «πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι»· διὰ τοῦτο γὰρ μετὰ ταῦτα καὶ ἡ τοῦ παναγίου πνεύματος ἀποστολή, ἵνα τελειοτέρους ἀποκαταστήσῃ, ᾠκονόμηται. ἐγχωρεῖ δὲ καὶ ὡς ἐφεξῆς παράκειται ἐκλαβεῖν· οὐ γὰρ μάχεται.

Jo 17, 5 Δείκνυται διὰ τοῦ εἰπεῖν 〈τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί,〉 ὅτι τὸ μυστήριον τῆς ἐνανθρωπήσεως καὶ τοῦ σταυροῦ, ὃ καὶ δόξαν καλεῖ, πρὸ καταβολῆς κόσμου ἔγνωστο τῷ πατρὶ καὶ τῷ υἱῷ. καὶ τοῦτο καὶ ὁ μακάριος Παῦλος κηρύττων ἔλεγεν· «κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου»· ταύτῃ οὖν, φησίν, 〈τῇ δόξῃ〉 οὐ προσφάτως ἐξευρημένῃ, ἀλλὰ 〈πρὸ τοῦ τὸν κόσμον εἶναι〉 διεγνωσμένῃ καὶ ἀφωρισμένῃ 〈παρὰ σοί,〉 ταύτῃ 〈με δόξασον·〉 ταύτην γὰρ ἔκτοτε εἶχον τῇ περὶ τὸ πλάσμα συμπαθείᾳ καὶ στοργῇ τὸν ὑπὲρ αὐτῶν ἑκὼν καὶ σὺν εὐφροσύνῃ θάνατον ὑποστῆναι φιλοτιμούμενος. ταῦτα δὲ καὶ τὰ τοιαῦτά φησιν, ἵνα δείξῃ, ὅτι οὐκ ἀσθενείας ἦν τὸ παθεῖν αὐτὸν ἢ ἀγνοίας, ἀλλὰ δυνάμεως μᾶλλον καὶ προγνώσεως καὶ τῆς πολλῆς αὐτοῦ καὶ ἀφάτου περὶ τὸν ἄνθρωπον κηδεμονίας ἀπόδειξις ἦν.

Jo 17, 13 Εἰπὼν 〈ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην〉 ἐδήλωσε σαφῶς, ὅτι θέλων αὐτοὺς ἀπὸ τῆς πολλῆς ἀνακτήσασθαι θλίψεως τὰ προειρημένα ἐλάλησεν. διὸ καὶ πρὸς τὴν ἐκείνων συγκαταβαίνων διάνοιαν (παραμυθεῖσθαι γὰρ αὐτούς, ἀλλ᾽ οὐ διδάσκειν νῦν τὴν τῆς θεολογίας ἀκρίβειαν ἐβούλετο) ἀνθρωπινώτερον καὶ ὡς ἐκεῖνοι ἠδύναντο παραμυθεῖσθαι διαλέγεται· «τήρησον αὐτοὺς» λέγων «ἐν τῷ ὀνόματί σου» καὶ «ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐτήρουν αὐτοὺς» καὶ τὰ ὅμοια. 〈χαρὰν〉 δὲ 〈τὴν ἐμήν,〉 φησίν, οἷον τὴν πνευματικὴν τὴν στηρίζουσαν ψυχήν, ἀλλ᾽ οὐχὶ τοιαύτην, οἵαν ὁ κόσμος ἔχει διὰ τρυφῆς καὶ ἡδονῶν καὶ σωματικῆς εὐπαθείας συνισταμένην.

Jo 17, 13—16 〈Ταῦτα λαλῶ ἐν τῷ κόσμῳ.〉 ποῖα; τὸ «ἐγώ σε ἐδόξασα» ἐν τῷ κόσμῳ, τὸ «δόξασόν με σύ, πάτερ», τὸ «ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, οὓς δέδωκάς μοι», «σοὶ ἦσαν», «ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς», «ἐγὼ περὶ αὐτῶν ἐρωτῶ», «τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου» καὶ ὅσα ἄλλα εἰς παραμυθίαν εἴρηται τῶν ἀποστόλων· καὶ γάρ, φησίν, 〈ταῦτα λαλῶ〉 εἰς τὸν κόσμον, 〈ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς.〉 τοῦτ᾽ ἔστιν δι᾽ αὐτοὺς τούτους εἴρηται ταῦτα καὶ εἰς εὐχῆς ἐσχημάτισται τύπον, ἵνα τε ἀναψυχὴν ἀπὸ τῆς συνεχούσης αὐτοὺς θλίψεως λάβωσι καὶ ἵνα μᾶλλον πιστεύσωσι, ὅτι πάντως ἔσται αὐτοῖς ταῦτα τοσαύτην σπουδὴν καταβαλλομένου ὑπὲρ αὐτῶν ἐμοῦ, ὥστε καὶ τὸν πατέρα αἰτεῖσθαι γενέσθαι αὐτοῖς ταῦτα. ταῦτα δὲ ἐγένετο, ὅτι ἔτι ἀτελῶς διέκειντο οἱ μαθηταί. ὅτι δὲ ἀτελῶς, δῆλον ἐκ τοῦ λέγειν «οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι». τοῦ κόσμου μὲν γὰρ σωτὴρ περιγέγονεν, ἀλλὰ τέως πρὸς τὸ ἐκείνων ἀτελὲς καὶ ἵνα τὸ ἀθυμοῦν ψυχαγωγήσῃ λέγει καὶ πάλιν· 〈οὐκ ἐρωτῶ, ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου·〉 ᾔδει γὰρ δηλονότι ὁ δεσπότης ἔτι δεδοικότας τὸν θάνατον.

καὶ ἐπειδὴ ἔλεγεν· 〈οὐκ εἰμὶ ἐκ τοῦ κόσμου〉 καὶ 〈οὐκ εἰσὶν ἐκ τοῦ κόσμου,〉 ἵνα μὴ ὑποπτεύσωσιν, ὅτι ὥσπερ ἐκεῖνος χαίρων ἔρχεται ἐπὶ τὸ πάθος, τοῦτο καὶ αὐτοὺς παθεῖν αἰτεῖται τὸν πατέρα, 〈οὐκ ἐρωτῶ,〉 φησίν, 〈ἵνα ἄρῃς αὐτοὺς〉 καὶ τὰ ἑξῆς.

Jo 17, 16 〈Καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.〉 λίαν τοῦτο θαυμασίως φησὶν εἰς τὸ ἀπορράπτεσθαι τὰ τῶν αἱρετικῶν στόματα, οἵτινες αὐτὸν τερατεύονται μὴ ἀνειληφέναι ἀληθῶς τὴν ἡμετέραν σάρκα· εἰπὼν γὰρ περὶ τῶν μαθητῶν, ὅτι 〈οὐκ εἰσὶν ἐκ τοῦ κόσμου〉 καὶ ἐπαγαγὼν 〈καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου,〉 παρέστησεν ἀκριβῶς, ὅτι καθὸ οἵ τε μαθηταὶ καὶ αὐτὸς ὁ δεσπότης ἄνθρωποι, δηλονότι 〈ἐκ τοῦ κόσμου εἰσίν,〉 καθὸ δὲ τὴν πρὸς τὸν κόσμον συμπάθειαν διεκρούσαντο, 〈οὐκ εἰσὶν ἐκ τοῦ κόσμου,〉 ὥστε τῷ κεχωρίσθαι τῆς ἁμαρτίας μόνον ὁ δεσπότης 〈οὐκ ἔστιν ἐκ τοῦ κόσμου.〉 τῷ δὲ ἀληθεῖ τῆς ἐνανθρωπήσεως 〈ἐκ τοῦ κόσμου〉 ἦν ὥσπερ οἱ μαθηταί, τοῦτ᾽ ἔστιν ὁμοούσιος ἑκάστῳ τῶν ἀνθρώπων.

Jo 17, 18 Εἰ δὲ καὶ εἶπεν 〈ἀπέστειλα αὐτοὺς〉 τοῦτ᾽ ἔστιν ηὐτρέπισα, πρὸς ἀποστολὴν κατηρτισμένους ἐποίησα, ἔθος αὐτῷ καὶ τὸ μέλλον ὡς γεγονὸς λέγειν. Jo 17, 18 〈Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον〉 ἐπὶ προνοίᾳ καὶ εὐεργεσίᾳ τοῦ κόσμου, οὕτω 〈κἀγὼ〉 ὁμοίως σοὶ προνοῶν τοῦ κόσμου, οὐχὶ ἐπὶ κατακρίσει καὶ κολάσει. 〈καὶ καθὼς ἐγὼ〉 σημείοις καὶ τέρασι τῷ ἀνθρωπίνῳ βίῳ ἐπεδήμησα, οὕτω καὶ 〈αὐτοὺς〉 σημείοις καὶ τέρασι καθοπλίσας 〈εἰς〉 τὴν οἰκουμένην 〈ἀπέστειλα.〉 Jo 17, 21 Οἱ μὲν ἀπόστολοι καὶ οἱ τούτων μαθηταὶ ἐν τῷ πατρὶ ἕν εἰσι καὶ ἐν τῷ υἱῷ, τοῦτ᾽ ἔστι πολλοὶ ὄντες ἑνοποιοῦνται ἐν τῇ πίστει τῇ εἰς αὐτούς. ὁ δὲ πατὴρ ἐν τῷ υἱῷ 〈ἕν〉 ἐστι τῇ ὁμοτιμίᾳ τῆς φύσεως· καὶ γὰρ καὶ ὁ υἱός, φησίν, 〈ἕν〉 ἐστι ἐν τῷ πατρί, τοῦτ᾽ ἔστιν ὁμοούσιος. διὰ τί δὲ οὐκ εἶπεν· 〈καθὼς σύ, πατήρ, ἐμοὶ κἀγὼ σοί,〉 ἀλλὰ μετὰ τῆς προθέσεως; μάλιστα μὲν καὶ τοῦτό φησιν ἀλλαχοῦ λέγων· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». νυνὶ δὲ καὶ ἀκριβέστερον εἴρηκεν· οὐ γὰρ μόνον ὅτι ὁ πατὴρ ἕν ἐστι τῷ υἱῷ, φησίν, ἀλλὰ καὶ τίνι ἐστὶν ἓν συμπαρέστησεν· εἰπὼν γὰρ ἐν 〈ἐμοί,〉 τοῦτ᾽ ἔστιν τῇ 〈ἐν ἐμοὶ〉 οὐσίᾳ καὶ θεότητι, οὐχί τινι τῶν ἔξωθεν ὑπάρχεις 〈ἐμοὶ ἓν〉 ἢ κατά τινα χάριν καὶ οἰκονομίαν, ἀλλὰ τῇ ἐμφύτῳ καὶ οἴκοθεν ἐνυπαρχούσῃ θεότητι.

θέλων δὲ παραστῆσαι, ὅτι αὕτη μία ἐστὶ καὶ οὐ πολλαί, ἐπήγαγε λέγων· 〈κἀγὼ ἐν σοὶ ἕν〉 εἰμι οἷον τῇ 〈ἐν σοὶ〉 ἐμφύτῳ θεότητι καὶ οὐσίᾳ· εἰ γὰρ ὁ πατὴρ καὶ ὁ υἱὸς δύο ὄντες τῇ ὑποστάσει ἑνίζονται τῇ ἐν ἑαυτοῖς θεότητι καὶ οὐσίᾳ, δηλονότι πολλῷ μᾶλλον αὐτὴ ἑνιαία τις καὶ μία ἐστίν. σκόπει δὲ καὶ ἄλλο. οὐκ εἶπεν πρότερον τὸ 〈ἐγὼ ἐν σοί,〉 ἀλλὰ τὸ 〈σύ, πατήρ, ἐν ἐμοί.〉 διὰ τί; ἵνα ἐξ αὐτῆς τῆς ἀρχῆς ἐπιστομίσῃ τοὺς κατὰ χάριν ἤ τινα ἄλλον τοιοῦτον τρόπον, ἀλλὰ μὴ κατ᾽ οὐσίαν ἓν εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν ἀναπλάττοντας· εἴπερ γὰρ προέταξε τὸ 〈ἐγὼ ἐν σοί,〉 εὐθὺς ἂν ἐπεπήδησεν ὁ αἱρετικὸς μὴ ἀναμείνας τὸ ἐπαγόμενον καὶ ἐκενολόγει, ὅτι ἓν τῇ δόξῃ ἐστὶν ὁ υἱὸς τῷ πατρὶ ἢ τῇ χάριτι ἢ τῇ πρὸς αὐτὸν ἀναφορᾷ ἢ τοιούτοις φληνάφοις τισίν. ἐπεὶ δὲ τὸ τὸν πατέρα ἓν εἶναι ἐν τῷ υἱῷ προέταξεν, εὐθὺς αὐτῶν ἐμφράττει τὸ στόμα· εἰ γὰρ μὴ τῇ οὐσίᾳ ἓν ὁ πατὴρ τῷ υἱῷ, τίνι ἕν· ἆρα τῇ πρὸς τὸν υἱὸν ἀναφορᾷ, ἀλλὰ τῇ χάριτι αὐτοῦ, ἀλλ᾽ ἑτέρῳ παρὰ τὴν οὐσίαν τινί; ὁρᾷς πῶς αὐτίκα πᾶσα τῶν Ἀρειανῶν κατασείεται ἡ δόξα; οὐ μόνον δὲ Ἄρειος, ἀλλὰ καὶ τὸ τῶν τριθεϊτῶν διὰ τῶνδε τῶν παναχράντων ῥημάτων καταλύεται φρύαγμα.

Jo 17, 21—23 Ἓν εἶναι τοὺς μαθητὰς ἀξιοῖ γενέσθαι. πρῶτον μὲν ἀπὸ τῆς ἐν ἀλλήλοις ὁμονοίας· 〈ἵνα〉 γὰρ 〈πάντες,〉 φησίν, 〈ἓν ὦσιν.〉 εἶτα ἀπὸ τῆς αὐτῆς πίστεως· φησὶν γὰρ 〈ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.〉 καὶ τρίτον ἀπὸ τῆς τῶν σημείων δυνάμεως· 〈δέδωκα〉 γὰρ 〈αὐτοῖς,〉 φησίν, 〈τὴν δόξαν, ἵνα ἓν ὦσιν.〉 τὸ δὲ 〈καθὼς ἡμεῖς〉 ἕν ἐσμεν, ἵνα, φησίν, 〈καθὼς ἡμεῖς〉 ἐκ τοῦ αὐτεξουσίως ποιεῖν τὰ σημεῖα καὶ τέρατα γινωσκόμεθα τοῖς ὀρθῶς κρίνειν ἐθέλουσιν, ὅτι ἕν ἐσμεν κατ᾽ οὐσίαν καὶ τῆς αὐτῆς φύσεως, οὕτως οἱ μαθηταὶ ἐκ τοῦ λαβεῖν παρ᾽ ἡμῶν τὴν ἐνέργειαν τῶν σημείων καὶ διὰ τῆς ἡμῶν ἐπικλήσεως ταῦτα ἐπιτελεῖν ἐπιγνωσθῶσι τῷ κόσμῳ διὰ τούτων, ὅτι ἑνὸς καὶ τοῦ αὐτοῦ θεοῦ εἰσιν ἀπόστολοι καὶ μαθηταὶ καὶ ἕν εἰσι κατὰ τὸν τῆς ὁμονοίας λόγον καὶ τὸν τοῦ κηρύγματος καὶ τῆς τῶν σημείων ἐπιδείξεως. πῶς δὲ γίνεται τοῦτο ἐκ τοῦ κατοικῆσαι ἐν 〈αὐτοῖς〉 τὸν υἱὸν καὶ διὰ τοῦ υἱοῦ τὸν πατέρα; ὁ γὰρ υἱὸς ἀεὶ συνεφέλκεται τὸν πατέρα ὡς καὶ ἔμπαλιν ὁ πατὴρ τὸν υἱόν. τί δὲ γίνεται ἐκ τοῦ οὕτω τοὺς μαθητὰς γενέσθαι τετελειωμένους; μᾶλλον, φησίν, ὁ 〈κόσμος〉 ἐπιστραφήσεται καὶ γνώσεται, ὅτι ἐκ σοῦ ἀπέσταλμαι καὶ οὔκ εἰμι, ὡς ἐβλασφήμουν τινές, ἀντίθεος.

Jo 17, 24 Εἰπὼν ἣν 〈ἔδωκάς μοι πρὸ καταβολῆς κόσμου〉 εἰς ἀπέραντον καὶ ἀόριστον καὶ ἄναρχον τὸν νοῦν ἀναπέμπει· τὸ γὰρ 〈πρὸ καταβολῆς κόσμου〉 εἰπεῖν μή ποτε δὲ ἴσον ἐστὶ τῷ εἰπεῖν «ἐν ἀρχῇ ἦν», ὅπερ ἀρχόμενος καὶ ὁ εὐαγγελιστὴς ἐκ τῶν δεσποτικῶν φωνῶν τοῦτο διδαχθεὶς ἔλεγεν. φησὶν οὖν· 〈ἣν ἔδωκάς μοι〉 ἐν ἀρχῇ, τοῦτ᾽ ἔστι μεθ᾽ ἧς γεγέννημαι δόξης πρὸ παντὸς αἰῶνος καὶ πρὸ πάσης ἐπινοίας ἐπιδεχομένης τὸ πρότερον. τίς δέ ἐστιν ἡ τοιαύτη δόξα; ἡ ὁμοουσιότης, ἡ ταὐτότης τῆς ἐξουσίας καὶ κυριότητος καὶ δυνάμεως· ταῦτα μὲν γὰρ θεωροῦσι καὶ ἐνταῦθα οἱ εὐσεβεῖς ταῖς τῶν ἀποστόλων ὀμματωθέντες διδασκαλίαις, ἐκεῖ δὲ μᾶλλον τελειότερον καὶ ἐκτυπώτερον αὐτοί τε οἱ ἀπόστολοι καὶ οἱ τῆς ἐκείνων διδασκαλίας ἄξιοι ταῦτα θεωρήσουσι τῇ τοιαύτῃ θεωρίᾳ ἐντρυφῶντες καὶ ἀγαλλόμενοι. διὸ καὶ ὁ θεσπέσιος Παῦλός φησιν· νῦν μὲν γὰρ «δι᾽ ἐσόπτρου» ὡς «ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον».