Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στα κεφάλαια 2 έως 4: Το θαύμα στην Κανά, ο Νικόδημος και η Σαμαρείτιδα

Εξήγηση των πρώτων σημείων του Κυρίου, της διδασκαλίας για την πνευματική αναγέννηση προς τον Νικόδημο και της αποκάλυψης της πνευματικής προσκύνησης στη Σαμαρείτιδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 9

Jo 2, 6—8 Καὶ ἵνα δείξῃ, ὅτι αὐτός ἐστιν ὁ τῶν στοιχείων δημιουργὸς καὶ αὐτός ἐστιν ὁπότε μὲν βουλόμενος εἰς αἷμα τὸ ὕδωρ μεταβάλλειν, ἄλλοτε δ᾽ εἰς οἶνον, ἄλλοτε δὲ ἀπὸ λίθων αὐτὸ 〈ἐκκαλεῖν〉 καὶ ὅτι ὡς ἐξουσιαστῇ καὶ δεσπότῃ τοῦ παντὸς πάντα εἴκει αὐτῷ καὶ πρὸς τὸ βούλημα ῥᾷον μεταστοιχειοῦται.

Jo 2, 9—11 〈Φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος〉 ὡς θαυμάζων τὴν καλλονὴν τοῦ οἴνου καὶ τὸ σημεῖον μὲν μὴ συνεγνωκώς, οἰόμενος δ᾽ αὐτὸν παρενεγκεῖν τὸν ἀνθοσμίας οἶνον ἐκεῖνον. διὸ καί φησιν· 〈πᾶς ἄνθρωπος τὸν καλὸν οἶνον τίθησι〉 καὶ ἑξῆς. οὕτως ὁ δεσπότης ἀνεπιδείκτως ἐποίει τὰ σημεῖα, ὥστε τηλικούτου θαύματος τελουμένου ἐπιπλῆξαι δυναμένου πᾶσαν τὴν οἰκουμένην οὐδὲ τοῖς ἐν τῇ αὐτῇ οἰκίᾳ διατρίβουσιν ἐσπούδασεν ἐπιδειχθῆναι. ὅμως μέντοι οὐκ ἔλαθεν· ἐφανερώθη γάρ, φησίν, ἡ δόξα 〈αὐτοῦ καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.〉 τοῦ μὲν οὖν περιστέλλειν ἑαυτὸν καὶ μὴ κατ᾽ ἐπίδειξιν τερατουργεῖν ἀπόδειξις τὸ μηδὲ τὸν ἀρχιτρίκλινον μηδ᾽ αὐτὸν τὸν νυμφίον συνεγνωκέναι· ἀπεκρίθη γὰρ ἄν τι, εἴπερ συνεωράκει, ἐγκαλοῦντι τῷ ἀρχιτρικλίνῳ, ἀλλὰ καὶ αὐτὸς ὡς καινόν τι ἀκούων ἐσιώπα καὶ πρὸς τὸν λόγον ἐθαύμαζεν, τοῦ δὲ μεγέθους καὶ τῆς τοῦ σημείου λαμπρότητος τὸ καὶ οὕτω πραττόμενον μὴ λαθεῖν· καὶ γάρ φησιν· 〈ταύτην〉 τὴν 〈ἀρχὴν τῶν σημείων ἐποίησεν ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ,〉 οὐ δι᾽ ὧν ἐπεδείξατο, ἀλλὰ δι᾽ ὧν μᾶλλον ἀνεπιδείκτως ἐθαυματούργησεν.

Jo 2, 14—16 Τοῦτο δὲ πεποίηκεν, ἵνα καὶ τοὺς Ἰουδαίους δι᾽ ἔργου ἀξιομνημονεύτου καὶ σιγῶν ἐλέγχειν ἀεὶ ἔχῃ, ὅτι μάτην ἐπὶ τῷ νομοφυλακεῖν καὶ γεραίρειν σεμνύνονται τὸν ναόν· οἱ γὰρ ἀγορὰν αὐτὸν καὶ ἐμπορείαν ἀπεργασάμενοι καὶ ὅρκων καὶ ἐπιορκίας καὶ ἀδικίας καὶ πολλῆς ἄλλης ἀτοπίας ἐργαστήριον ἀποδείξαντες· (ταῦτα γὰρ τῆς ἀγορᾶς οὐδὲν ἧττον τῶν ὠνίων τὰ τεκμήρια). τίνα ἄλλην τιμὴν ἐπετήδευον ἢ ποίαν ἄλλην φροντίδα ὑπὲρ τῆς αὐτοῦ κοσμιότητος μετὰ πόθου ἐπιστεύοντο ἂν καταβαλεῖν; ἀλλ᾽ ἔνθα μὲν κέρδος ἦν, ὁρᾷς αὐτοὺς ἀγορὰν καὶ ἐμπορεῖον τὸν περιβόητον αὐτοῖς ναὸν ἀποδεδειγμένους καὶ οὐδεμία περὶ τούτου φροντὶς ἢ ἐπιτίμησις· ἔνθα δὲ λόγοις μόνον ἔδει σοβαρευθῆναι διακένοις, ἐκδικηταὶ τοῦ ναοῦ, ζηλωταὶ τῶν πατρῴων καὶ σχήματα τιμῆς καὶ μεγάλα ῥήματα, μᾶλλον δὲ ἔνθα μὲν κέρδος ἀργυρίου μικροῦ, οὐδὲν ὁ ναὸς ἢ ὁ νόμος· ἔνθα δὲ μεγάλη σωτηρία ἀνθρώπων, ἐκεῖ ὁ πολὺς φθόνος καὶ προκάλυμμα τοῦ φθόνου ὁ ναὸς καὶ ὁ νόμος καὶ τὰ τῆς ἀπονοίας ῥήματα. ἐκβαλὼν οὖν αὐτοὺς ὁ δεσπότης ἔργῳ καὶ λόγῳ ἐκ τοῦ ἱεροῦ καὶ δείξας λαμπρῶς καὶ ἀναμφιβόλως καταφρονητὰς τοῦ ναοῦ μεγάλην στήλην κατ᾽ αὐτῶν ἀνήγειρεν, ὅτι εἴπερ ἂν ὑπὲρ τοῦ νόμου καὶ τοῦ ναοῦ λέγοιεν, οὐκ ἐκ πόθου καὶ πίστεως ταῦτα λέγοιεν;

ἀλλ᾽ ἢ φυσιούμενοι ἢ φθόνον ἴδιον ἐπισκιάζοντες ἢ ἐπὶ τῷ σφῶν κέρδει, ἵνα καλῶνται «ῥαββί», ἵνα πλατύνωσι «τὰ φυλακτήρια», ἵνα τὰς «τῶν χηρῶν» καὶ τῶν ἄλλων κατεσθίωσιν «οἰκίας».

Jo 3, 12—13 Εἶπεν 〈εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε·〉 καίτοι ἔδει ἐπιγείοις οὖσι διὰ τῶν συγγενῶν ῥᾷον χειραγωγεῖσθαι, ἀλλ᾽ οὖν εἰ ταῦτα 〈εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω τὰ ἐπουράνια ὑμῖν〉 ἐπιγείοις οὖσιν 〈πιστεύετε·〉 μᾶλλον γὰρ τῆς ὑμῶν διανοίας 〈τὰ ἐπουράνια〉 διέστηκεν ἢ 〈τὰ ἐπίγεια.〉 πῶς οὖν μαθήσεσθε 〈τὰ ἐπουράνια〉 μὴ πιστεύοντες τοῖς παρ᾽ ἐμοῦ λεγομένοις; ἀναβῆναι ὑμῖν 〈εἰς τὸν οὐρανὸν〉 καὶ μαθεῖν οὐκ ἔνι· 〈οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν〉 οὐδ᾽ ἕως τοῦ νῦν, οὐ τῶν προφητῶν, οὐ τῶν ἄλλως κατ᾽ ἀρετὴν πολιτευσαμένων οὐδ᾽ ὅλως πλὴν ἐμοῦ τοῦ ἐκεῖθεν καταβεβηκότος. ἐὰν οὖν ὑμῖν μὲν οὐκ ἔνι ἀναβῆναι, ἄλλος δέ τις οὐκ 〈ἀναβέβηκεν,〉 ἐμοὶ δὲ τῷ ἀναβεβηκότι καὶ καταβεβηκότι καὶ ἐκεῖθεν μὴ χωρισθέντι—τοῦτο γὰρ δηλοῖ τὸ ὁ 〈ὢν ἐν τῷ οὐρανῷ〉—ἐὰν οὖν μηδὲ ἐμοὶ πιστεύητε ἐπαγγέλλοντι καὶ διδάσκοντι 〈τὰ ἐπουράνια〉 καὶ θεῖα καὶ ὑψηλὰ δόγματα, πῶς ἄλλως μαθεῖν ταῦτα δυνήσεσθε; ταῦτα δ᾽ ἔλεγεν πανταχόθεν συνελαύνων τὸν Νικόδημον εἰς τὸ πιστεῦσαι αὐτῷ, ὅτι «ἂν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐκ» εἰσελεύσεται «εἰς τὴν βασιλείαν» τῶν οὐρανῶν. αὐτὸς δὲ σφοδρότερον οὐδὲ μὴ ἴδῃ, φησίν, «τὴν βασιλείαν» τῶν οὐρανῶν.

Jo 3, 19 〈Αὕτη δ᾽ ἐστὶν ἡ κρίσις,〉 οἷον οὕτω λαμπρά, οὕτως ἀναμφίβολος ὡς μονονουχὶ καὶ δείκνυσθαι. 〈αὕτη,〉 φησίν, ἡ 〈κρίσις〉 οἷον ἡ κατάκρισις τῶν ἀπιστησάντων. πόθεν δ᾽ ἐστὶν δήλη, πόθεν περιφανὴς καὶ λαμπρὰ καὶ μηδεμίαν δεχομένη ἀμφισβήτησιν; αὐτόθεν φησίν· 〈ὅτι τὸ φῶς〉 ἦλθεν 〈εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς.〉 Jo 3, 23 Καὶ ὅτι κἀκεῖνος 〈βαπτίζων.〉 οὐκ εἰς τὸ ἐναντίον ἐβάπτιζε τῶν μαθητῶν τοῦ Χριστοῦ, ἀλλὰ καὶ μᾶλλον τὰ ἐκείνων βεβαιῶν· 〈βαπτίζων〉 γὰρ τὸν Χριστὸν ἐκήρυττεν, ὅτι οὗτός ἐστιν ὁ νυμφίος καὶ ὁ υἱὸς τοῦ θεοῦ καὶ ὁ ἐκ τοῦ οὐρανοῦ ὥστε 〈βαπτίζων〉 τὴν εἰς αὐτὸν πίστιν ἐκράτυνεν ὥσπερ καὶ οἱ τοῦ Χριστοῦ μαθηταί.

Jo 4, 12—15 Εἰ τῆς γυναικὸς τῆς Σαμαρείτιδος εἰπούσης 〈μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ ἀπεκρίθη〉 ὁ δεσπότης πρὸς αὐτήν· ναὶ 〈μείζων〉 εἰμί, τήν τε γυναῖκα ἐλύπησεν ἂν ἐκ τοῦ εὐθέως εὐτελίζειν τὸν πρόγονον δοκῶν ἐφ᾽ ᾧ ἐκείνη μέγα ἐφρόνει. καὶ οὐδὲν μέγα περὶ ἑαυτοῦ ἐδίδου ὑπονοεῖν· τί γὰρ ἄξιον τοῦ Χριστοῦ τὸ κατὰ σύγκρισιν τοῦ 〈Ἰακὼβ〉 αὐτὸν μείζονα νομισθῆναι; διὸ οὐ λέγει 〈μείζων〉 εἰμὶ οὐδὲ κατὰ σύγκρισιν τοῦ 〈Ἰακὼβ〉 αὑτὸν ἐκείνου προτίθησιν, ἀλλ᾽ ἅμα τε ἀσυγκρίτῳ μέτρῳ τὴν ὑπεροχὴν δείκνυσιν αὑτοῦ καὶ οὐκ αὐτὸς τοῦτο ξηρῶς ταῖς λέξεσιν λέγει, ἵνα μὴ δόξῃ τ᾽ ἐκεῖνον εὐτελίζειν καὶ ἀνιᾶν τὴν γυναῖκα, ἀλλ᾽ αὐτὴν ἐκείνην δι᾽ ὧν φησι δίδωσι τοῦτο συλλογίζεσθαι καὶ ἐννοεῖν· ὃ γὰρ ἄν τις αὐτὸς ἀναλογίσηται καὶ διανοηθῇ, οὐχ ὁμοίως ἡγεῖται φορτικὸν ὡσεὶ παρ᾽ ἑτέρου ἀκούσειεν ἄν. πῶς δὲ τοῦτο ποιεῖ ὁ Χριστός; ἐκ τῆς 〈τοῦ ὕδατος〉 διαφορᾶς, ὅ τε ὁ 〈Ἰακὼβ〉 αὐτοῖς ἀνεῦρεν καὶ ὃ αὐτὸς ὑπισχνεῖτο δώσειν. καὶ οὐδὲ ἁπλῶς λέγει τὴν διαφορὰν αὐτῶν ἄφατον οὖσαν καὶ πολλήν, ἀλλὰ καὶ μετὰ ὑποσχέσεως τοῦ παρασχεῖν, ἵνα καὶ ἀπὸ τῆς ἐπιθυμίας τοῦ λαβεῖν μηδὲν ἄτοπον αὐτοῖς εἶναι δόξῃ ἡ διαφορά.

διὸ καὶ ἡ 〈γυνὴ〉 ἡ μήπω μείζονα ἀνεχομένη αὐτὸν εἶναι τοῦ 〈Ἰακώβ,〉 εὐθέως εἰς ὑψηλότερον ἀναχθεῖσα νοῦν εὐγνωμόνως τε ἀκούει τὸ ῥηθὲν καὶ αἰτεῖ τὸ παρ᾽ αὐτοῦ 〈ὕδωρ〉 καταφρονήσασα ὃ ἐθαύμαζεν τέως πρότερον τοῦ 〈Ἰακώβ.〉 οὕτως οὖν ἀπὸ τῆς ἀσυγκρίτου 〈τοῦ ὕδατος〉 διαφορᾶς καὶ εἰς τὴν ἀσύγκριτον τῶν προσώπων ὑπεροχὴν ἐχειραγωγήθη ἡ 〈γυνὴ〉 καὶ κατὰ μικρὸν προῆλθεν, ὥστε καὶ Μεσσίαν καὶ Χριστὸν οὐχ ὁμολογήσασα μόνον, ἀλλὰ καὶ τῇ πόλει καὶ πατρίδι κηρῦξαι καὶ κατάρξασθαι αὐτοῖς τῆς εἰς Χριστὸν πίστεως.

Jo 4, 16 Τίνα ἀκολουθίαν ἔχει τῆς Σαμαρείτιδος αἰτούσης «τὸ ὕδωρ τὸ ζῶν» εἰπεῖν τὸν δεσπότην· 〈ὕπαγε φώνησον τὸν ἄνδρα σου;〉 πολλὴν μὲν οὖν· ἐπειδὴ γὰρ τὸ λαβεῖν ἐκεῖνο «τὸ ὕδωρ τὸ ζῶν» ἄλλως οὐκ ἐγχωρεῖ ἀλλ᾽ ἢ διὰ τῆς εἰς Χριστὸν πίστεως, λέγει αὐτῇ· 〈ὕπαγε φώνησον τὸν ἄνδρα σου,〉 ἵνα διὰ τῆς ἀποκρίσεως τῆς γυναικὸς καὶ τῆς ἐπὶ τῇ ἀποκρίσει προγνώσεως τοῦ Χριστοῦ θαυμάσασα ἡ γυνὴ ἐπιγνῷ τὸν δεσπότην καὶ πιστεύσῃ καὶ ἐπιγνοῦσα καὶ πιστεύσασα ἀξιωθῇ τῆς αἰτήσεως ἤτοι τοῦ τυχεῖν τοῦ ζῶντος· ἔμαθεν γὰρ ἀπὸ τῆς τοιαύτης διαλέξεως, ὅτι αὐτός ἐστιν ὁ προσδοκώμενος Μεσσίας. ἐκήρυξεν τοῖς ἐν τῇ πόλει, ὅτι αὐτός «ἐστιν ὁ Χριστός»· τὸ γὰρ «μήτι αὐτός ἐστιν ὁ Χριστὸς» οὐ διστάζουσά φησι καὶ τοῦτο δείκνυται ἐκ τῆς πολλῆς σπουδῆς καὶ τοῦ τὴν πόλιν εἰς τὴν θέαν αὐτοῦ συγκαλεῖν, ἀλλὰ «μήτι αὐτός ἐστιν ὁ Χριστός» φησιν, ἵνα μὴ ἐξ εὐθείας καὶ μετὰ ἀποφάσεως ῥηθὲν προστῇ τισι προσανὲς ἐκ πρώτης φανέν. ἐκήρυξεν οὖν, ὅτι αὐτός «ἐστιν ὁ Χριστός». εἶχεν διὰ τούτου, οὗ ἐπεζήτει ζῶντος ὕδατος τοῦ καθαίροντος αὐτὴν τῆς ἁμαρτίας καὶ ἀπὸ τῆς φλεγμονῆς ἐκείνης τῶν παθῶν ἀναψύχοντος καὶ εἰς ζωὴν αἰώνιον ἐμβιβάζοντος. πόθεν δὲ τούτων ἔτυχεν;

ἦ δῆλον ἐκ τοῦ εἰπεῖν τὸν δεσπότην· 〈ὕπαγε φώνησον τὸν ἄνδρα σου·〉 τοῦτο γὰρ τὸ ῥῆμα ἀρχὴ γέγονεν τοῦ ἐπιγνῶναι καὶ πιστεῦσαι τῇ γυναικί, ὅτι αὐτός «ἐστιν ὁ Χριστός», ἐξ οὗ λαμβάνει καὶ «τὸ ὕδωρ τὸ ζῶν». ὁρᾷς πῶς αἰτούσης τῆς γυναικὸς «τὸ ὕδωρ τὸ ζῶν» καταλλήλως φησὶν καὶ λίαν ἀκολούθως ὁ δεσπότης· 〈ὕπαγε φώνησον τὸν ἄνδρα σου〉 μονονουχὶ λέγων· ἐγὼ δώσω σοι αὐτό, ἐὰν μόνον καλῶς ἐπιγνῷς, τίς ἐστιν, ὃν αἰτεῖς· τούτου γὰρ γινομένου καὶ ἡ αἴτησίς σου ἀκολουθήσει. ἄλλως τε δὲ καὶ τύπον ἡμῖν δίδωσιν ἄνευ τοῦ οἰκείου ἀνδρὸς μὴ ἐπὶ πολὺ ὁμιλεῖν τῇ γυναικὶ μήτε μὴν χωρὶς ἐκείνου αἰτουμένῃ τι χαρίζεσθαι· εἰ γὰρ καὶ μὴ εἶχεν νόμιμον αὐτῇ, ἀλλ᾽ ὅμως ἐπὶ τῶν ἐχόντων καὶ πανταχοῦ δεῖ τοῦτο παραφυλάττεσθαι· εἰ γὰρ ὁ δεσπότης τοῦ παντός, ὁ κύριος πάσης πνοῆς, τοῦτο παρεφυλάξατο, τί χρὴ ποιεῖν τοὺς καθ᾽ ἡμέραν πορθουμένους λογισμοῖς καὶ παθεῖν ἀτόποις; διὰ τοῦτο καὶ αὐτὸς ἀναμάρτητος καὶ ἀπαθὴς ὤν· «ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι». ὅμως εἰς παράδειγμα καὶ τύπον ἡμέτερον ἄνευ τοῦ συνοίκου οὐκ ἠνέσχετο οὔτε πλείονα χρόνον προσομιλεῖν οὔτε κατὰ τὸ φαινόμενον καὶ πρόχειρον τῆς λέξεως τὴν αἴτησιν εἰς πέρας ἄγειν τῆς γυναικός.

Jo 4, 19—20 Οἶμαι δὲ ὡς οὐδὲ παντὶ τρόπῳ βουλομένη τὰ ἑαυτῆς προκεκριμένα δεῖξαι τῶν Ἰσραηλιτῶν, διὰ τοῦτο παράγει τό· 〈οἱ πατέρες ἡμῶν προσεκύνησαν ἐν τῷ ὄρει,〉 ἀλλὰ τὸ συστατικὸν νομιζόμενον εἶναι τῆς ὑπολήψεως τῶν Σαμαρειτῶν προκομίζει. εἶθ᾽ οὕτως ὡς ἀπὸ προφήτου παρ᾽ ἐκείνου ἐπεζήτει μαθεῖν τῶν δοξῶν τὴν ἀληθεστέραν τε καὶ τιμιωτέραν. διὸ καὶ ἀρχομένη ἔλεγεν· 〈κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.〉 Jo 4, 23 〈Καὶ νῦν ἐστιν〉 τὸ πάντως καὶ διὰ ταχέων γενησόμενον σημαίνει.