Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στα κεφάλαια 5 και 6: Η εξουσία του Υιού, η μαρτυρία του Πατρός και ο άρτος της ζωής

Δογματική ανάπτυξη της ισοτιμίας Υιού και Πατρός, έλεγχος της ιουδαϊκής απιστίας και σχολιασμός της ζωοποιού διδασκαλίας για τον ουράνιο άρτο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 9

Jo 5, 19—27 Ὥστε εἰ ἃ ὁ 〈πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ υἱὸς ποιεῖ〉 καὶ μάλιστα 〈ὁμοίως,〉 ἴσος αὐτῷ ἐστι κατὰ πάντα. τὸ δὲ ὁ 〈πατὴρ φιλεῖ τὸν υἱὸν καὶ δείκνυσιν αὐτῷ〉 καὶ 〈δείξει〉 καὶ 〈τὴν κρίσιν πᾶσαν δέδωκεν,〉 φησίν, ἵνα ἐπιστομίσῃ αὐτούς, ὅτι οὐκ ἔστιν ἀντίθεος· εἰ γὰρ 〈φιλεῖ τὸν υἱόν,〉 φησίν, πῶς ἂν ἐφίλει τὸν πολέμιον; πῶς δὲ συνεχώρει καὶ οὐ μόνον συγχωρεῖ, ἀλλὰ 〈καὶ δείκνυσιν αὐτῷ〉 τὰ αὐτὰ ποιεῖν ὥσπερ ἐφηδόμενος τοῖς ἔργοις αὐτοῦ; πῶς δὲ καὶ πᾶσαν αὐτῷ ἐνεχείριζε τὴν 〈ἐξουσίαν;〉 ἄλλως τε δέ· ὥσπερ ὅτ᾽ ἂν λέγῃ, ὅτι πᾶσαν 〈αὐτῷ ἔδωκεν〉 τὴν 〈ἐξουσίαν〉 ἤτοι 〈τὴν κρίσιν,〉 οὐχ αὑτὸν ἐξίστησι τῆς ἐξουσίας, ἀλλ᾽ εἰς τιμὴν λέγει τοῦτο τοῦ υἱοῦ· οὕτω γὰρ εἰώθασιν οἱ ἄνθρωποι μᾶλλον τιμᾶν τὸν ἔχοντα τὴν 〈ἐξουσίαν〉 τοῦ τιμωρεῖσθαι καὶ σῴζειν. ὥσπερ οὖν ἐπὶ τιμῇ τοῦτο εἴρηκεν τοῦ υἱοῦ κατὰ τὸν ἀνθρώπινον λογισμόν, οὕτω καὶ τὸ 〈ἔδωκεν〉 ἐπὶ τιμῇ εἴρηται τοῦ πατρός· 〈τιμῶσι〉 γὰρ καὶ τὸν διδόντα τὴν 〈ἐξουσίαν.〉 ἂν μὲν οὖν εἶπεν, ὅτι 〈πᾶσαν τὴν κρίσιν〉 ἔχει ὁ υἱός, ὁ 〈γὰρ πατὴρ οὐ κρίνει οὐδένα,〉 παρέσχεν ἂν ὑπόνοιαν, ὅτι αὐτὸς ἐξέστη τῆς ἐξουσίας. διὰ τοῦτο δὲ τίθησι τὸ 〈ἔδωκεν,〉 ἵνα καὶ 〈τὸν υἱὸν〉 καὶ 〈τὸν πατέρα ὁμοίως〉 τιμήσῃ, τὸν μὲν ὡς δόντα, τὸν δὲ ὡς πᾶσαν εἰληφότα. πάλιν εἰ εἰπὼν τὸ 〈ἔδωκεν〉 οὐκ ἐπήγαγε τὸ 〈πᾶσαν,〉 ἀλλ᾽ εἶπε μετασχεῖν 〈ἔδωκε〉 τῆς ἐξουσίας, ἐταπείνου τὸ ἀξίωμα τοῦ υἱοῦ.

εἰπὼν δὲ τὸ 〈ἔδωκεν〉 καὶ ἐπαγαγὼν 〈πᾶσαν τὴν κρίσιν〉 καὶ ὅτι ὁ 〈πατὴρ οὐδένα κρίνει,〉 ἰσοτιμίαν λαμπρῶς ἔδειξεν.

Jo 5, 30 〈Τὸ καθὼς ἀκούω κρίνω〉 τινὲς ἐξειλήφασιν, ὅτι παιδεύων ἡμᾶς μηδὲν πλέον τῶν φαινομένων καὶ λεγομένων ἐν ταῖς κρίσεσιν περιεργάζεσθαι καὶ 〈μὴ〉 ἐξ ὑπονοιῶν καὶ ἀνθρωπίνων λογισμῶν βλάπτειν καὶ λυμαίνεσθαι τοὺς κρινομένους, τὰ πολλὰ τῶν ἀνθρωπίνων λογισμῶν ὑπὸ φιλίας ἢ ἔχθρας τοῦ δικαίου παρέλκεσθαι καὶ παρασύρεσθαι δυναμένων. τούτου, φασίν, ἀπάγων ἡμᾶς ἔλεγεν, 〈ὅτι καθὼς ἀκούω κρίνω.〉 εἰ δὲ ἐγὼ «ὁ καρδιογνώστης» οὕτω δι᾽ αὐτὸ καὶ ἐν τοῖς φαινομένοις καὶ λεγομένοις τὴν κρίσιν ποιοῦμαι μηδὲν περαιτέρω τούτων πολυπραγμονῶν, οὐδὲ ὑμᾶς χρὴ παρὰ τὰ ὁρώμενα καὶ φαινόμενα καὶ λεγόμενα ἄλλο τι περιεργάζεσθαι καὶ τοῖς οἰκείοις θαρρεῖν λογισμοῖς καὶ τούτοις ἐπιτρέπειν τὴν τῶν ἀδήλων κρίσιν. οὕτω μὲν οὖν τινες, οὐκ ἐμοὶ δοκοῦν. πρῶτον μὲν γὰρ πολλαχοῦ φαίνεται ὁ δεσπότης ὅτι οὐκ ἔκρινεν, 〈καθὼς〉 ἤκουεν, ἀλλ᾽ ὡς «καρδιογνώστης θεός», οἷον ὅτε τῇ γυναικὶ ἔλεγεν «καλῶς εἴπας, ὅτι οὐκ ἔχεις ἄνδρα· πέντε γὰρ ἔχεις», καὶ ὅτε ἔλεγεν «ἄρτι πιστεύετε», ἐλεύσεται ὥρα ὅτε πάντες ὑμεῖς διασκορπισθήσεσθε καὶ μυρία ἄλλα, ὅτι οὐδὲ προύκειτο αὐτῷ σκοπὸς ἐνταῦθα τοιοῦτος, ἀλλὰ περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ καὶ ἰσότητος καὶ ἐξουσίας καὶ τοιούτων. τί οὖν ἐστιν 〈καθὼς ἀκούω κρίνω; καθὼς ἀκούω,〉 φησίν, παρὰ τοῦ πατρὸς 〈κρίνω;〉 τοῦτ᾽ ἔστιν ὥσπερ ἐκεῖνος κρίνει, οὕτω κἀγώ.

ὥσπερ δὲ τὸ «δείκνυσιν αὐτῷ» καὶ τὸ «δείξει αὐτῷ» καὶ «ἔδωκεν αὐτῷ ἐξουσίαν» θεοπρεπῶς ἐξειλήφαμεν, μᾶλλον δὲ ὥσπερ ταῦτα ἡ τοῦ λόγου ἀκολουθία θεοπρεπῶς ἐκλαβεῖν ἐκπαιδεύει καὶ ἀπαιτεῖ, οὕτω καὶ τὸ 〈καθὼς ἀκούω κρίνω〉 θεοπρεπῶς ἐκληφθήσεται· ἐπειδὴ γὰρ εἶπεν, «ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται» οὐ τοῦ πατρός, ἀλλὰ τῆς τοῦ υἱοῦ φωνῆς εἰπὼν τοῦτο τὸ ὑψηλὸν καὶ θεοπρεπὲς περὶ αὐτοῦ, εὐθὺς ἐπήγαγεν καὶ ὃ εἰς τιμὴν συνετέλει τοῦ πατρὸς οἷον οὐκ ἀφῄρηται τὴν κρίσιν ὁ πατήρ, ἀλλ᾽ ἐγὼ κρίνων σύμφωνον αὐτῷ ἐκφαίνω τὴν ψῆφον.

Jo 5, 31—34 Ἢ μᾶλλον ἄν τις εἴποι, ὅτι τὸ 〈ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ〉 καὶ τὰ ἑξῆς, οὐκ ἔστιν κατὰ ἀπόφασιν οὐδ᾽ ὡς ἐκ τοῦ δεσπότου προτεινόμενον, ἀλλ᾽ ὡς ἐξ ἀντιθέσεως τῶν Ἰουδαίων καὶ παρ᾽ ἐκείνων προαγόμενον· ἐπειδὴ γὰρ καὶ πολλὰ καὶ ὑψηλὰ εἶπεν ὁ δεσπότης περὶ ἑαυτοῦ, ὅτι «ὁ μὴ τιμῶν» αὐτὸν ὡς τὸν πατέρα οὐδὲ «τὸν πατέρα τιμᾷ», ὅτι «ὁ τὸν λόγον» αὐτοῦ «ἀκούων εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν», ὅτι «οἱ νεκροὶ» ἀκούοντες «τῆς φωνῆς» αὐτοῦ ζήσονται καὶ τὰ τοιαῦτα. ἐπειδὴ οὖν ταῦτα λέγοντος ἐδάκνοντο οἱ Ἰουδαῖοι καὶ ἔμελλον λέγειν αὐτῷ· σὺ 〈περὶ〉 σεαυτοῦ μαρτυρεῖς, ἡ 〈μαρτυρία〉 σου 〈οὐκ ἔστιν ἀληθής·〉 τοῦτο γὰρ καὶ ἀλλαχοῦ πεποιήκασιν. ταύτην οὖν τὴν ἀντίθεσιν προλαμβάνων οὐδ᾽ ἐπὶ ταύτῃ δείκνυσιν αὐτοὺς λόγον ἔχοντάς τινα, οἷον· ἐρεῖτέ μοι, φησίν, ὅτι ταῦτα λέγων ἐγὼ 〈μαρτυρῶ περὶ ἐμαυτοῦ〉 καὶ ἡ 〈μαρτυρία μου οὐκ ἔστιν ἀληθής,〉 ἀλλὰ καὶ αὕτη ὑμῶν ἡ πρόφασις ἐκκέκοπται· οὐ γὰρ 〈ἐγώ〉 εἰμι μόνος ὁ μαρτυρῶν 〈περὶ ἐμαυτοῦ,〉 ἀλλὰ καὶ ὁ Ἰωάννης, ὃν ὑμεῖς ἐθαυμάζετε καὶ ἀξιόπιστον ἡγεῖσθε. καὶ τί λέγω Ἰωάννης; ἀλλὰ καὶ αὐτὸς ὁ πατὴρ διὰ τοῦ πνεύματος ἐμαρτύρησεν, οὗτινος ὑμεῖς οὔτε τῆς μαρτυρίας ἐγένεσθε ἀκροαταὶ οὔτε νῦν οὔτε πάλαι οὔτε ὀρθὴν ὑπόληψιν περὶ τῆς μακαρίας αὐτοῦ καὶ ἀκηράτου οὐσίας ἐκτήσασθε.

καὶ ἐνταῦθα μὲν δι᾽ ἐνστάσεως αὐτῶν τὴν νομιζομένην ἀντίθεσιν ἤλεγξεν. προϊὼν δὲ καὶ δι᾽ ἀντιπαραστάσεως καταβάλλει αὐτὴν λέγων· εἰ καὶ 〈ἐγὼ〉 μόνος ἐμαρτύρουν 〈περὶ ἐμαυτοῦ,〉 οὐδὲ τοῦτο ὑμῖν ὤφειλεν εἶναι πρόφασις ἀπιστίας· οὐ γὰρ ὥσπερ τῶν ἀνθρώπων ἐστὶν ἡ περὶ αὐτῶν 〈μαρτυρία〉 ψευδής, ἀλλὰ παναληθεστάτη ἐστὶν ἡ ἐμή.

Jo 5, 31—34 〈Ἐὰν〉 γάρ τις ὑπὲρ ἑαυτοῦ μαρτυρῇ ὅσον εἰς ἀνθρωπίνην ὑπόληψιν καὶ κρίσιν, 〈οὐκ ἔστιν ἀληθὴς〉 αὐτοῦ ἡ 〈μαρτυρία.〉 τοῦτο οὖν καὶ ὁ κύριος πρὸς τὴν ἐκείνων ὑπόληψιν δηλῶν ἔλεγεν· 〈ἐὰν ἐγὼ〉 μόνος, φησίν, 〈μαρτυρῶ περὶ ἐμαυτοῦ.〉 ἴσως ἐξῆν ἡμῖν κατὰ τὰς ἀνθρωπίνους ὑπονοίας ἀπιστεῖν τῇ μαρτυρίᾳ ὡς μὴ οὔσῃ ἀληθινῇ. νῦν δέ, φησίν, καὶ αὐτὴ ὑμῶν ἡ πρόφασις διακέκοπται· οὐ γὰρ μόνος ἐγὼ 〈περὶ ἐμαυτοῦ μαρτυρῶ,〉 ἀλλὰ κἀκεῖνος, ὃν ὑμεῖς ἀξιόπιστον ὑπειληφότες τὴν ἐρώτησιν προσηγάγετε, ὥστε καὶ ἐκ τοῦ τὸν Ἰωάννην παράγειν μαρτυρίαν καὶ ἐκ τοῦ εἰπεῖν 〈ὑμεῖς ἀπεστάλκατε〉 σαφῶς δείκνυται, ὅτι πρὸς τὴν ἐκείνων ὑπόληψιν καὶ ἀσθένειαν οὕτω τὸν λόγον προήνεγκεν, καὶ τὸ ἐπαγόμενον δέ· 〈ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ταῦτα〉 δὲ εἶπον, τοῦτ᾽ ἔστι διὰ τοῦτο τὸν Ἰωάννην προέφερον ὑμῖν εἰς μαρτυρίαν, 〈ἵνα ὑμεῖς σωθῆτε,〉 τρανῶς τὴν εἰρημένην παρέστησεν ἔννοιαν, ὅτι πρὸς τὴν ἐκείνων ὑπόληψιν καὶ ἀσθένειαν οὕτω τοῖς λόγοις ἐχρήσατο.

Jo 5, 32—33 〈Καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία〉 αὐτοῦ ἀντὶ τοῦ 〈καὶ οἶδα ὅτι〉 οὐκ ἂν οὐδ᾽ ὑμῖν ἀρνηθείη ὡς 〈ἀληθής ἐστιν ἡ μαρτυρία〉 αὐτοῦ, ἂν ἄρα μὴ ἑαυτοῖς μάχησθε· 〈ὑμεῖς〉 γὰρ ἀξιόπιστον αὐτὸν ὑπειληφότες ἀπεστείλατε ἐρωτῶντες αὐτόν. καὶ αὐτὸς ἐμαρτύρησε τῇ 〈ἀληθείᾳ,〉 τῇ 〈ἀληθείᾳ〉 δέ, φησίν, ὅτι καὶ πρὸ τῆς Ἰωάννου μαρτυρίας αὐτοαλήθεια ἦν καὶ τῆς ἑτέρων οὐκ ἐδεῖτο μαρτυρίας. οὐκοῦν 〈οἶδα,〉 φησίν, ἂν εὐγνωμονῆτε, 〈ὅτι〉 καὶ ὑμῖν 〈ἀληθής ἐστιν ἡ μαρτυρία〉 αὐτοῦ.

Jo 5, 36—39 Ὡς ἀκόλουθον τοῖς εἰρημένοις τίθησι τὸ 〈οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε〉 καὶ τὰ ἑξῆς. τὸ δὲ 〈ἑωράκατε.〉 ὡς καὶ προϊών φησιν ἐκληπτέον «ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα» ἀντὶ τοῦ οὐκ ἔχετε ὀρθὴν δόξαν καὶ ὑπόληψιν θεοπρεπῆ περὶ αὐτοῦ, κἂν αὐτὸν ἐκδικεῖν σχηματίζησθε. πῶς δὲ ὡς ἀκόλουθον; ἐπειδὴ εἶπεν, ὅτι ὁ 〈πέμψας με πατήρ, αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοῦ〉 καὶ ὅτι 〈τὰ ἔργα, ἃ ἔδωκέν μοι〉 ποιεῖν 〈ὁ πατήρ,〉 ἐκεῖνα 〈μαρτυρεῖ περὶ ἐμοῦ, ὑμεῖς〉 δὲ οὐδ᾽ οὕτω 〈πιστεύετε,〉 δῆλον 〈ὅτι,〉 ὡς ἔοικεν, φησὶν 〈οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε,〉 οὐδὲ τήν, ὅτε ἔλεγεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα», οὐδὲ περὶ τῆς μακαρίας αὐτοῦ καὶ ἀπαθοῦς καὶ παντοκρατορικῆς φύσεως οὐδὲν ὀρθὸν ὑπολογίζεσθε· ἢ γὰρ ἂν 〈τὰ ἔργα,〉 ἃ ἐγὼ 〈ποιῶ,〉 ἐκείνης μόνης τῆς αὐθεντίας καὶ ἐξουσίας ὀρθῶς κρίναντες εἶναι οὐκ ἂν ἐμὲ τὸν υἱὸν αὐτοῦ τὰ αὐτὰ πράττοντα τῷ πατρὶ ἀντίθεον ἐβλασφημεῖτε. ὁρᾶς πῶς ὡς ἀκόλουθον εἴρηται. τὸ δὲ οὐδέποτε 〈ἀκηκόατε〉 οὐ νῦν φησιν, ἀλλ᾽ οὐδὲ ὅτε τῷ Μωυσῇ ἐλάλει· πῶς γὰρ οἵ γε παραυτίκα μοσχοποιήσαντες καὶ μετὰ ταῦτα δεξάμενοι τὰς νουθεσίας καὶ μυριάκις εἰς εἰδωλολατρείαν ἐκπορνεύσαντες;

διὸ ἀληθῶς οὔτε τότε οὔτε νῦν 〈οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε〉 οὔτε τὴν περὶ αὐτὸν ὀρθὴν δόξαν καὶ ἀδιάστροφον ἐν καρδίᾳ ἐφυλάξατε καὶ διὰ τοῦτο οὐδὲ τοὺς πάλαι περὶ τοῦ υἱοῦ προρρηθέντας χρησμοὺς 〈ἔχετε〉 μένοντας 〈ἐν ὑμῖν〉 οὔτε τὴν νῦν εἰρημένην τῷ πατρὶ μαρτυρίαν, ἀλλ᾽ εἰ βούλοισθε, κἂν γοῦν ὀψέ ποτε, διαβλέψαι πρὸς τὴν ἀλήθειαν καὶ μαθεῖν, ὅτι πάλαι ταῦτα προκατήγγελται 〈περὶ ἐμοῦ, ἐρευνᾶτε τὰς γραφάς·〉 μὴ γὰρ κἀνταῦθα λέγων δοκῶ ὑμῖν ἀσύμφορα λέγειν, οὐχὶ καὶ ὑμῖν δοκεῖ ἐν αὐτοῖς 〈ζωὴν〉 εὑρίσκειν.

Jo 5, 41—42 Εἰ 〈δόξαν παρὰ ἀνθρώπων〉 οὐ λαμβάνεις, διὰ τί λέγεις ταῦτα; δι᾽ ὑμᾶς φησιν, «ἵνα» ἐπιστραφῆτε καὶ «σωθῆτε»· θεωρῶ γὰρ ὑμᾶς παντάπασιν τῆς πρὸς τὸν θεὸν ἀγάπης ἀπανεστηκότας, ὅτι ἐμὲ τὸν ἐν τῷ ὀνόματι αὐτοῦ παραγεγονότα ἀπωθεῖσθε· πῶς γὰρ ἔνι λέγειν ἀγαπᾶν τὸν θεὸν καὶ πατέρα, τὸν δὲ ἐξ αὐτοῦ ἐληλυθότα ἀποπέμπεσθαι καὶ μισεῖν;

Jo 5, 43 Τοῦτ᾽ ἔστιν οὐ τῇ ὀρθῇ κρίσει περὶ θεοῦ προσέχετε, ἀλλὰ ἅπερ ἂν ἀκρίτως ὑμῖν νομισθῇ, εἰς τοῦτο φέρεσθε συρρέοντες, δέον μὴ προλήψει ματαίᾳ δουλεύοντας τῆς περὶ θεὸν ὀρθῆς δόξης διαπίπτειν καὶ ἀποσφάλλεσθαι, ἀλλὰ ταύτην ἑδραίως ἐν ἑαυτοῖς λαβόντας καὶ ἔχοντας τὰς κενὰς ὑπολήψεις διωθεῖσθαι καὶ ἀποπέμπεσθαι.

Jo 5, 44 〈Δόξαν παρ᾽ ἀλλήλων λαμβάνοντες〉 ἀντὶ τοῦ ἀρέσκειν ἀλλήλους ζητοῦντες. Jo 6, 6 〈Πειράζων〉 ἐκεῖνον, οὐχ ὥστε αὐτὸς μαθεῖν· αὐτὸς γὰρ ᾔδει αὐτὸν ἀκριβῶς «ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν», ἀλλ᾽ ὥστε τὸν Φίλιππον παιδαγωγηθῆναι καὶ ὠφεληθήσεσθαι.

Jo 6, 6 〈Ἢ πειράζων〉 εἴρηται ἀντὶ τοῦ γυμνάζων αὐτὸν τοὺς λογισμοὺς αὐτοῦ διανιστῶν καὶ πρὸς ἐπίγνωσιν τῆς δεσποτικῆς ἐξουσίας χειραγωγῶν· καὶ γάρ ἐστιν παρὰ τῇ γραφῇ τὸ τοιοῦτον τῆς λέξεως σημαινόμενον.

Jo 6, 42—44 Τῶν Ἰουδαίων εἰπόντων 〈οὐχ οὗτος ὁ υἱὸς Ἰωσὴφ〉 αὐτὸς μὲν οὐκ ἀποκρίνεται αὐτοῖς ἐξ εὐθείας καὶ ἁπλῶς οὕτω λέγων, ὅτι οὐκ εἰμὶ 〈υἱὸς〉 τοῦ 〈Ἰωσήφ.〉 τὸ αὐτὸ δὲ τοῦτο δίδωσιν αὐτοῖς ἐννοεῖν· ἐκείνων γάρ, ὡς ἔφημεν, λεγόντων αὐτὸν υἱὸν τοῦ 〈Ἰωσὴφ〉 αὐτός φησιν· 〈οὐδεὶς δύναται ἐλθεῖν πρὸς ἐμέ, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν,〉 μονονουχὶ λέγων 〈πατέρα〉 ἐμὸν λέγετε τὸν 〈Ἰωσήφ, πατὴρ〉 ἐμός ἐστιν, ἐξ οὗ ἐξῆλθον καὶ κατεπέμφθην ὑμῖν, ὁ ἐν οὐρανοῖς κατοικῶν καὶ δεσπόζων τοῦ παντός. διὰ τοῦτο δ᾽ ἔτι καλεῖτέ με υἱὸν τοῦ 〈Ἰωσὴφ〉 καὶ ἀνάξια φθέγγεσθε περὶ ἐμοῦ, ὅτι ὁ ἀληθινὸς καὶ οὐράνιος 〈πατὴρ〉 οὔπω εἵλκυσεν ὑμᾶς εἰς τὸ ἐπιγνῶναί με γνήσιον αὐτοῦ υἱόν. ὅταν δὲ ἑλκύσῃ, γνώσεσθε. ἑλκύει δέ, ὅταν ἀξίους ἑαυτοὺς παρασκευάσητε, ὅταν πίστει προσέλθητε, ὅταν γαστριμαργίαν καὶ ἀλαζονείαν καὶ οἴησιν ἀπορρίψαντες εὐήνιον τὸν αὐχένα τῇ εὐαγγελικῇ καὶ σωτηρίῳ ζεύγλῃ ὑποβάλητε.

τότε οὖν ἑλκυσθέντας εἰσδέξομαι κἀγὼ καὶ 〈ἀναστήσω〉 ὑμᾶς 〈ἐν〉 τῇ 〈ἐσχάτῃ ἡμέρᾳ.〉 Jo 6, 44—48 Εἶπεν 〈οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν,〉 ἅμα μὲν δεικνύς, ὅτι τοσοῦτον ἀπέχει τοῦ λυπεῖν τὸν θεὸν ἐφ᾽ οἷς λέγει τε καὶ ποιεῖ, ὃ ἐκεῖνοι ἐνεκάλουν, ὥστε οὐδὲ πείθεταί τις τοῖς ὑπ᾽ αὐτοῦ λεγομένοις καὶ πραττομένοις, εἰ 〈μὴ ὁ πατὴρ〉 ἑλκύσει καὶ συμβιβάσει αὐτόν, ἅμα δὲ κἀκείνους ἐλέγχων, ὅτι ὡς ἀνάξιοί εἰσι τοῦ ἑλκυσθῆναι ὑπὸ τοῦ πατρός, διὰ τοῦτο οὐκ ἔρχονται πρὸς αὐτόν. εἶπεν οὖν, ὅτι 〈οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν.〉 πῶς οὖν ἑλκύσει; διδάσκων φησίν· 〈ἔσονται〉 γὰρ 〈πάντες διδακτοὶ θεοῦ.〉 προφητῶν ὁ λόγος, χρησμοὶ θεῖοι ἄνωθεν προανεφώνησαν ταῦτα. δῆλον δέ φησιν, ὅτι πᾶς ὁ ἀκούων διδάσκοντος τοῦ πατρὸς 〈καὶ μαθὼν〉 οὗτος 〈ἔρχεται πρός με·〉 ὁ μὲν γὰρ 〈πατὴρ〉 πάντας ἑλκύει, πάντας διδάσκει, ἀλλ᾽ οὐ πάντες μανθάνουσιν. ὁ δὲ 〈μαθὼν〉 ἐκεῖνος 〈ἔρχεται πρός με.〉 ἀλλὰ πῶς ἔστι μαθεῖν παρὰ τοῦ πατρός, ὅτι 〈τὸν πατέρα οὐδεὶς ἑώρακεν;〉 εὐκόλως φησὶν ἐξ ἑτοίμου· ὁ γὰρ ἑωρακὼς αὐτὸν καὶ ὑπάρχων ἐξ αὐτοῦ ὡς ἐκ πατρὸς αὐτὸς τὴν πατρικὴν διδασκαλίαν διδάσκει. χρὴ οὖν αὐτῷ πείθεσθαι καὶ ὑπακούειν· τὰ γὰρ πατρικὰ διδάγματα ἀπαγγέλλει. τί δὲ διδάσκει; «ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν».

διδάσκει ὁ υἱὸς περὶ τοῦ πατρὸς καὶ ὁ λαβὼν ὀρθὴν ἔννοιαν περὶ τοῦ πατρὸς ἐχειραγωγήθη καὶ εἱλκύσθη καὶ πρὸς τὴν ἀληθινὴν γνῶσιν τοῦ υἱοῦ. καὶ γὰρ ὁ 〈μαθὼν〉 ὅτι ὁ 〈πατὴρ〉 ἀσώματος, δημιουργὸς ἀΐδιος, ἀπαθῶς γεννῶν, ἀχρόνως, ἀρεστῶς ὑπὲρ νοῦν, συνεπιγινώσκει καὶ ἑλκύεται εἰς τὸ εἰδέναι, ὅτι καὶ ὁ ἐκ τούτου τοῦ πατρὸς προελθὼν υἱὸς καὶ ἀσώματος ὁμοίως καὶ δημιουργὸς καὶ συναΐδιος καὶ ἀπαθῶς γεννηθεὶς καὶ ἀρεστῶς καὶ ἀχρόνως καὶ ὑπὲρ νοῦν. ὁρᾷς πῶς ὁ 〈πατὴρ〉 διδάσκει διὰ τοῦ υἱοῦ περὶ αὐτοῦ, ἡ δὲ τοῦ πατρὸς γνῶσις ὅπως ἑλκύει ἐπὶ τὴν ὁμοίαν γνῶσιν πάλιν τοῦ υἱοῦ. καλῶς ἄρα καὶ εἴρηται, ὅτι καὶ ὁ 〈πατὴρ〉 διδάσκει περὶ τοῦ υἱοῦ καὶ πάλιν, ὅτι ὁ υἱὸς διδάσκει περὶ τοῦ πατρός· «καὶ» γὰρ «οὐδεὶς ἐπιγινώσκει», φησίν, «τὸν πατέρα, εἰ μὴ ᾧ ἂν» ἀποκαλύψῃ «ὁ υἱὸς» καὶ 〈οὐδεὶς ἔρχεται πρὸς〉 τὸν υἱόν, εἰ 〈μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν·〉 εἰ γὰρ ἑτέρου γνῶσις ἀληθινὴ καὶ τὴν τοῦ ἑτέρου ἐπεισάγει. ὥσπερ ἡ τινὸς τούτων ἀγνωσία ἀγνωσίαν κατηγορεῖ καὶ τὴν περὶ ἑτέρου ἔχειν τοὺς οἰομένους εἰδέναι, ὅπερ ἔπασχον οἱ Ἰουδαῖοι βλασφημοῦντες τὸν υἱὸν καὶ φρεναπατῶντες ἑαυτοὺς εἰδέναι 〈τὸν πατέρα〉 καὶ εἰς ἐκδίκησιν ἐκείνου ἐπιμαίνεσθαι τῷ υἱῷ. ἀλλ᾽ οὕτω μὲν ταῦτα.

εἰ δέ τις καὶ κατὰ τὸ πρόχειρον ἐκλάβοι, ὅτι 〈οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν,〉 τοῦτ᾽ ἔστιν ἄνευ τῆς τοῦ πατρὸς εὐδοκίας καὶ συνεργείας καὶ οὐκ ἔρρωται ἡ διάνοια. ὁμοίως δὲ δυνατὸν ἐκλαβεῖν καὶ τὸ «οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ᾧ ἂν ὁ υἱὸς» ἀποκαλύψῃ. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν εἰς τὴν τοῦ πατρὸς ἡμᾶς ἀνάγων διδασκαλίαν εἰς σεαυτὸν πάλιν παραπέμπεις, εἴπερ σὺ ἑώρακας καὶ σὺ μέλλεις ἡμῖν τὴν πατρικὴν διδασκαλίαν ἀναπτύσσειν καὶ μάτην ἤρτησας ἡμᾶς ἐκείνῃ τῇ ἐλπίδι καὶ ἐπαγγελίᾳ. ἵνα οὖν μή τινες τοιούτοις ὀκλάζωσι λογισμοῖς, παρρησιαστικώτερον καὶ μετὰ τῆς θεοπρεποῦς ἐξουσίας φησίν· 〈ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ζωὴν ἔχει〉 καὶ 〈ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.〉 οἷον κιβδήλοις καὶ ἀνθρωπίνοις διασαλεύεσθε λόγοις, ἐγὼ ἐπὶ τὸ ὑμῶν συμφέρον, ἐπὶ τῇ σωτηρίᾳ τῇ ὑμετέρᾳ λέγω, ἐπὶ τῇ ὑμῶν αἰωνίῳ ζωῇ. γνῶτε καὶ μάθετε ἀφέντες τοὺς ματαίους λογισμούς, ὅτι ὁ 〈πιστεύων εἰς ἐμὲ ζωὴν ἔχει· ἐγὼ〉 γάρ 〈εἰμι ὁ ἄρτος τῆς ζωῆς〉 καὶ ἑξῆς.

Jo 6, 57 〈Κἀγὼ ζῶ διὰ τὸν πατέρα.〉 οἷον ἐπεὶ ὁ 〈πατὴρ ζῶν〉 ἐστι 〈κἀγὼ〉 διὰ τὸ ὁμοούσιον αὐτὸν ἐμοὶ εἶναι ὡσαύτως 〈ζῶν〉 εἰμι 〈καὶ ὁ τρώγων με〉 καὶ ἐν ἑαυτῷ λαμβάνων τῆς ἐμῆς σαρκὸς τὴν οὐσίαν ζήσεται διὰ ταύτην αὐτήν· ταύτην γὰρ 〈τρώγων〉 ἐμὲ τρώγει καὶ διὰ ταύτην 〈ζῶν〉 τὴν ἀληθινὴν ζωὴν δι᾽ ἐμὲ δῆλον ὅτι ζῇ.

Jo 6, 62—63 〈Ἐὰν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον,〉 ἄρα ἔτι ἐν τῷ σκανδαλίζεσθαι μενεῖτε καὶ οὐδὲ τότε ἐπιγνώσεσθε, ὅτι 〈τὸ πνεῦμα〉 ζωοποιεῖ, ἡ δὲ σαρκικὴ μελέτη καὶ βιωτικὴ διάνοια 〈οὐδὲν ὠφελεῖ〉 καὶ ὅτι 〈τὰ ῥήματα, ἃ ἐγὼ〉 λέγω 〈ὑμῖν,〉 πνευματικά 〈ἐστιν.〉 αὐτὰ δὲ 〈πνεῦμά ἐστιν,〉 φησίν, οἷον οὐδὲν ἔχουσιν ἀνθρώπινον καὶ σαρκικόν.

Jo 6, 66—68 Οὐ πάντες ἐβλάβησαν, ἀλλ᾽ οἱ ἀμφίβολοι μᾶλλον ἠλέγχθησαν, οἱ δὲ γνησίως ἔχοντες καὶ ἐπὶ πλέον ἐστερεώθησαν. ἄκουσον εὐθέως Πέτρον ὅσον ἀπὸ τῶν ῥημάτων ὠφέληται, πῶς ἀναφθέγγεται καί φησιν· 〈πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ ἡμεῖς πεπιστεύκαμεν〉 καὶ ἑξῆς. ὥστε εἰ καί τινες ἀπὸ τῶν τοιούτων τοῦ δεσπότου ῥημάτων 〈εἰς τὰ ὀπίσω〉 ἀπέκλινον τῆς γνώμης αὐτῶν, ὅτι σαθρὰ ὑπῆρχεν, ἐξελεγχθείσης, ἀλλ᾽ οὖν οἱ γνήσιοι μαθηταὶ ἀπ᾽ αὐτῶν μεγάλα ἐκέρδησαν. πολὺ ἄρα τὸ χρήσιμον τῶν τοιούτων ῥημάτων.