ἄλλοι δέ φασιν, ὅτι οὐ λέγει ὅλως πατέρα ἕτερον 〈διαβόλου〉 ἐνταῦθα, ἀλλὰ τὸν αὐτόν, φησίν, καὶ πατέρα καὶ διάβολον λέγει. διάβολον μέν, ὅπερ ἐστίν, πατέρα δὲ τῶν Ἰουδαίων δι᾽ ὧν αὐτὸν τοῖς ἔργοις οἰκειοποιήσαντο. καὶ τὰ ἐπαγόμενα δέ, φασίν, τοῦτο σαφῶς δείκνυσιν· 〈ἐκεῖνος〉 γάρ, φησίν, 〈ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ.〉 καὶ τίς ἐστιν ἄλλος, φησίν, τοιοῦτος, εἰ μὴ αὐτὸς ὁ διάβολος; πῶς οὖν, φησίν, τὸ ὁ 〈πατὴρ αὐτοῦ〉 ἐπαγόμενον νοήσωμεν; καλῶς καὶ ἀκολούθως· ἐπειδὴ γὰρ εἶπεν περὶ 〈τοῦ διαβόλου〉 ἃ εἶπεν καὶ ὅτι 〈ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν,〉 εἶτα λέγει καὶ περὶ τοῦ οἰκειοποιήσαντος αὐτὸν πατέρα, ὅτι κἀκεῖνος 〈ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ.〉 καὶ πῶς γέγονεν ἴδιον 〈τὸ ψεῦδος〉 τοῦ λαλοῦντος αὐτὸ παριστὰς ἐπήγαγεν· 〈ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.〉 πατρικόν ἐστιν, φησίν, 〈τὸ ψεῦδος, τοῦ διαβόλου〉 ἐστίν. διὰ τοῦτο λέγω ἴδιον αὐτὸ καὶ τοῦ υἱοῦ 〈αὐτοῦ〉 εἶναι. ἀλλὰ πῶς, φασίν, προχωρήσει τὸ 〈ἐκ τοῦ πατρὸς τοῦ διαβόλου;〉 οὐδὲν δύσκολον, ἀλλὰ καταλλήλως· 〈ὑμεῖς ἐκ τοῦ πατρός ἐστε,〉 φησίν· ποίου; 〈τοῦ διαβόλου·〉 ἵνα μὴ ᾖ 〈τοῦ πατρὸς〉 σχέσιν πρὸς τὸν διάβολον, ἀλλὰ πρὸς αὐτοὺς τοὺς Ἰουδαίους δηλοῦν· τοῦτο γὰρ καὶ ἐβούλετο δηλοῦν ὁ Χριστός, οὐχ ὅτι πατέρα ἔχει ὁ διάβολος, ἀλλ᾽ ὅτι αὐτοὶ τὸν διάβολον ἐκτήσαντο πατέρα.