Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στα κεφάλαια 12 και 13: Η κρίση του κόσμου, ο ιερός Νιπτήρας και η καινή εντολή

Σχολιασμός των γεγονότων πριν από το πάθος, της άκρας ταπεινοφροσύνης του Κυρίου, της πώρωσης του Ιούδα και της παράδοσης της εντολής της αγάπης στους μαθητές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 6 από 9

Jo 12, 21—23 Τίνα ἀκολουθίαν ἔχει τὸ εἰπεῖν τὸν Χριστόν· 〈ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ〉 καὶ τὰ ἑξῆς· τῶν γὰρ μαθητῶν ὡς εἰκὸς εἰπόντων, ὅτι θέλουσιν αὐτὸν οἱ Ἕλληνες 〈ἰδεῖν,〉 αὐτὸς ἔφη τὸ 〈ἐλήλυθεν.〉 τίνα οὖν ἀκολουθίαν ἔχει; πολλὴν μὲν οὖν· ἐπειδὴ γὰρ πρὸ τοῦ σωτηρίου σταυροῦ τοῖς ἰδίοις μόνοις ἐκήρυττεν, μετὰ τὸν σταυρὸν δὲ καὶ ὁ κόσμος ὅλος κατήκοος ἔμελλεν εἶναι τοῦ κηρύγματος, τῶν μαθητῶν εἰπόντων, ὅτι θέλουσί σε οἱ Ἕλληνες 〈ἰδεῖν,〉 μονονουχὶ αὐτοῖς ἀποκρίνεται, ὅτι ἔσται αὐτοῖς ὅπερ ἐπιζητοῦσι καὶ τεύξονται τῆς ἐπιθυμίας οὐκ εἰς μακράν· ἐφέστηκε γὰρ ὁ καιρὸς τοῦ σταυροῦ, μεθ᾽ ὃν οὐκέτι μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ Ἕλλησι καὶ παντὶ τῷ κόσμῳ ἡ εἰς ἐμὲ καταγγελθήσεται πίστις καὶ πᾶσιν ἡ τῆς σωτηρίας πύλη ἀναπετασθήσεται· «πορευθέντες» γάρ φησι «μαθητεύσατε πάντα τὰ ἔθνη». λίαν οὖν ἀκολούθως ὁ δεσπότης ἔφη πρὸς τοὺς μαθητὰς περὶ τῶν θελόντων αὐτὸν 〈ἰδεῖν〉 Ἑλλήνων· ὅτε 〈ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.〉 Jo 12, 27 Τὸ μὲν τεταράχθαι παράστασις τῆς ἀνθρωπίνης φύσεως, τὸ δὲ 〈σῷσόν με ἐκ τῆς ὥρας ταύτης〉 διδασκαλία ἡμετέρα τὸ δεῖν ἐν τοῖς πειρασμοῖς προσεύχεσθαι καὶ τὸ μὴ ἐπιρρίπτειν τούτοις προπετῶς ἑαυτόν· εἰ γὰρ σωθῆναι ἀπὸ τούτων δεῖ προσεύχεσθαι, πῶς ἐπιρρίπτειν οὐκ ἀποτρόπαιον;

τὸ δὲ 〈ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην,〉 ὅτι οὐ δεῖ ἐμπεσόντα παντὶ τρόπῳ τὴν ἀπαλλαγὴν ζητεῖν καὶ καταπίπτειν ἐν τούτοις καὶ ἀδημονεῖν· ὥσπερ γὰρ τὸ ἐπιρρίπτειν ἐπισφαλὲς καὶ θρασύ, οὕτως ἐμπεσόντα μὴ καρτερεῖν ἀνάνδρων καὶ μικροψύχων καὶ οὐδενὸς ἀξίων λόγου.

Jo 12, 31 〈Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου,〉 τοῦτ᾽ ἔστι νῦν κρίνεται καὶ διαδικάζεται ὁ κόσμος οὗτος. καὶ πρὸς τίνα δὲ κρίνεται; πρὸς τὸν ἄρχοντα αὐτοῦ. τίς δέ ἐστιν ὁ 〈ἄρχων τοῦ κόσμου;〉 ὁ διάβολος ὁ ἄρξας καὶ κυριεύσας αὐτοῦ ἐκ τῆς παραβάσεως καὶ τῶν ἐκεῖθεν αὐτοῖς πεπραγμένων θελημάτων αὐτοῦ. 〈κρίσις〉 μέν 〈ἐστι τοῦ κόσμου〉 καὶ πρὸς τὸν διάβολον. νικᾷ δὲ ὁ κόσμος καὶ ἡττᾶται ὁ 〈ἄρχων〉 αὐτοῦ. πῶς ἡττᾶται; ἐκβάλλεται τῆς ἐξουσίας αὐτοῦ καὶ τῆς ἀρχῆς. καὶ τίνα τρόπον καὶ διὰ τί; ὅτι λαβὼν ὑπεύθυνον τὸν Ἀδὰμ καὶ τοὺς ἐξ αὐτοῦ συνεξημαρτηκότας αὐτῷ καὶ διὰ τῆς ἁμαρτίας τῷ θανάτῳ παραπέμπων ἐτόλμησεν καὶ κατὰ τοῦ ἀνευθύνου καὶ ἀναμαρτήτου ἐμοῦ τὴν ὁμοίαν ἐπιδείξασθαι ἐξουσίαν καὶ προσέβαλλεν μὲν πρότερον πειρασμοῖς ἄρτους καὶ βασιλείας 〈κόσμου〉 καὶ ἄλλα ἁπτὰ προσάγων. ἐκεῖθεν δὲ ἀποκρουσθεὶς οὐ συνῆκεν οὐδ᾽ ἡσύχασεν, ἀλλ᾽ ἔτι ἀναισχυντεῖ καὶ ὡς ὑπεύθυνον καὶ ἡττημένον ὁ ἡττηθεὶς λαβὼν καὶ φθόνον ἐγείρει καὶ θάνατον κατὰ τοῦ νενικηκότος ἐμοῦ. ἐπεὶ οὖν εἰς τοῦτο ἀναισχυντίας καὶ τόλμης καὶ ἀδικίας προέβη, δικαίως ἀποστερεῖται καὶ ὧν ἐκυρίευσεν πρότερον· τῶν γὰρ ἄλλων ἦρχεν, ὅτι ὑπετάγησαν αὐτῷ. πῶς καὶ τὸν νενικηκότα ἐτόλμησεν ὑποχείριον ἐγχειρῆσαι ποιεῖν;

καλῶς οὖν ὁ δεσπότης φησίν· 〈νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου〉 καὶ 〈νῦν ὁ ἄρχων〉 αὐτοῦ 〈ἐκβληθήσεται ἔξω.〉 ἐν ἄλλοις δὲ τὴν αἰτίαν τῆς ἐκβολῆς αὐτοῦ λέγων φησίν· «καὶ εὑρήσει ἐν ἐμοὶ οὐδέν».

Jo 13, 1 〈Εἰς τέλος ἠγάπησεν αὐτοὺς〉 ἀντὶ τοῦ τελείως. τὸ δὲ 〈ἠγάπησεν〉 τοῦτ᾽ ἔστιν ἐπεδείξατο ἣν εἰς αὐτοὺς διάθεσιν καὶ ἀγάπην εἶχεν· τελειοτάτης γὰρ ὡς ἀληθῶς ἀγαπήσεως ἀπόδειξίς τε καὶ παράστασις τὸ νίψαι τὸν διδάσκαλον καὶ δεσπότην τῶν μαθητῶν καὶ δούλων τοὺς πόδας.

Jo 13, 1—3 Διὰ τί εἶπεν ὁ εὐαγγελιστής, ὅτι 〈εἰδὼς ὁ Ἰησοῦς, ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα;〉 ἵνα δείξῃ, ὅτι ἑκὼν καὶ εἰδὼς ἐπὶ τὸ πάθος ἔρχεται. λέγει δέ, ὅτι τοῦτο 〈εἰδώς,〉 ὅτι ἐνέστηκεν ἤδη, ἠθέλησεν ἀποκαλύψαι τὴν διάθεσιν καὶ τὴν ἀγάπησιν, ἣν περὶ τοὺς μαθητὰς εἶχεν. διὰ τί δὲ εἰπὼν τοῦτο πρὶν ἢ ἐμβαλεῖν 〈ὕδωρ〉 εἰς τὸ νίψαι; πάλιν ὥσπερ ἐπαναλαμβάνων λέγει 〈εἰδώς, ὅτι πάντα〉 δέδωκεν 〈αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας,〉 διότι μεταξὺ εἰρηκὼς ἦν τὴν τοῦ προδότου τόλμαν καὶ προδοσίαν. ἵνα οὖν μὴ τοῦτο ἀκούσας εἴπῃ τις· τί οὖν, πῶς οὐκ ἐρύσατο αὐτὸν ὁ πατὴρ ἐκ τῆς τοῦ Ἰούδα πονηρίας καὶ κακουργίας, εἰ ὅλως ἦν ἐκ τοῦ θεοῦ, εἰ ἐκεῖθεν ἦλθεν; ἵνα οὖν μὴ ᾖ ταῦτα λογισμοῖς τινων ἐνοχλοῦντά φησιν ὁ εὐαγγελιστὴς 〈εἰδώς, ὅτι πάντα〉 δέδωκεν 〈αὐτῷ,〉 τοῦτ᾽ ἔστιν τί λέγων τι διαλογίζῃ, ἄνθρωπε, τὰ ταπεινὰ καὶ ἀνάξια τῆς δεσποτικῆς αὐθεντίας; πάντα 〈εἰς τὰς χεῖρας〉 αὐτοῦ ἐδεδώκει ὁ 〈πατήρ,〉 τοῦτ᾽ ἔστιν ἐν ταῖς χερσὶν αὐτοῦ καὶ πρόχειρον καὶ ἕτοιμον ἦν καὶ τὸ ῥυσθῆναι αὐτὸν καὶ τὸ ἄρδην, εἰ βούλοιτο, πάντας ἀφανίσαι καὶ αὐτὴν τὴν γῆν ἐκ βάθρων ἀνατρέψαι, ἀλλ᾽ ὅμως καὶ τούτων καὶ τῶν ἄλλων πάντων πρόχειρον ἔχων τὴν ἐξουσίαν διὰ ταπεινώσεως καὶ εὐεργεσίας καὶ τὴν τοῦ Ἰούδα πώρωσιν ἠθέλησεν μαλάξαι καὶ τὴν εἰς τοὺς ἄλλους μαθητὰς ἀγάπην ἐνδεῖξαι.

Jo 13, 27 Εἰ καὶ μὴ τῆς δεσποτικῆς φωνῆς ἤκουσαν δηλούσης τὸν προδότην, ἀλλ᾽ οὖν πῶς γε οὐκ ἐστοχάσαντο διὰ τοῦ μόνῳ ἐκείνῳ ἐπιδοῦναι 〈τὸ ψωμίον〉 παρὰ τὸ ἔθος αὐτοῖς πρᾶγμα ἐπ᾽ αὐτὸν ὁρῶντες γινόμενον; πῶς οὐκ ἐστοχάσαντο ἀπὸ τῆς ὑπερβολῆς τοῦ τολμήματος; εἰ γὰρ καὶ ἤκουον τοῦ δεσπότου· «εἷς ἐξ ὑμῶν παραδώσει με», ἀλλ᾽ οὖν οὐκ ἤλπιζόν τινα εἰς τοιαύτην ὅλως ἐλάσαι ἀπόνοιαν καὶ ἀχαριστίαν καὶ μιαρίαν, ὥστε τηλικαῦτα εὖ παθόντα καὶ χαρισμάτων τοιούτων ἀξιωθέντα φόνῳ καὶ προδοσίᾳ τὸν εὐεργέτην ἀμείψασθαι, ἔκρινον δὲ τοῦτο οἱ μαθηταὶ ἀπὸ τῆς οἰκείας ἑκάστης εὐγνωμοσύνης καὶ τῆς πρὸς τὸν διδάσκαλον στοργῆς τε καὶ πίστεως καὶ τὸν Ἰούδαν τοιοῦτον ὑπολαμβάνοντες, ὅτι ὅπερ τις οὐκ ἐμελέτησεν οὐδ᾽ ἄλλον πράττειν ῥᾳδίως ὑπείληφεν.

Jo 13, 27—30 〈Μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ σατανᾶς,〉 τοῦτ᾽ ἔστιν ὅτε ἡ παντελὴς αὐτὸν κατεκράτησε πώρωσις· ἐπεὶ γὰρ αὐτὸν οὔτε οἱ κοινοὶ ἅλες οὔτε ἡ ἄφατος τοῦ δεσπότου περὶ τὸ νίψαι τοὺς τῶν δούλων πόδας ταπεινοφροσύνη οὔτε ἡ πρόγνωσις τῆς προδοσίας οὔτε ἡ ἐπ᾽ αὐτῇ ἀνεξιχνίαστος ἀνεξικακία καὶ μακροθυμία, ἀλλ᾽ οὐδὲ ἡ ἰδιάζουσα διὰ τῆς ἐπιδόσεως τοῦ ψωμίου φιλοφροσύνη, ἐπεὶ οὖν οὐδὲν τούτων ἐμάλαξεν αὐτοῦ τὴν ἀπόνοιαν καὶ σκληροκαρδίαν [ἐμάλαξεν], ἀλλὰ πάντα ταῦτα διὰ τῆς πωρώσεως ἀπεκρούσατο, τότε λοιπὸν πρὸς οἰκεῖον σκεῦος εἰσεπήδησεν ὁ σατανᾶς ἄγων καὶ περιάγων ὅποι βούλοιτο τὸν ἄθλιον ἐκεῖνον. πρὶν μὲν γὰρ προσβάλλων ἔξωθεν, οὐ σφόδρα περιεγίνετο αὐτοῦ, ὥστε καὶ πρὸς τὸ ἔργον ὁμόσε πεῖσαι χωρῆσαι, ἀλλὰ τοὺς μὲν λογισμοὺς ἐθόλου καὶ ἀνεκίνει κατὰ τοῦ δεσπότου, πρὸς δὲ τὴν τῆς πράξεως τόλμαν ἀναδυόμενον εἶχεν τέως καὶ ὀκνοῦντα.

ἐπειδὴ δὲ διὰ τῆς παντελοῦς πωρώσεως ὄργανον αὐτὸν ἐπιτήδειον ἀπειργάσατο, τότε κἀκεῖνος μετὰ θάρρους ἐπιπηδῶν καὶ ὅλως ἔνδον αὐτοῦ γεγονὼς καὶ πρὸς αὐτὴν τὴν πρᾶξιν καθάπτει· 〈λαβὼν〉 γάρ φησι 〈τὸ ψωμίον〉 εὐθέως 〈ἐξῆλθεν〉 καὶ τότε νυκτὸς οὔσης· οὐδὲ γὰρ τὸ ἄωρον τῶν νυκτῶν τὴν ἐπὶ μιαιφονίαν ὁρμὴν ὀργῶσαν κἂν ἐπὶ βραχὺ κατέσχεν, ἀλλ᾽ εὐθέως 〈ἐξῆλθέν〉 φησιν· 〈ἦν δὲ νύξ.〉 τὸ δὲ ὃ 〈ποιεῖς ποίησον τάχιον.〉 τοῦτο εἰώθαμεν καὶ ἐπὶ ταῖς πρὸς ἀλλήλους λέγειν κοινολογίαις οὐκ ἐπιτρέποντες τὴν πρᾶξιν, ἀλλὰ μᾶλλον ὡς προδήλως οὖσαν ἀτοπωτάτην σφοδρῶς ἀποτρέποντες· διττὴ γὰρ ἦν ἡ τε προτροπὴ καὶ ἡ ἀποτροπὴ ἑκατέρας αὐτῶν κατὰ διπλοῦν τρόπον σχηματιζομένης· ἀποτρέπομεν γὰρ ἐξ εὐθείας μὲν καὶ ὃ πλεῖστόν ἐστιν ἐν τῇ χρήσει λέγοντες· οὐδεὶς τόδε εἰπεῖν ἢ ποιῆσαι 〈τολμᾷ〉 καὶ μὴ εἴπῃς τόδε ἢ μὴ ποιήσῃς. ἀποτρέπομεν δὲ καὶ ἐπὶ τῶν σφόδρα ἀτόπων ὥσπερ ἐξ ἐπιτιμήσεως ἢ ἐξ εἰρωνείας εἰς καταφατικὸν σχῆμα τυποῦντες τὴν ἀποτροπὴν οἷον· εἰπὲ τόδε ἢ ποίησον τόδε, τοῦτ᾽ ἔστιν εἰπέ, ὅτι ἐξ ἀκαθάρτου πατρὸς ἔφυς ἢ τύπησόν σου τὸν πατέρα ἢ διόρυξον τοὺς νέους ἢ τοὺς ἀλλοτρίους γάμους· ταῦτα γάρ, εἰ καὶ καταφατικὸν ἔχουσι τὸ σχῆμα, ἀλλ᾽ οὖν πλέον ἀποτρέπουσιν ἢ εἰ ἀποφατικῶς προενεχθεῖεν.

ὡσαύτως δὲ πάλιν προτρέποντες καὶ ἐν ἀποφατικῷ καὶ ἐν καταφατικῷ προτρέπομεν σχήματι οἷον· τίμησόν σου τὸν πατέρα, δεῖ σε σωφρονεῖν καὶ τὰ ὅμοια. ἐν ἀποφατικῷ δέ· σὺ δὲ οὐκ εὐσεβήσεις; οὐ τὴν οὐσίαν τοῖς γονεῦσιν ἀπονείμαις; ἀντὶ τοῦ δεῖ σε ταῦτα ποιεῖν. τὰ τοιαῦτα δὲ καὶ συνεσχημάτισται τῷ ἐρωτηματικῷ τρόπῳ. ἀλλὰ δὲ καὶ χωρὶς ἀποφατικὰ ὄντα καθαρῶς προτροπὴν ἔχουσιν· μὴ εὐσέβει, μὴ τίμα γεννήτορας, μὴ ἐξέλῃς σεαυτὸν ἀγχόνης· εἰ γὰρ καὶ ἀποφατικὸν ἔχει τὸ σχῆμα, ἀλλ᾽ οὖν δριμέως καὶ ἐπιπληκτικῶς προτρέπεται ὡς εὐσεβεῖν δεῖ καὶ τιμᾶν γονεῖς καὶ ἐξαιρεῖν ἑαυτὸν θανάτου.

Jo 13, 31 Εἰ «οὐδεὶς ἔγνω τῶν» μαθητῶν, διὰ τί κατέπεσον αὐτῶν οἱ λογισμοί; ἢ οὐ τοῦτό φησιν, ὅτι τὴν προδοσίαν ὅλως οὐκ ἔγνωσαν· ἔγνωσαν γάρ, ἀλλ᾽ ὅτι «τίς ἐστιν» ὁ προδιδούς, οὐκ ἔγνωσαν οὔπω. κατέπεσον δὲ οὐδὲν ἧττον, εἰ καὶ μὴ τὸν προδιδόντα ᾔδεσαν. ἀλλ᾽ ὅτι ὅλως ἔμελλεν αὐτῶν ὁ διδάσκαλος καὶ ὁ δεσπότης προδίδοσθαι τοῖς Ἰουδαίοις μιαιφόνοις ἀνθρώποις καὶ κατὰ τοῦ σωτῆρος ἐκμεμηνόσιν, καὶ διὰ τοῦτο δεομένοις ἀναψυχῆς τινος καὶ παραμυθίας ἔλεγεν ὁ δεσπότης· 〈νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου〉 καὶ τὰ ἑξῆς.

Jo 13, 33 Τί δὲ 〈λέγω ὑμῖν,〉 ὅτι 〈ζητήσετέ με,〉 φησίν; 〈λέγω〉 δὲ 〈ὑμῖν〉 τοῦτο ὥσπερ προεῖπεν καὶ 〈τοῖς Ἰουδαίοις,〉 ἀλλ᾽ ἐκείνοις μὲν εἰπὼν ὁ δεσπότης τὸ «ζητήσετέ με» προσέθηκε καὶ τὸ «ὅπου ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν»· ἐκεῖνος μὲν γὰρ εἰς δόξαν ἄφραστον καὶ ζωὴν ἀκήρατον σταυρούμενος μεθίστατο, οἱ δὲ Ἰουδαῖοι τὸν βίον καταλύοντες τῷ θανάτῳ καὶ τῇ κολάσει παρεπέμποντο. διό φησιν· καὶ «ὅπου ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν». ἀλλ᾽ ἐκείνοις μὲν οὕτω φησίν, τοῖς δὲ μαθηταῖς· τί 〈ζητήσετέ,〉 φησίν. οὐκέτι δὲ προστίθησιν, ὅτι καὶ «ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν»· προειρήκει γὰρ αὐτοῖς· ὅτι «ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται» καὶ «ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ». καλῶς ἄρα νῦν τὸ 〈ζητήσετέ με〉 εἰπὼν οὐδὲν ἕτερον ὡς 〈τοῖς Ἰουδαίοις〉 προσέθηκεν. λέγει δὲ αὐτοῖς καὶ προαναφωνεῖ ταῦτα, ἵνα ὅταν ταῖς θλίψεσιν καὶ τοῖς πειρασμοῖς συνεχόμενοι ἐπιζητῶσιν αὐτόν, εὑρίσκωσιν ἀναψυχὴν καὶ παραμυθίαν αὐτὸ τοῦτο τὸ προειρῆσθαι αὐτοῖς καὶ προεγνωκέναι τὰ συμβησόμενα αὐτοῖς· ἢ προστίθησι καὶ ἐπὶ τῶν μαθητῶν καὶ τὸ 〈ὅπου ἐγὼ ὑπάγω〉 καὶ ἑξῆς, ἀλλὰ δι᾽ ἕτερον καὶ οὐχὶ τὸν αὐτὸν τρόπον.

Jo 13, 34 Τὸ 〈καθὼς ἠγάπησα ὑμᾶς〉 δύο ὑποσημαίνει. 〈καθὼς〉 προῖκα καὶ δωρεὰν μὴ προαγαπηθεὶς ὑφ᾽ ὑμῶν ἐγὼ προλαβὼν 〈ἠγάπησα ὑμᾶς,〉 οὕτω 〈καὶ ὑμεῖς〉 ὀφείλετε 〈ἀλλήλους〉 ἀγαπᾶν προφθάνοντες 〈ἀλλήλους〉 εἰς αὐτὸ τοῦτο. ἀλλὰ δεῖ πῶς ἀγαπᾶν, μέχρι τίνος καὶ τοῦτο; 〈καθὼς〉 ἐγὼ 〈ἠγάπησα ὑμᾶς〉 μέχρι θανάτου· ἐγὼ γὰρ οὕτως 〈ἠγάπησα ὑμᾶς〉 ὥστε τὸν ὑπὲρ ὑμῶν ἀναδέχομαι θάνατον.