Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Υπόμνημα στα κεφάλαια 21-24: Έλεγχος των Φαρισαίων και εσχατολογικές προοπτικές

Ανάλυση της διδασκαλίας κατά της υποκρισίας των θρησκευτικών ηγετών του Ισραήλ, προβολή της αληθινής ταπεινοφροσύνης και προφητείες για την έλευση του Υιού του Ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 7 από 8

Mt 21, 44 〈Ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν〉· καὶ γὰρ καὶ ἐπὶ τὸν θάνατον πεσὼν τῇ σαρκὶ καὶ τάφῳ καλυφθεὶς ἐλίκμησεν αὐτοῦ τὴν ἰσχὺν καὶ τοῦ ᾅδου τὴν τυραννίδα κατέλυσεν καὶ τὰ βασίλεια αὐτοῦ πάντων τῶν κατεχομένων ἐκένωσεν συναναστήσας αὐτῷ τοὺς ἐξ αἰῶνος ἅπαντας κατεχομένους νεκρούς.

Mt 23, 2—5 〈Τὸ δεσμεύουσιν φορτία βαρέα καὶ δυσβάστακτα〉 οὐχ ἁπλῶς φησιν ὁ δεσπότης, ὅτι 〈βαρέα〉 τυγχάνει 〈καὶ δυσβάστακτα〉, ἀλλὰ τὰ τῇ αὐτῶν ἐκείνων τῶν ἱερέων κρίσει 〈βαρέα〉 φανέντα 〈καὶ δυσβάστακτα〉· ἃ γὰρ 〈αὐτοὶ〉 οὐδὲ 〈τῷ δακτύλῳ〉 κινοῦσιν, τοῦτ᾽ ἔστιν οὐδὲ ἀπάρχονται πράττειν, πῶς οὐχὶ 〈βαρέα καὶ δυσβάστακτα〉 νομίζεσθαι πεποιήκασιν; ἀλλ᾽ οὗτοι 〈βαρέα καὶ δυσβάστακτα〉 δι᾽ ὧν οὐ πράττουσιν ἐπιδείξαντες ὅμως ἐπιτιθέασιν αὐτὰ τοῖς ἄλλοις πράττειν ἀπαραιτήτως βιαζόμενοι. διὸ πράττειν μὲν ὁ δεσπότης τὰ παρ᾽ αὐτῶν προσταττόμενα τοῖς ὄχλοις ἐπιτρέπει καὶ ταῦτα δὲ οὐχ ἁπλῶς, ἀλλ᾽ ὅσα τῆς Μωσαϊκῆς 〈καθέδρας〉 ἄξια· διὰ τοῦτο γὰρ καὶ ταύτην προέταξεν εἰπών· 〈ἐπὶ τῆς καθέδρας Μωυσέως〉 καὶ ἑξῆς· οὐ γὰρ ὅσα αὐτοῖς ἐπινενόηται ταῦτα ποιεῖν κελεύει (ταῦτα γὰρ προδιήλεγξεν παραδόσεις ἀνθρώπων εἰπὼν ἐπὶ παραλύσει τῶν ἐντολῶν τοῦ θεοῦ) οὐδὲ τὰ μικροπρεπῆ ταῦτα καὶ παιδαγωγικὰ καὶ ἀνάξια πολιτείας τελείας καὶ ὑψηλῆς, οἷα τὰ περὶ βρωμάτων καὶ σαββάτων παρατηρήσεως καὶ τὰ ὅμοια· καὶ γὰρ καὶ ταῦτα προεξέβαλεν· τούτων γὰρ ἐργάται ἀκριβεῖς ὑπῆρχον οἱ ἱερεῖς. ποῖα οὖν προστασσόντων τῶν γραμματέων ὁ δεσπότης κελεύει τὸν ὄχλον ποιεῖν; ἐκείνα, ὡς ἔφαμεν, ὅσα τῆς Μωσαϊκῆς 〈καθέδρας〉 ἄξια, τοῦτ᾽ ἔστιν ὅσα δύναται ψυχὴν σαλευομένην καὶ ὀκλάζουσαν ὑποστηρίζειν καὶ ἐνδυναμοῦν.

ταῦτα δέ ἐστιν ἡ πρὸς θεὸν ἀγάπη εἰλικρινής, ἡ πρὸς τὸν πλησίον καὶ ἁπλῶς ὅσα συνᾴδει τῇ νομοθεσίᾳ τῆς χάριτος· ἅπερ οὐ μόνον οὐκ ἐξέβαλλεν ὁ δεσπότης, ἀλλὰ καὶ βεβαίως φυλάττεσθαι παρέδωκεν, ἅτινα οὐδὲ 〈τῷ δακτύλῳ〉 φησὶν 〈θέλειν〉 τοὺς ἱερέας 〈κινεῖν〉, ἐξ ὧν αὐτὰ καὶ 〈βαρέα καὶ δυσβάστακτα〉 καὶ τοῖς ἄλλοις νομίζεσθαι πεποιήκασιν. ταῦτα πάντα, φησίν, ἂν λέγωσιν ὑμῖν οἱ ἱερεῖς ποιεῖν, ποιεῖτε μὴ ἔχοντες προφάσεως ἀναβολήν, ὅτι ἐκεῖνοι οὐ ποιοῦσιν· καὶ γὰρ οὐδὲ 〈κατὰ τὰ ἔργα〉 αὐτῶν καὶ ὑμᾶς ποιεῖν ἐπιτάσσω· τοὐναντίον δὲ καὶ ἀποτρέπω. 〈κατὰ τὰ ἔργα αὐτῶν〉, φησίν, 〈μὴ ποιεῖτε〉. πῶς οὖν ἃ 〈λέγουσιν〉 ποιεῖν κελεύεις; ἀκολούθως λίαν, ὅτι αὐτοὶ ἃ 〈λέγουσιν οὐ ποιοῦσιν〉, ἐν τούτῳ μόνῳ δοκοῦντες εὐδοκιμεῖν, ἐν τῷ τὰς ἐντολὰς τοῦ θεοῦ ἄλλοις ἀναγγέλλειν. εἰ δὲ καὶ ἔπραττον, ἃ ἔλεγον, καὶ ἃ πράττουσιν προσέταττεν ἂν μιμεῖσθαι. διὰ τοῦτο δὲ ταλανίζει αὐτοὺς ὁ δεσπότης, ὅτι ᾔδεσαν αὐτοὶ τὰς ἐντολάς, ὅτι οὐκ ἔπραττον εἰδότες, ὅτι βαρὺ αὐτοῖς καὶ δυσβάστακτον, δι᾽ ὧν οὐκ ἔπραττον, ἐποίουν φορτίον, ὅτι καὶ ἃ ἔπραττον εὐτέλειαν ἔχοντα καὶ ταπεινότητα ἰουδαϊκὴν καὶ αὐτὰ οὐχ ὡς ἐντολὴν ἐποίουν, ἀλλ᾽ ὥστε τοῖς ὁρῶσιν ἀρέσαι.

Οὐχ ἁπλῶς φησιν ὁ κύριος, 〈βαρέα〉 τυγχάνει 〈καὶ δυσβάστακτα〉, ἀλλὰ κατὰ τὴν τῶν ἱερέων κρίσιν βαρέα φανέντα 〈καὶ δυσβάστακτα〉· ἃ γὰρ 〈αὐτοὶ〉 οὐδὲ 〈τῷ δακτύλῳ〉 κινοῦσιν, τοῦτ᾽ ἔστιν οὐδὲ ἀπάρχονται πράττειν, ταῦτα τοῖς ἑτέροις ποιεῖν ἐπιτάττουσιν.

Mt 23, 8—10 Μὴ διδασκάλους ἑαυτοὺς καινῶν δογμάτων χειροτονήσητε· πάντων γὰρ τῶν καλῶν καὶ θείων μαθημάτων ἐγὼ ὑμῖν ὁ 〈Χριστός〉 εἰμι 〈καθηγητὴς〉 καὶ διδάσκαλος, 〈ὑμεῖς δὲ ἀδελφοὶ〉 καὶ τὰ αὐτὰ παρειλήφατε δόγματα καὶ 〈ἀδελφοὶ〉 διὰ τοῦτο χρηματίζετε «πατέρα» κοινὸν τὸν «ἐν οὐρανοῖς πατέρα» κτησάμενοι. ὥσπερ οὖν ὁ «πατέρα» ἄλλον παρὰ τὸν «ἐν οὐρανοῖς» ἐπιζητῶν καὶ καλῶν ἐκπίπτει τῆς θαυμασίας ἐκείνης συγγενείας τῶν ἀδελφῶν ἀφαιρούμενος δηλονότι καὶ τὴν τῶν δογμάτων ἀδελφότητα, οὕτως καὶ ὁ τὸν κοινὸν καθηγητὴν παρωσάμενος καὶ ἐκφύλων μαθημάτων καθηγητὴν ἑαυτὸν προστησάμενος ἐξοστρακίζει ἑαυτὸν τῆς τῶν δογμάτων ἀδελφότητος καὶ τῆς συγγενείας τῶν ἀδελφῶν, ὧν «ὁ ἐν οὐρανοῖς πατὴρ» κοινὸς ὑπάρχει πατήρ. δείκνυσιν δὲ διὰ τούτων, ὅτι, εἰ καὶ αὐτός ἐστιν ὁ διδάσκαλος, ἀλλ᾽ οὖν τὰ διδάγματα αὐτοῦ εἰς υἱοθεσίαν ἄγει τοὺς ἀνθρώπους τοῦ θεοῦ καὶ πατρός. καὶ εἰ ἐκεῖνος υἱοποιεῖται τοὺς ἀνθρώπους, ἀλλ᾽ οὖν οὐκ ἄνευ τῆς διδασκαλίας καὶ προσενέξεως τοῦ υἱοῦ, πανταχοῦ τὸ σύμφωνον καὶ ὁμόγνωμον καὶ ἰσότιμον αὐτοῦ τε καὶ τοῦ πατρὸς ἀναδεικνύς.

Mt 23, 11—12 Ἐπειδὴ τοὺς εἰς καινότητα δογμάτων ἐκφερομένους ἔστιν ὡς ἐπίπαν ἰδεῖν κενοδοξίας καὶ ἀλαζονείας ἔρωτι εἰς τοῦτον τὸν ὄλεθρον συμποδιζομένους, ἐκκόπτει λοιπὸν καὶ τὴν ἀρχὴν καὶ ῥίζαν τῆς κενοδοξίας ἀμφιστόμῳ καὶ ἠκονημένῃ μαχαίρᾳ· καὶ γὰρ εἰ δόξης καὶ πρωτείων ἐρᾷς, τὴν τῶν διακόνων καὶ ὑστέρων τάξιν ἐπιζήτει, τοῦτ᾽ ἔστιν ταπεινοφροσύνην ἄσκει· διὰ ταύτης γάρ ἐστιν τυχεῖν τῶν ὡς ἀληθῶς πρωτείων καὶ τῆς ἀνεκφράστου δόξης. εἰ ἐρῶμεν δόξης τυχεῖν καὶ πρωτείων, μισήσωμεν δόξαν καὶ πρωτεῖα· εἰ δὲ οὐδὲ οὕτως πείθεσθε καταφρονεῖν δόξης καὶ πρωτείων, γινώσκετε ὅτι εἰς τοὐναντίον τὰ τῆς σπουδῆς ὑμῖν περιτραπήσεται· ταπεινωθήσεσθε γάρ· καὶ γὰρ ὁ ὑψῶν 〈ἑαυτὸν ταπεινωθήσεται〉. οἱ δὲ τὰς ἐντολάς μου φυλάξαντες καὶ ταπεινωθέντες ὑψωθήσονται· πᾶς γὰρ ὁ ταπεινῶν ἑαυτὸν 〈ὑψωθήσεται〉· ἡ γοῦν ταπείνωσις σύμβολον τῆς τῶν δογμάτων φυλακῆς, ἡ φυλακὴ δὲ σύνδεσμος τῆς συγγενείας τῶν ἀδελφῶν, ἡ δὲ τὸν οὐράνιον πατέρα δείκνυσιν· ἀγαπήσωμεν ἐκ καρδίας τὴν ταπεινοφροσύνην.

Mt 23, 15 〈Τὸ υἱὸν γεέννης〉 ἀντὶ τοῦ· οὕτως ἔχειν οἰκείως δι᾽ ὧν ἁμαρτάνει πρὸς τὴν γέενναν παρασκευάζετε ὡς υἱὸς πρὸς τὴν τεκοῦσαν μητέρα. τὸ δὲ 〈διπλότερον ὑμῶν〉 τὴν ἄκραν αὐτῶν περὶ τοῦ προσηλύτου ῥᾳθυμίαν καὶ ἀμέλειαν δηλοῖ, ὅτι κἂν ἴδητε αὐτὸν 〈διπλότερον ὑμῶν〉 ἐξαμαρτάνοντα καὶ διὰ τοῦτο 〈διπλότερον ὑμῶν υἱὸν γεέννης〉 γινόμενον οὐκ ἐπιστρέφεσθε καὶ διορθοῦσθε, ἵνα διὰ τῆς ὑμῶν ἐπιστροφῆς καὶ διορθώσεως κἀκείνοις μικρᾶς τινος μεταβολῆς ἀφορμὴν καὶ ἐπιμελείας δωρήσησθε. καίτοι εἰ μή τι ἄλλο τὴν ὑμετέραν σπουδὴν καὶ τὸν ἀγῶνα, ἃ καταβάλλειν ὑμῖν ἔθος εἰς 〈τὸ ποιῆσαι προσήλυτον〉, ἔδει αἰσχυνθῆναι καὶ δυσωπηθῆναι καὶ μὴ σπένδειν μὲν ὑπερβαλλόντως καὶ ἀγωνιᾶν καὶ πάντα πράττειν πρὸ τοῦ ποιῆσαι, ἀμελεῖν δὲ καὶ ὑπερορᾶν, ἀλλὰ καὶ εἰς κακίαν ἐπιτρίβειν μετὰ 〈τὸ ποιῆσαι〉. 〈Υἱὸν γεέννης〉 γίνεσθαι τινά φησιν διὰ τὸ ἔχειν οἰκείως πρὸς τοὺς Φαρισαίους κακῶς διακειμένους· ὡς γὰρ ὁ υἱὸς πρὸς τὴν μητέρα ἔχει, οὕτως ὁ μανθάνων πρὸς τὸν διδάσκαλον. τὸ δὲ 〈διπλότερον ὑμῶν〉 τὴν ἄκραν αὐτῶν περὶ προσηλύτους ῥᾳθυμίαν καὶ ἀμέλειαν ἐνδείκνυται.

Mt 23, 29—32 〈Οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν〉 καὶ ἑξῆς ἀντὶ τοῦ· πληθύνετε καὶ ἐποικοδομεῖτε δι᾽ ὧν καὶ αὐτοὶ προφήτας καὶ δικαίους πρόθυμοί ἐστε ἀποκτενεῖν, καίτοι λέγοντες ὅτι 〈εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν〉 καὶ ἑξῆς. 〈ὥστε μαρτυρεῖτε ἑαυτοῖς〉 ἐξ ὧν τε πληθύνειν καὶ ἐποικοδομεῖν τάφους προφητῶν καὶ δικαίων ἐπιθυμεῖτε, ἐξ ὧν τε λέγετε, ὅτι 〈εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων〉 καὶ ἑξῆς. δι᾽ ἀμφοῖν οὖν μαρτυρεῖτε, 〈ὅτι υἱοὶ〉 τῶν προφητοκτόνων 〈ἐστέ〉. διὸ καὶ δικαίως αὐτοὺς ὁ δεσπότης ταλανίζει, ὅτι ἃ ἐκάκιζον πράττειν ἐπεθύμουν. διὸ καὶ ἐπάγει· 〈καὶ ὑμεῖς πληρώσατε〉 καὶ ἑξῆς ἀντὶ τοῦ· ὅπερ τῇ μελέτῃ καὶ τοῖς πονηροῖς λογισμοῖς καὶ τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ διεπράξατε, 〈πληρώσατε〉 κατὰ 〈τὸ μέτρον τῶν πατέρων ὑμῶν〉, τοῦτ᾽ ἔστιν εἰς ἔργον αὐτὸ καὶ πρᾶξιν ὁρωμένην ἐξάγοντες· καὶ γὰρ 〈μέτρον〉 ἦν τοῖς πατράσιν αὐτῶν τῆς κατὰ τῶν προφητῶν ἀγανακτήσεως καὶ ὕβρεως ὁ βίαιος καὶ δι᾽ ἀτιμίας θάνατος, ὃν οὗτοι κατὰ τοῦ κοινοῦ τῶν ὅλων δεσπότου ἐκμανέντες ἐξεπλήρωσαν.

τὸ δὲ 〈καὶ ὑμεῖς πληρώσατε〉 οὐκ ἐπιτάττοντός ἐστιν, ἀλλὰ ἀποτρέποντος μᾶλλον καὶ κωλύοντος· καὶ γὰρ οὐ μόνον ἐξ ἀποφάσεως πολλάκις κωλύειν εἰώθαμεν, οἷον μὴ ποιήσῃς τόδε, ἀλλ᾽ ἐνίοτε καὶ ἐκ καταφάσεως καὶ τότε μάλιστα ἡνίκα ἐστὶν πρόδηλος ἡ ἀτοπία τῆς πράξεως· ἐπὶ γὰρ τῶν τοιούτων καὶ διὰ τῶν ἐναντίων τὴν ἀποτροπὴν ἐκτελεῖν εἰώθαμεν, οἷον ποίησον τόδε, ἄνελε σαυτόν, ἄνελε τὸν σαυτοῦ πατέρα, ἀπότρεχε εἰς τὸν τῆς θαλάσσης βυθόν· ταῦτα γάρ τισιν ἐπιτιμῶντες λέγομεν ἄντικρυς ἀποτρέποντες κατὰ τὴν πρόδηλον μέν, σιωπωμένην δὲ δι᾽ αὐτὸ τοῦτο τὴν διάνοιαν, οἷον εἰ οὐκ αἰσχύνῃ, εἰ οὐ πέφρικας, ἄνελε τὸν πατέρα, εἰ μέμηνας, εἰ ἐξέστηκας, ἄνελε σαυτόν· ῥῖψον σεαυτὸν κατὰ κρημνοῦ, εἰ τολμᾷς. διὸ καὶ ὁ δεσπότης καὶ προεπιτιμήσας διὰ τὸ υἱοὺς αὐτοὺς τῶν προφητοκτόνων εἰπεῖν καὶ πικρότερον ἐπικαθαψάμενος μέσον τέθεικεν τὸ 〈πληρώσατε〉· ὅπερ ἀποτρέποντος καὶ κωλύοντος ἦν οὐχ ὅτι αὐτὸς ἐδεδίει τὸν θάνατον, ἀλλ᾽ ὅτι τῆς ἐκείνων ἐφρόντιζε σωτηρίας. 〈Οἰκοδομεῖτε τοὺς τάφους〉, φησίν, πληθύνοντες ἅμα καὶ δεικνύντες τὴν τόλμαν τῶν προγόνων καὶ πρόθυμοι ὄντες παραπλησίως ἐκείνοις προφήτας τε καὶ δικαίους ἀποκτενεῖν.

διὸ καὶ μαρτυρεῖτε τοῖς προγόνοις ὡς ἀσεβέσι ποθοῦντες ὅμοιοι ἐκείνοις γίνεσθαι. 〈καὶ ὑμεῖς πληρώσατε〉, φησίν, 〈τὸ μέτρον τῶν πατέρων ὑμῶν〉, τοῦτ᾽ ἔστιν ὅπερ τῇ διανοίᾳ ὑμῶν τῇ πονηρᾷ καὶ τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ διαπράξασθαι βούλεσθε, 〈πληρώσατε〉 αὐτὸ κατὰ 〈τὸ μέτρον τῶν πατέρων ὑμῶν〉, ἤγουν εἰς ἔργον φανερὸν καὶ πρᾶξιν ὁρωμένην ἐξαγάγετε· 〈μέτρον〉 γὰρ ἦν τοῖς πατράσιν αὐτῶν κατὰ τῶν προφητῶν ὁ δι᾽ ὕβρεως καὶ ἀτιμίας θάνατος. τοῦτο δὲ οὐκ ἐπιτάττοντός ἐστιν, ἀλλὰ προτρέποντος μᾶλλον· καὶ γὰρ πολλάκις εἰώθαμεν κωλύειν τινὰς οὐκ ἀπαγορεύοντες τὸ ἔργον, ἀλλὰ μᾶλλον διεγείροντες πρὸς αὐτό.

Mt 24, 28 Ὥσπερ τὰ τῶν πτηνῶν σαρκοβόρα ἐπὶ τὰ πεπτωκότα σώματα τρέχει, οὕτως καὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐρχομένου πάντες οἱ 〈ἀετοὶ συναχθήσονται〉 ἐπ᾽ αὐτὸν ἤτοι οἱ εἰς τὰ ὑψηλὰ πετόμενοι καὶ ἀνωτάτω τῶν ἐπιγείων πραγμάτων.