Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Υπόμνημα στα κεφάλαια 26-28: Το Πάθος, η Σταύρωση και η Ανάσταση του Κυρίου

Ερμηνευτικά σχόλια στην προσφορά του μύρου, την άρνηση του Πέτρου, τα σωτηριώδη γεγονότα της Σταύρωσης και την ανάθεση της οικουμενικής ιεραποστολής στους μαθητές μετά την Ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 8 από 8

Mt 26, 6—13 Δείκνυται ἡ γυνὴ μετὰ πολλῆς καὶ ἀφάτου πίστεως προσιοῦσα τῷ Χριστῷ ἔκ τε τοῦ πανευλαβῶς προσελθεῖν καὶ ἐκ τοῦ 〈μύρον〉 προσενεγκεῖν καὶ ἐκ τοῦ ὑπὲρ ἁμαρτιῶν προσελθεῖν καὶ ἐκ τοῦ ἐλπίζειν τῆς ἀφέσεως τυχεῖν καὶ οὐχ ὡς ἄνθρωπον ψιλόν, ἀλλ᾽ ὡς κρείττονα πολλῷ τῆς ἀνθρωπίνης φύσεως ἡγησαμένη.

Ἐκ πολλῶν δείκνυται ἡ γυνὴ μετὰ πολλῆς καὶ ἀφάτου πίστεως προσιοῦσα τῷ Χριστῷ· καὶ πρῶτον μὲν ἐκ τοῦ εὐλαβῶς εἰσελθεῖν πρὸς αὐτόν, εἶτα καὶ ἐκ τοῦ προσενεγκεῖν 〈τὸ μύρον〉 καὶ ἔτι ἐκ τοῦ ὑπὲρ ἁμαρτιῶν αἰτῆσαι· τὸ δὲ ἀκροτελεύτιον ἐκ τοῦ ἐλπίζειν τῆς ἀφέσεως τυχεῖν.

Mt 26, 6—13 Καὶ ταύτης τὴν διάθεσιν ὁ καρδιογνώστης θεὸς ἡμῶν εἰδὼς καὶ ἀνέχεται τῷ προσαχθέντι μύρῳ τὴν κεφαλὴν ἐπιχεθῆναι καὶ ἀποδέχεται ἐκ τηλικαύτης διαθέσεως προελθοῦσαν τῆς γυναικὸς τὴν πρᾶξιν· 〈καλὸν γάρ〉, φησίν, 〈ἔργον〉 ἐποίησεν· ἀπὸ γὰρ καλῆς καὶ θαυμασίας αὐτὸ γνώμης διεπράξατο ἔχουσα παραδείγματα τήν τε «στήλην», ἣν ἤλειφεν ὁ Ἰακὼβ τῷ θεῷ καὶ τὰ προσφερόμενα ἐν ταῖς θυσίαις ἔλαια τῷ θεῷ. ἀλλ᾽ ὁ μὲν δεσπότης ὡς πάντα εἰδὼς οὕτω καὶ τῆς γυναικὸς ἀπεδέξατο τὴν πρᾶξιν. οἱ δὲ μαθηταὶ τὸ φαινόμενον μόνον ὡς ἄνθρωποι ὁρῶντες τὴν τοῦ μύρου κένωσιν ἐπετίμων τὸ γινόμενον, οὐχ ἁπλῶς δέ, ἀλλ᾽ εἰς τὴν τῶν πενήτων αὐτὸ εὐποιΐαν φάσκοντες ἐχρῆν διαπραθῆναι καὶ 〈δοθῆναι〉· τοῦτο γὰρ ἦσαν μεμαθηκότες ὑπὸ τοῦ διδασκάλου περισπούδαστον ὑπάρχειν θεῷ τὴν περὶ τοὺς δεομένους ἐλεημοσύνην· «ἔλεος» γάρ, φησίν, «θέλω καὶ οὐ θυσίαν» καὶ τοῖς ἐλεήσασιν εἰς κληρονομίαν ἑτοιμάσθαι τὴν οὐράνιον βασιλείαν ἔναγχος ἦσαν ἀκηκοότες καὶ μυρία ἄλλα.

οὐ πάντες δὲ οἱ μαθηταὶ ὁμοίως ἀγανακτοῦντες λέγουσιν· 〈εἰς τί ἡ ἀπώλεια〉 τοῦ μύρου καὶ ἑξῆς, ἀλλ᾽ οἱ μὲν ἄλλοι φροντίδι καὶ προκρίσει ἐλεημοσύνης, ὁ δὲ Ἰούδας παραπέτασμα μὲν τὴν ἐλεημοσύνην ποιεῖται, ἔρωτι δὲ φιλαργυρίας τὴν ἀγανάκτησιν ἐπεδείκνυτο· τοῦτο γὰρ καὶ ὁ Ἰωάννης ἐδήλωσεν παραπλησίᾳ πράξει, ἣν ἡ τοῦ Λαζάρου ἀδελφὴ Μαρία ἐποίησεν ἑστιωμένου τοῦ δεσπότου ἐν τῇ οἰκίᾳ Μάρθας καὶ αὐτῆς τοῦ Λαζάρου οὔσης ἀδελφῆς· καὶ γὰρ καὶ τότε ἡ Μαρία μύρον ἐκένωσεν ἐπὶ «τοὺς πόδας τοῦ Ἰησοῦ» καὶ οἱ μὲν ἄλλοι μαθηταὶ οὐδὲν φαίνονται εἰπόντες ἅτε δὴ μὴ πρόχειροι ὄντες μηδὲ προπετεῖς τοῖς τοιούτοις ἐπιτιμᾶν. ὁ δὲ ἀναίσχυντος Ἰούδας καὶ ἐπ᾽ ἐκείνης τῆς πράξεως τὴν αὐτὴν ῥήξας ὁρᾶται φωνήν· «διὰ τί γὰρ τοῦτο τὸ μύρον οὐκ ἐπράθη καὶ ἐδόθη πτωχοῖς». διὸ ἐπήγαγεν ὁ εὐαγγελιστής· «οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾽ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον» εἶχεν· πῶς γὰρ ἂν ἔμελεν αὐτῷ περὶ τῶν πτωχῶν τῷ καταφρονητῇ τῶν διδασκαλικῶν ἐντολῶν, ἐξ ὧν καὶ ἡ περὶ τῶν πτωχῶν ἐγκατεβάλλετο φροντίς. ἀγανακτοῦσιν μὲν οὖν ὡς ἔφην κοινῶς οἱ μαθηταί, οὐχὶ πάντες δὲ ὡσαύτως οὐδ᾽ ἀπὸ τῆς αὐτῆς καὶ ὁμοίας διανοίας, ἀλλὰ οἱ μὲν ἄλλοι ἐλεημοσύνης τε πολὺν λόγον ἔχοντες καὶ μηδὲ ἐναντία λέγειν δοκοῦντες τῆς τοῦ δεσπότου γνώμης, εἰ γυναῖκα ἐπιτιμῶσιν κατεγνωσμένην τοιαῦτα τολμῶσαν.

διὸ οὐδὲ φαίνονται ἐνοχλήσαντες πρὶν τῇ παραπλήσιον αὐτῇ ποιησάσῃ Μαρίᾳ τῇ τοῦ Λαζάρου ἀδελφῇ ἐπ᾽ εὐλαβείᾳ καὶ βίου σεμνότητι μαρτυρουμένῃ. ὁ δὲ Ἰούδας φλεγμαῖνον ἔχων ἀεὶ τὸ τῆς φιλαργυρίας πάθος πανταχοῦ ἀγανακτεῖ ἀποστερούμενος τοῦ κέρδους. διὸ καὶ ὁ δεσπότης πρὸς τὴν ἐκείνων τε καὶ τούτου διάνοιαν ἀφορῶν δύο ἐπάγει αἰτίας, ὅτι μὴ δεῖ ἐπιτιμᾶν τῇ γυναικί· μίαν μὲν ὅτι 〈καλὸν ἔργον〉 ἐποίησεν, ὃ τοῖς εὐγνώμοσιν τῶν μαθητῶν ἐξήρκει μόνη ἡ τοῦ διδασκάλου μαρτυρία. ἑτέραν δέ, ὅτι εἰς «τὸν ἐνταφιασμόν» μου τοῦτο 〈πεποίηκεν〉, ὅπερ ἄντικρυς εἰς τὸν Ἰούδαν ἀπείρηται οἷον· σὺ ταύτην ἐπιτιμᾷς τὴν γυναῖκα καὶ ἐλεημοσύνης προσποιεῖ φροντίζειν; ὁ εἰς τὸν θάνατον τρέχων τὸν ἐμόν, ὁ κατὰ τοῦ εὐεργέτου φονῶν ἀναξίαν ταύτην κρίνεις 〈μύρον〉 μοι ἐπιχέειν, ὁ τὴν σφαγὴν καὶ τὸν τάφον καὶ τὰ ἐντάφια φανταζόμενος καὶ διαμελετῶν· ἐλεᾷς πτωχὸν ὁ τὸν μὴ ἔχοντα «τὴν κεφαλὴν ποῦ κλίνῃ» πιπράσκων· οἰκτείρεις ἄλλον ὁ τὸν διδάσκαλον προδιδούς· τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῆς τοῦ Λαζάρου ἀδελφῆς ἔλεγεν πρὸς αὐτόν, ὅτε μόνος αὐθαδείᾳ γνώμης καὶ καταφρονήσει τοῦ διδασκάλου καὶ πάθει φιλαργυρίας ἔφασκεν· «διὰ τί μὴ ἐπράθη τοῦτο τὸ μύρον καὶ ἐδόθη πτωχοῖς»;

καὶ γὰρ καὶ τότε φησίν· «ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό», διὰ πάντων αὐτὸν ἀνακόπτων τῆς ἐγχειρήσεως καὶ πονηρᾶς προαιρέσεως καὶ πρὸ ὀφθαλμῶν ἄγων ἃ ἐμελέτα τε καὶ ἔμελλεν πράττειν. ἀλλ᾽ οὐδὲν ὀνίνησιν ψυχὴν φιλαργυρίᾳ καὶ ἀπογνώσει σὺν ἀπονοίᾳ καταποθεῖσαν· καὶ «τοὺς πτωχοὺς» δὲ «πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε» τῆς αὐτῆς ἐννοίας ἐξῆπται. τί, φησίν, τοὺς πτωχοὺς προφασίζῃ, εἰ ἐμὲ ὀλίγον συνδιαιτηθέντα χρόνον καὶ ταχὺ ἀφεστάναι μέλλοντα οὕτως βαρὺν καὶ φορτικὸν ἡγήσω, ὥστε καὶ εἰς θάνατον προδιδόναι καίτοι μυρίων ἀπολαύσας ἀγαθῶν; εἰς οὓς καὶ τὰ σὰ δεῖ σε κενοῦν καὶ μεθ᾽ ὧν ὅλον συναναστρέφεσθαι τὸν βίον ἀνάγκη, τούτους σὺ ἀβαρῶς οἴσεις καὶ ἐλεεῖν προθυμηθήσῃ;

Δεῖ δὲ εἰδέναι, ὅτι τρεῖς φαίνονται γυναῖκες παρὰ τοῖς εὐαγγελισταῖς ἀλείψασαι τὸν κύριον μύρῳ καὶ αἱ τρεῖς ἀπὸ πολλῆς πίστεως καὶ διαπύρου πόθου, πρώτη ἡ παρὰ τῷ Λουκᾷ, δευτέρα ἡ παρὰ τῷ Ἰωάννῃ καὶ τρίτη ἡ παρὰ τῷ Ματθαίῳ καὶ Μάρκῳ· οὗτοι γὰρ οἱ δύο τῆς αὐτῆς μνημονεύουσιν. ἀλλ᾽ ἡ μὲν παρὰ τῷ Ἰωάννῃ ἐπ᾽ εὐλαβείᾳ ἐγνωρίζετο, αἱ δὲ ἄλλαι δύο τῶν κατεγνωσμένων ἐτύγχανον. καὶ ἡ μὲν ἐν τῇ οἰκίᾳ τῆς οἰκείας ἀδελφῆς Μάρθας ἐπέχεεν τὸ μύρον· τῶν δὲ ἡ μὲν 〈ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ〉, ἡ δὲ ἐν οἰκίᾳ τοῦ Φαρισαίου. καὶ ἡ μὲν εὐχαριστήριον ἄγουσα τῆς ἐγέρσεως τοῦ ἀδελφοῦ Λαζάρου ἐπιχέει τὸ μύρον, τούτων δὲ ἑκατέρα ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν. καὶ ἐξ ἄλλων δὲ ἔστιν ἰδεῖν τὴν διαφορὰν τῶν τριῶν· ἡ μὲν γὰρ «πρὸ ἓξ ἡμερῶν τοῦ» νομικοῦ «πάσχα» πρόσεισιν τῷ Ἰησοῦ· ἡ δὲ πρὸ δύο ἡμερῶν, ἡ δὲ ἔμπροσθεν πολλῷ χρόνῳ [ὡς] ἡ παρὰ τῷ Λουκᾷ. καὶ ἡ μὲν «πρὸ ἓξ τοὺς πόδας ἀλείφει» μὴ κλαίουσα· εὐφροσύνης γὰρ καὶ εὐεργεσίας τετελεσμένης τὸ γινόμενον χαριστήριον ἦν. ἡ δὲ πρὸ δύο ἡμερῶν οὐ κλαίει μὲν οὐδ᾽ αὐτὴ τῇ ζεούσῃ πίστει καὶ τῷ πολλῷ πόθῳ ὅλη ἀναφλεχθεῖσα, ὑπὸ πολλῆς δὲ τῆς προθυμίας καὶ δὴ καὶ τῆς πρὸς τὸν δεσπότην εὐλαβείας οὐδὲ ἀλείφειν καὶ ἐφάπτεσθαι τοῦ δεσποτικοῦ καὶ ἀχράντου σώματος ἐπιχειρεῖ, ἀλλ᾽ ὅλον ἀθρόον συντρίψασα τὸ 〈ἀλάβαστρον〉 ἐπιχέει τῇ δεσποτικῇ 〈κεφαλῇ〉.

ἡ μέντοι παρὰ τῷ Λουκᾷ «τοὺς πόδας ἀλείφει μύρῳ», δάκρυσιν δὲ μιγνῦσα τὸ μύρον. καὶ αὐτὴ μὲν «ταῖς θριξὶν ἐξέμασσεν τοὺς πόδας» τοὺς δεσποτικοὺς ὡς καὶ ἡ τοῦ Λαζάρου ἀδελφή, ἡ δὲ τὸ 〈ἀλάβαστρον〉 συντρίψασα καὶ ἐπιχέασα τῇ 〈κεφαλῇ〉 οὐδὲ προσψαῦσαι ὡς ἔφαμεν ἐτόλμησεν. καὶ ἐπὶ μὲν τῇ τοῦ Λαζάρου ἀδελφῇ ὁ Ἰούδας μόνος ἠγανάκτει καὶ διεγόγγυζεν, ἐπὶ δὲ τῇ συντριψάσῃ τὸ 〈ἀλάβαστρον〉 καὶ 〈οἱ〉 λοιποὶ 〈μαθηταί〉. ἐπὶ δὲ τῇ παρὰ τῷ Λουκᾷ οὐδεὶς μὲν τῶν μαθητῶν, ὁ δὲ ὑποδεξάμενος εἰς τὴν οἰκίαν Φαρισαῖος, ὃν ἔδει μᾶλλον χαίρειν καὶ πλέον καταρτίζεσθαι τῇ πίστει, ὅτι ἐπιστρέφοντας ἐξ ἁμαρτιῶν ἑώρα, αὐτὸς μόνος ἐσκανδαλίζετο. καὶ ταύτῃ μὲν εἴρηται· «ἀφέωνταί» σοι «αἱ ἁμαρτίαι» σου καὶ «ἡ πίστις σου σέσωκέν σε, πορεύου εἰς εἰρήνην», τῇ δὲ συντριψαμένῃ τὸ 〈ἀλάβαστρον〉 εἴρηται, ὅτι 〈ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ καὶ ὃ ἐποίησεν αὕτη〉 κηρυχθήσεται, οὐχὶ ἀποστερῶν δὲ θατέραν τὴν μισθαποδοσίαν θατέρας· καὶ γὰρ ἑκατέρα τῶν ἁμαρτιῶν τὴν ἄφεσιν εὕρηται καὶ διὰ τῆς πράξεως 〈ἐν ὅλῳ τῷ κόσμῳ〉 κηρύσσεται καὶ μακαρίζεται τούτων ὁμοίως ἑκάστη, ἀλλ᾽ ἑκατέρᾳ τούτων τὸ μᾶλλον ἁρμόζον εἰς παραμυθίαν ῥηθῆναι τοῦτο εἰπών· καὶ γὰρ ἐκείνῃ μὲν ἐπετίμων οἱ ἀπόστολοι ὡς παράχρησίν τινα καὶ κακὸν ἐργασαμένῃ· περὶ ταύτης δὲ διεγόγγυζεν ὁ Φαρισαῖος ὡς ἁμαρτωλοῦ.

διὸ ταύτῃ μὲν μισθὸς ἐρρήθη ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ἐκείνῃ δὲ μισθὸς ἀνεκηρύχθη τὸ εἰς πάντας ἐξενεχθῆναι τὴν πρᾶξιν καὶ παρὰ πάντων μακαρισθῆναι. τῇ μέντοι γε ἀδελφῇ τοῦ Λαζάρου οὐδὲν τοιοῦτον ὑπεσχέθη, ἐπειδὴ οὐδὲ ἐκείνη ὑπὲρ προσδοκωμένης εὐεργεσίας τινὸς προσῆγεν τὸ μύρον, ἀλλ᾽ ὑπὲρ ὧν ἐπὶ τῇ ἐγέρσει τοῦ ἀδελφοῦ εὐηργέτητο.

Ἔστιν δὲ καὶ ἄλλη ἐν ταῖς μακαρίαις ταύταις γυναιξὶν διαφορά, ὅτι ἡ μὲν τῷ μύρῳ τὰ δάκρυα μίξασα καὶ «κατεφίλει τοὺς πόδας» τοὺς δεσποτικούς, τῶν δὲ λοιπῶν δύο οὐδεμία· αἱ μὲν οἶμαι μὴ τολμῶσαι, ἀλλ᾽ ὑπὸ εὐλαβείας χαλινωθεῖσαι, ἡ δὲ ἐκνικηθεῖσα τῷ πόθῳ καὶ ταῖς τῶν δακρύων αἷς ἔβρεχεν τοὺς πόδας κατὰ μικρὸν παραθαρρήσασα ῥοαῖς.

Ἄλλως τε δέ. καὶ εἰ ἔμελλόν τι τοιοῦτο ποιεῖν, προσεπεσχέθησαν· προλαβὼν γὰρ ὁ Φαρισαῖος καὶ διεγόγγυσεν καὶ μετὰ δικαίου ἐπετιμήθη τοῦ ἐλέγχου. ἐπὶ δὲ τῆς τοῦ Λαζάρου ἀδελφῆς οὐκ ἀγανακτοῦσιν ἀπό τε τῆς εὐλαβείας ἐπεχόμενοι τῆς γυναικὸς καὶ ἀπὸ τοῦ ἐνεστηκότος θαύματος καὶ ὅτι καὶ αὐτὴ οὐ τὴν κεφαλήν, ἀλλὰ «τοὺς πόδας ἤλειφεν». ὁ μέντοι γε Ἰούδας ἀγανακτεῖ ἤδη κάτοχος τῇ φιλαργυρίᾳ γενόμενος καὶ τοῖς τῆς προδοσίας λογισμοῖς πολιορκούμενος. ἐπὶ μέντοι τῆς τρίτης ἅπαντες ἀγανακτοῦσιν, οὐκ ἀπὸ τῆς αὐτῆς δὲ γνώμης καὶ διαθέσεως, ἀλλ᾽ ὁ μὲν Ἰούδας, ὡς καὶ ἀνωτέρω ἔφαμεν, ὑπὸ φιλαργυρίας καὶ ἀπονοίας καὶ τῆς πρὸς τὸν διδάσκαλον ὑπεροψίας, οἱ δὲ ἄλλοι ὑπὸ ἐλεημοσύνης καὶ φιλοπτωχίας καὶ τῆς περὶ τὸν διδάσκαλον τιμῆς καὶ εὐλαβείας· οὐ γὰρ ἀπεικὸς ἐνόμιζον ποιεῖν μὴ ἀνεχόμενοι γυναῖκα ἁμαρτωλὸν τῆς ἀχράντου κεφαλῆς ἐκείνης, εἰ καὶ 〈μύρον〉 ἦν τὸ κενούμενον, τοῦτο καταχέειν. εἰκὸς δὲ αὐτοὺς καὶ τοῦτο διαλογίσασθαι, ὅτι εἰ ὁ διδάσκαλος πάντων μὲν ὀλιγωρεῖ, πρὸς δὲ τὸν θάνατον ἐπείγεται (καὶ γὰρ συνεχῶς αὐτοῖς ἤδη τοῦτο ἐπέλεγεν), εἰ οὗτος οὖν εἰς τὸ ἀποθανεῖν ἑτοιμάζεται, τίς ἡ ὠφέλεια τοῦ μύρου, ὅτι κενοῦται;

διὸ καὶ ὁ δεσπότης πρὸς τὴν αὐτὴν ἀποφαινόμενος διάνοιάν φησιν· εἰς «τὸν ἐνταφιασμόν» μου τοῦτο «ἐποίησεν», μονονουχὶ λέγων, ὅτι ἐξ ὧν ὑμεῖς λογίζεσθε, ὅτι οὐκ ἔδει ἐπιχεθῆναί μοι τὸ 〈μύρον〉 ὀλιγωροῦντι πάντων καὶ πρὸς θάνατον ἐπειγομένῳ, ἐκ τούτου μᾶλλον ἐγὼ τὴν γυναῖκα ἐπαίνοις στεφανῶ· εἰς γὰρ «τὸν ἐνταφιασμόν» μου τοῦτο «ἐποίησεν». καὶ πρὸς μὲν τοὺς ἄλλους μαθητὰς οὕτως ἁρμόσαι ἂν εἰρῆσθαι ὁ λόγος ὁ δεσποτικός, πρὸς δὲ τὸν Ἰούδαν ὡς προείρηται· πρὸς γάρ τοι τὴν τῶν λογισμῶν διαφορὰν τῶν τὴν ἀγανάκτησιν ἐνδειξαμένων εἰκὸς ἦν καὶ τὸν δεσπότην ταῖς ἑκατέρων γνώμαις ἁρμόζοντα τὸν λόγον εἰρηκέναι καὶ τοὺς ἀκούσαντας πρὸς τὸ οἰκεῖον ἕκαστον συνειδὸς τὴν ἀπόφασιν ἐξειληφέναι.

Mt 26, 34 〈Τὸ τρὶς ἀπαρνήσῃ με ἢ τῷ πρὶν ἀλέκτορα φωνῆσαι δύναται〉 συναφθῆναι καὶ τὴν δοκοῦσαν τῶν εὐαγγελιστῶν διαφωνίαν αὐτόθεν λῦσαι ἢ πρὸς τὸ 〈τρὶς ἀπαρνήσῃ με〉 ὡς οἱ πλείους ἐξέλαβον συνεξακουσθῆναι καὶ ἐπίλυσιν δέξασθαι καθὼς καὶ οὕτως ὁ μακάριος Ἰωάννης ἐπελύσατο.

Φωνεῖ ὁ ἀλέκτωρ καθ᾽ ἕκαστον φωνήσεως καιρὸν οὐχ ἅπαξ οὐδὲ δίς, ἀλλὰ καὶ τρίτον καὶ ἐπέκεινα καὶ ταῦτα οὐ κατὰ συνέχειαν, ἀλλὰ καὶ μετά τινος διαστήματος, ὥστε τὴν ὅλην ἐκφώνησιν ἐκ διαφόρων τε φωνήσεων συνεστάναι καὶ τὸν ὅλον τῆς ἐκφωνήσεως καιρὸν ἐκ τῶν κατὰ μέρος συμπληροῦσθαι διαστημάτων. ἔχει οὖν ἡ πρώτη ἀλεκτοροφωνία διαφόρους φωνήσεις καὶ ἀνάλογα διαστήματα, ἡ δευτέρα ὁμοίως καὶ ἡ τρίτη ὡσαύτως. καλεῖται δὲ καὶ ἡ ὅλη ἀλεκτοροφωνία φώνησις καὶ ἕκαστον τῶν ἐν αὐτῇ περιεχομένων φωνήσεων. ὅταν οὖν λέγῃ ὁ Ματθαῖος καὶ ἄλλοι εὐαγγελισταί, ὅτι 〈πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με〉, τὴν ὅλην ἀλεκτοροφωνίαν τὴν πρώτην δηλοῖ καί φησιν, ὅτι 〈πρὶν〉 αὐτὴ ἀπαρτισθῇ ἡ ὅλη ἀλεκτοροφωνία ἡ πρώτη, 〈τρὶς ἀπαρνήσῃ με〉. ὅταν δὲ ὁ Μᾶρκος φησίν· «πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με» τὰς ἐν ὅλῃ τῇ πρώτῃ ἀλεκτοροφωνίᾳ περιεχομένας φωνήσεις δηλοῖ καί φησιν, ὅτι 〈πρὶν〉 ἢ τὰς δύο τὰς κατὰ μέρος φωνήσεις προελθεῖν, τρίτον 〈ἀπαρνήσῃ με〉· ὅπερ καὶ αὐτὸ δηλοῖ, ὅτι πρὶν τὴν ὅλην ἀλεκτοροφωνίαν τὴν πρώτην παρελθεῖν, τρίτον 〈ἀπαρνήσῃ με〉· ἡ γὰρ ὅλη ἀλεκτοροφωνία καὶ τρεῖς καὶ τέσσαρας πολλάκις ἔχει φωνήσεις.

λίαν οὖν συμφωνοῦσιν κατὰ τοῦτο ἀλλήλοις οἱ εὐαγγελισταί· ὅτε γὰρ Μᾶρκος καὶ οἱ ἄλλοι εὐαγγελισταὶ τὸ αὐτὸ ὑποδηλοῦσιν, ὅτι οὔπω τῆς πρώτης ἀλεκτοροφωνίας ὅλης ἀπαρτισθείσης καὶ ἐκφωνηθείσης ὁ Πέτρος τρίτον ἠρνήσατο, ἀλλ᾽ οἱ μὲν ἄλλοι ὁλοσχερέστερον καὶ κεφαλαιωδέστερον αὐτό φασιν· οὐ γὰρ ἐπισημαίνονται ἐν ποίᾳ ἐκφωνήσει τῆς πρώτης ἀλεκτοροφωνίας—ἢ ἡ πρώτη ἢ ἡ δευτέρα ἢ ἡ τρίτη—ἄρνησις τοῦ Πέτρου ἐγένετο, μόνον δέ φασιν, ὅτι τρίτον ἀρνησαμένου εὐθέως φώνησις γέγονεν ἀλέκτορος, ἆρα δὲ ἡ πρώτη τῆς πρώτης ἀλεκτοροφωνίας ἦν αὕτη ἡ φώνησις ἢ ἡ δευτέρα, οὐδὲν ἐπιδηλοῦσιν. ὁ μέντοι γε Μᾶρκος πάντα μετὰ ἀκριβείας λέγει· φησὶν γὰρ μετὰ τὴν πρώτην ἄρνησιν· «καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν». ἰδοὺ ἔχεις τὴν πρώτην ἄρνησιν, ὅτι ἐγγὺς τῆς πρώτης φωνήσεως τῆς πρώτης ἀλεκτοροφωνίας ἐγένετο· εἶτα ἡ δευτέρα καὶ ἡ τρίτη ἄρνησις· συνεχῶς γὰρ ἀλλήλαις ἐγένοντο· φησὶν γάρ, ὅτι «καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ» καὶ ἑξῆς. αὐταὶ οὖν αἱ δύο ἀρνήσεις μεταξὺ γεγόνασιν τῆς πρώτης καὶ δευτέρας φωνήσεως τῆς πρώτης ἀλεκτοροφωνίας· φησὶν γάρ· «ἤρξατο ὀμνύναι, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν».

ταύτης οὖν τῆς φωνήσεως καὶ οἱ ἄλλοι εὐαγγελισταὶ μνημονεύσαντες οὐκ ἐπεσημήναντο ὥσπερ οὗτος, ὅτι ἡ «ἐκ δευτέρου» ἦν, τοῦτ᾽ ἔστιν ἡ δευτέρα φώνησις τῆς πρώτης ἀλεκτοροφωνίας ἦν. διὸ καὶ διαφωνίας ἐδόκει φαντασία τοῖς ῥητοῖς ὑπάρχειν. διὰ τί δὲ μὴ κατὰ τὴν πρώτην φώνησιν τῆς πρώτης ἀλεκτοροφωνίας ἤδη τὸ πρῶτον ἀρνησάμενος ὁ Πέτρος ἀνεμνήσθη τὸ ῥῆμα; ὅτι οὔπω ἦν τὸ τρίτον ἀρνησάμενος καὶ οὔπω τελείως κατανυγεὶς ἦν τὴν διάνοιαν καὶ τὴν πολλὴν χαλάσας τῆς αὐθαδείας προπέτειαν, ἀλλ᾽ ἔτι ὑπόθερμος ἦν καὶ φιλόνεικος ὡς οὐ τελείως ἀρνήσεται. διὸ καὶ ἀφίησιν αὐτὸν ὁ δεσπότης οὐ μόνον ἀρνήσασθαι, ἀλλὰ καὶ 〈τρὶς〉 ἀρνήσασθαι καὶ οὐ μόνον 〈τρίς〉, ἀλλὰ καὶ μετὰ ὅρκου ἀρνήσασθαι. ὅταν οὖν μέγα τὸ πτῶμα γένηται, καὶ τὸ σημεῖον τοῦ πτώματος ἠκολούθησεν ἡ τοῦ ἀλέκτορος φωνὴ «καὶ» ὁ δεσπότης ἐξερχόμενος «ἐνέβλεψεν» αὐτῷ· τότε «ἀνεμνήσθη τὸ ῥῆμα», τότε ἀπέστη τοῦ θαρρεῖν, τότε ἐπέγνω τὸ πτῶμα, τότε ἰάτρευσεν τὸ τραῦμα. καὶ ὅρα, πόσα συνέδραμον, ἵνα εἰς συναίσθησιν αὐτὸν ἀγάγωσιν τοῦ πτώματος· αὐτὸ τὸ μέγεθος τοῦ ἁμαρτήματος, τὸ σημεῖον τοῦ ἁμαρτήματος, αὐτὸς ἐμβλέψας ὁ δεσπότης. καὶ τίνα τότε; τὸν Πέτρον, τὴν πέτραν, τὸν θερμόν, τὸν κλειδοῦχον, τὸν πρὸς θάνατον ἕτοιμον, τὸν κορυφαῖον, τὸν πλέον τῶν ἄλλων φιλοῦντα τὸν κύριον.

φύγωμεν οὖν, ἀγαπητοί, ἐννοοῦντες ταῦτα τὸ πεποιθέναι ἑαυτοῖς καὶ νομίζειν δύνασθαί τι ἀγαθὸν ἐξανύσειν ἐξ ἰδίας μόνης προθυμίας. κακὸν τὸ πάθος, χαλεποὺς ἐγείρει τοὺς μώλωπας. συγχωρεῖ τε τῷ Πέτρῳ πεσεῖν ὁ Χριστός, ἀποστῆναί τε αὐτόν, ὡς ἔφημεν, τοῦ μὴ πεποιθέναι ἑαυτῷ, ἀλλὰ πᾶν κατόρθωμα τῆς ἄνωθεν χάριτος ἡγεῖσθαι παιδεύων καὶ ὅτι μεγάλα ἦν ἐμπεπιστευμένος· πέτρα γὰρ τῆς ἐκκλησίας καὶ τὰς κλεῖς αὐτὸς ἐδέξατο καὶ μυρία ἄλλα. ἵνα οὖν μὴ ὑπεραρθῇ, ταῦτα ᾠκονόμητο· λέγει γὰρ καὶ ὁ Παῦλος· «ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ» καὶ τὰ ἑξῆς. εἰ δὲ τὰ σωματικὰ πάθη κωλύουσιν ὑπεραίρεσθαι, τὸ τῆς ψυχῆς αὐτῆς καθαψάμενον μᾶλλον. ἄλλως τε. ἐπειδὴ τὸν κόσμον ἦν ἐμπεπιστευμένος διδάσκειν καὶ ὁδηγεῖν, ἵνα μὴ θερμὸς ὢν πικρότερον καὶ ἀσυγγνώστως ἐπεξέρχηται τοὺς ἀσθενείᾳ σαρκὸς τῶν ὑψηλοτέρων ὀλισθαίνοντας, παραχωρεῖται πεσεῖν, ἵνα τῷ οἰκείῳ πάθει συγγνωμονικώτερος καὶ αὐτὸς τοῖς ἁμαρτάνουσιν ἂν μετανοῶσιν γίνηται. καὶ εἰς ἡμετέραν δὲ νουθεσίαν καὶ ἀσφάλειαν τοῦτο παρακεχώρηται, ἵνα ἀεὶ νήφωμεν, ἵνα ἀεὶ κἄν τι δοκῶμεν ἀγαθοεργεῖν, τῆς ἄνωθεν αὐτὸ δωρεᾶς ἡγώμεθα, ἵνα μηδέποτε ἐν μηδενὶ ἀπαυθαδιαζώμεθα, ἵνα ἂν ὑπὸ τοῦ πονηροῦ σκελισθῶμεν ἔν τινι, μὴ ἀπογνῶμεν, ἀλλ᾽ ἐπὶ τὴν μετάνοιαν καὶ τὰ δάκρυα καὶ τὸν τῆς καρδίας συντριμμὸν καὶ τὴν θείαν ἐπικουρίαν εὐθέως τρέχωμεν μηδ᾽ ἐπὶ βραχὺ ἀναβαλλόμενοι.

Ὅταν ὁ Ματθαῖος λέγῃ· 〈πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με〉, τὴν πρώτην ἀλεκτοροφωνίαν αἰνίττεται τὴν ὅλην δηλονότι. διὸ καί φησιν 〈πρὶν〉 αὕτη ἀπαρτισθῇ, τοῦτ᾽ ἔστιν ἡ ὅλη ἀλεκτοροφωνία, 〈τρὶς ἀπαρνήσῃ με〉. ὅταν δὲ ὁ Μᾶρκος λέγῃ· «πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με», τὰς ἐν ὅλῃ τῇ πρώτῃ ἀλεκτοροφωνίᾳ περιεχομένας φωνήσεις δηλοῖ καί φησιν, ὅτι 〈πρὶν〉 τὰς δύο τὰς κατὰ μέρος φωνήσεις παρελθεῖν, τρίτον 〈ἀπαρνήσῃ με〉· ἡ γὰρ ὅλη ἀλεκτοροφωνία τρεῖς καὶ τέσσαρας καὶ πλείους ἔχει φωνήσεις, ὥστε συμφωνοῦσιν μᾶλλον ἀλλήλοις οἱ εὐαγγελισταί.

Mt 26,45—46 〈Τὸ καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε〉 οὐκ ἐπιτρέποντος ἦν, ἀλλ᾽ ὀνειδίζοντος, οἷον ἔτι νῦν 〈καθεύδετε καὶ ἀναπαύεσθε〉 καὶ οὔπω ἀνίστασθε οὐδὲ τοῦ παραδιδόντος ἐφεστηκότος αἰσθάνεσθε καὶ οὐ συναποθνῄσκειν ὑπέσχεσθε ὑπὲρ ἐμοῦ;

Mt 27,51 〈Ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ〉 τὰ ἀθέατα πᾶσιν πλὴν τοῖς ἱερεῦσιν καὶ ἄψαυστα θεατὰ πᾶσιν ἤδη καὶ ψαυστὰ μηνῦον γινόμενα· τῆς γὰρ καινῆς διαθήκης εἰς τὰ τῆς οἰκουμένης πέρατα διαλαμπούσης καὶ τῆς νομικῆς λατρείας παυομένης καὶ τὰ ἅγια τῶν ἁγίων λεγόμενα, ἅτινα ἀθέατα καὶ ἄψαυστα ἐτύγχανεν, πᾶσιν θεατὰ καὶ ψαυστὰ γεγόνασιν, οὐ τοῖς Ἰουδαίοις μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀλλοφύλοις καὶ πολεμιωτάτοις, ὅτε καὶ αὐτὸς ὁ ναὸς εἰς προνομὴν καὶ σκῦλα παρεδόθη τοῖς ἐκπολιορκήσασιν τὴν Ἰερουσαλήμ. 〈Ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ〉 καὶ ὤφθησαν τὰ ἀθέατα. τοῦτο σημαῖνον τὸ τὴν καινὴν διαθήκην εἰς πᾶσαν τὴν οἰκουμένην διαδραμεῖν καὶ τὴν νομικὴν λατρείαν ἀργῆσαι καὶ τὰ ἅγια τῶν ἁγίων πᾶσι θεατὰ καὶ βάσιμα γεγονέναι.

Mt 28, 18—19 〈Τὸ ἐδόθη μοι πᾶσα ἐξουσία〉 τοῦτο δηλοῖ· ἔπαυσεν τὰ τῆς ἀνθρωπίνης πτωχείας· οὐκέτι κόποι καὶ πόνοι καὶ ἐπιβουλαὶ καὶ ὑποστολαὶ καὶ προδοσία καὶ ῥαπτίσματα· εἰ γὰρ καὶ τὴν ἀνθρωπίνην φύσιν οὐκ ἀπεθέμην, ἀλλὰ τὰ ἀνθρώπινα πάθη πάντα ἀπεθέμην καὶ λοιπὸν ἀπαρακαλύπτως ἐκφαίνω τὴν τῆς θεότητος ἐξουσίαν καὶ τὸ ἀξίωμα, δι᾽ ἧς καὶ οὐρανοῦ καὶ γῆς δεσπότης καὶ δημιουργὸς ἔτι μᾶλλον ἐπιγνωσθήσομαι κηρυττόντων ὑμῶν καὶ μαθητευόντων πᾶσι τοῖς ἔθνεσιν τὴν ἀλήθειαν. ἢ καὶ οὕτως· ἄν τις ἐκλάβοι τὴν διάνοιαν, ὅτι τοῦ μὲν οὐρανοῦ τὴν ἐξουσίαν καὶ πρὶν εἶχον, εἶχον δὲ καὶ τῆς 〈γῆς〉· ποιητὴς γὰρ καὶ δεσπότης ἁπάντων ὑπῆρχον. νῦν δὲ καὶ ἄλλη μοι προσετέθη καὶ ἐδόθη διὰ τῆς οἰκονομίας ἐξουσία. ποία αὕτη;

τὸ κῦρος καὶ κράτος, ὃ διὰ τῆς τῶν πιστευόντων καὶ σῳζομένων προσλαμβάνω σωτηρίας· ἐπειδὴ γὰρ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ δεσπότου ὑπὸ τυραννίδα καὶ δουλείαν ἐτέλει τοῦ διαβόλου τὸ ἀνθρώπινον καὶ τὴν δεσποτικὴν ἐξουσίαν ἀπεσείετο τὰς μὲν αὐτοῦ παρωθούμενον ἐντολάς, ταῖς τοῦ τυράννου δὲ ὑποκύπτον προσταγαῖς, καὶ θυσίαις μὲν καὶ εἰδώλοις ἐγέραιρε τὸν λῃστήν, τὸν δὲ ἴδιον οὐκ ἐπεγίνωσκε δεσπότην καὶ ποιητήν, ταύτης οὖν τῆς τυραννίδος τὸν τύραννον διὰ τῆς ἐνανθρωπήσεως καὶ τῶν ἔργων καὶ τοῦ πάθους καὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καθελὼν καὶ ὅλην εἰς ἑαυτὸν τοῦ πλάσματος μεταστήσας τὴν προσκύνησιν καὶ λατρείαν καὶ ὑπακοὴν λίαν οἰκείως ἔφη καὶ παναληθῶς· 〈ἐδόθη πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς〉· εἶχεν μὲν γὰρ καὶ πρὶν τὴν ἐξουσίαν τοῦ πλάσματος ὡς πλάστης καὶ δημιουργός, προσείληφεν δὲ πόνοις οἰκείοις καὶ θανάτῳ καὶ σταυρῷ καὶ ἣν εἶχεν πρότερον ὁ τύραννος κατ᾽ αὐτοῦ. διὸ καὶ 〈πᾶσα〉, φησίν, 〈ἐξουσία〉, τοῦτ᾽ ἔστιν πρὸς ἣν πρότερον εἶχον καὶ τὴν λείπουσαν προσελαβόμην καὶ νῦν ἔχω πᾶσαν, ἥν τε ὡς πλάστης εἶχον καὶ ἣν ὡς σωτὴρ καὶ λυτρωτὴς καὶ λατρευόμενος ὑπ᾽ αὐτῶν προσελαβόμην πᾶν τὸ πλάσμα εἰς τὴν ἐμὴν προσκύνησιν καὶ λατρείαν μεταγαγών.

τὸ δὲ 〈ἐν οὐρανῷ καὶ ἐπὶ γῆς〉, ἐπειδὴ τῶν λατρευόντων αὐτῷ καὶ σῳζομένων 〈ἐπὶ γῆς〉 μέν ἐστιν ἡ πολιτεία, 〈ἐν οὐρανῷ〉 δὲ ἡ μισθαποδοσία καὶ ἡ κληρονομία. ἐπεὶ δέ, φησίν, ἔλαβον τὴν ἐξουσίαν πάντων, 〈πορευθέντες〉 ἄνευ φόβου καὶ δειλίας καὶ δισταγμοῦ 〈μαθητεύσατε πάντα τὰ ἔθνη〉 καὶ ἑξῆς· τῆς γὰρ ἐμῆς ἐξουσίας ἡ δύναμις προοδοποιήσει καὶ προετοιμάσει λείαν καὶ εὔκολον ὑμῖν τὴν τῆς διδασκαλίας ἐργαζομένη παραδοχήν. ἔστιν δὲ τῶν ἄλλων τῶν εἰρημένων φυλαττομένων καὶ τοῦτο εἰπεῖν, ὅτι ἐπειδὴ ἀναστὰς πάντας τοὺς ὑπὸ τοῦ ᾅδου κατεχομένους ῥυσόμενος συνανέστησεν καὶ τὴν κατ᾽ αὐτῶν ἐξουσίαν, ἣν πρότερον ἐκεῖνοις εἶχεν, αὐτὸς ἀνεδέξατο, εἰκότως φησίν· 〈ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· ἐπὶ γῆς〉 μέν, ὅτι τούς τε τάφους ἐκένωσα τῶν σωμάτων καὶ περὶ τοὺς μυχοὺς τῆς γῆς τὰ τοῦ ᾅδου ταμεῖα δοκεῖ· 〈ἐν οὐρανῷ δέ〉, ὅτι τῶν ἀνισταμένων ὁ κλῆρος ἐν τοῖς οὐρανοῖς.

τὸ δὲ 〈πορευθέντες μαθητεύσατε〉, ὅτι οὕτως ἐξατονήσαντος καὶ καταργηθέντος τοῦ ᾅδου, ὃς τὰς τῶν ἀνθρώπων διὰ τῆς σφῶν ἀπωλείας ὑπεδέχετο ψυχάς, καὶ τῆς ἐξουσίας πάσης εἰς ἐμὲ περιελθούσης ῥᾳδία καὶ ἀταλαίπωρος ἔσται ἡ ἐπιστροφὴ καὶ σωτηρία τῶν ἐθνῶν· καὶ γὰρ οὐδ᾽ ἄλλην τινὰ ὁ δεσπότης φαίνεται ἐξουσίαν ἐν 〈οὐρανῷ〉 προσειληφὼς ἢ 〈ἐπὶ γῆς〉 παρ᾽ ἃς ἔφθημεν εἰπόντες· οὐδὲ γὰρ οὐδ᾽ ἔστιν ἄλλη διαγνωσθεῖσα· ἥ τε γὰρ ἐν τῇ ποιήσει καὶ διακοσμήσει τοῦ οὐρανοῦ ἐξ ἀρχῆς αὐτῷ προσοῦσα ἡ αὐτὴ διαμένει. καὶ ἡ 〈ἐπὶ〉 τῆς 〈γῆς〉 δὲ δημιουργία καὶ προαγωγὴ ἀπαράλλακτός ἐστιν καὶ ἀλλοίωσιν οὐ δεχομένη, ὡσαύτως δὲ καὶ πάντων τῶν ἐμπεριεχομένων ἐν αὐταῖς ὁ αὐτὸς ἀκαινοτόμητος τῆς προαγωγῆς καὶ δεσποτείας ὅρος καθορᾶται. καλῶς ἄρα καὶ οἰκείως ἂν ἐκληφθείη τὸ 〈ἐδόθη μοι πᾶσα ἐξουσία〉 καὶ ἑξῆς ἐκλαμβανόμενον κατὰ τὰς προειρημένας καὶ ἀποδεδομένας ἐννοίας.