Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Υπόμνημα στα κεφάλαια 8-12: Θαύματα, Αποστολική Κλήση και η Κρίση της Απιστίας

Σχολιασμός των ιαμάτων του Κυρίου, της διδασκαλίας περί νηστείας και ομολογίας, της σχέσης με τον Πρόδρομο και της σύγκρουσης με τους Φαρισαίους για το Σάββατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 8

Mt 8, 1—3 Ὁ μὲν οὖν Ματθαῖος τὴν ἀπὸ τοῦ ὄρους κάθοδον τοῦ Χριστοῦ λέγων προσάγει τὸν λεπρόν, ὁ δὲ Λουκᾶς τοῦτον «ἐν μιᾷ τῶν πόλεων» λέγει προσελθεῖν αὐτῷ, ὅπερ οὐ μάχης, ἀλλ᾽ ἀληθείας· ὁ μὲν γὰρ λέγει, ὅτι 〈καταβάντι ἀπὸ τοῦ ὄρους ἠκολούθουν ὄχλοι πολλοὶ〉 τὴν εἰς τὴν πόλιν αὐτοῦ πορείαν σημαίνων, ἣν μόνην ὁ Λουκᾶς ἀνέγραψε. πολλὴ δὲ ἡ σύνεσις τοῦ λεπροῦ· οὐδὲ γὰρ εἶπεν, ἐὰν εὔξῃ, 〈ἀλλ᾽ ἐὰν θέλῃς〉. διὰ τοῦτο οὐδὲ εἶπεν ἁπλῶς καθαρίσθητι, 〈ἀλλὰ θέλω, καθαρίσθητι〉. τοῦτ᾽ ἔστιν ἐπὶ τῷ σῷ ῥήματι τὴν κάθαρσίν σοι χαρίζομαι· τῆς γὰρ ψυχῆς θερμὴν καὶ καθαρὰν τὴν πίστιν ἐδήλωσεν ἡ σὴ φωνή, ἣ τὴν παρ᾽ ἐμοῦ σοι τῆς ἰάσεως πηγὴν ἀνεστόμωσε. 〈θέλω, καθαρίσθητι〉, ἔχεις πρόχειρον τὴν θεραπείαν, ὅτι βεβαίαν ἔχων προσελήλυθας τὴν γνώμην.

Mt 9, 5—6 Εὐκολώτερον, ἔφη ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ἁμαρτημάτων ἄφεσιν πρᾶξαι ἢ σῶμα παραλελυμένου συσφίγξαι, οὐχ ἁπλῶς τοῦτο λέγων· δῆλον γὰρ ὡς μᾶλλόν ἐστιν εὐχερὴς ἡ τοῦ σώματος θεραπεία ἢ ἡ τῆς ψυχῆς ἰατρεία. οὐχ ἁπλῶς οὖν τοῦτό φησιν, ἀλλὰ πρὸς τὴν τῶν Ἰουδαίων ἐργασίαν· καὶ γὰρ κατὰ τὸν νόμον οἱ τούτων ἀρχιερεῖς δῶρα καὶ θυσίας αὐτοῖς προσαγομένας παρὰ τῶν ἡμαρτηκότων δεχόμενοι ἀφίεσθαι αὐτοῖς τὰ ἁμαρτήματα, ὑπὲρ ὧν ἡ θυσία, ἐπηγγέλοντό τε καὶ ἐδόκουν καταπράττεσθαι, ἄνθρωπον δὲ παραλελυμένον οὐδενὶ τρόπῳ κατίσχυον ἐξιάσασθαι. διὸ 〈εὐκοπώτερον〉 ἦν αὐτοῖς λέγειν 〈ἀφέωνταί σοι αἱ ἁμαρτίαι〉 σου ἢ 〈ἆρον〉 τὸν κράββατόν σου 〈καὶ περιπάτει〉. ἢ καὶ ἄλλως ἔστιν εἰπεῖν καὶ ἐπιλύσασθαι, ὡς ἑκάτερον μὲν τῆς αὐτῆς ἐστιν ἰσχύος· ἄμφω γὰρ τῆς θείας ἐστὶ καὶ ὑπὲρ ἀνθρώπους δυνάμεως· πλὴν ἐπειδὴ τὸ μὲν παρὰ πόδας ἔχει τὸν ἔλεγχον ἤτοι ἡ θεραπεία τοῦ σώματος, τὸ δὲ ἄδηλον ἔχει τῆς ἐπαγγελίας τὴν ἀπόδειξιν, εἰκότως 〈εὐκοπώτερον〉 ἐρρήθη ἡ τῆς ψυχῆς ἢ ἡ τοῦ σώματος ἴασις.

ἔστιν δὲ καὶ ἑτέρως εἰπεῖν· ὅτι νῦν τὸ Ἰουδαίων φῦλον οὐκ ἐνεκάλεσε τῷ Χριστῷ ὡς ἀφιέντι ἁμαρτίας, ἀλλ᾽ εἰπόντι 〈ἀφέωνταί σου αἱ ἁμαρτίαι〉· ἔνθεν καὶ δεῖ ὑποστίζειν εἰς τὸ 〈εὐκοπώτερον〉, ἀλλ᾽ οὐχὶ εἰς τὸ 〈εἰπεῖν〉, ἵν᾽ ᾖ τὸ παρὰ τοῦ δεσπότου εἰρημένον ἐν ἐρωτήσει τοιοῦτον, ποῖον δέ ἐστιν 〈εὐκοπώτερον, τὸ εἰπεῖν· ἀφέωνταί σου αἱ ἁμαρτίαι〉.

Mt 9, 13 〈Τὸ οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς〉 εἶπεν, ἵνα δείξῃ, ὅτι οὐκ ἦλθον καλέσαι ὑμᾶς τοὺς δικαιοῦντας ἑαυτούς, ἀλλὰ τοὺς ὁμολογοῦντας ἁμαρτωλοὺς εἶναι καὶ πειθομένους τοῖς ἐμοῖς προστάγμασιν.

Mt 9, 14—17 〈Τὸ οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου〉 ἀκόλουθόν ἐστιν ἐννοεῖν οὐ περὶ τῶν μαθητῶν εἰρημένον, ἀλλὰ περὶ αὐτῶν ἐκείνων τῶν τὴν ἐρώτησιν προσαγηοχότων, ὡσανεὶ ἔλεγεν· οὐχ ὑγιῶς τῇ ἐρωτήσει ἐχρήσασθε· εἰ γὰρ καὶ μηδὲν ὑψηλότερον φαντασθῆναι ἐδυνήθητε, ἀλλ᾽ οὖν ἐχρῆν ὑμᾶς τῆς τοῦ διδασκάλου ὑμῶν μεμνῆσθαι φωνῆς «νυμφίον» με κηρυττούσης καὶ μὴ ἀπαιτεῖν νηστείας τοὺς ἅμα τῷ νυμφίῳ διαιτωμένους. εἰ δὲ τὴν διάνοιαν κατηρτισμένην εἴχετε τῇ χάριτι, εἶπον ἂν ὑμῖν τὴν ἀκριβεστάτην αἰτίαν τοῦ μὴ δεῖσθαι τούτους νηστείας, ὅτι παρ᾽ οἷς ὁ θεὸς ὡς ἄνθρωπος συνεχῶς ὑπάρχει συνὼν καὶ συναναστρεφόμενος καὶ ῥυθμίζων τὰ ἤθη καὶ ἁγιάζων τὰς διανοίας, οὗτοι νηστείας οὐ δέονται. ἄλλως τε δὲ οὐδὲ πρὸς τοὺς ὑπὲρ ἐμοῦ ἀγῶνας καὶ τὰ ἆθλα οὐδέπω καλεῖ ὁ καιρὸς ἐναποδύεσθαι· ἐὰν δὲ 〈ἀρθῇ ἀπ᾽ αὐτῶν〉 καὶ οὐκ ἔστι σὺν αὐτοῖς σωματικῶς ὁ δεσπότης, ἀλλὰ καὶ τῶν ἄθλων ὁ καιρὸς ἐπιστῇ, τότε καὶ νηστείαις καὶ ταῖς ἄλλαις ταλαιπωρίαις ὑπὲρ τοῦ κηρύγματος ἑαυτοὺς ἐπιδώσουσιν· καὶ ταῦτα ἂν εἶπον ὑμῖν, εἰ τελειοτέρων ἀκούειν ἐδύνασθε, ἀλλ᾽ οὐ λέγω ταῦτα, ὅτι ἔτι ταῖς σκιαῖς καὶ ταῖς παλαιαῖς νομοθεσίαις ὑποκάθησθε καὶ οὔπω δύνασθε συνιέναι τῆς χάριτος τὴν καινότητα καὶ τῆς ἐμῆς παρουσίας τὸ μυστήριον.

διὸ οὐδὲ ἐπιβάλλομεν τέως ὑμῖν τοὺς νέους καὶ καινοὺς ἀνοικονομήτους καὶ ἀγνάφους καὶ ἀκατεργάστους λόγους· οὐ γὰρ ὠφελήσομεν, ἀλλὰ μᾶλλον ῥαγήσεται ὑμῖν καὶ τὰ προσόντα πιστὰ καὶ βλαβήσεσθε. ἀσκῶν δὲ καὶ οἴνου μέμνηται, ἐπειδήπερ ὥσπερ ὁ οἶνος τῷ ἀσκῷ, οὕτω καὶ τὰ τῆς χάριτος ἐν τῇ τοῦ νόμου παλαιότητι περιείχετο καὶ κατεκρύπτετο πότιμα μὲν γεγονότα τοῖς πιστεύσασι, διαρρήξαντα δὲ τοὺς ἐν τῇ νομικῇ παλαιότητι διαμείναντας. «ἔλεγον» γάρ φησιν, «οἱ Ἰουδαῖοι ἕως πότε αἴρεις τὴν ψυχὴν ἡμῶν» καὶ ἄλλα τοιαῦτα. οὕτως μὲν εἴ τις ἐκλάβοι περὶ τῶν ἐρωτησάντων ταῦτα εἰρῆσθαι· οὐ γάρ μοι δοκεῖ τῶν μαθητῶν ἀσθένειαν πρὸς νηστείαν καταγινώσκειν τὸν δεσπότην καὶ γαστριμαργίᾳ συνειδέναι ἐκείνων, οἵ γε διὰ πολλὴν ἀμέλειαν καὶ τῆς ἀναγκαίας τροφῆς στάχυας τίλλοντες καὶ τότε παρὰ τὴν ὁδὸν τὴν πολλὴν ἔνδειαν παρεμυθοῦντο τῆς φύσεως· εἰ γὰρ καὶ ἀτελεῖς ἐτύγχανον ἔτι οὔπω τοῦ παναγίου πνεύματος αὐτοῖς ἐν πυρίναις γλώσσαις διανεμηθέντος οὐδὲ διὰ τῆς δεσποτικῆς ἐμπνεύσεως αὐτοῖς ἐναυγασθέντος, ἀλλ᾽ οὖν τῶν μαθητῶν Ἰωάννου καὶ πολλῷ μᾶλλον τῶν Φαρισαίων δῆλον ὅτι τελειότεροι ἐχρημάτιζον.

οὕτως μὲν εἰ περὶ τῶν ἐρωτησάντων τις ἐκλάβοι 〈τὸ οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου〉 καὶ τὰ ἑξῆς, εἰ δὲ περὶ τῶν μαθητῶν, οὐκ ἂν φαίην ὡς μὴ δυναμένων νηστεύειν αὐτῶν εἰρῆσθαι ταῦτα, ἀλλ᾽ ὡς μὴ προσῆκον τοὺς μαθητὰς τῆς νέας χάριτος ὄντας μαθητὰς τὰς νηστείας τῶν μαθητῶν Ἰωάννου καὶ τῶν Φαρισαίων ἐπιτελεῖν· δῆλον γὰρ ὡς οὗτοι νηστεύοντες οὐ κατὰ τὸ θέσπισμα τῆς χάριτος, ἀλλὰ κατὰ τὸ παλαιὸν ἔθος ἐνήστευον. ἀνάρμοστον οὖν ἦν καὶ ἀνοίκειον τὰς ἐκείνων νηστείας νηστεύειν τοὺς τῆς καινῆς πολιτείας νομοθέτας καθισταμένους καὶ κήρυκας. νηστεύουσι δὲ νηστείαν οἰκείαν καὶ πρόσφορον. διό φησιν· 〈ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται τὸ〉 εὐάρμοστον καὶ κατάλληλον ἀπολαμβάνοντες. 〈οἶνον δὲ νέον εἰς ἀσκοὺς βάλλειν παλαιοὺς〉 ἢ παλαιὸν εἰς νέους οὐκ ἔστιν τὸ οἰκεῖον καὶ ὁμόστοιχον, ἀλλὰ τὸ ἐναντίον καὶ ἀλλότριον ἀποδιδόναι.

Mt 9, 17 〈Ἀσκοὺς παλαιοὺς〉 τοὺς ἐν τῷ παλαιῷ νόμῳ κειμένους λέγει, 〈οἶνον δὲ νέον〉 τὴν τοῦ Χριστοῦ χάριν τὴν δοθεῖσαν ἡμῖν ὕστερον ἢ τὴν νέαν διαθήκην. Mt 10, 32—33 Εἶτα εἰπὼν ὅτι 〈ὁμολογήσω κἀγὼ ἐν αὐτῷ〉 δείκνυσιν, ὅτι οὐ τῆς χάριτός ἐστι γυμνῆς τὸ ἀναγορευθῆναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλὰ καὶ τῆς γνώμης καὶ τῆς σπουδῆς καὶ τοῦ τὴν χάριν ὑποδεχομένου· 〈ἐν αὐτῷ〉 γάρ φησιν 〈ὁμολογήσω〉· ἐν τῇ πράξει αὐτοῦ, ἐν τοῖς ἔργοις αὐτοῦ τοῖς καλοῖς, ἐν τῇ παρρησίᾳ αὐτοῦ, ἣν ὑπὲρ ἐμοῦ πρὸς τοὺς διώκοντας ἐπεδείξατο καὶ ἐπαρρησιάσατο· καὶ γὰρ ὥσπερ χωρὶς τῆς χάριτος οὐδὲν δύναται κατορθῶσαι μόνη ἡ προαίρεσις, οὕτως ἂν μὴ καὶ αὐτοὶ προαιρώμεθα οὐδ᾽ ἡ χάρις συναντιλαμβάνεται.

Mt 10, 33 Διὰ τί δὲ οὐκ ἀρκεῖται ὁ θεὸς τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ; καὶ ὅτι οὐδὲ ἡ κατὰ διάνοιαν πίστις ἔτι διαμένει τελεία καὶ βεβαία διὰ τῆς γλώσσης ἐνυβριζομένη, καὶ ὅτι τοὺς ἀκούοντας μᾶλλον βλάπτει ἢ εἰ κατὰ διάνοιαν ἐξηρνήσατο· τῆς μὲν γὰρ ἦν ἐν ἀδήλῳ τὸ πτῶμα· ὁ δὲ διὰ γλώσσης ἐξαρνησάμενος εἰς μέσον ἅπασιν τὸ παράπτωμα προθεὶς κοινὸν τὸ σκάνδαλον κατειργάσατο καὶ τότε εἰς αὐτὸ ἥκων ἀσθένειαν τῆς πίστεως καὶ ψεῦδος κατεψηφίσατο.

Mt 10, 38 «Ὅστις οὐ βαστάζει τὸν σταυρὸν» αὐτοῦ· ὅστις οὐκ ἔστιν οὕτως ἕτοιμος εἰς τὸν ὑπὲρ ἐμοῦ θάνατον, ὥστε δοκεῖν αὐτὸν ἀεὶ μεθ᾽ ἑαυτοῦ φέρειν καὶ οὕτως ἕπεσθαί μοι, 〈οὐκ ἔστιν μου ἄξιος〉, ἀλλὰ δεῖ βαστάζειν καὶ περιφέρειν μεθ᾽ ἑαυτοῦ ἀεὶ ὑπὲρ Χριστοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸν θάνατον, ὡς οἰκεῖον κτῆμα καὶ κατόρθωμα· καὶ γάρ φησιν 〈τὸν σταυρὸν αὐτοῦ〉, διὰ μὲν τοῦ σταυροῦ τὸν θάνατον καὶ τοῦτον οὐχ ἁπλῶς, ἀλλὰ τὸν βίαιον καὶ ἐπονείδιστον· διὰ δὲ τοῦ αὐτοῦ, δηλονότι οἰκεῖον λογιζομένους καὶ ἀγαπητῶς πρὸς αὐτὸν διακειμένους δεῖ «βαστάζειν» καὶ περιάγειν αὐτὸν οἷον ὡς ἔφην ἑτοίμους εἶναι πρὸς αὐτόν, ὅταν ἐπάγηται παρὰ τῶν διωκόντων ὑμᾶς· οἱ γὰρ οὕτως διατεθέντες πρὸς τὸν θάνατον οὐδὲν λοιπὸν τῶν ἐν βίῳ δυσχερῶν ἕξουσι περικόπτον αὐτῶν τὴν περὶ τὸν δεσπότην πίστιν καὶ διάθεσιν εἰλικρινῆ. εἰ δὲ τὸ ἐπίταγμα δοκεῖ βαρύ, ἀλλὰ σκοπεῖν χρὴ καὶ τὸ ἔπαθλον ὁποῖον τὸ γενέσθαι ἄξιον Χριστοῦ. τίς ἂν γένοιτο Χριστοῦ ἄξιος; οὗτος γὰρ ὡς ἀληθῶς ὁ τρισμακάριστος ὁποῖοι οἱ μαθηταὶ αὐτοῦ καὶ οἱ μάρτυρες.

Mt 10, 38 «Ὅστις οὐ βαστάζει τὸν σταυρόν» μου, φησίν, 〈οὐκ ἔστιν μου ἄξιος〉· τοῦτ᾽ ἔστιν ὅστις τὸν ὑπὲρ ἐμοῦ θάνατον οὐκ ἀεὶ ἔχει ἐν τῇ ψυχῇ καὶ διηνεκῶς τοῦτον μελετᾷ, 〈οὐκ ἔστιν μου ἄξιος〉. Mt 11, 7—10 Ἐπειδή τινας ἦν εἰκὸς τῶν ἐκ τοῦ πλήθους σκανδαλισθῆναι ἐπὶ τῇ ἐρωτήσει, ἣν προσήνεγκαν οἱ τοῦ Ἰωάννου μαθηταί, οὐκ ἄλλοθεν αὐτῶν τὸ σκάνδαλον, ἀλλ᾽ αὐτοῖς ἐκείνοις χρώμενος μάρτυσιν διαλύει. ὑμεῖς, φησίν, ἐπίστασθε, ἃ ἐμαρτύρει ὁ Ἰωάννης περὶ ἐμοῦ, καὶ ὑμεῖς τὸν ἄνδρα οἷός ἐστι θαυμαστὸς ἔργῳ ἐδείξατε ἐξελθόντες πρὸς αὐτὸν ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. ἐπεὶ οὖν ἅ τε μαρτυρεῖ οἴδατε καὶ τὸ ἀξιόπιστον αὐτοῦ ἔργῳ ὑμεῖς ἐμαρτυρήσατε, μὴ νομίσητε νυνὶ μεταβεβλῆσθαι αὐτὸν καὶ ἄλλα ἀντ᾽ ἐκείνων περὶ ἐμοῦ αὐτὸν ὑπονοεῖν ἢ λέγειν· ὡς γὰρ ἐπίπαν οἱ ἐξ ἀρετῆς ἐπὶ κακίαν καὶ ἐξ ἀληθείας εἰς ψεῦδος μεταβαλλόμενοι ἢ κουφότητι διανοίας ἢ δόξης καὶ χρημάτων ἐπιθυμίᾳ μεταβάλλονται, ἀλλὰ τὸν Ἰωάννην ὑμεῖς οὐδὲν τοιοῦτο ὑπενοήσατε· οὐ γὰρ ἂν 〈εἰς τὴν ἔρημον ἐξήλθετε〉, ἵνα κοῦφον ἄνθρωπον καὶ εὐμετάβολον καὶ ὥσπερ 〈κάλαμον〉 παντὶ ἀνέμῳ περιφερόμενον, [οὐκ ἂν ἐξήλθετε,] ἵνα ἴδητε, ἀλλ᾽ οὐδὲ κενόδοξον ἢ φιλοχρήματον· οἱ γὰρ τοιοῦτοι οὐ τὰς ἐρήμους, ἀλλὰ τὰς βασιλικὰς οἰκίας καταδιώκουσιν.

ἐπεὶ οὖν ὑμεῖς οὐδὲν τοιοῦτον περὶ τοῦ ἀνδρὸς ὑπειλήφατε, ἀλλὰ προφήτην ἔργοις καὶ λόγοις αὐτὸν εἶναι ἠπιστήθητε, μὴ νομίσητε νῦν ἀπὸ τῆς ἐρωτήσεως μεταβεβλῆσθαι αὐτοῦ τὴν γνώμην, ἀλλ᾽ ἑτέρων ἕνεκα ὠφελείας καὶ πληροφορίας ταύτην ποιήσασθαι· οὐ γάρ ἐστι προφήτης μόνον, ἀλλὰ 〈καὶ προφήτου περισσότερος〉.

Πολλοὶ ἐσκανδαλίζοντο διὰ τὴν τῶν μαθητῶν τοῦ Ἰωάννου ἐρώτησιν, ἣν προσήνεγκαν τῷ Χριστῷ. οὐκ ἄλλοθεν οὖν λύει τὴν ἀμφιβολίαν εἰ μὴ ἐξ αὐτῶν τῶν ἐρωτησάντων μάρτυσιν αὐτοῖς χρώμενος. τοῦτο δ᾽ ἦν ἐκ τοῦ θεάσασθαι αὐτοὺς τὰ θαύματα καὶ ὑποστρέφειν πρὸς Ἰωάννην καὶ ἀπαγγεῖλαι αὐτῷ ἃ ἐθεάσαντο.

Διὰ τοῦτο πρὸς τοὺς μαθητὰς Ἰωάννου φησὶν ὁ σωτήρ· βλέπετε τὰ θαύματα καὶ ἀπαγγείλατε, ἵνα λύσῃ τὸ σκάνδαλον ὃ ἐσκανδαλίσθησαν οἱ Ἰουδαῖοι διὰ τὴν τοῦ Ἰωάννου ἐρώτησιν αὐτοῖς ἐκείνοις τοῖς τοῦ Ἰωάννου μαθηταῖς χρώμενος μάρτυσι λέγων πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ἀκριβῶς τὴν τοῦ Ἰωάννου περὶ ἐμοῦ μαρτυρίαν τὸν ἄνδρα ὁποῖός ἐστι γινώσκοντες καὶ ὑπ᾽ αὐτοῦ βαπτισθέντες ἐν τῷ Ἰορδάνῃ.

Mt 11, 12 〈Βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν〉· ὡσανεὶ ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ δίδοται καὶ ἐγχειρίζεται, οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς βιασταῖς, τοῖς ἐκ καρδίας προσιοῦσιν, ἐκείνοις ἁρπάζεται καὶ κτῆμα γενέσθαι συγχωρεῖται ἡ 〈βασιλεία τῶν οὐρανῶν〉. βιαστὴν δὲ αὐτὴν καὶ βιασταῖς ἁρπαζομένην εἰκότως λέγει, ὅτι καὶ τῆς δεσποτικῆς εὐεργεσίας ἐστὶ δῶρον, ἀλλ᾽ οὐχὶ τοῖς ἀναπεπτωκόσι καὶ ῥᾳστώναις ἑαυτοὺς ἐκδεδωκόσιν ἀξία ἐστὶν παρατεθῆναι, ἀλλ᾽ ἐκείνους ἀπολαῦσαι δεῖ τοῦ δώρου, οἳ καὶ αὐτοὶ πολλὴν σπουδὴν καὶ πόνον καὶ ἀγῶνα κατεβάλλοντο τῆς τηλικαύτης δωρεᾶς ἀξιωθῆναι. πλὴν εἰ καὶ μυρίους τις πόνους καὶ ἄφατον βίαν ἐπιδείξαιτο, ἀλλ᾽ οὐδὲν ἧττον μένει τὸ δῶρον τὴν οἰκείαν φύλαττον ἀξίαν καὶ τῷ μεγέθει τῆς εὐεργεσίας κούφως φέρειν ἅπαντας τοὺς δεχομένους αὐτὸ παρασκευάζον καὶ δυναμούμενον. πρὸ δὲ τῆς διδασκαλίας καὶ ἐπαγγελίας τοῦ Χριστοῦ ἤτοι πρὸ τῆς Ἰωάννου ἐπὶ τὸ βάπτισμα παρουσίας καὶ ἀναδείξεως αὐτοῦ ἐν τῷ Ἰσραὴλ οὔπω ἦν ἡ τῆς βασιλείας ἐπαγγελία πᾶσι σαφὴς καὶ λαμπρά, ἀλλ᾽ αἱ ἐπαγγελίαι σωματικώτερα ἦσαν ἀγαθά, γῆς καὶ γένους πληθυσμὸς καὶ κράτος ἐχθρῶν καὶ τὰ τοιαῦτα.

Mt 11, 12—13 Ἀφ᾽ οὗ δὲ Ἰωάννης τῷ βαπτίσματι ἐπέστη καὶ τὸν τῆς μετανοίας ἐκήρυξε λόγον καὶ τὸν κοινὸν ἐβαπτίσατο δεσπότην καὶ τὸ πνεῦμα ἐμαρτύρησε τὸν τοῦ πατρὸς γνήσιον καὶ ὁμοφυῆ παῖδα καὶ αὐτὸς ὁ δεσπότης «ἤρξατο κηρύσσειν τὴν βασιλείαν τῶν οὐρανῶν», ἀπὸ τότε ἤρξατο ἐν ἐπιθυμίᾳ γίνεσθαι τοῖς ἀνθρώποις ἡ βασιλεία τῶν οὐρανῶν, ἀπὸ τότε ἤρξατο ζητεῖσθαι καὶ βιάζεσθαι καὶ ἁρπάζεσθαι ὑπὸ τῶν βιαστῶν. εἰ γὰρ καὶ δῶρόν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν (τί γὰρ ἄν τις καὶ ἀντιδοίη ταύτης;), ἀλλ᾽ οὖν οὐ προῖκα δίδοται οὐδὲ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς κρούουσιν, τοῖς αἰτοῦσιν, τοῖς ἐπιμένουσιν, τοῖς βιαζομένοις, τούτοις δίδοται, τούτοις ἁρπάζεται. ὥσπερ δὲ ὁ μετὰ πολλῆς καὶ ἀφάτου τῆς προθυμίας ἐπιζητῶν τι, ἐπειδὰν συγχωρηθῇ λαβεῖν τὸ ποθούμενον, ἁρπάζει αὐτό, οὕτως καὶ τοῖς ὑπὸ σφοδρᾶς καὶ ἀμέτρου τῆς ἐπιθυμίας οἷον ἁρπάσαι ζητοῦσιν τὴν τῶν οὐρανῶν βασιλείαν δίδοται αὐτὴ καὶ ἁρπάζεται.

πρὶν ἢ δὲ Ἰωάννην ἄρξαι τοῦ βαπτίσματος καὶ τὸν δεσπότην ἄρξαι τοῦ κηρύγματος, οὐκ ἦν ἡ τῶν οὐρανῶν βασιλεία τοῖς ἀνθρώποις οὕτως ἐπίδηλος οὐδὲ οὕτως αὐτῆς ἐρασταὶ καὶ βιασταὶ ἐχρημάτιζον ἅτε μηδὲ περιφανῶς οὕτω καὶ συνεχῶς κηρυττομένης· οἱ γὰρ προφῆται καὶ ὁ νόμος, οἱ 〈ἕως Ἰωάννου〉 ἤτοι τῆς ἀρχῆς τοῦ δεσποτικοῦ κηρύγματος προφητεύσαντες καὶ τὸν ὑπ᾽ αὐτοὺς λαὸν παιδαγωγήσαντες οὐ βασιλείαν μᾶλλον ἐπήγγελλον οὐρανῶν, ἀλλὰ «γῆν ῥέουσαν μέλι καὶ γάλας» καὶ γῆς ἀγαθὰ καὶ εὐτεκνίαν καὶ πολεμίων κράτος τοῖς κατορθοῦσιν ὥσπερ μάχαιράν τε κατεσθίουσαν τοῖς ἀπειθοῦσιν καὶ αἰχμαλωσίαν καὶ ὑπερόριον παροικίαν καὶ τὰ ὅμοια.

Βιαστὴν εἶπε τὴν βασιλείαν τῶν οὐρανῶν καὶ 〈βιαστὰς ἁρπάζειν αὐτὴν〉 καὶ 〈ἀπὸ τῶν ἡμερῶν Ἰωάννου〉 ἡ τοιαύτη γέγονεν ἁρπαγὴ οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς καταφρονήσασι πλούτου καὶ περιφανείας καὶ γονέων ἅμα καὶ παίδων καὶ αὐτοῦ τοῦ θανάτου. πρὸ δὲ τῆς διδασκαλίας τοῦ Χριστοῦ καὶ τῆς τοῦ Ἰωάννου παρουσίας οὔπω ἦν ἡ βασιλεία τῶν οὐρανῶν ἐπαγγελλομένη φανερῶς, ἀλλ᾽ ἐπαγγελίαι ἦσαν σαρκικαί, τοῦτ᾽ ἔστι γένους πληθυσμὸς καὶ κατ᾽ ἐχθρῶν κράτος καὶ τὰ παραπλήσια. ἀφ᾽ οὗ δὲ ὁ Ἰωάννης ἐπέστη τῷ βαπτίσματι καὶ τὸν ἡμέτερον δεσπότην ἐβάπτισε καὶ τὸ πνεῦμα ἐμαρτύρησε τὸν μονογενῆ τοῦ πατρὸς υἱὸν καὶ αὐτὸς ὁ Χριστὸς «κηρύσσειν ἤρξατο τὴν βασιλείαν τῶν οὐρανῶν», ἀπὸ τότε γέγονεν τοῖς ἀνθρώποις ἐπιθυμητὴ καὶ βιαστὴ ἡ βασιλεία τῶν οὐρανῶν.

Mt 11, 19—20 Ἔδει 〈τὰς πόλεις ὀνειδίζειν〉, ὅτε 〈ἐδικαιώθη ἡ σοφία〉 πάντα ἐκτελέσασα τὰ τῆς σωτηρίας αὐτῶν αἴτια. ἐπεὶ δὲ πάντα ποιήσας οὐκ ἔπεισεν, ἑτέραν τρέπεται ὁδὸν καὶ ταλανίζει αὐτούς, μή πως κἂν διὰ τοῦ ταλανισμοῦ ἑλκύσῃ πρὸς σωτηρίαν αὐτούς.

Mt 12, 3—4 Ὁ 〈Δαβὶδ〉 δίκαιος ἦν ὅτε 〈τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε〉, καὶ οἱ ἱερεῖς δὲ δικαιότατοι οἱ δεδωκότες αὐτῷ τοὺς ἄρτους καίπερ οὐκ ἦν δίκαιον ἐσθίειν ἀπ᾽ ἐκείνων τῶν ἄρτων τινά, 〈εἰ μὴ τοὺς ἱερεῖς μόνους〉. οὗτος δὲ λαβὼν οὐ μόνον 〈ἔφαγεν〉, ἀλλὰ καὶ 〈τοῖς μετ᾽ αὐτοῦ〉 ἔδωκε. τοῦτο δὲ πολλῷ μεῖζον ἦν ἢ ὅπερ ἐνεκάλουν τοῖς ἀποστόλοις οἱ Ἰουδαῖοι.

Mt 12, 28 Ἐπειδὴ τῆς τοῦ θεοῦ βασιλείας ἤτοι τῆς δευτέρας παρουσίας καταλαβούσης ἥ τε ἀμοιβὴ τῶν ἀγαθῶν καὶ ἡ τιμωρία καὶ ἡ κόλασις τῶν φαύλως πολιτευσαμένων ἐπιτελεῖται, εἰς ἐκεῖνον τὸν καιρὸν τὴν ἀντιμισθίαν τῶν ἑκάστῳ πεπραγμένων ταμιευομένου τοῦ θεοῦ δεικνὺς τὸ ἄτοπον αὐτῶν καὶ σφοδρὸν τῆς ἁμαρτίας φησίν· 〈ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ〉 ἀντὶ τοῦ· ὅσον ἐπὶ τῇ ὑπερβολῇ τῆς ἀπονοίας ὑμῶν καὶ μανίας προεκκαλεῖσθε προφθάσαι καὶ βιάζεσθε τὸν τῆς τιμωρίας καὶ κολάσεως καιρόν, ὃς κατὰ τὴν δευτέραν ἀφώρισται παρουσίαν. διὸ καὶ ἀποτόμως ἀποφαινόμενός φησιν· 〈ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ〉 ἤτοι ὁ τῆς κρίσεως καὶ ἀνταποδόσεως καιρός· πῶς γὰρ οὐκ ἂν αὐτοὶ 〈τοῦ〉 ἐφ᾽ ἑαυτοὺς τὴν τιμωρίαν καὶ πρὸ καιροῦ ἐκκαλεῖσθαι εἶεν αἴτιοι, οἵ γε τοῦ δεσπότου θαυματουργοῦντος καὶ τὰς νόσους ἰωμένου καὶ τοὺς δαιμονῶντας καθαίροντος καὶ τοὺς δαίμονας ἀπελαύνοντος ἐτόλμησαν εἰπεῖν, ὅτι «ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια»· πόσης γὰρ οὐ γέμει τοῦτο θεομαχίας, πόσης ἀπονοίας, πόσης δυσσεβείας καὶ παροινίας· ὕβριζον τὸ πνεῦμα, ᾧ ἐξέβαλλεν τὰ δαιμόνια, καὶ ἡλίκην ὕβριν· εὐεργέτην τῶν ἀνθρώπων τὸν φθορέα καὶ λυμεῶνα τὸν Βεελζεβοὺλ εἰσῆγον.

αὐτὸν καθ᾽ ἑαυτοῦ μάχεσθαι τὸν σατανᾶν ἐφαντασιοῦντο, οὕτως ἦσαν τῷ φθόνῳ καὶ τῇ βασκανίᾳ μεμηνότες καὶ βεβακχευμένοι καὶ μηδὲν ὧν λέγουσιν πλὴν τοῦ βλασφημεῖν ἐπιστάμενοι.

Ἀποτόμως λέγει, ὅτι 〈ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ〉, τοῦτ᾽ ἔστιν ὅσον οὔπω λήψεσθε τὴν τῶν ἡμαρτημένων ὑμῖν ἀνταπόδοσιν. Mt 12, 29 〈Σκεύη αὐτοῦ〉 τοῦτ᾽ ἔστιν τοῦ διαβόλου τοὺς δαίμονας λέγει. διαρπάζονται δὲ οὗτοι, ἐπειδὰν ἀπελαύνωνται καὶ διώκωνται τῶν ἀνθρώπων, οὓς κακοῦν καὶ κολάζειν διὰ παντὸς πεποίηνται σπούδασμα. τοῦ γοῦν σπουδάσματος αὐτῶν εἰς κενὸν διαλυουμένου δηλονότι καὶ τὰ τῆς ἐξουσίας καὶ τυραννίδος τοῦ διαβόλου ἀσθενῆ καὶ σαθρὰ ἀπελέγχεται. ἃ οὐκ ἂν ἐγεγόνει, εἰ μὴ διὰ τῆς οἰκείας ἐπιδημίας ὁ δεσπότης Χριστὸς ἐπ᾽ ἐλέῳ καὶ σωτηρίᾳ τῶν ἀνθρώπων δήσας αὐτὸν καὶ καθελὼν τῆς ἰσχύος καὶ τοὺς αὐτοῦ συνεργοὺς καὶ συναποστάτας εἰς διαρπαγὴν καὶ ἐξουθένημα κατειργάσατο. 〈Σκεύη〉 ἐνταῦθα τοὺς δαίμονας λέγει, οὓς ὁ σωτὴρ ἀπελαύνων καὶ διώκων ἐκ τῶν κατεχομένων ὑπ᾽ αὐτῶν ἁρπάζει. τοῦτο δὲ οὐκ ἂν ἐγένετο, εἰ μὴ ὁ σωτὴρ πρὸς ἡμᾶς παραγέγονεν ἐπὶ σωτηρίᾳ ἡμῶν τὴν ἰσχὺν αὐτῶν καθελών.

Mt 12, 43—45 〈Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου〉 ἐπισυνάψας τοῖς προειρημένοις ἐπὶ κατακρίσει τῆς διαπιστούσης γενεᾶς. 〈τὸ ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα〉 καὶ ἑξῆς τοῦτο δηλοῖ· μὴ νομίσητε, φησίν, ὅτι εἰς μάτην ὑμῖν ἠπείληται ταῦτα.

διὰ τῆς μὲν εὐεργετικῆς μου δυνάμεως ἀπηλαύσατε νοσημάτων καὶ δαιμόνων ἀπαλλαγέντες, τῆς δὲ κολαστικῆς καὶ τιμωρητικῆς οὔπω πεῖραν εἰλήφατε, μᾶλλον δὲ δι᾽ ὧν τῆς εὐεργεσίας ἀφθόνως ἀπηλαύσατε, δι᾽ ἐκείνων ἐχρῆν τὴν τιμωρίαν σφοδροτέραν, ἂν ἀγνωμονῆτε, καὶ ἀναμφίβολον ἀπεκδέχεσθαι· ὥσπερ γάρ, ἐπειδὰν ὁ δαίμονος ἀπαλλαγεὶς ἀναπέσῃ καὶ καταμαλακισθῇ καὶ ῥᾳθύμως βιοτεύῃ μὴ μνημονεύων τοῦ πάθους καὶ ἀσφαλιζόμενος ἑαυτὸν καὶ εὐχαριστῶν δι᾽ ἔργων τῷ εὐεργέτῃ, ὥσπερ οὖν ἐκεῖνος δι᾽ ὧν ἔπραξεν παρρησίαν μᾶλλον τοῖς ἀκαθάρτοις πνεύμασιν ἐδωρήσατο καὶ αἰχμάλωτον ἑαυτὸν ὅλον τοῖς ἐχθροῖς ἐνεχείρισεν, οὕτως καὶ ὑμεῖς μυρίων ἀπολαύσαντες ἀγαθῶν καὶ ἀφάτων ἀπαλλαγέντες κακῶν καὶ νῦν καὶ πάλαι, ἐὰν μὴ μεταγνῶτε καὶ διορθώσησθε καὶ ὑπὲρ τῶν εὐεργεσιῶν εὐχαριστοῦντες μὴ διαλιμπάνητε, πολλαπλάσια ἑαυτοῖς καὶ πολλῷ φρικωδέστερα τὰ κακὰ ἐπισπάσεσθε· 〈οὕτως〉 γάρ φησιν 〈ἔσται τῇ γενεᾷ ταύτῃ〉, ὥσπερ τῷ ἀνθρώπῳ ἐκείνῳ τῷ ἀπαλλαγέντι μὲν τοῦ ἀκαθάρτου πνεύματος, οἰκείᾳ δὲ βίου ἀμελείᾳ καὶ ἀχαριστίᾳ γνώμης εἰς ἑαυτὸν πάλιν πικρότερον καὶ μετὰ πλειόνων ἐπισπασαμένῳ καὶ ἐφελκύσαντι.

Mt 12, 46—50 Ὁ τὴν σωτηρίαν τῆς ψυχῆς τῶν ἄλλων ἁπάντων προτιθέναι διδάσκων καὶ μήτε πατέρα μήτε μητέρα μήτε ἀδελφὸν ἐπίπροσθε ταύτης εἶναι κελεύων, μήτε δὲ αὐτὸν συμπάντα τὸν κόσμον, νῦν διὰ τῶν ἔργων αὐτῶν εἰς ἡμετέραν διδασκαλίαν τοῦτο αὐτὸ ἐνδείκνυται καὶ ποιεῖ· ἐπεὶ γὰρ διδάσκοντος αὐτοῦ τοὺς ὄχλους καὶ τὴν ψυχικὴν αὐτῶν ὠφέλειαν πραγματευομένου ἐπέστη ἡ 〈μήτηρ καὶ οἱ ἀδελφοὶ〉 μετακαλουμένη πρὸς ἑαυτήν, καὶ οὐκ ἐπεστράφη οὐδὲ ὑπήκουσεν οὐδὲ καταλιπὼν τὴν διδασκαλίαν προυτίμησεν τὴν μητέρα τῆς τῶν πολλῶν σωτηρίας, διδάσκων ἐντεῦθεν ὡς ἐπειδάν τινι σωτηρίᾳ ψυχικῇ πραγματεύηται, ἐπιμελῶς ταύτην προσήκει καὶ ἀπερισπάστως ἐπιτελεῖν μὴ καταμεριζόμενον πρὸς ἑτέρας φροντίδας μηδ᾽ ἂν μήτηρ ἤ τις ἄλλος τοῦ ἐγγυτάτω γένους ᾖ ὁ πρὸς ἑαυτὸν ἐκεῖθεν μεθέλκων καὶ μετακαλούμενος.

Διδάξας ἡμᾶς ὁ σωτὴρ διὰ λόγου προτιθέναι τὴν εὐσέβειαν, ἥτις ἐστὶν ἀρχὴ πασῶν ἀρετῶν, καὶ μήτε πατέρα μήτε μητέρα προτιμᾶν αὐτῆς νῦν διὰ τῶν ἔργων ἐπιβεβαιοῖ, ἅπερ ἐφθέγξατο· ἐπεὶ γὰρ ὅτε τοὺς ὄχλους ἐπιμελῶς ἐδίδασκε, τότε ἐπέστησαν ἥ τε 〈μήτηρ καὶ οἱ ἀδελφοί〉, οὐχ ὑπήκουσεν, οὐ καταφρονῶν τῆς μητρός, ἀλλ᾽ ἵνα μὴ ἀμελεῖν δόξῃ τῶν διδασκομένων καὶ περικόψῃ τὴν διδασκαλίαν· καὶ οὐ προτετίμηκε τὴν μητέρα τῆς τῶν πολλῶν ὠφελείας.