Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Υπόμνημα στα κεφάλαια 14-17: Η ομολογία του Πέτρου και η θεοφάνεια της Μεταμορφώσεως

Ερμηνευτική ανάπτυξη με αφορμή το τέλος του Προδρόμου, την ομολογία των δύο φύσεων του Χριστού, το γεγονός της θείας Μεταμορφώσεως και τη θεραπεία του σεληνιαζομένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 5 από 8

Mt 13, 31—32 〈Ὁ κόκκος τοῦ σινάπεως〉 τὴν τῆς φράσεως καὶ διδασκαλίας εὐτέλειαν ᾐνίξατο, ἐξ οὗ τὸ μέγιστόν τε καὶ θερμότερον τῆς πίστεως πάσης τῆς οἰκουμένης ἐκράτησεν. Mt 14, 1—2 Εἰκὸς μὲν τὸν Ἡρώδην πολλάκις ἀκοῦσαι τὰ περὶ Χριστοῦ, διὰ δὲ τὸν ἔμφυτον τοῖς τυράννοις τῦφον καὶ τὴν ἀλαζόνος γνώμην ὑπερορᾶν καὶ καταφρονεῖν τῶν λεγομένων. ὅτε δὲ λοιπὸν πᾶσα ἡ γῆ ἐκείνη τῶν θαυμάτων ἐπεπλήρωτο καὶ πλήθη ἄπειρα πρὸς τὴν διδασκαλίαν ἐπεστρέφοντο καὶ πάντα καὶ φθόνον καὶ τῦφον ἡ τῶν πραγμάτων ἐνίκα ἐνέργεια, τότε καὶ αὐτὸς ἐν ἐκείνῳ τῷ καιρῷ ἀκούσας εἰς δέος καὶ θάμβος κατέστη, ὡς ἄρα μήποτε ὁ Ἰωάννης ἀνέστη, ὃν αὐτὸς εἴη παρανόμως ἀνελών. ἐν λογισμοῖς γὰρ ὑπάρχων τοῦ διαπεπραγμένου αὐτῷ μύσους (τὸ γὰρ μέγεθος τῆς ἀρετῆς τοῦ ἀνδρός, τὸ ἀνυπέρβλητον ἄγος τοῦ τολμήματος εἰς λήθην ἐλθεῖν τὸν τολμήσαντα οὐ συνεχώρει τοῦ μιάσματος)· ἐν τούτοις οὖν τὸν λογισμὸν μαστιζόμενος καὶ τῶν παραδόξων ἔργων τὴν ἀκοὴν ἐκπληττόμενος μόνον οὐ παρεῖναι τὸν ἀνῃρημένον καὶ δίκας εἰσπράττεσθαι τοῦ τολμήματος ἐφαντασιοῦτο. διὸ καὶ τοῖς παισὶ τὴν ὑπόνοιαν ἀνακοινοῦται οὐ θαρρῶν τοῖς ἄλλοις ἀποκαλύψαι τὴν ἀγωνίαν.

Ὁ μὲν Ἡρώδης πολλάκις ἀκούσας τὰ περὶ Χριστοῦ διὰ τὴν ἔμφυτον αὐτοῦ κακίαν τὴν ὑπάρχουσαν ἀεὶ τοῖς τυράννοις καὶ τὸν τῦφον, ὑπερεώρα καὶ κατεφρόνει τῆς φήμης. ὅτε δὲ λοιπὸν πάντες ἀκηκόασιν καὶ πρὸς τὴν διδασκαλίαν ἔδραμον καὶ πάντα φθόνον καὶ τῦφον ἡ τῶν πραγμάτων ἐνίκα ἐνέργεια, τότε ἀκούσας ἐφοβήθη λίαν λέγων· μήποτε Ἰωάννης ἀνέστη, ὃν ἐγὼ ἀπεκεφάλισα· ψοφοδεὴς γὰρ ἡ μοχθηρία καὶ τοσοῦτον, ὡς καὶ τοὺς νεκροὺς δεδοικέναι.

Mt 14, 9—10 〈Λυπεῖται〉 ὁ Ἡρώδης μεριζόμενος εἰς δύο, τῇ μὲν τοῦ ἀνδρὸς ἀρετῇ ἀναστελλόμενος τῆς μιαιφονίας, τῇ δὲ τῆς ὑποσχέσεως ἐπαγγελίᾳ οἰστρηλατούμενος πρὸς τὸν φόνον καὶ τῷ μὲν οἰκείῳ κεντούμενος συνειδότι, δεῖξαι δὲ τοῖς συνανακειμένοις φιλοτιμούμενος, ὡς εὔορκός τε εἴη καὶ οὐδενὸς φείδεται πρὸς ἀρέσκειαν αὐτῶν καὶ θεραπείαν πράττων· εἰκὸς γὰρ τοὺς κόρης ἀσελγοῦς ἀσελγέσι σχήμασι καὶ κινήμασιν ἐκμεθυσθέντας μηδὲ τὸν μισθὸν ἀναβληθῆναι ἐπιτρέπειν τῆς ἐπὶ ταῖς τῆς φύσεως ἀκολασίαις καὶ ὕβρεσιν αὐτοὺς δεξιωσαμένης. καὶ ὅρα ὡς τρυφὴ καὶ ἀνθρωποπαρέσκεια φόνον ἀπέτεκεν τὸν ὅρκον ποιησαμένη παραπέτασμα. εἰ δὲ τὴν σὴν ἐπεζήτησεν, ἄθλιε, κεφαλήν, τί ἂν διέπραξας; ἆρα τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἀφοσιούμενος ἐξέτεμες ἄν; εἰ δὲ τῆς Ἡρωδιάδος αὐτῆς ὡς εἴθ᾽ ὤφελεν; ἀλλὰ τί ταῦτα λέγω; εἰ μισθὸν ᾔτησεν τῆς παρανόμου μίξεως τὴν φυγήν, ἆρα τὴν ἐπαγγελίαν ἐφύλαξας;

καίτοι πόσα ὑπῆρχεν ἐν τούτῳ ἀγαθά· ἀλλ᾽ οὐκ ἂν οὐδ᾽ ἀπαλλάξαι καλῶς ἐπέτρεψας τὸ κοράσιον, ὅς γε πάλαι νουθετοῦντα τὸν Ἰωάννην τὴν διάζευξιν ἀπέκτεινας ἄν, εἰ μὴ τοῦ πλήθους ἐπέσχεν ὁ φόβος· δι᾽ ὃ καὶ ἡ λύπη σου πλάσμα καὶ σχῆμα καὶ ὑπόκρισις· εἰ γὰρ ἦν τελεία καὶ ἀληθής, οὐδὲν ἦν τὸ κωλύον ἀλογῆσαι τῶν πεπλασμένων προφάσεων καὶ καθαρὸν ὀφθῆναι τῆς μιαιφονίας. 〈Ἐλυπεῖτο〉 ὁ Ἡρώδης μεριζόμενος τὴν ψυχήν· καὶ ποτὲ μὲν τοῦ ἀνδρὸς ἀρετὴν αἰδούμενος ἀνεχαιτίζετο τῆς μιαιφονίας, ποτὲ δὲ τὴν ὑπόσχεσιν πληρῶσαι βουλόμενος διηγείρετο πρὸς τὸν φόνον δεῖξαι βουλόμενος ὡς εὔορκός ἐστι καὶ οὐδενὸς φειδόμενος τῶν πρὸς ἀρέσκειαν τῶν ἀνακειμένων.

Mt 15, 1—6 Καὶ τί κοινωνεῖ τῷ τῶν Φαρισαίων ἐγκλήματι τῷ αἰτιωμένῳ τὸ ἄνιπτον τῶν χειρῶν ἡ τιμᾶσθαι δεῖν παρακελεύουσα τοὺς γονεῖς ἐντολή; φιλαργυρίαν νοσοῦντες οἱ πρεσβύτεροι καὶ οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς ἔχαιρον τῷ περιέργῳ τῶν παραδόσεων καὶ ὁρῶντες λυμαινομένην αὐτοῖς τὴν τιμᾶν τοὺς γονεῖς κελεύουσαν ἐντολὴν καὶ τὸν ἐσπουδασμένον αὐτοῖς πόρον ἐγκόπτουσαν τί μηχανῶνται; ἐπιτειχίζουσιν αὐτῇ τὴν πασῶν μείζονα ἐντολῶν τὴν «ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου» καὶ τὰ ἑξῆς· οἱ γὰρ παῖδες οὐδὲν τῶν οἰκείων πόνων καὶ πόρων ἐνόμιζον ἴδιον εἶναι, ἀλλὰ πάντα τοῖς πατράσι προσεπόριζον δεδιότες μὴ προσκρούσωσιν τῷ τιμᾶν τοὺς γονεῖς βουλομένῳ νόμῳ. ἐπέτρεψαν οὖν οἱ πρεσβύτεροι τοῖς παισὶ τοιαῦτα κηρύττειν καὶ προδιαμαρτύρεσθαι τῷ πατρὶ ἢ τῇ μητρὶ καὶ λέγειν πᾶν, ὃ 〈ἐὰν ὠφεληθῇς〉, τοῦτ᾽ ἔστιν κερδαίνῃς, 〈ἐξ ἐμοῦ〉 καὶ πρὸς σῆς ὠφελείας εἶναι λογίσαιο, τοῦτο δῶρόν ἐστιν ἀφιερωθὲν ἤδη θεῷ παρ᾽ ἐμοῦ. καὶ λοιπὸν οἱ γονεῖς εὑρίσκοντο κρείττονι μαχόμενοι νόμῳ τῷ βουλομένῳ πάντων προτιμᾶσθαι θεὸν καὶ ἀναγκαίως παρεχώρουν μηδὲ ἐφάψασθαι τολμῶντες τῶν προεπηγγελμένων καὶ ἀνατεθέντων ὡς ἱερῶν. καὶ ταύτῃ τῇ μηχανῇ τοὺς γονεῖς ἀποστεροῦντες τῆς ὀφειλομένης τιμῆς τῶν ἀνοσίων λημμάτων τοῖς πρεσβυτέροις ἐκοινώνουν οἱ παῖδες.

ὁ δὲ Μᾶρκος σαφέστερον τὸ δῶρον «κορβᾶν» εἶπεν, ὅπερ τῇ τῶν Ἑβραίων γλώττῃ σημαίνει τὴν προσφορὰν καὶ τὸ δῶρον τὸ ἀφιερωθὲν τῷ θεῷ· ἦσαν γάρ τινες, οἳ καθιεροῦν ἑαυτοὺς ἐσπούδαζον τῷ θεῷ. σπάνει δὲ χρημάτων ἀνακοπτόμενοι τὴν εἰς τοὺς γονεῖς αἰδῶ παραπόδισμα ἔχειν προετείνοντο· μόλις γὰρ σφίσι τε αὐτοῖς κἀκείνοις τὰ ζωαρκῆ πορίζεσθαι δύνασθαι. οἱ δὲ πρεσβύτεροι ἀνέπειθον παρ᾽ οὐδὲν ἡγεῖσθαι τὸ χρῆμα διὰ θεόν· κἂν εἰ προσίοιεν οἱ γεγεννηκότες τὴν συνήθη παρ᾽ αὐτῶν ζητοῦντες ἐπικουρίαν, χρῆναι λέγειν ἐδίδασκον, ὅτι ὅπερ ἂν ἐξ ἐμοῦ λάβοις τὸ θεῖον ἴσθι σοι παραβλάπτων ἀνάθημα καὶ χρήμασιν ἱεροῖς τὰς χεῖρας ἐπάγων· ἀνατέθεικα γὰρ ἐμαυτὸν καὶ ὡς δῶρον ἐπήγγελμαι τῷ θεῷ· οἱ δὲ τὰ ἐκ τῆς ἱεροσυλίας δεδιότες βλάβη διεκαρτέρουν οἰμώζοντες καὶ τὴν εἰς θεὸν εὐσέβειαν πρόφασιν λιμοῦ ἔχοντες. διὰ τί τοίνυν ἠκυρώσατε 〈τὴν ἐντολήν〉; οὔτε γὰρ τῶν τῷ θεῷ πρεπόντων ἀμελητέον διὰ τὰ ἀνθρώπινα οὔτε μὴν εἰς ἅπαν τῶν ἀνθρωπίνων καταρρᾳθυμητέον.

Mt 15, 2—6 Οὐ δεῖ θαυμάζειν, εἰ τοῦ νόμου κωλύσαντός τινα ὡς πρὸς τὸν ἔξω ἄνθρωπον μᾶλλον ἀποβλέποντος ὁ κύριος ἡμῶν πρὸς τὸν ἔσω ἄνθρωπον ποιούμενος τὴν διδασκαλίαν οὐκ ἐκώλυσεν αὐτά. Mt 15, 39 Ἵνα μὴ καθ᾽ ἑκάστην ποιῶν σημεῖα δόξῃ φιλόδοξος—τοῦτο γὰρ διήγειρε τοὺς ὄχλους ἀκολουθεῖν αὐτῷ—δεικνὺς τὸ ταπεινὸν ἑαυτοῦ διὰ τὴν τῆς σαρκὸς οἰκονομίαν ἀναχωρεῖ 〈εἰς τὸ πλοῖον〉.

Mt 16, 13—17 Καὶ ἐπειδὴ οὐκ αὐτὸς ἐβούλετο εἰπεῖν τὸ τῆς θεότητος ἀξίωμα, ἀλλ᾽ ἐκείνων τῆς γνώμης τὴν ψῆφον ἀνέμενεν· εἰ γὰρ εἶπεν αὐτοῖς· 〈τίνα με λέγουσιν〉 τὸν υἱὸν τοῦ θεοῦ, ὕποπτος ἂν ἦν αὐτῶν ἡ ἀπόκρισις λεγόντων 〈σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ〉, ὡς ἄρα ἀκολουθοῦντες τῇ φωνῇ τοῦ διδασκάλου τοῦτο εἶπον. ἐκείνου 〈δὲ〉 μηδὲν τοιοῦτον εἰπόντος καὶ ἐκείνων ἀποκρινομένων 〈σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος〉, ἐδείχθη καθαρῶς τοῦ οἰκείου εἶναι φρονήματος τὴν θαυμασίαν ἐκείνην ἀπόκρισιν. ἄλλως τε δὲ ἐπειδὴ προῄδει ὁ πάντα εἰδὼς τὸν Πέτρον καὶ τοὺς μαθητὰς μέλλοντας αὐτὸν 〈υἱὸν〉 ὁμολογεῖν 〈τοῦ θεοῦ τοῦ ζῶντος〉, αὐτὸς τὸ τῆς οἰκονομίας προλαμβάνει καὶ ἀνθρώπινον ἑαυτὸν ὁμολογεῖ, ἵνα διά τε τῆς οἰκείας φωνῆς διά τε τῆς τῶν μαθητῶν ἀποκρίσεως τῶν δύο φύσεων παραστήσῃ τὴν ἀλήθειαν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, καὶ ἐμφράξῃ τῶν αἱρετιζόντων τὰ στόματα τῶν τε ψιλὸν ἄνθρωπον αὐτὸν βλασφημεῖν μελλόντων καὶ τῶν ἐν φαντασίᾳ τὴν σάρκα φορέσαι μυθολογούντων.

βεβαιοτάτην δὲ καὶ τὴν τῶν μαθητῶν ἀπόκρισιν ποιεῖται τοῦ πατρὸς αὐτὴν ἐπιμαρτυρόμενος εἶναι ἀποκάλυψιν, ὥστε, ὅτι μὲν θεοῦ υἱὸς οἵ τε ἀπόστολοι ἔφασαν καὶ ὁ πατὴρ ἀπεκάλυψεν καὶ ὁ υἱὸς ἐπιμαρτυρήσας συνωμολόγησεν· ὅτι δὲ ἄνθρωπος, αὐτὴ ἡ ἀλήθεια ὁ υἱὸς ὁμολογήσας ἐξήρκεσεν· τὸ μὲν γὰρ ἄγνωστον τοῖς πολλοῖς καὶ πλείονος ἔδει παραστάσεως, τὸ δὲ πᾶσιν ἑορᾶτο καὶ μόνη ἐξήρκει ἡ τοῦ φοροῦντος ὁμολογία καὶ συγκατάθεσις. τὸ δὲ 〈σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι〉 ἀντὶ τοῦ· οὐδὲν σαρκικὸν καὶ γήινον ἤδη περὶ ἐμὲ φανταζομένῳ, ἀλλ᾽ ἀνωτέρω τῆς τῶν πολλῶν καὶ χαμαὶ συρομένων δόξης γεγονότι 〈ἀπεκάλυψέν σοι〉 καὶ τὴν ὑψηλοτάτην καὶ οὐράνιον γνῶσιν ὁ πατήρ, τὸ ἐπιγνῶναί σε, ὅτι φύσει καὶ ἀληθῶς εἰμι 〈υἱὸς τοῦ ζῶντος θεοῦ〉.

Οὐκ ἐβούλετο εἰπεῖν τὸ τῆς θεότητος ἀξίωμα, ἀλλὰ τὴν τῶν μαθητῶν ἀνέμενε γνώμην καὶ μαρτυρίαν περὶ αὐτοῦ· εἰ γὰρ ἔλεγεν· 〈τίνα〉 με 〈λέγουσιν〉 οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ θεοῦ, κολακείας ἂν ἦν ἡ τῶν μαθητῶν ἀπόκρισις, ὅτι 〈σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ〉.

Mt 16, 25—17, 1 Εἰπὼν 〈ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ, εὑρήσει αὐτὴν〉 προθυμοτέρους καὶ εὐέλπιδας ποιῶν τοὺς ἀκροατὰς ἐπάγει· 〈μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ αὐτοῦ〉· εἰ γὰρ καὶ νῦν τὴν ἑκούσιον κένωσιν καὶ τὸ ταπεινὸν τῆς σαρκὸς ὁρῶντες οὐδὲν μέγα δύνασθε διανοηθῆναι περὶ ἐμοῦ, ἀλλ᾽ οὖν αὐτὸς ἐγώ εἰμι ὁ τὰ ἐπηγγελμένα πληρώσων· 〈μέλλει〉 γάρ, φησίν, 〈ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ〉, τοῦτ᾽ ἔστιν τὸ ἀξίωμα δεικνὺς τῆς θεότητος, οὐ μὴν ἀποτιθέμενος τὸ ἀνθρώπινον· διὰ τοῦτο γάρ φησιν ὁ 〈υἱὸς τοῦ ἀνθρώπου〉· καὶ γὰρ μετὰ τοῦ προσλήμματος ἐλεύσεται 〈ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ〉 ἤτοι ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ. καὶ τότε ἔσται τὰ εἰρημένα πέρας λαμβάνοντα· 〈ἀποδώσει〉 γὰρ 〈ἑκάστῳ οὐ〉 κατά τινα προσπάθειαν ἢ ἀντιπάθειαν οὐδὲ καθ᾽ ὕφεσιν ἢ φιλοτιμίας ἐπίδειξιν τῆς ἴσης γνώμης καὶ δικαίας ἀποκλινόμενος, ἀλλ᾽ 〈ἑκάστῳ κατὰ〉 τὰ ἔργα αὐτοῦ, ἅτινα οἷάπερ ἐστίν, τοιαύτην καὶ τὴν ἀμοιβὴν ἐφελκύσει· ἀγαθὰ μέν, ἀγαθήν· φαύλην δέ, φαῦλα.

εἶτα πιστούμενος τὰ εἰρημένα οὐ μακράν, φησίν, ἔσται ὑμῖν ἡ πληροφορία· καὶ γάρ 〈τινες τῶν〉 μεθ᾽ ὑμῶν νυνὶ παρόντων οὔπω θανόντες ὄψονταί με παραγυμνοῦντα καὶ ἐμφανίζοντα τῆς μελλούσης βασιλείας μου τὴν δόξαν καὶ τὸ ἀξίωμα. 〈ὃ καὶ μεθ᾽ ἡμέρας ἓξ〉 προοιμιαζόμενος καὶ πιστούμενος ἐκείνην ἐπετέλεσεν μεταμορφωθεὶς ἐνώπιον 〈Πέτρου καὶ Ἰωάννου καὶ Ἰακώβου〉. 〈Ὃς δ᾽ ἂν ἀπολέσῃ〉, φησίν, 〈τὴν ψυχὴν αὐτοῦ, εὑρήσει αὐτήν〉. εὐέλπιδας ἡμᾶς ποιῶν καὶ καρτερικοὺς ἐπάγει· 〈μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ αὐτοῦ〉· εἰ γὰρ νῦν οὐδὲν μέγα δύνασθε διανοηθῆναι περὶ ἐμοῦ διὰ τὴν τῆς σαρκὸς ταπείνωσιν, ἀλλ᾽ οὖν αὐτὸς ἐγώ εἰμι ὁ μέλλων ἐλθεῖν 〈μετὰ τῶν ἀγγέλων ἐν τῇ δόξῃ τοῦ πατρός μου〉.

Mt 17, 6 Ἐπειδὴ τῆς θεότητος οἱ ἀπόστολοι παραγυμνούμενον ἐθεάσαντο τὸ ἀξίωμα καὶ τῆς πατρικῆς ἐκείνης φωνῆς ἐνωτίσθησαν τὴν ἀκρίβειαν καὶ τὸν Μωυσῆν καὶ τὸν Ἠλίαν εἶδον ἄνδρας τῆς ἀνθρωπίνης ἀρετῆς τὴν πρώτην τάξιν ἐπέχοντας δουλοπρεπῶς παρεστηκότας, ἀνῆλθον εἰς τελειοτέραν καὶ θειοτέραν ἔννοιαν τὴν περὶ τοῦ δεσπότου, ὡς ἄρα ἀληθῶς οὗτός «ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ», οὗτός ἐστιν ὁ μέλλων ἔρχεσθαι, οὗτος «ὁ θεὸς τῶν πατέρων», «ὁ κριτὴς ζώντων καὶ νεκρῶν».

Ἐπειδὴ τὸ τῆς θεότητος ἀξίωμα παραγυμνούμενον ἐθεάσαντο οἱ ἀπόστολοι καὶ τῆς τοῦ πατρὸς φωνῆς ἤκουσαν, εἶδον δὲ τὸν Μωυσῆν καὶ τὸν Ἠλίαν δουλοπρεπῶς παρεστηκότας, εἰς τελειοτέραν ἀνήχθησαν ἔννοιαν περὶ τοῦ σωτῆρος καὶ ὡς ἄρα ἀληθῶς οὗτός «ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραὴλ» καὶ ὁ μέλλων ἔρχεσθαι, οὗτος «ὁ θεὸς τῶν πατέρων ἡμῶν», «ὁ κριτὴς ζώντων καὶ νεκρῶν».

Mt 17, 9—12 Εἶτα καλῶς ἐν τῇ καρδίᾳ ταῦτα πηξάμενοι μόνον οὐ λέγουσιν· ἰδοὺ ὁρῶμεν καὶ πεπείσμεθα, ὅτι σὺ εἶ καὶ οὐκ ἄλλος ὁ ἐρχόμενος θεὸς ἡμῶν καὶ λυτρωτὴς καὶ κριτὴς καὶ ἡ προσδοκωμένη παρουσία σου ἐνέστηκεν. πῶς οὖν 〈λέγουσιν οἱ γραμματεῖς, ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον〉; ἔλεγον δὲ τοῦτο οἱ Ἰουδαῖοι καὶ περιέφερον ἀνατρέπειν πειρώμενοι τὴν ἐνεστῶσαν παρουσίαν τοῦ Χριστοῦ ὡς καὶ πρὸ ταύτης ὀφείλοντος ἐλθεῖν τοῦ Ἠλίου. οἱ δὲ ἀπόστολοι προήνεγκαν τοῦτο οὐχ ὡς αὐτοὶ διστάζοντες· τοὐναντίον γὰρ λίαν ἦσαν πεπεισμένοι καὶ πολλὴν εἰληφότες τὴν πληροφορίαν καὶ ἔνθερμοι τὴν γνώμην τοῖς ἠκουσμένοις καὶ ἑωραμένοις. διὸ καὶ 〈καταβαίνοντες〉 εὐθὺς ἀπὸ 〈τοῦ ὄρους〉 ἐποιήσαντο τὴν ἐρώτησιν οὐδεμίαν ἀναβολὴν ταύτης ποιησάμενοι· προσάγουσιν δὲ τῶν γραμματέων τὸν λόγον, ἵνα μὴ μόνον αὐτοὶ ὦσι πεπεισμένοι ἅτε γεγονότες θεαταὶ τῶν φρικτῶν καὶ ἀπορρήτων, ἀλλ᾽ ἵνα καὶ τοῖς ἄλλοις ἐπειδὰν βούλωνται ταῦτα κηρύσσειν καὶ ἀποκαλύπτειν καὶ διδάσκειν μὴ ἔχωσιν μηδὲ τὸν παρὰ τῶν γραμματέων λόγον προφερόμενον ἀντιπίπτοντα. διὸ καὶ ὁ κύριος τὸ πρόθυμον αὐτῶν τῆς περὶ τὰ θεαθέντα διηγήσεως εἰδὼς τέως ἐπέχει εἰς τὸν μετὰ τὴν ἀνάστασιν καιρὸν ἀνατιθεὶς τῶν ὑψηλοτέρων καὶ θαυμασιωτέρων τὴν διήγησιν.

οὐ ποιεῖται δὲ τοῖς γραμματεῦσιν οἰκείαν τῆς δοκούσης ἀπορίας ὁ δεσπότης τὴν ἐπίλυσιν δεικνύς, ὅτι οὐδὲν ἡ λύσις τοὺς γραμματεῖς βελτιώσει· οὐ γὰρ ἀγνοίᾳ τοῦ ἀληθοῦς, κακουργίᾳ δὲ καὶ ἀπονοίᾳ γνώμης τοῦτο προέφερον· οὓς γὰρ τηλικούτων θαυμάτων ἐνάργεια οὐκ ἐδυσώπησεν, ἀλλ᾽ εἰς μείζονα φθόνον ἐξέκαυσεν, οὐδὲ τοσαύτης διδασκαλίας χάρις ἐπέστρεψεν. τί ἂν εἰργάσατο ἑνὸς οὐδ᾽ ἀπορίαν ἔχοντος λόγου, ἀλλ᾽ ὑπ᾽ αὐτῶν κακουργουμένου διασάφησις; ἐπάγει γοῦν διὰ τοῦτο τὴν λύσιν οὐκ αὐτοῖς Ἰουδαίοις, ἀλλὰ τοῖς ἀποστόλοις ἁρμόζουσαν, ὅτι ἐλεύσεται μέν, ὃν λέγουσιν 〈Ἠλίαν καὶ ἀποκαταστήσει πάντα〉, ἀλλ᾽ ἤδη καὶ ὁ τοῦ Ἠλία ὁμοιότροπος 〈ἦλθεν〉 καὶ μυρία κακὰ 〈ἐποίησαν〉 αὐτόν. μὴ οὖν σεμνυνέσθωσαν ἐπὶ τῷ λέγειν 〈Ἠλίαν δεῖ ἐλθεῖν〉· οἱ γὰρ τὸν ὁμοιότροπον οὕτω διαθέντες κἀκεῖνον, εἰ νῦν παρεγένετο, οὐκ ἂν μὴ ὁμοίως κακοποιῆσαι ἐφείσαντο, οἵ γε οὐ μόνον τὸν ὁμοιότροπον τοῦ Ἠλία, ἀλλὰ καὶ αὐτὸν τὸν ἑκατέρου δεσπότην σταυρῷ καὶ θανάτῳ παραδοῦναι συνειδῶσιν. φησὶ δὲ 〈καὶ οὐκ ἐπέγνωσαν αὐτόν〉. οὐκ ἠθέλησαν γνῶναι αὐτόν, ἀλλὰ καὶ μηδεμίαν λέγειν ἔχοντες αἰτίαν κατ᾽ αὐτοῦ πάντα, ὅσα ἐπέτρεπεν ἡ πονηρὰ αὐτῶν γνώμη, εἰς αὐτὸν διεπράξαντο. ἐνέβαλλον ὡς κακοῦργον εἰς δεσμωτήριον, μισθὸν ὀρχήσεως τὴν ἐκείνου ζωὴν ἐποιήσαντο, τὴν κεφαλὴν ἐξέτεμον, ἐνύβρισαν καὶ μετὰ θάνατον ἐπὶ πίνακος ὡς ἐνόμιζον θριαμβεύοντες.

ἀλλὰ πῶς ἔφη ἐποίησαν; ταῦτα γὰρ Ἡρώδης μόνος ἐποίησεν. οὐ μὲν οὖν μόνος Ἡρώδης, ἀλλὰ καὶ οἱ συνανακείμενοι αὐτῷ, δι᾽ οὓς μᾶλλον καὶ τὴν σφαγὴν ἐξειργάσατο· εἰ γὰρ ἐκεῖνοι μὴ συνέτρεχον, οὐκ ἂν ἡ μιαιφονία ἐξείργαστο τοῦ Ἡρώδου ἤδη πρὸς τὴν τοῦ ἀνδρὸς 〈σφαγὴν〉 ὑποστελλομένου· εἰ γὰρ πρώην εἰς τὴν τοῦ θείου σφαγὴν ὡρμημένος ὅμως τῷ δέει τοῦ πλήθους ἐπεσχέθη, ὅτε καὶ αὐτὸς εἰς αἴσθησίν τινα τῆς θαυμασιότητος ἐληλάκει τοῦ ἀνδρὸς καὶ λύπην ἐπὶ τῇ προπετείᾳ τῆς ὑποσχέσεως ἐπεδείκνυ, πῶς οὐκ ἂν εὐκόλως ἐπεσχέθη τῶν συνανακειμένων διαγανακτούντων· οἱ δὲ τοσούτου ἐδέησαν τοῦ ἐπισχεῖν, ὥστε μονονουχὶ καὶ αὐτόχειρες γεγόνασιν, εἴπερ τὸ ἀρεστὸν αὐτῶν ποιῶν ὁ Ἡρώδης τὴν μιαιφονίαν ἀπειργάσατο.

Mt 17, 11—13 Ἠλίας ὁ Ἰωάννης οὐ τῷ ὀνόματι, ἀλλὰ τῷ παραπλησίῳ τῆς πράξεως· καὶ γὰρ ἑκάτερος τῆς δεσποτικῆς παρουσίας πρόδρομος, εἰ καὶ ὁ μὲν τῆς προτέρας, ὁ δὲ τῆς δευτέρας, καὶ ὅτι καὶ κατὰ τὰ ἄλλα πολλὴν τὴν ὁμοιότητα εἶχον· ἑκάτερος γὰρ αὐτῶν τοὺς θορύβους καὶ τὰς πόλεις καὶ τὰ δικαστήρια καὶ πάντα τὸν ἐκεῖθεν ἐξέφυγεν ὄχλον. ᾤκει τὸν Κάρμηλον Ἠλίας, ἐν τῇ ἐρήμῳ διέτριβεν ὁ Ἰωάννης· ἄσκευον βίον ἐδίωκεν ὁ Ἰωάννης, ἀφρόντιστον εἶχεν ὁ Ἠλίας μηδὲ τῆς ἐφημέρου τροφῆς μεριμνῶν, παρθενείας ἑκάτερος φύλαξ καὶ πολλὴ 〈οὖν〉 ἡ ὁμοιότης. διὸ οὐ μόνον νῦν ὁ Ἰωάννης εἰς τὴν τοῦ Ἠλία ὁμοιότητα παραλαμβάνεται, ἀλλὰ καὶ ἀλλαχοῦ ἐμφαντικώτερον ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται· «αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι»· καὶ γὰρ τοῦτο δηλοῖ, ὅτι τῷ μέλλοντι ἔρχεσθαι Ἠλίᾳ ὁ αὐτός ἐστιν κατά τε τὴν ὁμοιότητα καὶ ταυτότητα τῆς διακονίας ὁ Ἰωάννης· πρόδρομός τε γὰρ ὡς ἔφην ἑκάτερος τῆς δεσποτικῆς παρουσίας καὶ κατὰ τὴν ὁμοιότητα καὶ οἰκείωσιν τῆς θαυμασίου πολιτείας. ὅταν οὖν λέγῃ 〈Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει〉, τὸν Ἠλίαν λέγει τὸν ὄντα τῷ τε πράγματι καὶ τῷ ὀνόματι· ὅταν δὲ λέγῃ 〈Ἠλίας ἤδη ἦλθεν〉 τὸν Ἰωάννην μὲν τῷ ὀνόματι λέγει, Ἠλίαν δὲ τῷ πράγματι τὴν πρὸς ἀλλήλους δεικνὺς ὁμοιότητα.

ὡσαύτως δὲ καὶ ὅταν λέγῃ «αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι» τὸν τῷ πράγματι Ἠλίαν γεγενημένον φησίν, ὃς διὰ τὴν σφοδρὰν ὁμοιότητα, ἣν πρὸς τὸν μέλλοντα ἔρχεσθαι κέκτηται, Ἠλίας καλεῖται· τὸ γὰρ ὁ μέλλων 〈ἔρχεσθαι〉 τοῦτο δηλοῖ, οἷον ὁ διὰ τὴν τοῦ μέλλοντος ἔρχεσθαι ὁμοιότητα καὶ οἰκειότητα καὶ τὴν κλῆσιν αὐτοῦ ὑποδὺς αὐτός ἐστιν.

Οὐ τῷ ὀνόματί ἐστιν Ἠλίας ὁ Ἰωάννης, ἀλλὰ τῇ ὁμοιότητι τῶν πράξεων· καὶ γὰρ ἀμφότεροι πρόδρομοι ἐτύγχανον τῆς τοῦ Χριστοῦ παρουσίας, ὁ μὲν τῆς προτέρας, ὁ δὲ τῆς δευτέρας, καὶ ἀμφότεροι τοὺς πολιτικοὺς θορύβους ἐξέφυγον. καὶ ὁ μὲν Ἠλίας ᾤκει τὸν Κάρμηλον, ὁ δὲ Ἰωάννης ἐν τῇ ἐρήμῳ διέτριβε καὶ κατὰ τὰ ἄλλα δὲ πλείστη ἐτύγχανεν αὐτοῖς ἡ ὁμοιότης. καὶ τοῦτο δηλοῖ ὁ Χριστὸς λέγων, ὅτι 〈ἦλθεν Ἠλίας〉, ἀλλ᾽ 〈οὐκ ἔγνωσαν αὐτόν〉, τοῦτ᾽ ἔστιν ὁ Ἰωάννης ὁ κατὰ πάντα ὅμοιος αὐτῷ.

Mt 17, 19—21 Τοῦ μὴ τυχεῖν τῆς ἰάσεως τὸν δαιμονιζόμενον τρία ᾐτιάσατο· τὴν ἀπιστίαν τῶν παρεστώτων καὶ διαστροφὴν τῆς γνώμης, τὴν περὶ τὰ σημεῖα τῶν μαθητῶν ὀλιγοπιστίαν, τὴν τοῦ δεομένου τῆς ἰάσεως γαστριμαργίαν καὶ ἀδηφαγίαν καὶ τὸ ἐρρᾳθυμημένον εἰς προσευχήν· ἐνίοτε γὰρ καὶ ἡ τῶν προσιόντων μόνη διάθεσις σφοδρὰ καὶ σύντονος οὖσα ἐκβιάζεται τὴν ἴασιν, ἄλλοτε δὲ τοῦ ἰατροῦ ἡ ἄφατος ἰσχὺς καὶ ἡ δύναμις, ἐνιαχοῦ δὲ καὶ τῶν ὁρώντων καὶ παρεστώτων ἡ ἐπιστροφὴ καὶ ἡ σωτηρία. εἰπὼν οὖν ὁ δεσπότης 〈τοῦτο δὲ τὸ γένος οὐκ〉 ἐξέρχεται δύο τινὰ παρεδήλωσεν καὶ τοὺς μαθητὰς παρεμυθήσατο· μὴ νομίσητε, φησίν, ὅτι τὸ πᾶν τῆς ὑμῶν ὀλιγοπιστίας γέγονεν, ἀλλὰ μέγα γέγονεν ἐμπόδιον εἰς τὴν σφῶν αὐτῶν σωτηρίαν τὸ γαστρίμαργον καὶ πρὸς εὐχὴν ἀφιλόπονον τῶν δεομένων τῆς ἰάσεως. πάλιν δὲ καὶ θεραπείας παρέδωκεν θείαν καὶ σοφὴν ὄντως μέθοδον τὴν νηστείαν καὶ προσευχὴν τῶν πασχόντων, δι᾽ ὧν οὐ μόνον δαιμόνων ἐπηρείας, ἀλλὰ καὶ τῶν ἄλλων παθῶν ἀπαλλαγῆναι δυνάμεθα.