Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Επιστολές προς τους αρχιεπισκόπους Ακυληίας και Καλαβρίας: Η εκπόρευση του Αγίου Πνεύματος και κανονικές αποκρίσεις

Πολεμική κατά της προσθήκης του Φιλιόκβε και λεπτομερείς απαντήσεις σε κανονικά ερωτήματα για το βάπτισμα, τα επιτίμια και τις περιπτώσεις αιχμαλώτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 17 από 34

Ὃ δὲ ῥηθῆναι δέον μικροῦ με παρέδραμεν, τοῦτο δὴ καὶ προσθεὶς καταπαύσω τὸν λόγον, τῆς ἐπιστολῆς εὐλαβούμενος τὸ μῆκος. ἡ τῶν ἀληθῶς κανόνων φυλακὴ σπουδαίῳ μὲν ἐποφείλεται παντί, πολὺ δὲ πλέον τοῖς ἐπευθύνειν τὰ τῶν ἄλλων ὑπὸ τῆς προνοίας ἠξιωμένοις· καὶ τούτων ἔτι μάλιστα τοῖς ἐν αὐτοῖς τούτοις πρωτεύειν λαχοῦσιν. ὅσῳ γὰρ ὑπερέχουσι, τοσούτῳ νομοφυλακεῖν ὀφείλουσιν· θᾶττόν τε γὰρ τὸ ἐκείνων ἐλάττωμα, οἷα δὴ κειμένων ἐν ὕψει, εἰς πάντας περιαγγέλλεται κἀκεῖθεν τοὺς ἄλλους δεήσει πρὸς ἀρετὴν ἐπανάγεσθαι ἢ πρὸς κακίαν ὑποσύρεσθαι. διὸ δεῖ καὶ τὴν ὑμετέραν πολυέραστον μακαριότητα, τῆς ἐκκλησιαστικῆς εὐταξίας ἐν πᾶσι φροντίζουσαν καὶ τῆς κανονικῆς ἀντεχομένην εὐθύτητος, τοὺς ἄνευ συστατικῶν γραμμάτων πρὸς τὴν τῶν Ῥωμαίων ἐκκλησίαν ἐντεῦθεν ἀπαίροντας μὴ ὡς ἔτυχεν ὑποδέχεσθαι μηδὲ φιλοξενίας προσχήματι μισαδελφίας παραχωρεῖν καταβάλλεσθαι σπέρματα. τὸ μὲν γὰρ καθ’ ἑκάστην πρὸς τὴν ὑμῶν πατρικὴν ὁσιότητα τοὺς βουλομένους παραγίνεσθαι καὶ τῶν τιμίων αὐτῆς ἀπολαύειν ἰχνῶν, τοῦτο λίαν ἐμοὶ προσφιλὲς καὶ πρὸ πολλῶν ἄλλων τιμώμενον· τὸ δὲ χωρὶς τῆς ἡμετέρας εἰδήσεως καὶ συστατικῶν γραμμάτων ἄνευ ἀποδημίας ἀτάκτους ποιεῖσθαι οὔτε ἡμῖν οὔτε τοῖς κανόσιν, ἀλλ’ οὐδὲ τῇ ὑμῶν ἀδεκάστῳ κρίσει εὐπαράδεκτον.

Ἐῶμεν γὰρ τἄλλα ἃ συμβαίνειν εἴωθεν μὴ κατὰ τὸν κανόνα τὰς ἀποδημίας ποιουμένων τῶν ἀποδημούντων, τὰς μάχας, τὰς στάσεις, τὰς ἔριδας, τὰς φιλονεικίας, τὰς διαβολάς, τὰς ἐπιβουλάς, τὰς ἐπαναστάσεις· ἀλλὰ τό γε νῦν ὁρώμενόν τε καὶ πραττόμενον ἐρῶ. ἐπειδὰν γὰρ ἐνταῦθά τινες διὰ τῆς παθοποιοῦ ῥᾳστώνης τὸν βίον καταρρυπώσωσιν, τῶν δὲ πλημμελημάτων εὐθύνας ἀπαιτεῖσθαι ὦσι προσδόκιμοι, μετὰ σεμνῆς τῆς ἐπωνυμίας φυγάδες γίνονται, προσευχῆς ὄνομα τῇ φυγῇ περιθέμενοι καὶ πρᾶξιν αἰσχρὰν ὀνομασίᾳ χρηστῇ συγκαλύψαντες· ὧν οἱ μὲν ἀλλοτρίους γάμους διώρυξαν, οἱ δὲ κλοπαῖς ἑαλώκεσαν, ἢ ταῖς μέθαις προεπόθησαν, ἢ ταῖς ἀκολασίαις ἐδουλώθησαν· ἄλλοι δὲ καὶ τῶν ταπεινοτέρων αὐτόχειρες ἐφωράθησαν, καὶ ἄλλοι ἄλλοις πάθεσιν ἀκαθαρσίας συνεσχέθησαν. οἳ ἐπειδὰν κατ’ αὐτῶν τὴν δίκην ἀφιεμένην, ὥσπερ ἔφημεν, συναίσθωνται, ὁμοῦ πάντα κυκήσαντές τε καὶ συνταράξαντες δρασμῷ τὰς ἐπὶ τοῖς αἰσχρουργηθεῖσιν καὶ τολμηθεῖσι διακρούονται κολάσεις, μήτε ταῖς ἐπιτιμήσεσι σωφρονιζόμενοι μήτε ταῖς τιμωρίαις θεραπευόμενοι μήτε τοῦ πτώματος ἀνορθούμενοι, ἀλλ’ αὑτοῖς τε καὶ τοῖς ἄλλοις διατελοῦντες ὀλέθριοι. ἐξ ὧν τῷ βουλομένῳ πάθεσι τρυφᾶν ἡ πύλη πλατεῖα τῆς ἀπωλείας ὑπανοίγνυται· ἔχουσι γὰρ τῆς δίκης ἀποφυγὴν τὴν ἐπὶ προφάσει προσευχῆς ἐπὶ Ῥώμην κάθοδον.

ὧν τὴν κακότεχνον μηχανὴν ἡ ὑμετέρα παθοκτόνος καὶ θεοχαρίτωτος ἀνασκοποῦσα κεφαλή, ἄχρηστον αὐτοῖς καὶ ἀτελεσφόρητον τὸν δόλον καὶ τὴν μηχανορράφον ἀποφαινέτω προαίρεσιν, τοὺς ἄνευ συστατικῶν παραγινομένους γραμμάτων μετ’ ἐπιμελείας ἐκεῖσε πάλιν ἐπαναστρέφουσα ὅθεν κακῶς καὶ ἀτάκτως ἐξέφυγον· οὕτω γὰρ ἂν αὐτῶν τε ἐκείνων ἡ σωτηρία πραγματεύοιτο κοινή τε ἡ φροντὶς πᾶσιν ἐπ’ ὠφελείᾳ ψυχῆς τε καὶ σώματος πρυτανεύοιτο καὶ ἡ κανονικὴ εὐταξία διαφυλάττοιτο καὶ ἡ φιλαδελφία κρατύνοιτο.

Τῷ θεοφιλεστάτῳ, ὁσιωτάτῳ, ἱερωτάτῳ ἀρχιερεῖ, ἀδελφῷ καὶ συλλειτουργῷ, τῷ θαυμασιωτάτῳ καὶ περιωνύμῳ ἀρχιεπισκόπῳ καὶ μητροπολίτῃ Ἀκυληΐας, Φώτιος ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς πατριάρχης Τὸ μὲν τῆς παρ’ ὑμῶν μακαριότητος ἀφιγμένον γράμμα ἡμῖν πρῶτα μὲν ἐχαρακτήριζε τὴν ταύτης κατὰ θεὸν γνώμην καὶ τὸ φίλτρον τοῦ πνεύματος, ὡς μέγα τε εἴη καὶ ὑψηλὸν καὶ ὑπερανῳκισμένον τῆς τῶν πολλῶν καταστάσεως· ἔπειτα δὲ καὶ ὃς αὐτὸ ἐνεκεχείριστο, τούτου τοῦ ἱεροῦ ἀνδρὸς τήν τε ἄλλην ἀρετὴν καὶ σύνεσιν καὶ τὸ κατὰ διάνοιαν εὐσταθές τε καὶ δραστήριον, δι’ ὧν ὡς δι’ ἐσόπτρου τὴν ὑμετέραν ἱερὰν καὶ θεοτίμητον ὁσιότητα, ὅσα τὸ γράμμα οἷα δὴ γράμμα παρέτρεχε, καθορᾶν παρεῖχεν ἐμφανέστερόν τε καὶ τελεώτερον καὶ ἐπὶ τοῖς ταύτης κατορθώμασιν ἥδεσθαι καὶ κατατέρπεσθαι. καὶ γὰρ εἴδομεν ἄνδρα συνέσει μὲν μᾶλλον ἢ τῇ πολιᾷ σεμνυνόμενον, ἀρεταῖς δὲ οὐκ ἔλαττον ἢ συνέσει ποικιλλόμενον, καὶ τῷ εὐσταθεῖ τῆς γνώμης τὸ ἀγχίνουν συμπροβαλλόμενον· καὶ ἁπλῶς εἰπεῖν, οἵας ἐχρῆν μετειληχέναι χάριτος τὸν ἱερᾶσθαι παρὰ θεοῦ τῶν φρικτῶν ἡμῶν μυστηρίων τὴν τελετὴν λαχόντα καὶ τῆς ὑμῶν διδασκαλίας καὶ χειροθεσίας ἄξιον, τοιοῦτον ἡ πεῖρα τῆς ἱερᾶς ὑμῶν ὁσιότητος παρεδείκνυ τὸν ἀπόστολον.

κἀντεῦθεν ἦν συνορᾶν τε καὶ λαμβάνειν τὴν ἀπόδειξιν ὡς ὁ τούτου τὰ πρωτεῖα φερόμενος καὶ τελεσιουργὸς καὶ τῆς πρὸς ἡμᾶς ἀποστολῆς αἴτιος πλήρης μὲν τῶν θείων ἐστὶ χαρίτων, ὅλως δὲ τῇ τοῦ βίου λαμπρότητι καὶ τῷ τῶν δογμάτων διαπύρῳ ζήλῳ καὶ τῷ ἔρωτι διασημότατός τε ἂν εἴη καὶ παράδειγμα σωτηρίας τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. εἰ μὴ γὰρ ταῖς κατὰ θεὸν ὑμῶν διδασκαλίαις καὶ εἰσηγήσεσιν ἐπιδαψιλευόμενος ὁ τὴν ἀρχιερατικὴν χάριν ἐξ ὑμῶν ἕλκων οὕτως ἐνετρύφα, καὶ εἰ μὴ θαυμαστῆς τινος καὶ τοσαύτης ἀπήλαυε τῆς ἐκ τῶν ἀρετῶν ὑμῶν πηγαίας ἀρδείας, οὐκ ἂν εἰς τοσαύτην προῆλθε κατὰ τὸ προσῆκον ἀρχιερεῦσι θεοῦ ἀρετῶν ἐπιφάνειαν· σῴζουσι γὰρ οὐκ ἀεί, οὐδὲ ἐκ βραχείας τινὸς αὐγῆς καὶ ἐκλάμψεως, τὴν ὁμοιότητα τῶν πρωτοτύπων τὰ δεύτερα. καὶ χάρις ἐπὶ πᾶσι τούτοις τῷ εὐεργέτῃ καὶ δημιουργῷ τῶν ὅλων θεῷ, ὃς ὥσπερ ἐν τοῖς τῆς ἑῴας μέρεσιν, οὕτω δὴ καὶ ἐν τοῖς ἑσπερίοις φωστῆρας καὶ ὁδηγοὺς τελεσιουργῶν, ὁσημέραι λάμπειν καὶ καταυγάζειν πολλῶν ψυχὰς καὶ διανοίας ἐν τῷ τῶν ἀρχιερατικῶν ὕψει θρόνων προβάλλεται.

Ἀλλ’ οὕτω περὶ τῆς ἱερᾶς ὑμῶν ἀρετῆς ἔχοντες καὶ τοῖς ταύτης ἐνσεμνυνόμενοί τε καὶ ἡδόμενοι κατορθώμασι, τὸ νῦν ἡμῶν ταῖς ἀκοαῖς ἐπιπεσόν—ὡς εἴθε μὴ ὤφελε· ψυχῆς γάρ ἐστι καὶ οὐ σώματος ἄλγημα— διὰ ταύτης ἀποθέσθαι μεγάλην ἐλπίδα λαβόντες, καὶ αὐτὸ τὸ πάθος ἀνακαλύψαι δεῖν ᾠήθημεν. ἀνηνέχθη γὰρ μέχρι τῶν ἡμετέρων ἀκοῶν ὥς τινες τῶν κατὰ δύσιν—οὐκ οἶδα πῶς ἂν ἀλύπως εἴπω—, μὴ καλῶς ταῖς κυριακαῖς φωναῖς ἐξασκηθέντες, ἢ τῶν πατρικῶν τε καὶ συνοδικῶν ὅρων καὶ δογμάτων ἔχοντες λόγον οὐδένα, ἢ τῆς ἐκεῖθεν ἀκριβείας ὑπερορῶντες ἢ τὸν νοῦν πρὸς τὰ τοιαῦτα φέροντες πεπωρωμένον, ἢ οὐκ οἶδ’ ὅπως ἄν τις καὶ φαίη—ὅμως οὖν—ὡς εἴθε μὴ ὤφελεν—ἧκεν εἰς ἡμετέρας ἀκοὰς ὥς τινες τῶν ἀνὰ τὴν δύσιν τὸ θεῖόν τε καὶ πανάγιον πνεῦμα οὐ μόνον ἐκ τοῦ θεοῦ καὶ πατρός, ἀλλὰ καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι παρεισάγουσι καὶ πολλὴν ἐντεῦθεν τὴν βλάβην διὰ τῆς τοιαύτης φωνῆς τοῖς πειθομένοις ἀπεργάζονται.

τοῦτο δὲ κατάγνωσιν μὲν τοῖς οὕτως ἐξ ἀλόγου προλήψεως ἔχουσιν οὐ τοσαύτην, καίτοι πολλήν, διὰ τὸ τῆς ἀγνοίας προκάλυμμα τάχα ἂν οὐ προξενήσειεν· ἐρεύνης δὲ προτεθείσης καὶ τρανῶς σαφηνιζομένου τε καὶ ἀνακαλυπτομένου τοῦ ἀτοπήματος διά τε τῆς ἄλλης ἡμῶν ἱερᾶς γραφῆς καὶ αὐτῆς δὴ τῆς κυριακῆς φωνῆς, εἰ μὴ θᾶττον μὲν ἀποσταῖεν ὡς ἐνισχημένοι τῆς ἀτόπου δόξης, θᾶττον δὲ τοῖς ὀρθῶς ἐπιδεδειγμένοις καὶ προτεθεῖσιν ἐπασμενίσαιεν καὶ τὸν ὄλισθον οὗ κατεφέροντο ἐπιγνόντες διώσοιντο, τῆς εὐσεβείας δὲ τέκνα καὶ μαθητὰς ἑαυτοὺς προθύμως ἐπιδείξαιεν, εἰς ὅσην οἱ τοιοῦτοι καταφέρονται βλασφημίαν, ὅσης δὲ καταδίκης ὑπευθύνους ἑαυτοὺς ἀποφαίνουσιν, κἂν μηδεὶς ἀνακηρύττῃ, κατάδηλον. ἐκπεσοῦνται γὰρ μετὰ τῶν ἄλλων ἀγαθῶν καὶ τοῦ τῆς εὐσεβείας φρονήματος καὶ αὐτοῦ τοῦ θείου πνεύματος, ὡς ταπεινοῦντες τὸ πνεῦμα, οἷα δὴ ἐκ τοῦ υἱοῦ δογματίζοντες ἐκπορεύεσθαι, καὶ δευτέρᾳ προόδῳ αὐτὸ μὲν ἐνυβρίζοντες, χλευάζοντες δὲ καὶ τὴν μίαν ἐκπόρευσιν.

Πῶς γὰρ οὐκ ἄτοπον, μᾶλλον δὲ πῶς οὐ τῆς ἐσχάτης βλασφημίας πλῆρες, τὸ πρὸς αὐτὰς τὰς δεσποτικὰς φωνὰς ἀπομάχεσθαι καὶ τῇ πανταχοῦ κρατούσῃ τῶν μεγάλων καὶ ἀρχιερατικῶν θρόνων παραδόσει τε καὶ διδασκαλίᾳ ἀντεπανίστασθαι; καὶ γὰρ—ἵνα τοὺς πρὸ αὐτοῦ ἐάσω—καὶ Λέων ὁ τῆς Ῥώμης ἀρχιερεύς, ὅ τε παλαιός, καὶ πάλιν ὁ μετὰ τοῦτον νέος, τὰ αὐτὰ φρονοῦντες τῇ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ καὶ τοῖς πρὸ αὐτῶν ἁγίοις ἀρχιερεῦσι καὶ τοῖς ἀποστολικοῖς θεσπίσμασιν ἐπιδείκνυνται· ὁ μὲν τῇ τετάρτῃ καὶ οἰκουμενικῇ ἁγίᾳ συνόδῳ πολλὴν συνεισενεγκὼν τὴν συγκρότησιν διά τε τῶν εἰς πρόσωπον αὐτοῦ σταλέντων ἱερῶν ἀνδρῶν καὶ διὰ τῆς οἰκείας ἐπιστολῆς, δι’ ἧς καὶ Νεστόριος καὶ Εὐτυχὴς καταβέβληνται, ἐν ᾗ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς κατὰ τὰς πρὸ αὐτοῦ συνοδικὰς ψήφους, ἀλλ’ οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ, ἀνεκήρυττεν ἐκπορεύεσθαι.

ὡσαύτως δὲ καὶ ὁ μεταγενέστερος Λέων, ὁ τὴν πίστιν ὥσπερ τὴν κλῆσιν ἐφάμιλλος, οὗτος δή, οὗτος ὁ τῆς εὐσεβείας θερμὸς ζηλωτής, ὡς ἂν κατὰ μηδένα τρόπον μηδαμῶς παραχαράττοιτο βαρβάρῳ γλώσσῃ τὸ ἄχραντον ἡμῶν τῆς εὐσεβείας μάθημα, Ἑλληνίδι φωνῇ, ὥσπερ δὴ καὶ κατ’ ἀρχὰς εἴρηται, τοῖς ἐν τῇ δύσει δι’ αὐτοῦ δοξολογεῖν καὶ θεολογεῖν τὴν ἁγίαν τριάδα παραδέδωκεν· καὶ οὐ λόγῳ μόνον καὶ προστάγματι, ἀλλὰ καὶ θυρεοῖς τισι πεποιημένοις ὥσπερ στήλαις τισὶν ἀναγραψάμενός τε καὶ εἰς ὄψιν ἁπάντων προθείς, κατὰ τὰς πύλας τῆς ἐκκλησίας προσέπηξεν, ὡς ἂν πᾶσιν εἴη ῥᾴδιόν τε καὶ ἀκαπήλευτον ἐκμανθάνειν τὴν εὐσέβειαν, καὶ μηδαμόθεν τοῖς κρυφίοις παραχαράκταις καὶ καινολόγοις μέθοδος εἴη κιβδηλεύειν ἡμῶν τῶν Χριστιανῶν τὴν εὐσέβειαν καὶ δεύτερον αἴτιον εἰσάγειν παρὰ τὸν πατέρα τὸν υἱὸν τοῦ ὁμοτίμως τῷ γεννηθέντι υἱῷ ἐκ τοῦ πατρὸς ἐκπορευομένου πνεύματος. καὶ οὐχ ἡ δυὰς αὕτη μόνη τῶν ἱερῶν ἀνδρῶν κατὰ δύσιν διαλαμψάντων τὴν εὐσέβειαν ἀκαινοτόμητον διεσώσαντο· οὐχ οὕτω σπανίζει κηρύκων ἑσπερίων ἡ ἐκκλησία· ἀλλὰ καὶ ἄλλος χορὸς οὐκ εὐαρίθμητος, οἳ καθάπερ ἄκροις τοῖς εἰρημένοις ἀνδράσιν ἐμπεριέχονταί τε καὶ συνεκλάμπουσι τὴν εὐσέβειαν.

Οὕτω γοῦν τῆς Ῥωμαϊκῆς ἐκκλησίας τοῖς ἄλλοις τέσσαρσιν ἀρχιερατικοῖς θρόνοις συμφωνούσης τε καὶ ἀνομολογούσης καὶ ἐν τῇ πέτρᾳ τῶν δεσποτικῶν ῥημάτων ἐνιδρυμένης τε καὶ στηριζομένης τῆς ἐκκλησίας, καθ’ ἧς οὐδὲ πύλας ᾅδου, ἤτοι τὰ ἀπύλωτα τῶν αἱρετιζόντων στόματα, μηδαμῶς ἰσχύειν αὐτὴ διετράνωσεν ἡ ἀλήθεια, πόθεν καὶ ἐκ τίνων ἡ καινὴ αὕτη παραναδύεται κατὰ τοῦ πνεύματος βλασφημία; καὶ πῶς οὐκ ἂν εἴη τὸ συνενεχθὲν πολλῶν μὲν ἄξιον στεναγμῶν, πολλῶν δὲ δακρύων, πολλῆς δὲ σπουδῆς ἀναχαιτίσαι τὴν νομὴν τοῦ πάθους καὶ μὴ πλείους ὁρᾶν καταβοσκόμενον τῶν εἰς ποίμνην θεοῦ καταλογισθέντων τὸ νόσημα; διά τοι τοῦτο καὶ ἡ ἡμῶν μετριότης, ὥσπερ τινὰ μέγαν τῆς ἐκκλησίας πρόμαχον καὶ οἷα δὴ σκοπὸν τεθειμένον τῷ οἴκῳ Ἰσραήλ, τὴν ὑμετέραν ἐπ’ ἀρετῇ τελειότητα προκαλούμεθα τὸν ἐν τῇ καρδίᾳ ζῆλον ἔνθεον εἰς μέσον ἐκπυρσεῦσαι καὶ οἷα δὴ τὴν τῆς ἀρχιερωσύνης λυχνίαν ἀνάπτοντα πᾶσι τοῖς πλανωμένοις φῶς σωτήριον ἐναυγάσαι, καὶ τῆς πλάνης μὲν ἀποστῆσαι, χειραγωγῆσαι δὲ πρὸς τὴν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐξηπλωμένην εὐσέβειαν.

Πρῶτον μὲν γάρ, ὡς εἴρηται, τὴν κυριακὴν ἔχει φωνὴν λαμπροτέραν πάσης λαμπηδόνος ἐξαστράπτουσαν τὴν ἐκ τοῦ πατρὸς τοῦ πνεύματος ἐκπόρευσιν· πρὸς ἣν ἀναβλέποντες κἂν ὀψὲ γοῦν οἱ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα δυσφημήσαντες ἐκπορεύεσθαι, παυσάσθωσαν τῆς ἐν πλάνῃ καὶ σκότῳ διατριβῆς, καὶ τῷ φωτὶ τῆς εὐσεβείας ἐλλαμπόμενοι εἰς τὰς ἄδυτον ἐχούσας μάνδρας τὴν τῆς ὀρθοδοξίας αἴγλην τοῖς εὐσεβέσι συνεισιέτωσαν, καταιδούμενοι μάλιστα καὶ τὸν ἐπιστήθιον τῶν οὐρανίων δογμάτων μύστην καὶ μυσταγωγόν, τὸν τῆς θεολογίας Ἰωάννην ἐπώνυμον· καὶ εἰς πρεσβείαν προβαλλέτωσαν συγγνώμης τυχεῖν οἷς ἀπ’ ἐναντίας αὐτοῦ τε τοῦ διδασκάλου καὶ τῶν μαθητῶν τοῦ θεολογικωτάτου πάλαι ποτὲ ἐπανέστησαν.

Τοῖς γὰρ ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πανάγιον πνεῦμα ἐκπορεύεσθαι δογματίζουσι δύο πάντως καὶ ἀρχαὶ συνεισέρχονται καὶ ἡ ἐν τῇ τριάδι μοναρχία φροῦδος οἰχήσεται. δύο γὰρ φανερῶς τοῖς οὕτω λέγουσι τὰ αἴτια συνανακηρύσσεται, ἐξ ὧν καὶ ἡ μία ἀρχὴ εἰς δύο ἀρχάς—τρέποιτο δὲ τὸ βλάσφημον εἰς τὰς τῶν αἰτίων κεφαλάς—συνδιασχίζεται. ἄλλως τε δέ, εἰ μὲν τελεία ἡ ἐκ τοῦ πατρός ἐστιν ἐκπόρευσις, τίς ἡ χρεία τῆς δευτέρας ἐκπορεύσεως, ἤδη τῆς τελειότητος ἐκ τῆς πατρικῆς προόδου καθορωμένης τῷ πνεύματι; εἰ δ’ ἀτελής, τίς ὑποίσει τὸ ἄτοπον; πρῶτον μὲν γὰρ ὁ τοῦτο φάναι τολμήσας τῇ παντελείῳ τριάδι τὸ ἀτελὲς ἐναπέρριψεν· ἔπειτα δὲ καὶ ἐκ δύο πάλιν ἀτελῶν τὸ τελειοποιὸν πνεῦμα συγκατεσκεύασεν, ναὶ δὴ καὶ σύνθετον ἀπετέλεσεν ὡς ἐκ δύο τινῶν αἰτίων· καὶ τότε—ὢ γλώσσης ἀκρατοῦς καὶ γνώμης ἀγνώμονος—ἀτελῶς ἐξ ἑκατέρου ἐκπορευομένου τοῦ πνεύματος.

Οἱ δὲ ταύτῃ τῇ δυσφημίᾳ κάτοχοι καὶ υἱωνὸν εἰπεῖν τὸ πνεῦμα οὐκ ἂν ἀποκνήσαιεν. εἰ δὲ τὴν φωνὴν φυλάττονται φόβῳ τῶν εὐσεβῶν, ἀλλ’ οὖν τὸ φρόνημα δι’ ὧν δογματίζουσι θάλπουσιν. εἰ γὰρ ὁ μὲν υἱὸς ἐκ τοῦ πατρὸς διὰ γεννήσεως πρόεισι, τὸ πνεῦμα δὲ ἐκ τοῦ υἱοῦ δι’ ἐκπορεύσεως, εἰς υἱωνοῦ τάξιν περιστήσεται. καὶ πῶς ἂν εἴη τοῦτο φορητὸν τοῖς εὐσεβεῖν σπουδὴν ποιουμένοις καὶ τῷ τῶν Χριστιανῶν καταλόγῳ συνεξετάζεσθαι; ἢ πῶς ἐπὶ πολὺ παρορώμενον ἀνεξέλεγκτον οὐ συνελκύσει τοὺς σιγῶντας μέν, νοῦ δὲ ἐκ θεοῦ καὶ χαρίτων διελέγχειν ἀπολαύσαντας, εἰς τὴν τῶν βλασφημησάντων ἀπώλειαν;

Σὺ δέ μοι, ἀνδρῶν ἱερῶν ἱερώτατε, καὶ τοῦτο τῆς αὐτῶν ἀτόπου δόξης ἀναφυόμενον αὐτοῖς ἐπιδείκνυε. εἰ γὰρ τῇ τοῦ υἱοῦ γεννήσει ἐκπορεύεται καὶ τὸ πνεῦμα καὶ ἅμα ὁ μὲν γεννᾶται, τὸ δὲ τοῦ γεννωμένου ἐκπορεύεται, οὐδὲν ἔλαττον τοῦ υἱοῦ καὶ τὸ πνεῦμα ἂν εἴη ἐκ τοῦ πατρὸς τὴν πρόοδον λαμβάνον διὰ γεννήσεως, εἴπερ γεννᾷ μὲν ὁ πατὴρ τὸν υἱόν, τὸ πνεῦμα δὲ τῷ υἱῷ διὰ γεννήσεως προϊόντι συμπρόεισιν. εἰ μὲν γὰρ ἄλλος αὐτοῖς καιρὸς τὸν υἱὸν ἐκ τοῦ πατρὸς ὑποβάλλει τῇ γεννήσει, ἄλλος δὲ τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ ποιεῖ ἐκπορεύεσθαι—τάχα γὰρ καὶ τοῦτο συνελαυνόμενοι ἀναπλάσουσι—, πάντως τὸ πνεῦμα νεώτερον τῆς τοῦ υἱοῦ γεννήσεως ἀναγκάσει ὑποστήσασθαι. εἰ δὲ ταύτης τῆς περιφανοῦς θεομαχίας τὸν κίνδυνον ὑφορῶντες ἀποστήσονται, εἰς τὸ γεννητὸν ὁμολογεῖν τὸ πνεῦμα ἑαυτοὺς συνελάσουσιν.

Ἀκούω δὲ τούτους τοὺς θρασυνομένους κατὰ Παύλου καὶ κατὰ τοῦ κοινοῦ δεσπότου καὶ διδασκάλου τὸν θεῖον Παῦλον εἰς συνηγορίαν τῆς οἰκείας προβαλλομένους αἱρέσεως. ‘ἐξαπέστειλε’ γάρ—φασίν—εἶπεν ‘ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ, κρᾶζον ἐν ταῖς καρδίαις ἡμῶν, ἀββᾶ ὁ πατήρ.’ ἀλλ’ οἵ γε τοῦτο τὸ ῥητὸν τὴν οἰκείαν κρατύνειν ἀμαθίαν νομίζοντες ἐκεῖνο γινωσκέτωσαν, ὡς ἐν οἷς τοῖς τοῦ Παύλους ῥητοῖς ὑπολαμβάνουσιν ἐπερείδεσθαι, ἑαυτοὺς μᾶλλον ἁμαρτάνοντας ἐξελέγχουσιν. οὐ γὰρ αὐτοὺς ἐν οἷς κηρύσσει Παῦλος μεμφόμεθα, ἀλλὰ δι’ ὧν τὰς ἐκείνου θεοπνεύστους φωνὰς παραχαράσσουσιν αἰτιώμεθα· καὶ διότιπερ ἃ μήτε εἶπεν αὐτὸς μήτε ποτὲ ἐνενόησεν εἰς κατηγορίαν αὐτοῦ ἀναισχυντοῦσι προκομίζειν, διὰ τοῦτο δικαίαν αὐτοὶ καθ’ ἑαυτῶν ἁλίσκονται τὴν κατάγνωσιν ἐπιφέροντες. τὸ πνεῦμα τοίνυν τοῦ υἱοῦ ὁ μετάρσιος ἄνθρωπος λέγει ἀπεστάλθαι παρὰ τοῦ πατρός. λέγε καὶ σὺ τὴν αὐτὴν τῷ Παύλῳ φωνήν· ἔστι γὰρ τὸ πνεῦμα τοῦ υἱοῦ, ἐπεὶ μηδ’ ἀλλότριον μηδ’ ἀντιφθεγγόμενον αὐτῷ μηδ’ ἀντινομοθετοῦν ὤφθη ποτέ, ἀλλ’ ὥσπερ τῆς αὐτῆς οὐσίας καὶ δυνάμεως, οὕτω καὶ τῆς αὐτῆς βουλῆς καὶ γνώμης καὶ τῆς αὐτῆς ὁμοίως πρὸς τὸ ἕν, ἐξ οὗ τὸ μὲν γεγέννηται, τὸ δὲ ἐξεπορεύθη, συννεύσεως. εἶπεν εἶναι τὸ πνεῦμα τοῦ υἱοῦ· οὕτω κἀκεῖνοι λεγέτωσαν· οὐδεὶς αὐτοὺς αἱρέσεως ὁ γραφόμενος.

οὐκ εἶπεν, ἐκπορεύεται τοῦ υἱοῦ· ἂν τοῦτό τινες λέγωσιν, καὶ τὴν Παύλου διδασκαλίαν ὑβρίζουσιν καὶ δόξης αἱρετικῆς αὑτοὺς ἐνόχους δεικνύουσιν. εἰ δ’ ὅτι λέγεται τὸ πνεῦμα τοῦ υἱοῦ, διὰ τοῦτο φαντάζονται καὶ τὸ ἐκπορεύεσθαι, καὶ τὸν πατέρα τοῦ υἱοῦ δογματίσουσιν ἐκπορεύεσθαι· λέγεται γὰρ ὁ πατὴρ πανταχοῦ τοῦ υἱοῦ. καὶ πολλοὺς δ’ ἂν οἱ τοιοῦτοι προβολέας καὶ αἴτια τοῦ πνεύματος ὑποστήσονται· λέγεται γὰρ οὐδὲν ἔλαττον καὶ σοφίας πνεῦμα καὶ γνώσεως καὶ συνέσεως καὶ δυνάμεως καὶ τοιούτων θεοπρεπῶν ἄλλων. εἰ οὖν διότι τούτων τὸ πνεῦμα λέγεται, διὰ τοῦτο καὶ ἐξ αὐτῶν ἀπαιτοῦσιν ἐκπορεύεσθαι, ὁρᾶν ἐστιν αὐτῶν τὸ σοφὸν τῆς ἐπινοίας εἰς οἷον βάραθρον πλάνης αὐτοὺς κατακρημνίζει καὶ ἀποπλανᾷ.

Ἑτέρῳ δὲ τρόπῳ πάλιν ἕτερον βλάσφημον τῆς αὐτῶν ὁρᾶται δόξης ἀναφυόμενον. εἰ γὰρ ἐκπορεύεται μὲν τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ, οὐχ ὕστερον δὲ τῆς αὐτοῦ γεννήσεως οὐδὲ πρότερον—ἐν γὰρ τῇ παναγίᾳ τριάδι τὰ χρονικὰ ταῦτα προσρήματα παντελῶς ἀπελήλαται—εἰ τοίνυν ἅμα μὲν ἐκπορεύεται τοῦ πατρός, ἅμα δὲ τοῦ υἱοῦ, συνδιαιρεθήσεται ταῖς τῶν προβαλλομένων ὑποστάσεσι καὶ αὐτὸ τὸ προβαλλόμενον, καὶ δύο ἀνθ’ ἑνὸς αὐτοῖς ἔσται τὸ πνεῦμα, τὸ μὲν τοῦ πατρός, τὸ δὲ τοῦ υἱοῦ ἐκπορευόμενον. καὶ γὰρ οὐδέν ἐστι τοιοῦτον καινιζόμενον οὐδὲ ἐπὶ τῶν διὰ γενέσεως λαβόντων τὴν ὕπαρξιν· διάφορα μὲν γὰρ ὁρᾶν ἐστι καθ’ ὑπόστασιν ἐκ μιᾶς καὶ τῆς αὐτῆς προϊόντα ὑποστάσεως, ἓν δὲ καὶ τὸ αὐτὸ καθ’ ὑπόστασιν ἐκ διαφόρων προϊέναι καὶ μὴ συνδιαιρεῖσθαι ταῖς προβαλλομέναις ὑποστάσεσιν οὔτε ἡ γένεσις οἶδεν οὐδὲ εἴ τι κρεῖττον τῆς γενέσεως.

καὶ γὰρ παῖδες μὲν πολλοὶ πολλάκις ἐκ μιᾶς καὶ τῆς αὐτῆς νηδύος, καὶ ἅμα καὶ χωρίς, ὁρῶνται τελεσφορούμενοι· καὶ ἡ αὐτὴ χεὶρ καὶ τύπτει καὶ γράφει καὶ εὐεργετεῖ καὶ πρὸς τὸ θεῖον ἀνατείνεται· τὸ γράφειν δὲ χειρὸς ἔργον ὁλόκληρον ὁρᾶν καὶ ποδὸς ὁμοίως, ἢ τὸ βαδίζειν ὡσαύτως τῶν εἰρημένων ἑκατέρου, ἢ τὸ βλέπειν ὄμματος καὶ ὠτός, ἢ τὰ τοιαῦτα, οὐκ ἄν τις καθαρεύων ἀναισθησίας νομίσειεν, ἀλλ’ ὥσπερ ἀλλήλων τὰ μέρη τῇ οἰκείᾳ περιγραφῇ διεστήκασιν, οὕτω καὶ ἡ ἑκάστου ἐνέργεια πρὸς τὴν τῶν ἐνεργούντων φύσιν συνδιαιρεῖται καὶ τῶν ἄλλων συναποδιίσταται. καὶ ἐπὶ τῶν παντελῶς δὲ κεχωρισμένην λαχόντων τὴν ὑπόστασιν ὁ αὐτὸς εἱρμὸς τῆς θεωρίας διασῴζεται.

Τίς οὖν ἑτέρα πρόφασις τοῖς βλασφημεῖν αἱρουμένοις ὑπολείπεται; εὐμήχανον γὰρ ὁ πονηρὸς εἰς ἀπάτην, κἂν ἡ τοῦ ἀκρογωνιαίου λίθου σοφία καὶ δύναμις διὰ τῶν αὐτοῦ θεραπόντων ῥᾳδίως αὐτοῦ καταθραύει τὰ μηχανήματα. ἀλλὰ τί τούτοις πρὸς βλασφημίαν ὑπόλοιπον; τὴν κυριακὴν φωνὴν αὑτοῖς ὑποβάλλονται, οὐκ ἀγαπητὸν ἡγούμενοι δι’ ἑαυτῶν τὸν δεσπότην δυσφημεῖν, εἰ μὴ καὶ τὸν δυσφημούμενον νομοθέτην τῆς δυσφημίας κατηγορήσουσιν. εἶπε γάρ, φησίν, ὁ σωτήρ· ‘ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.’ ἀλλ’ εἴπερ ἡμῖν τοῦτο κατ’ αὐτῶν ἐκομίζετο πρὸς ἀπόδειξιν ὅτι ἐκ τοῦ πατρὸς λαμβάνει τὸ πνεῦμα καὶ ἐξ αὐτοῦ, ἀλλ’ οὐκ ἐκ τοῦ υἱοῦ ἐκπορεύεται, τίνα ἂν ἀποφυγὴν τῶν ἐλέγχων ἑαυτοῖς ἐπενοήσαντο; ἃ τοίνυν αὐτῶν περιφανῶς ἐλέγχει τὴν ἄνοιαν τῆς αἱρέσεως, ταῦτα πρὸς τὴν αὐτῆς βεβαίωσιν προβαλλόμενοι πῶς οὐκ ἂν εἴησαν ἄθλιοι μὲν τὸν νοῦν, ἀθλιώτεροι δὲ τὴν προαίρεσιν; τί γὰρ ἂν εἴη ταύτης τῆς δεσποτικῆς φωνῆς τρανότερον τῶν προκομιζόντων αὐτὴν καταβαλεῖν τὴν ἀναίδειαν; τί δὲ παραστῆσαι φανερώτερον ὡς οὐκ ἐκ τοῦ υἱοῦ, ἀλλ’ ἐκ τοῦ πατρὸς τὸ πνεῦμα ἐκπορεύεται; καὶ γὰρ ὅπερ ἐν ἄλλοις εἶπεν ὁ σωτήρ, ‘τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ἐκπορεύεται’, τοῦτο καὶ νῦν διὰ τῆς προκειμένης ἐκδιδάσκει ῥήσεως, ‘τὸ πνεῦμα’ λέγων ‘ἐκ τοῦ ἐμοῦ λήψεται’.

οὐ γὰρ εἶπεν ‘ἐξ ἐμοῦ’, ἀλλ’ ‘ἐκ τοῦ ἐμοῦ’, δηλονότι τοῦ πατρός· εἰ μή τι ἄρα βούλοιντο ἕτερον παρὰ τὸν πατέρα καὶ τὸ πνεῦμα εἶναί τε καὶ ὀνομάζεσθαι τοῦ υἱοῦ. οἱ γοῦν τοὺς οὕτω περιφανεῖς κατ’ αὐτῶν ἐλέγχους ὑπὲρ αὐτῶν νομίζοντες ἵστασθαι, τίνος συμμαχίαν ἄλλην πρὸς βεβαίωσιν τοῦ πεπλανημένου φρονήματος ἐκπορίσονται;

Ἀλλ’, ὡς ἔοικεν, οὐδὲ τὰς πᾶσιν ἐγνωσμένας φωνὰς συνιέντες οὗτοι, οὐδὲ τῶν ἐν χερσὶν μάθησιν ἔχοντες, οὐ μόνον οὐκ ἀνέχονται παρ’ ἑτέρων μαθεῖν τὸ ἀγνοούμενον—καίτοι γε παρακαλεῖν ἐχρῆν καὶ σπουδῇ ζητεῖν τοὺς αὐτοὺς τῆς ἀγνοίας ἀνελκύσοντας—, οἱ δὲ καὶ διδασκάλους ἑαυτοὺς τῶν οἰκείων ἀναπλασμάτων προκαθίζουσι. πῶς γὰρ οὐκ αἰσχύνονται, τοῦ σωτῆρος λέγοντος ὅτι τὸ πνεῦμα ‘ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν’, αὐτοὶ τὸ ‘ἐκ τοῦ ἐμοῦ’ οὐχ ὡς εἶπεν ὁ σωτὴρ ἐξακούοντες, ἀλλὰ τοῦτο παραγραφόμενοι, ἀντ’ ἐκείνου τὸ ‘ἐξ ἐμοῦ’ ἀντιγράφουσι; τοῦτο γὰρ αὐτοῖς ἴσως ἔδοξε κατασκευάζειν τὸ βούλημα. καίτοι, εἰ καὶ οὕτως εἴρητο, ὥσπερ οὐκ εἴρηται, οὐδ’ οὕτως αὐτοῖς εἶχεν ἰσχὺν ἡ ἐπήρεια. οὐ γὰρ ἀεὶ τὸ λαμβάνειν εἰς τὴν τοῦ ἐκπορεύεσθαι διάνοιαν ἐκλαμβάνεται, ἀλλ’ ἔσθ’ ὅτε καὶ πολλὴν τὴν παραλλαγὴν ὑπαινίττεται. ἄλλο γάρ ἐστι τὸ λαμβάνειν καὶ ἀπαρύεσθαι ἀφ’ ἑτέρας ὑποστάσεως ἑτέραν ὑπόστασιν καὶ ἄλλο τὸ πρὸς οὐσίωσίν τε καὶ ὑπόστασιν ἐκπορεύεσθαι. οὕτως οὐδὲ περὶ αὐτὰ τὰ σημαινόμενα τῶν ὀνομάτων ἀπευθυνομένην ἔχουσι τὴν διάνοιαν· καὶ εἴ τι ἄλλο παρ’ αὐτῶν προκομισθείη, τῆς αὐτῆς μὲν ἔχεται παρανοίας, τῆς αὐτῆς δ’ ἀμαθίας καθορᾶται βλάστημα καὶ πρὸς τὴν αὐτὴν καταστρέφει τῆς ἀσεβείας ἀπώλειαν.

Ναί, φησίν, ἀλλ’ Ἀμβρόσιος ὁ μέγας καὶ Αὐγουστῖνος καὶ Ἱερώνυμος καί τινες τούτοις ὁμοταγεῖς τε καὶ ἰσοστάσιοι, μέγα ὄνομα ἐπ’ ἀρετῇ καὶ βίου λιπόντες λαμπρότητι, τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ ἐν πολλοῖς αὐτῶν λόγοις συνέταξαν ἐκπορεύεσθαι· καὶ δεῖ τούτοις πειθομένους οὕτω καὶ λέγειν καὶ φρονεῖν, καὶ μὴ ἀτιμάζειν πατέρας εἰς αἱρετικὴν δόξαν διαβάλλοντας. ἔστι δὲ πρῶτον μὲν τὸ πᾶσι πρόδηλον πρὸς αὐτοὺς εἰπεῖν, ὡς εἰ δέκα ἢ καὶ εἴκοσί τινες τῶν πατέρων ταύτην εἶπον τὴν φωνήν, μυρίοι δὲ οὐκ ἐφθέγξαντο, τίνες οἱ πατέρας ἐξυβρίζοντες; οἱ τὸ πᾶν αὐτῶν τῆς εὐσεβείας ἐν ὀλίγοις περιγράφοντες καὶ τούτους ἀντιφθεγγομένους καὶ ἀντιτασσομένους οἰκουμενικαῖς συνόδοις καὶ ἀναριθμήτῳ πλήθει θεοφόρων ἀνδρῶν προβαλλόμενοι, ἢ οἱ τοὺς πολλαπλασίους συνηγόρους παραλαμβάνοντες;

Ὑβρίζει τις πατέρας, ὡς φῄς, μὴ λέγων τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι· καὶ γὰρ οὕτως ἐκεῖνοι ἐφθέγξαντο. καὶ πῶς οὐχ ὑβρίσει πολλαπλασίους ὁ τοῦτο λέγων; οὐ γὰρ οὐμενοῦν οὐδαμοῦ τοῦτο φθέγξασθαι κατεδέξαντο. ἀλλ’ ὑβρίζει πατέρας ὁ παρὰ τὴν ἐκείνων φωνὴν λέγων. πῶς οὐχ ὑβρίζει τὸν κοινὸν δεσπότην ὁ τὴν ἐκείνου παραχαράττων φωνὴν καὶ διδάσκαλον ἀντ’ ἐκείνου ἄλλον τῆς θεολογίας προβαλλόμενος; ἀλλὰ τί λέγω τοῦτο; τίς ἐστιν ὁ ὑβριστὴς τῶν περὶ Αὐγουστῖνον καὶ Ἱερώνυμον καὶ Ἀμβρόσιον; ὁ τούτους ἀντιτιθεὶς τῷ κοινῷ δεσπότῃ καὶ διδασκάλῳ ἀντιφθεγγομένους, ἢ ὁ μηδὲν μὲν τοιοῦτον ποιῶν, κοινοῦ δὲ δεσπότου κατακολουθεῖν ἀξιῶν πάντας τῷ θεσπίσματι;

Ἀλλ’ ἢ καλῶς, φησίν, ἐδογμάτισαν, καὶ χρὴ τὸ ἐκείνων θάλπειν φρόνημα τοὺς ὅσοι τούτους πατέρας ἐπιγράφουσιν, ἢ δυσσεβῶς εἶπον, καὶ δεῖ τῷ αἱρετικῷ φρονήματι κἀκείνους συναποβάλλεσθαι. ταῦτα οἱ τὴν ἀσέβειαν ἀδικώτεροι· οὐ γὰρ αὐτοῖς, ὡς ἔοικεν, μέγα πρὸς ἀσέβειαν δοκεῖ κρατυνομένη παρ’ αὐτῶν τῆς θεολογίας ἡ διαστροφή, ἀλλ’ ἀτελὲς ἡγοῦνται τὸ σπούδασμα, εἰ μὴ καὶ ζητήσουσιν εὑρεῖν οὓς πατέρας καλοῦσιν διὰ τῆς τοιαύτης ἀγνώμονος ἐρεύνης καὶ τῆς τῶν ἀσχημόνων ἀνακαλύψεως ὅπως ὑβρίσωσι, δεικνύντες αὑτοὺς κἀνταῦθα γνησίους τοῦ Χὰμ μαθητάς, ὃς τὴν τοῦ πατρὸς ἀσχημοσύνην οὐ συνεκάλυψεν, ἀναιδεῖ δὲ προσώπῳ διεχλεύασεν. ἀλλ’ οἱ τῆς ἐκκλησίας τρόφιμοι καὶ τῶν ἱερῶν μαθημάτων οὐκ ἐπιλήσμονες κατά γε τὸν Σὴμ καὶ Ἰάφεθ καὶ τὴν πατρικὴν ἀσχημοσύνην ἐπικαλύπτειν ἐπίστανται καὶ τοὺς μιμητὰς τοῦ Χὰμ καταγινώσκοντες ἀποστρέφονται.

Ἄλλως τε δέ, εἰ μὲν μηδὲν οὓς ὁ λόγος ἄνωθεν ἔφη πατέρας τῷ κοινῷ δεσπότῃ ἀντιφθέγγονται, οὐδ’ ἡμεῖς τούτοις ἀντιφθεγξόμεθα· εἰ δ’ ὑμεῖς φατε ὡς τῇ δεσποτικῇ φωνῇ ἀντιφθέγγονται, ὑμῶν ἐστι τὸ καὶ τὸν δεσπότην δεύτερον ἐκείνων ποιεῖν κἀκείνους διὰ τὸ τὴν δεσποτικὴν παριδεῖν ἐντολὴν ἀπελαύνειν εἰς τὸ τοῦ κρίματος ἀπαραίτητον. πόσα δ’ ἄν τις ὑπὲρ τῶν μακαρίων ἀνδρῶν ἐκείνων εἴποι; πόσαι γὰρ περιστάσεις πραγμάτων πολλοὺς ἐξεβιάζοντο τὰ μὲν παραφθέγξασθαι, τὰ δὲ πρὸς οἰκονομίαν εἰπεῖν, τὰ δὲ καὶ τῶν ἀπειθούντων ἐπαναγκασάντων, τὰ δὲ καὶ ἀγνοίᾳ, οἷα δὴ περιολισθῆσαι τὰ ἀνθρώπινα; ὁ μὲν γὰρ ἴσως αἱρέσει μαχόμενος, ἄλλος τῇ ἀσθενείᾳ συγκατιὼν τῶν ἀκροατῶν, ἄλλος ἄλλο τι διαπραττόμενος καὶ τὸν καιρὸν ἔχων πολλὰ τῆς ἀκριβείας καθυφεῖναι παρακαλοῦντα, ἐπὶ τέλει μείζονι καὶ εἶπεν καὶ ἔπραξεν ἃ μήτε λέγειν ἡμῖν μήτε πράττειν ἔξεστιν. καὶ ἵνα τοὺς ἄλλους ἐάσω, ἐννόει μοι τοῦ θαυμασίου Παύλου καὶ διδασκάλου τῆς οἰκουμένης τὸν ἁγνισμόν, τὸ ξυρᾶσθαι, τὸ γάλακτι τρέφειν τοὺς ἄρτι καθισταμένους πρὸς μάθησιν καὶ οὐ βρώματι· κἀκεῖθεν ἐφεξῆς εἴ τις τῶν ἱερῶν ἀνδρῶν τὸν χορὸν διέλθοι, ὅλον ἂν ἀνθρώπου κατατρίψοι βίον τὰ τοιαῦτα ἐξαριθμῶν καὶ γραφόμενος.

ἀλλὰ γὰρ εἴ τις τῶν τοιούτων λόγων καὶ πράξεων τὴν ἀσθένειαν τῶν ἀκροατῶν καὶ τὴν οἰκονομίαν τοῦ λόγου τήν <τε> πρὸς τοὺς ἀντιτεταγμένους μάχην περιελών, γυμνὰ τῶν εἰρημένων καὶ ὡς δόγμα προβάλλοι καὶ περιθάλποι, αὐτοὺς ἐκείνους τοὺς τὰ τοιαῦτα καὶ εἰπόντας καὶ πράξαντας εὑρήσει κατ’ αὐτοῦ τὴν δικάζουσαν ἀφιέντας ψῆφον.

Ἔτι δέ, εἰ μὲν ὑπομνησθέντες περὶ τοῦ προκειμένου κεφαλαίου τῶν εἰρημένων πατέρων ἀντεῖπεν τὸ σύνταγμα καὶ πρὸς ἔνστασίν τινα καὶ ἀπείθειαν ἀπεθρασύνετο διέμεινά τε τῇ αὐτῇ παρατροπῇ τῆς δόξης καὶ ἐπ’ αὐτῇ τὸν βίον μετὰ τοὺς ἐλέγχους κατέστρεψαν, ἀνάγκη τούτους συναποβάλλεσθαι τῷ φρονήματι. εἰ δὲ παρεφθέγξαντο μὲν ἢ διά τινα αἰτίαν νῦν ἡμῖν ἀγνοουμένην τῆς εὐθύτητος ἐξετράπησαν, οὐδεμία δὲ ζήτησις αὐτοῖς προσενήνεκται οὐδ’ εἰς μάθησιν τῆς ἀληθείας οὐδεὶς αὐτοὺς παρεκάλεσεν, πατέρας μὲν οὐδὲν ἔλαττον αὐτοὺς <ἢ> εἰ καὶ μὴ τοῦτο εἶπον ἐπιγραψόμεθα διά τε τὸ τοῦ βίου λαμπρὸν καὶ τῆς ἀρετῆς τὸ αἰδέσιμον καὶ τῆς ἄλλης εὐσεβείας τὸ ἀκατάγνωστον, τοῖς δὲ λόγοις τούτων ἐν οἷς παρηνέχθησαν οὐχ ἑψόμεθα. ὅσοι δὲ τούτους βιάζονται εἰς ἀντίθετον μαρτυρίαν ἐλθεῖν τῆς δεσποτικῆς φωνῆς, οὗτοι λέξει μὲν γυμνῇ τὸν πατέρα τούτοις χαρίζονται, ἔργῳ δὲ καὶ πάσῃ σπουδῇ εἰς τὴν τῶν πατραλοιῶν καὶ πολεμίων χώραν ἑαυτοὺς ἀπελαύνουσιν.

Ἡμεῖς δέ, ἐπεὶ καὶ ἄλλους τινὰς τῶν μακαρίων ἡμῶν πατέρων καὶ διδασκάλων ἐν πολλοῖς πολλάκις τῆς ἀκριβείας τῶν ὀρθῶν δογμάτων παρενεχθέντας καταλαμβάνοντες, τὸ μὲν παρενεχθὲν οὐ προσιέμεθα, τοὺς ἄνδρας δὲ ἀσπαζόμεθα, οὕτω καὶ τοὺς εἴ τινες ὑπηνέχθησαν εἰπεῖν τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι, τὸ μὲν παρὰ τὴν δεσποτικὴν φωνὴν οὐ δεχόμεθα, ἐκείνους δὲ τῆς τῶν πατέρων ἀγέλης οὐκ ἀποκρίνομεν. καὶ γὰρ καὶ Διονύσιον τὸν Ἀλεξανδρείας τῷ χορῷ τῶν ἁγίων πατέρων συντάττοντες, τὰς ὑπ’ αὐτοῦ λεχθείσας πρὸς τὸν Λίβυν Σαβέλλιον Ἀρειανικὰς φωνὰς οὐμενοῦν οὐ συναποδεχόμεθα, ἀλλὰ καὶ παντελῶς ἐκτρεπόμεθα. καὶ τὸν ἐν μάρτυσι μέγαν Μεθόδιον, ὃς τοὺς ἀρχιερατικοὺς τοῦ Πατάρων θρόνου ἐπηδαλιούχησεν οἴακας, ἔτι μὴν καὶ Εἰρηναῖον τὸν Λουγδούνων ἐπίσκοπον καὶ Παπίαν τὸν τῆς Ἱεραπόλεως, τὸν μὲν τοῦ μαρτυρίου τὸν στέφανον ἀναδησάμενον, τοὺς δὲ ἄνδρας ὄντας ἀποστολικοὺς καὶ τοῖς τοῦ βίου τρόποις τὸ θαυμάσιον ἐξαστράπτοντας—ἀλλ’ οὖν ἐν οἷς γε τῆς ἀληθείας ὠλιγώρησαν καὶ παρηνέχθησαν φθέγξασθαι ἀπ’ ἐναντίας τοῦ κοινοῦ καὶ ἐκκλησιαστικοῦ δόγματος, ἐν τούτοις μὲν οὐχ ἑπόμεθα, τῆς πατρικῆς δὲ τιμῆς καὶ δόξης οὐμενοῦν οὐδένα αὐτῶν περικόπτομεν.

Ἐπιλείψει με ἡ ἡμέρα τοὺς ἄνδρας ἀπαριθμούμενον οὓς τῇ μὲν τῶν πατέρων τιμῇ σεμνύνομεν, ἐν οἷς δὲ τῆς ἀληθείας παρηνέχθησαν οὐ μιμούμεθα. οὕτω γοῦν καὶ εἴ τινες φανεῖεν παρὰ τὴν δεσποτικὴν φωνὴν τὴν πάντας ἡμᾶς μυσταγωγοῦσαν τὸ πνεῦμα εἰπόντες ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι, τὴν μὲν καινοτομίαν ὡς τὴν δεσποτικὴν φωνὴν κιβδηλεύουσαν καὶ παραχαράσσουσαν ἀποστρεφόμεθα, τὸν πατέρα δὲ αὐτῆς, σιγῶντα μάλιστα καὶ μὴ παρόντα μηδ’ ἀντιλέγοντα, οὐμενοῦν οὐ καταδικάζομεν. τοῦ γὰρ φεύγοντος οὐκ ὄντος, οὔτε δι’ ἑαυτοῦ οὔτε δι’ ὧν ὑπὲρ αὐτοῦ λέγειν προχειρίζεται, οὐδεὶς ἂν εἴη νοῦν ἔχων κατήγορος· κατηγορίας δὲ οὐκ οὔσης, οὐδὲ ψῆφος προέρχεται τοῦ ἐγκλήματος· ψήφου δὲ καταδικαζούσης μὴ δοθείσης, ὁ τολμῶν ὑβρίζειν τὸν ἔξω τούτων καθεστῶτα πάντων τῶν περιστάσεων οὐ κατ’ ἐκείνου μᾶλλον ἢ καθ’ ἑαυτοῦ περιτρέπει τὸν ὄνειδον.

Ἀλλ’ εἶπον, φησί, πατέρες τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι. ἀλλὰ βραχεῖς τῷ ἀριθμῷ· ἀλλ’ οἱ πλείους εἰπεῖν οὐκ ἠνέσχοντο. εἶπον εὐαρίθμητοι πατέρες, ἀλλὰ συνόδων ἁγίων ψηφίσματα τοὺς παρὰ τὴν δεσποτικὴν φωνὴν εἰπόντας ἀποπέμπονται. εἶπον πατέρες· ἀλλὰ τί με δεῖ μικρολογεῖν περὶ τὸν ἀριθμὸν τῶν εἰπόντων; οὐδ’ ἂν ἡ κτίσις ἀφῆκε πᾶσα μίαν φωνήν, οὐμενοῦν οὐδεὶς τοῦ κτίστου καὶ δημιουργοῦ καταλιπὼν τὴν μυσταγωγίαν καὶ τὰ διδάγματα τῇ ἀντιφθεγγομένῃ κτίσει τῷ κτίστῃ προσέθετο, οὐδ’ ὑπέκυψε νόμοις τῆς κτίσεως τοὺς τοῦ δημιουργοῦ καὶ κτίστου νόμους παραγραφόμενος.

Πατέρας ζητεῖς συνηγόρους τῷ φρονήματι; τὸν δεσπότην αὐτὸν ἔχεις· τῶν οἰκουμενικῶν συνόδων τὰς ψήφους· χορὸν θεοφόρων πατέρων ἀριθμοῦ κρείττονα, ἐξ ὧν καὶ οἱ λελεγμένοι ἄνωθεν τῆς Ῥώμης ἀρχιερεῖς ἐκδιδαχθέντες καὶ διὰ τοῦ ἐκτεθειμένου τῆς πίστεως ἁγίου μαθήματος τῆς τριαδικῆς ὁμοουσιότητος ἀπαραχάρακτον τὸ δόγμα παρειληφότες, τοῖς κατὰ τὴν δύσιν πᾶσαν παραδεδώκασιν μέρεσιν. καὶ οὐ μόνον ὁ κατὰ τὴν τετάρτην καὶ οἰκουμενικὴν ἁγίαν σύνοδον ἐκλάμψας ἱερὸς Λέων, οὐδ’ ὁ τὴν εὐσέβειαν ἐκείνῳ ὥσπερ καὶ τὸ ὄνομα ἀπαράλλακτος, ἀλλὰ καὶ Ἀδριανὸς ἐκεῖνος, τὸν αὐτὸν ἀποστολικὸν διιθύνας θρόνον, ἐν οἷς πρὸς τὸν ἁγιώτατον καὶ μακαριώτατον Ταράσιον, τὸν ἡμέτερον πατρόθειον, ἀντέγραψε, σαφῶς τε καὶ περιφανῶς φαίνεται τὸ πνεῦμα τὸ ἅγιον φρονῶν ἐκ τοῦ πατρός, ἀλλ’ οὐκ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι.

Οὐκ ἐάσειν μοι δοκῶ, κἄν ἐστι πᾶσιν ἐκ τοῦ χρόνου ὑπόγυον περιφανές, τοὺς ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις πρέσβεις. οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ τρίτον τῆς πρεσβυτέρας Ῥώμης ἀναδραμόντας, οἳ περὶ τῆς εὐσεβείας οἷα εἰκὸς ἡμῶν πρὸς αὐτοὺς λόγους ἀνακινησάντων οὐδὲν παρηλλαγμένον τῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐξηπλωμένης εὐσεβείας οὔτε εἶπον οὔτε φρονοῦντες ἠλέγχθησαν, τοὐναντίον δὲ τρανῶς μεθ’ ἡμῶν καὶ ἀδιστάκτως τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς ἀνεκήρυξαν ἐκπορεύεσθαι. ἀλλὰ γὰρ καὶ συνόδου συγκροτηθείσης ἐπί τισιν ἐκκλησιαστικοῖς κεφαλαίοις, οἱ ἐκεῖθεν ἀπεσταλμένοι τοῦ ἐν ἁγίοις Ἰωάννου πάπα τοποτηρηταί, ὡς αὐτοῦ παρόντος ἐκείνου καὶ συνθεολογοῦντος ἡμῖν τὴν εὐσέβειαν, τῷ συμβόλῳ τῆς πίστεως τῷ διὰ πασῶν τῶν οἰκουμενικῶν συνόδων κατὰ τὴν δεσποτικὴν φωνὴν καὶ κηρυσσομένῳ καὶ κρατουμένῳ ὡς ὁμόφρονες καὶ φωνῇ καὶ γλώσσῃ καὶ ἰδιοχείρῳ γραφῇ καθυπεσημήναντο.

Τούτων οὕτως ἐχόντων, τῆς Ῥωμαϊκῆς ἐκκλησίας τοῖς ἄλλοις τέσσαρσιν ἀρχιερατικοῖς θρόνοις ὁμοφώνου τε καὶ ὁμοδόξου καθεστώσης, πῶς οἱ τοῦ Χὰμ μιμηταὶ τῶν πατέρων αὐτῶν, ὥς φασι, τὴν ἀσχημοσύνην οὐκ ἐρυθριῶσιν ἀνακαλύπτειν καὶ εἰς χλεύην πᾶσι προτιθέναι; ἐχρῆν γὰρ αὐτούς, εἰ ζητοῦσι πατέρων φωνάς, πρὸς τὰς συνοδικὰς ἀναδραμεῖν ψήφους, πρὸς τὰς τῶν ἀρχιερέων τῆς Ῥώμης φωνὰς ἀπευθύνεσθαι, πρὸς τῶν ἄλλων ἁγίων καὶ θεοφόρων ἡμῶν πατέρων τὸν χορὸν καταφεύγειν, ἀλλὰ μὴ ἅμα τε τινὰς πατέρας ποιεῖν καὶ πικρῶς τούτους ἐνδιαβάλλειν διὰ τῆς κατὰ τοῦ κοινοῦ δεσπότου ἐπαναστάσεως, εἶτα τούτοις πάλιν ὡς γνώμονι καὶ κανόνι τῆς πίστεως χρῆσθαι. ἔδει δὲ αὐτοὺς καὶ τοῦτο συνορᾶν, ὡς πολὺ μᾶλλον ἐξυβρίζουσιν οἷς αὐτοὺς κατὰ τοῦ δεσπότου προκομίζουσιν, ἀλλ’ οὐχὶ τιμῶσιν οἷς πατέρας ἐπιγράφονται. ἀλλ’ εἰ καὶ μηδὲν αὐτοῖς τῆς πατρικῆς ὕβρεως μέλει, ἐχρῆν ὅμως δεδιέναι τε καὶ διευλαβεῖσθαι τὴν τοῦ κατάρξαντος τῆς πατραλοίας θεόθεν ἐπενηνεγμένην ἀρὰν καὶ ψῆφον, καὶ μηδαμῶς τὸν ἐπάρατον μιμεῖσθαι μηδ’ ἀνακαλύπτειν μᾶλλον, ἀλλ’ ἐπικαλύπτειν εἴπερ τι τοῖς αὐτῶν πατράσιν ἑώρων ἀσχημονούμενον.

Ἀλλ’ εἴθε μηδεὶς εἴη μήτε τῆς ἐκείνου πράξεως μιμητὴς μήτε ἔνοχος τῆς ἀρᾶς, ἀλλ’ ἵλεως μὲν εἴη Χριστὸς ὁ θεὸς ἡμῶν τοῖς τε τῇ τῶν πατραλοιῶν ὑποσυρεῖσιν ὕβρει καὶ τοῖς κατεξαναστᾶσι τῆς αὐτοῦ νομοθεσίας καὶ φωνῆς, καὶ φιλανθρώπως μεταγάγοι τοῦ σφάλματος καὶ καταλλαγείη τοῖς ὑβρισταῖς καὶ πρὸς διόρθωσιν ἰδεῖν παρασκευάσοι καὶ τῇ εὐλογίᾳ τῶν περιστειλάντων τὴν πατρικὴν ἀσχημοσύνην περιλάβοι, καὶ μηδένα τοῦ λοιποῦ παραχωρήσοι γενέσθαι βρῶμα καὶ θήραμα τοῦ ἀρχεκάκου θηρός, τῆς σῆς ἱερᾶς κεφαλῆς τοὺς ὑπὲρ τῆς ἐκείνων σωτηρίας ἀγῶνας ἀναδεχομένης καὶ κατὰ τοῦ κοινοῦ τῆς φύσεως πολεμίου τροπαιοφορούσης καὶ τὴν τῶν πεπλανημένων σωτηρίαν θεῷ καρποφορούσης καὶ προσαγούσης· δι’ ὧν καὶ ὁ πρὸς ἡμᾶς τῆς θείας ἀγάπης ἔρως ἄσβεστός τε καὶ ἀδιάρρηκτος συντηρηθείη, ἐν αὐτῷ Χριστῷ τῷ ἀληθινῷ θεῷ ἡμῶν, πρεσβευούσης τῆς ὑπεραγίας δεσποίνης ἡμῶν τῆς θεοτόκου, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγίων, ἀμήν.

Μικρᾶς δὲ χάριν εὐλογίας καὶ ὑπομνήσεως, καὶ τῆς ἐν κυρίῳ στοργῆς καὶ ἀγάπης σύμβολα, ἀπεστείλαμεν μερίδας τῶν τιμίων καὶ ζωοποιῶν ξύλων ἐν τύπῳ χρυσίνῳ ἐντεθειμένας. Πάντα τῆς ὑμῶν ἀρχιερατικῆς τελειότητος καὶ πνευματικῆς σοφίας γέμει καὶ τῆς πολιτικῆς εὐνομίας τῇ ἀκριβείᾳ συγκέκραται. τό τε γὰρ εἰς συνοδικὴν ἀγαγεῖν κρίσιν ἃ προὐβάλλετο τὴν ἀμφισβήτησιν καὶ τὸ μὴ οἰκείᾳ ῥώμῃ τῆς συνέσεως, καίπερ ἱκανῶς ἐχούσῃ καὶ πολυπλάσιον βάρος ἀνέχειν ὀχλήσεων, τὴν τούτων ἐπιθεῖναι λύσιν, καὶ τὸ πρότερον τὰς ἐγκολπίους φιλονεικίας διαλυσάμενον, οὕτω χωρεῖν ἐπὶ τὴν κρίσιν τῶν ἔξωθεν, πῶς οὐκ ἔστι μὲν θείας σοφίας ἀπευθυνομένου γνώμονι, τί δὲ πολιτικῆς θεωρίας ἐνδεῖ, μᾶλλον δὲ τίνος οὐ παρέχεται καθορᾶν ἐν αὐτοῖς τὸ κεφάλαιον; τοιαῦτα δὴ τὰ προσκήνια· τῆς <δὲ> συνόδου κατασκευασθείσης οὔτε τὸ τέμενος ὕβρισεν τὰ προπύλαια καὶ ὁ ἱερὸς ἀγὼν ἄξιος τῶν προοιμίων ἐπιδέδεικται.

Οἱ μὲν οὖν εἰς ἐξέτασιν κατ’ ἀρχὰς προτεθέντες τέσσαρες πρεσβύτεροι καλῶς εὐθὺς τῆς ἀλόγου καὶ πολὺ τὸ ἄδικον ἐχούσης ἐπιτιμίας ἀθῳωθῆναι δικαίαν ψῆφον ἀπέλαβον, κἂν ἄνοιά τις ἀλόγιστος τῇ δικαίᾳ ψήφῳ ἀντέκρουσεν. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐκ κατηγορίας μόνης, κἂν μικρόν, κἂν μέγα, κἂν τῶν μεγίστων εἴη τὸ αἰτίαμα, μηδεμιᾶς ἀποδείξεως τῇ αἰτίᾳ περιτεθείσης, οὐμενοῦν οὔτε ἱερέα τοῦ οἰκείου βαθμοῦ παρενεχθῆναι οὔτε τινὰ ἐπιτιμίαν ἄλλην εἰσπραχθῆναι. οὕτω γὰρ ἂν εἴη μέγα κέρδος τοῖς συκοφάνταις, ὅτι καὶ μὴ λαβόντες οἷς ᾐτιῶντο τοὺς ἀναιτίους, ὡς ἑαλωκότας εἶδον τὴν δίκην ἀπαιτηθέντας· καὶ τίς ἂν εὑρεθείη πόρος, τῆς παραλόγου ταύτης φορᾶς κυρωθείσης, δι’ οὗ τὸ μάτην κατηγορούμενον τὰς λαβὰς τῶν συκοφαντησάντων διαφεύξαιτο; τοὺς οὖν ἐφ’ οἷς κατηγορήθησαν μὴ ἐλεγχθέντας ἀθῴους τέως ἡ ἡμῶν μετριότης, ὡς καὶ ἡ κατ’ ἀρχὰς ὑμῶν προελθοῦσα ψῆφος, πάσης καταδίκης ἀφίησιν. ὅσοι δὲ τοῖς ἐγκλήμασιν ἑαλωκότες κατάδηλοι καθεστήκασιν, τούς τε κοσμικούς φημι καὶ τοὺς σὺν αὐτοῖς ἐταζομένους πρεσβυτέρους, τούτους φυλάττειν τὸ πρόσκαιρον ἐπιτίμιον, ἄν, ὡς ἔφημεν, γνωστὸν κατέστη τὸ αἰτίαμα, καὶ ἡμεῖς συναποφαινόμεθα. περὶ δὲ ὧν οὐδεμία συγγνώμη προέβη οὐδὲν ἡμῖν παρίσταται φάναι, ἀδήλου παρ’ ἡμῖν καθεστηκότος τοῦ ἀδικήματος.

Καὶ περὶ τοῦ εὐλαβεστάτου δὲ ἐπισκόπου Ζήλων ἀξιόλογος μὲν καὶ κανονικὴ καὶ ἡ ζήτησις καὶ τὸ πέρας προῆλθε τῆς ἐξετάσεως· ἡμᾶς δὲ ἐκπλήξεως παρέπεμψε θαύματι, ὅπως παντελῶς ἀλλότρια τῆς παρούσης διηγήσεως τὸ τοῦ Ἀμασείας γράμμα καὶ ἀπήγγειλε καὶ ὑπετίθετο. τὸ γὰρ μετὰ μαρτύρων χειροτονῆσαί τινα, κἂν ὕστερον ὁ χειροτονηθεὶς ἀνάξιος ἀπελεγχθῇ, οὐδὲν πρόκριμα τῷ χειροτονήσαντι γίνεται· ὧν οὐδὲν τὸ γράμμα ὑπεδήλου, ἀλλὰ καὶ τἀναντία διήγγειλε. καλὸν δὲ παρουσιάσαι καὶ αὐτοὺς τοὺς τὴν μαρτυρίαν ὑποσχόντας ὅτε τὴν χειροτονίαν ὁ ὑπαίτιος ἀνεδέχετο, ὡς ἂν πανταχόθεν τὸ καθαρὸν καὶ ἀνεπίληπτον καὶ τοῖς ἀγνωμονέστερον περὶ τὴν ἀθῴωσιν τῶν ἀδελφῶν διακειμένοις παντελῶς καὶ καμμύουσιν ἀποκαλυφθῇ καὶ ὁ τοῦ θεοῦ ἀρχιερεὺς εἰς μηδὲν τῶν ἀνηκόντων ἀρχιερεῦσι τὴν καινοτομίαν εἴη ὑποστάς.

Τὸ δὲ συνοδικὸν τῆς οἰκονομίας γράμμα, ὃ τὸν ἀρχιεπίσκοπον ἔχει τῆς Καισαρείας προταττόμενον, γνώμῃ τε ἡμετέρᾳ ἐγράφη καὶ δι’ ἐπιτροπῆς ἀπεστάλη· καὶ οὐδέν, οἶμαι, οὔτε παρὰ συνείδησιν ἔχει οὔτε τοῖς ἱεροῖς νόμοις μαχόμενον τοῦ πνεύματος. πολλὴ γὰρ ἡ διαφορὰ τῶν ἐξ ἀγνοίας ἁμαρτημάτων πρὸς τὰς ἐν γνώσει καὶ μετὰ καταφρονήσεως προϊούσας ἀθεμίτους πράξεις· καὶ ἱερέων δὲ καὶ Χριστιανῶν ἀποιχομένων οὐδεμία φροντὶς οὐδ’ ὑμνολογίας ὀφειλομένης ἱερὰ τελετὴ πῶς οὐκ ἂν ἐκβιάσαιτο ἐπ’ οἰκονομίαν ἀπὸ τῆς ἀκριβείας τοὺς οἰκονόμους τῶν τοῦ θεοῦ μυστηρίων ἀποκλῖναι; ἀλλ’ ἴσως ταῦτα περιττὸν πρὸς εἰδότα λέγειν.

Γράμματα δὲ τρία, καθὼς προεγράψαμεν, τῷ Σκληρῷ κατενεχειρίσαμεν· καὶ θαῦμα ἡμᾶς λυπηρὸν ἔσχεν, πῶς μέχρι τῆς σήμερον ταῦτα τῇ ὑμῶν οὐκ ἐνεφανίσθη ἀρχιερατικῇ τελειότητι. ἀφροσύνην δὲ καὶ κουφότητα οὐμενοῦν οὐ παρείδομεν, ἀλλὰ θεοῦ δυνάμει καὶ χάριτι καὶ γνῶσιν πνευματικὴν καὶ διάνοιαν τοῦ κρείττονος θεωρητικὴν καὶ διακριτικὴν τοῦ ψεύδους καὶ τῆς ἀληθείας καὶ πεῖραν πολιτικὴν καὶ ὅση τοὺς τῆς ἐκκλησίας νόμους ἐπίσταται—ταῦτα χρόνῳ συχνῷ κατιδόντες οὐκ ἐπελαθόμεθα, ὥσπερ οὐδ’ ἐπιλησόμεθα.

Περὶ δέ γε τῶν κεφαλαίων ἐκεῖνα τέως ὡς ἐν καιρῷ κατεπείγοντι τυπωθῆναι διέγνωμεν. ὅσοι μὲν πρὸ τῆς διαμαρτυρίας τοὺς διγάμους εὐλόγησαν διά τε τὴν ἄγνοιαν καὶ διὰ τὸ μηδὲν παρὰ τῶν ἐπισκόπων περὶ τῆς τοιαύτης ἐξασφαλισθῆναι πράξεως μήτε μὴν ἀλλαχόθεν τὴν τῶν κανόνων ἀκρίβειαν μαθεῖν, καὶ διὰ ταῦτα τῷ τοιούτῳ παρωλίσθησαν πτώματι, οἱ τοιοῦτοι πάντως, εἰ μή τι ἄλλο, ἀλλ’ ἐν ὅσῳ γε χρόνῳ τὸν δίγαμον τῆς κοινωνίας τῶν φρικτῶν μυστηρίων οἱ νόμοι τοῦ πνεύματος ἀποκωλύουσιν, ἐν τοσούτῳ καὶ ὁ παραλόγως τὴν εὐλογίαν τοῖς συναπτομένοις ἐπιτιθεὶς τῆς ἱερουργίας ἐπισχεθήσεται· εἰ μή τις ἄρα κατεπείγει χρεία ἀπαραίτητος ἄλλη καὶ παντελὴς ἀπραγμοσύνη καὶ βίος ἄλλος ἐπίσημος τοῦ ἀνδρός, ἃ πολλάκις παρὰ τοῖς πατράσιν ἡμῶν δι’ οἰκονομίαν τῆς ἀκριβείας ὤφθη περιγεγονότα καὶ τὸν χρόνον τῆς ἐπιτιμίας συναγαγόντα πρὸς τὸ ἔλαττον.

Γυναῖκα δὲ παρὰ μὲν τοῦ θεσπεσίου Παύλου μεμαθήκαμεν ἀποβαλοῦσαν τὸν ἄνδρα δευτέροις γάμοις ὁμιλῆσαι συγγνώμην λαβοῦσαν· πολλὰ γὰρ τὰ γυναικεῖα ἀρρωστήματα καὶ δυσωπεῖν ἱκανὰ μὴ πρὸς τὴν φύσιν τῶν ἀνδρῶν τὴν ἐκείνων ἀσθένειαν ἐκβιάζεσθαι. ἄνδρα δὲ οὐκ ἴσμεν τῆς αὐτῆς συγγνώμης παρὰ τῶν ἀποστολικῶν ἀξιωθέντα σπλάγχνων· διὸ καὶ τὸ ἐπιτίμιον τοῦ μὲν γυναῖκα δίγαμον εὐλογήσαντος ἢ οὐδ’ ὅλως ἢ πολὺ κουφότερον ἔσται τοῦ δίγαμον ἄνδρα εὐλογήσαντος.

Οἱ δὲ ἀπολελυμέναις ἁρμοζόμενοι γυναιξίν, ἐπείπερ ἡ πρᾶξις οὐχ ἁπλῆ, οὔτε τὸ ἐν αὐτοῖς ἐπιτίμιον πρόεισι μονοειδές, οὐ μὴν οὐδ’ οἱ τούτους εὐλογοῦντες ὑπὸ μίαν τελοῦσι δίκην. ὅσαι μὲν γὰρ γυναῖκες ἀπελύθησαν τοῦ ἀνδρός, ἐκείνου τὴν αἰτίαν παρεσχημένου, ἐφ’ ᾧ τῆς φυσικῆς ὁμιλίας ἡ ἀσθένεια κατεκράτησεν, αὗται δή, αὗται εἰ μὲν σωφρονεῖν ἕλοιντο, τοῦτο ἄμεινον· εἰ δὲ καὶ ἀνδρὶ συνάπτεσθαι βούλοιντο, καὶ τοῦτο ἀκατάγνωστον αὐταῖς τε καὶ εἴ τινες εὑρεθεῖεν τῶν ἱερέων διὰ τῆς εὐλογίας τὸν γάμον σεμνύνοντες. γίνεται δὲ τὸ τοιοῦτον διαίσιον καὶ τῆς γυναικὸς τὴν αὐτὴν παρεχομένης αἰτίαν· ἧς καὶ ὁ διαλυθεὶς ἀνὴρ τῆς αὐτῆς ἐλευθερίας ἧς ἠξίωτο καὶ ἡ μικρῷ πρόσθεν εἰρημένη γυνὴ ἀπολαύσει.

Κἂν παρὰ τὴν ἡλικίαν δέ τινες εἰς μνηστείαν συνέλθωσιν, εἶτα τούτους ὁ νόμος διὰ τὸ παράνομον ἀπ’ ἀλλήλων διαστήσῃ, οὐδὲ τότε οὐδέτερον τῶν διισταμένων προσώπων, ἐν λαϊκῷ δηλονότι ἐξεταζόμενον τάγματι, πρὸς ἕτερον νόμιμον ἐρχόμενον γάμον εὐθύνας ὑφέξει.

Ὁ δὲ τὴν ἐκβεβλημένην ἐπὶ μοιχείᾳ γυναῖκα θέμενος, εἴτε γεγαμηκὼς εἴη εἴτε καὶ γάμων ἄγευστος, μοιχός τέ ἐστι καὶ τῷ τῶν μοιχῶν ὑποκείσεται ἐπιτιμίῳ. ἡ δὲ διὰ μόνον ἄλογον μῖσος ὑπὸ τοῦ ἀνδρὸς καὶ ἄκουσα ἐλαθεῖσα, ἄμεινον μὲν εἰ πάλιν πρὸς τὸν ἴδιον ἐπαναστρέψει ἄνδρα· εἰ δὲ μή, ἐκείνου πρὸς γυναῖκα χωρήσαντος ἑτέραν ἤδη, μοιχείας μὲν αὕτη συνερχομένη ἀνδρὶ ἑτέρῳ οὐκ ἂν ἐγκλήματι περιενεχθείη· οὐ μέντοι γε ὁ ἱερεύς, τὰ νενομισμένα τελῶν ἐπ’ αὐτῇ, τὸ ἀκατάγνωστον ἕξει, ἀλλὰ τὴν τοῦ τοὺς διγάμους εὐλογήσαντος ἀπαιτηθήσεται δίκην.

Τὸ δὲ ἐξ ἀλόγου συμφωνίας διαλύεσθαι, ἐπεὶ νόμῳ κεκωλυμένη καθέστηκεν ἡ τοιαύτη τόλμα, οὔτε τὸν ἄνδρα πρὸς ἕτερον ἐρχόμενον συνοικέσιον ἐᾷ ἀνεύθυνον οὔτε τὴν γυναῖκα διαπραττομένην τὸ ἴσον· μᾶλλον μὲν οὖν καὶ ποιναὶ βαρεῖαι κεῖνται τοῖς νόμοις, εἰ τοιαύτη πρᾶξις εἰς τόλμαν ἀχθήσεται, καὶ δῆλον ὡς ἐπὶ τοῖς τοιούτοις συνοικεσίοις εὑρισκόμενος ὁ ἱερεὺς καὶ τὰ νενομισμένα τοῖς γάμοις τελῶν παντελῶς τῆς ἰδίας τιμῆς κατὰ τὴν τῶν κανόνων ἐκπεσεῖται ἀκρίβειαν.

Ἀλλὰ ταῦτα μὲν τὸ τάχος εἶπε καὶ τὸ ἀμελέτητόν τε καὶ ἀπροσδόκητον τῶν προταθέντων εἰς ζήτησιν· εἰ δέ τι ἄλλο ἐπιμελέστερον ἡ ὑμετέρα σύνεσις ἐπισκοποῦσα κατίδοι, νικάτω τὸ ἄμεινον· καὶ ἡμεῖς δὲ ἴσως ἐν πλατυτέρῳ καιρῷ ἀκριβέστερόν τι ἄλλο ἐπιθεωρήσομεν.

Ἔγραψέ σου ἡ ὁσιότης περί τινων μιαροφαγησάντων· ἡ δὲ αἰτία τῆς μιαροφαγίας ἐστὶ τοιαύτη. τύμβον Ἑλληνικὸν ἀπῆλθον διορύξαι πρὸς ἀνεύρεσιν χρημάτων· ματαιοπονοῦντες δὲ καὶ μηδὲν εὑρίσκοντες, εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ὅτι ‘ἐὰν μὴ σφάξωμεν κύνα καὶ ἐκ τῶν κρεῶν αὐτοῦ ἁψώμεθα, οὐ μὴ ἐπιδώσει ἡμῖν ἡ γῆ τὸ ἐπιζητούμενον’. αὐτίκα γοῦν ὁ λόγος εἰς ἔργον προέβη. ἐλθόντες οὖν εἰς αἴσθησιν τῆς ἀπηγορευμένης βρώσεως, τοῖς ποσὶ προσέπεσον τοῦ ἐπισκόπου αἰτούμενοι ἰατρείαν καὶ λύσιν τοῦ παραπτώματος.

Ταῦτα διήγγειλεν τὸ γράμμα τῆς σῆς εὐλαβείας. καὶ περὶ τούτου τύπος μέν ἐστιν ἐκκλησιαστικός, διὰ τεσσαρακονθημέρου ἐπιτιμίου καί τινων εὐχῶν διαλύεσθαι τοὺς ἑαλωκότας τοῦ ἐγκλήματος· ἡ δὲ παροῦσα μιαροφαγία ἔχει καὶ ἑτέρας τινὸς ἀσεβείας ἐπιμιξίαν. τὸ γὰρ ἕνεκα τούτου μιαροφαγῆσαι, ὥστε τὴν γῆν ἐκμειλίξασθαι κατὰ τὴν ἐκείνων τῆς ἀπονοίας ὑπόνοιαν, αὔξει πλέον τὸ ἔγκλημα, κἂν ἄνευ λογισμῶν τινων δυσσεβεστέρων πρὸς τὴν τοιαύτην ὑπόληψιν κατηνέχθησαν· πλήν γε καὶ τῶν ἀνδρῶν τὸ ἦθος καὶ ἡ ἄλλη τοῦ βίου διαγωγὴ καὶ κατάστασις καὶ ἡ τῆς διανοίας ἁπλότης ἢ δεινότης δύναται καὶ πολυπλασιάζειν καὶ συντέμνειν εἴ τι καὶ μετὰ τεσσαράκοντα ἡμέρας ἐπιτεθῇ αὐτοῖς ἐπιτίμιον.

Εἰ δὲ δεῖ τι καὶ κεφαλαιωδέστερον εἰπεῖν, ἄνευ τῶν ὑποτεμνόντων ἢ μηκυνόντων τὸ πρᾶγμα περιστατικῶν αἰτίων εἰς τρεῖς τεσσαρακοστὰς ἡ ἐπιτιμία τοὺς ἐπὶ τῇ εἰρημένῃ μιαροφαγίᾳ ἑαλωκότας περιστήσει, ἅμα τῆς ἄλλης κατὰ τὴν δίαιταν σκληραγωγίας καὶ τῶν φρικτῶν μυστηρίων ἀποκωλύσεως.

Οὐχ οὕτως ἐμηνύσαμεν τῷ προέδρῳ, ἵνα μάθωμεν εἰ μετὰ γνῶσιν παρεχώρησε τὸν μοιχὸν ἱερατεύειν ὁ ἐπίσκοπος—ἄτοπον γὰρ καὶ τοῦτο—, ἀλλ’ εἰ ἐγίνωσκε μοιχὸν αὐτὸν εἶναι καὶ οὕτως αὐτὸν ἐχειροτόνησε— χαλεπώτερον γὰρ τοῦτο—· ὁ δὲ ὃ μὲν ἐμηνύθη διδάξαι, οὐκ ἐδίδαξεν, ὃ δὲ οὐδεὶς ἐζήτησεν, τοῦτο ἀνήγγειλε.

Πλὴν εἰ μὲν εἰδὼς αὐτὸν μοιχὸν ὄντα ἐχειροτόνησε, παντελῶς ἐστι καθῃρημένος τῆς ἀρχιερωσύνης τε καὶ ἱερωσύνης· εἰ δὲ ἀγνοῶν μοιχὸν αὐτὸν ὄντα ἐχειροτόνησεν, εἶτα μαθὼν ἐπέσχε μὲν ἐπὶ χρόνον, ἀπέλυσε δὲ ἱερατεύειν, παυθήσεται μὲν τοῦ ἱερουργεῖν καὶ αὐτὸς ἐπὶ χρόνους τινάς· ἄλλο γὰρ τὸ καταφρονῆσαι νόμους θεοῦ καὶ ἄλλο τὸ ἀπατηθῆναι καὶ δόξαι φυλάξαι, κἂν οὐκ ἐφύλαξεν· ἐπὶ χρόνους δέ τινας ἔφημεν ἐπισχεθῆναι αὐτόν, ἐάνπερ τὰ ἄλλα αὐτοῦ προτερήματα καὶ ἡ τῆς ἄλλης ἀρετῆς περιουσία δύναται ἀντιταλαντευθῆναι τῷ τοιούτῳ αὐτοῦ παραπτώματι· εἰ δὲ μή, διηνεκῶς τὸ ἐπιτίμιον ἕξει.

Ταῦτα δὲ λέγομεν, οὐκ ἐὰν ὁ πρόεδρος αὐτοῦ λέγει ὅτι γινώσκων αὐτὸν μοιχὸν ἐχειροτόνησεν ἢ ὅτι μετὰ τὸ χειροτονηθῆναι αὐτὸν μαθὼν μοιχὸν καὶ ἐπί τινα χρόνον ἐπισχών, εἶτα ἱερουργεῖν αὐτὸν ἀφῆκεν· ἀλλ’ ἐὰν αὐτὸς διὰ μαρτύρων πιστῶν καὶ ἀδιαβλήτων ἠλέγχθη, ἢ καὶ μὴ ἐλεγχθεὶς οἰκείῳ κατέθετο καὶ ὡμολόγησε στόματι. ταῦτα μὲν οὖν ἡ ἡμετέρα ἁρμόζειν ἔκρινε μετριότης· καὶ περὶ αὐτοῦ, ὡς κελεύει, διοικήσει ἡ ὑμῶν ἁγιότης. σὺ δέ μοι ἐν κυρίῳ ἔρρωσο.

Θαῦμα μὲν ἡμᾶς κατέσχε καὶ ἔκπληξις ἐπὶ τῇ τοσαύτῃ παροινίᾳ καὶ ἀπονοίᾳ καὶ ἀναισθησίᾳ καὶ παρανομίᾳ τοῦ προέδρου, καίτοι γε τῶν τοιούτων παθῶν παλαιά τινα ἴχνη ἐν τῇ μνήμῃ φέροντας· ἀλλ’ ἡ ἐπιμονὴ καὶ αὔξησις τῶν προλαβόντων ὡς ἐπὶ παραδόξοις τοῖς νῦν πεπραγμένοις παρέσχε ταράττεσθαι. πλήν—οὐκ ἔστι γὰρ ἀνενόχλητον τοῖς καθ’ ἕκαστον τῶν γεγραμμένων κατὰ μέρος λόγον ἐπιθεῖναι—ὃ πολλάκις ἔφαμεν, καὶ νῦν φαμέν· ὡς, ἐπείπερ εἰ καὶ ἡμεῖς ἁμαρτωλοί, τὰς ἁμαρτωλὰς ἡμῶν χεῖρας ἐπὶ τὴν σὴν ἱερὰν ἐθέμεθα κεφαλήν, τὴν τελεταρχικὴν τοῦ ἁγίου πνεύματος ἐπικαλούμενοι χάριν—καὶ πεπιστεύκαμεν οὐ ταῖς ἡμῶν χειροθεσίαις, ἀλλὰ τῇ τε ἄνωθεν εὐμενείᾳ καὶ τῇ σῇ ἀρετῇ τὴν αὐτοῦ ἐπιφοίτησιν πλουτῆσαι ὑμᾶς—, οὐ μόνον ὅσα ἐν τῇ ἐκκλησίᾳ παρανόμως τε καὶ ἀκανονίστως παρὰ τοῦ ταύτης πρόεισι προέδρου, ἀλλὰ καὶ ὅσα παρ’ ἑτέρου τὴν ὁμοίαν ἐπιδεικνυμένου γνώμην, ταῦτα πάντα τὴν σὴν ἀρχιερατικὴν παρεγγυώμεθα τελειότητα, ὡς ἡμῶν τῶν ταπεινῶν συμπαρόντων καὶ συνεφαπτομένων τοῖς νόμοις τοῦ πνεύματος, ἀνακόπτειν τε καὶ ἀναχαιτίζειν καὶ ἐπὶ τὸ βέλτιον καὶ ἄριστον μεταρρυθμίζειν· οὐχ ἡμῶν νυνὶ τὴν τοιαύτην πνευματικὴν ἐξουσίαν χαριζομένων, ἀλλὰ τοῦ πνεύματος τοῦ παναγίου, ἡνίκα καὶ τὴν ἀρχιερατικὴν δωρεὰν ἐδίδου.

Ἀπολυέσθωσαν οὖν οἱ παραλόγῳ δεσμῷ ὑποβληθέντες τῆς ἀδίκου καταδίκης καὶ πρὸς τὴν δικαίαν μεθαρμοζέσθωσαν θεραπείαν· καὶ οἱ τὴν παράνομον καθαίρεσιν ὑποστάντες, τῆς ἀνόμου ψήφου πεπαυμένης, ἐχέσθωσαν τῆς ἱερωσύνης· καὶ ὁ ταῦτα πράξας ἀφρόνως, μάλιστά γε ὅτι τὰ τοῦ σώματος πάθη τὴν τῆς ψυχῆς συμπάθειαν ὑπογράφει, μεταμανθανέτω, εἰ μὴ δύναται παραινέσεως λόγῳ, ἀλλ’ οὖν αὐστηροτέρῳ, μὴ πέρα φέρεσθαι τοῦ δικαίου. διὰ τοῦτο καὶ ἡ πρὸς αὐτὸν ἐπιστολὴ καλὴ καὶ δικαία· καὶ εἰ μηδὲ μετὰ ταύτην σωφρονισθείη, ἱερουργεῖν μὲν καὶ τῶν ἀψύχων τὴν διοίκησιν ἔχειν τέως μὴ κωλυέσθω, ἐπιτιμᾶν δὲ καὶ κανονίζειν τοὺς ἐμψύχους, ἄψυχος αὐτὸς ὤν, διὰ τῆς ἡμῖν ἐν πνεύματι ἁγίῳ δεδομένης ἐξουσίας μὴ παραχωρείσθω.

Ἀφίκετο ἡμῖν γράμματα τῆς σῆς θεοφιλείας, ἐπιζητοῦντα παρὰ τῆς ἡμῶν μετριότητος ψῆφον ἐπενεχθῆναι περὶ τοῦ πρεσβυτέρου τοῦ στεφανώσαντος παρὰ γνώμην τῶν γονέων τὰ τούτων τέκνα καὶ τὴν τούτων συναίνεσιν μὴ προσδεξαμένου· εἶτα ὑπ’ αὐτῶν διαζευχθέντα, καὶ πάλιν ἑτέροις προσώποις κοινωνήσαντα καὶ πρὸς γάμον ἐλθόντα συνεργείᾳ τῶν πατέρων καὶ ὑφ’ ἑτέρου πρεσβυτέρου εὐλογηθέντα.

Καὶ περὶ μὲν τοῦ πρώτου πρεσβυτέρου οὕτως διοριζόμεθα. εἰ μὲν ἠγνόει τῶν τεκόντων τὸ ἀβούλητον, εἶτα ἐξ ἀγνοίας περιεπάρη ἐν τῷ στεφανώματι τῶν συνελθόντων προσώπων, ὁ τοιοῦτος οὐ παντελῶς μέν ἐστιν ὑπεύθυνος, οὐδὲ ἑκουσίῳ ἁλώσιμος ἁμαρτήματι· οὐκ ἀνεύθυνος δὲ παντελῶς ἀπολύεται, ὅτιπερ ἔδει τοῦτον ἐξερευνῆσαι καὶ ἀκριβολογησάμενον ἀναμαθεῖν, εἰ ἄρα τῇ βουλήσει τῶν τεκόντων οἱ πρὸς γάμον συναπτόμενοι συνιστῶσι τὸ συνοικέσιον. διὰ τοῦτο καθαιρέσει μὲν ὁ τοιοῦτος οὐχ ὑποβάλλεται, ἐπὶ χρόνον δέ τινα ῥητὸν τῆς ἱερουργίας ἐπισχεθήσεται καὶ τὴν ἐν τοῖς ἄλλοις ταλαιπωρίαν, νηστείαις τέ φημι καὶ προσευχαῖς, ὑποστήσεται· ὁ δὲ χρόνος τῆς ἐπιτιμήσεως ἢ ἐν τεσσαράκοντα ἡμέραις ἢ ἐν δὶς τοσαύταις παραταθήσεται πρὸς τὴν ἀναλογίαν τῆς ἐν τῇ μετανοίᾳ θερμότητος, ὡς ἂν ἐξ ἀμελοῦς καὶ ῥαθύμου γνώμης μηδέποτε μηδενὶ τοιούτῳ περιπεσεῖν.

Ἀλλ’ οὕτω μέν, εἰ πρὸς τὴν ἄγνοιαν ἀναφέροιτο τὸ ἁμάρτημα. εἰ δὲ τὴν βούλησιν τῶν πατέρων ἐξηπίστατο, καὶ ὡς ἀπαρέσκοιντο τῇ συμφωνίᾳ τε καὶ συναφείᾳ, καὶ ταῦτα εἰδὼς ὑπερεῖδε μὲν τὸν φυσικὸν νόμον, ὑπερεῖδε δὲ καὶ τὸν πνευματικόν—ἑκάτερος γὰρ ἄκυρον ἀποφαίνει τὴν συνάφειαν τῶν τέκνων, τῶν γεννησαμένων οὐ φερόντων τὴν ἐπιτρέπουσαν ψῆφον—, ὁ τοιοῦτος ὑπόδικος ἔστω. εἰ δὲ ἄρα μακρῷ χρόνῳ τῆς γάμου νομίμου ἡλικίας τῶν παίδων ἐπιτηδείας οὔσης ὑπερετίθεντο οἱ γονεῖς, καὶ τὴν ἀνάγκην αὐτοὶ παρέσχον καὶ μὴ βουλομένων αὐτῶν ἐλθεῖν τοὺς παῖδας εἰς συνάφειαν—τηνικαῦτα γὰρ καὶ τὸν τοιοῦτον γάμον ὁ νόμος οὐκ ἄκυρον τίθησιν—καὶ ὁ ἱερεὺς παρὼν καὶ ἁγιάζων τὸν γάμον οὐδεμιᾶς ἐστιν αἰτίας ἔνοχος· λαμβάνει δὲ ὁ τοιοῦτος γάμος τὸ κῦρος, κριτοῦ τὴν ὑπόθεσιν ἐπιτηροῦντος καὶ τῆς τῶν τεκόντων κακουργίας τῶν παίδων τὴν φυσικήν τε καὶ ἔννομον θέλησιν ἐπίπροσθεν ποιουμένου.

Ἀλλὰ περὶ μὲν τοῦ πρώτου πρεσβυτέρου ταῦτα τὸ δίκαιον ὑπαγορεύει, οὐδ’ ὁ δεύτερος δὲ ἁπλῆν ἐπιδέξεται τὴν σκέψιν. ἀλλ’ εἰ μὲν ἠγνόει τὸ πρότερον συνοικέσιον, οὐδεμίαν ἔνοχός ἐστι δίκην ὑπέχειν· τῶν γὰρ τεκόντων παρόντων τοῖς συναπτομένοις, πολλὴ ῥοπὴ ἀθῳώσεως βραβεύεται τούτῳ τοῦ μὴ πρὸς ἔρευναν τῶν προγεγονότων καταστῆναι καὶ λογοθετεῖν ἃ ἡ παρουσία τῶν πατέρων λογοθετεῖν οὐκ ἐδίδου. εἰ δὲ ᾔδει μὲν τὴν προγεγενημένην συνάφειαν, καὶ ὅτι σαρκικῶς ὡμίλησαν ἀλλήλοις, ἐπεὶ οὐχ οἷόν τέ ἐστι διαστάντας τῆς προτέρας συζυγίας ἐξ ἀνάγκης τινὸς ἀγάμους κατέχειν, ἀλλ’ ἢ πορνείαις ἐκδιαιτηθήσονται ἢ νομίμῳ δοθήσονται γάμῳ, τελείως μὲν ὁ ἁγιάσας τὸν γάμον οὐ πεπαύσεται τῆς ἱερουργίας, ἐπιτιμίοις δέ τισι μετριωτέροις ὑποβληθήσεται, ὅτι δὴ τῆς προγεγενημένης συναφείας περιφανεστάτης γενομένης, τὸ δὲ τῆς πορνείας ἔγκλημα μὴ διαφευγούσης, ἐτόλμησεν οὗτος τοὺς ἐπὶ προδήλῳ τῆς ἁμαρτίας ἐγκλήματι ἁλόντας ὡς καθαροὺς καὶ ἀμέμπτους τῆς ἱερατικῆς ἀξιῶσαι εὐλογίας καὶ τοῖς τῶν παρθένων στεφάνοις τοὺς ταύτην κακῶς ἀποθεμένους κοσμῆσαι.

Εἰ μέντοι εὐδοκίᾳ τῶν γονέων ὁ πρῶτος γάμος ἐγένετο, εἶτα διέστησαν παραλόγως, ὁ μὲν πρῶτος πρεσβύτερος παντελῶς τὸ ἠθῳωμένον ἕξει, ὁ δὲ δεύτερος, εἴτε παρῆσαν οἱ γονεῖς εἴτε καὶ μή, ζημιωθήσεται τὴν ἱερωσύνην· ἔκθεσμον γὰρ καὶ παράνομον συνάφειαν οὔτε σύννευσις καὶ παρουσία πατέρων οὔτε ἀνάνευσις καὶ ἀπουσία οὐμενοῦν εἰς ἀθῴωσιν τῆς βεβηλώσεως οὐκ ἂν μεταστήσῃ.

Τῷ θεοφιλεστάτῳ, ὁσιωτάτῳ συλλειτουργῷ Λέοντι ἀρχιεπισκόπῳ Καλαβρίας Φώτιος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως Τὰ παρὰ τῆς ὑμῶν θεοφιλείας πρὸς ἡμᾶς ἀναπεμφθέντα κεφάλαια, τοῖς θεοφιλεστάτοις ἡμῶν ἐπιδοθέντα μητροπολίταις καὶ παρ’ αὐτῶν δοκιμασθέντα τε καὶ βασανισθέντα, τοιαύτης ἔτυχε κρίσεως τε καὶ ἐπιλύσεως.

Περὶ μὲν τῶν χειροτονίαν ἱερατικὴν μηδεμίαν ἐχόντων, βαπτίσματα δὲ δι’ ἑαυτῶν τελεσάντων, τοιοῦτόν τι ὥρισται, ὡς εἰ μὲν ἐν ἐλευθέρᾳ γῇ καὶ Χριστιανῶν παρρησίᾳ ἱερέων τε εὐπορίᾳ τοῦ τοιούτου κατετόλμησαν ἐγχειρήματος, τῶν ἱερῶν διακοσμήσεών τε καὶ προχειρίσεων τὸν θεσμὸν εἰς φαῦλον τιθέμενοι, μᾶλλον δὲ ἀλαζονείᾳ ἐμπορευσάμενοι, σφοδρῶς ἐπιτιμηθέντες ὑπὲρ τῶν ἤδη πλημμεληθέντων καὶ τῆς μετὰ ταῦτα ἱερατικῆς προχειρίσεως δι’ αὐτό γε τοῦτο ἀπειρχθήσονται. οἱ γὰρ τὴν τοῦ θείου πνεύματος χάριν ἀποσυλῆσαι θελήσαντες, καὶ ἑαυτοῖς τὴν τιμήν, ἀλλ’ οὐχ ὑπὸ θεοῦ καλούμενοι ἐπιτρέψαντες, ὡς τῆς θείας χάριτος καταφρονηταὶ ταύτης ἑαυτοὺς ἀπεστέρησαν· ὧν γὰρ πρὸ τοῦ λαβεῖν κατεφρόνησαν, τούτων καὶ μετὰ τὸ λαβεῖν εἰκότως καταφρονῆσαι οὐ παραιτήσονται. τοὺς δέ γε παρ’ αὐτῶν βαπτισθέντας οὐδαμῶς δεξαμένους πνεύματος χάριν ἡγούμεθα· διὸ καὶ ἐν ὕδατι βαπτισθῆναι καὶ τῷ ἁγίῳ μύρῳ χρισθῆναι καὶ οὕτω τελειωθῆναι διοριζόμεθα, κἄν τι τοιοῦτον καταφρονητικῶς τε καὶ ἀναξίως προδιεπράχθη, ἑπόμενοι τοῖς ἀποστολικοῖς κανόσι, σφοδρῶς ἐπιτιμῶσι τοὺς μὴ βαπτίζοντας τοὺς ὅσοι παρὰ τῶν ἀσεβῶν ἐδέξαντο βάπτισμα ὡς μὴ διακρίναντας ἱερέας ψευδιερέων.

Εἰ δ’ ἐν βαρβαρικῇ τινες παροικοῦντες ἐπικρατείᾳ καὶ ἱερέων ἐπιλιπόντων βάπτισμα ἱερὸν ἐπετέλεσαν, συγγνώμη τῇ ἀνάγκῃ καὶ τῷ μὴ ἀγεύστους τῆς χάριτος διὰ τὴν τυραννίδα τοὺς ταύτην ἐπιδεομένους ἀποστραφῆναι. διὸ τοὺς βαπτίσαντας, κἂν ἄνευ χειροτονίας, ἐπιτίμῳ κρίσει οὐκ ἔδοξεν ἡμῖν καθυποβαλεῖν· τοὺς δέ γε βαπτισθέντας ἀναμυρισθῆναι μὲν πάντως διοριζόμεθα, κἂν εἰ παρ’ αὐτῶν ἐμυρίσθησαν, καὶ οὕτω διὰ τῆς τοῦ θείου μύρου ἅπαξ χρίσεως ἐν ἑπτὰ ἡμέραις τελειωθῆναι· οὐ μὴν δὲ τὸ ὁπωσοῦν γεγονὸς διὰ τὴν ἀνάγκην βάπτισμα μὴ συγχωρηθῆναι· κἂν γὰρ ἀτελές, ὅμως τῇ ἐπικλήσει τῆς παναγίας τριάδος καὶ τῷ πιστῷ σκοπῷ τῶν ἐπικαλουμένων τῇ τε πίστει τῶν ὑποδεχομένων τετίμηται. διὸ οὐδὲ ἔμπαλιν βαπτίσαι τῷ ὕδατι τοὺς βαπτισθέντας ὁρίζομεν, ἵνα μὴ ἀναβαπτίσασθαι δόξωμεν· ἥ τε γὰρ τῶν αἰτουμένων πίστις καὶ ὁ τῶν τελούντων περὶ τὴν εὐσέβειαν σπουδαῖος σκοπὸς ἥ τε τῆς τυραννικῆς ἐπικρατείας παρόρασις καὶ ἡ τῶν ἐπηρτημένων κινδύνων διὰ Χριστὸν καταφρόνησις οὐκ ἄμοιρον τοῦ ἁγίου πνεύματος οὐδ’ ἀνίερον τὸ τελεσθὲν βάπτισμα δοκοῦσι καταλιπεῖν. πολλὰ γὰρ ἀνέκαθεν παρὰ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ συνεχωρήθη βαπτίσματα, διὰ καιρῶν καὶ τόπων ἀνάγκην χρησίμως ἀποδεχθέντα. καὶ περὶ μὲν τούτου τοσαῦτα.

Κεφάλαιον βʹ. Περὶ πρεσβυτέρων καὶ διακόνων ὧν αἱ γυναῖκες ὑπὸ βαρβάρων ἐφθάρησαν. —Περὶ δὲ τῶν πρεσβυτέρων καὶ διακόνων τῶν ἐκ βαρβαρικῆς ἁλώσεως τὰς οἰκείας ἀναδεξαμένων γυναῖκας φθορὰν ἐν τοῖς βαρβάροις ὑποστάσας οὐχ ἁπλοῦν ὁρῶμεν τὸν νόμον, ἀλλὰ πρὸς τὰς διαφόρους ποικιλλόμενον πράξεις. εἰ μὲν γὰρ ἑκουσιότητι τὴν φθορὰν ὑπέστησαν, παντὶ τρόπῳ τοὺς ἄνδρας τούτων ἱερωμένους ὄντας ἢ τούτων τῶν γυναικῶν ἐκστῆναι, ἢ βουλομένους ταύταις συνεῖναι πεπαῦσθαι τῆς ἱερωσύνης. οὕτω μέν, εἰ ἑκουσιότητι ὑπηρέτησαν τῇ φθορᾷ. τὸ μὲν οὖν πάθος πάλιν τέμνεται εἰς δύο· τὸ μὲν γὰρ αὐτοῦ μεμιγμένην ἔχει τὴν τοῦ ἠναγκασμένου συγκατάθεσιν, τὸ δὲ παντελῶς ὑπάρχει γνώμης καὶ συγκαταθέσεως ἐλεύθερον τοῦ ἐπηρεασθέντος. οἷόν τι λέγω, ἐλπίδι φόβων ἢ μαστίγων τινὲς τῶν γυναικῶν, ἢ καὶ πρὸς πεῖραν τῆς τιμωρίας ἀφιγμέναι, ἐξέδωκαν ἑαυτὰς εἰς φθοράν· συγγνώμης μὲν οὖν αὗται ἄξιαι ἢ αἱ πρότερον, ἅτε δὴ <μὴ> βουληθεῖσαι διαφθαρῆναι, ὕστερον δὲ ὑπὸ τῆς ἀνάγκης πρὸς τοῦτο κατολισθήσασαι, οὐ μὴν δὲ οὐδὲ αὗται ἄξιαι τυγχάνουσιν ἱερωμένοις συνεῖναι ἀνδράσιν. συγγνώμης γὰρ ἐπὶ ῥυπάσμασι καὶ καθαρότητος πολὺ τὸ διάφορον· διὸ καὶ οἱ βουλόμενοι αὐταῖς ἱερεῖς συνάπτεσθαι, καὶ οὗτοι τοῦ οἰκείου διαπεσοῦνται ἀξιώματος. τὸ δὲ λοιπὸν παρὰ ταῦτα, ὡς τοῦ ἀκουσίου εἴδους, ἐξῄρηται τῆς κοινωνίας τούτου.

οἷόν τι λέγω, εἴ τις βασάνων ἐπαγομένων, ἢ καὶ μὴ ἐπαγομένων, χεῖρας καὶ πόδας δεθείη, εἶτα περιφυλάξαι ἑαυτὴν τὰ μάλιστα σπουδάζει, πόρον <δ’> οὐκ ἔχει, αὕτη κἂν δοκεῖ διεφθάρθαι φθορᾶς τὴν ἑαυτῆς ψυχὴν ἐλευθέραν τῇ γε ἀληθείᾳ διατηρήσασα κρίνεται.

Ταῖς τοιαύταις οὖν γυναιξὶν εἴ τινες τῶν ἱερωμένων συνοικεῖν βούλοιντο, οὐδεμίαν ἐπ’ αὐτῶν ὁρῶμεν ἀποτομίαν προβαίνουσαν. ἀγαπητὸν μὲν γὰρ καὶ ἐπαινετόν, εἰ καὶ κοινῇ γνώμῃ καὶ βουλῇ τὸ συνοικέσιον διαλύσουσιν, οὐχ ὡς ῥυπάσματος ἢ κηλιδώσεως αἴτιον, ἀλλ’ ἵνα τάς τε τῶν πολλῶν ὑπολήψεις ἐπὶ τὸ μᾶλλον θαυμάζειν τὴν ἀρετὴν διεγείρωσιν καὶ τῶν χαιρεκάκων παντελῶς τὰ στόματα ἀπορράψωσιν καὶ μαρτύριον ἐναργὲς παραστήσωσιν ὅτι βίας μόνης ἦν ὅπερ ἐξ ἐπηρείας ὑπέστησαν. εἰ γάρ, ἐξὸν αὐτῇ ἀνδρὶ τῷ νομίμῳ κοινωνεῖν, ἡ δὲ θεῷ μᾶλλον κολληθῆναι ᾑρετίσατο, πῶς οὐ τὴν γεγενημένην εἰς αὐτὴν βάρβαρον πρᾶξιν ἀκούσιόν τε περιφανῶς καὶ ἀνεπιτίμητον δείκνυσιν; τοῦτο δέ φαμεν, εἰ ἄρα τῷ ἀνδρὶ τὰ τῆς διαζεύξεως συνδοκεῖ· ἂν δὲ μή, οὐκ ἐν εὐθύναις τὴν ἕνωσιν ἄγομεν.

Κεφάλαιον γʹ. Περὶ τοῦ εἰ χρὴ βαπτίζεσθαι τὰ τῶν Σαρακηνῶν βρέφη, ἐν τῇ αὑτῶν ὄντα χώρᾳ καὶ εἰς τοὺς ἑαυτῶν οἴκους. —Τὰ δέ γε τῶν Σαρακηνῶν βρέφη παρὰ τῶν μητέρων προσαγόμενα μηδαμῶς ἀποστερεῖσθαι τοῦ θείου βαπτίσματος δεδοκίμασται· οὐδὲ γὰρ κεκώλυται παρὰ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τὸ καὶ ἐν ἁπαλαῖς ἔτι φρεσὶ τὴν θείαν χάριν τοῦ βαπτίσματος δέχεσθαι, κἂν μετὰ ταῦτα ἡβάσκουσι καὶ τὸ αὐτεξούσιον ἑκάστου τὸν βίον πῇ μὲν σπουδαῖον, πῇ δὲ φαῦλον διατίθησιν. εἰ γὰρ τὸ μέλλον ἀόρατον, ἄτοπον μὴ καταβαλεῖν ἀγαθοὺς θεμελίους τῷ ἐξουσίαν ἕξοντι ἐποικοδομῆσαι τοῦ βίου τὸν οἶκον· εἰ δὲ καὶ ἡ βαρβαρικὴ παίδευσις κενὸν ἀποδεικνύειν τὸ θεῖον βάπτισμα δοκεῖ, ἀλλ’ οὐ τοῦ βαπτίσματος τὸ ἔγκλημα, τοῦ δὲ τὸ βάπτισμα ἀθετήσαντος ἢ ἀθετῆσαι παρασκευάσαντος. ὥσπερ γὰρ τὸ διδάσκειν τὴν εἰς Χριστὸν πίστιν, κἂν οἱ διδασκόμενοι καταρραθυμοῦσιν, ἀνέγκλητον, οὕτω καὶ τὸ βαπτίζειν, κἂν ὁ μετὰ ταῦτα βίος τῶν βαπτισθέντων ἀδόκιμός τε καὶ ἄπιστος. μᾶλλον οὖν ἀγαθὸν βαπτίζεσθαι τὰ βρέφη καὶ τὸν τῆς πίστεως ἀρραβῶνα τέως ὑποδέχεσθαι, ἴσως ὑπομνησθέντα ποτὲ ὅτι Χριστὸν ἐνεδύσαντο, ἑλέσθαι βουληθῶσι τὴν χάριν διὰ τῆς χάριτος. ἐν οἷς γὰρ τὰ τῆς ἐλπίδος ἀμφίβολα, τὸ χρηστὸν μᾶλλον αἱρεῖσθαι χρὴ κἀκείνῳ συγγίνεσθαι.

δεῖ γάρ, κἂν εἰ μὴ τελειωθῇ τις τῷ καλῷ, ἀπάρξασθαι τοῦ καλοῦ· αἱ γὰρ τῆς πίστεως τὸν ἀρραβῶνα ποθοῦσαι τὰ ἴδια τέκνα δέξασθαι μητέρες, εἰ μὲν τύχοιεν, προθυμότεραι καὶ πρὸς τὴν διδασκαλικὴν τελείωσιν ἔσονται, εἰ δ’ ἀποτύχοιεν, οὐ μόνον τῶν τέκνων, ἀλλὰ καὶ ἑαυτῶν ἴσως καταμελήσουσιν.

Κεφάλαιον δʹ. Περὶ τοῦ εἰ χρὴ γυναιξὶ διδόναι δῶρα πρὸς τὸ ἀποκομίσαι ἐγκεκλεισμένοις Χριστιανοῖς ὑπὸ τῶν Σαρακηνῶν. —Περὶ δέ γε τῶν τὴν κοινωνίαν διακομιζουσῶν γυναικῶν τοῖς ἐν τοῖς βαρβαρικοῖς οἴκοις ἐγκεκλεισμένοις Χριστιανοῖς τοῦτο διώρισται, ὡς εὐσχήμονας εἶναι χρὴ ταύτας καὶ οἷαι δἂν αἱ παρθενίᾳ ἢ σεμνῷ γήρᾳ κοσμούμεναι καὶ ἄξιαι εἰς διακονίαν καὶ εἰς διακόνων παραδεχθῆναι βαθμόν. εἰ δὲ τοιούτων ἀπορία εἶναι δοκεῖ, μηδὲ τὰς <τῆς> πίστεως ἀλλοτρίας βουλομένας εὖ ποιεῖν Χριστιανοῖς ἀδελφοῖς καὶ ἐπὶ τοσοῦτον αὐταῖς τεθαρρηκέναι καὶ προσανατεθῆναι, μηδ’ αὐτὰς ἐκείνας παρατηρεῖσθαι, ἀλλὰ καὶ δι’ αὐτῶν εἰσκομίζειν τὴν τοῦ ἀγαθοῦ κοινωνίαν τοῖς μηδ’ ὑπ’ αὐτῆς τῆς τυραννίδος τῆς εἰς Χριστὸν κατωλιγωρηκόσι πίστεως. οὐδέποτε γὰρ κοινοῦται τὸ ἅγιον, μᾶλλον δὲ ἁγιάζει καὶ τοὺς κεκοινωμένους· εἰ μή που ὕποπτά τινα πρόσωπα, καταπαίζειν συνήθως ἔχοντα τῶν θείων, ταῦτα ἐγχειρισθῆναι προφασίζοιντο.

Κεφάλαιον εʹ. Περὶ τοῦ εἰ χρὴ κοινωνεῖν τοὺς ὑπὸ τῶν Σαρακηνῶν εἰς ἀσέλγειαν βιασθέντας παῖδας. —Ἔτι δὲ καὶ περὶ τῶν παρὰ τῆς βαρβαρικῆς ἀσελγείας βιασθέντων παιδίων διὰ τὸ τῆς βίας ἐπαγωγόν τε καὶ ἀπαραίτητον συγγνώμην τούτοις δοθῆναι καὶ τῆς θείας καὶ ζωοποιοῦ κοινωνίας μὴ ἀποκωλυθῆναι διώρισται, εἰ μή που ἑκούσιον τὸ ἁμάρτημα κατειργάσαντο· τότε γὰρ καὶ αὐτοῖς τὰ ἐπὶ τοῖς ἑκουσίως τοιαῦτα πλημμελοῦσι προσφόρως ἐπιτίμια προσαρμόσει.

Τοσαῦτα μὲν <τὰ> παρὰ τῆς σῆς θεοφιλείας προβληθέντα ζητήματα, ἄξια προφανῶς ἐρεύνης τυγχάνοντα καὶ τῆς σῆς συνέσεως τὸ σπουδαῖον χαρακτηρίσαι δυνάμενα· καὶ τοιαύτη παρὰ τῶν θεοφιλεστάτων μητροπολιτῶν συμφώνως περὶ αὐτῶν ἐξενήνεκται ψῆφος, ἥτις παρὰ τῆς ἡμῶν μετριότητος ἐπισφραγισθεῖσα καὶ ἀποδεδεγμένη πρὸς τὴν σὴν θεοφιλῆ παραπέμπεται ὁσιότητα. δέχου τοίνυν τῶν σῶν προβλημάτων τὰς ἐπιλύσεις σαφεῖς, ὡς ἐζήτησας, ἐν καιρῷ καὶ προσώπῳ τῷ ἐπιτηδείῳ ταύτας συντηρῶν καὶ παραφυλάττων καὶ μή τι περὶ τὴν τούτων ἀποτυχίαν ἄλλο τι ἀκηδίᾳ καθυποβάλλων. τὰ δ’ ἄλλα ἐρρῶσθαί σε διὰ παντὸς κύριον λιπαροῦμεν, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ τὸ ἱερὸν ὑμῶν ποιμαίνοντα ποίμνιον καὶ τῶν ψυχολετήρων παθῶν διατηροῦντα ἀνώτερον.

Τέλος τῶν κεφαλαίων