Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Ερμηνεία θεολογικών και ευαγγελικών ζητημάτων και ο Μωσαϊκός Νόμος

Πραγματείες περί της ακατάληπτης θείας ουσίας, της διαρκούς ενέργειας του Θεού, της Βασιλείας των Ουρανών και της πνευματικής σημασίας του Μωσαϊκού νόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 19 από 34

Αὐτίκα πῶς οὐκ ἐκεῖθεν πρὸς ἔλεγχον ῥᾴδιον, ὃ τὸ τῶν ἀνθρωπομορφιτῶν γένος ἀπεβουκόλησεν; ἀφορμὰς γὰρ ὁ λαβὼν τὰς ἐν τοῖς τοιούτοις διαφορὰς ἐπισκοπεῖν, τὴν δὲ σύγχυσιν πολλὴν τὴν πλάνην ἐργάζεσθαι, εὐθὺς ἐπέγνω καὶ διεστείλατο ἄλλην μὲν χρῆσιν ἔχειν τὰ κατὰ μεταφοράν, ἄλλην δὲ τὴν τῆς λέξεως κυριότητα· ὧν οὐδὲν ἐπὶ νοῦν τὰ αἱρετικὰ λαβόντα φρονήματα, ὅσα τροπικῶς καὶ κατὰ μεταφορὰν ἐπὶ θεοῦ εἴρηται, τροπῆς καὶ ἀτρέπτου φωνῆς οὐ βουληθέντες συνιδεῖν ἑτερότητα, τὴν ἁπλῆν καὶ ἄληπτον καὶ ἀσχημάτιστον οὐσίαν τοῦ θεοῦ, ὅτι χεῖρας καὶ πόδας καὶ ὀφθαλμοὺς καὶ ὀσφραίνεσθαι καὶ στόμα καὶ λόγους ἤκουσαν, ὁμοιοσχημάτιστον ἡμῖν τὸ θεῖον δυσσεβῶς τε καὶ ἀσυνέτως ἐπλάσαντο.

Οὕτω γοῦν καὶ εἴ τι ἄλλο τῶν ἱερῶν γραμμάτων ὁ αἱρετίζων ἢ ὁ φιλόνεικος ἁρπάσας λογισμὸς πρὸς δυσσέβειαν ἢ ἀπορίαν ἑλκύσαι φιλονεικήσειεν, εἰ μὲν καθ’ ἕν τι τῶν διευκρινημένων τὸ κακομήχανον ἐπινοεῖ, αὐτόθεν ἕξει καθ’ ἑαυτοῦ φερομένην ἄφυκτον τὴν ἀνατροπήν, εἰ δὲ καθ’ ἕν τι τῶν παρειμένων, οὐ χαλεπὸν ἐκ τῶν φθασάντων τὴν ὁμοίαν κρίσιν καὶ ἐπὶ τούτοις ἑλκύσαντα τοῖς ὁμοίοις ἐλέγχοις τοὺς μιμησαμένους ὑποβαλεῖν οἷς καὶ οἱ προλαβόντες ἀπερραπίσθησαν. καὶ τοῦτό ἐστι μετὰ τῶν ἄλλων, ὃ μὴ πάσας τὰς αἰτίας ἐπεξελθεῖν ἡμᾶς κατὰ μέρος οὐκ ἐξεβιάσατο· οὔτε γὰρ στοιχείωσιν τούτων συναγαγεῖν ὑπεσχόμεθα οὔτε δυσθήρατός ἐστιν ἐκ τῶν προειρημένων τῶν παρειμένων ἡ θεωρία καὶ διάκρισις· καὶ ὅτι τὰ ἄλλα οὐχ ὥσπερ ταῦτα ἐπιπολάζει καὶ τοὺς πολλοὺς ἐπινέμεται· καὶ ὅτι ὅσα φθάσας αὐτὸς διηπόρησας κατά γε τὴν νῦν καὶ τὴν προλαβοῦσαν ἀξίωσιν αὐτάρκως τὸ σαφὲς καὶ τὴν τῆς ἀπορίας λύσιν εἰλήφασι.

Πλὴν εἴ τίς γε καὶ τοῦτο τῶν ἐπιπολαζόντων θείη—ἔστι γὰρ τοῖς τε ἄλλοις αἱρετικοῖς καὶ τοῖς εἰκονομάχοις μέγα καταφύγιον—καθολικὸν γὰρ πολλάκις τύπον ἡ ἱερὰ φωνὴ σχηματίζουσα οὐ καθολικὴν ἀπαιτεῖ τὴν ἔννοιαν ἐκλαμβάνεσθαι, εἰς ὡρισμένα δέ τινα καὶ προειλημμένα συνάγουσα τὴν διήγησιν, μερικὴν ἐνδείκνυται τὴν ἀπόφασιν. τοιοῦτόν ἐστι τὸ ‘πάντες ὅσοι πρὸ ἐμοῦ ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί’. ὑποβάλλουσι γὰρ τῷ καθολικῷ χαρακτῆρι τῆς φωνῆς οἱ ἀπὸ Μαρκίωνος καὶ τῆς γείτονος φατρίας Μωσέα τε καὶ τοὺς ἄλλους τοῦ θεοῦ προφήτας, τὴν παλαιὰν διαθήκην συσκευὴν εἶναι δυσφημοῦντες τοῦ πονηροῦ· καίτοι γε οὐ κατ’ ἐκείνων, ὡς δῆλον, ἐρρήθη, ἀλλ’ οὓς ὁ μικρῷ πρόσθε χρόνος τῆς δεσποτικῆς παρουσίας ἀπατεῶνας καὶ πλάνους ἐπέδειξεν. τὸ γὰρ εἰς τοὺς δαίμονας ὑπειλῆφθαι τὴν δεσποτικὴν ταύτην ἀπερρῖφθαι φωνήν, κἂν εἰς ἀσεβημάτων οὐκ ἀνήκῃ λογισμόν, κἂν ὁμοίως φρονῇ μὴ πάντοτε τὸ καθολικὸν σχῆμα τῆς φωνῆς καὶ καθολικὴν ἔννοιαν ἀπαιτεῖν, ἀλλ’ οὖν τὸ περιεργότερον καὶ μὴ τῆς εὐαγγελικῆς βουλήσεως περὶ πόδα εἶναι δευτέραν αὐτῷ δίδωσι τοῦ προειρημένου τάξιν λαβεῖν. πλήν γε τὸ ἀσύνετον καὶ δυσσεβὲς τῶν θεομαχούντων θράσος τῷ τύπῳ τῆς καθολικῆς προσανέχοντες φωνῆς, τῆς οἰκείας δυσσεβείας ἀναχώρησιν τὰ κυριακὰ νομίζουσι λόγια.

Ὅμοιόν ἐστι καὶ τὸ ‘πάντα δι’ αὐτοῦ ἐγένετο’, καὶ ὁμοίως τοῖς πνευματομάχοις ὄργανον τῆς πλάνης ὑποβάλλεται· τῶν πάντων γὰρ τὸ πανάγιον πνεῦμα διὰ τὸ καθόλου τῆς φωνῆς οὐκ ἐξαιρούμενοι, τῶν γεγονότων καὶ αὐτὸ δεδυσφημήκασι.

Καὶ μυρία δ’ ἄλλα οἱ ἱεροὶ λόγοι εἰς τὸ καθόλου μὲν σχηματίζουσι, μερικωτέραν δὲ ποιοῦνται τὴν δήλωσιν· ὡς τὸ ‘ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης’, οὐδὲ γὰρ οὐδ’ ἡ ἀρετὴ τῶν ματαίων οὐδ’ ἡ σοφία οὐδ’ ἡ εὐσέβεια· καὶ ‘πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν’, οὐδὲ γὰρ οὐδ’ οἱ παρὰ θεοῦ καθ’ ἑκάστην γενεὰν καὶ γενεὰν κατὰ παθῶν καὶ δαιμόνων καὶ τυράννων στεφανῖται δεικνύμενοι. καὶ πολλὰ ἄλλα τοιαῦτα ἐπὶ σχολῆς ἄν τις θεωρήσειεν, ἀρκεῖν δ’ οἶμαι καὶ τὰ παρατεθειμένα· τῆς γὰρ εἰκονομαχικῆς λύσσης τὴν διὰ τῆς κακουργίας ταύτης ἀπόνοιαν μετὰ τῆς ἄλλης αὐτῶν φρενοβλαβοῦς κακομηχανίας ἰδιαζόντως ἡμῖν λόγος ἐθριάμβευσεν.

Ἀλλ’ ὅτι μὲν πολλὰ τῶν ἀπορημάτων προκατασκευῆς δεῖται, καὶ ὅτι τὰ σὰ παρά τε τῶν προλαβόντων ἀνδρῶν ἁγίων καὶ ἡμῖν αὐτοῖς ἐκεῖθεν χειραγωγουμένοις διευκρίνηται, καὶ ὅτι τὰ πλεῖστα τῶν αἰτίων παρ’ ἃ εἴωθε συμβαίνειν τὸ ἄπορον ἐπεξήλθομεν, ὁ λόγος ἐπέδειξε. καὶ ὅτι μὲν τῆς ἀκριβείας πάντων ἐπειλήμμεθα, οὐκ ἂν φαίημεν· ὅτι δὲ τῆς αἰτήσεως οὐκ ἔλαττον εἰσηνέγκαμεν, οὐκ ἂν ὑπερηφάνων λόγων δικαζούσης ἀληθείας οὐδεὶς ἂν ἡμᾶς αἰτιάσαιτο.

Εἰ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, πῶς ὁ σωτήριος τοῦ πατρὸς λόγος φησίν, ‘ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι’; Τέσσαρας ὁρῶμεν τοῦ δημιουργοῦ ἐργασίας. ὧν πρώτη μέν ἐστιν αὐτὴ τῶν ὄντων ἡ κατ’ ἀρχὰς προβολή τε καὶ δημιουργία· καθ’ ὃ σημαινόμενον εἴρηται ‘καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ’· καὶ γὰρ τὰς φύσεις τῶν ὄντων ἁπάντων ἐν ἑπτὰ τελεσάμενός τε καὶ οὐσιώσας ὁ δημιουργὸς ἡμέραις οὐκέτι παραγωγὴν οὐδεμιᾶς ἐπεδείξατο οὐσίας.

Δευτέρα δὲ ἡ ἐξ ἐκείνου μέχρι νῦν τῶν ἅπαξ ὑφεστώτων ἐνεργουμένη διαμονή τε καὶ συντήρησις καὶ μηδαμῇ παραχωροῦσα ὁλόκληρον εἶδος παραπολέσθαι καὶ πρὸς τὸ μὴ ὂν χωρῆσαι· ἡ δὲ τοιαύτη ἐνέργεια καὶ συντήρησις πρόνοιά τε θεοῦ καὶ κηδεμονία καλεῖται· καὶ ταύτης τῆς ἐνεργείας τε καὶ ἐργασίας οὐδεμίαν οὐδέποτε κατάπαυσιν, μέχρις ἂν τὸ περίγειον τόδε σύγκριμα τὴν ὑπόστασιν ἔχῃ, ὁ ἀληθὴς ἐξεπίσταται λόγος.

Ἔτι δὲ τρίτην ὁρῶμεν τοῦ δημιουργοῦ ἐργασίαν, ἐξ ἧς ἑκάστη φύσις τὰ οἰκεῖα πράττουσα οὐδὲν ἀνόμοιον ἢ ἀλλότριον ἑαυτῆς προβάλλεται, ἀλλ’ ἑκάστη πρὸς τὸ οἰκεῖον καὶ ἐμφερὲς διαπλαττομένη καὶ μορφοποιοῦσα τὸ γέννημα ἀνόθευτον τὴν διαδοχὴν ἐπιδείκνυται· εἴη δ’ ἂν καὶ ἡ τοιαύτη ἐργασία εἰς τὸν τῆς προνοίας καὶ κηδεμονίας ἀνηγμένη λόγον. πλὴν τῶν εἰρημένων τριῶν ἐργασιῶν ἡ μὲν περὶ οὐσιώσεως, ἡ δὲ περὶ διαμονῆς, ἡ δὲ περὶ ὁμοιότητος τὸν σκοπὸν ἀπευθύνει· εἰς τὸν αὐτὸν δὲ συναναχθείη λόγον καὶ τῆς τάξεως τῶν ὑποστάντων ἡ ἀναλλοίωτός τε καὶ ἀμετακίνητος διαδοχή.

ἥλιός τε γὰρ καὶ σελήνη τὰς ἀνατολάς τε καὶ δύσεις συνόδους τε καὶ ἀποστάσεις καὶ τὰς ἄλλας ἐνεργείας ἃς ὁ δημιουργικὸς αὐτοῖς ἐναπέθετο λόγος οὐκ ἂν ἀμείβοντες οὐδὲ τὴν ἐξ ἀρχῆς αὐτοῖς παγεῖσαν εὔτακτον τοῦ δρόμου περιφορὰν φωραθεῖεν διαφθείροντες· οὐδ’ ὁ λοιπὸς τῶν ἀστέρων χορὸς τὸν ἐξ ἀρχῆς αὐτοῖς ἐνδοθέντα τῆς τε περιφορᾶς καὶ τῆς τάξεως εἱρμὸν φάσεώς τε καὶ κρύψεως οὐκ ἂν ἁλοῖεν ἀμειβόμενοί τε καὶ διαλύοντες· νύκτες τε ταῖς ἡμέραις ὑποχωροῦσαι καὶ τὸ ἀνάπαλιν αἱ ἡμέραι ταῖς νυξὶν ἐξιστάμεναι ἀνόθευτόν τε καὶ ἀπαραποίητον τὴν εὔτακτον ἀναλογίαν διεσώσαντο· ὡσαύτως δὲ καὶ ὡρῶν αἱ φύσεις τὰς διαδοχὰς ἀλλήλαις παραπέμπουσαι οὐδεμίαν καινοτομίαν ἀνεδέξαντο, ἀλλὰ τὴν ἀρχαίαν καὶ θαυμασίαν ταύτην μεταβολὴν ἀμετάβλητον καὶ ἀμετακίνητον συνετήρησαν. καὶ ταύτην τὴν ἐν τοῖς οὖσιν εὐταξίαν τε καὶ ἀναλογίαν δῆλον ὡς ὁ τῆς προνοίας συνέχει τε καὶ συγκροτεῖ λόγος· ἐργασία δ’ ἂν εἴη καὶ τοῦτο τοῦ πάντα ἐν σοφίᾳ δημιουργήσαντος θεοῦ.

Ἔστι δέ τις ἐπὶ τούτοις καὶ ἑτέρα ἐργασία, φιλανθρωπίᾳ δεσποτικῇ τῷ ἀνθρωπίνῳ μάλιστα ἐπιθεωρουμένη γένει. διπλῆ δὲ καὶ αὕτη· ἡ μὲν γὰρ τέμνεται περὶ σῶμα, δι’ ἧς λῶβαί τε καὶ πάθη μυρία ἄλλα τοῦ πλάσματος ἀπελαύνεται, ἃ δὴ παραγεγονὼς ὁ κοινὸς τοῦ γένους σωτὴρ ἔπραττέν τε καὶ ἐνήργει, παντοδαπῶν παθημάτων καὶ νόσων τὸ ἀνθρώπινον ἐλευθερῶν. ἡ δὲ περὶ ψυχήν· ταύτην γὰρ πολλοῖς ἁμαρτήμασιν συγκεχωσμένην καὶ κατάστικτον ὅλην γεγενημένην ταῖς τοῦ πονηροῦ μυρίαις αἰκίαις ὁ αὐτὸς ἡμῶν πλάστης καὶ δημιουργὸς ἀποκαθηράμενός τε καὶ ἀποξέσας διὰ τῆς αὐτοῦ ὑπὲρ νοῦν τε καὶ λόγον ἐπιδημίας εἴς τε τὸ ἀρχαῖον ἀξίωμα ἐπανήγαγεν καὶ τὸ κατ’ εἰκόνα πάλιν ἀναλαβεῖν ἰσχύν τε καὶ χάριν παρέσχετο. αὕτη τοιγαροῦν ἡ περὶ τὸ πλάσμα τῶν χειρῶν αὐτοῦ ἐργασία τυφλοῖς τὸ βλέπειν χαρίζεται, παράλυτον σφίγγει, τεταρταῖον ἀνιστᾷ τοῦ τάφου καὶ κρεῖσσον ἢ ἀριθμεῖσθαι ὑπερφυῆ ἔργα ἐπεδείξατο. ἃ τοῦ δεσπότου φιλανθρωπίας ὅρῳ καὶ νόμῳ διαπραττομένου, ἐξονειδίζει μὲν τὰς εὐεργεσίας ὁ ἀχάριστος τῶν Ἰουδαίων δῆμος, τὴν τοῦ σαββάτου τιμὴν πρόφασίν τε καὶ προκάλυμμα τοῦ φθόνου καὶ τῆς πονηρίας προβαλλόμενος, ἀκούει δὲ παρὰ τοῦ δεσπότου, τοῦτο μὲν δεσποτικῶς, τοῦτο δὲ διδασκαλικῶς τε καὶ σωτηριωδῶς, ‘ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι’.

ἀλλὰ τοὺς μὲν ἀχαρίστους Ἰουδαίους τὴν περὶ τὸ σῶμα θεραπείαν, ὅτι γέγονεν σαββάτῳ, διασύροντας καὶ δυσφημοῦντας οὕτως ὁ δεσπότης ἐπιστομίζων, τούτων τε καὶ τῶν τοιούτων ἔργων μήτε τὸν πατέρα πεπαῦσθαι μήτε αὐτὸν τῆς ἐργασίας λήγειν τρανῶς ἡμᾶς ἀνεδίδαξεν.

Ἀπὸ δὲ τῆς δεσποτικῆς ἀποφάσεως ταύτης καὶ ἃ πρὸ βραχέος διευκρίνησεν ὁ λόγος σημαινόμενα τῆς ἐργασίας εὐχερές ἐστί σοι λαβεῖν, ποίων μὲν ἔργων κατέπαυσεν ὁ πατὴρ καὶ ὁ υἱός, τίνα δὲ μέχρι τοῦ νῦν οὐ παύεται ἐργαζόμενος. καὶ γὰρ δημιουργῶν μὲν τὰς φύσεις πάλαι κατέπαυσεν, ἀδιάφθορα δὲ τὰ δημιουργηθέντα συντηρῶν, ὡσαύτως δὲ καὶ ἀπαραχαράκτους καὶ ἀκιβδηλεύτους τὰς ὁλότητας τῶν οὐσιωθέντων διὰ τῆς αὐτοῦ συνέχων προνοίας καὶ τὴν ἐντεθεῖσαν εὐταξίαν τε καὶ τὸν εἱρμὸν ἀναλλοίωτα συντηρῶν οὐδαμοῦ φαίνεται πεπαυμένος οὔτε ὁ πατὴρ οὔτε ὁ υἱός, οὐ μὴν ἀλλ’ οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον. τῆς γὰρ ὑπερουσίου καὶ παντοκρατορικῆς καὶ δημιουργικῆς τῶν ὅλων οὐσίας μία τε καὶ ἡ αὐτὴ βούλησις καὶ δύναμις καὶ ἡ ἐνέργεια· δῆλον δὲ ὡς καὶ κατ’ ἐκεῖνο καιροῦ καθ’ ὃ τὰς θεοσημείας ὁ σωτὴρ ἡμῶν ἐπετέλει εἰργάζετο μὲν ὁ υἱός, συνειργάζετο δὲ αὐτῷ καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ πανάγιον.

Διὰ τί πηλῷ χρησάμενος ὁ δεσπότης, ἀλλὰ μὴ ἄλλῳ τρόπῳ, τοὺς ὀφθαλμοὺς ἐξιάσατο τοῦ τυφλοῦ; Πηλῷ δὲ χρησάμενος ὁ πλάστης ὀφθαλμοὺς ἐκαινούργησεν τῷ τυφλῷ, ἵνα τῶν διαπορούντων πῶς ἀπὸ γῆς ὁ πρῶτος ἄνθρωπος ἐπλάσθη, ἐπείπερ τῆς τοιαύτης δημιουργίας οὐδεὶς ἐπόπτης οὐδὲ μάρτυς ἑστήκει, τὴν γνώμην εἰς ἀναμφίβολον συμβιβάσῃ πίστιν. ἡ γὰρ περὶ τὸ τιμιώτατον τῶν ἐν τῷ σώματι τοῦ ἀνθρώπου μελῶν δημιουργία ὑπ’ ὄψιν ἁπάντων προτεθεῖσα, καὶ περὶ τοῦ λοιποῦ σώματος ᾧ πλαττομένῳ οὐδεμία ὄψις ἐφειστήκει μὴ ἀμφιβάλλειν μηδ’ εἰς ἀπορουμένας διασχίζεσθαι γνώμας μεγάλην ἰσχὺν καὶ βεβαίωσιν παρέχει. οἷς γὰρ ἄν τις τὸ ἄριστόν τε καὶ τιμιώτατον τῶν ἐν ἡμῖν ἐκ πηλοῦ τὴν πλάσιν καὶ ὑπόστασιν ὁρᾷ προαχθεῖσαν, πῶς οὗτος οὐκ ἀναντιρρήτῳ λογισμῷ καὶ τὸ λοιπὸν ὄργανον ἐκ τῆς αὐτῆς ὕλης καὶ δυνάμεως ἀνομολογήσει γεγενῆσθαι;

Ἄλλως τε δέ, ἵνα τοῦτο τρανῶς ἀναμάθῃς, ὅτιπερ ἐν πᾶσιν οἷς ὁ πατὴρ τὸ θεὸς εἶναι γνωρίζεται, δυνάμει λέγω καὶ δόξῃ καὶ οὐσίᾳ καὶ κυριότητι, ἐν τούτοις καὶ ὁ υἱὸς τὸ ἴσον ἔχειν καταλαμβάνεται καὶ ἀπαράλλακτον, πηλὸν καὶ οὐκ ἄλλην ὕλην λαβὼν τοὺς ὀφθαλμοὺς ἀναπλάττει τοῦ τυφλοῦ, ὥσπερ καὶ ὁ πατὴρ πάλαι σὺν αὐτῷ ἐκ πηλοῦ τὸν ἄνθρωπον δημιουργεῖ. συναναφαίνεται δὲ καὶ τοῦτο, ὅτιπερ ὁ νῦν ἐν μορφῇ ἀνθρώπου χρηματίσας θεὸς καὶ πηλὸν εἰς φύσιν μεταβάλλων ὀφθαλμοῦ, αὐτὸς ἦν καὶ ὁ πάλαι τὸν ἄνθρωπον τῷ πατρὶ συμπλαστουργῶν ἐκ πηλοῦ.

Τί ἐστιν ‘μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα’; Ἔνδυμα γάμου παρὰ τῆς θείας διδασκόμεθα γραφῆς τὸν κατ’ ἀρετὴν εἶναι βίον καὶ πολιτείαν τὴν ἐλευθέραν ἁμαρτημάτων καὶ καθαράν· ἣν οἱ ἐστολισμένοι τῆς τε μυστικῆς παστάδος παρ’ αὐτοῦ Χριστοῦ τοῦ νυμφίου ἐπάξιοι κρίνονται, καὶ εἰς τὸν μακάριον ἐκεῖνον καὶ δεσποτικὸν ἀνακλίνονται δεῖπνον· οἱ δέ γε τὰ τοιαῦτα τῶν ἐνδυμάτων ῥυπώσαντες καὶ τῆς θαυμασίας ταύτης ἐλαύνονται ἀπολαύσεως καὶ πικρὰν τὴν ἀτιμίαν ὑφίστανται. εἰ δὲ τοῦτο μεμαθήκαμεν, δῆλος ἂν εἴη καὶ ὁ παρὰ τῷ θεσπεσίῳ ἀποστόλῳ ἐσπιλωμένος καλούμενος χιτών, ὃν καὶ μισεῖν ἡμᾶς καλῶς τε καὶ δικαίως παρακελεύεται· ὁ γὰρ ταῖς ἁμαρτίαις κατάστικτος καὶ ῥυπῶν ὅλος, οὗτος ἂν εἴη ὁ ἐσπιλωμένος χιτών. τοῦτο δὲ σαφέστερον ἀνακαλύπτων οὐχ ἁπλῶς ἐσπιλωμένον χιτῶνα, ἀλλὰ τὸν ἀπὸ τῆς σαρκός φησιν ἐσπιλωμένον χιτῶνα, οἷον τὸν ἀπὸ τῶν σαρκικῶν παθῶν, τῶν ἀπὸ τῆς σαρκὸς ἡδονῶν καὶ παραπτωμάτων κατεσπιλωμένον καὶ ῥερυπωμένον, καὶ ὅσα ἡ σὰρξ ἐπιθυμοῦσα κατὰ τοῦ πνεύματος τὸν βίον ἡμῶν κεκηλιδωμένον καὶ κατάστικτον ἀποτελεῖ. ὃν ἀποστρέφεσθαι παντὶ τρόπῳ προσήκει καὶ μισεῖν, ὅτι τῆς μυστικῆς παστάδος τὰς θύρας ἡμῖν ἀποκλείει, ὅτι τοῦ καλοῦ νυμφίου ποιεῖ ἀναξίους, ὅτι τοῦ φρικτοῦ καὶ σωτηρίου δείπνου πόρρω ἀπελαύνει.

Εἰ πᾶν τὸ ὑποκείμενον ἀνάγκῃ καὶ μὴ βουλόμενον πληροῖ τὰ τῆς βίας, ἀνάγκη δὲ ἐλθεῖν τὰ σκάνδαλα ἐν τῷ κόσμῳ, οὐ δίκαιον ἀραῖς ὑποβάλλειν τὸν βιασθέντα οὐδὲ μὴν δίκας ἀπαιτεῖσθαι τοῦ ἁμαρτήματος. Ἔχει μέν τι πιθανὸν ἡ κατασκευὴ τοῦ λόγου, πλὴν ἐπὶ θύραις καὶ τὸ δυσσεβές· εἰσπράττει γὰρ τὸν θεὸν δίκας ἀνθ’ ὅτου τὸ βιαζόμενον κολάζει καὶ περὶ τὸ οἰκεῖον πλάσμα πικρὰν ἀφίησι τὴν ψῆφον. εἰ γὰρ ἀνάγκη, φησίν, τὰ σκάνδαλα ἐλθεῖν, καὶ τὸ γένος ἡμῶν ἐξ ἀνάγκης ἁλώσεται τοῖς σκανδάλοις· εἰ δ’ ἄκων ἐγὼ δουλεύω, διὰ τί τὸ βιασάμενον παραδραμὼν ἐμὲ τὸν βεβιασμένον ὁ κριτὴς ἀραῖς ὑποβάλλει; ‘οὐαὶ’ γὰρ ‘τῷ ἀνθρώπῳ ἐκείνῳ’ φησὶν ‘δι’ οὗ τὰ σκάνδαλα ἔρχεται’· οὐ γὰρ ἐχρῆν ἐπαρᾶσθαι καὶ ἐπεμβαίνειν τῷ ἠδικημένῳ καὶ τυραννίδος ἅρπαγμα γεγενημένῳ, φιλανθρωπίας δὲ μᾶλλον καὶ συμπαθείας ἄξιον νομίζειν, ἵνα μὴ λέγω καὶ πρὸ τούτων ὡς ἀπαλλάττειν ἔδει τῆς βίας τὸ οἰκεῖον πλάσμα.

Οὕτω μὲν ἄν τις καὶ δριμύτερον τὴν σὴν συμπλέξειεν ἀπορίαν. ἀρχὴ δ’ ἂν εἴη, φασί, λύσεως τῆς ἀπορίας τὸ κραταιότερον· τὸ γὰρ ‘οὐκ ἐχρῆν’ φάναι ‘τὸ οἰκεῖον πλάσμα ἐπαρᾶσθαι, ἀλλὰ τῇ ποινῇ καθυποβάλλειν τῆς βίας τὸ αἴτιον’, οὐκ ἔστιν ἄλλο τι λέγειν ἀλλ’ ‘ἐχρῆν ὑπὸ κατάραν ποιεῖσθαι τὸν ἄνθρωπον’. εἰ μὲν γὰρ ἄλλοθέν ποθεν καὶ οὐκ ἀπὸ τῆς ἡμετέρας καὶ αὐτοδεσπότου γνώμης ἡπλοῦτο τὰ σκάνδαλα, εἰκότως τε ἂν ὁ λόγος ἀπῄτει μηδὲ ἀραῖς τινα τῶν ἀνθρώπων ὑποβάλλεσθαι· εἰ δὲ καταβάλλω μὲν ἐγὼ τῶν σκανδάλων τὰ σπέρματα, ἐπεὶ δὲ κατεβλήθη, ἀνάγκη καὶ γεωργηθῆναι καὶ καρποφορῆσαι τὴν ἄκανθαν, ὁ προξενήσας ἐμαυτῷ διὰ τῶν σκανδάλων τῆς ἀκάνθης τὸ ἐπιτίμιον εἰκότως καὶ τῆς ἀρᾶς καὶ τῆς δίκης ἐμαυτὸν παρίστημι ἔνοχον, ἀλλ’ οὐ συγγνώμην (πόθεν;) ἀπαιτεῖν οὐδὲ φιλανθρωπίαν οὐμενοῦν οὐδαμοῦ κριθείην ἄξιος.

Σκάνδαλα δ’ ἂν ἐκεῖνα εἴη, ὅσα κωλύματα γίνεται τῆς πρὸς τὴν ζωὴν ἀγούσης ὁδοῦ τὴν αἰώνιον. τίνα δέ ἐστι ταῦτα; πορνεία, κλοπή, μέθη, καταλαλιά, καὶ πρὸ τούτων φθόνος καὶ φιλαργυρία καὶ ὅσα ἄλλα κακὰ διὰ τούτων ἀποτίκτεται· ἅπερ ὁ ἀνθρώπινος καὶ κατ’ εἰκόνα θεοῦ πεπλασμένος νοῦς ῥαθυμίᾳ καὶ ῥᾳστώνῃ παρασχὼν ἑαυτὸν εἰς τὸν κόσμον ἐλθεῖν παρασκευάζει, καὶ τῶν ἀρετῶν ἐργάτης πλασθεὶς γεωργὸν ἑαυτὸν κατασκευάζει τῶν φαύλων. ῥοπὴν δ’ ἅπαξ ἐξ ἡμῶν καὶ βλάστην τὰ τοιαῦτα τῶν παθημάτων λαβόντα, ἐξ ἀνάγκης τὸ λοιπὸν ἐπιχωριάζει τε καὶ παρρησιάζεται τῷ ἡμετέρῳ βίῳ. εἰ γὰρ καὶ ὁ τοῦ γένους ἡμῶν ἀρχαῖος ἐχθρὸς ἀνακινεῖ τε καὶ διεγείρει πρὸς τὰ χείρονα τὴν φύσιν, ἀλλ’ οὐδαμοῦ φαίνεται κρατῶν ἡμῶν μὴ πειθομένων μηδὲ τὰ χείρονα πράττειν ὡρμημένων, ἐρεθισμοὺς δέ τινας καὶ οἷον παρακλήσεις ἀλλαχόθεν ἀναμενόντων· ἡμῶν δὲ τοῦ ἀρρενωποῦ τε καὶ γενναίου τῆς ἀρετῆς ὑπολισθαινόντων, λαμβάνει χώραν ἡ τοῦ πονηροῦ συμβουλὴ καὶ γίνεται συνεργός, ἀλλ’ οὐκ ἀρχηγὸς τοῦ παραπτώματος.

δῆλον δὲ ὅτι καθάπερ τῷ κατ’ ἀρετὴν βίῳ ἐπιλυμαίνεταί τε καὶ ἀνατρέπει τὰ τοιαῦτα σκάνδαλα καὶ πάθη, οὕτω δὴ οὕτω καὶ τῷ κατ’ εὐσέβειαν λόγῳ ἐπιπροσθεῖ τε καὶ καταληΐζεται τὰ αἱρετικά τε καὶ παλίμφημα τῶν δυσσεβούντων δόγματα καὶ φρονήματα· οἵπερ ἐξ ἀρχῆς ταῖς πονηραῖς αὐτῶν διανοίαις συλλαβόντες αὐτὰ καὶ ἀποτεκόντες, οὐκ ἐξ ἀνάγκης οὐδὲ βίᾳ, ἑκουσιότητι δὲ βουλῆς τε καὶ γνώμης τάς τε τῶν πλησίον ἀκοὰς τῆς δυσφημίας ἐνέπλησαν καὶ ἐξ ἀνάγκης δι’ ἑαυτῶν τε καὶ τῶν παραδεξαμένων εἰς τὸν κόσμον ἐλθεῖν τὰ σκάνδαλα παρεσκεύασαν. οἷς καὶ τὸ οὐαὶ ἀδεκάστῳ κρίσει ἡ θεία ψῆφος ἐπαφίησιν, ἑαυτοὺς ἀναξίους παρεσκευακόσιν παντὸς οἰκτιρμοῦ· ὥς που καὶ ἀλλαχόθι φησίν, ὅτι ‘τοῖς τοιούτοις συμφέρει ἵνα μύλος ὀνικὸς δεθῇ περὶ τὸν τράχηλον αὐτῶν καὶ ἀπορριφῶσιν εἰς τὴν θάλασσαν’. λέλυται τοίνυν ἡ ἀπορία ἐξ ὧν ἐδόκει κρατύνεσθαι, καὶ οὐχ ὁ βιασθεὶς ἔχει τὴν ἀράν, ἀλλ’ ὁ τῶν σκανδάλων προβολεύς, δι’ οὗ προέβη τὰ σκάνδαλα· τούτου γὰρ προβαλλομένου ἐξ ἀνάγκης λοιπὸν ἐπιδημεῖ τε καὶ παρρησιάζεται τῷ κόσμῳ τὰ σκάνδαλα.

Τί δήποτε Μωσῆς τῆς οὐρανῶν οὐ μέμνηται βασιλείας, καίτοι τοῦ σωτῆρος ἐν τοῖς εὐαγγελίοις λαμπρῶς εἰπόντος ἀπὸ καταβολῆς κόσμου τοῖς δικαίοις ταύτην ἑτοιμασθῆναι; Πολλὰ τῶν νοητῶν ὁ θεῖος Μωσῆς παρῆκεν· καὶ ἡ βασιλεία δὲ τῶν οὐρανῶν κρείττονα καὶ τὴν ὕπαρξιν καὶ τὴν ἀπόλαυσιν ἢ κατ’ αἴσθησιν ἔχει. φησὶν γάρ, ‘ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη’. οὐδὲν οὖν θαυμαστόν, ἀσωμάτων δημιουργίαν δυνάμεων μὴ ἐπεξελθόντα τὸν θεόπτην Μωσῆν διὰ τὴν παχύτητά τε καὶ ἀσθένειαν τῶν ἀκροατῶν, μηδὲ τῆς ὑπὲρ αἴσθησιν βασιλείας τῶν οὐρανῶν διήγησιν παραθέσθαι κατ’ αἴσθησιν μᾶλλον ἢ κατὰ θεωρίαν βιοῦντι λαῷ.

Τὸ γὰρ νομίζειν τινὰς τῷ κατὰ τὸν παράδεισον διηγήματι συμπεριλαβεῖν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, ἥτις εἰς ταὐτὸν ἔρχεται τῇ βασιλείᾳ τοῦ Χριστοῦ, οὐκ ἂν ὁ ἀκριβὴς παραδέξοιτο λογισμός. ταπεινὸν γὰρ ἂν εἴη τοῦτο πολλῷ τῆς βασιλείας τῶν οὐρανῶν· ὄψει τε γὰρ ὁ παράδεισος καταληπτὸς ἐγεγόνει καὶ πολίτας ἔσχεν τοὺς πρωτογόνους, καὶ τὸ κάλλιστον μὲν τῶν περικοσμίων ἐστίν, τῆς γῆς δ’ ὅμως μέρος· καὶ φυτοῖς μὲν ὡραίοις κομᾷ καὶ διαυγεστάτοις κατάρδεται νάμασιν, πλὴν οὐδὲν τούτων ὑψηλότερον ὄψεως οὐδὲ τῶν ἀνθρωπίνων ἀνακεχώρηκε λογισμῶν, ὥσπερ ἡ βασιλεία τῶν οὐρανῶν· καὶ γῆς δὲ καὶ οὐρανοῦ οὐδ’ ἔστιν εἰπεῖν ὅσον τὸ μέσον.

Εἰ δέ, διότι τοῦ γενναίου εἰπόντος λῃστοῦ ‘μνήσθητί μου, κύριε, ἐν τῇ βασιλείᾳ σου’ ὁ σωτὴρ αὐτῷ τὴν εἰς τὸν παράδεισον εἴσοδον ὑπισχνεῖται, διὰ τοῦτο τὴν βασιλείαν τῶν οὐρανῶν τὴν τοῦ παραδείσου τίθεται λῆξιν (οὐ γὰρ ἄλλα μὲν αἰτεῖν τὸν λῃστήν, ἄλλα δὲ λαμβάνειν παρὰ τοῦ μεγαλοδώρου θεοῦ ἀκόλουθον εἶναι φαίη ἄν), ἐκεῖνο μᾶλλον σκοπείτω, ὡς τί δήποτε μὲν ἦν ἡ βασιλεία τῶν οὐρανῶν, ὅπερ ἐστὶν ἡ τοῦ Χριστοῦ, οὐδαμῶς ὁ λῃστὴς συνεγνώκει—πόθεν γὰρ ἂν ἐξαιτεῖν προήχθη ἃ καὶ τοῦ λογίζεσθαι τὴν ἰσχὺν ἐνίκα καὶ τὴν ἀνθρωπίνην διάνοιαν ὑπερβαίνει; — οὐκοῦν τίποτε μὲν ἦν ἡ βασιλεία τῶν οὐρανῶν ὁ λῃστὴς οὐδαμῶς συνεγνώκει οὐδὲ πρὸς ὡρισμένον τι καὶ γνώριμον τὸν νοῦν ἀπευθύνων τὴν αἴτησιν ἐποιεῖτο, ἀλλὰ διὰ τῆς τοιαύτης αἰτήσεως ἀγαθῶν τινων μετασχεῖν καὶ μακαρίας ἀπολαύσεως ᾐτεῖτο· ἐπεὶ δὲ τῶν ἄλλων ἁπάντων καλῶν γνωριμώτερος αὐτῷ ὁ παράδεισος καθειστήκει (ἐκ γὰρ τῆς Μωσαϊκῆς διδασκαλίας τῷ Ἰουδαίων ἐπιγινωσκόμενος ἔθνει οὐδὲ τὴν ἐκείνου διέφυγε γνῶσιν), διὰ τοῦτο τὸν παράδεισον ὁ δεσπότης αὐτῷ κατεγγυᾶται, καὶ οὐχ ἕτερα ἀνθ’ ἑτέρων δωρεῖται, ἀλλ’ ὧν τυχεῖν ὁ ἐξαιτούμενος ἐπεθύμει· ἐπεθύμει δὲ μνήμης τυχεῖν ἐν τῇ βασιλείᾳ Χριστοῦ, ὅπερ ἐστὶν ἐν ἀγαθοῖς τε καὶ μακαρίοις γενέσθαι.

καὶ λαμβάνει λοιπὸν τὴν ἐν παραδείσῳ διαγωγήν, ἣν οἱ τοῦ γένους ἡμῶν ἀρχηγέται μήπω τῆς ἐντολῆς ἐκπεσόντες διεκληροῦντο.

Εἰ δέ τις τὸν παράδεισον αὐτῷ οἱονεί τινα προοιμιαζόμενα δῶρα καὶ ἀρραβῶνα τῆς τῶν οὐρανῶν βασιλείας λέγοι δεδόσθαι, οὐκ ἀποτεύξεσθαι δὲ αὐτὸν οὐδὲ τῆς τῶν οὐρανῶν βασιλείας, τοῦτο δὴ τοῦτο οὐδὲν μὲν ὅλως μάχεται τῷ λόγῳ, μᾶλλον δὲ ἐν τῇ κοινῇ πάντων ἀναστάσει τε καὶ διακρίσει καὶ τῶν βεβιωμένων ἀνταποδόσει εἰσόμεθα ἀκριβέστερον· τὰ νῦν δὲ αὐτοῦ ἂν εἴη ἐξεπίστασθαι τοῦ κριτοῦ.

Ἀλλὰ γὰρ Μωσῇ μὲν οὐκ ἦν ἀνάγκη οὐδὲ σκοπὸς ἀναπτύσσειν τὴν βασιλείαν τῶν οὐρανῶν· πολλὰ γάρ, ὥσπερ ἔφημεν, τὴν κοσμογένειαν ἀναγράφων τῶν ὑπὲρ αἴσθησιν παρῆλθεν. εἰ δὲ τυπικῶς τις καὶ ἐν αἰνίγματι καὶ αὐτὴν τὴν τῶν οὐρανῶν βασιλείαν ὑποσημαίνειν ἐθέλοι λέγειν ἐν τῷ εἰπεῖν ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν’, οὐδὲν πρὸς αὐτὸν διοισόμεθα· οὐδὲ γὰρ οὐδὲ τοῦτό γέ φαμεν (πόθεν;) ὡς ἠγνόει ταῦτά τε καὶ τὰ τοιαῦτα ὁ τηλικούτου καὶ τοσούτου θεάματος τῆς θεοπτίας ἠξιωμένος Μωσῆς, ἀλλ’ ὅτι τοῖς πολλοῖς ἀνέκφορα διετήρει, καὶ τῆς μὲν συγκλύδου ἀκοῆς φειδὼ πολλὴν ἐποιεῖτο, τοῖς ὑψηλοτέροις δὲ καὶ τελειοτέροις σπέρματα καταβάλλων τῶν ὑψηλοτέρων τε καὶ θαυμασιωτέρων ἴσως διετέλει θεωρημάτων. καὶ γάρ, φασί, διὰ τοῦτο τὴν μὲν τοῦ αἰσθητοῦ κόσμου δημιουργίαν εἰπὼν λεπτουργεῖ τε καὶ ἐπεξέρχεται καὶ ἃ συμπληροῦσιν τοῦτον· τὴν δὲ γένεσιν ἀναγραψάμενος τοῦ οὐρανοῦ, ὅσα μὲν αὐτοῦ πρὸς τὸν περίγειον κόσμον ἀφορᾷ, καὶ ταῦτα παραπλησίως διεξῆλθεν, ἡλίου καὶ σελήνης καὶ τῶν ἄστρων κυριότητά τε διαλαβὼν καὶ φύσιν, τὰ δὲ τῆς περιγείου ἀπονεύοντα διακοσμήσεως καὶ ὅσα τῆς ἀνωτέρω λήξεώς ἐστιν οὐχ ὁμοίως διέλαβεν· εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον οὐδ’ ὅσα ὑπεραναβέβηκε τούτων.

καταλιμπάνει δὲ τὴν τούτων σαφῆ τε καὶ διευκρινημένην διήγησιν τῷ πλάστῃ καὶ δεσπότῃ πάντων Χριστῷ τῷ θεῷ ἡμῶν, ὃς ἐπιδημήσας ἡμῖν τοῖς ἐν γῇ καὶ τὰ οὐράνια καὶ θεῖα παραδιδοὺς μαθήματά τε καὶ μυστήρια, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν ἐξηγήσατο. ἐπεὶ καὶ τὰ ἄλλα, νομοθεσίαι τε καὶ ἐπαγγελίαι ἀραί τε καὶ εὐλογίαι τὸ σωματικώτερον ἔχουσαι πανταχοῦ τῷ Μωσῇ παραλαμβάνονται· ὁ δὲ κοινὸς τοῦ γένους σωτὴρ ὅλον τὸν ἄνθρωπον ἀπαλλάξαι τῆς πλάνης προθέμενος τὰ ὑπερουράνια καὶ θεῖα ἡμῖν τοῖς πειθομένοις ἐπηγγείλατο ἀγαθά, ὥσπερ καὶ τοῖς ἀπειθοῦσιν ὑπέδειξεν ὡς ὑποδέξεται αὐτοὺς οὐ τὰ πρόσκαιρά τε καὶ χρόνῳ καταμαραινόμενα λυπηρά, ἀλλ’ ὅσα δι’ αἰῶνος ἀπεράντου παρατεινομένην ἔχουσιν τὴν πεῖραν τῶν ἀλγεινῶν.

Εἰ δὲ καὶ ἀγωνιστήριον ἦν ὁ παράδεισος (ἐν αὐτῷ γὰρ τὸ γυμνάσιον τῷ πρωτοπλάστῳ προτέθειτο), πῶς ἂν εἴη τὸ αὐτὸ καὶ βραβεῖον καὶ στάδιον; οὐκοῦν ὁ παράδεισος προοίμιον μὲν τῆς βασιλείας τῶν οὐρανῶν, οὐ βασιλεία δέ· καὶ μακάριον μὲν καὶ πολυέραστον ἐνδιαιτηθῆναι καὶ ἐπαναπαύσασθαι τῷ χωρίῳ, μακαριώτερον δὲ καὶ ἐρασμιώτερον τὸ εἰς τὰς οὐρανίους ἐκεῖθεν παραπεμφθῆναι σκηνάς.

Καὶ τὸ ἀρχέγονον δὲ φῶς, ὅπερ ἀναχεόμενον πρὸ τῆς τοῦ ἡλίου δημιουργίας τὴν ἡμέραν ἐποίει, βασιλείαν οὐρανῶν ὑψηλοτέραν τε καὶ θειοτέραν καὶ ὡς ἀληθῶς οὐράνιον λῆξιν ἡμᾶς ἐννοεῖν ἢ τὸν παράδεισον ἀπευθύνει, ἐν ᾗ τοῖς ἀξιωθησομένοις ἐνδιαιτᾶσθαι τὴν χρείαν ἀποπληρώσει· καὶ εἴη ἂν εἰκότι λόγῳ ἀναλογίαν διασῷζον τὸ οὐράνιον σῶμα πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν ἣν συνδιασῴζει πρὸς αὐτὸν ἡ γῆ. ἐκείνη τε γὰρ πρὸς τὸ ὁρώμενον οὐράνιον κύτος τάξιν ἐδάφους ἐπέχουσα φαίνεται αὐτός τε πάλιν ἐδάφους ἀναπληρώσει χώραν τοῖς ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ τὴν δίαιταν ἀξιωθεῖσιν λαχεῖν. οὐδὲν οὖν ὅλως ἐστὶν ἀπορεῖν τοῦ λοιποῦ πῶς τοῦ δεσπότου Χριστοῦ κατὰ τὴν αὐτοῦ σωτήριον παρουσίαν οὐράνιον ἡμῖν καὶ διδάσκοντος καὶ ἐπαγγειλαμένου βασιλείαν, ὁ θεράπων αὐτοῦ Μωσῆς ἢ οὐδ’ ὅλως ἢ ὡς ἐν αἰνίγματι ταύτης ἐμνήσθη· οὐδὲ πότερον ταὐτόν ἐστιν ἢ ἕτερον ὁ παράδεισος καὶ ἡ βασιλεία τῶν οὐρανῶν.

Εἰ τὰ τέλη τῶν αἰώνων εἰς ἡμᾶς κατήντησεν, ἐν ποίοις αἰῶσιν ὁ τοῦ Χριστοῦ πλοῦτος εἰς ἡμᾶς ἐπιδειχθήσεται; Οὐκ ἄπορον δέ, οὐδ’ εἰ τὰ τέλη τῶν αἰώνων εἰς ἡμᾶς κατήντησεν, ἐν τοῖς ἐπερχομένοις αἰῶσιν τὸν πλοῦτον αὐτοῦ ἐπιδείξασθαι εἰς ἡμᾶς τὸν κοινὸν τοῦ γένους σωτῆρα καὶ λυτρωτήν. ἐπὶ μὲν γὰρ τῷ τέλει τῶν αἰώνων ἡμεῖς ἐσμεν, ὅσοι τὸν παρόντα κόσμον ἤδη μαραινόμενόν τε καὶ καταρρέοντα πρὸς τέλος ἐτάχθημεν παραμετρεῖν· ἐπερχομένους δὲ αἰῶνας ἐκείνους δεῖ νοεῖν, ὅσοι τῇ τῶν μελλόντων ἀγαθῶν ἀδιαδόχῳ παραπολαύσει συμπαρατεινομένην ἔχουσι φύσιν τὴν ἑαυτῶν.

Ὅρα δέ μοι καὶ οὕτως· ἐν μὲν τοῖς αἰῶσιν ὧν εἰς ἡμᾶς τὰ τέλη κατήντησεν τὸ πρὸ τῶν αἰώνων ὁρισθὲν μυστήριον ἐπὶ κοινῇ τοῦ ἀνθρωπίνου γένους σωτηρίᾳ πέρας ἔλαβέν τε καὶ ἐτελέσθη, ὅπερ ἐστὶν ἡ τοῦ θεοῦ πρὸς ἀνθρώπους ἕνωσίς τε καὶ ἐπιδημία· ἐν δὲ τοῖς ἐπερχομένοις ἐπιτελεσθείη ἂν ἡ τῶν ἀνθρώπων πρὸς θεὸν ἄνοδός τε καὶ ὑψηλοτέρα συνάφεια καὶ τὸ κατὰ χάριν ἡμᾶς γενέσθαι θεούς, μηκέτι πρὸς τὰ χείρω τὴν μεταβολὴν δεχομένους.

Ἔτι δὲ ἐν μὲν τοῖς αἰῶσιν ὧν εἰς τὰ τέλη κατηντήσαμεν τὴν ἐργασίαν τῶν ἐντολῶν ἀπαιτούμεθα καὶ πρὸς τὸ γυμνάσιον ἀποδυόμεθα· ἐν δὲ τοῖς ἐπερχομένοις τά τε τῶν πρακτέων ἐπίχειρα κομιζόμεθα καὶ τῶν βραβείων ἀξιούμεθα· ὅτε δὴ ὅτε καὶ ὁ πλοῦτος τῆς δεσποτικῆς χρηστότητος καὶ φιλοτιμίας ἀρρήτῳ λόγῳ καὶ ἀκαταλήπτοις λογισμοῖς ἡμῖν ἐπιδαψιλεύοιτο.

Εἰ βούλει δέ, ἐν μὲν τοῖς περατουμένοις αἰῶσιν φθαρτῷ σώματι τὸν βίον ἡμῶν διανύομεν, ἐν δὲ τοῖς ἐπερχομένοις τῆς φθορᾶς τὴν ἀφθαρσίαν ἀμειβόμενοι, οὕτω τὸν ἀτελεύτητον διατελοῦμεν αἰῶνα. Καὶ πάλιν ἐν μὲν τοῖς παροῦσιν κατεξανισταμένην ἡμῶν τὴν ἁμαρτίαν καὶ διενοχλοῦσαν ὑφιστάμεθα, ἐν δὲ τοῖς ἐπερχομένοις οὐκέτι καταστρατηγοῦσαν οὐδὲ ἐνεργουμένην, ἀλλὰ μηδ’ ὑφεστῶσαν ὅλως εὑρήσομεν μηδὲ δυναμένην ὑφίστασθαι.

Πολλὰ δ’ ἄν τις καὶ ἄλλα μυρία τούτοις ἐπιθείη, δι’ ὧν καὶ ἡ διαφορὰ τῶν τε πρὸς τέλος ἐπειγομένων αἰώνων καὶ τῶν εἰς ἀπέραντον διαμενόντων ῥᾳδίως καταλαμβάνεται, καὶ ὡς τὰ προτεθειμένα ῥητὰ οὐδὲν ἀλλήλοις ἀντινομοθετεῖ οὐδὲ διαμάχεται.

Πῶς τὰ τέκνα τοῦ θεοῦ λέγεται ἁμαρτίαν μὴ ποιεῖν, εἶναι δὲ ταῦτα ἡ αὐτὴ λέγει γραφὴ τὰ δι’ ὕδατος καὶ πνεύματος γεννηθέντα· καὶ πάλιν πολλοὺς ὁρῶμεν τῶν διὰ τοῦ βαπτίσματος υἱοποιηθέντων τὰς ἁμαρτίας διαπραττομένους; Εἰ δι’ ὕδατος καὶ πνεύματος οἱ γεννηθέντες τέκνα θεοῦ χρηματίζουσιν, ‘τὰ δὲ τέκνα τοῦ θεοῦ’, ὡς ὁ θεσπέσιος Ἰωάννης βοᾷ, ‘ἁμαρτίαν οὐ ποιεῖ’, ἐπερωτᾷς καὶ διαπορεῖς πῶς μεθ’ ὃ τοῦ λουτροῦ τῆς παλιγγενεσίας τοῦ τηλικούτου χαρίσματος ἠξιώθημεν πρὸς ἁμαρτίαν καταφερόμεθα. ἀλλὰ πρό γε τῆς λύσεως τῶν δοκούντων ἔχειν ἐναντιότητα ῥημάτων αὐτὸ καθ’ αὑτὸ τὸ ἀποστολικὸν ἐπισκεπτέον ῥητόν, πῶς ὅλως ἄνθρωπος τέκνον θεοῦ γεγονὼς ἁμαρτίαν οὐ δύναται ποιεῖν. τινὲς μὲν οὖν φασιν ὡς αὐτὸς ἐκεῖνος ἐπιλυόμενος ἐπάγει τὸ ‘ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ’· τοῦ γὰρ δεσποτικοῦ σπέρματος, ἤτοι τοῦ λόγου τοῦ διδασκαλικοῦ—‘ἐξῆλθεν’ γάρ φησιν ‘ὁ σπείρων τοῦ σπεῖραι’—τούτου δὴ τοῦ σπέρματος ἐν τῇ ψυχῇ ῥιζωθέντος καὶ παραμένοντος οὐ δύνανται ποιεῖν ἁμαρτίαν ὁ ἐκείνου τοῦ σπόρου τὴν ἀφομοίωσιν πρὸς τὸν γεγεννηκότα κτησάμενος θεόν· περιαιρεθέντος δὲ τοῦ τοιούτου σπέρματος ἐκ τῆς διανοίας ἡμῶν αὐτίκα ὁ τοῦ ἐχθροῦ ἀντικαταβάλλεται σπόρος καὶ ἡ τῶν ζιζανίων βλάστη λαμβάνει ἀρχήν.

Ἔνιοι μὲν οὕτως, ὡς ἔμοιγε δοκεῖ, καὶ τῆς ἀληθείας ἐγγὺς τὸ ἀποστολικὸν ῥητὸν νενοήκασιν· οἱ δὲ ἁπλούστερόν φασιν ὡς οὔτε ὁ δίκαιος τὴν δικαιοσύνην πράττων οὔτε ὁ σώφρων τὴν σωφροσύνην ἐπιτελῶν, οὐ μὴν ἀλλ’ οὐδὲ ἄλλος παρώνυμος ἀπὸ τῆς ἀρετῆς, ἐν ᾧ ταύτην τελεῖ καὶ διαπράττεται, οὐμενοῦν οὐκ ἄν ποτε καὶ τῆς ἁμαρτίας ὑπάρξειε δημιουργός.

Ἀλλὰ τοῦτο μέν, εἰ καί τισιν εἴρηται, οὔ μοι δοκεῖ τοῦ ὕψους τῆς ἀποστολικῆς ἐφικνεῖσθαι διανοίας· οὐδὲν γὰρ σοφὸν εἰδέναι, ἀλλ’ οὐδὲ διδάσκειν, ὡς ὁ δίκαιος δικαιοπραγῶν οὐκ ἀδικεῖ, ἀλλ’ οὐδὲ ὁ σώφρων οὐκ ἀκολασταίνει ἐν τῷ σωφρονεῖν. ἄμεινον δ’ ἂν ἴσως εἴη κἀκεῖνο συνιδεῖν, ὡς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ καὶ τὸ σπέρμα αὐτοῦ ἐν ἑαυτῷ συλλαβών, ἤτοι τὴν ἀρετήν (‘πᾶν γὰρ δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων’), καὶ τελειωθεὶς ἐν αὐτῇ, ὡς καὶ ταύτης καθαρῶς εἰς ἕξιν ἐλάσαι, μὴ ἔχων ἐπιμιγνυμένην ἑαυτῷ τοῦ κακοῦ τὴν σπορὰν ὁ τοιοῦτος οὐ δύναται ποιεῖν ἁμαρτίαν, τοῦτ’ ἔστιν οὐκ ἔχει τὴν γνώμην ῥέπουσαν πρὸς τὰ πάθη οὐδὲ πρὸς ἐκεῖνα τὸν νοῦν ἐπιστρεφόμενον· ὥσπερ γὰρ ἡ ἀδίδακτος φύσις ἰσχυρὸν τὰ παρὰ φύσιν ἀποστρέφεσθαι, οὕτως ἡ ἐκ διδασκαλίας διὰ τῆς τῶν ἀγαθῶν πράξεων γυμνασίας ἐπιγιγνομένη ἕξις μεγάλην λαμβάνει τὴν ἰσχὺν εἰς τὸ πρὸς μηδὲν τῶν φαύλων ἐπιρρεπῶς ἔχειν καὶ τούτοις ἐφήδεσθαι.

Ἀλλ’ ἡ μὲν τοῦ ῥητοῦ καθ’ ἑαυτὴν σκέψις τοιαύτη τις ἂν εἴη. ἐπιλύοιτο δ’ ἂν καὶ ἡ κατὰ συμπλοκὴν τῶν ῥητῶν προκειμένη ἀπορία οὐδὲν ἔλαττον καὶ δι’ ἑνὸς ἑκάστου τῶν εἰρημένων τρόπων. οὐδὲν γὰρ ἄπορον οὔτε τὸν ἔχοντα τοὺς σπερματικοὺς λόγους ἐν ἑαυτῷ βλαστάνοντας, εἴτε τῶν ἀρετῶν εἴησαν εἴτε τῆς εὐσεβείας αἱ καταβολαί, τότε μὲν μηδαμῶς ἀποδέχεσθαι τὴν ἐπισπορὰν τοῦ πονηροῦ· ἐπειδὰν δὲ τοῦ καλοῦ βλαστήματος ἔρημοι καταστῶμεν, τότε πρὸς τὴν τῶν ζιζανίων ὑποδοχὴν παρεσκευασμένους ὁρᾶσθαι. ἀλλ’ οὐδὲ τὸν πράττοντα τὴν ἀρετήν, ἐπειδὰν ταύτην εἰλικρινῶς πράττῃ, ἀνενέργητον αὐτὸν πρὸς τὴν κακίαν εἶναι, ἀμελήσαντα δὲ τῶν καλῶν ἔργων πρὸς τὰ χείρονα κατενεχθῆναι, οὐδεὶς ἂν διαμφισβητήσει.

Λυθείη μὲν ἄν, ὥσπερ εἴρηται, διὰ τούτων καὶ ἡ δοκοῦσα κατ’ ἀρχὰς τῶν ῥητῶν ἐναντιολογία· οἰκειοτέρα δὲ καὶ ἰδιάζουσα λύσις εἴη ἂν αὐτῇ προσαγομένη τοιαύτη. διττός ἐστιν ὁ τῆς ἄνωθεν υἱοθεσίας τρόπος, ὁ μὲν ἐκ μόνης φιλοτιμίας τοῦ υἱοθετοῦντος ἐπιδεικνύμενος, ὁ δὲ μετὰ συνεισφορᾶς τῆς ἡμετέρας σπουδῆς, καθ’ ἣν ἡ τῶν ἀρετῶν συνεισάγεται ἐργασία καὶ ἡ δοθεῖσα τῆς υἱοθεσίας ἄνωθεν χάρις τῇ ἀπὸ τῆς γνώμης συνελθοῦσα τῶν ἀρετῶν πράξει ὅλον ἀναπλάττει καὶ ἀναμορφοῖ τὸν υἱοθετούμενον πρὸς τὴν ὁμοίωσιν καὶ τὸν χαρακτῆρα, καθ’ ὅσον ἐστὶν ἀνθρώπῳ μιμήσασθαι δυνατὸν τὸν γεγεννηκότα θεόν. οὗτος μὲν οὖν ὁ κατὰ τοῦτον τὸν τρόπον χρηματίσας τέκνον θεοῦ καὶ οὕτω βεβαίαν καὶ ἀμετακίνητον τὴν υἱοθεσίαν κτησάμενος ἀναλλοίωτον λαμβάνει τὴν ἕξιν τοῦ καλοῦ καὶ μισεῖ τὴν ἁμαρτίαν καὶ ἀποστρέφεται καὶ οὐκ ἐθέλει ταύτην οὐδαμῇ ποιεῖν.

ὁ μέντοι γε μόνης τῆς δεσποτικῆς ἀπολαύσας φιλοτιμίας, μηδὲν δὲ τηλικοῦτον συνεισενεγκὼν ὥστε βεβαίαν καὶ τὴν υἱοθεσίαν δεῖξαι καὶ ἑαυτὸν ἄξιον ταύτης διὰ τῶν ἔργων παραστῆσαι, οὗτος δὴ οὗτος, κἂν τῆς υἱοθεσίας ἔτυχεν ἣν ἡ δεσποτικὴ χαρίζεται φιλοτιμία, τῷ ταύτην οἰκείᾳ γνώμῃ καὶ σπουδῇ μὴ συγκροτεῖν εὐχερῶς φέρεται πρὸς τὰς τῶν ἁμαρτημάτων πράξεις, τὸ μὲν ἀπὸ τῆς χάριτος δοθὲν σπέρμα οἷον ἀτελεσφόρητον καταλιπών, τὸ δ’ ἀπὸ τοῦ πονηροῦ ἐπισπαρὲν τελεσφορούμενόν τε καὶ γεωργούμενον οἰκείᾳ ῥαθυμίᾳ· ὃ καὶ περιφέρων ἐν ἑαυτῷ εἰκότως ἀντὶ τοῦ τέκνον εἶναι θεοῦ τέκνον χρηματίζει τοῦ διαβόλου.

Πῶς τοῦ θεοπάτορος Δαυὶδ εἰπόντος ‘ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ’ καὶ ἑξῆς, ὁ τούτου παῖς Σολομὼν ἀποφαίνεται ‘μέγα ἄνθρωπος καὶ τίμιον ἀνήρ’; Τὴν τῶν ἀνθρώπων φύσιν τὰ πολλὰ καὶ ὁ θεῖος Δαυὶδ κατευτελίζων καὶ ὁ σοφὸς μεγαλύνων Σολομών, οὐκ ἐναντίαν ἀλλήλοις ἀντεισάγουσι δόξαν· οὐ γὰρ οὗτοι μόνον τοιαύτας ἀποφάσεις περὶ τοῦ ἀνθρωπείου γένους ποιοῦνται, ἀλλὰ καὶ πολλαχοῦ τῆς θείας γραφῆς εὑρήσεις, τοῦτο μὲν ἐπαίρουσαν τὴν ἡμετέραν φύσιν, τοῦτο δὲ πάλιν κατευτελίζουσαν καὶ κάτω τιθεῖσαν. οὐ μόνον δέ, ἀλλὰ καὶ ὅσοι τῶν ἡμετέρων ἱερῶν πατέρων ἐκεῖθεν τὴν ἀληθινὴν ἐμυσταγωγήθησαν σοφίαν, καὶ οὗτοι διαφόρους δόξας θέμενοι περὶ τὸ ἀνθρώπινον, οὐκ ἐν τῷ διαφόρῳ τῶν ψηφισμάτων στάσιν ἢ μάχην πρὸς ἑαυτοὺς ἢ πρὸς ἀλλήλους φαίνονται συνεισενεγκόντες, ἀλλ’ ὁμόνοιάν τε καὶ συμφωνίαν ὁρῶνται διαπεπραγμένοι. πῶς δὲ διάφορα ἀποφαινομένων οὐδεμία μάχη ἢ ἐναντίωσις πρὸς τὴν ἀλήθειαν ἐπακολουθεῖ, ἐντεῦθέν ἐστιν ῥᾴδιον λαβεῖν.

Διπλῆν τὴν κατασκευὴν ὁ ἄνθρωπος ἔχει καὶ διπλοῦν ἐπολιτεύσατο βίον, τὸν μὲν πρὸ τῆς παραβάσεως, τὸν δὲ μετὰ τὴν ἀθέτησιν τῆς ἐντολῆς· ἡ δὲ κατασκευὴ τὸ μὲν αὐτοῦ πηλός ἐστι καὶ κόνις, τὸ δὲ τὴν παντοκρατορικὴν καὶ δεσποτικὴν τῶν ὄντων ἁπάντων ἐξεικονίζει φύσιν. ὅσα οὖν ἐπαίρει τὸν ἄνθρωπον καὶ ἄνω ἵστησιν, ἢ τοῦ δοθέντος αὐτῷ ἀξιώματος τὸ μέγεθος ὑπεμφαίνει ἢ τὸν πρὸ τῆς παραβάσεως μακάριον καὶ εὐδαίμονα βίον· ὅσα δὲ εὐτελίζει καὶ κάτω τίθησιν, τοῦτο μὲν τὰ μετὰ τὴν παράβασιν δείκνυσιν ἀλγεινά, τοῦτο δὲ καὶ ὅτι χοῦς ἐστιν καὶ εἰς γῆν ἀναλύει παρίστησι σαφῶς.

Ἀλλὰ ταῦτά φαμεν οἱονεὶ τὰς πρώτας καὶ κυριωτάτας τῆς διαφορᾶς ἀναγράφοντες ἀρχάς· ἐκ δὲ τούτων πολλὰ καὶ ἄλλα φύεται. μεθόριον γὰρ ὥσπερ ὁ ἄνθρωπος γεγονώς, καὶ δυνάμενος εἴπερ βούλοιτο θεωθῆναι, οὐκ ἔχων δὲ ἀνάγκην ἄνπερ βούλοιτο πρὸς τὰ χείρω ῥέψαι ἀναστέλλουσαν τὴν ὁρμήν, θεούμενος μὲν τῶν μυρίων ἐπαίνων ἄξιός ἐστι τυγχάνειν, ἀποθηριούμενος δὲ καὶ κτηνώδης γενόμενος, ἵνα μὴ λέγω τῇ τῶν πονηρῶν δαιμόνων παραμιλλώμενος κακίᾳ, μυρίοις ὑποβάλλεται ψόγοις. καὶ πρό γε τούτου περὶ τὰ ἐν βίῳ τερπνὰ καὶ ἡδέα τὸν νοῦν ἐνησχολημένος μυρίοις καθ’ ἑκάστην περιαντλεῖται κακοῖς, μόλις ποτὲ τὸ ‘ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης’ δυνάμενος συνιδεῖν· ἑαυτὸν δὲ τῷ λόγῳ χωρίζων τοῦ κόσμου καὶ τῶν ἐν τῷ κόσμῳ περιστάσεων καὶ ἀδολεσχιῶν, τῆς ὅτι μάλιστα εὐδαιμονίας ἀπολαύει καὶ πρὸ τοῦ τυχεῖν τῶν ἐκεῖθεν ὡς ἐν εἰκόνι τῷ παρόντι καὶ ἐν προοιμίῳ πολλῆς τῆς μακαριότητος ἐντρυφᾷ. ὥστε οὔτε ὁ πατὴρ τῷ παιδὶ μάχεται, ὁ θεοπάτωρ φημὶ Δαυὶδ τῷ σοφῷ Σολομῶντι, ὁ μὲν ἐπαινῶν, ὁ δὲ κατάγων τὸν ἄνθρωπον, οὔτε ἡ θεία γραφὴ διαμάχεται ἑαυτῇ, ἀλλ’ οὐδὲ τῶν πατέρων ἡμῶν ὁ θεῖος χορός, ποτὲ μὲν τὴν ἀνθρώπου ἐκθειάζοντες φύσιν, ποτὲ δὲ κατευτελίζοντες καὶ εἰς ἔσχατον συγκατακλείοντες ταπεινότητος.

Καὶ χωρὶς σὲ τῶν εἰρημένων, τὰ περὶ τὸ σωμάτιον πάθη καὶ αἱ καθημεριναὶ λῶβαι πῶς οὐ κατευτελίζουσιν τὰ ἡμέτερα, ἡ δὲ πρὸς θεωρίαν ἐπιστροφὴ τοῦ νοῦ καὶ τὸ ἐκεῖθεν τῆς ἡδονῆς καθαρὸν πῶς οὐ μακαρίαν ἡμῶν καὶ εὐδαίμονα τὴν πολιτείαν ὑποδεικνύουσιν;

Τί δήποτε τοὺς δαιμονίᾳ νόσῳ κακουμένους σεληνιαζομένους ὁ εὐαγγελιστὴς ὀνομάζει; Σεληνιαζομένους ὁ εὐαγγελιστὴς τοὺς δαιμονίᾳ κατόχους ὀνομάζει νόσῳ, οὐχὶ τὴν σελήνην αἰτίαν τοῦ πάθους ἀναγράφων, οὐδ’ ὅτι αὕτη τὸν ἄνθρωπον τοῦ ἁλῶναι τῷ κακῷ τὰς ἀφορμὰς παρέχει, ἀλλ’ ἐθίμοις τῷ πλήθει καὶ γνωρίμοις ὀνόμασι τὰς τοῦ δεσπότου θαυματουργίας σπουδάζων διηγεῖσθαι. οὐ γὰρ ἦν αὐτῷ σκοπὸς Ἀττικῶς εἰπεῖν, ἀλλὰ σαφῶς τὴν ἀλήθειαν διδάξαι· τοῦτο δ’ ἂν ὑπάρξαι, εἰ τῇ κοινῇ χρήσει τῶν ὀνομάτων καὶ ὡς ἐπιχωριάζει τὸ ἔθος τὰ γεγονότα τις ἀπαγγέλλοι.

Ἄλλως τε δὲ οὐδ’ ἐμποδὼν ἦν τοῦ ῥήματος ἡ χρῆσις τῷ κηρύγματι τῆς εὐσεβείας. ἐπεὶ γὰρ πολλοὶ τῶν ἡλίῳ καὶ σελήνῃ λελατρευκότων ἔμελλον κατήκοοι τῶν δεσποτικῶν γίνεσθαι θαυμάτων, ἐκ τῆς παρ’ αὐτοῖς ὑπολήψεως καὶ τῆς τῶν ῥημάτων χρήσεως τῆς ἀρχαίας αὐτοὺς καὶ δυσσεβοῦς ἀπαλλάττει πλάνης, μονονουχὶ τούτους ἀνακαλούμενος καὶ βοῶν· ‘ἄνθρωποι, πῶς σελήνῃ καὶ ἡλίῳ τὸ σέβας ἀνάπτετε καὶ θεοὺς καὶ εὐεργέτας νομίζετε, ἐξ ὧν ὑμῖν, ὡς ἂν αὐτοὶ καὶ τῷ ῥήματι φαίητε, τηλικαῦτα μὲν παθήματα φέρεται, τοσαύτη δὲ λύμη τῷ ἀνθρωπίνῳ γένει ἐπινέμεται, δέον σελήνης μὲν καὶ τῶν ἄλλων ἀπαλλάττεσθαι, οὕτω χαλεπῶς καὶ ἀθλίως, ὡς ὑπειλήφατε, διατιθέντων ὑμᾶς, τῷ δὲ καὶ τούτων καὶ ἄλλων μυρίων παθῶν νέμοντι τὴν ἐλευθερίαν καὶ τὰ αἰώνια ἐπιδαψιλευομένῳ ἀγαθά, ἐκείνῳ μόνῳ καὶ τὸ σέβας ἀνάπτειν καὶ τὴν λατρείαν προσάγειν καθαρῶς;’ οὕτως οὐδὲν προσίσταται τῆς κοινῆς καὶ ἐθίμου λέξεως ἡ χρῆσις τοῖς εὐσεβέσι λογισμοῖς.

Ἤκουσα δέ τινων λεγόντων ὡς ἄλλο τι τὸ σεληνιάζεσθαι παρὰ τὸ δαιμονᾶν ὁ εὐαγγελιστὴς οἶδεν· οὐ γὰρ ἂν εἰπὼν ‘σεληνιαζομένους’ ἐν ταὐτῷ προσέθηκεν καὶ ‘δαιμονιζομένους’. καὶ εἶναι τὸν σεληνιαζόμενον οὐχ ὑπὸ δαίμονος ἐνεργούμενον, ἀλλ’ ὑπό τινος ἑτέρου νοσήματος, ὃ τὰς ἀρχὰς ἀπὸ τῶν ἐν τῷ σώματι σεσηπότων χυμῶν λαμβάνει· οὗτοι δὲ μᾶλλον αὔξονται καὶ σφοδρότερον ἐπιτίθενται τῆς σελήνης πλησιφαοῦς οὔσης. καὶ γὰρ καὶ πολλὰ τῶν ἄλλων ὑγρῶν καὶ ἐν ὑγρῷ διαιτωμένων, ὥσπερ ὄστρεά τε καὶ τὰ τοιαῦτα, τότε μᾶλλον ὁρᾶται πρὸς αὔξην ἐπιδιδοῦντα, οὐκ αὐτοδεσπότῳ κράτει τῆς σελήνης τοῦτο πραττούσης, ἄπαγε, ἀλλὰ τῆς ἀπορρήτου δημιουργίας τοῦ πάντα ἐν σοφίᾳ πεποιηκότος τοιαύτας αὐτῇ τὰς ἐνεργείας ἐγκαταθεμένου. καὶ γάρ φασιν ὡς τὸ ἐν αὐτῇ θερμὸν φύσεως χλιαρᾶς ὑπάρχον, ἐπειδὰν τῶν ἡμετέρων σωμάτων ταῖς βολαῖς ἐπιψαύοι, ἀνάχυσιν μὲν τῶν ἐν ἡμῖν ὑγρῶν παρασκευάζει, διαφόρησιν δὲ καὶ ἀπόκρισιν τῶν ἀναχυθέντων διὰ τὸ μὴ σφοδρὰν εἶναι τὴν θέρμην, ὥσπερ τὴν ἐκ τοῦ ἡλίου, οὐ ποιεῖ· τουτωνὶ δὲ τῶν χυμῶν οὕτως ἀναχυθέντων ἐν τῷ σώματι καὶ συνταραχθέντων, μᾶλλόν τε τὸ νόσημα ἰσχύει καὶ μᾶλλον ἐπιτιθέμενον τῷ ἐγκεφάλῳ καὶ τῇ κεφαλῇ διαστρέφει τε τὸ ζῷον καὶ ἀλλοιοῖ καὶ τὰς φυσικὰς παραποδίζον ἐνεργείας ῥήγνυσθαί τε καὶ σπαράσσεσθαι παρασκευάζει.

καὶ διὰ τοῦτο τοὺς ὑπὸ τοιούτου κατόχους νοσήματος καὶ τὸ πλῆθος σεληνιαζομένους καλεῖ, καὶ καλεῖν οὐδέν ἐστιν ἐμποδών.

Ἔστι δέ τις καὶ παρὰ ταῦτα λόγος ἕτερος, ὡς δαιμονῶσι μὲν καὶ οὗτοι, οὓς οἱ πολλοὶ λέγουσι σεληνιαζομένους, τὰ δαιμόνια δὲ διαβάλλειν τὰ κτίσματα τοῦ δημιουργοῦ τοῖς ἀνθρώποις ἔχοντα σπουδὴν ἐπιτηρεῖ τὰς αὐξήσεις τῆς σελήνης καὶ τότε τὴν ἐπίθεσιν καὶ τὸ πάθος ἐκδηλότερον ποιεῖ, ἵνα κακῶν αἴτια τὰ καλὰ τοῦ θεοῦ δημιουργήματα πείσωσιν ὑπονοεῖν κἀκεῖθεν βλασφημεῖν τὸν δημιουργόν. ἀλλ’ οὗτος μὲν ὁ λόγος οὐ διὰ τί κέχρηται τοιαύτῃ λέξει ὁ θεῖος ἀπόστολος γνώμην εἰσάγει, ἀλλὰ τί δήποτε ἐφεδρεύοντα τὰ δαιμόνια τῆς σελήνης τοὺς καιρούς, τότε καθ’ ἡμῶν σφοδρότερον ἐπιπηδᾷ καὶ τὴν τυραννίδα κρατύνει. πλὴν πολλῶν εἰρημένων καὶ οὐδενὸς τῷ εὐσεβοῦντι διαμαχομένου λογισμῷ, τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ κρατείτω.

Διὰ τί τοῦ Ἀδὰμ ἡμαρτηκότος καὶ τὸ τοῦ θανάτου δεξαμένου ἐπιτίμιον, ὁ τούτου παῖς μηδὲν ἡμαρτηκὼς προτελευτᾷ; Ὁ μὲν βαθύτερος καὶ ὑψηλότερος περὶ τούτου λόγος ἐμφιλοχωρεῖν ἴσως εἰς τὴν τῶν θείων κριμάτων ἐθέλει ἄβυσσον, τοὺς ἀνθρωπίνους λιπὼν λογισμούς. πλὴν ὅσα καὶ εἰς ἡμετέραν γνῶσιν κατέβη, λαμβάνει μὲν ὁ Ἀδὰμ τὸ ἐπιτίμιον, προτελευτᾷ δὲ ὁ τούτου παῖς, ἵνα τοῖς ὀφθαλμοῖς ὁ ὑπεύθυνος τὸ τοῦ θανάτου βαρὺ καὶ ἐπώδυνον καθορῶν, εἰς συναίσθησιν μὲν μᾶλλον τοῦ ἁμαρτήματος καταστῇ, εἰς φόβον δὲ καὶ ἀγωνίαν ἐμβὰς μεταμελείᾳ καὶ πένθει τοῦ τολμηθέντος ἑαυτῷ καταπραΰνῃ τὴν ποινήν. καὶ γὰρ πᾶσα μὲν ἀπειλή, πᾶσα δὲ ἐπανατεινομένη δίκη τότε καθίσταται φοβερόν, ἡνίκα ποθὲν ἡ πεῖρα τῶν δεινῶν εἰς γνῶσιν ἔλθοι τῶν ὑπευθύνων· οὐδὲ γὰρ οὐδ’ εἰ μὴ τεθνηκότα ὁ Ἀδὰμ ᾔδει τὸν παῖδα, οὐδ’ ἂν οὐδ’ ὅσα ὁ θάνατος συνεπιφέρεται φρικτὰ συνῄδει, οὐ τὸν πολὺν ἐκεῖνον καὶ ἀβοήθητον ἀγῶνα, οὐ τὸν θόρυβον τῆς ψυχῆς, οὐ τὸν μερισμὸν αὐτῆς ἀπὸ τοῦ σώματος, οὐδ’ ὅσα ἄλλα ἕπεται, λύσις καὶ σῆψις καὶ δυσωδία καὶ χοῦς καὶ ἰχῶρες καὶ σκώληκες. ὁρᾷ τοίνυν ὁ Ἀδὰμ ἐν ἑτέρῳ τοῦ ἰδίου ἐπιτιμίου τὸ φοβερὸν καὶ ἀνυπόστατον, καὶ ὁρῶν τὸ μέγεθος μᾶλλον τοῦ πταίσματος συναισθάνεται καὶ διὰ τοῦτο χειραγωγεῖται πρὸς τὴν μετάνοιαν· καὶ κερδαίνει λοιπόν, παιδὸς στερηθείς, τῆς ἑαυτοῦ ψυχῆς τὸ σωτήριον.

Εἰ δὲ καὶ θανάτου τις οὐδὲν ἀνεκτότερον τὴν ἀποβολὴν τοῦ παιδὸς ἐπιλογίσοιτο τῷ Ἀδάμ, εὑρήσοι πολλοὺς πατέρας τῆς τοιαύτης διανοίας μάρτυρας, οἳ πολλῶν ἰδίων θανάτων τὴν τοῦ παιδὸς αὐτῶν πολλάκις σωτηρίαν ἀλλάσσονται· φθάνει τοιγαροῦν τὸν Ἀδὰμ κατὰ τὸν λόγον τοῦτον καὶ πρὸ τοῦ θανάτου {τοῦ παιδὸς} τὸ ἀφορισθὲν αὐτῷ ἐπιτίμιον, βαρυτέρᾳ θανάτου πληγῇ τῇ ἀφορήτῳ λύπῃ ἁλισκόμενον.

Σὺ δέ μοι καὶ τρίτον ἐπιθεώρει· τρεῖς ἄνδρας ὁ σύμπας κόσμος πολίτας εἶχεν τότε, γυνὴ δ’ αὐτοῖς συνεπολιτεύετο μία· ὧν οἱ μὲν γεννήτορες οἱ δὲ παῖδες ἦσαν. τῶν γεννησαμένων ὁ μὲν Ἀδὰμ οὐχ ὑπάγεται τῇ δίκῃ δι’ ἣν ὁ λόγος ἔδωκεν αἰτίαν· καὶ ἡ Εὔα δὲ τοῦτο μὲν διὰ τὴν αὐτὴν αἰτίαν οὐχ ὑποβάλλεται τῷ θανάτῳ, τοῦτο δὲ ὅτι καὶ μιᾶς οὔσης γυναικὸς ὁ ταύτης ἀφανισμὸς ὅλον τὸ γένος, τῆς γενέσεως ἀνῃρημένης, συνήλαυνεν εἰς φθοράν. οὐ μὴν ἀλλ’ οὐδὲ τὸν Κάιν ὁ ἐξ ἐπιβουλῆς εἶχε λόγον διαδέξασθαι θάνατος· χείρων μὲν γὰρ οὗτος, ἀμείνων δ’ ἦν Ἄβελ· καὶ πῶς οἷόν τε ἦν τὸν καὶ δόλου καὶ φθόνου καὶ τῆς ἄλλης κακίας καθαρεύοντα μιαιφόνους ἐπαφεῖναι χεῖρας τῷ ἀδελφῷ; λείπεται δὴ ἐκεῖνον εἰς τὸν ἐξ ἐπιβουλῆς ὁρμῆσαι θάνατον τοῦ ἀδελφοῦ, ὃς καὶ πρὸ τῆς ἀθέσμου ταύτης πράξεως ἐλύπει μὲν οἷς ἐκαρποφόρει θεόν, εἰς φθόνον δὲ τοῦ μηδὲν ἠδικηκότος ἀνηρέθιστο, πονηρᾷ δὲ γνώμῃ καὶ βουλῇ δολίᾳ τὰς ἑαυτοῦ χεῖρας εἰς τὴν ἀδελφοκτονίαν ηὐτρέπιζεν.

Καὶ ὅρα μοι κἀνταῦθα τῆς προνοίας τὸ σοφόν τε καὶ ἀνεξιχνίαστον· δι’ ὧν γὰρ ἐνόμιζεν ὁ πονηρὸς κρατεῖν, τοὺς χείρους κατὰ τῶν ἀμεινόνων ἐπανιστῶν, δι’ ἐκείνων αὐτῷ τὰ προοίμια τῆς καταστροφῆς ἀπαντᾷ. συγχωρεῖ μὲν γὰρ ὁ τῆς θείας τε καὶ ὑπὲρ ἔννοιαν οἰκονομίας λόγος ἔργον ἀδίκων καὶ μιαιφόνων χειρῶν τὸν Ἄβελ γενέσθαι, καὶ προφθάνει τὸν φύντα ἐπὶ τῷ θανάτῳ ὁ παῖς· ἀλλὰ γίνεται τοῦ ᾅδου τὸ κράτος καὶ ἡ πρώτη καταβολὴ ἀσθενής. εἰ μὲν γὰρ τὸν Ἀδὰμ ἐδέξατο πρῶτον, ἰσχυρὸς ἂν αὐτῷ ὁ θεμέλιος ἐπήγνυτο, τὸν θείᾳ καταδικασθέντα ψήφῳ, τοῦτον ὑποδεξαμένου καὶ πρῶτον· ἐπεὶ δὲ τὸν ἀναίτιον ἐξ ἐπηρείας ὑπεβάλετο, αὐτόθεν αὐτοῦ ἀνατετραμμένον τὸ κράτος εὑρίσκεται ὡς σαθρὸν ἐξ ἀρχῆς ὑποβαλλομένου θεμέλιον, καὶ γίνεται προοίμιον τῆς παντελοῦς καταλύσεως τοῦ ᾅδου ὁ τοῦ δικαίου ἐξ ἐπηρείας θάνατος.

Περὶ τοῦ ὅτι οὐ μάχεται, κἂν δοκῇ τισι, τὸ ‘εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον Περὶ τοῦ ὅτι οὐ μάχεται, κἂν δοκῇ τισι, τὸ ‘εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον ἐλήλυθα’ καὶ τὸ ‘οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω’. Τὸ ‘εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον ἐλήλυθα’ καὶ τὸ ‘οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω’ οὐ μόνον οὐδεμίαν ἐναντιότητα πρὸς ἄλληλα φέρουσιν, ἀλλὰ μᾶλλον καὶ πολλὴν τὴν ἀκολουθίαν καὶ συμφωνίαν δεικνύουσιν. ‘εἰς κρίμα ἐγώ’ φησίν ‘εἰς τὸν κόσμον ἐλήλυθα’· οἱ γὰρ ὀφείλοντες βλέπειν ἑκόντες τυφλώττουσιν, καὶ ὅσοι τυφλώττειν ἐνομίζοντο πρὸς τὸ φῶς τῆς ἀληθείας ἐδείχθησαν βλέποντες. οἱ μὲν γὰρ τὴν σωτηρίαν οὐ προσήκαντο, οἱ δὲ παραγενομένῃ προσέδραμον· ὥστε κἂν ἡ ἐμή, φησίν, ἔλευσις ἐπὶ σωτηρίᾳ τοῦ κόσμου γεγένηται, ἀλλ’ οὖν οἱ ἐθελοκάκῳ ῥοπῇ πρὸς τὴν ἰδίαν ἀπαυθαδιζόμενοι λυσιτέλειαν κρίμα ἑαυτοῖς τὴν ἐμὴν παρουσίαν κατεπράξαντο. τί οὖν οὐ πῦρ κατάγεις οὐδὲ τὴν γῆν αὐτοῖς ἐπισείεις οὐδὲ τοὺς καταρράκτας τοῦ οὐρανοῦ ἀνοίγεις καὶ βυθίζεις αὐτῶν τὴν ἀπόνοιαν; ‘ὅτι οὐκ ἦλθον’ φησίν ‘κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι’, ἀλλ’ ἀνακαλέσασθαι, διὰ τοῦτο μακροθυμῶ, διὰ τοῦτο ταμιεύομαι τὴν κρίσιν· οὐ γὰρ κρίσεως καιρὸς τῆς πρώτης μου παρουσίας ὁ καιρός, ἀλλὰ φιλανθρωπίας, ἀλλὰ συμπαθείας, ἀλλ’ εὐμενείας, ἀλλ’ ἀνακλήσεως.

οὕτως οὖν οὐ μόνον οὐδεμίαν μάχην ἀλλήλοις ἐπιφέρουσιν οἱ προκείμενοι θεῖοι χρησμοί, ἀλλὰ καὶ πλεῖστον, ὡς ὁρᾷς, τὸ ἐναρμόνιον διασῴζουσιν.

Ἄλλως τε δὲ κρίμα καὶ κρίσις συμφέρονται μὲν ἐν πολλοῖς, ἀναδέχονται δὲ καὶ διαφοράν· τὸ μὲν γὰρ κρίμα μᾶλλον δηλοῖ τὸ κατάκριμα, ἡ δὲ κρίσις εἰς τὴν τοῦ προσήκοντος ἀπονεύει διανέμησιν. κρίμα οὖν ἐλήλυθεν ὁ σωτὴρ εἰς τὸν κόσμον, τοῦτ’ ἔστιν εἰς κατάκριμα γέγονεν ἐκείνοις ὅσοι μὴ διαβλέψαι πρὸς τὴν ἑαυτῶν ἠθέλησαν λυσιτέλειαν μηδὲ σύνεσιν παρέσχον ἐπιγνῶναι τὴν ἑαυτῶν ἀπολύτρωσιν. τούτοις οὖν εἰς κρίμα γέγονεν ὁ κοινὸς ἡμῶν σωτήρ, οὐκ αὐτὸς αἴτιος τοῦ δίκην ὀφείλειν αὐτοὺς γεγονώς, ἀλλ’ ἐκείνων τὸ σωτήριον εἰς ὀλέθριον ἑαυτοῖς μετασκευασαμένων φάρμακον· τὸ γὰρ ‘ἵνα οἱ βλέποντες’ καὶ ἑξῆς οὐκ αἰτίας ἐστὶν ἔνδειξις, ἀπαγγελία δὲ τῶν ἐθελοκάκῳ γνώμῃ τὰ χείρω τῶν κρειττόνων ποιησαμένων ἐπίπροσθεν. τὸ μὲν οὖν ἐνόχους ἑαυτοὺς κρίματος ἀποφῆναι καὶ μὴ παραδεξαμένους τὸν κοινὸν σωτῆρα τῆς ἐκείνων ἐστὶ μοχθηρίας ἀπόδειξις, ἀντιπίπτει δὲ οὐδὲν πρὸς τὸν εἰπόντα ἐλθεῖν οὐκ ἐπὶ τῷ κρῖναι τὸν κόσμον, ἀλλ’ εἰς τὸ σῶσαι. τοὐναντίον μὲν οὖν φιλανθρωπίας μαρτυρεῖ πέλαγος ἄπειρον, ὅτι τε πολλοὺς τῆς πλάνης ἀνείλκυσεν καὶ ὅτι ἀπειθήσαντας καὶ ὑπὸ κρίμα θέντας ἑαυτοὺς οὐκ εὐθύνει οὐδὲ κολάζει οὐδὲ κατακρίνει, ἀλλὰ καὶ πρὸς ἀπειθοῦντας χρηστεύεται· ‘ὅλην’ γάρ φησι ‘τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.’

κατάκριμα οὖν γίνεται παραγεγονὼς ὁ σωτὴρ διὰ μοχθηρίαν τῶν μὴ παραδεξαμένων αὐτόν· οὐ κρίνει δὲ τούτους οὐδὲ τιμωρεῖται διὰ φιλανθρωπίαν ἄκραν καὶ τὸ τὴν προτέραν αὐτοῦ παρουσίαν μὴ κρίσεως καιρόν, ἀλλ’ οἰκονομίας καὶ συμπαθείας ἐπιδεῖξαι βούλεσθαι.

Εἰ δέ τις ἐθέλοι νεανικώτερον ἐκβιάσασθαι καὶ μεταλαβεῖν τὸ κρίμα εἰς διάκρισιν καὶ διαχωρισμόν, παρὰ μὲν τοῖς ἱεροῖς γράμμασιν οὐκ ἄν, οἶμαι, τὴν λέξιν τοῦτο σημαίνουσαν κατὰ χρῆσιν ἀδιάπτωτον εὕροι· εὑρήσει δ’ ἴσως διανοίας οὐδὲν ἀπεμφαινούσας πρὸς τὰ τοιαῦτα σημαινόμενα, οἷον· ‘μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν· ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς’· καὶ ‘οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ’, καί τινα τοιαῦτα ἕτερα. πλὴν οὐδ’ οὕτως ἡ τῶν ἱερῶν ῥημάτων μάχη τῷ ταῦτα διασκευαζομένῳ, λέγω δὴ τοῦ τε ‘εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον ἐλήλυθα’ καὶ τὸ ‘οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι’ οὐμενοῦν οὐδαμῶς συγκροτηθήσεται.

ὁ μὲν γὰρ σωτὴρ εἰρηνεῦσαι τὸν κόσμον καὶ καταλλάξαι τῷ πατρὶ τοὺς ἐκπεπολεμωμένους αὐτῷ πάλαι παραγέγονεν, καὶ δὴ καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ περιελὼν τοῖς κάτω τὰ ἄνω συνῆψέν τε καὶ εἰρηνοποίησεν· εἰ δέ τινες ἑαυτοῖς τὴν εἰρήνην εἰς ἔχθραν μετέστησαν καὶ τὴν καταλλαγὴν εἰς διάστασιν ἀπειργάσαντο, οὐχὶ τοῦ τὴν εἰρήνην παρασχόντος οὐδὲ τοῦ καταλλάξαντος ἡ αἰτία, ἀλλὰ τῶν διασπασάντων ἑαυτοὺς καὶ διακοψάντων ἀπὸ τῶν καταλλαγέντων τῷ πατρὶ καὶ τῶν τῆς εἰρήνης ἀπολελαυκότων ἀγαθῶν.

Εἰ τὸ ἐν κολάσει διηνεκεῖ εἶναι τοῦ μηδ’ ὅλως εἶναι πολλῷ χαλεπώτερον (τοῦ γὰρ ἀλγηδόσι καὶ ὀδύναις κατατείνεσθαι τὸ μηδὲν τοιοῦτον πάσχειν πολλῷ ἄμεινον), πῶς ὁ θεὸς τοὺς ἐν ἁμαρτίαις, φασί, μέλλοντας τὸν βίον κατατρίβειν παρήγαγεν, τὸ χεῖρον ἢ τὸ ἄμεινον προελόμενος; Ὅτι μὲν οὖν βέλτιον ἦν τοῖς εἰς χαλεπότητα πταισμάτων ἐληλακόσι τὸ μηδ’ ὅλως γενέσθαι, αὐτὸς ὁ σωτὴρ ἡμῶν ἐν τοῖς εὐαγγελίοις ἐδίδαξεν, εἰπὼν ‘καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος’. ἀλλ’ Ἰούδᾳ μὲν καὶ τοῖς κατ’ αὐτὸν ἄμεινον ἦν τοῦ γενέσθαι τὸ μὴ γενέσθαι, οὐ μὴν δὲ ἁπλῶς, ἀλλ’ οὐδὲ θεῷ ἄμεινον, ὅπου γε τὸ μὲν εἰς ἀπόλαυσιν ἄγει τοῦ ὄντος καὶ τῆς θείας προνοίας καὶ δημιουργίας ἐστὶν ἐξαγγελτικόν, τὸ δὲ τοῦ ὄντος ἅπαξ διαπεσόν, μετὰ τοῦ μηδὲν ἐκκαλύπτειν τῆς ὑπερφυοῦς σοφίας τοῦ θεοῦ, οὐδὲ τῶν καλῶν τινος μετέχειν δύναται. οὐκοῦν ἐπεὶ τὸ γενέσθαι τοῦ μὴ γενέσθαι κρεῖσσον καὶ τὸ εἶναι τοῦ μὴ εἶναι, ἔδει τὸ θεῖον εἰς δημιουργίαν ἀπιδὸν μὴ τοῦ χείρονος γενέσθαι, τὸ δὲ κρεῖττον ἀπεργάζεσθαι· οὕτως οὖν οὐδαμῶς ἐστι θεῷ πρέπον ἀντὶ τῆς εἰς τὸ εἶναι προαγωγῆς τῶν ἐσομένων ἡ εἰς τὸ μὴ ὂν ἐγκατάλειψις, εἰ καὶ τῷ προδότῃ ἐν νόμῳ ταλανιζομένῳ ἡ φιλάνθρωπος ἔφη σοφία· ‘καλὸν ἦν αὐτῷ εἰ μὴ ἐγεγέννητο’.

ἐπεὶ καὶ ἄλλως τῷ ἁμαρτάνοντι τοῖς ἀναμαρτήτοις ἐν ἴσῳ τετάχθαι χαριέστατον μὲν ἂν εἴη, θεοῦ δὲ κρίσει οὐμενοῦν οὐδαμῶς ἀνεκτὸν οὐδὲ ἄξιον· καὶ τὸ μὴ δοῦναι δίκην ὀφείλοντας δεύτερον μὲν αὐτοῖς ἀγαθόν, ἀλλ’ οὐδὲ τοῦτο τῆς δικαιοκρισίας ἐγγὺς τοῦ θεοῦ· καὶ μυρία ἄλλα. κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τὸν ἀμετάθετον εἱρμὸν τοῦ λόγου καὶ ἡ τῶν ἐσομένων προαγωγὴ αὐτοῖς τε βέλτιον καὶ θεῷ πρεπωδέστατον, εἰ καί τινες τῶν προαχθέντων χρόνῳ ὕστερον αὐθαιρέτῳ γνώμῃ τῶν κρειττόνων τὰ χείρω ἠλλάξαντο καὶ τὴν θαυμαστὴν καὶ σωτήριον δημιουργίαν τοῦ θεοῦ σφαλερὰν ἑαυτοῖς κατεστήσαντο, τὸ ἄριστον προαγαγεῖν φιλονεικήσαντες εἰς τὸ χείριστον.

Ἔτι δὲ εἰ τὸ μὲν θεῖον ἀεί τέ ἐστι καὶ ἐν ἀτρέπτοις καὶ ἀναλλοιώτοις ὅροις τῆς ἰδίας ἵδρυται φύσεως, πᾶν δὲ τὸ διὰ γενέσεως προελθὸν μεταβολαῖς μυρίαις ὑπηρετεῖται καὶ ἀλλοιώσεσιν, ὁ τοὺς μέλλοντας ἁμαρτήσειν ἀξιῶν μὴ δεῖν προαγαγεῖν τὸν θεὸν ἢ οὐδ’ ὅλως τὴν ἀνθρωπίνην φύσιν νομοθετεῖ ἢ ἄτρεπτον αὐτὴν προαχθῆναι καὶ ἀναλλοίωτον· τὸ δέ ἐστιν ἢ σύμπαν τὸ ἀνθρώπινον γένος τῆς δημιουργίας διατεμεῖν ἢ ἀπαιτεῖν θεοῦ φύσιν ἔχοντα τὸν ἄνθρωπον προελθεῖν, ὧν ἑκάτερον εἰς ὅσον ἀπονοίας καὶ δυσσεβοῦς ἥκει γνώμης, αὐτόθεν ἐστὶν ἰδεῖν τὴν στήλην ἱσταμένην ἀνεξάλειπτον.

Ἄλλως τε δὲ τὸ μὲν μηδ’ ὅλως γεγενημένον μήτε ὂν οὐκ ἂν δύναται εἶναι ἀγαθόν, ὁ δὲ ἐν ἁμαρτίαις ἀναστρεφόμενος δύναται γενέσθαι ἀγαθός· τὸ δὲ ἀγαθὸν τοῦ μὴ ἀγαθοῦ ἔκδηλον φέρει μακαριζόμενον τὸ διάφορον.

Χωρὶς δὲ τῶν εἰρημένων ὁ λέγων, ‘διότι ἔμελλόν τινες τῶν ἀνθρώπων εἰς ἁμαρτίας ἐξολισθάνειν, διὰ τοῦτο ἔδει τούτους μηδὲ γενέσθαι’, ὁ τοιοῦτος οὐδὲν ἕτερον λέγει ἢ ὅτι ἔδει τὴν ἁμαρτίαν καὶ μήπω γεγενημένην τῆς τοῦ θεοῦ δημιουργίας ἐπικρατεῖν· εἰ γὰρ ὅτι ἔμελλόν τινες ἁμαρτάνειν ἔδει τὴν ἐπ’ αὐτοὺς δημιουργίαν πεπαῦσθαι τοῦ θεοῦ, δῆλον ὅτι τὸ κράτος τῆς ἁμαρτίας ἂν εἴη ἢ τῆς ἐνεργείας τοῦ θεοῦ.

Ἔτι δὲ τὸ μὲν ἁμαρτάνειν τῆς ἀνθρωπίνης ἐστὶ γνώμης καὶ προαιρέσεως, ἡ δὲ δημιουργία τοῦ πλάσαντος· τί οὖν τις ἀφεὶς τὴν αἰτίαν τοῦ ἁμαρτάνειν εἰς τὸν ἀναίτιον ταύτην ἐγχειρεῖ μεταφέρειν; οὐδὲ ταύτης δὲ τῆς ἀνοίας ἀπολύεται ὁ ψῆφον εἰσάγων ὅτιπερ τοὺς μέλλοντας ἁμαρτάνειν ἐχρῆν μηδ’ ὅλως παρὰ τοῦ δημιουργοῦ γενέσεως μετασχεῖν ἢ πρὸς αὐγὰς ἡλίου προαχθῆναι· ἔοικε γὰρ ὁ τοιοῦτος δυσχεραίνειν μὲν ἐάν τις ἁμαρτὼν δίκην δῷ, φιλονεικεῖν δὲ παρὰ τῶν μηδὲν μηδέπω ἁμαρτησάντων τιμωρίαν λαβεῖν (τοῦτο γάρ ἐστι τὸ τοὺς μέλλοντας ἁμαρτάνειν γενέσεως καὶ ὑπάρξεως ἀποστερεῖν καὶ τῆς δημιουργίας ἐκκόπτειν τοῦ θεοῦ), ἀλλὰ γὰρ καὶ ἀπὸ τῆς θείας προγνώσεως καταδικάζειν μὲν βούλεσθαι τοὺς ἁμαρτήσοντας, ἐν αὐταῖς δὲ ταῖς πράξεσι γεγενημένους ζητεῖν ἀφίεσθαι τῶν κολάσεων, ὅπερ οὔτε ἀνθρώπινον οὔτε θεῖον ἐπίσταται δίκαιον. καὶ τὸ μὲν πρὸ τῶν ἁμαρτημάτων μηδένα δίκην ἀπαιτεῖν κοινή τε πᾶσιν ἀνθρώποις κρίσις καὶ θείοις νόμοις ἁρμόδιον· ἀπαιτεῖν δὲ μετὰ τὴν ἀνεπίστροφον ἁμαρτίαν τὴν δίκην, τῆς θείας μισοπονηρίας καὶ δικαιοσύνης ἀπόδειξις. πῶς οὖν ἄν τις μελετήσας, ἃ μὲν πᾶσι δοκεῖ, τούτων τἀναντία φρονεῖν, ἃ δὲ μισοπόνηρον καὶ δίκαιον δείκνυσι τὸν θεόν, ταῦτα μὴ ἀνέχεσθαι τιμᾶν, εἶτα οὗτος οὐχὶ τῆς ἐσχάτης καὶ παραπληξίας καὶ δυσσεβείας αὐτὸς ἑαυτὸν ἔνοχον ποιεῖ;

Τί λέγεις; ἄτρεπτον πρὸς ἁμαρτίαν, ἵνα τὴν κόλασιν διαφύγοι, τὸν ἄνθρωπον ἐχρῆν γεγενῆσθαι; καὶ πῶς οὐχὶ λαμπρῶς λέγεις, κἂν μὴ λέγῃς, ὡς ἄτρεπτον ἐχρῆν πρὸς ἁμαρτίαν δημιουργηθῆναι τὸν ἄνθρωπον, ἵνα μὴ τῶν στεφάνων ἐξ ὧν ἀγωνιζόμενοι κρατῶσιν αὐτῆς ἀξιωθῇ; καὶ μὴν εἴ τίς γε νοῦ μετέχων καὶ μὴ τῆς ἁμαρτίας εἴη ἅμα τε θερμὸς ἐραστὴς καὶ τὰς βασάνους φεύγων, ἑλέσθαι θάτερον τῶν δύο τὴν ἐξουσίαν εἴπερ εἰλήφει, πότερον ἵνα μή τινες ἁμαρτήσαντες δῶσιν δίκην, ἐχρῆν τοὺς στεφάνους τῶν κεφαλῶν ἀφελεῖν τῶν ἀνδραγαθησάντων, ἢ διὰ τοὺς δικαίως τῶν ἐπὶ τοῖς ἄθλοις γερῶν ἀξιωθησομένους μηδ’ ἀτιμώρητον τὴν ἁμαρτίαν ὁρᾶν, πῶς οὐκ ἂν πολλῷ ποιήσαιτο ἔμπροσθεν τοῖς τε τῆς ἀνδραγαθίας στεφάνοις τοὺς ἀθλητὰς ὁρᾶν κεκοσμημένους καὶ τοὺς ὑποχρέους τῶν ὀφλημάτων τὰ ὀφλήματα κατατιθεμένους;

Πρὸς δέ γε τοῖς εἰρημένοις, ἆρα μόνη σε τῶν ἀνθρώπων ἡ δημιουργία θορυβεῖ, ἢ καὶ τῶν ἀσωμάτων καὶ ἀύλων φύσεων καὶ πρὸς τὴν ἀθανασίαν ἀνηγμένων εἰς τὴν αὐτήν σε ταραχὴν ἐμβάλλει; καὶ γὰρ τούτων τῶν οὐρανίων ταγμάτων καὶ τῆς μακαρίας ἐκείνης λήξεως, ὁ μὲν ἐκεῖθεν ἑκὼν ἐκρυεὶς ἀρχηγὸς κακίας γέγονεν, ὁ διάβολος, καὶ ὅσοι τὴν ῥοπὴν πρὸς τὴν ἐκείνου γνώμην τρεψάμενοι τὸ χεῖρον ἀντὶ τοῦ κρείττονος μεθηρμόσαντο· οἱ δέ γε ἄλλοι τῶν ἀθανάτων ἐκείνων καὶ θεσπεσίων χορῶν προσοχῇ καὶ σπουδαίᾳ νήψει οὐδὲν τῆς οἰκείας καλλονῆς ἢ τάξεως ἀλλοιώσαντες, ἀλλὰ πρὸς τὸν κοινὸν δεσπότην καὶ δημιουργὸν ἀνενδότως ἑαυτοὺς ἀνατείνοντες καὶ κόρον τῆς ἀγαθοδότου μετουσίας οὐκ ἔχοντες, οὐκ αὐτοὶ μόνον ἀγαθοὶ κατὰ μετοχὴν διαμένουσιν, ἀλλὰ καὶ τῷ τῶν ἀνθρώπων γένει, τὴν θείαν κἀν τούτῳ ἐξυπηρετούμενοι βούλησιν, ἀγαθοεργίας συνεργοὶ καὶ ἐπίκουροι γίνονται. καὶ οἱ μὲν ὅσοι κατέπεσον καὶ αὐτὸν τὸν τύπον τοῦ σταυροῦ χαρασσόμενον, ὀργάνου τύπον, δι’ οὗ τὸ σωτήριον ἐτελέσθη πάθος, φρίττοντες τρέμουσιν καὶ ὡς πορρωτάτω δραπετεύουσιν· οἱ δὲ τῷ θείῳ θρόνῳ περιιστάμενοι τῆς μακαρίας ἐκείνης καὶ φοβερᾶς θέας, ὅσον ἐγχωρεῖ φύσει κτιστῇ, τὰς μαρμαρυγὰς ὑποδέχονται.

καὶ τοῖς μὲν οἷς δρῶσί τε καὶ δεδράκασι πῦρ ἡτοίμασται τὸ ἐξώτερον, οἱ δὲ δι’ ὧν τὸ αὐτοκρατορικὸν τῆς ῥοπῆς ἐν ταῖς ἀμείνοσι προκοπαῖς καὶ ἀναβάσεσι συντηροῦσι καὶ συνετήρησαν, ἐν ἀδιηγήτῳ τρυφῇ καὶ αἰωνίᾳ διαμένειν ἀπολαύσει τὰς ψήφους ἤδη κατέχουσιν.

Ἐρεῖς οὖν πάντως· διὰ τί γέγονεν ὁ πονηρὸς ἐκεῖνος καὶ ὅσαι αὐτῷ μοῖραι συναπεστάτησαν; ἐχρῆν γὰρ τὸν θεὸν ἀγαθὸν ὄντα τῆς οὐσίας προεξελέσθαι καὶ προανελεῖν τὰ τοιαῦτα δημιουργήματα· ἄμεινον γὰρ αὐταῖς ἦν ἢ πρὸς ἀπαραίτητον παραπέμπεσθαι βάσανον. εἶτα τῶν αὐτῶν σε περιέργων λογισμῶν τὸ ἀκόλουθον καὶ ἐπὶ τὰ λοιπὰ τῶν κτισμάτων παραπέμψει· ἔδει γὰρ τὴν γῆν προαχθεῖσαν ἢ μένειν ἀκίνητον ἐπὶ τῆς προαγωγῆς καὶ τῷ ἀτρέπτῳ περιτειχίζεσθαι, ἤ, ἵνα τὰ ἄλλα ταύτης πάθη καὶ τὰς ἀλλοιώσεις ἐάσω, μὴ τοῖς ὕδασιν, εἰ καὶ μὴ καθ’ ὅλην, κατὰ πολλὰ δὲ τῶν μερῶν περικλύζεσθαι καὶ μικροῦ μηδὲν ἔλαττον ἢ ὅτε ἀόρατος καὶ ἀκατασκεύαστος ἦν τῇ πλημμυρίδι συγκρύπτεσθαι. καὶ τὸν ἀέρα δὲ καθαρόν τε καὶ πάσης ἀπηλλαγμένον νόθου μετουσίας σωτήριόν τε ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις ὑποστάντα οὐκ ἔδει πρὸς λοιμώδη καὶ φθαρτικὴν τῶν σῳζομένων κατάστασιν μεταπίπτειν. εἰ δὲ ταῦτα προαγομένοις αὐτοῖς ὅρος ἐνεπάγη, μεταβάλλεσθαι τὴν φύσιν, οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ τὰ τούτοις σύστοιχα, ἄμεινον ἦν μηδὲν τούτων εἰς προαγωγὴν ἐνεχθῆναι. εἶτα ὁ τὴν κτίσιν ὅλην οὕτως ἀνασκευάζων, ὅση τε ἐν νοητοῖς καὶ ὅση ἐν αἰσθητοῖς, καὶ μηδὲ τῶν ἀψύχων φειδόμενος, ἀλλὰ πάντα πικρῶς οὕτως ζυγοστατῶν καὶ τῇ ἰδίᾳ καθυποβάλλων τῶν λογισμῶν κρίσει καὶ μηδενὶ τούτων συναρεσκόμενος, τί ποιεῖ;

περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, ἑνὸς εἴδους τῶν γεγονότων, διαπορεῖ, ἢ θεὸν ἕτερον καὶ δημιουργὸν ἐπιζητεῖ (ἵλεως δὲ ἡμῖν εἴη), ἀμαθῆ δὲ τοῦ κρείττονος τὸν ταῦτα προαγαγόντα πάντα ἀναιδεῖ προσώπῳ καὶ ἀπυλώτῳ στόματι διακωμῳδεῖ; τί δὲ λέγω, θεὸν ἕτερον καὶ δημιουργὸν ἐπιζητεῖ; αὑτὸν γὰρ αὐτὸς καθίσας ἐν τῷ τῆς ἀπονοίας καὶ ἀνοίας ὕψει τῶν γεγονότων διορθωτήν, ἀφελεῖν σπουδάζει παντελῶς τὴν περὶ θεοῦ ἔννοιαν, ἣν τῆς ἰδίας προαφείλετο, τῶν ἀνθρωπίνων ψυχῶν.

Ἀλλὰ ταῦτα μὲν ὡς κατὰ λόγον κεφαλαιώδη ἱκανὰ οἶμαι καὶ τῶν παραλελειμμένων εἰς ἔννοιαν ἀγαγεῖν, καὶ τοὺς ἀντιλέγειν πάλαι θρασυνομένους ὡς βοῦς ἐπέβη τὴν παροιμίαν πεῖσαι μεταμαθεῖν.

Τί ἐστιν τὸ ‘διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί’, καὶ πῶς ἡ παράβασις ἰσχὺν ἔσχεν διανοίγειν ὀφθαλμούς; Τὸ δὲ ‘διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο’ οὐχ ὅτι ἡ παράβασις διήνοιξεν αὐτῶν τοὺς ὀφθαλμούς, ἄπαγε· οὐδὲ γὰρ οὐδ’ ἐν αὐτῇ τῇ παραβάσει γέγραπται τοὺς ὀφθαλμοὺς αὐτῶν διηνοῖχθαι, ἀλλὰ μετὰ τὴν παράβασιν. φησὶν γὰρ ‘καὶ λαβοῦσα ἡ γυνὴ ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφαγεν, καὶ ἔδωκεν καὶ τῷ ἀνδρὶ αὐτῆς, καὶ ἔφαγον· καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο.’ ὅπερ τοιοῦτόν ἐστιν· μετὰ τὴν ἁμαρτίαν ὡς τὰ πολλὰ ἡ ἐπίγνωσις τοῦ ἁμαρτήματος γίνεται, καὶ τὸ μέγεθος τοῦ τολμήματος τότε μᾶλλον ἐπιγινώσκεται· τοῦ γὰρ ἐπιπροσθοῦντος πάθους καὶ κινοῦντος οἴστρου πρὸς τὴν ἁμαρτίαν μετὰ τὴν ἔκθεσμον πρᾶξιν πεπαυμένου τε καὶ ἠρεμοῦντος, τότε δὴ τότε, ὥσπερ διακύψας τῆς πολλῆς ἐκείνης ἀχλύος ὁ λογισμὸς καὶ ἀνανήψας, ἐφορᾷ τὰ πεπραγμένα καὶ εἰς οἵαν κατάστασιν ἐξ οἵας μετηνέχθη τὴν συναίσθησιν μᾶλλον λαμβάνει καὶ τὸ συνειδὸς τιτρῶσκον αὐτὸν καὶ διεγεῖρον ἔχων διαβλέπει τρανῶς ἃ τοῦ πάθους ἐπιπροσθοῦντος οὐχ ὁμοίως ἔβλεπεν.

Ἄλλως τε δὲ πρὸς τὴν ἁμαρτίαν ἕκαστος χωρῶν, οἷς ὁ πονηρὸς διαγαργαλίζων τε καὶ ὑποθέλγων ἡμᾶς ἐκθηλύνει καὶ γνόφου πληροῖ, κεκαρωμένους ὥσπερ φέρει τοὺς λογισμοὺς καὶ πεπηρωμένον τὸ ὀπτικὸν τῆς διακρίσεως· μετὰ δὲ τὴν πρᾶξιν ὑπ’ ὄψιν ἄγει τὸ τολμηθὲν καὶ ἀνακαλύπτει πικρῶς ὃ πρότερον πολλαῖς μηχαναῖς συνεκάλυπτεν, εἶτα δι’ ὧν κατάφωρον τὸν ὄγκον ἀποτελεῖ τοῦ τολμήματος πρὸς ἀπόγνωσιν ὠθεῖν πειρᾶται τὸν ἁμαρτήσαντα.

Τὸ γοῦν ‘διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ’ οὐ πρὸς τὸν ἔμπροσθεν χρόνον, οὐδὲ πρὶν ἢ τῆς ἐντολῆς αὐτοὺς ἐκεπεσεῖν, παραληπτέον· τότε γὰρ ἠνεῳγμένους τε μᾶλλον εἶχον, μήπω τοῦ ὄφεως τοῖς ψιθυρισμοῖς ὑποκλαπέντες, καὶ συνορᾶν τὸ πρακτέον ἐγρήγορον ἔφερον τὴν διάνοιαν. οὔκουν τὸ βλέπειν οὐκ ἔχοντες, ἐπὶ τῆς ἁμαρτίας ἀνέλαβον, τοὐναντίον δὲ τὴν ἁμαρτίαν ἐν τῷ πράττειν τυφλώττοντες, πεπαυμένης τὴν ὅρασιν ἀνεκτήσαντο. ὁ γοῦν πονηρὸς καὶ ἀρχέκακος ἡμῶν τῆς φύσεως ἐχθρός, εἰδὼς καὶ αὐτὸς ἐξ ὧν ἐπεπόνθει ὡς μετὰ τὴν τοῦ κακοῦ πρᾶξιν ἡ συναίσθησις ἐφίσταται τοῦ πλημμελήματος, κἂν αὐτὸς οὐκ ἐπεστράφη πρὸς τὴν ἀνάνηψιν, καὶ πείρᾳ μαθὼν ὡς ἕπεται τοῖς ἁμαρτάνουσιν τὸ μετὰ τὴν ἁμαρτίαν κέντρον τῆς συνειδήσεως, καὶ τοῖς περὶ τὸν Ἀδὰμ ἁμαρτεῖν διὰ παραβάσεως ὑποτιθέμενος, ‘ᾗ δ’ ἂν ἡμέρᾳ’ φησὶν ‘φάγητε ἀπ’ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί’. εἶτα κακομήχανος ὢν ἀπ’ ἀρχῆς καὶ ψεύδους πατήρ, συγκαταμιγνύει τῇ τῆς ἀληθείας θρυαλλίδι ὅλον τὸ τοῦ ψεύδους σκότος, καί φησιν ‘ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ τὸ πονηρόν’. οὐ γὰρ ὡς θεῖον ἀναλαβόντες ὄμμα ἐπέγνων τὸ καλὸν καὶ πονηρόν, ἀλλ’ ὡς ἐν τῷ ἁμαρτάνειν μὲν τυφλώττοντες τῷ τῆς παραβάσεως ἔρωτι, μετὰ δὲ τὴν ἁμαρτίαν συναίσθησιν καὶ ἀνάνηψιν τοῦ τολμηθέντος ἀναλαβόμενοι.

Διὰ τί δὲ μετὰ τὸ διανοιχθῆναι τοὺς ὀφθαλμοὺς αὐτῶν πρῶτον τὴν γύμνωσιν τῶν παιδογόνων μορίων αἰσθάνονται καὶ αἰσχύνονται; ὅτι τε δριμύτερον ἐπιτίθεται τῶν ἄλλων ἁμαρτημάτων, θεσμοῖς σωφροσύνης οὐ χαλιναγωγούμενον, τὸ διὰ τούτων πάθος, καὶ ὅτι κινηθείσης τῆς κατὰ τὰ ἀφροδίσια ἐν τῷ ζῴῳ διαθέσεως καὶ τὰ λοιπὰ τῶν παθῶν συναναφύεσθαι εἴωθεν, καὶ διότι ἐξ ἐκείνου τοῦ χρόνου καὶ τὰ ἄλλα πάντα τῶν ἁμαρτημάτων ὑπὸ κρίσιν ἄγεται· τὰ γὰρ πρὸ ἐκείνου ὡς ἐπὶ πᾶν φρενῶν ἀρρωστίᾳ καὶ νηπιότητι ὅ τε πνευματικὸς νόμος καὶ ὁ διὰ τῆς πολιτείας ἀνατίθησιν.

Τί δήποτε Μωυσῆς ἐν τῇ κοσμογενείᾳ τῆς βασιλείας τῶν οὐρανῶν μνήμην οὐ πεποίηται, καίτοι τοῦ σωτῆρος λέγοντος ἀπὸ καταβολῆς κόσμου τοῖς δικαίοις ταύτην ἑτοιμασθῆναι; Τινὲς μὲν οὖν φασιν ὡς ἀτελέσι καὶ προσύλοις τοῖς Ἰουδαίοις οὖσι καὶ πρὸς τὰ εἰσαγωγικώτερα τῶν μαθημάτων μᾶλλον νενευκόσιν καὶ τὸ ἧττον ἔχουσιν ἢ διὰ τῶν νοερῶν ὀφθαλμῶν τοῖς ὑπὲρ αἴσθησιν ἐπιβάλλειν, διὰ τοῦτο τὴν περὶ τῆς βασιλείας τῶν οὐρανῶν εἰσήγησιν ὁ Μωσῆς αὐτοῖς ἀπεσιώπησεν, ἵνα μὴ προσστῇ αὐτοῖς, ἀρχομένοις μανθάνειν τοῦ τε κόσμου τὴν γένεσιν καὶ τῶν ἐν αὐτῷ, τῶν θειοτέρων τε καὶ ὑπὲρ αὐτοὺς ἡ παράδοσις κἀντεῦθεν πρὸς τὴν τῶν λοιπῶν ἀκρόασιν διατεθῶσιν ῥαθυμότερον· δεῖ γὰρ μέτρον τῆς διδασκαλίας καὶ τὴν τῶν ἀκροατῶν ἰσχὺν ποιεῖσθαι.

Ἀλλὰ γὰρ τί, φασίν, ἐμποδὼν αὐτοῖς ἦν ἡ περὶ τῆς τῶν οὐρανῶν βασιλείας κατήχησις; δι’ ἴσου γὰρ πρός τε τὴν γνῶσιν τῆς κοσμογενείας καὶ πρὸς κατάληψιν τῆς τῶν οὐρανῶν βασιλείας, κἂν τὰ μὲν ὑπὸ τὴν αἴσθησιν πίπτῃ, τὰ δὲ κρείττω καθέστηκε τῆς αἰσθήσεως, τὸ Ἑβραίων γένος ἀφεστηκότες ἐτύγχανον· ἔδει δὲ ἄρα καὶ προσύλους ὄντας καὶ περὶ τὰ γήινα στρεφομένους, μεταρσίους μᾶλλον καὶ ὑψηλοὺς τῇ τῶν ἀύλων καὶ ὑπὲρ τὴν αἴσθησιν ἐπαγγελίᾳ καὶ διδασκαλίᾳ ἀπεργάζεσθαι· διδασκάλου γὰρ τὴν τέχνην ἀμείνονος, καταμιγνύντα τοῖς συντρόφοις καὶ τὰ ὑπὲρ αἴσθησιν κατὰ μικρὸν ἐθίζειν πρὸς τὴν τῶν θειοτέρων σπουδάζειν ἐπίβασιν. διὸ καὶ εἰπεῖν ἐθάρρησαν οἱ τοιοῦτοι ὡς τυπικῶς καὶ δι’ αἰνίγματος καὶ Μωσῆς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσηγήσατο. ποῦ τοῦτο; ἐν αὐτῷ τῷ προοιμίῳ, φασί, λέγων ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.’ ἐφεξῆς μὲν γὰρ τὴν ὑπουράνιον καὶ ἐγκόσμιον δημιουργίαν ἀναπτύσσει· τὸν οὐρανὸν δὲ προτάξας τὴν πρὸ τοῦ στερεώματος καὶ ὑπερκόσμιον κατάστασιν διὰ τῆς τούτου ποιήσεως ὑπεδήλωσεν. ἀλλὰ τοῦτο μὲν οὐκ ἂν ῥᾳδίως ἀγαπήσῃ ἡ ἀλήθεια, ὅτι τε λίαν ἐκβεβίασται καὶ ὅτι εἰπὼν οὐρανῶν ποίησιν περὶ τῆς τῶν οὐρανῶν βασιλείας τοὺς Ἰουδαίους οὐδὲν ἧττον ὠφέλησεν ἢ εἰ παντελῶς ἀπεσιώπησεν· καὶ πολλὴ ἄλλη πρὸς ταύτην τὴν ὑπόληψιν ὑπεναντίωσις.

Ἄλλοι δὲ ἐν τῇ περὶ τοῦ παραδείσου διηγήσει φασὶ καὶ τὴν τῶν οὐρανῶν βασιλείαν συνεισάγεσθαι· μέρος γὰρ τῶν αἰωνίων ἀγαθῶν καὶ μακαριότητος ἀπόλαυσις ὁ παράδεισος, διὸ καὶ τῷ λῃστῇ αἰτησαμένῳ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μνήμης τυχεῖν ἡ τοῦ παραδείσου διατριβὴ ἀποδίδοται. ἀλλὰ μήποτε τοῦτο τῆς τῶν οὐρανῶν βασιλείας πολὺ ἂν ταπεινότερον εἴη· φυτῶν μὲν γὰρ ἄνθη καὶ κάλλη καὶ ποταμοὶ καὶ νάματα τὸ χωρίον περιρρέοντα καρπῶν τε ὡραίων ποικιλία καὶ βοτανῶν φύσεις ἡδύ τε καὶ ἐπίχαρι πνέουσαι καὶ διὰ πάντων τὸ πρόσωπον τῆς γῆς κοσμούμενόν τε καὶ ὡραϊζόμενον, καὶ ἀέρος κρᾶσις εἰς καθαρότητα καὶ διαύγειαν ἀνηπλωμένη καὶ τὰς πρώτας ἀκτῖνας ὑποδεχομένη τοῦ ἡλίου, πῶς οὐχὶ τὸ χωρίον ὅλον ἀποτελοῦσι τερπνότητός τε καὶ ἡδονῆς ὅση γοητεύει τὰς αἰσθήσεις πάντων φέρειν τὸ ἀκρότατον; πλὴν ἀλλά γε τῆς βασιλείας τὰ ἀγαθὰ ἀπείρῳ μέτρῳ ὑπερανέστηκεν· ‘οὔτε’ γὰρ ‘ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.’ Ἄλλως τε δὲ καὶ ὅτι τῷ Ἀδὰμ ὁ παράδεισος οὐ βραβείων καὶ ἐπάθλων γέρας ἐγνωρίζετο, γυμνάσιον δὲ μᾶλλον τὸ χωρίον προὔκειτο καὶ στάδιον ἀρετῆς, τὰ δὲ ἔπαθλα καὶ οἱ στέφανοι δῆλον ὅτι μείζω καὶ τελεωτέραν τὴν ἀπόλαυσιν φέρουσιν· καὶ στάδιον οὐδεὶς οὐδέπω βραβείων καὶ ἐπάθλων φύσιν μετελθεῖν οὐδ’ ἀκοὴν εὗρεν διδάσκαλον.

Εἰσάγεται δὲ πρὸς τὸν παράδεισον ὁ λῃστής, οἷον ἀρραβῶνός τινος καὶ προοιμίου τῶν μελλόντων ἀγαθῶν ἀξιούμενος· ἐπεί γε τῆς κοινῆς ἀνταποδόσεως τῶν αἰωνίων ἀγαθῶν μήπω τότε καιρὸν ἐχούσης, οὐδ’ αὐτὸς ἦν δίκαιος μόνος ἐκ πάντων τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων θεῷ πρὸς τὸ τέλος φθάσαι τῆς ἐσχάτης μακαριότητος καὶ χωρὶς τῶν μυρίων ἐκείνων χορῶν τῶν ἁγίων τελειωθῆναι, ὥς που καὶ ὁ θεσπέσιος Παῦλος διαμαρτύρεται.

Τῶν τοίνυν εἰρημένων ἔνια οὐκ ὀλίγοι μὲν τῶν πρὸ ἡμῶν ὡς αἰτίας τοῦ μὴ τυχεῖν μνήμης τὴν τῶν οὐρανῶν βασιλείαν, ἐν ᾧ Μωσῆς τὴν τοῦ κόσμου καταβολὴν ἔγραφεν, ἀποδεδώκασιν, οὐκ ὀλίγοι δὲ καὶ εἰς ἀμφισβήτησιν περιείλκυσαν. ἴσως δ’ ἄν τις εἰπὼν ἐκφύγοι τὰς προειρημένας λαβάς, ὡς ἐπείπερ ἡ τοῦ Μωσέως συγγραφὴ καὶ νομοθεσία οὐχ οἵα τε ἦν βασιλείαν οὐρανῶν χαρίζεσθαι, διὰ τοῦτο οὐδὲ ταύτης εἰς μνήμην ἀφίκετο (τί γάρ με δεῖ βασιλείαν οὐρανῶν μαθεῖν, ἣν ἐκ τῆς κατὰ νόμον πολιτείας οὐκ ἔστι μοι λαβεῖν;), ὁ δὲ κοινὸς δεσπότης καὶ σωτήρ, ἐπεὶ τοιαύτην ἡμῖν κατεστήσατο πολιτείαν ἑαυτὸν παράδειγμα προθείς (‘ὧν’ γὰρ ‘ἤρξατο’, φησίν, ‘ποιεῖν τε καὶ διδάσκειν’) δι’ ἧς ἐστι τῆς τῶν οὐρανῶν βασιλείας τὸν κλῆρον ὑπελθεῖν, εἰκότως εἰς τοιαύτην ἡμᾶς ἐπαναγαγὼν πολιτείαν καὶ περὶ αὐτῆς τῆς τῶν οὐρανῶν βασιλείας σαφεστάτην καὶ ἀδίστακτον τὴν διδασκαλίαν καὶ τὴν ὑπόσχεσιν ἐχαρίσατο. εἰ δέ τις πρὸς ἀμείνονα θεωρίαν τοῦ προκειμένου ζητήματος ἀναβὰς ταύτην ἐκδιδάξει, τὸ εὐκταῖον οὗτος ἂν ἐμοὶ πράττων εἴη καὶ χαριέστατον.

Διὰ τί ἀόρατον τὴν γῆν ὁ Μωσῆς ὠνόμασεν; Ἀόρατον τὴν γῆν ἔφησεν ὁ Μωσῆς, ἐπεὶ τὸ τῆς θέας δίκαιον, τῆς τῶν ὑδάτων πλημμύρας περικεχυμένης αὐτῇ, οὔπω εἶχεν ἀπολαβοῦσα, ἀλλ’ ἦν ἡ ἰσχὺς καὶ τὸ κράτος τῆς ἀβύσσου, τοῦτο μὲν τὴν ἔμφυτον τῆς γῆς ξηρότητα περινοτιζούσης, τοῦτο δὲ τὸν ἴδιον κόσμον ἀπολαβεῖν οὐκ ἐώσης, ὃς δὴ φυτῶν ἦν γένη καὶ βοτανῶν καὶ ἡ ἄλλη τῶν ἀνθέων καὶ καρπῶν ὡραιότης. ἔτι δὲ ἀόρατος ἦν ἡ γῆ ὅτι μήπω παρῆν ὁ ταύτην ὁρᾶν ἄνθρωπος λαβὼν ὄψιν. καὶ προσέτι ἀόρατος λέγοιτ’ ἂν εἰκότως ὅτι τοῦ φωτὸς οὔπω γενηθέντος, δι’ οὗ τὸ ὁρατὸν τῇ ὄψει καταλαμβάνεται, οὐδ’ αὐτὴ τὴν αἴγλην εἶχεν δι’ ἧς ἂν ὑπηρετεῖτο τῷ ὄμματι· ὥστε εἰ καὶ τοῖς οἰκείοις κόλποις ἡ ἄβυσσος καταμερισθεῖσα συνεστέλλετο καὶ τοῖς φυτοῖς καὶ τῷ ἄλλῳ κόσμῳ ἡ γῆ ἐκεκόσμητο καὶ ὁ μέλλων ὁρᾶν ἐφεστήκει ἄνθρωπος, οὔπω δὲ τοῦ φωτὸς ἡ φύσις ἐξέλαμπεν, οὐδ’ οὕτως ἂν ἐχρημάτιζεν ὁρατή.

Δῆλον δὲ ὡς κατὰ τὸν ἴσον τρόπον οὐδ’ αὐτὸς ὁ ἀήρ, ὃς τὴν ἀκτῖνα τοῦ φωτὸς δεχόμενος τὴν τοῦ ὁρῶντος ἐνέργειαν τῷ ὁρωμένῳ συνάπτει μέσος γινόμενος—οὐδ’ αὐτὸς οὖν οὐδὲ τὸ ὕδωρ, τοῦ φωτὸς οὐ λαβόντος ὑπόστασιν, οὐκ ἂν ἐτύγχανεν ὁρατός, καίτοι γε μήτε ὑφ’ ἑτέρων ἐπιπροσθούμενος, ὥσπερ οὐδ’ ἡ ἄβυσσος, μηδὲ κόσμου τινὸς οἴκοθεν ἀποστερούμενος. διὰ τοῦτο ἄρα καὶ Μωσῆς τὸν ἀέρα εἰδὼς τῷ ὕδατι ἐποχούμενον τὸ ἐπάνω τῆς ἀβύσσου σκότος ὠνόμασεν· τῆς γὰρ φωτιζούσης αὐγῆς διὰ τῆς ἀερίου φύσεως οὐ διικνουμένης (οὔπω γὰρ οὐδὲ τὸ πηγάζον ταύτην εἶχεν τὴν ὕπαρξιν) οὔτε αὐτὸν ὁρατὸν εἶναι τὸν ἀέρα, πολλῷ δὲ μᾶλλον οὐδὲ τὴν ἄβυσσον, ἐφ’ ἧς ὠχεῖτο τὸ ἀέριον πνεῦμα, ἐνεδέχετο· διὸ καὶ σκότος εἰκότως ἐπονομάζεται. τὸ γὰρ λέγειν τὸ θεῖον εἶναι πνεῦμα τὸ τῇ ἀβύσσῳ ἐπιφερόμενον μήποτε καὶ περιγραφὴν τοῦ ἀπεριγράπτου συνεισάγει, καὶ τῶν ἄλλων κτισμάτων οἷς οὐκ ἐπεφέρετο τὴν θείαν πρόνοιαν καὶ ἐποψίαν συστέλλει· ἴσως δ’ ἂν οὐκ ἂν εἴη οὐδὲ θεολογίας ἐπάξιον ἐν τῇ τῆς κτίσεως καταβολῇ τῇ ἀκτίστῳ καὶ μακαρίᾳ φύσει, ἤτοι τῷ παναγίῳ πνεύματι, χώραν ἐκνέμειν.

εἰ δὲ καὶ Σύρα γλῶσσα τὸ πανάγιον πνεῦμα τοῖς ὕδασιν ἐποχεῖσθαι βούλεται καὶ οἷον ἐπῳάζειν ταῦτα καὶ ζωογονεῖν, οὐκ ἂν καταγνοίην· ἀρκεῖν γὰρ ἐκείνοις εἰδέναι τέως τὸ πανάγιον πνεῦμα, ὅθεν ἂν καὶ δύναιντο, ζωογόνου τε καὶ δημιουργικῆς ὑπάρχειν οὐσίας καὶ δυνάμεως.

Ἀόρατος οὖν ἡ γῆ καὶ τὰ λοιπὰ τῶν στοιχείων κατά τε τὴν εἰρημένην αἰτίαν καὶ τὰς προαποδεδομένας, πλὴν μιᾶς, ὅτι τὸ ἐπιπροσθοῦν οὐκ εἶχον οὔτε τὸ ὕδωρ οὔτε ὁ ἀήρ. τὸ μέντοι σκότος εἴ τις μὴ στέρησιν τοῦ φωτός, ἀλλὰ τὸν ἀρχέκακον διάβολον ὑπολάβοι, ἄβυσσον δὲ τὰς ὑπ’ αὐτὸν πονηρὰς δυνάμεις, πόρρω τε τῆς ἀληθείας οὗτος πλανώμενος εἴη καὶ δυσσεβούσης ἀνάπλεως δόξης, μετὰ τοῦ μηδὲ δύνασθαι συνορᾶν εἱρμὸν διηγήσεως καὶ τάξιν καὶ ἀπαρίθμησιν τῶν κατ’ αἴσθησιν γενητῶν, ὧν ὁ Μωσῆς τὴν ἱστορίαν συνέγραφεν, καὶ ἀσωμάτου καὶ νοερᾶς φύσεως δημιουργίαν τε καὶ θεωρίαν καὶ καιρόν, ὃς ἀφορίζειν οἶδεν εὐτάκτως τὴν περὶ τούτων παράδοσιν. πνεῦμα δὲ θεοῦ ὁ ἀὴρ εἴρηται, καθάπερ καὶ τὰ λοιπά, οἷα δὴ κτίσμα καὶ ποίημα αὐτοῦ. ‘ἐξαποστελεῖ’ γάρ φησιν ‘τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα’, περὶ τηκομένης ἐκ τῶν νοτίων πνευμάτων λέγων χιόνος ὁ Δαυίδ. καὶ εἴη ἂν εἰρημένον ‘πνεῦμα θεοῦ’ ἐν ἴσῳ τῷ ‘ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν’· κἀκεῖνα γὰρ θεοῦ ὡς ποιήματα, καὶ τοῦτο ὁμοίως κτίσμα καὶ ποίημα τοῦ αὐτοῦ, διὸ καλῶς εἴρηται πνεῦμα θεοῦ.

Διὰ τί θηριάλωτα κρέα τοὺς ἀνθρώπους ἐσθίειν ἀποκωλύει; Παρηλλαγμένον διὰ τοῦ παρόντος προστάγματος νομοθετεῖ τὸν τῶν θηρίων εἶναι τρόπον καὶ τὸν ἀνθρώπινον βίον· οἷς γὰρ ἡ τράπεζα κωλύεται μία καὶ ἡ αὐτὴ εἶναι, τούτοις καὶ τὰ ἄλλα πάντα, ἤθη τε καὶ δίαιτα καὶ ὁρμαὶ καὶ πράξεις κατὰ πολὺ διαφέρειν συνεισάγεται νόμος. ἁρπάζει τὸ θηρίον καὶ πλεονεκτεῖ καὶ πρὸς τὰς ὁρμάς ἐστι προπετέστατον καὶ νόμους οὐκ οἶδεν φιλανθρωπίας καὶ κοινωνίας καὶ ἡμερότητος· τούτων ἁπάντων καθαρὸν καὶ ἀπηλλαγμένον εἶναι προσήκει τὸν ἄνθρωπον. ὡσαύτως δὲ καὶ κατὰ τὰ ἄλλα τῶν παθῶν ἀκρατές ἐστι τὸ θηρίον καὶ ἀχαλίνωτον· οὐκοῦν ἡ τῶν ἀνθρώπων πολιτεία δι’ ἐγκρατείας καὶ παιδαγωγίας ὁδεύουσα ταῦτα παράσχοι τῆς διαφορᾶς τὰ γνωρίσματα, καὶ τόν γε τούτοις ἀσήμαντόν τε καὶ ἀνεπίγνωστον τοῖς γνωρίσμασιν ὡς θηρίον καὶ θηριάλωτον καὶ τῆς ἡμέρου καὶ λογικῆς καταψευδόμενον φύσεως ἐκτραπήσεται.

Εἰ δὲ καὶ πρὸς καθαριότητα παιδεύειν τε καὶ ἀνάγειν φαίη τις διὰ τῆς ἀποχῆς τῶν θηριαλώτων τὸ κατ’ εἰκόνα θεοῦ διαπεπλασμένον φιλοτέχνημα καὶ βδελυρίας ἁπάσης παρασκευάζειν ἀμέτοχον, ὅση τε διαμολύνει τὴν γεῦσιν καὶ ὅση διὰ τῶν ἄλλων αἰσθήσεων πρόεισιν (ἡ γὰρ ἐπὶ τῆς μιᾶς παραφυλακὴ καὶ συντήρησις καὶ τὰς ἄλλας ὁμοίως τῆς ἀκαθαρσίας καὶ βδελυρίας καθαρεύειν δι’ ἐκείνης ἀσφαλίζεται), οὐδὲ τοῦτο ἂν εἴη τῆς πολιτικῆς προνοίας καὶ ἁγιοπρεποῦς ἀλλότριον καταστάσεως.

Πῶς νοητέον τὸ ‘οὐκ ὀφθήσῃ κενὸς ἐναντίον μου’; Τινὲς μὲν οὖν φασιν ὡς ἀπιόντα προσκυνῆσαι θεῷ δεῖ καὶ δῶρα προσάγειν ὧν ἡ χεὶρ εὔπορος, οὐχ ὡς ἐν χρείᾳ τούτων καθεστῶτος θεοῦ (τίνος γὰρ ἂν εἴη θεὸς προσδεής;) ἀλλ’ ὡς εὐεργετουμένου κἀνταῦθα τοῦ προσάγοντος· ἐν ᾧ γάρ τις ἀξιοῦται καρποφορεῖν θεῷ καὶ τὴν ἔνδον διὰ τῶν ἐκτὸς ἀνακαλύπτειν εὐσέβειαν καὶ συνάπτεσθαι διὰ μέσων τῶν μειλιγμάτων τὸ πλάσμα τῷ πλάσαντι, τοῦ μὲν ἵλεω δεχομένου, τοῦ δὲ πιστῶς καὶ προθύμως φέροντος, πῶς οὐκ ἂν εἴη θαυμαστῆς προνοίας καὶ εὐεργεσίας ἀπόλαυσις, καὶ τί ἂν ἄλλο, εἰ μὴ τοῦτο, εἴη πρὸς εὐεργεσίαν καὶ πρόνοιαν τῷ λογικῷ ζῴῳ σπουδαιότερόν τε καὶ τιμιώτερον, τί δὲ χαριέστερόν τε καὶ ἡδύτερον;

Εἴη δ’ ἂν προσφυέστερον μᾶλλον τὰς ἀρετὰς ἐνταῦθα καὶ τὴν εὐσέβειαν ἐννοεῖν, ὧν κενὸν οὐδέποτε δεῖ κατ’ ἐνώπιον ὁρᾶσθαι θεοῦ· ὁ γὰρ ἀρετῆς καὶ εὐσεβείας κεκενωμένος, κἂν δοκῇ προσιέναι θεῷ, οὔτ’ ἂν ὄψεται θεὸν οὔτε ὀφθήσεται ὑπ’ αὐτοῦ· ὁ γὰρ ἀσεβὴς οὐκ ὄψεται δόξαν θεοῦ, οὐδὲ διηγήσεται ὁ ἁμαρτωλὸς τὰ δικαιώματα αὐτοῦ, ἀλλ’ οὐδὲ γινώσκει κύριος, οὐδ’ εὐμενείας ὄμματι καὶ οἰκειώσεως καθορᾷ τοὺς τῆς ἀνομίας ἐργάτας. ἀναγκαῖον οὖν ὡς δῶρα τὰς ἀρετὰς καὶ τὴν εὐσέβειαν ἐν ψυχῇ φέροντας, οὕτω προσιέναι θεῷ, καὶ τὸ πρόσταγμα πληροῦν τὸ δεσποτικὸν τὸ παρακελευόμενον ‘οὐκ ὀφθήσῃ κενὸς ἐναντίον μου’.

Πρέποι δ’ ἂν κἀν τοῖς περὶ θεοῦ καὶ θείων ζητήμασι μὴ κενὸν εὐλαβείας μηδὲ πνευματικῆς ἀνακρίσεως εἶναι· ‘ὁ γὰρ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος’, οὐδὲ ὁ ἰταμῶς ἐπιρρίπτων ἑαυτὸν τοῖς θεοπρεπέσι ζητήμασιν οὐμενοῦν οὐκ ἂν ἀνιχνεύσῃ τὴν ἀλήθειαν (‘ζητεῖτε’ γάρ φησιν ‘καὶ οὐ λαμβάνετε, διότι κακῶς ζητεῖτε’), ὁ μέντοι πνευματικῶς καὶ σὺν εὐλαβείᾳ διασκοπῶν τε καὶ ἐπιζητῶν τὰ τοῦ πνεύματος, οὗτος εἰς εὕρεσιν τῆς ἀληθείας ἀφίξεται καὶ τῆς σπουδῆς οὐ διαψευσθήσεται· ἀψευδὴς γάρ ἐστιν ὁ ὑποσχόμενος ‘αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν’.

Πῶς οὐκ ἔστιν ἐναντίον τὸ λέγειν ‘ἰδοὺ πάντα καλὰ λίαν’ καὶ τὸ μετὰ ταῦτα ἐπιδιελεῖν καὶ τὰ μὲν τῶν ζῴων καθαρὰ λέγειν, τὰ δὲ ἀκάθαρτα; Πολλὰ μὲν οὖν ἄν τις εἴποι περὶ ταύτης τῆς ζητήσεως· καὶ γὰρ καὶ τῶν πρὸ ἡμῶν οὐκ ὀλίγοι ταύτην ἐπελύσαντο. εἴποι δ’ ἄν τις οὐ πόρρω τῆς ἀκριβείας φερόμενος, ὡς οὐκ ἀντίκειται ἀλλήλοις τό τε καθαρὸν καὶ τὸ καλόν· τῷ μὲν γὰρ καλῷ τὸ κακόν, τῷ δ’ ἀκαθάρτῳ τὸ καθαρὸν διαμάχεται, ἀκάθαρτον δὲ καὶ καλὸν οὐκ ἂν εἴη τῇ γε ἀκριβείᾳ μαχόμενον. εἰ μὲν οὖν εἰπὼν ἔμπροσθεν πάντα καλὰ λίαν, ὕστερον ἐπήγαγεν τὰ μὲν αὐτῶν εἶναι καλά, τὰ δὲ φαῦλα, τοῦτο ἂν εἴη παρέχον τὸ ἄπορον· ἐπεὶ δὲ καλὰ λίαν εἰπὼν τὰ μὲν αὐτῶν ἔφησεν καθαρά, τὰ δὲ ἀκάθαρτα, τὴν μάχην διέφυγεν.

Ἀλλ’ οὕτω μὲν ἂν κοινότερον ἄν τις εἴποι καὶ λογικώτερον. ἐκεῖνο δὲ δεῖ συνιδεῖν, ὡς τὸ μὲν καλὰ λίαν πάντα εἶναι ἐπὶ τῆς τῶν δημιουργηθέντων φύσεως εἴρηται, τὸ δὲ καθαρὸν καὶ ἀκάθαρτον ἐπὶ τῆς παρὰ τῶν ἀνθρώπων χρήσεως. χρῆσις δὲ καὶ φύσις παμπόλλην ἔχουσι τὴν διαφοράν· πολλὰ μὲν γὰρ τῇ φύσει ἐστὶ λίαν χρηστά, τοῖς χρωμένοις δὲ γίνεται λίαν πονηρά, οὐ παρὰ τὴν ἑαυτῶν φύσιν, ἀλλὰ παρὰ τὴν τῶν χρωμένων φαυλότητα. καὶ ἵνα τοῖς προκειμένοις ἡ πίστις καὶ ἑτέρωθεν ἐπιστῇ, αὐτίκα ὁ οὐρανός, τὸ θαυμαστὸν τοῦτο καὶ σοφὸν φιλοτέχνημα, τῶν λίαν ἐστὶ καλῶν, τοῖς δὲ ζῷον ἔμψυχον αὐτὸ καὶ λογικὸν καὶ θεὸν ἀναπλάσασι καὶ ἀντὶ τοῦ δημιουργοῦ τῷ δημιουργήματι τὸ σέβας ἀνάψασι, καὶ οἷς ἐξὸν μὲν χρῆσθαι ὡς κτίσματι πρὸς δόξαν τοῦ κτίσαντος, οἱ δὲ παραχρώμενοι δεσπότην ἐποίησαν τὸ ὁμόδουλον, τούτοις δὴ τούτοις τὸ κάλλιστον τῇ φύσει ὀλέθριόν τε καὶ κάκιστον ἀναδείκνυται, οὐδὲν μὲν αὐτὸ τῆς οἰκείας καὶ ἐμφύτου καλλονῆς ἀποβαλόν, παρὰ δὲ τὴν ἀγνώμονα τῶν ὁμοδούλων τόλμαν καὶ παράχρησιν ἔσχατον αὐτοῖς κακὸν γεγονός· οὕτως ἕτερόν ἐστι φύσεως καλλονὴ καὶ χρῆσις ἀπρόσφορος. πάντα μὲν οὖν καλὰ λίαν τῷ λόγῳ τῆς φύσεως, ἡ δὲ τούτων χρῆσις οὔτε πᾶσι καλὴ οὔτε πάντων ὁμοία, οὐ μόνον πρὸς τὴν ἀνθρωπίνην παραβαλλομένη φύσιν, ἀλλ’ οὐδὲ τῶν ἄλλων πρὸς ἄλληλα.

Τάχα δὲ οὐδ’ ἡ λύσις αὕτη πρὸς τὴν ἰδιάζουσαν κατῆλθε σαφήνειαν, ἀλλ’ ἔτι δεῖ κατιέναι πλησιαίτερον. διό φαμεν τὸ μὲν καλὰ λίαν εἶναι πάντα εἰς τὸν τῆς δημιουργίας καὶ τὸν τῆς φύσεως λόγον ἀναφέρεσθαι, τὸ δὲ τὰ μὲν αὐτῶν εἶναι καθαρά, τὰ δὲ ἀκάθαρτα, οὔτε εἰς τὸν τῆς δημιουργίας οὔτε μὴν εἰς τὸν τῆς φύσεως, ἀλλ’ εἰς τὸν τῆς θυσίας καὶ τῆς ἀνθρωπίνης ὑπολήψεως. δημιουργία δὲ καὶ φύσις πρὸς ὑπόληψιν καὶ θυσίαν οὐδὲ ῥητῷ μέτρῳ διατειχίζεται, μάλιστά γε τῶν θυσιῶν καὶ τῶν ὑπολήψεων οὐχὶ τῶν αὐτῶν διὰ παντὸς ἐπὶ τῆς αὐτῆς ἱσταμένων κρίσεως, καὶ ὅτι οὐδ’ ἀπ’ ἀρχῆς τῆς δημιουργίας τὰ μὲν καθαρά, τὰ δὲ ἀκάθαρτα διεστέλλετο, ἀπό τινος δὲ περιστάσεως τὴν διαφορὰν ταύτην ἐδέξατο. Αἰγυπτίων γάρ, ἐν οἷς τὸ Ἰσραηλιτικὸν ἔθνος ἐθήτευεν, πολλὰ τῶν ζῴων εἰς θεῶν ἀναφερόντων σέβας, ἐπειδήπερ αὐτοῖς λίαν οὖσι καλοῖς κακῶς ἐκέχρηντο, ἵνα μὴ καὶ τὸ Ἰσραηλιτικὸν γένος εἰς ἐκείνην τὴν φαύλην ἀπενεχθῇ χρῆσιν καὶ τὸ θεῖον σέβας τοῖς ἀλόγοις περιάψῃ, ἀκάθαρτα ταῦτα νομοθετῶν ὁ Μωσῆς δικαίως ὠνόμασεν· μέτοχον γὰρ ἀκαθαρσίας οὐκ ἀπὸ τῆς δημιουργίας, ἄπαγε, οὐδ’ ἡ φύσις εἶχεν τὸ ἀκάθαρτον, ἀλλ’ ὅτι οὐ καθαρῶς, μᾶλλον δὲ βεβήλως λίαν καὶ ἀνιέρως τὸ Αἰγύπτιον ἔθνος τούτοις ἀπεχρήσατο.

εἰ δὲ καί τινα τῶν θεοποιουμένων παρὰ τοῖς Αἰγυπτίοις ὁ Μωσῆς, ὥσπερ τὸν βοῦν καὶ τὸν τράγον, εἰς τὴν τῶν καθαρῶν τάξιν ἀπέκρινεν, οὐδὲν οὔτε παρὰ τὴν προκειμένην θεωρίαν οὐδὲ παρὰ τὸν οἰκεῖον σκοπὸν διεπράξατο· καὶ γὰρ τῶν θειαζομένων παρ’ αὐτοῖς τὰ μὲν βδελυκτὰ καλέσας, τὰ δὲ σφαγῇ καὶ αἵματι καὶ ἀναιρέσει δούς, τῆς τούτων λατρείας τοὺς Ἰσραηλίτας καὶ τῆς αὐτόθεν αὐτοῖς ἀναφυομένης βλάβης ὁμοίως ἀπεκώλυσεν· οὔτε γὰρ τὸ βδελυκτὸν οὔτε τὸ σφαγιαζόμενον καὶ θοίνῃ προκείμενον οὐκ ἂν νομισθείη τοῖς οὕτω περὶ αὐτὰ διακειμένοις θεός.

Ἡ μὲν οὖν δημιουργία τοῦ θεοῦ τὰ δημιουργήματα πάντα λίαν καλὰ προηγάγετο καὶ ἡ φύσις πάντων ἔχει τὸ ἄριστον· ἀνθρώπων δὲ παράλογοι καὶ ἔκθεσμοι χρήσεις πολλὰ τῶν δημιουργηθέντων βεβηλώσασαι, τὰ μὲν ἀκάθαρτα καὶ νομίζεσθαι καὶ καλεῖσθαι παρεσκεύασαν, τὰ δέ, κἂν τὴν ἀπὸ τῆς ἀκαθαρσίας κλῆσιν διέφυγεν, ἀλλ’ οὖν παρέσχον αἰτίαν τῷ θεόπτῃ συνιδεῖν ἑτέρᾳ μεθόδῳ καὶ ταῦτα τῆς βεβηλώσεως ἐκτεμεῖν, καὶ δι’ ἑκατέρου τρόπου τῶν Ἰσραηλιτῶν τῆς διανοίας τό τε πολύθεον ἐξελεῖν καὶ τὸ ἀκατάγνωστον πραγματεύσασθαι. καὶ γὰρ καὶ κλῆσις ἀκάθαρτος καὶ χρῆσις εἰς γαστέρα τὸ θυόμενον παραπέμπουσα οὐδὲν θεῖον οὐδὲ σεπτὸν ἐννοεῖν περὶ αὐτῶν, ἀλλ’ οὐδὲ ψιλήν τινα φαντασίαν παραχωρεῖ ἀναδέχεσθαι.

Εἰ δέ τις ἐρεῖ, ‘πῶς οὖν τῷ Νῶε, τῆς Μωσαϊκῆς νομοθεσίας οὔπω δοθείσης, καθαρὰ καὶ ἀκάθαρτα διακρίνειν καὶ συνεισάγειν τῇ κιβωτῷ προστετάχθαι εἴρηται;’ ἴστω ὡς οὐδὲν μάχεται. πρόληψις μὲν γάρ ἐστι τὸ σχῆμα· καὶ εἰ μὴ ἐξ ὧν τότε ἐγνωρίζοντο τὰ ζῷα, ἀλλ’ ἐξ ὧν ἔσχατον ἐπεγνώσθησαν, ὠνομάσθησαν, οὐδὲν παρὰ τὸ τοῦ εἰρημένου λόγου ἰδίωμα. καὶ γὰρ καὶ τὴν Γένεσιν οὐχὶ Νῶε γράφει, ὃς τῆς νομοθεσίας ὑπῆρχε πρεσβύτερος, ἀλλὰ Μωσῆς, ὁ περὶ καθαρῶν καὶ ἀκαθάρτων νόμον ἐκθέμενος· εἰ δὲ καὶ ἃ νόμος ὕστερον ἔθετο, ταῦτα τῷ Νῶε προανεκηρύττετο, θαυμαστὸν οὐδέν, ἐπεὶ καὶ τοῦ κοινοῦ ναυαγίου μήπω συστάντος τὴν γνῶσιν λαβὼν εἶχεν ἀδίστακτον. πῶς οὖν συνῆκεν, καθαρῶν καὶ ἀκαθάρτων διαφορὰν ἐνωτιζόμενος, διάκρισιν τούτων καταπράξασθαι; τοῖς ἐγγὺς εἰρημένοις καὶ τοῦτο συμπεριείληπται· ὁ γὰρ τὸ παγκόσμιον ναυάγιον πρὶν ἐπιστῆναι διαγνοὺς καὶ σπέρμα τῷ ἀνθρωπίνῳ γένει διασώσασθαι παρὰ θεοῦ χάριν εἰληφώς, οὗτος οὐδὲ τὴν τῶν καθαρῶν καὶ ἀκαθάρτων διάγνωσιν ἄνωθεν λαβεῖν, εἰ καὶ τῶν ὀνομάτων ἡ χρῆσις οὐκ ἐπεχωρίαζεν, οὐμενοῦν οὐδαμῶς ὑστερίζων ἦν.

Διὰ τί τῆς αἱρέσεως ἀφιστάμενος ὁ ἄνθρωπος, τὸν βίον οὐκ ἔχων ἐπίμωμον, πρὸς ἱερωσύνην ἀνέρχεται· ὁ δὲ κηλίδων σωματικῶν γεγονὼς ὑπεύθυνος, κἂν τῶν ἀθεμίτων ἀποστῇ πράξεων, πρὸς τὸ τῆς ἱερωσύνης τέλος οὐκ ἀνάγεται; Τὸ δ’ εἰς ἀπορίαν ἀναγόμενον πρόβλημα, τί δήποτε, τῶν πλημμελημάτων τὸ χαλεπώτατον λιπών, τὴν αἵρεσιν, ἄνθρωπος εἰς ἱερωσύνην μὴ τῶν ἄλλων ἔργων μαχομένων παραγγέλλειν δύναται, ὁ δ’ ὀρθόδοξον φέρων τὸ φρόνημα, ἐμφυλίῳ τὴν χεῖρα μιάνας αἵματι ἢ τάφους ἀνορύξας ἢ κατενεχθεὶς μέχρι σώματος εἰς ἐνοχλοῦσαν ἡδονὴν ἢ ἄλλης τινὸς οὐκ εὐαγοῦς πράξεως ἔνοχος γεγονώς, οὐκέτι, οὐδὲ πρὸς μετάνοιαν ἐπιστρεφόμενος οὐδὲ διδοὺς πληροφορίαν μὴ διστάζουσαν τοῖς ἀδεκάστως κρίνουσι τῶν μολυσμάτων κεκαθάρθαι· ἀλλὰ γὰρ οὐδεὶς τῶν τοιούτων, μηδὲ τῶν ἄλλων ἀρετῶν ἐπιμαρτυρούντων, οὐμενοῦν οὐ νομίζεται τῆς ἱερωσύνης ἐπάξιος.

Τὸ μὲν οὖν ζήτημα παλαιόν τε καὶ τὴν τοιαύτην προαγωγὴν οἰκειούμενον· εἰ δέ τινες ὀρθῶς ἐπελύσαντο, ἡδέως ἂν αὐτῶν μαθητὴς γενοίμην. διδάξαιμι δ’ ἂν ἴσως, εἰ καὶ μὴ ἄλλους, σὲ δὲ πάντως, ὡς ὅσοι μὲν δυσσεβεῖν εἵλοντο γνώμης προῆλθον οὐχ αἱρουμένης τὸ φαῦλον, ἀλλ’ ἐπιζητούσης τὸ ἄμεινον, ἀποσφαλέντες δὲ τοῦ ἱεροῦ τῶν κρειττόνων ἔρωτος πρὸς τὸ χεῖρον, ὃ μὴ προέθεντο, ἀπηνέχθησαν. ἡ μὲν οὖν ἀπ’ ἀρχῆς ὁρμὴ τούτοις ἤνθει τὸ ἀγαθόν, ἡ δ’ ἀποτυχία δύναιτ’ ἂν καταφεύγειν εἰς τὸ τῆς φύσεως ὑπομαραινόμενον καὶ ἀσθενές. καὶ οὗτοι μέν, τῶν χειρόνων μεταναστάντες, εὐμενῶς αὐτοῖς ὁρῶσι τὴν συγγνώμην ἐπιβλέπουσαν· οἱ δέ, φαῦλον μὲν εἰδότες ἀπ’ ἀρχῆς τὸ πραττόμενον, πρὸς ἐκεῖνο δὲ τὸν νοῦν ἀπερείδοντες, πολλὴν κατ’ αὐτῶν παρέχονται τοῖς πρὸς εὐσέβειαν μεταβαλλομένοις τὴν ὑπεροχήν. οἱ μὲν γὰρ ὁρμῆς ἀντείχοντο τῆς ἀγαθῆς, εἰς τοὐναντίον δὲ μὴ τοῦτο προθέμενοι παρεσύρησαν, τοῖς δὲ τῶν τε φαύλων ἦν ἡ κατ’ ἀρχὰς αἵρεσις καὶ κατὰ σκοπὸν συνέβαινεν ἡ ἀπώλεια· καὶ τοῖς μὲν οὕτως ἐδόκει τὸ δοξαζόμενον βέλτιστον ὡς ἐπιγαυριᾶν τε τῇ δόξῃ καὶ θάνατον ἔστιν ὅτε προαιρεῖσθαι τῶν δεδοξασμένων τῆς ἐξομόσεως, τοῖς δὲ τὸ κακὸν ἐπὶ τοσοῦτον ἐγνωρίζετο ὡς καὶ μηδενὸς ἔξωθεν συνειδότος καθ’ ἑαυτοὺς ἐπερυθριᾶν τῇ πράξει καὶ εὐχῆς ἔργον εἶναι νομίζειν λαθεῖν ἅπαντας.

Ἐξ ὧν οὖν τοῖς μὲν ἀπ’ ἀρχῆς ἀγαθὸς ἦν ὁ σκοπός (πρὸς γὰρ τὸ ἄριστον ἔβλεπον) καὶ ἡ μεταβολὴ προϊοῦσα δι’ ἐπιγνώσεως ἐπὶ στερρᾶς κρηπῖδος ἐβάλλετο, τῆς ἀληθοῦς αὐτὴν πηγνυμένης διακρίσεως, ἀσάλευτον οὗτοι κατὰ τὸ πλεῖστον τηροῦσι τῆς ἐπὶ τὴν εὐσέβειαν μεταβολῆς τὸ κραταίωμα, τοῖς δὲ φαύλη τε ἦν ἐξ αὐτῆς κινήσεως ἡ ὁρμή (οὐ γὰρ ἠγνόουν ἀτόπων ἁπτόμενοι) καὶ τῆς μεταθέσεως γεγενημένης μέν, οὐκ ἐχούσης δὲ τῷ ἀμεταθέτῳ στηρίζεσθαι (οὐδὲν γὰρ τῶν προεγνωσμένων οὗτοι πλέον προσειλήφεσαν, ἐν οἷς ἂν καὶ ἑδρασθεῖεν σταθερώτερον), ἀλλ’ ἐπισκιρτώσης τῷ αὐτοδεσπότῳ τῆς γνώμης πρὸς ἑκάτερα ἄδηλόν τε τὴν κρίσιν παρεχομένης ἐφ’ ᾧ ῥέψειεν, εἰκότως οὐκ ἔστιν αὐτοῖς πίστιν ῥᾷον παρασχεῖν ὡς οὐ μηκέτι εἴησαν εἰς τὴν προτέραν ἐπανιόντες φαυλότητα.