Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Επιστολές εξορίας και ποιμαντικής μέριμνας

Συλλογή επιστολών προς αξιωματούχους και κληρικούς, όπου ο ιερός Φώτιος εκφράζει την πικρία του για τις άδικες διώξεις, παρέχοντας ταυτόχρονα πνευματικές νουθεσίες και παρηγορία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 34

Βάρδᾳ μαγίστρῳ πατρικίῳ καὶ κουροπαλάτῃ Ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προστίθεσθαι ἄλγημα τῆς μὲν ἐμῆς ἴσως ἀθλιότητος ἄξιον, τῆς δ’ ὑμετέρας συμπαθείας καὶ περὶ ἡμᾶς διαθέσεως ἀνάξιον· καὶ εἴ τις πεισθείη μὴ κατὰ γνώμην ὑμῶν ταῦτα συμπεσεῖν ἡμῖν, ἀλλά γε τὸ ὑμῶν ἐξουσιαζόντων καὶ ἰσχυόντων ταῦτα πάσχειν ἡμᾶς, ἐπεὶ τοῦτο βλέπουσιν, οὐδεὶς ἂν μεταπεισθείη. παρελογίσθημεν, ἐξυβρίσθημεν, ἠτιμώθημεν, ἐπηρεαζόμεθα, ἐπιβουλευόμεθα. ἀλλὰ πληγὰς οὐκ ἐλάβομεν. ἐλάβομεν· καὶ τὸ χαλεπώτερον, οὐκ ἐπὶ σώματος, ὃ καὶ πᾶσι φαίνεται καὶ τὸν ἀδικοῦντα ἐλέγχει καὶ πολλὴν παραμυθίαν τὴν ἀπὸ τῶν ὁρώντων καὶ οἰκτειρόντων εἰσάγει συμπάθειαν. ἐλάβομεν πληγὰς ἐπὶ ψυχὴν αὐτήν, δι’ ἣν καὶ τὸ σῶμα νόσῳ μαστίζεται· καὶ ὁ τύπτων ὡς μὴ ἀδικῶν οὐκ αἰσχύνεται, καὶ ὁ τυπτόμενος προσθήκην δέχεται τιμωρίας ἐπὶ τῇ τῶν πληγῶν ὀδύνῃ τὴν ἀπὸ τοῦ λανθάνειν ἀσπλαγχνίαν. λανθάνει γὰρ τοὺς πολλοὺς τὸ τοιοῦτον εἶδος τῆς κολάσεως, ὃ καὶ τὸν κολάζοντα πλέον εὐθυμεῖ καὶ ἀμετανόητον ἀποτελεῖ καὶ τὸν κολαζόμενον μᾶλλον δαπανᾷ, εἰ καὶ τὸν μισθὸν μείζω προξενεῖ.

Ἀλλὰ ταῦτα μὲν ὑπὲρ Χριστοῦ καὶ θείων νόμων ὑπέστημεν ἔμπροσθεν· καί γε χάρις θεῷ τῷ πλέον αὔξοντι τὸν μισθὸν ἐν τῇ τοῦ λανθάνειν ἀθυμίᾳ καὶ τῇ τῶν παθῶν ἀδοξίᾳ. καὶ ᾔδειν μὲν ἐμαυτὸν ταῦτα παθεῖν εὐθὺς ἀρχομένου τοῦ ἀγῶνος· ἤλπιζον δὲ καὶ πρὸ τοῦ πάθους καὶ πρὸ τοῦ ἀγῶνος (εἰ δὲ μὴ τἀληθῆ λέγω, πάθοιμι παρ’ αὐτῶν ὧνπερ ἔπαθον χείρονα)· ἤλπιζον μέν, ὡς ἔφην, ἅπερ ἔπαθον, λυποῦμαι δὲ πάσχων ὑπὸ τοιούτων. τὸ μὲν γὰρ ἐμὸν τέλος θεῷ ὥρισται, καὶ δέχομαι χαίρων ὁποῖον ἂν ᾖ τὸ ποτήριον· καὶ οὐχ ὑπὲρ ὧν πάσχω, ἀγανακτῶ, ἀλλ’ ὧν με δεῖ παθεῖν καὶ τὰ λείποντα ἐπιζητῶ, εἰ καὶ χωρὶς ἀλγηδόνος ταῦτα φέρειν ἀδυνατῶ· ἀνθρωπίνη γὰρ φύσις ἀναλγήτως πάσχειν οὐ πέφυκεν. καὶ περὶ μὲν τῶν ἐπισκηψάντων ἢ καὶ ἐπισκηψόντων ἔτι ἐμοὶ οὕτω με δεῖ φρονεῖν, καὶ λογίζομαι· τιμωροὺς δὲ τῶν ἀδικούντων, ἀλλ’ οὐκ ἀρχηγοὺς τῶν ἀδικημάτων ὑμᾶς εὐχόμην εὑρεῖν. ἀλλ’ οὔτε ἐμὲ φυγεῖν ἐστιν ἅ με δεῖ παθεῖν, οὔτε τὴν ἑτέρων εὐχήν, ἑτέρων γνώμην ἀκόντων μεταβαλεῖν.

Καὶ τοσαῦτα μὲν πεπόνθαμεν ἔμπροσθεν· ὥσπερ δὲ λείποντος τοῦ κακοῦ προσεπινοεῖται καὶ τρόπος ἄλλος κακώσεως, καὶ κακοῦνται δι’ ἡμᾶς ἕτεροι, καὶ λιμαγχονεῖται κλῆρος καὶ τῶν ὑπὸ χεῖρα τὸ ἐπισημότερον· ἵν’ ἐφ’ ἡμῶν ὑποστῆναι τὴν συμφορὰν καὶ λέγοντες καὶ μνημονεύοντες τὸν ὀνειδισμὸν καὶ τὴν ἀρὰν ἐπὶ κεφαλὴν ἡμῶν ἀναφέρωσιν. ἐῶ γὰρ εἰπεῖν ὅτι καὶ ἡμῖν ἡ μᾶζα μέτρῳ προσρίπτεται, καὶ ἀφαιρεῖται ἀφ’ ἡμῶν τὸ ἥμισυ τῆς ἀρχῆς, καλῶς γε ποιούντων τῶν ἀφαιρούντων καὶ τέχνῃ τὸν καθ’ ἡμῶν διωγμὸν ἐπινοούντων. ἀλλ’ εἰ τὴν ἡμετέραν πληροῦντες αἴτησιν (λέγω δὴ τὸ ἐλευθερωθῆναι ἡμᾶς τοῦ ζυγοῦ καὶ τοῦ φορτίου τούτου) ταῦτα πεποιήκασιν (ἴσως γὰρ καὶ τοῦτο παίζουσι καθ’ ἡμῶν), χάρις μὲν αὐτοῖς ὑπὲρ ὧν ἀφεῖλον, λυποῦσι δὲ ὑπὲρ ὧν κατέλιπον, καὶ βραδύνοντες πρὸς τὴν ἀφαίρεσιν τοῦ λοιποῦ πλέον ἀνιῶσιν, ὥσπερ οἱ καταλιμπάνοντες τὸν ὑπ’ αὐτῶν ἀναιρούμενον ἡμιθανῆ καὶ ἡμίτομον ἢ οἱ ἀθρόως ἀναιροῦντες· ἑκάτερος μὲν γὰρ αὐτὸν ἀναιρεῖ, ἀλλ’ ὁ μὲν τῆς ὀδύνης οὐ παρατείνων τὴν αἴσθησιν, ὁ δὲ ζημίαν ὥσπερ ἡγούμενος εἰ θανάτῳ μόνῳ παραπέμψει τὸν ἄνθρωπον, μὴ πολλὰ πρότερον στρεβλώσας τε καὶ μελίσας, καὶ πολλαπλοῦν αὐτῷ τῇ δριμύτητι τῶν ἀπὸ τῆς κολάσεως ἀλγηδόνων κατασκευάσοι τὸν θάνατον.

τοιοῦτόν ἐστιν ὁρᾶν καὶ τὸ ἡμέτερον· τιμωρούμεθα καθ’ ἑκάστην καὶ πληττόμεθα· νυνὶ δὲ καὶ ἡμίτομοι γεγόναμεν, καὶ ὡς ἔοικεν, ὅτι τὸ ὅλον ἀποθέσθαι ᾐτησάμεθα, τούτου χάριν τὸ ἥμισυ ἀφῃρήμεθα· εἰ δὲ τὴν διαίρεσιν τῆς ἀρχῆς ἐζητήσαμεν, εἰς τὸ ὅλον ἂν εἰσηκούσθημεν.

Ἀλλ’ οὔτε τὸν ἡμίτομον ζῆν ἐστιν δυνατὸν οὔτε ἡμᾶς ἐνταῦθα μένειν οὕτω διαιρεθέντας, αἰσχύνην καὶ ὄνειδος οὐ τοῖς πρὸ ἡμῶν γεγενημένοις, ἀλλά γε καὶ τοῖς μεθ’ ἡμᾶς, εἴπερ ἄρα καὶ εἶεν ὅλως τινὲς ἡμῶν ἀθλιώτεροι, οἳ μεθ’ ἡμᾶς ἀνθ’ ἡμῶν τουτονὶ τὸν ζυγὸν ὑπελεύσονται. ἐξερχόμεθα τοῦ τόπου—παυέτω φθόνος· —εἰ δὲ μὴ λυποῦμέν τινας, μᾶλλον δὲ εἰ μὴ κἀν τούτῳ γραφόμεθα, καὶ τὸν κονιορτὸν ἐκτινάσσοντες. ἀποτιθέμεθα τὸν θρόνον· ἀποτιθέσθωσαν τὸν καθ’ ἡμῶν δόλον, τὰς ἐπιτηρήσεις, τὰς ἐνέδρας, τὰς ἐπιβουλάς. ὦ δίκη καὶ νόμοι καὶ θεοῦ κριτήρια· ὅτι μὴ πατοῦμεν ὑμᾶς, ἀδικοῦμεν, καὶ ὅτι στέργομεν, οὐ φιλούμεθα, καὶ ὅτι ὑπὲρ ὑμῶν ἱστάμεθα, διχαζόμεθα· καὶ πλάττονται λόγοι, καὶ ὁ καθ’ ἡμῶν τι καινότερον ἐπινοῶν, οὗτος ὁ νουνεχὴς καὶ δραστήριος, ὁ δὲ συλλυπούμενος ἐχθρὸς καὶ παραβάτης νόμων εἰσάγεται, κἂν ἀδελφὸς ᾖ καὶ τὴν φύσιν ἔχῃ κινοῦσαν πρὸς ἔλεον. ποῖόν τις ὑπενέγκῃ ῥᾳδίως; ὅτι παρορᾶται; ὅτι ἐξυβρίζεται; ὅτι κριτὰς ἔχομεν τοῦ βίου τοὺς πρὶν ἐπαινέτας καὶ οἳ χάριν ὡμολόγουν, εἰ μὴ παρ’ ἡμῶν κατεκρίνοντο; ὅτι τῶν φίλων χωριζόμεθα; ὅτι τῶν ἀδελφῶν ἀποσπώμεθα; πρὸς ποῖα τούτων τις ὑποστήσεται;

Ἀλλ’ ἐρεῖ τις μὴ δεῖν ἀθυμεῖν, Χριστοῦ πάθη καὶ Χριστὸν αὐτὸν εἰς μέσον ἄγων καὶ τοὺς ὑπὲρ αὐτοῦ μάρτυρας. ἄν μοι καὶ τὸν προδότην δείξῃ καὶ τὴν κουστωδίαν καὶ τοὺς τυράννους, πολλὴν οὗτος τὴν εὐθυμίαν χαρίσεται· μέχρι δ’ ἂν μὴ φανῶσιν οὗτοι, λόγῳ πλάττων τὴν ὁμοιότητα ἀσθενῆ τὴν παραμυθίαν παρέχεται. εἰ μὲν οὖν πλειόνων ξεσμάτων ἔτι καὶ χωνευτηρίων ὁ ἡμέτερος ἀνδριὰς πρὸς κάθαρσιν δεῖται, καὶ ξυέσθω καὶ τηκέσθω καὶ χωνευέσθω, Χριστοῦ διδόντος ὑπομονὴν καὶ τῇ ἀσθενείᾳ τῆς φύσεως τὴν βάσανον συμμετροῦντος· εἰ δ’ ἡ ὑπερβολὴ τῶν κολάσεων φθάνει δαπανῶσα τὴν δύναμιν (οὐκ ἐμὸν γὰρ εἰπεῖν εἰ κεκάθαρται), ὁ πλάστης ῥυέτω τὸ πλάσμα τῆς βασάνου καὶ μηδεὶς ἡμῶν ἕνεκα ὀφθήτω μήτε προδότης μήτε κουστωδία μήτε τύραννος, εἴησαν δὲ πάντες ἐκλεκτοὶ θεοῦ καὶ τῆς ἄνω δόξης ἐπάξιοι.

Τῷ αὐτῷ, πρεσβεία ὑπὲρ Χριστοδούλου ἀσηκρῆτις κινδυνεύσαντος Εἰ καὶ νῦν ὀχληρὸς εἶναι δόξω καὶ περιττὸς τὸ φιλάνθρωπον, ἀλλὰ τό γε ἐμαυτοῦ ποιεῖν οὐκ ἀφέξομαι, ἴσως μὲν εἰς ἀέρα δέρων καὶ μάτην πονῶν (ταῦτα γάρ με λογίζεσθαι τὸ πολλάκις διαμαρτεῖν τῆς ἐλπίδος παρεσκεύασεν), ὅσον δ’ εἰς ἐμὴν ἰσχὺν ἧκεν τὸ χρέος πληρῶν. ἄνθρωπος πένης παίζων ἔπραξεν τὰ συνήθη αὐτῷ· ἔπαιξεν γάρ, εἰ καὶ μὴ πρὸς οὓς ἔδει μηδ’ οἷα κωμικευσάμενος· μέθη κορυφαῖος ἦν, ᾧ τὰ πολλὰ περιπίπτοντες ἄνθρωποι σφάλλονται. ἔδωκεν τῆς ἀκολάστου γλώσσης δίκας, κόλασιν πικρὰν ὑποστάς, τοὺς ἐν τῷ σώματι σφοδροὺς αἰκισμούς· στήτω μέχρι τούτου τὰ τῆς τιμωρίας. ὁ τοῦ θεοῦ ναὸς ἱερὸς καὶ πᾶσι τοῖς εὐσεβέσιν ἄσυλος, πρὸς ὃν οὗτος κατέφυγεν· πρεσβεύει ὑπὲρ αὐτοῦ ὁ τοῦ ναοῦ ἱερεύς, τὸ τοῦ πταίσματος εὐτελές, εἰ βούλει δὲ καὶ τὸ ‘ἄφετε καὶ ἀφεθήσεται ὑμῖν’ καὶ τὸ ‘ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν’.

Ἰωάννῃ πρωτοσπαθαρίῳ καὶ στρατηγῷ Πελοποννήσου Ἄνω ποταμῶν ἡ παροιμία ἐπὶ καιροῦ ἂν φαίη τὰ πράγματα. Ἰωάννης ὁ καλός τε καὶ ἀγαθὸς ἐξαίφνης (ἔτι γὰρ εὐλαβοῦμαι αὐτὸ τοὐναντίον εἰπεῖν) οὐκ ἔστιν οἷόσπερ ἦν οὐδ’ οἷον αὐτὸν μένειν εὐχόμεθα· ἀλλ’ ἐνταῦθα ἡλικίας ἐλθὼν καὶ πρὸς δυσμὰς ἐλαύνων βίου μεταβέβληται. ἔρρει τὰ καλά, τέθνηκε δ’ ἀρετή, καὶ λήθης φιλία τάφῳ καλύπτεται· καὶ φίλος ἐκεῖνος, οὐχ ὅστις ἐξ ὅλου λέγει τοῦ νοῦ καὶ ἀδόλως διὰ βίου μένει φιλῶν, ἀλλ’ ὅστις ὑφάλῳ γνώμῃ κατὰ πρόσωπον μὲν ἡδέως γαληνιῶν ὁμιλεῖ, ἔξω δὲ γενόμενος ὀφθαλμῶν τρικυμίας ἁπάσας ἐγείρει πονηριῶν.

Βάρδᾳ μαγίστρῳ πατρικίῳ καὶ κουροπαλάτῃ περὶ κληρικοῦ τοῦ Βλασίου κινδυνεύσαντος Ἤιδειν ἐγὼ καὶ πρὸ πείρας ἀνάξιον ἑαυτὸν καὶ τοῦ ἀρχιερατικοῦ βαθμοῦ καὶ τῆς ποιμαντικῆς ἐγχειρήσεως· διὰ τοῦτο γὰρ ἀγόμενος καὶ ἑλκόμενος ἀπεδυσπέτουν πρὸς ταῦτα. ὡς εἴθε θάνατός με τῆς τότε προβολῆς, μᾶλλον δὲ τῆς ἀφορήτου βίας, προανήρπασεν· οὐ γὰρ ἂν τοσούτων καὶ τηλικούτων κακῶν κύματα τὴν ἐμὴν καθ’ ἑκάστην ἐβάπτιζον ἐπικλύζοντα τάλαιναν ψυχήν, ὧν ἡ ἐλπὶς καὶ ἡ προσδοκία (δεινὴ γὰρ ἡ τῶν ἀνθρώπων φύσις τὰ μέλλοντα συνιδεῖν δυσχερῆ, ἂν ἐπ’ αὐτὴν ἡ χαλεπότης μάλιστα φέρηται) συνετάρασσέ με τότε καὶ συνέχεεν· ὑφ’ ὧν βαλλόμενος καὶ πικρῶς ἀλγυνόμενος ἔκλαιον, ἐδυσώπουν, πάντα μᾶλλον ἐποίουν ἢ τοῖς ψηφιζομένοις καὶ βιαζομένοις συγκατένευον, παρενεχθῆναι τὸ ποτήριον ἀπ’ ἐμοῦ τῶν πολλῶν καὶ πολυτρόπων φροντίδων καὶ πειρασμῶν ποτνιώμενος. νῦν δὲ αὐτά με διδάσκει τὰ πράγματα καὶ τὴν ἐμὴν ἐλέγχει ἀναξιότητα· καὶ οὐκέτι φόβος προσδοκίας, ἀλλ’ ὀδύνη στηριζομένη περὶ τὰ καίρια καὶ στεναγμὸς καὶ ἀμηχανία ἐπὶ τοῖς ἤδη καταλαβοῦσιν. ὅτε γὰρ ἱερεῖς, ὁποῖοι ἂν καὶ εἶεν, ὁμοῦ πάντα ἐπὶ ἑνὶ πταίσματι πάσχοντας ὁρῶ, τυπτομένους, δημευομένους, φυλακιζομένους, τὴν γλῶσσαν ἐκτεμνομένους (φεῖσαι, κύριε, τῶν ἁμαρτιῶν ἡμῶν), πῶς οὐ μακαρίσω τοὺς τετελευτηκότας ὑπὲρ ἐμέ;

πῶς οὐ τὸ φορτίον τὸ ἐπιτεθέν μοι οὐκ εἰς ἔλεγχον τῶν ἐμῶν ἁμαρτημάτων λογίσομαι;

Ἄνθρωπος ἄπορος, ἀπροστάτευτος, οὐδὲ τὸν νοῦν ἔχων ἀπαθῆ (οἷς ἔλεος μᾶλλον, οὐκ ἀγανάκτησις ἕπεται), ἔπαθεν ἅμα τοσαῦτα κακά· ἐπράθη, ἐτύφθη, ἐφυλακίσθη· τὸ ἀπαραμύθητον, ἀπετμήθη τὴν γλῶσσαν, καὶ ταῦτα ἱερωσύνην φορῶν. ὑπὲρ οὗ πολλάκις ἐπρέσβευσα, ὑπὲρ οὗ πολλάκις ἐδυσώπησα, ὑπὲρ οὗ ὁ μάταιος ἐγὼ καὶ ῥήματα ἀπαθείας ἔλαβον, καὶ οἱ δόντες ἐπίστανται· εἰ δὲ καὶ ἐπελάθοντο οὗτοι, τὸ θεῖον οὐκ ἐπελάθετο. ποία λοιπὸν ἐλπὶς πρὸς τὰ ἄδηλα, ὅτε περὶ τῶν φανερῶν καὶ ὑπ’ ὄψιν κειμένων οὕτως ἀποτυγχάνω καὶ διαπαίζομαι; πῶς ὑπὲρ ἁμαρτιῶν καὶ ὑμῶν καὶ τοῦ λαοῦ πρεσβεύσας ἐξιλάσομαι, ὅτε πρὸς ὑμᾶς ὑπὲρ ἑνὸς πρεσβεύσας οὕτως ἐξέπεσα, οὕτω παρεκρούσθην;

Ταῦτα δακρύων αἵματι ἔγραψα· ἐν σοὶ δέ ἐστι τὸ λοιπὸν ἢ πρώτην ἢ τελευταίαν τήνδε τὴν ἐπιστολὴν δέξασθαι. ἐγὼ γὰρ κατενώπιον κυρίου λέγω, ὡς εἰ οὕτως ἐστὶν ὑμῖν σκοπός, ἐν ταῖς εὐλόγοις ἡμῶν ἱκεσίαις καὶ παρακλήσεσιν παρακρούεσθαι ἡμᾶς καὶ ἀποπέμπεσθαι, καὶ εἰ μή τις γένηται τῷ ἀθλίῳ ἐκείνῳ τὸν δυνατὸν τρόπον παραψυχὴ καὶ παράκλησις, οὔτε γράψω οὔτε ἄλλως πως ἐνοχλήσω, ἀλλ’ ἡσυχάσω ἐμαυτὸν ἐπισκοπῶν καὶ τὰ ἐμαυτοῦ ὀδυρόμενος. εἰ γὰρ μετὰ τῶν καθημερινῶν τῶν ἔξωθεν ἡμῖν ἀναφυσωμένων πειρασμῶν καὶ περιστάσεων καὶ τὴν ἀθλίαν μου προσαπολέσω ψυχήν, ἀθλιώτερος ἂν εἴην πάντων ἀνθρώπων.

Παύλῳ μοναχῷ ἀποστατήσαντι Τὸν Χριστὸν καὶ θεὸν ἡμῶν ὁ Πέτρος ἠρνήσατο, ὁ Θωμᾶς ἠπίστησεν, ὁ Ἰούδας προὔδωκεν. σὺ οὖν, εἰ μὲν μετέγνως ἐφ’ οἷς (ἐξ ὧν ἔδει σε σωφρονεῖν) καθ’ ἡμῶν, μᾶλλον δὲ τῆς σῆς σωτηρίας, ἐμάνης, μηδὲν ἀπογνῷς· οὔτε γὰρ τῆς ἡμῶν πρὸς σέ, κἂν αὐτὸς ἐξέστης, ἀπέστημεν διαθέσεως, καὶ Θωμᾶς σοι τῆς ἐπιστροφῆς καὶ Πέτρος παλαιὰ παραδείγματα· σώσεις δ’ ἴσως καὶ αὐτὸς ἄλλους σφαλέντας δι’ ὧν αὐτὸς ἀνέστης πεσών. εἰ δὲ μὴ μεταγνῷς, κἂν ἀνιώμενοι λέγωμεν, πρὸς τὸν Ἰούδα σε βρόχον ὑπόλοιπον ἀφορᾶν.

Βάρδᾳ καίσαρι Χαίρομεν ἐπηρεαζόμενοι· ἀλγοῦμεν δὲ ὅτι τοὺς ἐπηρεάζοντας ὑμᾶς ἔχομεν, παρ’ ὧν ἡμῖν καὶ προστασίας ἐλπίδες ἄλλων ἴσως ἐπιτιθεμένων ἐκρέμαντο· καὶ τὸ βαρύτατον, ὅτι ἄδικα πάσχοντες ἀδικεῖν ἐγκαλούμεθα· καὶ δόλους ῥάπτειν γραφόμεθα ὑφ’ ὧν αὐτοὶ πολλοὺς καθ’ ἑκάστην ὑπομένομεν. χάρις οὖν πάντων ἕνεκα τῷ σωτῆρι ἡμῶν θεῷ· καὶ εἰ μὴ τὸν παρόντα βίον πειρατήριον ᾔδειμεν, σφόδρα ἂν ἐπὶ τοῖς συμβεβηκόσιν ἀπωλοφυράμεθα.

Σὺ δέ, εἰ μή τι ἄλλο τῶν παλαιῶν παραδειγμάτων ἐπὶ νοῦν ἀναλαβεῖν ἐθέλοις, ἀλλὰ τόν γε Ἡρώδου οἶκον καὶ τοὺς Ἀντιπάτρου τρόπους ἐπισκοπεῖν διανάστηθι· ὅπως ὁ μὲν πολλαῖς μηχαναῖς τὸν ἄνδρα, καίτοι γε καὶ ἀγχίνουν ὄντα, κατὰ τῶν φιλτάτων περιῆλθεν, ὁ δὲ τοῖς ἔξωθεν πᾶσι περιρρεόμενος ἀγαθοῖς καὶ εὐτυχέστατος εἶναι νομισθείς, δυστυχέστατός τε καὶ ἀθλιώτατος γέγονεν, ὅτι φθόνῳ καὶ διαβολαῖς ἀναπετάσας τὰ ὦτα, γένους ἅμα καὶ φίλων καὶ αὐτῆς γονῆς τὸν οἶκον ἔρημον ἔδειξεν. εἴ τι οὖν σοι καὶ ἡμεῖς ἐν φίλων καὶ οἰκείων τάξει λελογίσμεθα, ὅρα μήποτε τοῖς συκοφάνταις ἑαυτὸν χειροήθη παραστησάμενος τὸν σὸν οἶκον φίλων καὶ οἰκειοτάτων ἐξερημώσῃς.

Εἰ δέ τίς ἐστι καὶ δίκης ὀφθαλμὸς ἐνταῦθα, μὴ νόμιζε τοῦτον διὰ παντὸς καθευδήσειν· ἡμᾶς δὲ πάσχειν ἀδίκως καὶ τὰ ἔσχατα παρεσκευασμένους, οὐ νῦν, ἀλλά γε καὶ πάλαι, τοῖς θείοις ἐντραφέντας ἴσθι προστάγμασιν καὶ χάριν ὁμολογεῖν εἰδέναι, εἴ τις ἡμῖν ἐπιτομωτέραν πρὸς τὴν ἐκεῖθεν πολιτείαν τὴν πορείαν συσκευάσοιτο.

Ἰωάννῃ μητροπολίτῃ Ἡρακλείας Ἀπολοφύρῃ τὰ σά, ὅτι τὰ ἡμέτερα ἀγνοεῖς· εἰ δ’ ἃ πάσχομεν ᾔδεις καὶ πρὸς οἵους ἄθλους καθ’ ἑκάστην ἀποδυόμεθα, οἶμαι ἄν σε λιπεῖν τὸ τὰς σὰς ἐξαριθμεῖν καὶ θρηνεῖν συμφοράς. καὶ τῶν βροντῶν γὰρ τοὺς ἐξαισίους ἤχους, ἐπειδὰν πολὺ καταρραγῶσι μείζους τοῖς ὠσίν, ἀλύπως φέρειν μᾶλλον ἢ πρότερον ἐθιζόμεθα. τί οὖν δεῖ ποιεῖν; ἢ καρτερῶς ἐναθλεῖν τοῖς ἐμπίπτουσιν, ἀκριβῶς εἰδότας, καθὰ δήπου καὶ τὰ θεῖα καὶ ἱερὰ διαμαρτύρεται λόγια, ὡς ὁ παρὼν βίος οὐκ ἔστι τρυφῆς καὶ βραβείων καὶ ἐπάθλων, ἀλλ’ ἀγώνων καὶ πόνων καὶ παλαισμάτων· τὰ δὲ γέρα καὶ τοὺς στεφάνους καὶ τὴν ἀπόλαυσιν ἐκεῖθεν προσῆκεν ἐπιζητεῖν, ἐκεῖθεν (εἰ μὴ μέγα εἰπεῖν) θεοῦ φιλανθρωπίᾳ καὶ εὑρήσομεν.

Σεργίῳ μαγίστρῳ καὶ λογοθέτῃ τοῦ δρόμου Οὐ καθ’ ἡμῶν, ὥσπερ ἔγραψας, ἀλλ’ ὑπὲρ ἡμῶν τὰ λαληθέντα σοι λογιζόμεθα· οὐκοῦν οὐδὲ συγγνώμην οἷς ἐλάλησας προσῆκεν αἰτεῖν, ἀλλ’ εὐχαριστίαν ἀπαιτεῖν. εἰ μὲν γὰρ ἀληθῆ τὰ ῥηθέντα, ὠφέλησας ἀλλ’ οὐκ ἔβλαψας ἔλεγχον τῶν ἡμαρτημένων ποιησάμενος, ἐξ ὧν εἴωθε διόρθωσις περιγίνεσθαι. εἰ δὲ ψευδῆ, πολὺ μᾶλλον ὠφέλησας μάτην αἰτιασάμενος· προσέχειν τε γὰρ οὕτω μᾶλλον καὶ περιστέλλειν ἑαυτούς, οὐ τῶν ἔργων μόνον ὅσα μὴ δεῖ διανέστησας, ἀλλ’ οὐδὲν ἧττον σπεύδειν ἀναχωρεῖν καὶ τῶν μὴ καλῶν ὑπολήψεων, ἄλλως τε δὲ ὅτι καὶ μισθαποδοσίαι τοῖς ἐπὶ ψεύδεσιν ῥῆμα πονηρὸν ὑφισταμένοις ἐκεῖθεν ἀπόκεινται. μηκέτι οὖν ἐπερυθριῶν τοῖς σοὶ λαληθεῖσιν ἐπιδείκνυσο· ἡμεῖς γὰρ τοσοῦτον ἀπέχομεν περὶ τούτων ἐπικαλεῖν, ὥστε σοι καὶ χάριν ὁμολογεῖν ἐγγράφως ἤδη συντιθέμεθα.

Εὐσταθίῳ πατριάρχῃ Ἀντιοχείας Τῆς ὁδοῦ τὸ μῆκος καὶ τῶν ἐχθρῶν ὁ φόβος λακωνίζειν ἡμῖν ὑποτίθεται· καὶ εἴ γε ἀλλήλοις συνέκειτο, καὶ σκυτάλαι ἂν τὴν ἐπιστολὴν διεκόμιζον. φασὶν οὖν σου τὴν ἱερατικὴν τελειότητα ἐρᾶν τε ἡμῶν καὶ ἰδεῖν ἐφίεσθαι· καὶ ἡμεῖς δὲ ἴσθι ὡς οὐδὲν ἔλαττον (τί γὰρ χρὴ νυνὶ διαφιλονεικεῖν ὡς παρὰ πολὺ πλέον) κατὰ τὸν θεῖον τοῦτον ἔρωτα διακείμεθα. εἰ οὖν τοῖς λόγοις καὶ ἀλήθεια ἐπικάθηται, τὸ κωλῦον οὐδὲν τοὺς ἀλλήλων ἐραστὰς ἔργῳ τε τὸν πόθον παραστῆσαι καὶ ἀλλήλοις ἐμφανισθῆναι καὶ τῆς αὐτόθεν ἀναφυομένης κοινῆς ὠφελείας κατεντρυφῆσαι· ὁδὸς γὰρ καὶ μῆκος οἷς ὁ τῆς ἀγάπης ἔρως διεπτέρωται, κἂν δυσχερέστατα εἴη, ῥᾷστα καὶ κούφως διεκπεραίνεται.

Τὰ δ’ ἄλλα, πατέρων καὶ ἀδελφῶν ἄριστε, ἔρρωσο, εἰδὼς ἀπεκδεχομένους ἡμᾶς τὴν σὴν παρουσίαν καὶ τὸ διακαὲς τοῦ πόθου τῇ ἐλπίδι τῆς ἐπιτυχίας ἀναψύχοντας. ἔρρωσο. Ἐγράφη αὐτοχειρία.

Μονάζοντι ἐκπεσόντι Ἥμαρτες· ἀνθρώπινον τοῦτο. ἀλλ’ ἐπιμένεις τῷ κακῷ καὶ οὐκ ἐπιστρέφῃ· δαιμόνων, οἴμοι, τοῦτο. σκόπει δὴ μὴ ἀντὶ τοῦ παραγγεῖλαί σε εἰς τὴν τῶν μοναζόντων κληρουχίαν καὶ ἐπαγγείλασθαί σε τὴν τῶν ἀγγέλων πολιτείαν, εἰς τὴν τῶν δαιμόνων κατενεχθῇς μοχθηρίαν καὶ πρὸς τὴν ἐκείνων ἀπενεχθῇς τιμωρίαν, ὅτε πᾶσα πρόφασις ἀργεῖ καὶ εἰς κενὸν ἡ μετάνοια.

Βασιλείῳ πατρικίῳ καὶ ἐπάρχῳ πόλεως Ἔρρει τὰ καλά, καὶ τῆς ἀρετῆς ἡ χάρις οἴχεται, κακία δὲ πολιτεύεται· καὶ τὸ μὲν ψεῦδος πτεροφυεῖ, φυλλοβολεῖ δὲ τὰ πτερὰ ἡ ἀλήθεια. πόθεν οὖν ἡ τοσαύτη τῶν κακῶν Ἰλιάς; ὅτι σὺ μέν, ὥς φασιν, ἄρχεις, οἱ δὲ σοῦ πολὺ κρείσσους ἄρχειν τὸν σὸν βαρὺν ἕλκειν ζυγὸν ἀναγκάζονται, καὶ μετρία τούτοις κάκωσις ἡ μὴ πᾶσαν αὐτῶν τὴν ζωὴν περικόπτουσα. τοῦτό ἐστιν ὁ ἐν πόλει λῃστὴς καὶ ὁ πάνδημος δήμιος.

Ἐγὼ μὲν οὐ λέγω ταῦτα περὶ σοῦ· ἀλλ’ ὁ ποιῶν τὰ νυνὶ πάσῃ γλώσσῃ καὶ ἀκοῇ πάσῃ περιᾳδόμενα, ἐκεῖνός ἐστι, κἂν ἐγὼ σιωπήσωμαι, ὁ τούτων τῶν ὀνομάτων ἄξιος. σὺ δέ, εἰ μὲν πράττεις ἅ φασιν, μίσησον μᾶλλον τὴν πρᾶξιν καὶ τοῖς πραττομένοις αἰσχύνθητι ἢ τοῖς ὀνομάζουσι μνησικάκησον· οὐ γάρ ἐστιν ἄλλως τὰς πράξεις ἀλλ’ ἢ τοῖς οἰκείοις ἐξονομάζειν ὀνόμασιν, καὶ τῷ δυσχεραίνοντι ταῖς κλήσεσιν πολλῷ πρότερον ἡ φυγὴ διαπονεῖται τῶν πράξεων. εἰ δὲ τὰ ψευδῆ σου καταχέουσιν, σπεῦσον, ὥσπερ ἔφυγες τὴν πρᾶξιν, οὕτω φυγεῖν σε καὶ τὸ ἐγγὺς τυγχάνειν τῆς πράξεως· τὸ μὲν γὰρ κολάσεως. τὸ δὲ οὐκ ἐπαίνων ἄξιον· καὶ οὐχὶ τὸ πῦρ λυμαίνεται μόνον τοὺς ἁπτομένους, ἀλλὰ καὶ ὁ καπνός, τῶν μὴ πόρρω τοῦ πυρὸς ἀφεστηκότων δριμύσσων τὰς ὄψεις καὶ ἀμαυρούμενος.

Σεργίῳ μαγίστρῳ καὶ λογοθέτῃ Ἐχθρῶν εἰσιν αἱ ἐπιβουλαὶ καὶ αἱ λοιδορίαι καὶ τὰ βάραθρα· φίλων δὲ τὸ ὑπερασπίζειν καὶ προκινδυνεύειν καὶ κωλύειν τοὺς ἐπηρεάζοντας ὅση δύναμις. μέτριος οὖν τῶν ἐχθρῶν ἐκεῖνος, ὁ τῶν προειρημένων ἑαυτὸν καθυφεὶς καὶ μήτε συκοφαντῶν μήτε δόλους μήτε ἐπιβουλὰς σκευαζόμενος· καὶ ἄθλιος τῶν φίλων ἐκεῖνος (εἴ γε φίλος ὅλως), ὁ μήτε ὑπερασπίζων μήτε προκινδυνεύων μήτ’ ἀνακόπτειν σπεύδων τοὺς προαιρουμένους ἐπιτίθεσθαι· τοῦτο γὰρ καὶ τῶν ἐχθρῶν ἄν, ὥσπερ ἔφην, ποιήσῃ ὁ μέτριος. σκόπει οὖν, οἷς ὑπὲρ σοῦ λέγεις, τίνι σεαυτὸν συντάττεις. οὐχ ὕβρισα γάρ, οὐδὲ τῶν διασυρόντων, φησί, γέγονα, οὐδὲ κατὰ σοῦ δόλους ἐρραψάμην· ἐγὼ δ’ εἰ μὴ τὸ φορτικὸν εὐλαβούμην, ἰσχυρισαίμην ἂν ὡς οὐδὲ τοῦτο τῆς σῆς ἕνεκα φιλοτιμίας καὶ γνώμης, ἀλλ’ ὅτι μηδ’ ἔχεις ἐξ ὧν σοι ταῦτα μὴ λίαν ἀσχημόνως καὶ ἐπιγελάστως συμπλασθήσεται.

Σάβᾳ ἡγουμένῳ τῶν Πισσάδων Οὐκ οἶδ’ ὅ τι καὶ εἴπω περὶ τῆς ὑμῶν διαθέσεως. ἐγὼ μὲν γὰρ εἶδον προβάτου σε δορὰν περικείμενον, καὶ ἐδόκουν ἁπλοῦν καὶ ἄκακον καὶ τῆς Χριστοῦ ἀγέλης ἄξιον εἶναι τὸ καλυπτόμενον· οἱ δέ φασι τὴν δορὰν ἀλώπεκα κρύπτειν, ἣν νεκρὰ καὶ ὀδωδότα τρέφει σώματα, ὅσα τοῦ ἐκκλησιαστικοῦ διασαπέντα πληρώματος δαίμοσι τροφὴ καὶ τοῖς αὐτῶν θεράπουσι γίνεται. καὶ ἐγὼ μὲν ἤκουόν σε πλάνην λέγοντα μακράν, καὶ ματαίαν πλάνην ἀπολοφυρόμενον, τὴν πάλαι σου πλάνην· οἱ δέ σέ φασιν ἐκείνην ἔτι περιπλανᾶσθαι, μηδὲν ἔλαττον τῶν κορυβαντιώντων διακείμενον. καὶ σὺ μὲν κατὰ πρόσωπον ἡμᾶς ηὐλόγεις καὶ σωτῆρας ἡμᾶς ὡμολόγεις ὅτι σε τοῦ βόθρου τῆς παρατροπῆς ἐκείνης καὶ ἀπάτης ἀνειλκύσαμεν· οἱ δέ σέ φασιν ἀπόντων ἡμῶν καταγογγύζειν, ὅμοια τοῖς ἐπὶ σκηνῆς ἀσελγαίνοντα. ἐννόει δὴ ταῦτα εἰ ὅλως Χριστιανῶν, μή τί γε μοναζόντων, δύναται εἶναι. ἀλλ’ εἰ μὲν ἐπλάσαντο ταῦτα, ὀδύρεσθαί με δεῖ τῶν κατειπόντων, ‘ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων’· εἰ δ’ ἀληθῆ τὰ ἀπηγγελμένα, θρηνεῖν προσῆκεν τοὺς ἡμαρτηκότας, ‘ὅτι μάταια λαλεῖ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ’ καὶ δολίοις περιπτύσσεται χείλεσιν.

πάντως δὲ δεῖ με ἀνιᾶσθαι· τῆς ἐμῆς γὰρ καὶ Χριστοῦ ποίμνης, κἂν μὴ βούλωνται, καὶ τὰ λεπρωθέντα· καὶ περὶ αὐτῶν μετὰ Παύλου διαμεριμνῶμεν, κἂν μὴ θέλωσι συναισθάνεσθαι.

Ἠλίᾳ πρωτοσπαθαρίῳ Ἠιτήσω· συνεθέμεθα· γέγονεν. εὐχαρίστει οὖν θεῷ τῷ χορηγῷ καὶ αἰτίῳ πάντων τῶν καλῶν, τῆς βαρυτάτης φορολογίας ἀπαλλαγείς.

Ἰωάννῃ μητροπολίτῃ Νικομηδείας Οὔτε παίζειν οἶδα οὔτε παιζόντων ἀνέχεσθαι. εἰ οὖν οὕτως ἦς αὐτὸς ἀρχαῖος καὶ ἁπλοῦς ὥστε μηδ’ ἡμᾶς προπηλακιζομένους αἰσθάνεσθαι οἴεσθαι, οὐκ ἔδει σε κακουργεῖν, ἵνα σου τὸ ἁμάρτημα ἡ τῶν ἠθῶν ἁπλότης ἐδείκνυ κουφότερον. ἐπεὶ δὲ καὶ τὴν αἴσθησιν ἡμῶν δι’ ὧν ἐτόλμησας μελέτην ἔθου λῃστεῦσαι καὶ δυστροπίᾳ τὴν καθ’ ἡμῶν ὕβριν ηὔξησας, οὐδεμίαν ἔχεις ἀναχώρησιν εἰς τὴν νυνὶ παρὰ σοῦ σκηνοποιουμένην κουφότητα. πλὴν ἵνα μὴ δόξω τὸν ἔλεγχον ἐπάγειν οὐ διορθώσεως, ἀλλὰ κολάσεως ἕνεκα, ὅτε τῇ παντεφόρῳ δίκῃ δίκας εἰσπράττεσθαι τῆς εἰς ἡμᾶς κακουργίας καὶ ὕβρεως, ὡς αὐτὸς ὁρᾷς, ἑάλως, τότε σε τῆς δικαίας ποινῆς ἑκὼν ἀδικοῦντα ἀφίημι, τοῦτο μόνον ἐπειπών, ὡς μεμνῆσθαί σε χρὴ ὅτι μὴ τῇ σῇ τῶν τρόπων κακοηθείᾳ καὶ δεινότητι, ἐφ’ οἷς ἴσως μέγα φρονεῖς, τῇ δ’ ἡμετέρᾳ τῶν ἐπιβουλευθέντων χρηστότητι (Χριστοῦ γάρ ἐσμεν μαθηταί) τὴν τιμωρίαν διέφυγες.

Μιχαὴλ τῷ θεοστέπτῳ βασιλεῖ Τῆς ὑμετέρας θεοστεφοῦς βασιλείας καὶ ὡς ἀληθῶς αὐτοκράτορος ἀναλεγόμενοι τὴν ἐπιστολήν, χαρᾶς ἅμα καὶ θάμβους ἐπληρώθημεν· χαρᾶς μέν, οἷς τὴν ὑμετέραν δι’ αὐτῆς εὐηγγελιζόμεθα βασιλείαν πάσης μὲν ἐπιβουλῆς ὑπὸ θεοῦ φυλαττομένην ἀνωτέραν, πάσης δὲ κρείττω ἐπαναστάσεως ἐχθρῶν τε πάντων ὑψηλοτέραν βουλευμάτων καὶ παντὸς ἀπηλλαγμένην ἑτέρου συμπτώματός τε καὶ ἀρρωστήματος. ταῦτα χαρᾶς ἡμᾶς ἀνεκλαλήτου καὶ ἀγαλλιάσεως ἐπλήρωσεν· θάμβει δὲ κατεσχέθημεν καὶ πρὸς δάκρυα κατηνέχθημεν, τὴν ἀνθρωπίνην ἀπολοφυρόμενοι ματαιότητα, καὶ ὅπως τινὲς τῶν ἀνθρώπων πολλῶν μὲν χαρίτων, πολλῆς δὲ δόξης ἀξιούμενοι, κύριοι δὲ πολλοῦ γινόμενοι πλούτου, καὶ δέον μὲν τούτους οἷς ἀπολαύουσιν ἀγαπᾶν καὶ τὰ οἰκεῖα μέτρα συνεπίστασθαι καὶ τὸν εὐεργέτην ἄγειν δι’ εὐφημίας ἁπάσης καὶ σεβασμιότητος, οἱ δὲ τὴν ἐπιθυμίαν ἀκόρεστον ἐνδεικνύμενοι καὶ πρὸς πάντα διαπλωθῆναι φιλονεικήσαντες τῆς τε ἰδίας κεφαλῆς καὶ εὐεργέτιδος τολμῶσι καταφρυάττεσθαι καὶ τὸν τοῦ Σαλμωνέως μῦθον εἰς ἔργον προάγουσιν. ἐξ ὧν οὐ μόνον τῶν ἐλπίδων ἃς ὀνειροπολοῦσιν καὶ ἐφ’ αἷς ὠχοῦντο διαπίπτουσιν, ἀλλὰ καὶ αὐτῶν τούτων ὧν ἐξουσίᾳ δικαίᾳ καὶ δεδομένῃ καθειστήκεισαν κύριοι ἑαυτοὺς ἀφρόνως ἀπελαύνουσιν.

Οἷον δή τι διὰ τῶν γραμμάτων (ὡς εἴθε μὴ ὄφελον) κατεμάθομεν καὶ περὶ τὸν ταπεινὸν ἄνθρωπον ἐκεῖνον (οὐκ οἶδα γὰρ ὅπως ἑτέρως εἴπω, τῆς ἀνθρωπίνης εὐτελείας μιμνησκόμενος), πῶς ὑπὸ τῆς ὑμῶν φιλοδώρου καὶ μεγαλοδώρου δεξιᾶς εἰς αὐτά που τὰ σκῆπτρα τῆς βασιλείας ἀνυψωθεὶς καὶ τὴν βασίλειον, εἰ καὶ μὴ τὴν κλῆσιν, ἀλλὰ τὴν ἐξουσίαν συμμερισάμενος, οὐκ ἤνεγκεν, ὥς φασι, τῆς εὐεργεσίας τὸ μέγεθος, οὐδ’ ἔστερξεν οἷς ἠξίωται, οὐδ’ εὐχαρίστησεν οἷς ἀπήλαυσεν· ἀλλ’ ὑπερόριον τὸν πόδα κινῶν καὶ χεῖρας ὕβρεως κατὰ τῆς εὐεργέτιδος ἀνατεινάμενος κεφαλῆς, αὐτό τε τὸ ζῆν καὶ τὰς ὑπερηφάνους ἐλπίδας καὶ τὰ μάταια φυσήματα οἰκτρῶς, οἴμοι, καὶ ἐλεεινῶς ᾤχετο λιπών.

Ἤλγησα μέν, ὦ φιλάνθρωπον ἐμοὶ καὶ πανήμερον κράτος, ἀώρῳ θανάτῳ παραδοθέντα τὸν ἄνθρωπον μαθών· ἐφ’ ᾧ δὲ μάλιστα, ὅτι καὶ τυραννίδος διδοὺς δίκην εἰσεπράχθη τὸν θάνατον—πλάττεσθαι γὰρ τὸ γράμμα καὶ ἄλλως πως ἢ ὡς ἐδήλου τὰ περὶ αὐτὸν συνενεχθῆναι, δι’ ὧν ἐκεῖνος μὲν στέφεται, ἄλλοι δὲ κόψονται, ἡ τοῦ σοῦ κράτους ἀρετὴ καὶ ἐπιείκεια ὑπονοεῖν οὐκ ἐνδίδωσιν—διὰ τοῦτο μάλιστα καιρίαν ἤνεγκα τὴν ἀπὸ τῆς λύπης πληγήν, τά τε ἄλλα ἐπὶ νοῦν ἀναλαμβάνων καὶ ὅτι ἄνθρωπος ἐν αὐτῷ τῷ κακουργεῖν ἀνάρπαστος γεγονὼς καὶ μήτε τὰ ἀπὸ τοῦ βίου μολύσματά τε καὶ ῥυπάσματα, ἃ τῇ ἀθλίᾳ ταύτῃ φύσει φιλεῖ ἐπιτρίβεσθαι, τοῖς δάκρυσιν ἀπολουσάμενος, μήτε ὧν ἑτέρους ἀδίκως ἴσως ἐκάκωσεν, ὑπὲρ τούτων μετάνοιαν ἐνδειξάμενος, μηθ’ ἑτέρως πως τὸν ἐκεῖθεν κριτὴν φθάσας ἐξιλεώσασθαι, οὕτως αὐτοῖς φορτίοις πρὸς τὰ ἐκεῖθεν παρεπέμφθη δικαιωτήρια.

Ἀλλ’ ἐκεῖνος μέν, ὡς τῶν τοῦ θεοῦ κριμάτων ἐδίκασε τὸ ἀπόρρητον, οὕτω καὶ τὸν βίον κατεστρέψατο, πολλοῖς μὲν ἔκπληξις, πολλοῖς δὲ σωφρονισμός, πολλοῖς δ’ ἔλεος, πλείοσιν δ’ ἀπορία γεγονώς. αὐτὸς δέ, ὦ βασιλέων καλλώπισμα καὶ τῆς πατρίδος ἀνύψωμα καὶ τῆς πολιτείας ὀχύρωμα καὶ πάντων οἷς τὸ τοῦ Χριστοῦ ἐπικέκληται ὄνομα πολυέραστον σεμνολόγημα, ἧκε πρὸς ἡμᾶς τὴν ταχίστην· ἀπόδος τοῖς ποθοῦσι τὸν ποθούμενον· ῥῦσαι πρῶτον τῆς αἰχμαλωσίας ἡμᾶς ἣν ὑπέστημεν σοῦ στερηθέντες· ἀνάψυξον ἡμᾶς τῆς ταλαιπωρίας ὑφ’ ἧς κατεχόμεθα, τῆς ὑμετέρας παραψυχῆς οὐ παρούσης· δὸς χάριν ταύτην καὶ πρώτην καὶ μεγίστην τῇ σῇ πόλει καὶ τοῖς σοῖς πολίταις, τὸ πεπαρρησιασμέναις καὶ χερσὶ καὶ γλώσσαις τὴν κεχρεωστημένην εὐφημίαν καὶ τὸ αὐτοκράτορά σοι προσφθέγξασθαι· δυσωπήθητι τὴν πολιὰν τῆς αἰδεσίμου καὶ ἱερᾶς συγκλήτου· δυσωπήθητι πάσης ἡλικίας τὴν ἐξαίτησιν, ἀνδρῶν, γυναίων, παίδων· πάντες γὰρ μιᾷ γνώμῃ καὶ μιᾷ φωνῇ τὴν τοῦ ὑμετέρου κράτους ἐξαιτοῦνται παρουσίαν. εἰ δέ σοί ποτε καὶ ὁ ἀρχιερεὺς ἐν λόγῳ καὶ φροντίδι νενόμισται (οἶδα δὲ ὅτι νενόμισται), αὐτόν σοι παρεῖναι νόμιζε καὶ τῇ χειρὶ τὴν χεῖρα λαβόμενον ἕλκειν πρὸς τὴν σὴν πόλιν καὶ τὸν τοῦ θεοῦ ναὸν ἐφ’ ᾧ τὰς ἐλπίδας ἀνέχεις καὶ πρὸς τὰ τῆς βασιλείας ἀνάκτορα.

ναί, πάντες σου δεόμεθα· μὴ καταισχύνῃς ἡμῶν τὰς ἐλπίδας καὶ τὴν αἴτησιν· πιστεύομεν γὰρ ἐν Χριστῷ Ἰησοῦ, τῷ ἀληθινῷ θεῷ ἡμῶν, ὡς πρὸς τὴν βασιλίδα πόλιν τοῦ ὑμετέρου κράτους ἐπανατέλλοντος καὶ τοῦ ζόφου τῆς ἀθυμίας τὴν πολιτείαν λύσεις καὶ τῶν ἐχθρῶν ἔτι μᾶλλον καὶ πολεμίων τὸ φρόνημα ταπεινώσεις, βουλῇ καὶ συνέσει καὶ ταῖς στρατηγικαῖς μελέταις τὸ κατ’ αὐτῶν κράτος ἀναδεχόμενος, πρεσβείαις τῆς ὑπεραγίας θεοτόκου καὶ πάντων τῶν ἁγίων, ἀμήν.

Τῷ αὐτῷ Ἀπῆλθες ἀφ’ ἡμῶν, καὶ ἡμεῖς ἀφ’ ἑαυτῶν· καὶ ζῶμεν οὐ ζῶντες, καὶ κινούμεθα μὴ κινούμενοι. εἰ δὲ τὸ κυριακὸν ἐπάγγελμα προσεῖναι ἠξίου τῇ ἡμετέρᾳ τεταπεινωμένῃ εὐχῇ, ἢ τὴν Κρήτην τῷ Βυζαντίῳ μετεστήσαμεν ἢ τὸ Βυζάντιον μεθ’ ἡμῶν τῇ Κρήτῃ συνήψαμεν. ἀλλὰ πῶς γράφω θανών, καὶ σιγῶν λάλος γίνομαι; ἓν εἰπὼν σιωπήσομαι· τάχυνον, ὦ βασιλέων ἐμοὶ καὶ τέκνων ἐγκαλλώπισμα, ἢ τὴν Κρήτην αἰχμαλώτους ἄγων ἢ τοὺς Βυζαντίους (τῆς σῆς γὰρ δυστυχοῦσιν ὄψεως τὴν αἰχμαλωσίαν) τῆς αἰχμαλωσίας ἐλευθερῶν.

Ἀθανασίῳ μοναχῷ καὶ ἡσυχάζοντι Ὁ μὲν τῆς Ἐριστῆς ἐπίσκοπος ταῖς ὑμετέραις εὐχαῖς ὀρθωθεὶς ἀνερράισε τοῦ πάθους καὶ τῆς σχισματικῆς σηπεδόνος ἀπαλλαγεὶς τῇ ὁλότητι τοῦ ἐκκλησιαστικοῦ σώματος, μέλους καὶ μέρους τάξιν ἀνειληφώς, συνηρμόσθη, πολλὰ μὲν τῆς προτέρας καταγνοὺς φρενοβλαβείας, πολλοῖς δὲ δάκρυσιν τὸ ἔδαφος ῥαίνων, οἰμωγαῖς δὲ πολλαῖς καὶ ἐλεεινολογίαις τὴν παροῦσαν σύνοδον, ἀπαραίτητον ἐπ’ αὐτὸν ὁρῶσαν, εἰς οἰκτιρμοὺς διαλύσας. καὶ ὅ γε ἀνὴρ οὐχὶ πολιᾶς συγγνώμην ᾔτησεν ἀκακίας, ἀλλὰ νεανιευομένην ἔδειξεν μισήσας πονηρίαν. οὐ γὰρ ἁπλότητος ἦν ὁ γέρων, ἀλλ’ ἀπάτης θήραμα· ὧν τὸ μὲν βοηθείας μόνης, τὸ δὲ δεῖται καὶ προκαθάρσεως. ἀλλὰ γὰρ τοῖς ὑμετέροις πόνοις καλῶς τοῦ γέροντος ἐξεργασθέντος καὶ τῶν τῆς νουθεσίας σπερμάτων προκαταβληθέντων, ἡμεῖς ἀπόνως αὐτοῦ τὴν σωτηρίαν ἐκαρπωσάμεθα.

Τῶν δὲ ἰατρικῶν εἰδῶν πάντα μὲν οὐκ ἦν εὑρεῖν κατὰ χεῖρας, ὅσα δὲ παρῆν ἀπεστάλη· καὶ τῶν ὑπολοίπων ἡ φροντίς, ἕως ἂν πορισθῶσιν, οὐκ ἐπιλείψει. τοῖς δώροις δὲ τῆς ὑμετέρας ὁσιότητος ἐπὶ μέγα ἠγαλλιασάμεθα, μάλιστά γε τῆς ἀληθινῆς ἀγάπης ταῦτα πληθυούσης καὶ εἰ μέγεθος καὶ κάλλος ἐξαπλούσης καὶ δι’ αὐτῶν διδούσης εἰκονίζειν τὸ τοῦ βίου ὑψηλόν τε καὶ μετάρσιον. ἔρρωσο.

Θεοφυλάκτῳ πατρικίῳ καὶ στρατηγῷ Ἀρμενιάκων Τρία μισεῖν οἶδα καὶ τοὺς ἄλλους μισεῖν παραινῶ, ψεῦδος καὶ δόλους καὶ ἀγάπης διαφθοράν· ἁλοίην ἂν τοῖς τρισίν, εἴ τί μοι παρ’ ἃ διεπράχθη καὶ κατὰ νοῦν ἔχω ἄλλως ἐρεῖν μελετήσω. ἐγώ σε φίλον ἐποιησάμην, φίλον μὲν ὄντα θεοῦ, ὅσα γε εἰς εὐσεβεῖς ἧκεν λογισμούς, φίλον δὲ πιστὸν τοῖς φιλοχρίστοις βασιλεῦσιν ἡμῶν, οὐδὲ τὰ πρὸς ἡμᾶς δὲ παρὰ ταῦτα (ὥς γ’ ἑαυτοὺς ἤγομεν εἰς πειθώ), ἀλλὰ τὸν ὅμοιον τρόπον διακείμενον.

Ἀλλὰ τότε μὲν οὕτως εἴχομέν τε καὶ πεπείσμεθα, ἔχομεν δὲ ὡσαύτως καὶ νῦν. πῶς οὖν ἡδύς εἰμι τοῖς σοῖς συκοφάνταις; αἰσχύνομαι γὰρ εἰπεῖν ὡς ἦλθον ἐπὶ σὰς διαβολάς, οὐδὲ γὰρ τὸ ἀπολύειν ἐμαυτὸν ὑπολήψεως τοιαύτης ἀνεκτὸν ἐμοί. ἀλλ’ ἐκεῖνος ἐχθρός, ἐκεῖνος συκοφάντης, ἐκεῖνος πάντα κακός, ὁ τηλικαύτην πλάσας συσκευὴν καὶ σὲ φίλων, καὶ τῶν ὅτι μάλιστα, σπουδάσας ἔρημον ποιεῖν καὶ ἡμᾶς εἰς τὴν ἔσχατον τῶν κακούργων χώραν τάττειν οἰηθείς, ἄρχειν ἀδίκων οὐ χειρῶν, ἀλλὰ γνώμης (ὃ πλειόνων αἰτία κακῶν ἢ χερσὶν ὑβρίζειν), μῖσος δὲ πρὸ τῆς ἀγάπης τιμᾶν καὶ τὸν δόλον ἔχειν εἰς ἀποφυγὴν ἅμα πάντα φέρων καθ’ ἡμῶν· συντρέχει γὰρ ταῦτα εἰς αὐτὸ τῷ κακόν τι τοῖς φίλοις ἐθέλειν ποιεῖν, ἃ λέγειν ἐκεῖνος, καίτοι γέλωτα ὀφλισκάνων τοῖς ἡμᾶς εἰδόσι καὶ τὸν ἡμέτερον τρόπον, ὅμως οὐκ ἐνάρκησε τολμᾶν.

Δήλου τοῦτον, ὅστις ἂν ᾖ· ἀπαλλαγείης γὰρ ἂν οὕτω θηρίου κακοῦ καὶ σὲ καὶ τοὺς φίλους λάθρᾳ λυμαινομένου καὶ δάκνοντος καὶ ἐν προσποιήσει εὐνοίας πολλὴν ἐκκενοῦντος τὴν δυσμένειαν. εἰ δὲ κρύψεις τοῦτον, ἡμεῖς μὲν ὡς ἐπὶ κυρίου ἀπολελογήμεθα, καὶ φίλον σε καὶ θεοῦ <καὶ> ἡμῶν καὶ τῶν εὐσεβεστάτων βασιλέων πάλαι τε καὶ νῦν καὶ πιστεύομεν καὶ κηρύσσομεν· ὁ δὲ κακὸς ἐκεῖνος ἀνὴρ εὖ ἴσθι ὡς οὐκ ἀπορήσει κακίας δι’ ὧν τὰ σὰ χείρω διαθήσει. ἐγὼ δέ σοι ἔτι συμβουλεύσαιμι ἂν μὴ κρύπτειν τὸν κοινὸν ἐχθρόν. καὶ εἰ μὲν ἀπιστεῖς ὧν ἔγραψα, εὖ οἶδ’ ὅτι κρύψεις· φίλον γὰρ νομίσεις, ἐμὲ δὲ μακρὰ ληρεῖν καὶ φλυαρεῖν μάτην· εἰ δὲ θριαμβεύσεις, ἐπίστευσας· ὅπερ εὔχομαί τε καὶ ἀμφοῖν λυσιτελήσει.

Παντολέοντι πρωτοσπαθαρίῳ Ἐπὶ βίου δυσμὰς ἥκων εἰς τὰ τῶν σφριγώντων ἐλαύνεις νεανιεύματα· μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν, ἧττον φοβερὰ τὰ τῶν λῃστῶν δεικνύεις τολμήματα, ὅλας νύκτας καὶ ὅλας ἡμέρας δαπανῶν εἰς τὰς τῶν ἀνθρώπων μάστιγας καὶ μικροῦ μηδὲ λιπὼν οὓς ἔτι κολάζων ἔχεις κακὸς εἶναι σεμνύνεσθαι. Φάλαρις ἴσως σοι καὶ Διονύσιος, καὶ οἷς ἐπὶ ὠμότητι μεῖζον ὄνομα, εἰς ἀγῶνα προκεῖσθαι πεφιλοτίμησαι· καὶ οὐχ ὅτι τούτοις σεαυτὸν ἐνάμιλλον, ἀλλ’ εἰ μὴ μακρῷ παραδράμοις τούτους, τὸν βίον σοι ἀβίωτον νομίζεις. ἀλλὰ παῖς πρὸς ἄνδρας ἀγωνίζεται· χωρὶς γὰρ τῶν ἅπερ ἐκείνοις ἄλλως τε καὶ μεγαλείως διαπέπρακται, οὐδ’ ἡ τυραννίς σοι τυραννίς, κἂν λίαν ἐκβιάζῃ, καὶ τοῦ παθεῖν ὁ χρόνος ὧν πράττεις τὰ ὅμοια οὐ μακράν. οὔτε γὰρ οἱ νόμοι καθ’ οὓς αἱ πολιτεῖαι ζῶσι τεθνήκασιν καὶ ὁ τῆς δίκης οὐκ ἀνέξοιτ’ ἂν ἔτι ὀφθαλμὸς ὥστε τῶν ἐν τοῖς ὄρεσι λῃστῶν τὴν ἀξίαν διδόντων ποινηλασίαν, τοὺς ἐν ταῖς πόλεσιν ἀναιδέστερον μιαιφονοῦντας ὧν χείρω τετολμήκασιν ἀδεέστερον βιώσεσθαι.

Ἰγνατίῳ ἐπισκόπῳ Λόφων Ἀλγεῖς ὅτι σε νῦν ἀδικοῦντα διακωλύω· ἐγὼ δὲ μᾶλλον καὶ δικαιότερον, ὅτι μὴ πάλαι μηδ’ ἄρχειν τοιαύτης πράξεως· εἰ δὲ καὶ τὸ ἐμὸν κρύφιον ἄλγος δέοι ἐξειπεῖν, ὅτι σοι παρέσχον ἀφορμὴν δι’ ἧς κακὸς βουληθεὶς ἠδυνήθης γενέσθαι. ὁρᾷς ὡς τῶν σῶν ἀδικημάτων αὐτὸς ἐμαυτὸν αἴτιον ἐγὼ γράφω; τί ἂν οὖν οἴει τοὺς ἄλλους λέγειν περὶ ἐμοῦ, ὅταν τοῖς σοῖς ἀνιῶνται καὶ φυγεῖν οὐκ ἔχουσι τὸ μὴ δυσφορεῖν; πῶς δὲ τοῖς ἐκείνων ἅπερ αὐτὸς διέθου παθήμασιν οὐ τὸν κοινὸν δεσπότην εὑρήσειν δυσμενῆ, ἀρχὴν ἐγχειρίσαντα ἀνδρὶ ᾧ κρεῖσσον ἦν τοῖς τῶν ἀρχομένων ἐσχάτοις ἀντεξετάζεσθαι; οὕτω με λογίζεσθαι νόμιζε περὶ σοῦ· καὶ εἰ μὴ θᾶττον καὶ ἡδέως σαυτοῦ τὰ ἀδικήματα περικόψῃς, ἀνάγκην εἶναί μοι ἐμοῦ τε καὶ τῆς ὅλης ἐκκλησίας τέλεόν σε διακόψαι.

Γεωργίῳ μητροπολίτῃ Νικομηδείας Καλόν σε καὶ ἀγαθὸν οἱ αὐτόθεν φημίζουσιν ἥκοντες· καὶ οἱ μὲν ἄλλοι θαυμάζουσι χαίροντες (ἔσθ’ ὅτε γάρ, ὑπνοῦντος τοῦ φθόνου, οὐδὲν ἧττον ἄνθρωποι τοῖς ἀλλήλων ἢ τοῖς αὐτῶν ἡδύνονται κατορθώμασιν), ἐγὼ δὲ χαίρω μόνον, τὸ θαυμάζειν ἀφέμενος. οὐ γὰρ ἠγνόουν σε τοιοῦτον ὄντα οὐδ’ ἀνομοίους πάλαι τὰς ἐλπίδας εἶχον, ὅς γε καὶ θείαις τελεταῖς μυσταγωγήσας ἱέρωσα· θαυμάζειν δ’ ἂν οἶμαι προαχθείην, εἴ τί σου τῶν τρόπων καὶ τοῦ ἐγνωσμένου ἤθους ἀλλοτριώτερον διακούσαιμι. εἰ δὲ μὴ φεύγειν τὴν ἐφορείαν ἐφ’ ᾗ νῦν ἐτάχθης καλῶς κατορθώσῃς, λιποταξίαν κρίνων τὴν ἐπαινουμένην πάλαι ἡσυχίαν, εὖ ἴσθι ὡς τοῦτο ἂν ἅμα χαίρων καὶ σὺν ὅτι μάλιστα ἐπαίνῳ θαυμάσαιμι.

Ζωσιμᾷ μονάζοντι καὶ ἡσυχαστῇ Ὄρειά σοι τὰ δῶρα, κάστανα καὶ ἀμανῖται, ἀλλὰ βασιλικῆς πολυτελείας τὸ πλῆθος· καὶ τῷ μὲν ὀρείῳ ἥδυνας, οὐχ ὁμοίως δὲ τῷ πολυτελεῖ διέθηκας, ὄρη τε ἀδικῶν καὶ βασιλείαν κλέπτων ἐν ὄρεσιν. ἔγραψα ταῦτα, ἵνα καὶ συστείλῃς τὸ πλῆθος καὶ τὴν ἰδέαν φυλάττοις τῶν δώρων.

Ἐβουλόμην σοι παραγενέσθαι, ἀλλὰ τῆς ὁρμῆς ἐσχέθην· ὅμως οὐκ εἰς μακρὰν ἀνθ’ ἡμῶν σταλήσεται ὃς οὐ λέγω ἀναπληρώσει (οὐδὲ γὰρ αὐτοί γε οὐδ’ ἄλλοτε ἡμεῖς), ἀλλὰ μετριώσει τὸ ὑστέρημα ἡμῶν. τὰ δ’ ἄλλα ἐρρῶσθαί σου τὴν πατρικὴν ὁσιότητα ἐπευχόμεθα καὶ τῆς ἡμῶν μὴ ἐπιλελῆσθαι μετριότητος.

Ἀθανασίῳ μοναχῷ καὶ ἡσυχάζοντι Εἰς τὴν τῆς ἡγεμονίας ἐπέστη ἀρχὴν ὃν ἄρχειν τῆς πνευματικῆς ἀγέλης ἡ σὴ ὁσιότης διὰ δοκιμῆς ἐποιήσατο. εὔχου οὖν, πάτερ, μήτε τὴν σὴν σφαλῆναι κρίσιν (τοῦτο γὰρ τῇ τε σῇ ὁσιότητι κἀκείνῳ, εἴπερ τι ἄλλο, λυσιτελέστατον) μήτε τὴν ἡμῶν χειροθεσίαν εὐθύναις ἐνορᾶσθαι, ἀλλ’ ἄξιον τὸν ἄνδρα τοῦ τε ὑμετέρου ψηφίσματος καὶ τῶν ἡμετέρων ἐλπίδων ἀναδειχθῆναι. τὰ δ’ ἄλλα ἐρρῶσθαί σου τὴν ὁσιότητα ἐπευχόμεθα καὶ τῆς ἡμῶν μὴ ἐπιλελῆσθαι μετριότητος.

Τῷ αὐτῷ Ὧν ἔδει κατήκοον γενέσθαι τὸν γραμματοφόρον τῆς ὑμῶν ὁσιότητος, ὡς ἐν βραχυτάτῳ καιρῷ πάντα παρῃνέθη, καὶ αὐτὸς αὑτὸν εὐπειθῆ καὶ καρπὸν οἴσειν τῶν παραινέσεων ἄξιον ταῖς ὑποσχέσεσιν ἔδειξε, τά τε ἄλλα θεῷ εὐαρέστως βιοῦν καὶ μηδὲ τὸν δάκτυλον (ὃ δή φασι) κινεῖν τῆς ὑμετέρας χωρὶς ἐπικρίσεως. εὐχόμεθα δὴ τοῖς ἔργοις συμβαίνοντας ἰδεῖν τοὺς λόγους, ἵνα μὴ σπείραντας εἰς πέτρας ὁ τοῦ γεωργίου καιρὸς ἡμᾶς ἐξελέγξειεν.

Οἱ δὲ τῶν Συμβόλων μοναχοὶ ἀτάκτως ἐχώρησαν, ἑαυτοῖς τὴν περὶ τοῦ σφῶν ἡγουμένου ἐξουσίαν καὶ κρίσιν ἐπιτρέψαντες· ἴσον γάρ ἐστιν ἵππους ἡνιόχων κατεξανίστασθαι καὶ πρόβατα τοῦ ποιμένος καὶ ναύτας τοῦ κυβερνήτου, μᾶλλον δὲ πολλῷ ἀτοπώτερον μοναχοὺς τῶν καθηγουμένων καταφρυάττεσθαι, οἳ λόγον ὑπέχειν αὐτῶν ἑτέροις, ἀλλ’ οὐκ ἐκείνοις, ἐπιστεύθησαν. εἰ δέ τι πλημμελεῖ, μείζονα κριτὴν ἐπιζητεῖν ἔδει, ἀλλὰ μὴ ἁρπάζειν τὴν κρίσιν τῶν ἀρχιερέων τοὺς ἐν τῇ τῶν κρινομένων χώρᾳ μόλις ἐξεταζομένους. ὅμως, ἐπεὶ τῇ ὑμετέρᾳ προσερρύησαν ἁγιωσύνῃ, ἀφίεται αὐτοῖς τῆς ἀναρχίας τὸ τόλμημα καὶ τῆς στάσεως, εἰ καὶ αὐτοὶ εὐπειθῶς τοῦ λοιποῦ πολιτεύεσθαι διαβεβαιώσαιντο· δείξουσι δέ, ἐὰν ἕνα τινά, ὃν ἂν βουληθῇ σου ἡ ὁσιότης, εἰς ἡγούμενον δέξωνται. μὴ γὰρ αὐτοῖς ἐπὶ νοῦν ἥκοι ὡς οἱ καταστασιάζειν ἐπαρθέντες ἀνδρὸς ὑπὲρ οὗ τὰς ψήφους ἐγγράφους ἔθεντο, οὗτοι πάλιν ψηφίζεσθαι καὶ μαρτυρεῖν ἀξιωθήσονται. ἀρκεῖ γὰρ τοῖς πλημμελοῦσιν ἡ τῶν ἁμαρτηθέντων συγγνώμη, τὸ δὲ προνόμιον τῶν ἀνεξαμαρτήτων οὐχ ἕξουσιν, ἵνα μὴ ἀδιάφορον τῷ ἀγαθῷ τὸ κακὸν καὶ τῷ κατορθοῦν τὸ ἁμαρτάνειν ἐν ἀδιαφόρῳ τῇ ἐφ’ ἑκατέρου κρίσει λογίζοιτο. τὰ δ’ ἄλλα ἐρρῶσθαί σου τὴν ὁσιότητα ἐπευχόμεθα καὶ τῆς ἡμῶν μὴ ἐπιλελῆσθαι μετριότητος.

Ἰωάννῃ μητροπολίτῃ Ἡρακλείας, τῆς ἐπαναστάσεως τῆς κατὰ τὸν Ἀρμένιον συνισταμένης Ἀπηλγημένας λύπας ἀριθμεῖς ἐπὶ τῇ φορᾷ τῶν παρόντων κακῶν, ὥσπερ ἑκὼν τὰς αἰσθήσεις μύων καὶ οὐκ ἐθέλων ὁρᾶν. σείεται σχεδὸν ἡ Ἀσία πᾶσα ἐμφυλίῳ στάσει, καὶ πόλεις αὔτανδροι ὑποβρύχιοι φέρονται τῷ κακῷ· ᾧ δὲ τὴν φορὰν ταύτην ἐπισχεῖν ἐλπίδες ἦσαν, οὐχ ὅτι οὐδὲν ἐπικουρεῖ, ἀλλὰ καὶ πρὸς τὸ βάραθρον συνωθῶν οὐ μικρὰ ἐπὶ τούτῳ φρονεῖ. οἱ γὰρ καθηγούμενοι τοῦ στρατοῦ, αὐτοὶ κατὰ τῶν δυσμενῶν τὰ ὅπλα φέρειν μεθέντες—ἐῶ δὲ νῦν ὡς κατὰ τῆς ἰδίας κεφαλῆς καὶ ἀρχῆς ἐπανετείναντο—ἀλλ’ οὖν κατ’ ἀλλήλων φέρειν τὸ στρατιωτικὸν ἐβαρβάρωσαν, οὔτε θεσμοὺς θείους οὔτε ἀνθρωπίνους ἐν λόγῳ ποιησάμενοι. πῶς οἴει τὴν πόλιν καὶ τοὺς βασιλεῖς αὐτούς, εἰ βούλει δὲ καὶ ἡμᾶς, ἐπὶ τηλικούτῳ διακεῖσθαι πάθει; ἂν δὲ τὸ κοινὸν λωφήσῃ κακόν (λωφήσει δέ· τοῦτο γὰρ τὸ εὐθὺ τῆς δίκης καὶ λέγειν ἀναπείθει καὶ ἐννοεῖν), οἴχεται καὶ τὰ ἐνοχλοῦντα ἑκάστῳ καὶ ἰδίᾳ λυπηρά, τῶν νόμων ἐπὶ τὴν ἰδίαν ἰσχὺν ἀνενεγκόντων καὶ τῶν ἀδικεῖν ἐπιχειρούντων ἢ καὶ ἀδικησάντων τὴν δίκην ἀπαιτουμένων. ἔρρωσο.

Λέοντι σπαθαρίῳ τῷ ἐπιλεγομένῳ Δράκοντι Πολλοὶ πρὸς ἡμᾶς λύκοι τὴν γνώμην παρεγένοντο, προβάτων ἐνδύματα φοροῦντες καὶ τῷ ἔξωθεν σχηματισμῷ τὴν ἔσωθεν περιστέλλοντες κακίαν· ἀλλὰ τούτων οἱ πλείους οὐκ ἔλαθον ἐπὶ πολύ, τοῦ χρόνου φωράσαντος αὐτῶν τὴν τέχνην καὶ τὴν περιβολὴν τῆς δορᾶς οὐκ εἰς μάτην μόνον ἐπινοηθεῖσαν, ἀλλὰ καὶ διπλῆν ἐπιδεικνύντος, τοὐναντίον ἤπερ ἐβούλοντο, τὴν προσοῦσαν αὐτοῖς πονηρίαν, τήν τε κρυπτομένην φημὶ καὶ τὴν κρύπτουσαν. ἡ δὲ σὴ μεγαλειότης, ὡς ἔοικεν, ἐκ πολλοῦ τοῦτο καὶ μελετήσασα καὶ τεχνώσασα, σοφὴ τοῦ καλύπτειν ἐγένετο τὸ θηρίον, καὶ μέχρις ἂν ἀρνίῳ περιέτυχεν, τὴν δορὰν οὐκ ἀπέθετο· ἐπιτυχοῦσα δὲ καὶ ἀπεδύσατο καὶ τὸν θῆρα ἔδειξεν καὶ τοσοῦτον, τό γε αὐτῆς μέρος, τὰ προστυχόντα διέφθειρεν, ὅσον οὐδὲ τὰ προφανέστατα τῶν ἀγριωτάτων θηρῶν ἐλυμήνατο ἄν. ἀλλὰ χαίρομεν κἂν τούτῳ, ὅτι λαθοῦσα προέλαβεν ἡμᾶς κρυπτομένη κακία ἢ προκατελάβομεν ἡμεῖς κολάσαι ὑπονοουμένην μοχθηρίαν· τὸ μὲν γὰρ καὶ σφάλοι ἂν πολλάκις οὐκ ἐπ’ ὀλίγον, τὸ δὲ καὶ λαθὸν τὴν ὑστάτην οὐκ ἂν φύγοι δίκην.

Ἀλλὰ ταῦτα γράφομεν, οὐχ ἵνα ἐπιστραφῇς (ἐπιστραφήσῃ γὰρ καὶ μὴ θέλων), ἀλλ’ ἵνα γνῷς ὡς οὐδὲ τὴν ἀρχὴν ἔλαθες ἂν ἡμᾶς, εἰ μὴ συνεργὸν εὗρες τὴν ἡμετέραν φιλανθρωπίαν. τὰ δ’ ἄλλα ἐρρῶσθαί σε τὴν ψυχὴν μᾶλλον ἢ τὸ σῶμα ἐπευχόμεθα, καὶ τῶν τετολμημένων διὰ μετανοίας τὰ στίγματα ἀπαλείψαντα, καὶ οὐ τὸ πρόβατον, ἀλλὰ τὸ θηρίον εἰς τὸ παντελὲς ἀπεκδυσάμενον, μήτε ἐνταῦθα μήτε ἐκεῖθεν εὐθύνας ὑφέξειν.