Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Το μυστήριο του Βαπτίσματος και η βλασφημία κατά του Αγίου Πνεύματος

Εξέταση της τριαδικής επίκλησης στο Βάπτισμα, της χρήσης του «ονόματος του Ιησού» και ανάλυση της ασυγχώρητης βλασφημίας κατά του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 23 από 34

Οὐδὲν δὲ ἧττον προϊὼν ὁ λόγος καὶ δι’ ἑτέρων παραστήσει τῆς τοιαύτης δόξης τὸ ἀκόλουθον· λέγει γὰρ ὁ χρηματίζων, τῆς πολλῆς ἀγωνίας καὶ τοῦ δέους ἀνακαλούμενος τὸν μυσταγωγὸν τοῦ Παύλου, ὅτιπερ ὃν τέθηπας καὶ δέδοικας ὡς πολέμιον τοῦ σωτηρίου κηρύγματος, ‘οὗτός μοι σκεῦός ἐστιν ἐκλογῆς’, εἶτα, ‘τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ,’ ἀντὶ τοῦ, οὐ μόνον αὐτὸς τῶν ἐχθρῶν τῆς φάλαγγος ἀπεπήδησεν, ἀλλὰ καὶ πρόμαχος καὶ προασπιστὴς τῆς πολεμουμένης εὐσεβείας ἀναδειχθήσεται· καὶ γὰρ ὑπὸ τῶν δυσσεβούντων πολιορκούμενόν τε καὶ κατασειόμενον αὐτὸς ἀναβαστάσει καὶ ὑποστηρίξει καὶ ἀκράδαντον παραστήσει τὸ θεοσεβὲς κήρυγμα. τοῦτο γὰρ ἐνταῦθα ἡ τοῦ ὀνόματος ἀπαγγέλλει δύναμις, τὴν ἀληθινὴν πίστιν, τὸ τῆς εὐσεβείας φρόνημα, τῆς θεολογίας τὸ κήρυγμα, τῆς τοῦ λόγου σαρκώσεως τὸ μυστήριον. ἐπεὶ τί χαλεπὸν ἦν, τίνων δὲ στηριγμάτων δεόμενον, ἁπλῶς οὕτως καὶ μιᾷ φωνῇ προσαγορεύειν τὸν κύριον, καὶ αὐτῶν ἐνίοτε τῶν δαιμονίων ἀναβοωμένων καὶ μετὰ προσθήκης τινὸς τὸ δεσποτικὸν ὄνομα;

ἀλλὰ δῆλον ὡς νῦν ὄνομα τὸ διὰ Παύλου καταγγελλόμενον κήρυγμα λέγει καὶ τὸ πρὸς θεὸν ἀναφερόμενον σέβας, ὑπὲρ οὗ μυρίους καθ’ ἑκάστην θανάτους ὁ πρὶν διώκτης ἡδέως ἔφερεν, διδάσκων, παραινῶν, μυσταγωγῶν, κηρύσσων τὴν πίστιν καθ’ ἣν αὐτῷ μυσταγωγίαν ὁ σωτὴρ ἀπεκάλυψεν· ‘ἐγὼ γάρ’, φησίν, ‘ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν’.

Καὶ ὅρα, συνεχὴς ἡ χρῆσις τοῦ ὀνόματος· διὰ τί; ἵνα ἡ ἐπιμονὴ τῆς φωνῆς, τὸ αὐτὸ πρᾶγμα πολλάκις σημαίνουσά τε καὶ κατάδηλον ποιουμένη, ὥσπερ διὰ τῆς ἀκοῆς ἐντυπώσειε τοῖς λογισμοῖς τὸ τῆς εὐσεβείας μυστήριον, καὶ οἷα βασιλικὸν ἐκσφράγισμα ταῖς διανοίαις τοῦτο φέροντες καὶ πρὸς αὐτὸ ἀφορῶντες μὴ πρὸς πολλὰς εἴημεν ὁδοὺς διαφόροις φωναῖς σχηματιζομέναις ἐκτρεπόμενοι. ὑπὲρ τοῦ μυστηρίου τούτου καὶ τῆς περὶ τὴν πίστιν ἀκριβείας ὁ Παῦλος ἔπασχε τὰ ἀνήκεστα, οὐ γὰρ περὶ ὀνόματος ψιλοῦ οὐδὲ συλλαβῶν βραχείᾳ συνθέσει τὸ φρικτὸν καὶ μέγα τῆς πίστεως περιγράφοντος. διὸ καὶ ἀκούειν ἐστὶ τῶν ἱερῶν πάλιν ἐκδιδασκόντων ῥημάτων, ‘οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τὸ ὄνομα τοῦτο;’ πῶς γὰρ ἐπορθεῖτο λέξις πληγῇ ἀέρος βραχείᾳ περιγραφομένη καὶ πρὸς μηδένα νοῦν τό γε ἐπ’ αὐτῇ μηδὲ δόξαν θεολόγων ἀναπλουμένη μηδ’ ἀνθρώπων ψυχαῖς ἐνιέναι δογμάτων ἀκρίβειαν δυναμένη καὶ τὴν ὕπαρξιν χρονιωτέραν οὐκ ἔχουσα τῆς γενέσεως;

Ἀλλὰ γὰρ δῆλον ὡς νῦν ὄνομα οὐ τὸ σύνηθες καὶ πᾶσι περιφερόμενον ἐννοεῖν δεῖ, ἀλλὰ τὸ τῆς εὐσεβείας ὅλης ἀπαγγέλλον τε καὶ διασημαῖνον μυστήριον καὶ τὴν τοῦ κηρύγματος διὰ πάσης ἡμῶν τῆς θεολογίας προϊοῦσαν ἀκρίβειαν. καὶ γὰρ τὸ τοιοῦτον ὄνομα, ἤτοι τῆς πίστεως ἡ τελείωσις, καὶ ταῖς διανοίαις ἡμῶν ἐμβαθύνεται καὶ θεμέλιον λαμβάνει ἑδραζόμενον τῇ τῶν πιστευόντων φιλοθέῳ γνώμῃ καὶ τῇ στερρότητι τοῦ φρονήματος. τοῦτο τὸ ὄνομα ὁ πρὶν μὲν Σαῦλος ἐπολιόρκει, ὁ δὲ μετὰ ταῦτα Παῦλος ἐνώπιον ἐθνῶν καὶ βασιλέων ἐβάσταζεν, ἀπερίτρεπτον τοῦτο καὶ ἀκαταγώνιστον ἰδίοις ἐπιδεικνὺς ἀγωνίσμασι καὶ πολλὰ τῶν ἐθνῶν ἀπὸ τῆς δυσσεβείας εἰς ταύτην μεθαρμόσας καὶ μυσταγωγήσας τὴν εὐσέβειαν. δεῖ τοίνυν, ἐπειδὰν τὰ λόγια λέγῃ ὡς ἐβάπτιζον οἱ μαθηταὶ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἢ κατ’ ἄλλην τινὰ συνθήκην παραπλησίου λόγου συμφερομένην τῷ προκειμένῳ τῆς ἐκφωνήσεως τύπῳ, ἀκολούθως τε καὶ θεοπρεπῶς ἐννοεῖν καὶ τῶν μαθητῶν μηδὲν ἀνάξιον ὑπονοεῖν, ἀλλὰ κατὰ τὸ κήρυγμα τοῦ σωτῆρος καὶ τὴν διδασκαλίαν ἀνομολογεῖν τοὺς ἀποστόλους τελεσιουργεῖν τὴν ἀναγέννησιν καὶ τοὺς ἄλλους πράττειν ὁμοίως μυσταγωγοῦντας, μηδὲν ἔξωθεν τῆς δεσποτικῆς ἐντολῆς μήτε ἐννοοῦντας μήτε λέγοντας μήτε πράττοντας.

Ἀλλὰ γὰρ ἴσως ἄν τισιν ἐπέλθοι λογοθετεῖν, ἵνα μὴ λέγω φιλονεικεῖν, ὡς εἴπερ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐβάπτιζον οἱ μαθηταί, τί δήποτε εἰς τὸ ὄνομα τοῦ Χριστοῦ λέγονται βαπτίζειν ἢ εἰς τὰ ὅμοια; καὶ γὰρ τοῦτο μὲν διὰ τῶν εἰρημένων ἤδη ἀποχρώντως ἐπιδέδεικται· ἤρκει γὰρ ἀντὶ πολλῶν ἄλλων τὴν αἰτίαν ταύτην εἰς τὸ τῆς ἱερᾶς ἡμῶν γραφῆς ἔθος ἀνάγειν καὶ παραστῆσαι ταύτην οἰκειούμενον, μηδὲ μᾶλλον τοῦ συμφιλοσοφεῖν τὸ πολυπραγμονεῖν ἀνταλλάττεσθαι. καὶ γὰρ ἄλλα τε πολλὰ καθ’ ἕκαστον εἶδος λόγου δι’ ὧν χαρακτηρίζεται καθορᾶται ἰδιώματα, καὶ οὐδεὶς ἐπιγνοὺς τὸ ἰδίωμα πρὸς ἑτέραν ἀποπλανᾶσθαι τὸν νοῦν ἀφίησι ζήτησιν· καὶ τοῦτο οὐ μόνον ἐπὶ τῶν θεοσόφων λόγων ἐστὶν ἀναθεωρεῖν, ἀλλὰ καὶ ἃ κοσμεῖν φιλοτιμεῖται γλῶσσα ἡ Ἀττικίζουσα.

Πλὴν οὐδὲν κωλύει καὶ τὸ ἰδίωμα πλατύτερον συνεκδιδάσκειν· καίτοι γε οὐδὲ τοῦτο παρεῖδεν ἔμπροσθεν ὁ λόγος, ὅτι μὴ ἐστέρηται τοῦ αἰτιολογεῖσθαι. καὶ γὰρ εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸ ὄνομα Ἰησοῦ Χριστοῦ καὶ εἰς τὰ παραπλήσια, ὧν ἐν τῷ διαφόρῳ τῶν φωνῶν ἀδιάφορος ἡ διάνοια καὶ μία, δικαίως ἂν ἀναφέροιτο ἡ παρ’ αὐτοῦ μυσταγωγηθεῖσα τοῖς μαθηταῖς καὶ διὰ τῶν μαθητῶν τῷ κόσμῳ πίστις, τοῦ ὀνόματος τοῦτο παραδηλοῦντος, διότι αὐτὸς ἀρχηγὸς κατέστη τῆς εἰς τὸ θεῖον εὐσεβείας καὶ διότι ἐν τῇ τοῦ Ἰησοῦ καὶ κυρίου μνήμῃ διδασκόμεθα συγκεφαλαιοῦσθαι καὶ συνεμφανίζεσθαι τὸ μυστήριον ὅλον τῆς τοῦ λόγου δι’ ἡμᾶς οἰκονομίας· ἀναπλοῦσθαί τε δύναται τῶν εὐσεβούντων ἕκαστος καὶ ἀπευθύνεσθαι δι’ αὐτοῦ πρὸς τὸ τέλειον τῆς θεογνωσίας, οὐ τῇ βραχύτητι τῆς λέξεως συναποθλίβων καὶ συστενοχωρῶν τὸν νοῦν τῶν δογμάτων (τοῦτο γὰρ ἂν εἴη ψιλὴν τὴν φωνὴν προφέρειν), ἀλλ’ ἐμπλατυνόμενος καὶ καταρτιζόμενος τῇ πίστει καὶ τῇ τελειότητι τῆς εὐσεβείας.

Εἰ βούλει δέ, ἀχώριστός ἐστι καὶ ἀδιάστατος ὁ υἱὸς τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι ὡς τῆς αὐτῆς ὑπερουσίου οὐσίας καὶ δυνάμεως καὶ ἐξουσίας ὑπάρχων· ὡράθη δὲ καὶ ἐψηλαφήθη σάρκα τὴν ἡμετέραν ἀναλαβὼν ὁ υἱός, καὶ γέγονεν ἡμῖν ὄμμασί τε ληπτὸς ἁφῇ τε ψηλαφητός· ‘ὃ γὰρ ἐθεασάμεθα’, φησίν, ‘καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη’· ἐξ ἑνὸς οὖν, τοῦ μᾶλλον ἡμῖν διὰ φιλανθρωπίας ἄφατον πέλαγος ἐν γνώσει καθεστῶτος καὶ τὰ ὑπὲρ λόγον μυσταγωγήσαντος, τῆς ὁμοουσίου καὶ παντοκρατορικῆς τριάδος τὸ ὑπερούσιόν τε καὶ ἑνιαῖον ἐλλαμφθέντες πρός τε τὴν ἄλλην τοῦ μυστηρίου θεωρίαν δι’ αὐτοῦ χειραγωγηθέντες, εἰκότως ἄρα καὶ ἐπειδάν τινα πράττωμεν κατὰ τὸ παραδεδομένον δόγμα τελοῦντες, εἰς τὸν παραδεδωκότα ταῦτα δικαιοῦμεν ἀναφέρεσθαι.

Ὅπως μέντοι γε καὶ ὁ Παῦλος κατήγγελλεν τὸ ὄνομα τοῦ Ἰησοῦ καὶ κατὰ ποῖον σημαινόμενον τοῦ ὀνόματος, κἀντεῦθεν δῆλον· μᾶλλον δέ, τῶν ἐκείνου λόγων ἡ χάρις ὧν ἥψατο τῆς καρδίας ἄδηλον οὐδενί. νῦν μὲν γὰρ τὸ φρικτὸν καὶ φιλάνθρωπον τῆς σαρκώσεως καὶ μυσταγωγῶν καὶ κηρύττων ἐδείκνυτο, νῦν δὲ θεολογῶν τὴν τριάδα ἐπαρρησιάζετο, συνανακηρύττων καὶ τὴν ἄλλην τοῦ μυστηρίου δύναμιν καὶ θειότητα. ἀλλὰ γὰρ οὐδέν ἐστιν οἷον αὐτοῦ ἀκούειν· ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ’ (δηλονότι τοῦ πατρὸς ὁ υἱός) ‘οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ’· οὐδὲ γὰρ ἔσχε τὸν κλῆρον τῆς θεότητος ἐκ διαδοχῆς οὐδὲ ἐπιθέμενος καὶ ἁρπάσας ἐξ ἑτέρου περιέθετο τὸ κράτος ἑαυτῷ, ἀλλ’ ἀπ’ ἀρχῆς, ὡς τῆς αὐτῆς ὢν οὐσίας καὶ φύσεως καὶ μηδεμίαν ταύτης ἀφαίρεσιν μηδαμῶς ὑποστῆναι πεφυκώς, διὰ τοῦτο μηδὲν ὅλως δυσχερὲς ὑφορώμενος ‘ἐκένωσεν ἑαυτόν, μορφὴν δούλου λαβών.’ καὶ πάλιν· ‘εἷς κύριος καὶ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα.’

οὕτω δὴ οὕτω καὶ τὴν τοῦ λόγου οἰκονομίαν ἀνεκήρυττεν καὶ τὴν τῆς τριάδος θεολογίαν ἐκράτυνεν, ἔκ τε τοῦ μὴ ἀφελεῖν τὸ ἑνιαῖον ἀπὸ μηδεμιᾶς τῶν τριῶν ὑποστάσεων, ἀλλ’ ὁμοτίμως εἰς αὐτὸ ταύτας ἀναφέρεσθαι, καὶ ἐκ τοῦ μὴ τὴν μὲν πάντων, τὴν δὲ τινῶν ἄρχειν καὶ προνοεῖν, ἀλλὰ τὰς τρεῖς πάντων τῶν ὄντων καὶ τὴν δημιουργίαν ἔχειν ὁμοσθενῶς καὶ ὁμοτίμως καὶ τὴν κυριότητα καὶ τὴν πρόνοιαν.

Ὁρᾷς ὅπως ὁ τῆς ἐκκλησίας διδάσκαλος ἐβάσταζεν τὸ ὄνομα τοῦ Χριστοῦ; ἔτι συνόρα. ‘Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις, περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυίδ.’ πάλιν κἀνταῦθα κηρύττεται ἡ τριάς, θεὸς καὶ υἱὸς τοῦ θεοῦ καὶ πνεῦμα ἅγιον, καὶ ἡ σάρκωσις συνανακηρυττομένη τοῦ λόγου. ἐπεὶ δὲ υἱὸν θεοῦ εἶπεν, ἐπάγει δι’ ὧν ἀφορίζεται ὁ υἱός· τοῦ γὰρ ἐπιγνωσθέντος, φησίν, καὶ ἀφορισθέντος ἐξ ἄλλων τε πολλῶν ἰδιωμάτων ἃ μηδενὶ πρόσεστι, καὶ ὅτι, ὃ μηδέποτε γέγονεν, αὐτουργὸς τῆς ἰδίας ἀναστάσεως γέγονεν, οὐχ ἥκιστα δὲ καὶ ἐξ ὧν τὸ πανάγιον πνεῦμα ἐπεσκίασέν τε τῷ τόκῳ, τὸν ὁμοούσιον λόγον ἐκ σπέρματος Δαυὶδ συνεργοῦν προελθεῖν, καὶ μάρτυς ἐν τῷ βαπτίσματι τῆς ἀψευδοῦς υἱότητος καὶ τῆς ὁμοουσίου θεότητος γεγονός. εἰς κόρον ἄν, οἶμαι, λογισθείην τοῖς ἀκροαταῖς προσφέρεσθαι καὶ τὰ περιττὰ φιλότιμος, εἰ πάσας τὰς χρήσεις τοῦ θεσπεσίου Παύλου ἀναγράφοιμι δι’ ὧν ἐθεολόγει τε τὴν τριάδα καὶ τῆς σαρκώσεως ἐκήρυττε τὸ μυστήριον, βαστάζων ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων τὸ ὄνομα τοῦ κυρίου· διόπερ τοῖς εἰρημένοις ἀρκεσθησόμεθα, οὐδὲν ἔργον ὑπολείποντες οὐδὲ τοῖς ἐθέλουσι κἀκείνας ἀναλέγεσθαι.

Κατὰ τὰ αὐτὰ δὲ δηλονότι καὶ τῶν ἄλλων μαθητῶν ὁ θεῖος ἐκήρυττε καὶ ἐδίδασκε χορός· ὡς δὲ ἐκήρυττον, οὕτως ἐβάπτιζον· ἐκήρυττον δὲ ὡς ἡ ἐνυπόστατος αὐτοὺς σοφία θεολογεῖν καὶ κηρύττειν ἐξεπαίδευεν. ὧν ἓν ἦν, καὶ οὐδενὸς τῶν ἄλλων δογμάτων ἔλαττον, καὶ τὸ εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον τὸ λουτρὸν τῆς παλιγγενεσίας τελεσιουργεῖν καὶ ταῖς αὐτῶν ἐπικλήσεσι τοὺς βαπτιζομένους ἄγειν εἰς ἀναγέννησιν. οὕτω τῶν ἀποστόλων ὁ θεόκριτος σύλλογος τὸ δῶρον ἐμυσταγώγει τῆς ἀφέσεως· οὕτω Παῦλος ἐβάπτισεν οὓς ἐβάπτισεν· οὕτω βαστάζων ἐνώπιον ἐθνῶν καὶ βασιλέων τὸ ὄνομα τοῦ σωτῆρος ἐπαρρησιάζετο· κατὰ ταύτην ἐβόα τὴν ἔννοιαν, ‘παρακαλῶ οὖν ὑμᾶς ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ, ἵνα τὸ αὐτὸ λέγητε’.

Βούλει δέ σοι καὶ τὸν κορυφαῖον παρέσεσθαι μάρτυρα; εἰ γὰρ καὶ μὴ δοκῇ κατά γε τὴν τῶν ῥημάτων προφορὰν τῷ τῆς ἐκκλησίας ἔθει καὶ τῇ πράξει συμφθέγγεσθαι, ἀλλά γε φιλαλήθως αὐτοῦ καὶ ἐπιμελῶς ὁ σκοπὸς ἀνερευνώμενος οὐδὲν ἔλαττον, εἰ μὴ καὶ μᾶλλον, ταύτην ἐπικροτεῖ καὶ συνίστησι. καὶ γὰρ ταῖς θαυματουργίαις οὐκ ἔλαττον τῆς θεοσεβοῦς διδασκαλίας τὴν Ἰουδαίαν περιερχόμενος, τὸν πρὸς τῇ ὡραίᾳ πύλῃ καθεζόμενον, οὗ αἱ βάσεις τῶν ποδῶν καὶ τὰ σφυρὰ διελέλυτο, τοῦτον ἁρμολογῶν τῷ ῥήματι καὶ ὑγιᾶ παραδόξως ἀναδεικνύς, ‘ἐν τῷ ὀνόματι’, φησίν, ‘Ἰησοῦ Χριστοῦ, ἔγειραι καὶ περιπάτει’. ἀλλ’ ὁ μὲν τύπος τῆς φωνῆς τῇ ὑπὲρ λόγον ἐνεργείᾳ τῆς χάριτος οὕτω συμπροήχθη, αὐτὸς δὲ τοῦ ῥήματος τὴν δύναμιν ἀναπτύσσων καὶ τί βούλεται αὐτῷ τὸ ὄνομα δηλοῦν ἐπερμηνεύων, τοὺς μὲν καταπληττομένους τῷ θαύματι ἐδίδασκεν ὡς ὁ ἐξουθενηθεὶς παρ’ αὐτῶν καὶ σταυρῷ καὶ θανάτῳ καταδικασθείς, αὐτός ἐστιν οὗ ἡ δύναμις τὴν ἀνίατον ἰάσατο νόσον· ἐδίδασκεν δὲ καὶ ὅτι τὸ ὄνομα νῦν αὐτῷ τῆς πίστεως τὴν συγκεφαλαίωσιν καὶ τὴν ὁμολογίαν ἀπαγγέλλει.

ὅρα γὰρ οἷά φησιν· ‘ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν’· καὶ ἐπιδηλότερον τὸ βούλημα ποιῶν ἐπάγει· ‘καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ’ (πρόσσχες)· ἀλλὰ καὶ ‘ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην’. ἀρχόμενος τοῦ θαύματος τὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ αὐτουργεῖν τὴν ἴασιν ἀνακηρύττει· εἶτα μεταλαμβάνει τὸ ὄνομα πρὸς τὴν πίστιν, ὅπερ ἐστὶ τὸ μυστήριον τῆς εὐσεβείας· μετὰ τοῦτο πάλιν ὄνομα τὴν εἰς αὐτὸν καλεῖ πίστιν, ὥσπερ δεδιὼς μὴ λήθην λάβωσιν οἱ ἀκροαταὶ ὅτι τὸ ὄνομα αὐτῷ ἀντὶ τῆς πίστεως παρελήφθη· εἶτα ἐπάγει, ‘καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ’, τοῦτ’ ἔστιν ἡ κηρυχθεῖσα παρ’ αὐτοῦ. ὁρᾷς ὅπως τὸ μὲν ὄνομα τὴν πίστιν νῦν τὴν εἰς αὐτὸν ἀπαγγέλλει, ἡ δὲ πίστις τὴν ὑπ’ αὐτοῦ κηρυχθεῖσαν θεοσέβειαν, τὸ δὲ κήρυγμα τοῦ χωλοῦ τὰς βάσεις στερεοῖ; ὥστε, εἰ μή τις ἄλλη τῶν μαρτυριῶν προσῆν, ἤρκεσεν ἂν ἡ τοῦ κορυφαίου μόνη προκομιζομένη λαμπρῶς παραστῆσαι τί σημαίνει τὰ ἱερὰ λόγια ἐν τῷ λέγειν ‘βαπτίζεσθαι’ τοὺς προσιόντας ‘ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ’ καὶ τὰ ὅμοια.

Ταῦτα μὲν Πέτρος τὴν θεουργίαν ἐμφανίζων ἔλεγεν, ὁ δὲ τῶν μαθητῶν ἠγαπημένος συνεδογμάτιζεν, Λουκᾶς συνέγραφεν, Παῦλος ἐδίδασκεν· οἷς καὶ τῶν λοιπῶν ἀποστόλων ὁ χορός (οὐ γὰρ ἦν οὐδαμῶς οὐδ’ ἐπὶ νοῦν λαβεῖν αὐτοὺς περὶ τὰ καίρια διαφέρεσθαι) συνανεκήρυττεν· οὕτως ὄνομα Χριστοῦ ἡ πίστις ἡ εἰς Χριστόν, πίστις δὲ εἰς Χριστὸν ἡ δι’ αὐτοῦ παραδεδομένη τοῖς αὐτόπταις τοῦ λόγου καὶ ὑπηρέταις θεολογία καὶ τῆς οἰκονομίας τὸ μυστήριον.

Σὺ δ’, εἴ τις ἔρως ἐπῆλθε πρὸς τὴν αὐτὴν ὑπόθεσιν εὐπορεῖν πλειόνων ἐπιχειρημάτων, κἀντεῦθεν τῆς προθέσεως οὐκ ἀποτεύξῃ. πρῶτον μὲν γὰρ τῆς ἀπ’ ἀρχῆς ἀπορίας εὐλογωτέρα λύσις οὐκ ἂν εἴη τις ἑτέρα παρὰ τὴν εἰρημένην, σαφῶς ἐμφανίζουσα τὴν τοῦ ζητήματος γνῶσιν. δεύτερον δὲ καὶ ἥν τινες ἐπενόησαν λύσιν τὸ ἀνεπιτίμητον οὐκ ἔσχεν· καὶ γὰρ ἤδη μὲν οὐκ ὀλίγας ἔδωκεν λαβάς, δοίη δ’ ἄν σοι βουλομένῳ καὶ πλείους. εἰ γὰρ προσίστατο τοῖς κατ’ ἀρχὰς προσιοῦσι καὶ μόνον προφερόμενον τὸ ὄνομα τοῦ Χριστοῦ, πῶς ἦν τῶν κατεπειγόντων βαπτίζοντας αὐτὸ προκομίζειν; οὐδὲ γὰρ θεραπείαν τινὰ τοῦ θορυβοῦντος παρεῖχεν ἂν τὸ παραλυποῦν προτεινόμενον, ἀλλ’ ἐπὶ πλέον ἐξετράχυνεν ἂν καὶ ἀνεφλέγμαινεν αὐτῶν τὴν γνώμην· σιγώμενον γὰρ μᾶλλον τὸ ἀνιαρὸν ἢ φθεγγόμενον τοὺς δυσχεραίνοντας αὐτὸ διαπραΰνει. καὶ τὸ ἔτι μᾶλλον ἀναφλέγον εἰς ὀργήν, σιωπῆσαι μὲν καὶ ὑπεριδεῖν ἃ τοῖς πολλοῖς τῶν Ἰουδαίων ἐγνωρίζετο, πατέρα λέγω καὶ πνεῦμα, ἀντεπεισάγειν δὲ τὴν κλῆσιν τοῦ Ἰησοῦ, οἷς οὐδὲ τὴν φωνὴν ἄλυπον ἦν ταῖς ἀκοαῖς παραδέχεσθαι.

καὶ γὰρ μᾶλλον ἂν προαγόμενον οὕτω προσίστατο· μετὰ μὲν γὰρ τῶν τιμωμένων συνταττομένου πρὸς ἑκατέραν μοῖραν τήν τε παραλυποῦσαν καὶ τὴν εὐφραίνουσαν ὁ ἀκροατὴς ἐμερίζετο καὶ πρὸς μίαν καινοτομίαν τὴν προσθήκην ἐταράσσετο· τῶν δὲ γνωρίμων καὶ τιμωμένων σιγῇ παραπεμπομένων, μόνου δὲ τοῦ πλήττοντος ἀντ’ ἐκείνων κηρυσσομένου, πῶς οὐκ ἦν εὐλογώτερον ἀποπηδᾶν αὐτίκα καὶ τὰ ὦτα φράττειν, διπλαῖς, μᾶλλον δὲ πολλαπλαῖς βαλλομένους ταῖς καινοτομίαις καὶ τὸ βέλος τῆς ἀνίας πικρότερόν τε καὶ δριμύτερον ὑποδεχομένους; ἐξ ὧν μᾶλλον τὸ παντελῶς αὐτοὺς ἐκτραχύνεσθαι καὶ τοῦ προσιέναι ὅλως τῷ κηρύγματι εἰς τὸ ἀδύνατον κατεσκευάζετο.

Οὐκ ἠνείχοντο, φησίν, τὸ Ἰουδαίων ἔθνος θεὸν τὸν Χριστὸν ὁμολογεῖν, διὰ τοῦτο ἄρα ἐν τῷ ὀνόματι αὐτοῦ τῶν ἀποστόλων ὁ χορὸς ἐβάπτιζεν. καὶ ποῦ τοῦτο λόγον ἔχοι, πραΰνειν διὰ τοῦ φλεγμαίνοντος καὶ θεραπεύειν διὰ τοῦ τραύματος; πῶς δ’ οὐχ ὁ ἐναντίος λόγος εἰς τὸ εὐλογώτερον ἂν εἴη καὶ συνετώτερον προτεινόμενος; οὐκ ἐβάπτιζον οἱ ἀπόστολοι εἰς τὸ ὄνομα τοῦ Χριστοῦ· βαρέως γὰρ οἱ μυσταγωγούμενοι καὶ πρὸς αὐτὴν τὴν κλῆσιν ἐφέροντο. ἆρ’ οὐκ εἰς ἀποτροπὴν μᾶλλον ἀπῆγον τοῦ βαπτίσματος, εἰ οὕτω βαπτίζειν ἐπεχείρουν καὶ πρὸς τοὐναντίον ἢ ἐκήρυττον;

Ἀλλ’ ἐβάπτιζον ὡς ἐβούλοντο, ἀλλ’ οὐχ ὡς ὁ δεσπότης ἐδιδάξατο, καὶ κράτος ἔλαβεν ἡ γνώμη καὶ ἔθει καὶ χρόνῳ τὸ τοῦ διδασκάλου δόγμα παραγράφεσθαι; τίς οὖν πάλιν ἢ πόθεν ἐπέστη, ζῆλον καὶ ῥώμην ὃς τοσαύτην ἔσχεν ἀναλαβεῖν δι’ ὧν τὸ παράγγελμα τοῦ σωτῆρος λήθῃ δεδομένον ἀνεσώσατο; ἀλλ’ εἰπεῖν οὐκ ἔχουσιν, οὐδ’ ἂν εἴπωσι· τίς γὰρ ἂν αὐτῷ καὶ προσέσχεν, τῆς δεσποτικῆς μὲν ἤδη παρεωραμένης ἐντολῆς, καὶ τότε οὐχ ὑπὸ τῶν τυχόντων, ἀλλ’ οἳ τῶν ἄλλων ἦσαν τῆς εἰς Χριστὸν πίστεως κήρυκες καὶ διδάσκαλοι; τίς οὖν ἕτερος εἰς τὴν οἰκείαν τάξιν τὸ δεσποτικὸν ἐπανήγαγε πρόσταγμα, καὶ μάλιστα τῆς τῶν μαθητῶν ἐπινοίας, ὡς ὁ διαφιλονεικῶν λόγος βούλεται, εἰς τὴν οἰκουμένην ἐξαπλωθείσης ἤδη καὶ συνήθους ἅπασι τοῖς μυσταγωγουμένοις καθισταμένης; καίτοι μήπω μὲν πλατυνθείσης τῆς περὶ τοῦ βαπτίσματος καινοτομίας, οὐκ ἦν ἐργῶδες οὕτως τὸ δεσποτικὸν κρατύνεσθαι νομοθέτημα· ταύτης δὲ τὰ πέρατα τῆς οἰκουμένης καταλαβούσης, τίς ἂν εἴη ὁ τὴν κατασχοῦσαν μὲν μυσταγωγίαν ἐκβαλεῖν γεγενημένος δυνατός, τὴν δ’ ἐξ ἀρχῆς δοθεῖσαν μέν, σεσιγημένην δὲ παντελῶς ἀνακαλέσασθαι;

εἰ γὰρ οὐχ εὗρεν χώραν διὰ τὸ δυσπαράδεκτον τῶν ἀκροατῶν ἡ σωτήριος ἐντολή, ὁπότε μηδεμία τις ἑτέρα μύησις προκατέλαβεν αὐτῶν τὰς ἀκοὰς μηδὲ ταῖς ψυχαῖς ἐνεγράφη καὶ ἐνετυπώθη, ἐπειδὰν κατεσχέθησαν καὶ ἐτελέσθησαν τῇ τῶν ἀποστόλων τελετῇ, πῶς ἂν εὕροι παρείσδυσιν ἀντιπιπτούσης αὐτῇ καὶ ἀντανισταμένης τῆς ἤδη τὸ κράτος ἄμαχον ἐχούσης; ὁρᾷς ὡς ἀδύνατον πανταχόθεν ἐπιδείκνυται, τοὺς αὐτόπτας τοῦ λόγου καὶ ὡς ἀληθῶς ὑπηρέτας, ὧν ὁ βίος ἦν καὶ ὁ δρόμος θανάτῳ τὸ δεσποτικὸν βεβαιῶσαι φίλτρον, μὴ τῶν αὐτοῦ θεσπισμάτων συντηρῆσαι τὸ ἀπαράβατόν τε καὶ ἀπερίτρεπτον;

Τί δ’ ἂν εἴποις, τίς δ’ ἄν σε μὴ λάβοι φρίκη καὶ δέος, ἐπειδὰν τῶν ἀποστολικῶν δεσμῶν τὰς ἀπειλουμένας ψήφους ἀκούσῃς, ἃς οὐχ εἷς μόνον οὐδὲ δεύτερος, οὐδὲ καθ’ ἕνα πλείους, σύμπας δ’ ὁ χορὸς τῶν μαθητῶν τὴν δεσποτικὴν ἐντολὴν βεβαιῶν, οὐ λύων, ἄπαγε, ἀπεφήνατο; καὶ ποῦ λαβεῖν ἐστιν αὐτῶν τὸ φρικτὸν τῆς ἀρᾶς; αὐτῶν χρεὼν ἀκούειν τῶν οὐρανίῳ ψήφῳ κεκυρωμένων φωνῶν· διαπρύσιον αὗται βοῶσιν, ‘εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος’—ἐπίστησον, ἄνθρωπε, μᾶλλον δὲ οὐδὲ ἐπιστάσεως ἐνταῦθα δεῖ· περιφανῶς γὰρ ἡ δεσποτικὴ κυροῦται παράδοσις—‘εἴ τις οὖν κατὰ τὴν τοῦ κυρίου διάταξιν μὴ βαπτίσῃ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, καθαιρείσθω.’ καὶ οὐδὲ μέχρι τούτου τὴν καταδίκην ἱστῶσιν, ἀλλὰ καὶ ἐὰν ὀνόματα ἀντ’ ὀνομάτων παραλαβεῖν οἱ βαπτίζοντες ἐπιχειρήσωσιν, μηδὲν ὅλως τὸν ἀριθμὸν τῆς τριάδος ὑποτεμνόμενοι, οὐδ’ οὕτως εὑρίσκουσιν ἀποφυγὴν τοῦ μὴ οὐχὶ τὴν ἴσην δοῦναι δίκην· οὐδὲν γὰρ ἧττον οὐδ’ οὗτοι τὸ δεσποτικὸν προπηλακίζουσι δόγμα.

οὐδ’ ἂν τὰς μὲν κλήσεις φυλάττουσιν ὡς παρέλαβον, τὸ σχῆμα δὲ τῆς ἐν τῷ βαπτίσματι καταδύσεως μὴ συνδιασώσωσιν, ἀλλὰ διὰ μιᾶς ἀντὶ τῶν τριῶν τὸν βαπτιζόμενον τελειώσωσιν, μᾶλλον δὲ εἰπεῖν οἰκειότερον συντελέσωσιν, οὐδ’ ἂν τὰ μὲν ἄλλα τῆς ἐντολῆς ἐκτελέσωσιν, εἰς δὲ τὸν θάνατον τοῦ κυρίου βαπτίσωσιν, οὐμενοῦν τῆς αἰτίας οὐκ ἀπολύονται, τῷ δ’ αὐτῷ περιπίπτουσι καὶ κρίματι καὶ ἐγκλήματι. ἡ γὰρ ἐν τοῖς ὁμοίοις παράβασις τὴν ὁμοίαν τιμωρίαν εἰσπράττεται· καὶ γὰρ ἐφίσης πρὸς τὴν ἀθέτησιν ἀποκλίνουσι τῆς σεβασμίας ἐντολῆς καὶ ὅσοι καθ’ ἕτερόν τινα τρόπον βαπτίζειν ἐτόλμησαν καὶ ὅσοις ἔδοξε τῇ ἐπικλήσει τοῦ Χριστοῦ ἢ τοῦ θανάτου αὐτοῦ ἱερουργεῖσθαι τὸ βάπτισμα.

Ἀκούεις, ὦ Παῦλε; ἀλλ’ ἀνάσχου καὶ μετὰ στεφάνους πρὸς ἀγῶνας ἀποδύεσθαι. πάλιν πορθεῖς τὴν ἐκκλησίαν; πάλιν ἐπιστολὰς παρὰ τῶν Ἰουδαϊκῶν ἀρχιερέων λαμβάνεις; μετὰ δὲ τὸν Παῦλον εἰς Σαῦλον ἐξέστης; καὶ πῶς ταῦτα διδάξας, πάλιν λέγεις εἰς τὸν θάνατον τοῦ Χριστοῦ πάντας βαπτίζεσθαι; καὶ νῦν μὲν μετὰ τῶν συναποστόλων καὶ συναγωνιστῶν ποινὰς τοὺς καθ’ ἕν τι τούτων βαπτίζειν τολμῶντας ἀπαιτεῖς, νῦν δὲ καθ’ ἑαυτὸν γενόμενος οὐ μόνον λέγεις, οὐδ’ ἐν γωνίᾳ, ἀλλὰ καὶ κηρύττεις, καὶ οὐχὶ κηρύττεις μέν, οὐ γράφεις δέ, ἀλλὰ καὶ γράμματι τὸ κήρυγμα, Ῥωμαίοις μάλιστα γράφων, εἰς ἄμαχον ἐπαίρεις ἰσχύν, εἰς τὸν θάνατον Χριστοῦ τοὺς βαπτιζομένους βαπτίζεσθαι;

Ἀλλ’ ὁ μὲν τῆς ἀληθείας κῆρυξ τῶν εἰσαγόντων τοῦ βαπτίσματος τὴν καινοτομίαν κἀκεῖνον αὐτὸν ἐπιψηφίζεσθαι τῇ δόξῃ κατηγορούντων ὧδε ἂν αὐτοὺς ἐπιστομίσειεν. ναί, φησίν, ὁμολογῶ μὲν τοὺς βαπτισθέντας εἰς τὸν θάνατον τοῦ Χριστοῦ βαπτίσασθαι, οὐχ ὁμολογῶ δὲ τὸ βάπτισμα τῇ τοῦ θανάτου αὐτοῦ ἐπικλήσει ἱερουργεῖσθαι, μὴ γένοιτο, ἀλλὰ τελεῖσθαι μὲν τοῦτο τὸ δῶρον τῆς ἀφέσεως, ὡς αὐτὸς ὁ σωτὴρ παραδέδωκεν, εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, σύμβολον δ’ εἶναι τοῦτο τοῦ θανάτου αὐτοῦ, διὰ τῆς τριττῆς καταδύσεώς τε καὶ ἀναδύσεως τὴν τριήμερον αὐτοῦ ταφὴν καὶ ἀνάστασιν εἰκονίζον τε καὶ διατυπούμενον. διὸ καὶ οὐχ ἁπλῶς εἶπον, ‘εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν’, ἀλλὰ προτάξας τὸ ‘ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν’, οὕτως ἐπήγαγον τὸ ‘εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν’, τῇ κατὰ συνέχειαν παραθέσει τῶν διαφόρων ἐννοιῶν τε καὶ ὀνομάτων κατὰ μηδεμίαν μὲν ἱερουργεῖσθαι τὸ βάπτισμα διδαξάμενος (ἦ γὰρ ἂν τἀναντία, καὶ μάλιστα ἅμα, φρονῶν τε καὶ λέγων ἑαλωκὼς εἴην), ἀλλὰ διὰ μὲν τοῦ εἰπεῖν ‘εἰς Χριστὸν ἐβαπτίσθημεν’ τὸ κατὰ τὴν αὐτοῦ μυσταγωγίαν βαπτισθῆναι παρεδήλωσα, διὰ δὲ τοῦ εἰπεῖν ‘εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν’, ὅτι τύπον φέρει καὶ εἰκόνα τοῦ τὴν ἀθανασίαν ἡμῖν πηγάσαντος θανάτου αὐτοῦ τὸ σωτήριον βάπτισμα.

ἕτερον δὲ παντελῶς ἐστι λέγειν ταῦτα, ὅπερ καὶ ἡμεῖς τιθέμεθα, καὶ ἕτερον τὸ λέγειν ὅτι τῇ ἐπικλήσει τοῦ θανάτου αὐτοῦ, ὃ καταδικάζομεν, τὸ τῆς παλιγγενεσίας ἱερουργεῖται μυστήριον. οὔκουν ἡμεῖς μετέστημεν, οὐδὲ πρὸς τὰς Ἰουδαϊκὰς ἐπιστολάς, ὧν κατέγνωμεν, ἐπεστράφημεν, ἅπαξ τὰ οὐράνια δόγματα οὐκ ἐν λιθίναις πλαξίν, ἀλλ’ ἐν στερροτάταις καὶ ἀθραύστοις ἐγγραφέντες τῆς ψυχῆς πίναξιν· ἐκεῖνοι δὲ μεθιστᾶν ἐπιχειροῦσι τὸν Παῦλον εἰς Σαῦλον καὶ τὰ ἄλλα διασύρουσι, κἂν ὁμολογεῖν ἐπαισχύνονται, οἷς παρανοεῖν καὶ συκοφαντεῖν τοὺς ἐμοὺς ἐπῆλθε λόγους. ἐπεὶ τάς γε κοινὰς τῶν συναποστόλων ψήφους καὶ αὐτὸς ὁμοίως στέργων καὶ κυρῶν, τοὺς καθ’ ἕτερόν τινα τρόπον βαπτίζειν ἀποτολμῶντας καὶ μὴ κατὰ τὴν δεσποτικὴν μυσταγωγίαν, κἂν τῆς τριάδος ἰσάριθμα τὰ ὀνόματα παραλαμβάνωσι, κἂν οὐδὲν μὲν τῶν ἄλλων παραχαράττωσι, διὰ μιᾶς δὲ καταδύσεως τὸ βάπτισμα ἀπαρτίζωσι, κἂν μηδὲ τούτοις ἐνέχωνται, εἰς δὲ τὴν τοῦ Χριστοῦ κλῆσιν βαπτίζωσιν ἢ εἰς τὴν τοῦ θανάτου αὐτοῦ, κἂν ἄλλην τινὰ ἐπίνοιαν ἐπινοήσωσι καινοτομοῦσαν τὴν θείαν αὐτοῦ καὶ σωτήριον παράδοσιν, οὐδεμιᾶς ἔγωγε φειδοῦς τοὺς τοιούτους ἀξιώσαιμι, ἀλλὰ τὸν ἐφ’ ἑνί τινι τῶν εἰρημένων ἁλόντα ἤ τινι τῶν τούτοις παραπλησίων τῆς αὐτῆς καταδίκης οὐκ ἂν ἁλοίην μὴ γραφόμενος ἔνοχον.

οὐ γὰρ ἡ τῆς τῶν ὀνομάτων ποιότητος ἐναλλαγὴ πρὸς τὸ μέτριον ἄγει τὸ ἔγκλημα, ἀλλὰ τῆς ἐντολῆς ὁ παράβασις τῆς αὐτῆς καταδίκης τοῖς ἐνόχοις καθίσταται πρόξενος.

Ταῦτα Παῦλος τῆς ἐκκλησίας ὁ ῥήτωρ, συνηγορῶν μὲν αὐτῆς τῷ ἔθει καὶ ταῖς πράξεσι, κρατύνων δὲ τὴν σωτήριον ἐντολήν, ἐπιστομίζων δὲ τοὺς ὅσοι πρὸς τοὐναντίον ῥέπειν ἐπεχείρησαν, τῶν προλαβόντων αὐτὸν εἰς τὴν ἐκλογὴν καὶ ἀποστολὴν ἐπισφραγιζόμενος τὰ ψηφίσματα. σὺ δὲ τί λέγεις ἔτι; ἆρα δυνατόν ἐστιν ἄλλοις μὲν παράβασιν ἐγκαλεῖν, αὐτοὺς δὲ καθίστασθαι διδασκάλους τῆς παραβάσεως, καὶ λαμβάνειν μὲν παρ’ ἑτέρων τῆς παραβάσεως ποινάς, ἑαυτοὺς δὲ νομίζειν ἀνευθύνους εἶναι τοῦ τολμήματος; καίτοι καὶ ὧν ἡμάρτανον ἕτεροι, εἴπερ ἡμάρτανον, ἐκείνους ἐχρῆν ὑπέχειν τὴν δίκην, ὡς τῆς αἰτίας ἀπ’ αὐτῶν εἰς ἐκείνους δοθείσης. ἀλλὰ γὰρ ἱκανὰ καὶ ταῦτα οἶμαι.

Καιρὸς δ’ ἂν εἴη συνορᾶν, δι’ ὅσων τοῦ ἐξ ἀρχῆς ἀπορήματος ἐπιχειρημάτων προελήλυθεν ἡ λύσις. πρόεισι μὲν γὰρ καθ’ ἕνα λόγον, διαστελλομένων τῶν σημαινομένων τοῦ ὀνόματος καὶ τῆς συγχύσεως διακρινομένης, ὥστε σαφῶς εἰδέναι πότε μὲν τὸ κύριον αὐτὸ καθ’ ἑαυτὸ τὸ ὄνομα σημαίνει, πότε δὲ δόξαν καὶ τιμὴν τοῦ ὀνομαζομένου, καὶ πότε τὴν διδασκαλίαν αὐτοῦ καὶ τὸ κήρυγμα.

συνεπικροτεῖ δὲ τὴν λύσιν καὶ τὸ λαβεῖν ἐπιστήμην, μὴ διὰ παντὸς ἕπεσθαι τῷ τύπῳ τῆς φωνῆς τὴν τῶν νοημάτων ὁμοιότητα· οὐδὲ γὰρ τὸ εἰς τὸν θάνατον τοῦ Χριστοῦ οὐδὲ τὸ εἰς Χριστὸν βαπτισθῆναι λέγεσθαι, οὐμενοῦν, ἀλλ’ οὐδὲ τὸ εἰς ἓν σῶμα διὰ τὸ σχῆμα τῆς φωνῆς τὴν αὐτὴν παραστήσουσι διάνοιαν, ἀλλ’ ὅσον ταῦτα τῇ προφορᾷ τῶν ῥημάτων καὶ τῶν ὀνομάτων συνεγγίζει τε καὶ συσχηματίζεται, τοσοῦτον ἀπ’ ἀλλήλων κατὰ τὴν τῶν νοημάτων διέστηκεν ἑτερότητα, καὶ πρὸς τούτοις ἃ ταῖς ἄλλαις ἐπιδέδεικται τῶν ἀτόπων συνεπομένων ἐπιλύσεσιν· ἔτι δὲ ὅτι μηδὲ οἷόν τε ἦν, τῶν μαθητῶν τὴν τοῦ διδασκάλου νομοθεσίαν καινοτομούντων, ἑτέρωθεν ἀνακτήσασθαι, ἀλλὰ ἡ αὐτὴ μέχρι νῦν ἐκράτει τῆς ἐντολῆς ἀθέτησις, οὐκ ἐχούσης πάροδον τῆς νυνὶ θειαζομένης τῇ ἐκκλησίᾳ καταστάσεως· καὶ ὅτι μάρτυρες τῆς τοιαύτης ἐπιλύσεως τῶν μαθητῶν οἱ κορυφαῖοι καθεστήκασι, Πέτρος καὶ Παῦλος· καὶ τὸ φρικτὸν καὶ φοβερόν, ὅτι συνοδικὴ τῶν ἀποστόλων καὶ ἀδυσώπητος καταλαμβάνει ψῆφος τοὺς καθ’ ἕτερόν τινα τρόπον βάπτισμα παρὰ τὸν τοῦ δεσπότου νόμον τολμῶντας ἐπιτελεῖν καὶ ἀντινομοθετεῖν τῇ ἐκείνου κυριότητι.

Διὰ τοῦτο καὶ ἡ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησία κατὰ διαδοχὴν τῶν ἀποστολικῶν πράξεών τε καὶ κηρυγμάτων εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτίζουσα, μετὰ τὸ καθαρθῆναι τοὺς βαπτισαμένους τῇ ἀναγεννήσει εὐμελεῖ τε καὶ διαπρυσίῳ εἴωθεν ὑποψάλλειν τῇ φωνῇ, ‘ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε’, οὐδὲν ἧττον ἀνακηρύττουσα ὅτι καθάπερ νῦν τοὺς εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον βαπτισθέντας εἰς Χριστὸν λέγομεν βαπτισθῆναι καὶ Χριστὸν ἐνδύσασθαι, οὕτω καὶ τῶν ἀποστόλων ὁ χορὸς τὸ τῆς ἀναγεννήσεως λουτρὸν ἱερουργοῦντες τῇ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐπικλήσει βαπτίζειν ἐλέγοντο εἰς Χριστὸν καὶ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ καὶ τὰ παραπλήσια.

Τί δηλοῖ τὸ εἰρημένον ‘ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκὰ καὶ ἔλαιον ἐπὶ τῆς κεφαλῆς σου μὴ ὑστερησάτω’ καὶ ‘τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν τῇ κεφαλῇ αὐτοῦ’; Τὸ λευχειμονεῖν οἷς ἡ κατὰ τὰ παλαιὰ νόμιμα πολιτεία περισπούδαστον εὐφροσύνης ἱερᾶς καὶ ἁγιοπρεποῦς καταστάσεως παρελαμβάνετο σύμβολον· καὶ δὴ καὶ τὸ τὴν κεφαλὴν ἐλαίῳ ἀλείφεσθαι τῆς αὐτῆς τεκμήριον ἐποιοῦντο διαθέσεως. διὸ καὶ ὁ σωτὴρ ἡμῶν τῆς τῶν Φαρισαίων ἀπάγων ἡμᾶς μιμήσεως ἔλεγεν· ‘σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν ἐλαίῳ’, οἷον ‘μηδὲν σκυθρωπὸν μηδὲ κατηφὲς τῷ τῆς νηστείας κατορθώματι συνδιαπλέξῃς’. ἐπεὶ οὖν τὰ λευκὰ ἱμάτια τοῖς ἐν τῷ νόμῳ καὶ τὸ ἔλαιον ἐκόσμει μὲν τὸ σῶμα, ἐδήλου δὲ τὴν ἐν εὐφροσύνῃ κατάστασιν τῆς ζωῆς, οὕτως ἀπὸ τῶν ἐκτὸς παραδειγμάτων αὐτὴν ὁ λόγος παρακελεύεται φαιδρὰν ἔχειν καὶ ἐξωραϊσμένην τὴν ψυχήν· φαιδρύνοιτο δ’ ἂν καὶ ὡραΐζοιτο, καὶ τῶν ταύτης περιβολαίων λευκῶν ὑπαρχόντων· λευκὰ δ’ ἂν γίνοιντο, ἐπειδὰν τὴν καθαρότητα καὶ λαμπρότητα τῶν ἀρετῶν ἄνευ τινὸς ἐπιμελαινούσης αὐτὰ κακίας ἀποστίλβοντα εἴη καὶ διαφανῆ.

ὧν οὐκ ἔστιν χωρὶς οὐδ’ ἡ πρὸς τὸ θεῖον εὐσέβεια· αὕτη γάρ ἐστιν ἡ καὶ τὰς ἀρετὰς προβαλλομένη καὶ πηγάζουσα καὶ τὸν ἐν ἐκείναις χορὸν ἐναρμόνιόν τε καὶ σύμφωνον ἀποφαίνουσα καὶ τὸν νυμφικὸν χιτῶνα καὶ τῆς ἐπουρανίου παστάδος ἐπάξιον ἐξυφαίνουσά τε καὶ περιβάλλεσθαι παρασκευάζουσα τὴν ψυχὴν καὶ τῆς σωτηρίας ὑπάρχουσα πρόξενος.

Οἷς καὶ ἡ τοῦ ἐλαίου χρῆσις μάλιστα προκαταβάλλεταί τε καὶ προκαταρτίζεται· καὶ γὰρ ὁ λόγος φησὶ ‘καὶ ἔλαιον ἐπὶ τῆς κεφαλῆς σου μὴ ὑστερησάτω’, τὴν εἰς τοὺς πλησίον ἐλεημοσύνην καὶ τὸ τῆς ψυχικῆς λαμπάδος ἄσβεστον διὰ τῆς γηγενοῦς τοῦ ἐλαίου λιβάδος ὑπογραφόμενος, ἧς μηδέποτε ὑστερεῖσθαι ἡμῶν τὴν κεφαλὴν παρακελεύεται. οὐ γὰρ εἴ τις ποτὲ ἠλέησεν τὸν ἔλεον κατωρθώσατο, ἀλλ’ εἴ τις πολλάκις τὸν δεόμενον ὑπερεῖδεν, τὸ προλαβὸν τῆς ἀγαθουργίας κατήγορον ἀπειργάσατο, τῆς ἀρετῆς καὶ τῆς ἐλεημοσύνης ὑπερόπτην ἑαυτὸν οὐκ ἔχων ὕβριν διελέγχεσθαι, καὶ τὸ πραχθὲν οὐκ ἀρετῆς, ἀλλά τινος διελέγχει περιστάσεως.

Καὶ ὅρα τὸ βαθὺ καὶ περινενοημένον τῆς λέξεως. ‘μὴ ὑστερησάτω’ φησὶν ‘ἐπὶ τῆς κεφαλῆς σου τὸ ἔλαιον’· εἰ γὰρ καὶ πολλάκις ἠλείψατο, ἐν ᾧ, φησί, τοῦ λιπαίνεσθαι διέστη, ὑστέρημα τοῦτο τῆς ἔμπροσθεν καθίσταται πράξεως. καὶ ἄλλως δὲ τὸ τῆς λέξεως ἐμφαντικὸν θεωρήματος εὕρεσις γίνεται, ὡς ὁ τῷ ἐλέῳ χρώμενος οὐ τοσαύτην τοῖς ἐλεουμένοις τὴν εὐεργεσίαν εἰσάγει ὅσον ἑαυτῷ καταβάλλεται καὶ προξενεῖ τὸ κέρδος. διὰ τοῦτο τὸ περιορᾶν τὸν εἰς τοὺς ὁμοφυεῖς ἔλεον ὑστέρησιν τῆς ἰδίας λιπάνσεως καὶ τῆς ὠφελείας ἀποκαλεῖ, καὶ οὐχ ἁπλῶς ὑστέρησιν μέρους τινὸς τῶν τυχόντων ἐν τῷ σώματι, ἀλλὰ τοῦ κυριωτάτου καὶ συνεκτικωτάτου, τῆς κεφαλῆς. ἀλλὰ γὰρ οἷον εἴρηται, τοιοῦτόν ἐστιν τὸ μὴ ὑστερεῖσθαι δι’ ὧν ἡ κεφαλὴ ἐπαλείφεται· πολλοὶ γὰρ οὔτε τοῦ ἐλέου τὴν κτῆσιν οὐδὲ τὴν χρῆσιν θαυμάζοντες, τῆς ἀπ’ αὐτοῦ δόξης καὶ ὀνομασίας τὸν ἔρωτα ὑποδύονται· καὶ οἱ μὲν διανέμουσί τινα τῶν προσόντων, καὶ ταῦτα οὐδὲ αὐτοῖς περισπούδαστα, τὴν τοῦ ἐλέου παρωνυμίαν συνάγειν βουλόμενοι, οἱ δὲ ἵνα τοῖς πολλοῖς δόξωσι χρημάτων κρείττους καὶ τῶν πολὺ σπουδαζομένων ὑπερόπται, οἱ δὲ δι’ ἕτερόν τι τῶν μηδὲν εἰς τὸν τῆς ἀρετῆς ἀναφερομένων λόγον.

ὧν κἂν δοκῇ διαρρέειν ὁ ἔλεος, ἀλλ’ οὐκ ἀπὸ τῆς κεφαλῆς, οὐδὲ ἐπὶ τὴν κεφαλὴν ὁ τοιοῦτος φέρεται· οὐ γὰρ ἐν κρίσει διανοίας καὶ ὀρθότητι, ἀλλὰ σαλευομένῃ γνώμῃ καὶ θεραπείᾳ παθῶν, ὃ συμφερόντως ἂν καὶ σωτηριωδῶς μάλιστα τῷ κενοῦντι διαχεῖσθαί τε καὶ δαψιλεύεσθαι εὖ μάλα ἠδύνατο, ἐπιζημίως τε καὶ ἐπισφαλῶς ἀποκενοῦται καὶ μηδὲ σταλαγμὸν ὠφελείας τοῖς κενοῦσιν ἀνταλλαττόμενον. ὁ δὲ ἐπὶ θεραπείᾳ μόνῃ τῶν πενήτων καὶ τῷ ἱλασμῷ τῆς ἰδίας ψυχῆς καὶ τῷ τῆς ἀρετῆς ἔρωτι νέμων τὸν ἔλεον, οὗτος ὡς ἀληθῶς ἀπὸ κεφαλῆς τε τὸ δῶρον προχέει καὶ τῆς ὀρθῆς κρίσεως, καὶ τὴν ἑαυτοῦ κεφαλὴν οὐκ ἀποστερεῖ τῆς ἀναρρωννυούσης τὸ ἡγεμονικὸν καὶ ἱλαρυνούσης λιπάνσεως.

Δῆλον δ’ ὅτι τῷ τῆς ἐλεημοσύνης κατορθώματι καὶ αἱ ἄλλαι συναναφύουσι καὶ συνεξανθοῦσιν ἀρεταί· τίς γὰρ ὡς ἀληθῶς ἀκαπήλευτον φέρων ἐν ἑαυτῷ τοῦ ἐλέους τὸ πολυτίμητον χρῆμα βάσκανον ὀφθαλμὸν ἐπιβαλεῖ τῷ πλησίον ἢ τύραννον ἐπαφήσει χεῖρα, καὶ ταύτην ἣν οὔπω ἔληξε προτείνειν τὸν ἔλεον ἀναβλύζουσαν; τίς δὲ λῃστὴς ἀλλοτρίων ἔσεται γάμων, τῷ ἐλέῳ περιρρεόμενός τε καὶ τὴν γνώμην μαλασσόμενος; ἀλλά γε τόκους πῶς εἰσπράξεται τοὺς ὀφειλέτας οὗτος, ὁ καταμερίζων τοῖς ἐνδεεστέροις καὶ ὅσα κλῆρος ὁ πατρῷος εἰς αὐτὸν διεβίβασεν; οὐκοῦν διὰ μιᾶς ἀρετῆς, τῆς ἀναβλυζούσης τὸν ἔλεον, καὶ τὰς ἄλλας ὡς συγγενεῖς καὶ συνακολούθους ὁ τὴν ἡγεμονίαν ἐκείνης προκαταλαβὼν εἰς φάλαγγας ἑαυτῷ καὶ συμμάχους διατάξει καὶ ἐξοικειώσεται.

Τοῦ δὲ κατωρθωκότος ἐν σπουδῇ καὶ σοφίᾳ τὸν ἔλεον, τούτου δἂν εἶεν καὶ οἱ ὀφθαλμοὶ ἐπὶ τῆς κεφαλῆς, τοῦτ’ ἔστιν ἡ ἐποπτική τε καὶ διακρίνουσα τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος ἕξις καὶ δύναμις. τοῖς γὰρ ἀποδιισταμένοις τῆς κατὰ τὸν ἔλεον πράξεως καὶ συμπαθείας οἱ ὀφθαλμοὶ καὶ ἡ διάκρισις οὐκέτι ἐπὶ τῆς κεφαλῆς, οὐδ’ ὥστε φαίνειν καὶ ὁδηγεῖν τὸν αὐτοῖς χρώμενον, ἀλλ’ ἐπὶ τῆς ὀσφύος ἢ τῆς γαστρός, μᾶλλον δὲ τῶν ποδῶν γεγόνασιν ὑποπόδιον, καταπατούμενοί τε καὶ ἀχρειούμενοι καὶ τυφλὸν καὶ πλανώμενον ἐν βαθεῖ σκότῳ καταλιπόντες τὸν ἄνθρωπον. εἰ δὲ καὶ ‘κεφαλὴ ἀνδρὸς ὁ Χριστός’, παραινεῖ τὸ λόγιον ἡμᾶς ἀεὶ καὶ διὰ παντὸς πρὸς αὐτὸν ἀφορᾶν καὶ ἐν αὐτῷ πᾶσαν ἡμῶν στηρίζειν καὶ ἀνατείνειν τὴν ἐποπτικήν τε καὶ θεωρητικὴν ἡμῶν ἐπιμέλειαν· ‘προωρώμην’ γὰρ ‘τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.’ ἀλλὰ γὰρ καὶ ‘ὡς ὀφθαλμοὶ παιδίσκης,’ φησίν, ‘εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν’· καὶ τὸ κέρδος οἷον; καταλαμβάνουσιν ἡμᾶς αἱ φιλότιμοι καὶ πλούσιοι δωρεαί. καὶ μὴν καὶ διὰ παντὸς ὄντων τῶν ἡμετέρων ὀφθαλμῶν πρὸς τὸν κύριον, αἱ παγίδες ἃς ὁ ἐχθρὸς παρὰ τὰ διαβήματα ἡμῶν ἐντείνει ἀργαὶ καὶ ἄπρακτοι καὶ τοὺς πόδας ἡμῶν κατέχειν οὐδεμίαν ἰσχὺν ἔχουσαι.

αὐτὸς γὰρ ὁ πλάστης καὶ προνοητής, καὶ δι’ οὗ τὸ ὁρᾶν πεποίθαμέν τε καὶ πεπιστεύκαμεν, ἀμάχῳ ῥώμῃ τοὺς πόδας ἡμῶν ἐκ τῶν τοῦ ἐχθροῦ παγίδων ἀποσπάσει καὶ λείαν καὶ ὁμαλῆ τὴν ὁδὸν ἡμῶν τῆς σωτηρίας ἀπεργάσεται. τὸ μὲν οὖν ‘ἔλαιον ἐπὶ τῆς κεφαλῆς σου μὴ ὑστερησάτω’ τίνα προσῆκε νοεῖσθαι τρόπον, διηγόρευται.

Εἰ δ’ ἀντὶ τοῦ ‘μὴ ὑστερησάτω’ τὸ λόγιον ‘οὐ μὴ ὑστερήσει’ τῷ γράμματι ἀπαγγέλλοιτο (εὑρίσκεται γὰρ καὶ τοιαύτη τῶν ῥημάτων ἡ προφορά), οὐδὲν κωλύει καὶ οὕτω τὸ μὲν ‘ἔστωσαν τὰ ἱμάτιά σου λευκά’, ὡς καὶ προείρηται, σύμβολον τῶν ἀρετῶν ἐκλαμβάνειν, τὸ δὲ ‘οὐ μὴ ὑστερήσει τὸ ἐπὶ τῆς κεφαλῆς ἔλαιον’, ὅτι τῶν κατορθωμάτων περιαυγαζόντων τὴν ψυχὴν καὶ περιβαλλομένης αὐτῆς τὸν νοητὸν κόσμον καὶ τὴν ἐξ αὐτῶν λαμπρότητα, τὸ πολυτίμητον ἔλαιον καὶ μύρον, ὃ τὴν τοῦ παναγίου πνεύματος χάριν καὶ δωρεὰν ὑπογράφεται, οὐ μὴ ὑστερήσει, καταρδεῦον καὶ καταμυρίζον σου τὸ ἡγεμονικὸν καὶ πάσης ἱερᾶς καὶ μακαρίας ἀναπιμπλῶν θεωρίας τε καὶ τελειότητος. εἰ δὲ καὶ κεφαλὴ τῆς ἐκκλησίας, τοῦτ’ ἔστι τῶν πιστῶν, ὁ Χριστὸς καὶ λέγεται καὶ πιστεύεται, οἰκειοῦται δὲ πάλιν τρόπον ἕτερον τοὺς πένητας καὶ τὴν εἰς ἐκείνους ἐλεημοσύνην εἰς ἑαυτὸν ἀναδέχεται (‘ἐφ’ ὅσον’ γὰρ ‘ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε’), διὰ τῶν προκειμένων λόγων ὁ ἐκκλησιαστὴς παραινεῖ μὴ καταμελεῖν τοῦ ἀλείφειν ἡμῶν ἐλαίῳ τὴν κεφαλήν, ὅπερ ἐστὶν ἀέναον τὴν ἐλεημοσύνην τοῖς πενομένοις χορηγεῖν· διὰ γὰρ ἐκείνων εἰς τὴν ἡμῶν κεφαλὴν τὸν Χριστὸν τὸ ἔλαιον ἀναφέρομεν. ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον.

Οἶδα δέ τινας ἀξιόλογον ἐν πολλοῖς ὑπόληψιν παρεσχημένους τὴν ἀποκαθαίρουσαν ἡμῶν τοὺς ἀπὸ τῆς γενέσεως μολυσμοὺς καὶ τῆς ἐνύλου προσπαθείας τὸν ῥύπον, ταύτην δὴ τὴν καθάρσιον καὶ σωτήριον ἀναγέννησιν διὰ τῶν προκειμένων ῥημάτων ὑπὸ τοῦ Σολομῶντος δηλοῦσθαι· παραινεῖν γάρ, προορῶντα Χριστοῦ τὴν ἐπιδημίαν καὶ τὰς μυστικὰς δι’ αὐτοῦ τελετάς, τὸν ἄνθρωπον τὴν καθαρὰν ταύτην καὶ διαυγῆ λαμπροφορίαν καὶ μέχρι ψυχῆς ἐμβαθυνομένην τὴν λευκότητα τῶν ἄλλων ἁπάντων προαιρεῖσθαι, ἐν ᾗ καὶ ἡ κεφαλὴ τῷ ἐλαίῳ ἐπαλείφεται, τῷ τετελεσμένῳ μύρῳ διὰ τοῦ ἁγίου πνεύματος, καὶ ὧν αἰσθήσεων ἡ κεφαλὴ καθηγεῖται ἐξ αὐτῆς τὸ ῥεῦμα τῶν ἀντιλήψεων χορηγοῦσα.

Καὶ τὸ μὲν μικροῦ σύμπαν τῶν λέξεων περὶ πόδα εἶναι τῇ προκειμένῃ θεωρίᾳ καὶ τῶν ἄλλων πασῶν ἀναπτύξεων ἐξοικειοῦσθαι τὴν ἑρμηνείαν, οὐδενὶ δισταγμὸν μὴ οὐχὶ καλῶς καὶ εἰς τὸ ἀκριβέστατον τεθεωρῆσθαι παρέχει· τὸ δὲ ‘ἐν παντὶ καιρῷ’ περιβεβλῆσθαι τῶν ἱματίων τὰ λευκὰ καὶ τὸ μὴ ὑστερεῖσθαι μηδέποτε τῆς διὰ τοῦ μύρου χρίσεως τὴν κεφαλήν, οὐκ οἶδα πῶς ἂν ῥᾳδίως συμβιβασθείη, ἅπαξ ἔχοντα καιρὸν ἐπιτελεῖσθαι. ἀλλὰ καὶ τὸ παραίνεσιν εἰσάγειν μηδενὶ τηνικαῦτα μήτε συνιέναι δυναμένῳ μήτε μὴν εἰς ἔργον ἄγειν ἀνεχομένῳ, οὐκ οἶδα πῶς ἂν ἐκ τοῦ ῥᾴστου τὸ μάταιον ἀποσκευάσασθαι κατευοδωθείη. τάχα δ’ ἂν ἐν παντὶ καιρῷ λευκὰ φορῶν νοηθείη ὁ μετὰ τὸ καθάρσιον βάπτισμα τῇ λαμπρότητι τῶν ἀρετῶν περιστέλλων ἑαυτὸν καὶ τὸν τῆς ἁμαρτίας ζόφον παντελῶς ἀπελαύνων πλησιάζειν ἑαυτῷ, ὁ γὰρ τοιοῦτος ἐν παντὶ καιρῷ λαμπροφορεῖ· καὶ τὸ μύρον δὲ ὁ τοιοῦτος ἐπὶ τῆς κεφαλῆς εἴη ἂν μὴ ὑστερούμενος, ἀεὶ φρονῶν τὰ τοῦ πνεύματος καὶ τῆς ἐκεῖθεν χάριτος καταρδόμενος τοῖς ῥείθροις. εἰ δὲ καὶ τὸ προφητικὸν ὁ Σολομὼν εἶχεν χάρισμα συμπληρούμενον, τὰ θεῖα καὶ τὰ ἀνθρώπινα διεξιών, τὸν λόγον προεῖπεν οὗ χρόνοις ὕστερον ἔμελλε τὸ ἔργον ἐκβαίνειν.

Τὸ ‘τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες οἱ ἀδελφοί μου’ πῶς νοητέον; πολλοὶ γὰρ αὐτὸ προσκόμματος ἔθεντο πρόφασιν Οὐδὲν θαυμαστὸν ἂν ὁ τὴν γνώμην ἀστήρικτος προσκόπτῃ ἐφ’ οἷς ἡ σωτηρία πολλοῖς διαλάμπει καὶ ὠφέλεια· ἀλλ’ ἐκεῖνο θαυμαστόν, εἰ καὶ τοὺς ἑκουσίως τυφλώττοντας τὸ νοητὸν φῶς ἀνέχεται περιαυγάζειν τὴν γνῶσιν καὶ χειραγωγεῖν οὐκ ἐξουθενεῖ καθορᾶν τὴν ἀλήθειαν· ἐπεὶ καὶ ὁ κύριος καὶ σωτὴρ ἡμῶν τοῖς ἀπολλυμένοις πρόσκομμα γέγονε καὶ πέτρα σκανδάλου καὶ λίθος ἀποδεδοκιμασμένος, ὁ εἰς κεφαλὴν γωνίας ὑποβεβλημένος, οὐκ αὐτὸς ταῦτα γεγονώς, ἀλλὰ τοῖς πεπλανημένοις δόξας γεγονέναι.

Κἀνταῦθα τοίνυν οὐκ ἀποσκευαζόμενος τὴν μητέρα, ὡς τὸ ἄθεσμον φρόνημα βούλεται τῶν δυσσεβούντων, τὸ ‘τίς ἐστιν’ εἶπεν ‘ἡ μήτηρ μου;’ οὐδὲ παρὰ φαῦλον τὴν τεκοῦσαν τιθέμενος ταύτην ὁ σωτὴρ ἀφῆκε τὴν φωνήν· πῶς γάρ, ὅς γε κατὰ τὸ ἀτελέστερον τῆς ἡλικίας νόμῳ φύσεως ἔτι γινωσκόμενος ὑπετάσσετό τε τῇ μητρὶ καὶ τὰ προνόμια πανταχοῦ τῇ τεκούσῃ συνδιέσῳζεν—πῶς οὗτος πρὸς τὴν τελειότητα τῆς ἡλικίας φθάσας ἀτελέστερον καὶ ἀγνωμονέστερον πρὸς τὴν μητέρα ἂν διετίθετο; οὔκουν οὐκ ἀποσκευαζομένου τὴν μητέρα τὰ ῥήματα, ἄπαγε, ἀλλ’ ἑτέραν τινὰ διάνοιαν ἑρμηνεύοντος· ποῦ γὰρ ἀκόλουθον, ποῦ δ’ ἀστασίαστον, ἐξ ἧς διὰ φιλανθρωπίαν ἠξίωσε σαρκὶ προελθεῖν, καὶ τῶν ἀχράντων αἱμάτων ὁ εὐδοκήσας ἑαυτῷ βροτείαν μορφὴν συμπήξασθαί τε καὶ περιάψασθαι, ταύτην ἀπαξιῶσαι μητέρα συνομολογεῖν καὶ τῆς ἐν ῥήμασιν ἀποστερεῖν οἰκειότητος, προϋποστὰς καὶ προκαταβαλὼν καὶ προδωρησάμενος τὴν ἐν τῷ πράγματι σχέσιν καὶ ἀλήθειαν; καὶ εἰ ἔμελλεν (ὢ τῆς γλωσσαλγίας) ἀπαρνήσασθαι ταύτην, τί καὶ τὴν ἀρχὴν ὅλως προσήκατο; τί δὲ σχῆμα περιέδυ οὗ τὴν μορφὴν ὕβριν ἐνόμιζεν; καὶ γὰρ καὶ μέχρι τούτου τῆς γλώσσης ἤλασε τὰ τολμήματα.

Ἀλλ’ ἡ μὲν ἐκείνων ἀπόνοια ταύτῃ τε καὶ ἐξ ἄλλων πλειόνων τὸν ἔλεγχον δίδωσιν. ἴσως δ’ ἄν τις οὐ πόρρω τῶν εὐαγγελικῶν γνωρισμάτων διαπλαττόμενος, φάναι τὸν σωτῆρα τὸ ῥῆμα ἐρεῖ οὐχ ὑποτεμνόμενον μὲν τῇ μητρὶ τὴν τιμήν, οὐδὲ πολλῷ μᾶλλον ἀπαρνούμενον τὴν ἔμφυτον σχέσιν καὶ στοργήν, οὐδὲ πολλοῦ δεῖ, νέμοντα δὲ τὰ πρέποντα τῇ γεννησαμένῃ γέρα ὅμως τῆς περὶ αὐτὴν θεραπείας τὴν τῶν ἀνθρώπων προτιμᾶν σωτηρίαν καὶ τὴν εἰς τοῦτο τὸ τέλος φέρουσαν διδασκαλίαν· δι’ οὓς καὶ μήτηρ καὶ τόκος καὶ τῶν πατρῴων κόλπων ἀκένωτος κένωσις καὶ ἐν ἀνθρώποις ἀναστροφὴ καὶ πολιτεία καὶ σταυρὸς ἑκούσιος καὶ κακούργων θάνατος, εἶτα καὶ ταφὴ καὶ ἀνάστασις. ἐπισχῦσαι δ’ ἂν πειραθείη τὴν ἐπίνοιαν καὶ ὅτιπερ οὐδ’ ἦν ἄλλως πράττειν τὸν Ἰησοῦν, εἰ μὴ κατὰ ταύτην τὴν ἀκολουθίαν καὶ τὸν εἱρμὸν τῆς προνοίας διετίθετο. ἐδίδασκεν γὰρ ὁ σωτὴρ μετὰ τῶν ἄλλων σωτηρίων μαθημάτων καὶ τὸ μὴ προτιμᾶν πατέρα ἢ μητέρα ἢ γυναῖκα τῆς αὐτοῦ ψυχωφελοῦς διδασκαλίας καὶ τῆς πρὸς αὐτὸν ἀπονεύσεως. ‘

ὅστις’ γάρ φησιν ‘οὐκ ἐγκαταλείψει πατέρα ἢ μητέρα καὶ ἑξῆς, οὐκ ἔστιν μου ἄξιος’, τοῦτ’ ἔστιν, ὃς οὐ προτιμήσει τὴν ἐμὴν καὶ σῴζουσαν παραίνεσιν καὶ νουθεσίαν καὶ τὴν εἰς ἐμὲ στοργήν, οὗτος ἐξέπεσε μὲν τῶν ἀτελευτήτων ἀγαθῶν, ἐξέπεσε δὲ τῆς μακαριότητος ἧς οἱ προτιμήσαντες τῶν συγγενικῶν θεσμῶν τοὺς ἐμοὺς νόμους καὶ τὸν θεῖον ἔρωτα διὰ παντὸς ἀπολαύουσι.

Ταύτης δὲ τῆς ἐντολῆς τὸ ῥᾷον καὶ εὐκατόρθωτον παριστῶν ὁ σωτήρ, αὐτὸς ταύτην μετέρχεται πρῶτος, καὶ τὴν εἰς τοὺς ἀκροατὰς διδασκαλίαν τῆς μητρικῆς προκρίνει χρείας καὶ χάριτος, μονονουχὶ λέγων ὅτι ‘καθάπερ ἐγὼ διδάσκων ὑμᾶς καὶ περὶ τὴν ὑμῶν σωτηρίαν ἀσχολούμενος τὴν μητρικὴν ἐθέμην δευτέραν θεραπείαν, τὴν ὑμετέραν σωτηρίαν προελόμενος, οὕτω καὶ ὑμᾶς χρὴ ἁπάσης τῆς διὰ τῶν σωματικῶν δεσμῶν προιούσης σχέσεώς τε καὶ συμπαθείας τὴν ὑμῶν αὐτῶν σωτηρίαν ἀνταλλάττεσθαι καὶ τῶν ἐμῶν διδαγμάτων καὶ νόμων τὴν φυλακὴν καὶ συντήρησιν’. ταύτῃ τοι καὶ τὸν αἰτησάμενον ἀπελθεῖν ἐπὶ τὸ θάψαι τὸν πατέρα οὐκ ἐπέτρεψεν, οὐ καταφρονεῖν πατρός, μή τι γένηται, καὶ μάλιστα τῆς ὁσίας, οὐδὲ τοῦ πατρὸς ἐξαρνεῖσθαι τὴν σχέσιν καὶ τὸν πόθον ἐνυβρίζειν ἀφορμὰς διδούς, ἀλλὰ πανταχοῦ παραινῶν τὴν ψυχικὴν προκρίνειν σωτηρίαν τῆς σωματικῆς ἁπάσης καὶ συναφείας καὶ διαθέσεως. ταῦτα μὲν οὖν ἴσως ἄν τις, ὥσπερ εἴρηται, δοκῶν τῇ μητρὶ τῶν προνομίων τῆς τιμῆς οὐκ ἀποστερεῖν, ἀλλ’ ἐν τῷ ἴσῳ συντηρεῖν διέλθοι πραγματευόμενος, καὶ τὴν προσήκουσαν αἰδῶ συνδιασῴζων καὶ σεβασμιότητα, καίτοι τὸ τῆς συγκρίσεως τὸν τρόπον μὲν ἑρμηνεύει καθ’ ὃν πρὸς τὴν ἐλάττω τάξιν κατέβη τὸ συγκρινόμενον, οὐκ ἀπαλλάττει δὲ τῆς ἐλαττώσεως.

Οἶδα δέ τινας τῶν μακαρίων ἡμῶν πατέρων, οὓς ἐν πολλοῖς πολλάκις θαυμάσας καὶ ἀποδεχόμενος οὐκ ἂν ἐν ταύτῃ τῇ γνώμῃ θαυμάσαιμι, ἐπ’ ἀθετήσει τῆς δυσσεβούσης δόξης εἰς τοιαύτην καταβεβηκότας διάνοιαν, ὡς ἐπείπερ ἡ μήτηρ τοῦ Ἰησοῦ ἀνθρώπινόν τι παθοῦσα καὶ τῷ κενῷ δοξάσματι, οἵα φύσις γυναικός, ἐπαρθεῖσα ἐπεσεμνύνετο μὲν τῷ παιδί, ἐζήτει δὲ παρρησιασθῆναι καὶ διαχυθῆναι τῷ ἀγαλλιάματι ὅτι τηλικούτου παιδὸς ἐχρημάτισε μήτηρ, καὶ διὰ τοῦτο προσῄει διδάσκοντος τοῦ υἱοῦ καὶ ὡς εἰκὸς τῇ διδασκαλίᾳ δοξαζομένου συνδοξασθῆναι καὶ τὸν ἔπαινον συμμερίσασθαι· διὸ καὶ ὁ σωτήρ, ὁ καὶ τοὺς ἄλλους ἀποκαθαίρων τῶν ψυχικῶν παθῶν, καὶ τὴν μητέρα τῶν τοιούτων ἀπαλλάττειν θέλων ἐλαττωμάτων, τάξιν ἐπιτιμήσεως ἐπέχουσαν ἀφῆκε τὴν λέγουσαν φωνήν, ‘τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες οἱ ἀδελφοί μου;’ Ἀλλ’ οἷς μὲν ἐπῆλθε ταῦτα εἰπεῖν, καί γε εἴρηται· ἡ δὲ τῆς ἀληθείας συνεξέτασις πρῶτον μὲν οὐχ ὁρᾷ τὴν μητέρα οὐδὲν τοιοῦτον ἐπιδεικνυμένην οὐδὲ σοβαρὸν φέρουσαν φρόνημα.

οὐδὲ γὰρ οὐδὲ διδάσκοντος αὐτεπάγγελτος ἐπεχωρίασεν οὐδ’ εἰς τὸ μέσον ἐπῆλθε τοῦ συλλόγου οὐδὲ τὸν διδασκαλικὸν λόγον περιέκοψεν οὐδ’ εἶπεν οὐδὲν ὑψηλὸν οὐδὲ μεγάλαυχον, ἀλλ’ ἔξω πανευλαβῶς ἱσταμένη τὴν παρουσίαν μόνον ἐμήνυσεν· ἢ οὐδὲ τοῦτο λόγῳ ἐμήνυσεν, ἀλλ’ ἀπαγγέλλειν ἐφιλοσόφει τὴν θέαν τὸ μήνυμα· ὃ πῶς ἂν εἴη φιλοτιμουμένης τὸ δοξάζεσθαι, πῶς δὲ ζητούσης σεμνύνεσθαι καὶ τῇ τοῦ υἱοῦ ἐπιγαυροῦσθαι μεγαλειότητι; τί δ’ ἂν ἕτερον καὶ θεράπων ἔπραξε, χρείας αὐτὸν ἐπὶ τὸν κύριον παραγενέσθαι καλούσης;

Οὔκουν οὐκ ἦν ἐπιτίμησις ὁ λόγος τοῦ Ἰησοῦ τῇ μητρὶ οὐδέ τις τρόπος ἀνακαλούμενος διὰ μέμψεως τὸ ἐλάττωμα· οὐ γὰρ ἦν ἐλάττωμα οὐδαμοῦ· ἀλλ’ Ἰουδαϊκὸν ἐπεστόμιζε τὸ εἰρημένον χλεύασμα. τῶν γὰρ κακοσχόλων τε καὶ ἀγνωμόνων Ἰουδαίων νῦν μὲν λεγόντων ἐπὶ διαβολῇ καὶ ὕβρει τοῦ σωτῆρος, ‘οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;’ νῦν δὲ ‘οὐχ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ παρ’ ἡμῖν;’ καὶ πάλιν ‘τοῦτον δὲ οἴδαμεν πόθεν ἐστίν’, ἐπεὶ καὶ τότε διδάσκοντος καὶ τὴν ψυχικὴν σωτηρίαν εἰσηγουμένου τῷ πλήθει διεφθόνουν τε καὶ διεβάσκαινον καὶ πρὸς διαβολὰς ἀνεφλέγοντο, οὐκ ἦν δὲ πόρος ὅλως διαβολῆς, ἐπὶ τὴν συνήθη λοιδορίαν καταφεύγουσι καὶ τὴν μητέρα πάλιν καὶ τοὺς ἀδελφοὺς εἰς ψόγον καὶ ἐξουθένημα προκομίζουσι, μονονουχὶ λέγοντες, ‘τίνα διδάσκεις; τίνα δὲ σαυτὸν νομίζεις; οὐχὶ γυναικὸς πένητος ὑπάρχεις υἱὸς καὶ οἱ ἀδελφοί σου οὐδὲν διαφέρουσιν, ὧν ὁ βίος διὰ χειρῶν;

ἰδοὺ οὗτοι ἑστήκασιν ἔξω ζητοῦντές σε· ἔα τὸ διδάσκειν καὶ πρὸς τοὺς συγγενεῖς ἀπότρεχε, τὴν <αὐτὴν> ἐκείνοις μετιὼν πολιτείαν, ἀλλὰ μὴ πρὸς τὸ διδασκαλικὸν ἀναβαίνων ἀξίωμα’—ταῦτ’ οὖν ἐκείνων ὡς ἔθος πονηρευομένων, ὁ σωτὴρ ἀντιτιθεὶς καὶ ἀντεπεξάγων τῇ μακροθυμίᾳ καὶ πραότητι, ‘τοσοῦτον’, φησίν, ‘ἀπέχω τοῦ ἐπαισχύνεσθαι μητρὶ καὶ τοῖς ἀδελφοῖς, ὅτι οὐ μόνον ἣν ἡ φύσις ἔδωκεν καὶ οὓς εἰς γένος ἡ ὑπόληψις ἔθετο οὐκ ἀποστρέφομαι οὐδὲ αἰσχύνην ἡγοῦμαι οὐδὲ ὄνειδος, ἀλλὰ καὶ τούτους ἅπαντας οὓς ὁρᾶτε τῶν ἱερῶν λόγων καὶ σωτηρίων ὄντας ἀκροατάς, καὶ πατέρας καὶ ἀδελφοὺς οὐκ ἀπαξιῶ κατονομάζειν, τὸ πατρικὸν μόνον θέλημα ποιοῦντας, κἂν μήτε τῇ φύσει μήτε τῇ ὑπολήψει τὰς εἰρημένας φιλοστόργους σχέσεις ἔχουσι βοηθουμένας. τίς οὖν ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου; τί μοι τὰς κλήσεις ταύτας εἰς ὕβριν καὶ ὄνειδος μεταπλάττεις; ἐγὼ τοσοῦτον ἐπαισχύνεσθαι τούτοις διέστηκα, ὥστε καὶ τοὺς ἀληθινοὺς μαθητὰς ταῖς κλήσεσι ταύταις καὶ σχέσεσιν ἐμαυτῷ συνάπτειν προειλόμην.’

Καὶ ἔστιν ἐντεῦθεν συνορᾶν ὡς οὐ μόνον οὐδὲν ἀγνωμοσύνης οὐδὲ παροράσεως μητρικῆς τὰ προενηνεγμένα ῥήματα ἦν, ἀλλὰ καὶ τὴν μεγίστην αὐτῇ καὶ πρέπουσαν συγκατεσκεύαζε τιμήν· τοσοῦτον γὰρ αὐτῇ τὴν σεβασμιότητα καὶ τὸ γέρας ἀπονέμει καὶ τὸ δίκαιον τῆς στοργῆς ὥστε καὶ τοὺς ἐκτελοῦντας τὸ πατρικὸν θέλημα καὶ πρὸς τοσοῦτον ἐπαρθέντας ὕψος ἀρετῆς ὡς εἰς μέγα τι δόξης καὶ ἐξαίρετον ἀξίωμα εἰς τὴν μητρικὴν σχέσιν καὶ κλῆσιν τούτους ἀνάγειν, δι’ ἣν καὶ ἡ τῶν ἀδελφῶν νῦν τιμῆς ἀπολαύει προσηγορία. ποῦ γὰρ ἂν ἣν ἔκρινεν, εἴπερ ἔκρινεν, ἀποσκευάζεσθαι σχέσιν, ποῦ δ’ ἂν ἣν ἐδικαίου, εἴπερ ἐδικαίου, παραγράφεσθαι κλῆσιν, ταύτην ὡς κορωνίδα καὶ κεφάλαιον τῶν ἀγαθῶν τοῖς τῶν οὐρανῶν βασιλείας κληρονόμοις ἐπιφέρειν τε καὶ χαρίζεσθαι χώραν εἶχεν; ἐμφανέστατον οὖν, οἶμαι, καθὰ καὶ προείρηται, γέγονεν ὡς οὐ μόνον οὐκ ἔστιν οὐδὲν εἰς ὕβριν τῆς μητρικῆς στοργῆς καὶ αἰδοῦς τὸ ‘τίς ἐστιν ἡ μήτηρ μου’ καὶ τὰ ἑξῆς εἰρημένα, ἀλλὰ καὶ τὴν πρέπουσαν αὐτῇ πανταχόθεν συνάγει δόξαν καὶ εὐφημίαν.

Οὕτω δ’ ἂν περιτραπείη τοῖς ἀνοήτοις πρὸς τοὐναντίον ἢ ἐφρυάττοντο, πρὸς δὲ τὴν εὐσεβῆ καὶ οἰκείαν ἀπευθύνοιτο θεοσοφίαν καὶ τὸ ‘τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου’. εἴ τις γὰρ ἐπιμελῶς ἐφ’ οἷς ἐρρήθη ταῦτα διαμελετῴη, τῆς θείας χάριτος ἐνεργούσης τε καὶ τῇ μελέτῃ συναντιλαμβανομένης, εὑρήσει τῇ μητρὶ μᾶλλον δόξαν περιάπτοντα καὶ τιμὴν ἢ παρόρασιν ὅλως ἀφιέντα. καὶ γὰρ ἐπὶ τοῖς θαύμασιν οὐδὲν ἦν κοινὸν τῇ μητρὶ καὶ τῷ υἱῷ· ἐπεὶ καὶ θεότητος μὲν ἦν τὸ θαυματουργεῖν καθ’ ἑαυτήν, ἀνθρωπίνης δὲ φύσεως οὐκέτι καθ’ ἑαυτήν, ἀλλὰ διὰ τὸν προσειληφότα λόγον. πλὴν καὶ ἐφ’ οἷς κοινὸν οὐδὲν ἦν μητρὶ καὶ υἱῷ, ὅρα πῶς τὴν ὑπερβολὴν τῆς τιμῆς καὶ ἐν τῇ διαφορᾷ συνιστᾷ· θαυματουργεῖν γὰρ τῆς μητρὸς ἀξιούσης, ἐπισημήνας μὴ εἶναι τοῦτο κοινὸν αὐτῆς τε καὶ ἑαυτοῦ καὶ τὸν καιρὸν μὴ παρεῖναι προσθεὶς καθ’ ὃν ἔδει τὰς θεοσημείας ἐνεργεῖν, τὴν πρὸς τὴν μητέρα αἰδῶ καὶ τιμὴν ἔδειξεν καὶ τοῦ καιροῦ καὶ τῆς διαλλαττούσης δυνάμεως ἐπικρατεστέραν. ὥστε τοσοῦτον ἀποδεῖ τὰ εἰρημένα τῆς μητρικῆς δόξης ἔνδειαν ποιεῖν, ὡς καὶ πολυπλασίονα ταύτην ἀποτελεῖν· τὸ γὰρ καὶ καιροῦ κυριωτέραν ἡγεῖσθαι καὶ τῆς ἐν θαύμασιν ἀκολουθίας ὑπερβαίνουσαν τοὺς νόμους, εἶτα πράττειν τὸ παρ’ αὐτῆς προτεινόμενον, πόσῳ πολλαπλασίονα τὴν τιμὴν καὶ τὴν αἰδῶ κατασκευάζει ἢ εἰ μὴ ταῦτα εἴρητό τε καὶ ἐπεδείκνυτο;

μονονουχὶ γὰρ δι’ ὧν ἐφθέγγετό τε καὶ ἔπραττεν ἐπιδείκνυται λέγων· ‘ἡ κοινωνία μὲν τῆς φύσεως τὴν κοινωνίαν οὐ συνεισάγει τοῦ θαυματουργεῖν (τί ἐμοὶ καὶ σοί, γύναι;) οὐδὲ ὁ καιρὸς πάρεστιν ὁ ἐπιτήδειος τῶν θεουργιῶν· πλὴν ἵνα γνῷς σύ τε καὶ ὅσους ὁρᾶν καὶ ἀκούειν ἡ χρεία συνήγαγεν, ὅτι καὶ τὰ μητρικά σοι δίκαια ἀκαινοτόμητα διασῴζω καὶ αὐτὸς ὁ νόμον θέμενός εἰμι μητρὶ τοὺς παῖδας τὴν σεβασμιότητα νέμειν, μᾶλλον δὲ ὅτι καὶ τῶν ἐν τῇ φύσει θεωρουμένων εἱρμῶν καὶ τῆς ἐπιτηδειότητος τοῦ καιροῦ τὴν σὴν αἰδῶ καὶ ὑπακοὴν καὶ δόξαν ἔμπροσθεν ποιοῦμαι, ἰδοὺ μεταβάλλω τὸ ὕδωρ εἰς οἶνον, τῆς σῆς ἀξιώσεως ἐκεῖνα δεύτερα ποιησαμένης.’ Οὐδὲ γὰρ κατὰ τὸν ἴσον τρόπον ἐνταῦθα εἴρηται τὸ ‘τί ἐμοὶ καὶ σοί;’ καθ’ ὃν εἴρηται πρὸς τὸν ἐπιζητοῦντα διαιτητὴν αὐτῷ τοῦ πατρικοῦ κλήρου χρηματίσαι. ἐκεῖ μὲν γὰρ εἰπὼν ‘τί ἐμοὶ καὶ σοί; καὶ τίς με κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ὑμᾶς;’

τῇ πράξει τὴν ἐν τῷ λόγῳ παραίτησιν ἐβεβαίωσεν καὶ δικαστὴς ἀμφισβητήσεως χαμαιζήλου καὶ προσύλου κέρδους οὐχ εἵλετο γενέσθαι, ἀλλὰ τὴν ἐν τοῖς ῥήμασιν ἀπαγόρευσιν ἡ διὰ τῶν ἔργων παραγραφὴ διεδέξατο· ἐνταῦθα δὲ τῷ σχήματι χρησάμενος τῆς φωνῆς, τὴν μητρικὴν οὐκ ἀπεπέμψατο περὶ τῷ θαύματι γνώμην οὐδὲ τῆς αἰτήσεως εἰσηγήσατο τὴν ἀθέτησιν, ἀλλ’ ἐν τῇ κοινωνίᾳ τῆς φύσεως τὴν διαφορὰν διδαξάμενος τῶν θεουργημάτων τὸ ἔργον σύνδρομον ἔδειξε τῇ ἀξιώσει, σαφῶς, ὡς εἴρηται πολλάκις, παριστῶν καὶ τῆς ἐπιτηδειότητος τοῦ καιροῦ καὶ τῆς ἐν θαύμασιν ἰδιότητος τὴν μητρικὴν στοργὴν καὶ τὸ κλέος μεῖζον ἰσχύειν παρ’ αὐτῷ.

Πῶς οὐ μάχεται τὸ ‘ἐρρήθη τοῖς ἀρχαίοις, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος· ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ’ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιάν, στρέψον αὐτῷ καὶ τὴν ἄλλην’; Πρῶτον μὲν διότι ὁ εἰπὼν ‘οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι’, αὐτός ἐστιν ὁ ψῆφον ἑκατέραν ἐξενεγκών· οὐδεὶς δὲ ἄρα οὐδὲ τῶν τυχόντων, μή τί γε νομοθέτης, ἅμα τἀναντία λέγει ἑαυτῷ· οὐδ’ ὁ λέγων μὴ καταλύειν τὸν νόμον οὐκ ἂν τὰς καταλυούσας αὐτὸν προεκόμιζε φωνάς, καὶ μάλιστα οὐκ ἐν ἄλλῳ καὶ ἐν ἄλλῳ χρόνῳ οὐδ’ ἐν ἑτέρᾳ φράσει καὶ ἑτέρᾳ, ἀλλ’ ἐπὶ τῶν αὐτῶν ῥημάτων καὶ ἐφεξῆς. οὔκουν οὐκ ἀντίκειται ταῦτα, οὐδὲ πολλοῦ δεῖ, ἀλλ’ ἡ μὲν τῶν ἐντολῶν, λόγον ἔχουσα νομοθεσίας, ῥυθμίζει τε καὶ καταρτίζει τὸν κριτὴν ἀδέκαστον μὲν ἔχειν τὴν γνώμην, ἀδυσώπητον δὲ τὴν ψῆφον, ἰσόρροπον δὲ παρέχειν τοῖς δικαζομένοις τὸν τῆς δίκης ὀφθαλμόν· ἡ δὲ λέγουσα μὴ ἀντιστῆναι τῷ πονηρῷ ἐν ἴσῳ ἐστὶν τοῦ μὴ ἐπεξελθεῖν μηδ’ ἀμύνασθαι κατὰ τὰ πονηρεύματα αὐτοῦ τὸν ἄρξαντα χειρῶν ἀδίκων, καὶ οὐκέτι αὕτη πρὸς τὸν κριτὴν ἀφορᾷ, ἀλλὰ τὸ ἠδικημένον πρόσωπον εἰς ἐπιείκειαν καὶ εὐλάβειαν παρακαλεῖ.

τοῦτο γὰρ καὶ τὸν ἠδικηκότα αἰσχύνει καὶ μετάγει τῆς θρασύτητος καὶ ἀπονοίας ἐπὶ τὸ μεταμελούμενον καὶ κατηφές, εἰ μή που θηρίον ᾖ μορφὴν ἀνθρώπου περιβαλλόμενον, καὶ τὸν ἠδικημένον τῷ τῆς πραότητος καὶ φιλοσοφίας στεφάνῳ κοσμεῖ. καὶ γὰρ ἐξουσίαν αὐτῷ δίδωσιν ὁ νόμος τὸν λελυπηκότα δίκην εἰσπράττεσθαι· ὁ δὲ τὴν ἐξουσίαν ἂν εἰς φιλανθρωπίαν τρέψῃ καὶ τοῦ ὁμοφύλου λάβοι ἔλεον, εἰς μόνον τὸν ἀρχηγὸν τῶν κακῶν καὶ τὸν ἀρχαῖον πολέμιον τοῦ γένους ἡμῶν ἀποτείνων τὸν δίκαιον θυμόν, οὗτός ἐστιν ὡς ἀληθῶς ὁ καὶ τῆς ἀνθρωπίνης φύσεως ἐξευγενίζων τὸ αὐτεξούσιον καὶ τὸν κοινὸν δεσπότην τὰς ἀνθρωπίνας ὀφειλὰς ἔχων ἑαυτῷ διαλύοντα.

Καὶ μὴν καὶ ἐναντίον εἴπερ ἦν, ἡ τοῦ προσώπου διαφορὰ ἱκανὴ τὴν ἐναντίωσιν διαλῦσαι· οὐ γὰρ πρὸς ἄλλο καὶ ἄλλο τοῦ ἐναντίου φύσις συμπλέκεσθαι, ἀλλὰ διὰ τῶν αὐτῶν οἷς ἂν πρόεισιν ἡ μάχη πρόεισιν. ἔλαβες κράτος τὸν ἠδικηκότα νόμῳ κολάζειν; εἰ μὲν κολάσεις, ἄδηλον εἰ καὶ μὴ λαβὼν τῇ τιμωρίᾳ τοῦ πλησίον ἐπεπήδησας, καὶ τῷ φθάσαι παθεῖν τοῦ μὴ ποιῆσαι, ἀλλὰ μὴ φιλανθρώπῳ γνώμῃ καὶ φιλαδέλφῳ τὴν πρᾶξιν ἐξήνεγκας· εἰ δὲ μὴ κολάσεις, στήλην ἔστησας ἀνεξάλειπτον καὶ φιλανθρωπίας καὶ πραότητος καὶ τῷ βίῳ παράδειγμα καταλέλοιπας φιλανθρώπως τε καὶ πράως τοῖς ὁμογενέσι συναναστρέφεσθαι, μάλιστα δὲ καὶ τὸ ἐρασμιώτατον καὶ μακαριώτατον, πρὸς τὴν θείαν ἐστὶν ἀναχθῆναι διὰ τῆς τοιαύτης πράξεως μίμησίν τε καὶ ἀγαθότητα, καὶ υἱὸν θεοῦ κατὰ χάριν καὶ χρηματίσαι καὶ ἐπιγνωσθῆναι, ὡς ἡ ἐνυπόστατος ἐβεβαίωσεν σοφία καὶ ἀλήθεια· ‘γίνεσθε’ γὰρ ‘οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν’.

Σὺ δ’ εἰ βούλει καὶ ἔτι τοῖς νόμοις ἐμφιλοσοφεῖν, τὴν συμφωνίαν αὐτῶν ἐντεῦθεν ἐπόψει. ὁ μὲν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ τὸν κριτὴν ἐκκόπτειν ἀξιῶν φόβῳ δηλονότι τοῦ παθεῖν ἃ μή ἐστιν φυγεῖν τὴν ἐπ’ ἀδίκοις τόλμαν ἀναστέλλει· ἡ δὲ τοῦ μὴ ἀμύνασθαι ἀρετὴ τὸν ἠδικημένον κρείττω περιπαθοῦς διαθέσεως καὶ ἀνθρωπίνης ἀντιλυπήσεως καὶ θαυμάζειν ἀνακηρύττουσα ἄξιον· δι’ ἑκατέρου δὲ τρόπου τὴν φιλανθρωπίαν ἐστὶν ὁρᾶν προϊοῦσαν καὶ καθαρὸν τὸν ἔλεον τὸν ἐπὶ τοῖς ὁμοφύλοις προχεόμενον. εἰ δὲ δι’ ἑκατέρας πράξεως ἡ φιλανθρωπία καὶ ἡμερότης συνίσταται, δῆλον ὅτι οὐδεμία μάχη ταῖς ἐντολαῖς, οὐδὲ παρὰ θατέρας ἡ τῆς ἑτέρας ἀναίρεσις· πῶς γὰρ ἂν παραπλησίως ἄμφω τὴν τῶν ἀνθρώπων σωτηρίαν κατεσκεύαζον, ἡ μὲν τῶν ἀδίκους χεῖρας ἐπανατεινόντων τὴν ὁρμὴν ἀνακόπτουσα, ἡ δὲ τὸν ἠδικημένον ὑψηλότερον μικροψυχίας πάσης τιθεῖσα καὶ οὐκ ἀξιοῦσα δουλεύειν πάθεσιν ὕβρεως, καὶ {ἡ μὲν} δεικνῦσα οἷος καθ’ οἵου τὴν πληγὴν ἀφῆκεν καὶ ὡς ὁ παθεῖν ἄξιος τὸν κρείττω πάθους ἐτιμωρήσατο. καὶ πολλὰ ἄλλα δι’ ἀμφοῖν τῶν ἐντολῶν τῶν σωτηριωδῶν καὶ ὠφελίμων εἰς ἓν συντρέχει καὶ συναπαρτίζεται.

Τοῦ κυρίου λέγοντος, ‘ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ’, ζητοῦμεν τίνα λέγει διάβολον καὶ τίνα τὸν πατέρα αὐτοῦ Διάφορος δόξα τοῖς πρὸ ἡμῶν περὶ τούτου προελήλυθεν τοῦ ζητήματος. οἱ μὲν γὰρ λέγουσι πατέρα τοῦ διαβόλου τὸν εἰς ἄκρον κακίας ἐλάσαντα καὶ τοῦ πονηροῦ ἐν ἑαυτῷ πολυπλασιάσαντα τὰ γεννήματα καὶ πολλάκις πολλὰς ἀποτεκόντα τοιαύτας πράξεις οἵας ἂν ὁ πονηρὸς οὐκ ἐτόλμησε πρότερον. εἰ δὲ ταῦτα, οὐδὲν κωλύει καὶ τὸν πατέρα τῷ τόκῳ τῶν ἐξ αὐτοῦ προελθόντων ἐλαττωθέντα, αὐτὸν μὲν τὴν τοῦ υἱοῦ μεταλαβεῖν τάξιν, τὸν δὲ πλεονεκτήσαντα ἐν τῇ κακίᾳ καὶ τρόπον τινὰ τὸν γεννήσαντα γεγεννηκότα εἰς τὴν πατρικὴν ἀντιμετελθεῖν σχέσιν. οἷον ὁ Κάιν, εἰ βούλει· πολλοὺς γὰρ οὗτος ἅμα διαβόλους τέτοκεν, τοῦτ’ ἔστιν τὰς τοῦ διαβόλου πράξεις συλλαβὼν ἀπεκύησεν οὔπω πρότερον θάρσος ἐχούσας λύειν τὰς ὠδῖνας, ψεύδει φενακίζειν ἐπιχειρῶν οὐχ ἕτερόν τινα, ἀλλὰ τὸν πάντα καὶ πρὶν γενέσεως ἐπιστάμενον, ἀπάτῃ μετερχόμενος ἀδελφόν, καὶ δόλον κατὰ τῶν φιλτάτων σπλάγχνων ἐντείνων τῆς στοργῆς τῷ σχήματι καλυπτόμενον, φόνον ἀδελφικῇ δεξιᾷ παλαμώμενος καὶ τὴν γῆν πρῶτος ἀνθρωπίνῳ καθυβρίζων αἵματι, πληγὴν ἐπάγων τοῖς γεννησαμένοις ἀθεράπευτον καὶ τοῦ τόκου μισθὸν ἀπαιτῶν τὸ μὴ δευτέροις τόκοις ἐπαγάλλεσθαι, ἀπονοίᾳ καὶ ἀντιλογίᾳ χαλεπωτέρᾳ τὰ φθάσαντα διελεγχούσῃ, καὶ ὅσα ἄλλα τοιαῦτα.

Εἰ δὲ καὶ ἐκ τῶν ἐναντίων ἐστὶν ἀναλόγως τὰ ὅμοια συνορᾶν, ὥσπερ ὁ εἰς ἄκρον ἀρετῆς τῇ τοῦ παναγίου πνεύματος ἐπιφοιτήσει καὶ ἐνεργείᾳ διήκων καὶ πολυπλασιάζων ἐν ἑαυτῷ τὴν χάριν καὶ πολλοῖς ὠφέλιμος καὶ σωτήριος τῷ τόκῳ γινόμενος πνεῦμα λέγεται τίκτειν θεοῦ (‘διὰ γὰρ τὸν φόβον σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίου σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς’), οὕτω δὴ οὕτω καὶ ὁ εἰς ἄκρον κακίας ἐλάσας ἄνθρωπος τὰ τοῦ πονηροῦ σπέρματα ἐν ἑαυτῷ συλλαβὼν καὶ πολυπλασιάσας τὸν τόκον καὶ τὰ τῆς πονηρίας κυήματα, τίκτειν ἂν εἰκότως λέγοιτο τὸν διάβολον καὶ πατὴρ χρηματίζειν αὐτοῦ.

Οἱ δὲ οὐδέτερον μὲν τῶν εἰρημένων ἐγκρίνουσι, τὸν ὄφιν δὲ τοῦ διαβόλου πατέρα κληθῆναι νομίζουσι· διὰ τί; ὅτι πρῶτον ὁ ὄφις τὴν ἐκείνου διαβολὴν συλλαβὼν τῇ γλώττῃ ἀπέτεκεν, πρὸ γὰρ τῆς ἀνθρώπου πλάσεως καὶ τῆς τοῦ ὄφεως ὑποστάσεως οὐκ ἦν ὁ ἀπορρυεὶς τῆς ἀγγελικῆς εὐγνωμοσύνης καὶ τάξεως τὰ τοῦ διαβόλου πράττων, καίτοι ζητῶν κακὸς εἶναι, καὶ χώραν οὐκ ἔχων παρεισδύσεως· οὐκοῦν τὸ ἑρπετὸν ὁ ὄφις τοὺς διαβόλους ἐγκυμονήσας λογισμοὺς καὶ τῇ γλώσσῃ τεκών, εἰκότως ἂν πατὴρ τοῦ διαβόλου λέγοιτο.

Ἀλλὰ ταῦτα μὲν καὶ ἕτερα τοιαῦτα εἰς ἀνάπτυξιν τοῦ ῥητοῦ, τίς τε καλοῖτο διάβολος καὶ τίς ὁ τούτου πατήρ, ἑτέροις πεφιλοσόφηται· ἐμοὶ δὲ τὰς εἰρημένας ἐπιλύσεις οὔτε λίαν ἔπεισι θαυμάζειν οὔτε μὴ φιλολόγων εἶναι πόνους ἀνδρῶν. ὅσοις δὲ τὰ τοιαῦτα μᾶλλον εὐτρέπισται συνορᾶν, δικαιότεροι ἂν εἶεν οὗτοι καὶ τὴν ἀμείνω περὶ αὐτῶν ψῆφον ἐξενεγκεῖν· ἃ δ’ ἂν προσσταίη ἐμοί τε καὶ ἴσως ἑτέρῳ τινί, τὴν τελειότητα ταύτας μὴ καταλαβεῖν, ἐκεῖνα καὶ δὴ τῷ λόγῳ διέξειμι.

Πρῶτον μὲν οὐδαμοῦ τῆς ἱερᾶς ἡμῶν γραφῆς γέγονα δυνατὸς εὑρεῖν, οὔτε κατὰ τὰ παλαιότερα τῆς νομοθεσίας οὔτε ἐν οἷς ἡ χάρις τὸ τῆς εὐσεβείας φῶς λαμπρότερον ἤστραψεν, οὐμενοῦν οὐδαμοῦ πατέρα τινὰ τοῦ διαβόλου λεγόμενον. καίτοι γε πολλαὶ πολλάκις χωρίων περίοδοι τῆς πονηρᾶς ἐκείνης καὶ ἀλιτηρίου μνήμην καταβάλλονται προαιρέσεως· ἀλλὰ σατανᾶν μὲν καὶ διάβολον καὶ ἀποστάτην καὶ νοῦν Ἀσσύριον καὶ τῶν παθῶν ἄρχοντα καὶ τῶν τῆς πονηρίας πνευμάτων ἐξουσιαστὴν καὶ τοιαῦτά τινα τὸν ἀρχέκακον ἐχθρὸν τοῦ γένους ἡμῶν ὀνομαζόμενον ἐκδιδάσκουσι, καὶ υἱὸν ἔσθ’ ὅτε διαβόλου μᾶλλον τὸν τὰς μοχθηρὰς αὐτοῦ γονὰς ἐν ἑαυτῷ συλλαβόντα καὶ τῷ τῆς πλάνης τόκῳ υἱοθετούμενον, ἐξ οὗ καὶ ὁ θεσπέσιος Παῦλος υἱὸν διαβόλου τὸν Ἐλύμαν ἐπωνόμασεν· πατέρα δὲ τοῦ διαβόλου ἕτερόν τινα μέχρι νῦν οὐκ ἔχω τέως ἀπισχυρίσασθαι τὴν ἱερὰν ἡμῶν ἐπισταμένην ἢ ἐπονομάζουσαν γραφήν.

Ἀλλ’ ἓν μὲν τοῦτο, τὸ μηδαμοῦ πατέρα τοῦ διαβόλου τῶν τοῦ πνεύματος λογίων τῷ ἰδιώματι μήτε γινώσκεσθαι μήτε ὀνομάζεσθαι. δεύτερον δέ, οὐδ’ ἔνθα δοκοῦσιν μνήμην αὐτοῦ γεγενῆσθαι, οὐδ’ ἐνταῦθα παρασχεῖν τὴν ὑπόληψιν ἀσφαλῆ δύνανται· καὶ γὰρ ὁ τῶν Ἰουδαίων δῆμος οὐκ εἰς πατέρα τοῦ θεοῦ ἀναφέρειν οὐδαμοῦ διετείνετο ἑαυτόν, ἀλλὰ τὸν θεὸν μὲν ἐσπούδαζον τῷ ῥήματι ἐπιγράφεσθαι πατέρα, παῖδας δὲ τοὺς ἐξ Ἰσραήλ· καὶ τῷ δημιουργῷ δὲ καὶ σωτῆρι ἡμῶν οὐκ ἦν σκοπὸς δεῖξαι τοὺς Ἰουδαίους τοῦ πατρὸς τοῦ διαβόλου τέκνα χρηματίζειν (ἕτερον γὰρ ἂν ἐκείνοις ἠλαζονεύετο, καὶ πρὸς ἕτερον, οὗ μήπω μὲν ὄνειδος, μήπω δὲ κατηγορίαν εἶχον, μεθεῖλκεν ἂν καὶ μετέφερεν, ὅπερ οὐκ ἦν συντηροῦντος τὸ ἀκόλουθον), ἀλλ’ αὐτοῦ γε δηλονότι τοῦ διαβόλου παῖδας ὠνόμαζεν, οὗ καὶ τὴν ἐν τῇ κλήσει σχέσιν, κἂν τῇ γνώμῃ καὶ τῇ μιμήσει τῶν πράξεων συνεφέροντο, βαρύ τε ἦν αὐτοῖς ἀκούειν καὶ ἀποτρόπαιον. ἐπεὶ οὖν καὶ ὁ Ἰουδαῖος πατέρα τὸν θεὸν ἐπέγραφεν ἑαυτοῦ καὶ ὁ σωτὴρ ἐπιδεικνύειν ἐσπούδαζεν διὰ τῶν ἔργων τοῦτο μὲν ψευδομένους, τὸν διάβολον δὲ δι’ ὧν ἔπραττον πατέρα ποιουμένους, τίς ἂν εἴη λόγος ὁ περαίνων τὸν πατέρα τοῦ διαβόλου πατέρα τῶν Ἰουδαίων διὰ τῶν λογίων ὀνομάζεσθαι;

Ἡ γάρ τοι δι’ ὑποφορᾶς πρὸς τοὺς Ἰουδαίους ἀποτεινομένη τοῦ σωτῆρος φωνὴ οὐδὲν αὐτῶν συναντιλήψεται τῇ προθέσει. τὸ μὲν γὰρ πρόχειρον καὶ τὴν διαστολὴν οὐκ εἰδὸς τῆς ἀναγνώσεως καὶ πρὸς ἣν μάλιστα τῶν πολλῶν ἡ γλῶττα παρασύρεται, αὐτοσχεδιάζειν εὗρεν ἕτοιμον πατέρα τοῦ διαβόλου, ὃν οὐδεμία χρῆσις οὐδ’ ἐν τῇ κλήσει τὴν φύσιν ἔχειν ἐγνώρισεν· τὸ δὲ περιεσκεμμένον, τῷ τρόπῳ τῆς διαστολῆς ῥυθμιζόμενον καὶ ταῖς προλαβούσαις ἐννοίαις συνδιαιρούμενον, αὐτόν τε τὸν διάβολον πατέρα τῶν ἀγνωμόνων Ἰουδαίων ἀπαγγέλλει, καὶ ὃν ὁ ἀνεπίσχετος τῆς γλώττης δρόμος τὴν διαστολὴν ὑπερβαίνων περιαγγέλλει πατέρα τοῦ διαβόλου πλάττων, οὐμενοῦν οὐδαμῶς συνεπίσταται. ἐπιτιμήσεως δὲ τρόπῳ τὸν λόγον ὁ σωτὴρ προάγων, ἐπείπερ ἔλεγεν ὁ Ἰουδαίων δῆμος, ‘ἕνα πατέρα ἔχομεν τὸν θεόν’, ‘τολμᾶτε δέ γε ἆρα’, φησί, ‘καὶ οὐκ ἐγκαλύπτεσθε πατέρα κατονομάζειν τὸν θεόν; ἢ οὐχὶ ὑμεῖς τοῦ διαβόλου ἐστέ, δι’ ὧν τὰς ἐντολὰς αὐτοῦ θέλετε ποιεῖν υἱοὺς αὐτοῦ δεικνύντες ἑαυτούς;’ οὗ γάρ τις κατὰ τὰς ἐντολὰς μορφοῦται καὶ διαπλάττεται, τούτου καὶ υἱὸς κατονομάζεσθαι δίκαιος εἴη ἄν.

τίνας δ’ ἂν ἐντολὰς οἱ Ἰουδαῖοι ἐσπούδαζον ἢ δι’ ὧν ὁ διάβολος ἐδοξάζετο, ‘δόξαν παρ’ ἀλλήλων λαμβάνοντες’, ταῖς συκοφαντίαις τοὺς πλησίον κατεσθίοντες, φθόνῳ τὰ κάλλιστα λυμαινόμενοι, φόνον κατὰ τοῦ σωτῆρος μηχανώμενοι, καὶ γλώσσῃ καὶ γνώμῃ τὸν θάνατον συσκευάζοντες, τὸ ψεῦδος τῆς ἀληθείας ἔμπροσθεν ἄγοντες καὶ δόλον καὶ διαβολὴν καὶ φιλαργυρίαν τὸν βίον ποιούμενοι καὶ ὅσα τούτοις παραπλήσια, δι’ ὧν καὶ τὴν τοῦ διαβόλου συγγένειαν ὡς ἀρχηγοῦ καὶ σπορέως τούτων περιφανῶς ᾠκειώσαντο;

Ἐπὶ τούτοις καὶ τὸ ἐπαγόμενον καὶ συνηρτημένον λόγιον, τὸ μὲν οὐκ οἶδεν ὅλως πατέρα λέγω τινὰ τοῦ διαβόλου κατονομάζεσθαι, τὸ δὲ πάλιν ὑποβάλλει καταγγέλλεσθαι πατέρα τῶν Ἰουδαίων τὸν διάβολον καὶ εἶναι καὶ ὀνομάζεσθαι. φησὶ γάρ, ‘ἐκεῖνος ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἦν’, τὸν διάβολον δηλονότι λέγων, ἀλλ’ οὐχ ἕτερόν τινα πατέρα τοῦ διαβόλου· τίνι δ’ ἂν ἑτέρῳ τὸ ‘ἀνθρωποκτόνος’ καὶ τὸ ‘ἀπ’ ἀρχῆς’ ἐφαρμόσει καὶ τὸ ‘μηδαμῶς ἐν τῇ ἀληθείᾳ ἑστάναι’, εἰ μὴ αὐτῷ γε τῷ διαβόλῳ, ὃς τὴν γλῶσσαν μὲν κατὰ τοῦ δημιουργοῦ τῷ ψεύδει παρώξυνεν, τῷ δόλῳ δὲ ταύτην γλυκάνας τῷ πρωτοπλάστῳ προὔτεινεν καὶ λόγοις ἐπικλόποις καταγοητεύσας τῆς ἐν παραδείσῳ τρυφῆς καὶ ἀιδίου ζωῆς ὑπερώρισεν, ἐργαστήριον θανάτου τῆς ἀθανασίας τὸ χωρίον ἐργασάμενος; ‘θάνατον’ γὰρ ‘ὁ θεὸς οὐκ ἐποίησεν’, ἀλλ’ ἡ τοῦ πρωτοπλάστου παράβασις τὴν συμβουλὴν συλλαβοῦσα τοῦ ὄφεως τὸν θάνατον ἀπεκύησεν. οὐκοῦν καὶ ‘ἀνθρωποκτόνος ἀπ’ ἀρχῆς’ ὁ διάβολος καὶ ‘ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν’, καὶ αὐτοὶ ζητοῦντες ἀποκτεῖναι τὸν κύριον καὶ τὸ ψεῦδος ἀεὶ πρὸ τῆς ἀληθείας ἑλόμενοι τὴν μορφὴν τοῦ γεγεννηκότος ἀπαραχάρακτον διασῴζουσιν.

Καὶ φανερὸν ἐκ τῶν εἰρημένων ὅτι πατὴρ μὲν τῶν Ἰουδαίων ὁ διάβολος ὀνομάζεται, πατρὸς δὲ τοῦ διαβόλου οὔτε φύσιν λαβεῖν ἐστιν οὔτε κλῆσιν οὐδαμῶς παραδηλουμένην οὔτε τῷ ῥήματι διὰ τῶν λογίων οὔτε τῷ νοήματι. ἡ μέντοι γε τῆς προκειμένης ἐξ ἀρχῆς ὑποθέσεως τελευταία περίοδος δόξει μὲν ἴσως τοῖς πρὸς μηδὲν τῶν βαθυτέρων ἐμφιλοχωρεῖν κέρδος ποιουμένοις ὡς εἴη τοῦ διαβόλου πατέρα ὑποσημαίνουσα, τοὐναντίον δὲ ἅπαν κατασκευάζει καὶ τοῖς πρὸ αὐτῆς συνᾴδει ἐνθυμήμασι, πατέρα καὶ αὐτὴ τῶν Ἰουδαίων ἐπιδεικνυμένη τὸν διάβολον. διπλῆς γὰρ τῆς προβολῆς παντὸς τοῦ προκειμένου λόγου τῶν ἐνθυμημάτων γενομένης, καὶ νῦν μὲν ἐκ τῆς τῶν γεγενημένων κακίας τοῦ γεγεννηκότος τὴν μίμησιν ἐπιδεικνυμένης, νῦν δὲ διὰ τοῦ γεννησαμένου τῶν γεγεννημένων τὴν ὁμοιότητα παριστώσης, ἔτι πάλιν ἀπὸ τῶν γεγεννημένων ἐπὶ τὸν γεγεννηκότα διαβαίνουσα, ἀπαράλλακτον τὴν ὁμοιότητα στηλιτεύει καὶ τὴν συγγένειαν αὐτῶν οὐδὲν ἐπιφερομένην ἐπιδείκνυσι νόθον. φησὶν οὖν, ὅταν ὁ Ἰουδαῖος τὸ ψεῦδος λαλεῖ, ὥσπερ καὶ νῦν πατέρα λέγων ἑαυτοῦ τὸν θεόν, ἐκ τῶν ἰδίων λαλεῖ· ἴδιος γὰρ κλῆρος τῷ παιδὶ τοῦ πατρὸς ὁ πλοῦτος. ἐκ τῶν ἰδίων οὖν ὁ Ἰουδαῖος λαλεῖ τὸν πατρῷον ὑπελθὼν κλῆρον· καὶ αὐτὸς γὰρ ψεύστης ἐστίν, ὥσπερ ὁ πατὴρ αὐτοῦ.

δῆλον οὖν ὡς ἡ τοῦ λόγου αὕτη περικοπὴ οὐ μόνον συμφθέγγεται τοῖς πατέρα πλάττουσι τοῦ διαβόλου, ἀλλὰ καὶ τῶν Ἰουδαίων πατέρα τὸν διάβολον μόνον ἀφορίζει.

Ἀλλὰ ταῦτα μὲν συγγυμνασίας εἶδος καὶ λόγον ἐχέτω, τὴν τοῦ δόγματος τέως προσηγορίαν εὐλαβούμενον, ἕως ἂν ὁ ὑψηλότερος λόγος ἀναφανεὶς καὶ δόγμα εἶναι τῇ διανοίᾳ καὶ τῷ κράτει τὴν κρίσιν λαβὼν καὶ τῶν διὰ βίου φιλοσοφούντων τὴν ἱερὰν ἐμπλήσας ἐπιθυμίαν, δείξῃ μὴ μάτην ἀεὶ πρὸς ζήτησιν ἀνατεινομένην τοῦ ἐξῃρημένου νοήματος τῆς τῶν πολλῶν καταλήψεως.