Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Οι μυροφόρες γυναίκες, η βλασφημία κατά του Αγίου Πνεύματος και ερμηνεία παλαιοδιαθηκικών χωρίων

Διευκρινίσεις για τις γυναίκες που μύρωσαν τον Κύριο, συνέχεια της ανάλυσης της βλασφημίας κατά του Πνεύματος και ερμηνεία γνωμικών του Εκκλησιαστή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 24 από 34

Πόσαι εἰσὶν αἱ τὸν κύριον ἀλείψασαι μύρον; Οὐχὶ τὴν αὐτὴν εὑρίσκω προϊοῦσαν δόξαν παρ’ οἷς ταῦτα διερευνᾶσθαι γέγονεν ἡ σπουδή. οἱ μὲν γὰρ ἁπλούστερον καὶ ἐπιπολαιότερον, ἵνα μὴ ἀμαθέστερον εἴπω, τῇ διαφόρῳ κλήσει τῶν ἀναγραψαμένων τὴν ἱστορίαν ταύτην καὶ τὰ τῶν γυναικῶν συνδιαιροῦσι πρόσωπα, καὶ τέσσαρας ταύτας εἶναί φασι, πρὸς οὐδὲν οἶμαι βαθύτερον τὸν λογισμὸν ἐπιστήσαντες ἢ πρὸς μόνην τὴν τῶν εὐαγγελισαμένων ποσότητα. τοῖς δὲ εἰς δύο περιεστάλη τὰ πρόσωπα, καὶ τὴν μέν φασι σεμνὴν εἶναι καὶ σώφρονα καὶ ἀδελφὴν τοῦ Λαζάρου καὶ τῆς Μάρθας, τὴν δὲ διαφόρου μὲν ἀναγραφῆς τυχεῖν, μίαν δὲ εἶναι καὶ ταύτην ἐξ ἀσέμνου καὶ πανδήμου βίου παρθενικοὺς ἀγῶνας ἐξ ἀκαθαρσίας μετελθοῦσαν· περὶ ταύτης δὲ τόν τε Ματθαῖον καὶ Μάρκον, ἀλλὰ καὶ τὸν Λουκᾶν διαλαβεῖν, καὶ τὴν αὐτὴν ἱστορίαν διαφόροις ῥήμασιν ἀπηγγελκότας ἀναγράψασθαι. οἱ δὲ καὶ πρὸς μίαν πάσας συνάγουσιν, οὐδεμίαν τῇ δόξῃ ἀσφάλειαν περιθέμενοι, ἀλλ’ οὐδ’ ἀπὸ τῆς τῶν προσώπων ποιότητος τῆς τοιαύτης ὑπολήψεως ἐπιφερομένης τὸ αἰδέσιμον· Ἀπολινάριος γὰρ καὶ ὁ Μοψουεστίας Θεόδωρος ταύτης εἰσὶν οἱ γεννήτορες.

ἐμὲ δὲ οὐδὲ δύο ταύτας ἐπιτρέπουσι λέγειν οὔτε τοῦ σωτῆρος οἱ λόγοι οὔτε τῶν φιλοθέων γυναικῶν αἱ πράξεις οὔτε τὸ διάφορον τοῦ καιροῦ, ἀλλ’ οὐδὲ τῶν θεατῶν καὶ ἀκροατῶν ἡ ἐπὶ τῷ πραχθέντι γνώμη· καὶ ἄλλα δὲ τούτων οὐκ ἐλάττονα τρεῖς εἶναι ταύτας, ἀλλ’ οὔτε πλείους τῶν τριῶν οὔτε ἐλάττους ἐκδιδάσκει.

Πρώτη μὲν οὖν ἐστιν ἡ παρὰ τῷ Λουκᾷ ἀναγεγραμμένη, ἥτις καὶ πρὸ πολλῶν πράξεων καὶ διδασκαλιῶν τοῦ Ἰησοῦ εἰς ἱστορίας μνήμην παρελήφθη· μετὰ ταῦτα γὰρ εἰς τὸ κήρυγμα καὶ τοὺς μαθητὰς ὁ Ἰησοῦς ἀποστέλλει καὶ τὸ τῶν πέντε ἄρτων θαυματουργεῖται πλῆθος καὶ ἡ περὶ τοῦ διδασκάλου τῶν μαθητῶν ὑπόληψις λογοθετεῖται, καὶ ἡ τῆς μεταμορφώσεως ὑπὲρ νοῦν καὶ λόγον πρᾶξις θεουργεῖται. ‘ἐγένετο’ γάρ φησι ‘μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ· καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων’ καὶ ἑξῆς. ἀλλὰ γὰρ καὶ οἱ ἑβδομήκοντα μαθηταὶ μετὰ ταῦτα ἀναδείκνυνται, καὶ ἄλλα δὲ πολλὰ τερατουργεῖται, καὶ σωτηριώδεις διδασκαλίαι καὶ παραινέσεις καταβάλλονται καὶ παραβολαὶ ταῖς νουθεσίαις συνυφαίνονται· δῆλον δὲ ὡς οὐδὲ τὸ πάθος οὔπω ἐνεστήκει οὐδ’ ἡ τῶν μιαιφόνων Ἰουδαίων ἐπιβουλὴ διὰ βουλῆς καὶ μελέτης τὸ κῦρος ἐλάμβανεν.

Ἀπὸ μὲν τοῦ καιροῦ τὸ διάφορον τῆς παρὰ τῷ Λουκᾷ γυναικὸς πρὸς τὰς ἄλλας οὕτω φανερῶς καὶ ἀναμφιβόλως ἔξεστιν ἐννοεῖν τοῖς βουλομένοις· καὶ γὰρ τῶν ἄλλων ἑκατέρας, ἤδη τοῦ δεσποτικοῦ πάθους ταῖς τῶν Ἰουδαίων μελέταις ἐνεργουμένου, αἱ ἱστορίαι τὴν μνήμην εἰσάγουσι, τὴν μὲν πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, τὴν δὲ πρὸ δύο τοῦ πάθους. καὶ τῆς μὲν τὴν πρᾶξιν ὁ παρθένος καὶ ἠγαπημένος μαθητὴς ἀναγράφει, ἥτις καὶ ἀδελφὴ τοῦ τε Λαζάρου καὶ τῆς Μάρθας ἐχρημάτιζεν καὶ τῶν ἀγαπωμένων ἐγνωρίζετο τῷ Ἰησοῦ καὶ τῶν θαυμαζομένων ὅσα γε ἐπὶ τῇ τοῦ βίου σεμνότητι· ἥτις καὶ πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα τὴν ἱερὰν ἐκείνην ἱερουργήσασα τελετὴν τὸν οἶκον αὐτῆς ἱερὸν ἀνάκτορον ἀπειργάσατο. ἐπὶ ταύταις ἡ τρίτη καὶ τελευταία, ἡ πρὸ δύο ἡμερῶν ἀλείψασα τοῦ πάθους τὸν σωτῆρα, περὶ ἧς Ματθαῖός τε καὶ Μάρκος τὴν διήγησιν ἀνετάξαντο. οὐκοῦν εὐλόγως ὁ λόγος αὐτὰς τρεῖς ἀνακηρύττει.

Καὶ ὅρα κἀντεῦθεν· καὶ ἡ μὲν ἁπλῶς τῷ τῆς κακίας ὀνόματι ἁμαρτωλὸς ὀνομάζεται, καὶ εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου, οὐχὶ δὲ τοῦ Σίμωνος τοῦ λεπροῦ, τὸν Ἰησοῦν ὁρᾷ, τῇ παρακλήσει τοῦ ἑστιῶντος ἁλῶν καὶ τραπέζης κοινωνῆσαι κατακεκλιμένον· αὕτη καὶ τοῦ μύρου προχέει τὰ δάκρυα καὶ τοὺς πόδας βρέχει τοῦ Ἰησοῦ καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἐκμάσσει καὶ καταφιλεῖν λαμβάνει θάρσος, κἀκεῖθεν παρρησιάζεται καὶ τῷ μύρῳ τοὺς πόδας ἀλείφει. καὶ σιωπῶσι μὲν ἐπὶ τῇ πράξει πάντες οἱ παρόντες, καὶ οὐδεὶς οὐδεμίαν ἐπιτίμησιν ἐπάγει τῷ γυναίῳ, ὁ δὲ Φαρισαῖος μόνος, καὶ τότε ἐν ἑαυτῷ, τῇ πράξει δυσχεραίνων ἐγνώσθη· φησὶ γάρ, ‘οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν’. εἶτα καὶ ὁ Ἰησοῦς ἐκεῖνον μὲν ἐκ τῶν οἰκείων λόγων συμποδίζει τε καὶ ἐπιστομίζει, τῆς δὲ γυναικὸς τὴν πρᾶξιν ἐπαίρει τε καὶ τοῖς πρέπουσιν ἐγκωμίοις ἀποσεμνύνει, καὶ μισθὸν αὐτῇ τῆς πράξεως ἀντιδίδωσι τὸ μέγα δῶρον, τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· καὶ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ καὶ τὴν τῆς γυναικὸς σωτηρίαν εἰς τὴν αὐτῆς ἀνάγει γνώμην· ‘ἡ πίστις σου’ γάρ φησι ‘σέσωκέν σε’. αὕτη μὲν οὖν ἡ παρὰ τῷ Λουκᾷ καὶ τοσαύταις πρὸς τὰς ἄλλας ἀφορίζεται διαφοραῖς.

Ἡ δὲ παρὰ τῷ ἠγαπημένῳ μαθητῇ ἐμφανεστάτην μὲν ἔχει τὴν διαφοράν, ὅτι καὶ γένους λαμπροῦ καὶ οἰκίας ἐπισήμου καὶ θαυμαζομένου βίου, καὶ τὸν ἀδελφὸν ἀπέλαβεν ἄρτι τῶν πυλῶν ἀναδεδυκότα τοῦ ᾅδου· ὃς καὶ συνανέκειτο ἐν τῷ δείπνῳ τῷ Ἰησοῦ τῆς Μαρίας αὐτῆς διακονούσης, ἡνίκα καὶ προσάγει τὸ μύρον καὶ ἐκμάσσει καὶ αὐτὴ ταῖς θριξίν, οὐ πρὸς ἀντάμειψίν τινα τὸ θεοπρεπὲς ἔργον καταβαλλομένη, ἀλλ’ εὐχαριστίας μᾶλλον τῆς γεγενημένης περὶ τὸν ἀδελφὸν θεουργίας ἀφοσίωσίν τινα ἐπινοοῦσα. κἀνταῦθα μὲν οἱ μαθηταὶ πάντες σιγῇ τὴν πρᾶξιν ἠσπάζοντο, καὶ τοῦ περὶ τὸν Λάζαρον θαύματος ἴσως τὴν ὑπερβολὴν ἐννοούμενοι καὶ τῆς γυναικὸς τὴν εὐλάβειαν δι’ αἰδοῦς φέροντες· μόνος δὲ τῆς φιλαργυρίας τὸ ἀνδράποδον, τῆς προδοσίας ὁ κάπηλος, καταγογγύζει τῆς πράξεως. καὶ ὁ Ἰησοῦς τὴν νόσον ὑφ’ ἧς κεκρατημένος ταῦτα ἔπραττεν εἰς μέσον ἄγων εἶπεν αὐτῷ· ‘ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό’, ἀντὶ τοῦ ‘σὺ μὲν τὸν ἐμὸν σπουδάζεις θάνατον, διὰ τοῦτό σοι καὶ ἡ τοῦ μύρου τιμὴ περισπούδαστον, αὕτη δέ σου τὴν ἔκθεσμον πρᾶξιν καὶ δι’ ὧν εἰργάσατο στηλιτεύει, καὶ διδάσκει, κἂν μὴ μαθεῖν ἐπωρώθης, ὅτι ὅνπερ σὺ προδοῦναι σπουδάζεις, αὕτη θεῷ ἴσα θυσιάζει καὶ σέβεται’. ἀλλὰ τοιαύτη μὲν καὶ ἡ τοῦ Λαζάρου ἀδελφή.

Ἡ δὲ λοιπὴ καὶ τρίτη τῶν ἐπιχεαμένων τῷ δεσπότῃ τὸ μύρον, περὶ ἧς Μάρκος μὲν καὶ Ματθαῖος ἱστορήκασιν, ἀπὸ δὲ τοῦ τῆς πορνείας ἄγους ἐπονομάζεται, ἐν τῇ οἰκίᾳ μὲν παραγίνεται Σίμωνος, οὐχ ὃν τὴν κλῆσιν μερίζων ὁ Φαρισαῖος διέστελλεν, ἀλλ’ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, οὐ τότε λεπρῶντος, ἀλλὰ πάλαι μὲν τῷ πάθει κατεχομένου, τότε δὲ τῇ τοῦ Ἰησοῦ φιλανθρωπίᾳ κεκαθαρμένου. ὃν καὶ ἡ πόρνη συνεπισταμένη, καὶ ἐξ οἵου βδελύγματος εἰς οἵαν ὄψιν ἀπεκατέστη τὸν χρῶτα, ἐλπίδας τε ἀνελάμβανεν χρηστὰς ἀπαλλαγῆναι τοῦ ψυχικοῦ μύσους, καὶ παρρησίας ἐγίνετο προσελθεῖν τῷ Ἰησοῦ· καὶ δὴ προσελθοῦσα οὐχ ἅπτεται μὲν τῇ χειρὶ οὐδὲ ταῖς θριξὶν ἐκμάσσει (οὐδὲ γὰρ οὐδενὶ μέλει τοῦ σώματος ψαῦσαι τοῦ σωτῆρος ἀτόλμητον ἐποιεῖτο), ἀλλ’ ἄψαυστον αὐτὸ τοῦ ῥερυπωμένου χρωτὸς συντηροῦσα κλέπτει τὴν διὰ τοῦ μύρου τιμὴν καὶ θυσίαν, καὶ τὸ ἀλάβαστρον συντρίψασα ἀθρόον τὸ μύρον τῆς κεφαλῆς ἐπιχέει. καὶ ἀγανακτοῦσι τηνικαῦτα οὐχ ὁ Φαρισαῖος οὐδὲ μόνος ὁ προδότης, ἀλλὰ τῶν μαθητῶν οὐκ ὀλίγοι.

ἡ δὲ γεγενημένη διαφόρως ἀγανάκτησις οὐκ ἀπὸ τῆς αὐτῆς ἀνερριπίζετο γνώμης, ἀλλὰ τοῦ μὲν Σίμωνος ὡς οὐδὲν ὑψηλὸν περὶ τὸν θεραπευτὴν καὶ σωτῆρα φανταζομένου, τοῦ δὲ Ἰούδα ὡς τῷ τῆς φιλαργυρίας πάθει κεκρατημένου, τῶν δὲ μαθητῶν ὡς ἐλέῳ τῶν πενομένων ἐκνενικημένων, οὐχ ὥστε τὸ δεσποτικὸν φίλτρον καὶ σέβας ἐν δευτέρῳ θεῖναι, ἀλλ’ ὅτι κἀκεῖνον ᾔδεισαν τὸν ἔλεον καὶ αὐτῆς προκρίνοντα τῆς θυσίας· ‘ἔλεον’ γάρ φησι ‘θέλω καὶ οὐ θυσίαν’. ἄλλως τε δὲ καὶ τῷ περὶ τὸν διδάσκαλον σεβάσματι φρικτὸν ἡγοῦντο τὴν γυναῖκα τολμῆσαι κατὰ τῆς κεφαλῆς τὸ μύρον ἐπιχέαι. ἔνθεν καὶ ὁ Ἰησοῦς τῆς κατ’ αὐτὴν ἀγανακτήσεως ἀπάγων τοὺς μαθητάς, ‘οὐδὲν τολμηρόν’ φησιν ‘ἔπραξεν, ἀλλ’ ἔργον ἀγαθὸν εἰργάσατο’. καὶ πρὸς μὲν τῶν μαθητῶν τοὺς εὐγνώμονας ταῦτα, πρὸς δὲ τὸν Ἰούδαν πάλιν εἰς μέσον ἄγων τῷ αἰνίγματι τὴν μελετωμένην προδοσίαν φησί, ‘βαλοῦσα τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με πεποίηκεν’. ἀγανακτεῖς, φησίν, τοῦ μύρου κενουμένου; πόσης ἀγανακτήσεως σαυτὸν ἄξιον προσῆκεν ἡγεῖσθαι, κατὰ τοῦ δεσπότου καὶ διδασκάλου προδοσίαν καὶ θάνατον καὶ τάφον διαμελετῶντι; πτωχῶν ἐστί σοι φροντίς; καὶ πῶς τοῦ ἀστέγου μηδὲ τὴν κεφαλὴν ἔχοντος ἔνθα κλίνειν τὴν σφαγὴν σπουδάζεις; ἐφ’ ᾧ μηδὲν τῶν ἰδίων ἀποκενοῖς, τούτου βαρὺ καὶ ἀφόρητον τὴν συνουσίαν νομίζεις;

ἐν οἷς σε δεῖ καὶ τῶν οἰκείων πολλὰ καταβάλλειν, ἐλέῳ τὴν ἔνδειαν τῶν πενομένων ἀναπληροῦντα, πῶς ἀνεπαχθῶς καὶ φιλανθρώπως τούτων τὴν συνδιατριβὴν οἴσεις;

Ἀναλαβόντας οὖν χωρίς τινος προλήψεως καὶ προσπαθείας ἔνεστι συνιδεῖν καὶ φιλαλήθως εἰπεῖν ὡς ἡ μὲν τῶν ἀλειψαμένων μύρῳ τὸν κύριον πολλῷ τῶν ἄλλων τὸ μέσον προέλαβεν, αἱ δὲ περὶ τὸ πάθος τὴν ἱερουργίαν ταύτην ἐπὶ νοῦν βάλλονται· καὶ τούτων ἡ μὲν πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἡ δὲ πρὸ δύο τοῦ πάθους. καὶ ἡ μὲν ἁμαρτωλός, ἡ δὲ πόρνη, ἀπὸ τῶν παθῶν μᾶλλον ἢ ἀπὸ τῶν κυρίων τῆς κλήσεως γινωσκόμεναι, ἡ δὲ ἀπὸ τοῦ ἀδελφοῦ φέρει τὸ ἐπώνυμον. καὶ ἡ μὲν ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου τοὺς δεσποτικοὺς πόδας ἀλείφει τῷ μύρῳ καὶ τοῖς δάκρυσι προαποπλύνει· ἡ δὲ ἐν τῇ οἰκίᾳ τῇ ἰδίᾳ, καὶ δακρύων καιρὸν οὐ γινώσκει, δεξιοῦται δὲ μᾶλλον τραπέζῃ καὶ εὐφροσύνῃ αὐτόν τε τὸν Ἰησοῦν καὶ οὗ τὸν τάφον ἡ σωτήριος φωνὴ γενέσεως ἔδειξεν ἐργαστήριον καὶ χωρίον ἀναβιώσεως, κενοῖ δὲ καὶ αὐτὴ κατὰ τῶν ἀχράντων ποδῶν τὸ μύρον καὶ ταῖς θριξὶν ἀπομάσσει· ἡ δὲ λοιπὴ καὶ τρίτη ἐν τῇ οἰκίᾳ μὲν τοῦ λεπροῦ παραγίνεται, πολύτιμον καὶ αὐτὴ μύρον φέρουσα, οὐδαμῶς δὲ τοῖς μέλεσι τοῦ σωτῆρος ψαύει, ἀλλ’ ἄφνω τὸν ἀλάβαστρον συντρίψασα κατὰ τῆς κεφαλῆς τὸ μύρον ἐπιχέει, τέχνῃ προφθάνουσα καὶ σπουδῇ τοὺς εἴ τινες ἐπιχειρεῖν μελετήσειαν τὴν πρᾶξιν κωλύειν. καὶ ἡ μὲν τὴν πόλιν φέρει μάρτυρα τῆς ἀκολασίας, ἐν τῇ πόλει γὰρ ἁμαρτωλὸς ὠνομάζετο, ἡ δὲ τὴν κώμην, ἡ δὲ τοῖς τῆς σωφροσύνης καὶ καθαρότητος ἀνακτόροις ἐθαλαμεύετο.

καὶ ἐπὶ μὲν τῆς πρώτης ὁ Φαρισαῖος μόνος ἀγανακτεῖ, ἐπὶ δὲ τῆς τοῦ Λαζάρου μόνος ὁ Ἰούδας, ἐπὶ δὲ τῆς τελευταίας ἄλλοι τε τῶν μαθητῶν καὶ τὸ τῆς φιλαργυρίας λάφυρον πάλιν, ὁ προδότης.

Καὶ τῇ μὲν τοῦ Λαζάρου ἀδελφῇ οὐδεὶς μισθὸς τῆς τοῦ μύρου κενώσεως ἐπαγγέλλεται (προκαταβληθείσης γὰρ ὑπὲρ λόγον εὐεργεσίας καὶ δωρεᾶς τὸ παρ’ αὐτῆς τελούμενον ὑπῆρχε χαριστήριον), μόνη δὲ κἀνταῦθα ἡ τοῦ Ἰούδα προδοσία καὶ προπέτεια γνωρίζεταί τε καὶ διελέγχεται· καὶ ἡ μὲν παρὰ τῷ Λουκᾷ ἄφεσιν τῶν ἁμαρτιῶν εὑρίσκει τὴν μισθαποδοσίαν καὶ τοῦ μύρου καὶ τῆς πίστεως· τῇ δὲ παρὰ τῷ Ματθαίῳ καὶ Μάρκῳ τὸ μνημόσυνον ἐπαγγέλλεται δι’ αἰῶνος εἰς τὴν οἰκουμένην κηρύττεσθαι. διάφορος μὲν ἡ μισθαποδοσία ἑκατέρᾳ τῶν γυναίων ἐπαγγέλλεται, οὐ μέντοι θατέρας ὁ μισθὸς τὴν ἑτέραν ἀγέραστον καταλείπει· καὶ γὰρ ἄμφω μὲν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν εὕραντο, ἄμφω δὲ διὰ τῆς ἱερᾶς ταύτης πράξεως ἐν ὅλῳ τῷ κόσμῳ κηρύσσονται καὶ δι’ αἰῶνος ἐκληρώσαντο τὸ μνημόσυνον φέρειν τοῖς ἐπαίνοις στεφανούμενον.

ἀλλ’ ὃ μᾶλλον ἥρμοζεν ἑκατέρᾳ πρὸς παραμυθίαν καὶ ἀποδοχὴν τῆς ἐργασίας ἐπαγγέλλεσθαι, τοῦτο καὶ εἴρηται· καὶ γὰρ τὴν μὲν ἐπετίμων οἱ ἀπόστολοι ὡς παραχρωμένην τῷ μύρῳ καὶ μάτην ἐκδαπανῶσαν αὐτὸ καὶ καταναλίσκουσαν, περὶ δὲ τῆς λοιπῆς ὁ Φαρισαῖος διεγόγγυζεν ὅτι ἁμαρτωλὸς οὖσα καὶ κατεγνωσμένη τοιαῦτα πράττειν ἐπὶ νοῦν ὅμως ἐβάλλετο, καὶ λανθάνειν ἐνόμιζε τὸν διδάσκαλον ἐξ οἵου βίου καὶ πολιτείας τὸ γύναιον ἐγνωρίζετο· διὸ ταύτῃ μὲν ὁ μισθὸς ἀνερρήθη τῶν ἁμαρτημάτων ἡ ἄφεσις, ἐκείνῃ δὲ τὸ εἰς πάντας περιηχηθῆναι τὴν πρᾶξιν ἀνεκηρύχθη καὶ παρὰ πάντων μακαρίζεσθαι.

Τῇ μέντοι γε ἀδελφῇ τοῦ Λαζάρου οὐδέτερον τούτων ἀνταποδίδοται, ἐπειδὴ οὐδὲ ἐκείνη προσδοκωμένης εὐεργεσίας καὶ χάριτος ἀρραβῶνα κατεβάλλετο, ἀλλ’ ὑπὲρ ὧν ἀπήλαυσεν, ὑπὲρ λόγον τὸν ἀδελφὸν ἀντὶ νεκροῦ καινοτέρᾳ ζωῇ τὴν τοῦ θανάτου νέκρωσιν προοιμιασάμενον ἀπολαβοῦσα, τὸν εὐεργέτην δι’ εὐχαριστίας ἦγεν καὶ κατά γε γνώμην καὶ δύναμιν τὸ γέρας ἀπένεμεν. ἄλλως τε δὲ αἱ μὲν ἀτελεῖς τε ἦσαν καὶ δὴ καὶ τῷ φορτίῳ τῶν ἁμαρτημάτων ἐβαρύνοντο· ἐδέοντο τοίνυν παρακλήσεώς τινος καὶ πληροφορίας ὡς ἡ πρᾶξις αὐτῶν ἀπεδέχθη καὶ τῶν ἐλπίδων οὐ ψευσθήσονται, διὸ καὶ τοῦ γένους ἡμῶν ὁ σωτὴρ καταλλήλως αὐταῖς καὶ οἰκείως τὰς ἐπαγγελίας διενείματο· ἡ δὲ τελειοτέρα τε ὑπῆρχεν καὶ τοῦ παραδόξου θεάματος ἔτι διὰ τῶν ὀμμάτων ἀπήλαυεν, καὶ οὐκ ἐδεῖτο τέως ὑποσχέσεων μειζόνων, ἠρκεῖτο δὲ τῷ τε παραδόξῳ θεάματι καὶ τῇ κοινῇ πρὸς πάντας τοὺς πεπιστευκότας ἐπαγγελίᾳ τοῦ δεσπότου, ὅτι ὁ πιστεύων εἰς αὐτὸν τῆς αἰωνίου ζωῆς τὸν κλῆρον ἀναφαίρετον ἕξει.

Διὰ τί δὲ ἐπὶ μὲν τῆς παρὰ τῷ Λουκᾷ γυναικὸς οὐδεὶς τῶν μαθητῶν, οὐδὲ ὁ Ἰούδας, ἀγανακτεῖ, ἐπὶ δὲ τῆς τοῦ Λαζάρου μόνος ὁ προδότης, ἐπὶ δὲ τῆς πόρνης καὶ τῶν μαθητῶν οὐκ ὀλίγοι; ἢ διὰ τοῦτο τῶν μαθητῶν οὐδεὶς ἐπὶ τῇ πρώτῃ οὐδὲ ὁ προδότης ἀγανακτεῖ, διότι ὁ μὲν Ἰούδας οὔπω ἦν κατὰ κράτος ἁλοὺς τῷ τῆς φιλαργυρίας νοσήματι, οὐδὲ τῆς προδοσίας ὁ σατανᾶς οὔπω ἦν αὐτοῦ τὴν καρδίαν κατασκευασάμενος ἐπιτήδειον ὄργανον, οἱ δὲ ἄλλοι μαθηταὶ διὰ τοῦτο πρὸς τὴν ἀγανάκτησιν οὐχ ὑπήγοντο διότι τοὺς τῆς ἐλεημοσύνης τοῦ διδασκάλου λόγους οὔπω ἦσαν σφόδρα ἐμπεπηγότας φέροντες τῇ ψυχῇ οὐδ’ οὕτως αὐτοὺς ἡ τῶν πενήτων ᾑρήκει φροντίς· ἔτι δὲ καὶ τὴν γυναῖκα κλαίουσαν ἑώρων, καὶ οὐδὲ τῆς κεφαλῆς καταχέουσαν τὸ μύρον, ἀλλὰ τοὺς πόδας ἀλείφουσαν, καὶ τὸ πάθος ἐφεστάναι οὔπω παρὰ τοῦ σωτῆρος ἐδιδάσκοντο, ἃ πάντα ἱκανὰ ἦν τῆς ἀγανακτήσεως ἀπάγειν αὐτούς. ἄλλως τε δὲ καὶ μηδενὸς τῶν εἰρημένων παρόντος, εἴ τινι τῶν μαθητῶν ἀγανάκτησις ὑπεφύετο, εἰς τὸ φανερὸν ἂν ἐπεσχέθη προελθεῖν· προλαβὼν γὰρ ὁ Φαρισαῖος τῆς ἐπιτιμήσεως ὑπέσχεν τὸν ἔλεγχον, καὶ τῆς σιωπῆς τῶν ἄλλων σωφρονισμὸς ὤφθη καὶ παραίτιος.

Ἐπὶ δὲ τῆς τοῦ Λαζάρου ἀδελφῆς οὐκ ἀγανακτοῦσι μὲν οἱ εὐγνώμονες τῶν μαθητῶν, τῆς τε γυναικὸς τῇ εὐλαβείᾳ ἐπεχόμενοι καὶ τῷ ἐνεστηκότι θαύματι συστελλόμενοι, καὶ ὅτι οὐδ’ αὕτη κατὰ τῆς κεφαλῆς ἐκένου τὸ μύρον, ἀλλὰ καὶ τοὺς πόδας πανευλαβῶς ἤλειφεν· μόνος μέντοι γε ὁ Ἰούδας ἀγανακτεῖ, ἀρχόμενος ἤδη τῇ φιλαργυρίᾳ φλεγμαίνειν καὶ τοῖς τῆς προδοσίας πολιορκεῖσθαι λογισμοῖς.

Ἐπὶ μέντοι τῆς τρίτης, ὡς εἴρηται, κἂν ἐκ διαφόρου γνώμης, οἵ τε ἄλλοι μαθηταὶ καὶ ὁ Ἰούδας μάλιστα διαγογγύζει, ὁ μὲν ὡς ἤδη κατὰ κράτος ἁλοὺς τῇ προδοσίᾳ καὶ φέρειν οὐχ οἷός τε ὢν ἔτι τῆς φιλαργυρίας τὴν φλόγα τὰ ἔνδον ἅπαντα πυρπολοῦσαν καὶ διὰ σεβάσματος ὁρᾶν καὶ τιμῆς παρὰ τοῖς ἄλλοις ἀγόμενον τὸν διδάσκαλον· οἱ δ’ ἄλλοι μαθηταὶ ἐλεημοσύνης τε, ὡς πολλάκις εἴρηται, πολὺν ἤδη λόγον ἔχοντες καὶ φιλοπτωχίας καὶ πρὸς τὴν τοῦ διδασκάλου γνώμην οὐδὲν οἰόμενοι διαφέρεσθαι, οὐ γὰρ ἀπεικὸς ἐνόμιζον μὴ δεῖν ἀνέχεσθαι γυναῖκα πόρνην κατὰ τῆς ἀχράντου κεφαλῆς ἐκείνης τὸ μύρον ἐκχέειν. ἄλλως τε δὲ καὶ τὸν διδάσκαλον ὁρῶντες πάντων μὲν ὀλιγωροῦντα, πρὸς δὲ τὸν σταυρὸν καὶ τὸν θάνατον ἐπειγόμενον—καὶ γὰρ συνεχῶς αὐτοῖς τὸ πάθος ἤδη προέλεγεν—εἰ τοίνυν ὁ διδάσκαλος ἡμῶν, εἰκὸς ἦν αὐτοῖς λογίζεσθαι, πρὸς τὸν θάνατον εὐτρεπίζεται, τί τὸ κέρδος τῆς τοῦ μύρου κενώσεως; τίνος δ’ ἐξ αὐτοῦ τῆς ὠφελείας μεθέξει, ὃν κακούργων μετὰ βραχὺ θάνατος ἐκδέχεται;

διὸ καὶ ὁ σωτὴρ τὴν αὐτῶν διὰ τῶν ἐναντίων διορθούμενος διάνοιαν, ‘εἰς τὸν ἐνταφιασμόν μου’ φησὶ ‘τοῦτο πεποίηκε’, μονονουχὶ λέγων, ‘δι’ ὧν ὑμεῖς τὸ μύρον μὴ δεῖν κενωθῆναι διαλογίζεσθε, ἅτε δὴ πάντων ὀλιγωροῦντος ἐμοῦ καὶ παρασκευαζομένου πρὸς τὸν θάνατον, διὰ τοῦτο μᾶλλον τῆς γυναικὸς τὸ ἔργον ἀξιολόγως φαίνεται προελθόν· εἰς γὰρ τὸν ἐνταφιασμόν μου τοῦτο πεποίηκεν’. καὶ πρὸς μὲν τοὺς εὐγνώμονας τῶν μαθητῶν κατὰ ταύτην τὴν διάνοιαν ὁ δεσποτικὸς λόγος ἁρμόσειεν ἄν· πρὸς δὲ τὸν Ἰούδαν, ὡς προείρηται· καὶ γὰρ πρὸς τὴν τῶν λογισμῶν διαφοράν, οἷς ἐμερίζετο τῶν ἀγανακτούντων τὸ σύνταγμα, εἰκὸς ἦν καὶ τὸν δεσπότην ἑκατέραις γνώμαις προενεγκεῖν τὸν λόγον ἁρμόζοντα καὶ τοὺς ἀκροατὰς πρὸς τὸ οἰκεῖον ἕκαστον συνειδὸς τὴν ἀπόφασιν οἰκειώσασθαι.

Ἀλλὰ γὰρ περὶ τῶν γυναικῶν αἳ τῷ μύρῳ τὸν δεσπότην ἀλεῖψαι κατηξιώθησαν, ὅτι μήτε πλείους ἦσαν τῶν τριῶν μήτε ἐλάττους, ἱκανὰ παρασχεῖν οἶμαι τὰ ῥηθέντα τὸ βέβαιον καὶ ἀδίστακτον τοῖς μὴ τὸ φιλονεικεῖν τοῦ μαθεῖν σπουδαιότερον καὶ τιμιώτερον ἄγουσιν.

Πῶς νοητέον τὸ ‘πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, τῷ δὲ βλασφημήσαντι εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι’; Εἴρηται μὲν τοῖς μακαρίοις πατράσιν ἡμῶν ἅ τε δὴ ῥηθῆναι κατὰ τοὺς αὐτῶν ἥρμοττε καιρούς, καὶ οὐδεμία κηλὶς αἱρετιζούσης δόξης τὰ εἰρημένα καταστίζειν οὐδεμίαν πρόφασιν ἔλαβεν· εἰρήσεται δὲ καὶ νῦν ἃ τῆς μὲν προτέρας αἰτίας οὐκ ἐλάττονα προβάλλεται τὴν ἰσχύν, τὴν δὲ δευτέραν μᾶλλόν ἐστι πεφευγότα.

Οὐκ ἀφίεται τοιγαροῦν τοῖς εἰς τὸ πνεῦμα τὸ ἅγιον βλασφημήσασιν ἡ ἁμαρτία διότι μηδ’ ὑπελείποντο ἑαυτοῖς δι’ οὗ τῆς ἀφέσεως ἀξιωθήσονται· καὶ γὰρ ἡ τῶν ἁμαρτημάτων ἄφεσις διὰ τοῦ πνεύματος δίδοται, ὥς που καὶ ὁ σωτὴρ ἐμαρτύρησεν εἰπών, ‘λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται, ὧν δ’ ἂν κρατῆτε, κεκράτηνται’· τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ κατάκρισιν δηλονότι τῆς τοῦ πνεύματος ἐξουσίας καὶ δυνάμεως εἶναι διδάσκει. διὰ τοῦ πνεύματος οὖν ἱερουργεῖται τῶν ἁμαρτημάτων ἡ κάθαρσις καὶ ἀθῴωσις, ὁ δὲ βλασφημῶν ἐκεῖνο καὶ τῆς αὐτοῦ σωτηρίας ἀποσκευαζόμενος πῶς ἂν εἴη δι’ αὐτοῦ καθαιρόμενος ἢ τῆς χρεωστουμένης αὐτῷ τιμωρίας καὶ τῶν εἰσπράξεων ἀθῳούμενος; καὶ οὐδεμίαν οἶμαι ζήτησιν ἔτι παρέχειν τοῖς ἀκριβῶς ἐπισκοποῦσιν, ὅπως τῶν ἁμαρτημάτων ὁ κατὰ τοῦ πνεύματος βλασφημῶν οὐχ εὑρήσει τὴν ἄφεσιν.

Εἰ δὲ καὶ τὸ λουτρὸν τῆς παλιγγενεσίας διὰ τοῦ πνεύματος ἱερουργεῖται καὶ τὸ δῶρον ἐκεῖθεν βρύει καὶ τῆς ἐκεῖθεν πηγάζει χάριτος, οἱ δὲ τοῦτο διασύρουσι καὶ βλασφημοῦσιν ὡς οὐδὲν παρασχεῖν ὄφελος οὐδὲ κέρδος δυνάμενον—τί γὰρ ὕδωρ καὶ ἔλαιον ἐπιψαῦον τοῦ σαρκίου τῶν διὰ βάθους ἐντακέντων τῆς ἁμαρτίας στιγμάτων καὶ τῶν ψυχικῶν παθημάτων ἀπαλλαγὴν ἐργάσασθαι δύναται; —ὁ οὖν ταύτην τὴν βλασφημίαν κατὰ τῆς πνευματικῆς ἀναγεννήσεως καὶ τοῦ μηδενὸς τῶν καλλίστων δώρων ἐνδεεστέρου κατασκεδάζειν ἐπαρθεὶς εἰς ἀπόνοιαν καὶ διὰ τοῦτο τελειοῦσθαι τῷ πνευματικῷ χαρίσματι μὴ ἀνεχόμενος, ἀλλὰ διασύρων αὐτὸ καὶ χλεύην ποιούμενος, οὗτος δὴ οὗτος καὶ δι’ ὅσων ἄλλων ἕρπει τὸ βλάσφημον οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι τὴν τῆς βλασφημίας εὑρήσουσιν ἄφεσιν. καὶ γὰρ καὶ ὁ σωτὴρ διαβεβαιούμενος ἔλεγεν· ‘ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μή τις ἀναγεννηθῇ δι’ ὕδατος καὶ πνεύματος, οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν’.

Εἰ δὲ καὶ πνεῦμα οὐ μόνον ἰδιαίτερον τὸ πανάγιον πνεῦμα λέγεται, ἀλλὰ καὶ κοινότερον ἡ ὑπεραγία τριάς (‘πνεῦμα γὰρ ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν’), δῆλον ὅτι ὁ εἰς τὸ πνεῦμα βλασφημῶν, τοῦτ’ ἔστιν ὁ κατὰ μιᾶς τινος τῶν ὑπερφυῶν καὶ ὁμοουσίων ὑποστάσεων τῆς παντοκρατορικῆς καὶ ὑπερουσίου θεότητος βλάσφημον γλῶσσαν ἀφιείς, κἂν δοκῇ τῆς περὶ τὰς ἀρετὰς καὶ τὸν βίον ὕβρεως καὶ δυσφημίας ἀνεύθυνος εἶναι, ἀλλ’ οὖν τῷ πολλῷ μείζονι συνεχόμενός τε καὶ ἐταζόμενος ἁμαρτήματι οὐδαμῶς εὑρήσει τὴν ἄφεσιν, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.

Ὅρα δὲ κἀντεῦθεν. υἱὸς ἀνθρώπου λέγεται ὁ σωτήρ, ἐπείπερ ἀληθῶς ἐχρημάτισεν ἄνθρωπος καὶ ἀνθρωπίνοις ἑκὼν ὑποκύψαι λέγεται πάθεσιν, ἐν οἷς ἡ ἀνθρωπίνη φύσις ὁρωμένη τὸ ἀδιάβλητον καὶ ἀνεπιτίμητον ἐκληρώσατο. λέγει τοίνυν διὰ τῶν προκειμένων ῥημάτων ὁ σωτὴρ ὅτι ὁ ἀπὸ τῶν ἀνθρωπίνων πράξεων τοῦ υἱοῦ τοῦ ἀνθρώπου, τοῦτ’ ἔστιν ἀπὸ τῶν ἀδιαβλήτων παθῶν βλασφημῶν αὐτὸν καὶ διασύρων, οἷον ὅτι ἐπείνασεν, ἐδίψησεν, ὅτι τὸ πάθος ἠγωνίασεν, ὅτι ἱδρῶτες αὐτὸν περιέσταζον, ὅτι περίλυπον ἑαυτὸν ἔλεγεν τῷ τοῦ θανάτου φόβῳ διοχλούμενος, ὅτι προσηύχετο, ὅτι παρῃτεῖτο τὸ ποτήριον—ἐκ τούτων οὖν ὁ σκανδαλιζόμενος τῶν ἀνθρωπίνων καὶ δι’ ὧν ὁ σωτὴρ υἱὸς ἀληθῶς ἀνθρώπου παρεῖχεν ἐπιγινώσκεσθαι, οὗτος ῥᾷον δύναται ῥῖψαι τὸ σκάνδαλον καὶ τὴν βλασφημίαν φυγεῖν καὶ τῆς ἁμαρτίας λαβεῖν ἄφεσιν, τυφλοὺς ὁρῶν λόγῳ δημιουργουμένους τὰ ὄμματα, χωλοὺς τῷ δρόμῳ τὸ πάθος ἐλέγχοντας, τὸν ἐν νεκροῖς τεταρταῖον τοῦ θανάτου καταγελῶντα τὴν δύναμιν, καὶ ὅσα ἄλλα θεουργῶν ὁ σωτὴρ ἐπεδείκνυτο. καὶ τούτων μὲν γὰρ ἕκαστον ἄμαχον ἔχει τὴν ἰσχὺν τὸν σκανδαλιζόμενον, ἂν ἄρα μὴ ἑκὼν κακουργῇ, ἀπαλλάξαι τῆς πλάνης καὶ τῆς βλασφημούσης διαθέσεως· ὁμοῦ δὲ πάντα ταῖς διανοίαις ἐπιμελῶς μελετώμενα πῶς οὐ θᾶττον μεταστήσει πρὸς θεολογίαν τὸν ἀπὸ τῶν ταπεινῶν καὶ ἀνθρωπίνων εἰς βλασφημίαν ὑποσυρόμενον;

ὁ δὲ ἀπὸ τούτων τῶν θεοπρεπῶν τε καὶ ὑπερφυῶν ἔργων τὴν βλασφημίαν κακουργῶν καὶ σπουδάζων ὅπως διὰ τοῦ ἀγαθοῦ τὸ φαῦλον δημιουργήσειεν, καὶ νῦν μὲν λέγων δαίμονας ὁρῶν διώκοντα, ‘δαιμόνιον ἔχει’, νῦν δὲ ὅτι ‘ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια’, νῦν δὲ οὗ τὰς ὄψεις ἡ γένεσις ἀπεστέρησε, τούτου πηλῷ καὶ λόγῳ τοὺς ὀφθαλμοὺς πλαστουργήσαντα, προπηλακίζων τε καὶ τὸ θαῦμα πρὸς ὕβριν ἕλκων καὶ λέγων ὡς ‘οὐκ ἔστιν οὗτος παρὰ τοῦ θεοῦ’—ὁ τοίνυν διὰ τῶν θειοτέρων τε καὶ ὑπερφυῶν ἔργων οὐδὲν βελτιούμενος, ἀλλὰ μᾶλλον ἐπὶ τὸ χεῖρον φερόμενος καὶ πρὸς ἀπόνοιαν ἀνοιστρούμενος, καὶ δι’ ὧν ἔδει θαυμάζειν καὶ ἀνυμνεῖν τὸν εὐεργέτην, δι’ ἐκείνων ἐνυβρίζων τε καὶ βλασφημῶν, διὰ τίνων ἄλλων ἂν ἐπιστραφῇ καὶ παλινῳδίαν ᾄσῃ καὶ πρὸς τὴν μετάνοιαν καταφεύξεται καὶ τῆς δυσσεβείας τε καὶ θεομαχίας τὴν ἄφεσιν λήψεται; ἢ δῆλον ὅτι δι’ ἑτέρου οὐδενός.

Τὸν βλασφημήσαντα τοίνυν εἰς τὸ πνεῦμα τὸ ἅγιον, τοῦτ’ ἔστιν εἰς τὰς θεοσημείας, καὶ μηδὲ δι’ αὐτῶν τὴν προτέραν δυσφημίαν ἀποσκευασάμενον, τοῦτον οὐδὲν ἕτερον διορθώσεται· μὴ διορθουμένου δέ, πόθεν ἡ ἄφεσις ἀκολουθήσει τοῦ ἁμαρτήματος; διόπερ εὐλόγως τε καὶ θεοπρεπῶς ὁ σωτήριος λόγος τὸν τὰς θεουργίας εἰς βλασφημίας μεταστρέψαι φιλονεικήσαντα πάσης συγγνώμης ἀνάξιον ἡ πηγὴ τῆς ἀφέσεως ἀπεφήνατο· οὐδεμίαν γὰρ ἑαυτῷ πρόφασιν ὑπολελοιπὼς οὔτε μεταμελείας οὔτε διορθώσεως τῶν κατὰ τοῦ πνεύματος ὕβρεων καὶ βλασφημιῶν, οὐδέ, πολλοῦ δεῖ, τῆς ἀφέσεως ἀξιωθήσεται. ἐσθίοντα καὶ πίνοντα εἶδες, καὶ διὰ τοῦτο φάγον καλεῖς καὶ οἰνοπότην; ἁμαρτωλοὺς καὶ τελώνας προσδεχόμενον, καὶ τοῦτό σε τελωνῶν ἐπικαλεῖν φιλίαν καὶ ἁμαρτωλῶν ἐπῆρεν; ἀλλ’ ὑπολείπεταί σοι τὰ ὑψηλά, δι’ ὧν καὶ τούτων τῶν ὕβρεων ἀποστὰς καὶ πρὸς μετάνοιαν καταφυγὼν τὴν ἄφεσιν εὑρήσεις. ὅτι μετὰ γυναικός, καὶ τότε Σαμαρείτιδος, ἐλάλει καὶ πιεῖν παρ’ αὐτῆς ὕδωρ ἐπεζήτει, ταπεινὰ συνηλάθης διὰ τοῦτο λογίζεσθαι περὶ αὐτοῦ; καὶ πῶς, ὥσπερ ἔλαβες τὴν Σαμαρεῖτιν πρόφασιν ταπεινοτέρας ὑπολήψεως καὶ δόξης, οὕτως οὐ παρέλαβες αὐτὴν διδάσκαλον καὶ τῆς ὑψηλοτέρας; ‘

δεῦτε’ γάρ φησιν, ‘ἴδετε ἄνθρωπον’—πόλιν ὅλην ἐπιστρέφουσα ἐκάλει—, ‘ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα’· οὐδὲ ταῦτά σε θεωρὸν ἐργάζεται τῶν θειοτέρων τε καὶ ὑψηλοτέρων, ἀλλ’ ὅτι πυνθάνεται τῶν μαθητῶν, ‘τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι’, ἀγνοίας ἅρπαγμα τὴν ἐρώτησιν ποιησάμενος ἕνα τῶν πολλῶν νομίζεις; καὶ πῶς οὐ πρὸς θεοπρεπῆ δόξαν ἀναβαίνεις, ἀκούων λέγοντος τῷ τὴν ἀπόκρισιν παρεσχημένῳ, ‘σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος’, ὅτι ‘σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς’, καὶ ‘σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς’; ἀνθρώπινα ταῦτα, ἢ μόνης τῆς παντοδυνάμου καὶ φιλανθρώπου θεότητος;

Ἀλλὰ ῥήματα ταῦτά ἐστι, καὶ τὴν ὄψιν οὔπω προσέλαβε μάρτυρα οὐδὲ τῶν πραγμάτων εὐθὺς παρέστηκεν ἡ ἐνάργεια;

τυφλοὺς ὁρῶν μετὰ γέννησιν τὴν τῶν ὀμμάτων ἑορτάζοντας ἀναγέννησιν καὶ τῇ ἐνεργείᾳ τῶν ὄψεων τὸ ἐκ γενέσεως πάθος ἀπελάσαντας, κωφοὺς ἀκούοντας, καὶ χωλῶν τὰς βάσεις ὀρθουμένας ῥήματι, καὶ νεκροὺς ἀνισταμένους, καὶ πέτρας τῷ πάθει τῷ δεσποτικῷ ῥηγνυμένας, καὶ ἥλιον σκυθρωπάζοντα καὶ πένθους μορφὴν καὶ σκότος ἀντὶ τῶν ἀκτίνων καὶ τῆς πολλῆς λαμπρότητος περιβαλλόμενον, καὶ τάφους κενουμένους καὶ νεκροὺς μετὰ τῶν ζώντων τὴν κοινὴν ἀνάστασιν προδιατυποῦντας καὶ συνεορτάζοντας—ταῦτα ὁρῶν πῶς οὐ πάντων ἀπέστης δι’ ὧν σεαυτῷ συνῆγες τὰ σκάνδαλα καὶ τὴν γνώμην ἐτραυμάτιζες καὶ πολλῇ σπουδῇ καὶ δρόμῳ καταφυγὼν πρὸς μετάνοιαν ἐπεδείξω τὴν διόρθωσιν, ἵνα δι’ αὐτῆς καὶ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων ἐκέρδησας, ἀλλ’ οὐδὲ τούτοις καταμαλάττεσθαι τὴν τῆς καρδίας πώρωσιν ἀνέχῃ, ἔτι δὲ μᾶλλον φιλονεικεῖς τὴν ἀπόνοιαν καὶ τὸ θεομάχον κρατύνειν, καὶ νῦν μὲν ἐν τῇ τοῦ σαββάτου περιεργοτέρᾳ καὶ καιρὸν οὐκ ἐχούσῃ φιλοτιμίᾳ τὰς ὑπὲρ τὸ σάββατον θεοσημείας φαυλίζεις, νῦν δὲ τὸ σάββατον οὐκ ἔχων ἀναχώρησιν τῆς βλασφημίας, ὁρῶν δαιμονίας πληγῆς ἀπαλλαττόμενον τὸ γένος ἐπὶ τὸν Βεελζεβοὺλ καταφεύγεις, νῦν δὲ καὶ ταύτην τὴν πρόφασιν ἀναπλάττειν παντελῶς ἀφῃρημένος, τὸν θάνατον ἔγνως καὶ τὴν μιαιφονίαν βοηθὸν καὶ σύμμαχον ποιεῖσθαι, καὶ ὃν ἐκεῖνος τεταρταῖον οὐκ ἴσχυσεν ἔτι κατέχειν νεκρόν, τοῦτον πάλιν ὑποστρέφειν πρὸς αὐτὸν τὰς παλαμναίους γνώμας καὶ χεῖρας ἐκτείνεις— ‘ἐζήτουν’ γάρ φησιν ‘οἱ Ἰουδαῖοι ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσι’—, καὶ τὸ τελευταῖον τὸν ταῦτα θαυματουργήσαντα σταυρῷ καὶ θανάτῳ καταδικάζεις καὶ κουστωδίαν ζητεῖς καὶ σφραγῖδας ἐπιβάλλεις τῷ νεκρῷ καὶ τῷ τάφῳ, καὶ—τὸ ἀναισχυντότατον καὶ πᾶσαν ὑπερβάλλον ἀθεότητα, καὶ συγγνώμην οὐδεμίαν οὐδαμῶς ὑπολειπόμενον—τῆς κλοπῆς τῷ πλάσματι τὴν ἀνάστασιν κλέπτεις, μηδὲ τῷ τῶν ἐξ αἰῶνος ἁπάντων ὑπερκειμένῳ παραδόξων καὶ ὑπερφυῶν ἔργων δυσωπηθείς τε καὶ μεταβληθεὶς θαύματι, ἀλλὰ κατ’ ἐκείνου μᾶλλον τὸ κακοῦργον μελετήσας, ὅσῳ τῇ ὑπεροχῇ καὶ τῶν ἄλλων διέφερεν;

ὁ γοῦν ἐκ μηδενὸς τῶν λαμπρῶς ἀπαστραπτόντων τὸ ἀξίωμά τε καὶ τὴν ἄμαχον ἰσχὺν τῆς θεότητος, ἤτοι τῶν πνευματικῶν ἐνεργειῶν τε καὶ πράξεων, μηδεμίαν μεταβολὴν μηδὲ μετάνοιαν ἐπιδειξάμενος αἷς ἑαυτὸν διὰ τῶν ἀνθρωπίνων φαύλαις καὶ ψυχωλέθροις κατῃκίσατό τε καὶ κατέστιξεν ὑπολήψεσιν, ἀλλὰ καὶ τὰ θεῖα προσθήκην ἀπονοίας καὶ θεομαχίας μείζονος τοῖς τετολμημένοις ποιησάμενος, κατάδηλόν τε καὶ ἐμφανέστατον ὡς ὁ τοιοῦτος μηδὲν ἑαυτῷ ὑπολειπόμενος δι’ οὗ τὸ κρεῖττον τοῦ φαύλου προέλοιτο καὶ θερμῇ καὶ ὀξείᾳ μετανοίᾳ διαλύσει τῶν φθασάντων τὰ ὀφλήματα, οὐδὲ τῆς ἀφέσεως ὅλως ἀξιωθήσεται, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.

Εἰσὶ δὲ οἷς τὸ ‘οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι’ τρόπον ἕτερον ἐκλαμβάνεται, καὶ τῆς ἀπορίας ἡ λύσις ἁπλούστερόν τε καὶ ἑτοιμότερον προάγεται. ὁ Μωσαϊκός, φασί, νόμος τὸν εἰς τὸ θεῖον βλασφημήσαντα θανάτῳ ζημιοῖ, οὐ μεταδιδοὺς αὐτῷ συγγνώμης οὐδεμιᾶς οὐδ’ ἀφέσεως, καὶ τοῦτο δηλοῖ τὸ ‘μὴ ἀφίεσθαι τὸν βλασφημήσαντα ἐν τῷ παρόντι αἰῶνι’· διό, φασίν, εὔλογον διανοεῖσθαι ὡς ὁ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐ μόνον θεόθεν καὶ κατὰ τὸν μέλλοντα αἰῶνα δώσει τὴν δίκην καὶ τὰς τῆς βλασφημίας ποινὰς εἰσπραχθήσεται, ἀλλὰ καὶ κατὰ τὸν παρόντα τιμωρίαις ἐσχάταις ὑποβάλλεται, τοῦ Μωσαϊκοῦ νόμου τὸν καταρωμένην γλῶσσαν ἐπαφιέντα κατὰ τοῦ θεοῦ, τοῦτ’ ἔστιν τὸν βλασφημίαις ἐνυβρίζοντα τὸ θεῖον, οὗ τῆς οὐσίας καὶ τῆς κυριότητος ὑπάρχει καὶ τὸ πνεῦμα, λίθοις νομοθετήσαντος λιθοβολεῖσθαι καὶ τῆς ζωῆς ἀπελαύνεσθαι. ὥστε θεὸς τὸ πνεῦμα, κἂν τοῖς θεομαχοῦσιν οὐ δοκῇ, περιφανῶς ἀνακηρύττεται, ἐν ᾧ καὶ τὰ ὑπὲρ λόγον ἔργα ὁ δημιουργὸς τῆς φύσεως ἐθεούργει, ‘ἐν δακτύλῳ θεοῦ’ λέγων ‘ἐγὼ τὰ δαιμόνια ἐκβάλλω’, δάκτυλον θεοῦ διὰ τὸ τῆς οὐσίας ἀδιάφορον καὶ τῆς ἐνεργείας τὸ αὐτοδέσποτον ἐπονομάζων τὸ πνεῦμα.

ἐν μέντοι τῷ ἁγίῳ πνεύματι ἐκβάλλειν φησὶν τὰ δαιμόνια, οὐχ ὅτι αὐτὸς ἐξ ἑαυτοῦ μὴ ἠδύνατο, ἀλλ’ ἐν πᾶσιν αὐτοῦ τοῖς θεοπρεπέσιν ἔργοις τὴν τοῦ πατρὸς καὶ τοῦ πνεύματος ἐνέργειαν ὡς ὁμοουσίων καὶ ὁμοφυῶν καὶ πρὸς ἓν καὶ τὸ αὐτὸ θέλημα νευόντων συμπαρεῖναι διδάσκων. διὰ τοῦτο γὰρ καὶ ἔλεγεν ‘ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι’ καὶ ‘ἀφ’ ἑαυτοῦ οὐ λαλῶ’ καὶ τὸ ‘ἐν δακτύλῳ θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια’ καὶ ὅσα ἄλλα τὸ ὁμοφυὲς καὶ ὁμοδύναμον καὶ τῆς ἐνεργείας καὶ τοῦ θελήματος τὸ ἑνιαῖον ἱερολογοῦσι καὶ ἐκδιδάσκουσιν.

Οἶδα δέ τινας εἰπόντας ὅτι κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἡ δεσποτικὴ ἀπόφασις προήχθη, καὶ τὸ κράτος εἶχεν περιγραφόμενον· καὶ γὰρ τηνικαῦτα οὔπω τῆς ἀναστάσεως ἐπιστάσης οὐδὲ τῆς εἰς οὐρανοὺς ἀναλήψεως ἐπιδεδειγμένης οὐδὲ τοῦ πνεύματος αὐτοσχεδίους καὶ κοινοὺς τῆς οἰκουμένης ῥήτορας τοὺς μαθητὰς τελεσαμένου, οὔπω τούτων τῶν ὑπερφυεστάτων ἐπιστάντων, ὁ τὸν υἱὸν τοῦ ἀνθρώπου βλασφημῶν καὶ τοῖς ἀνθρωπίνοις προσπταίων εὑρήσει τὴν ἄφεσιν· ἐπεσκιάζετο γὰρ αὐτοῖς ἔτι τότε τῷ σαρκίῳ τῆς θεότητος τὸ ἀξίωμα· τῷ δὲ εἰς τὸ πνεῦμα βλασφημοῦντι οὔτε κατὰ τὸν καιρὸν ἐκεῖνον οὔτε ἐν τῷ μέλλοντι αἰῶνι ἡ τῆς βλασφημίας δοθήσεται ἄφεσις, οὐδὲν γὰρ ἐπιπροσθοῦν εἶχον οὗτοι πρὸς τὸ μὴ καθορᾶν αὐτοὺς τὴν ὑπὲρ λόγον ἐνέργειαν καὶ τὰς δι’ αὐτῆς ἀπαστραπτούσας τῆς θεότητος ἀκτῖνας.

Ἄλλοι δὲ πρὸς τοιαύτην διάνοιαν διὰ τῶν προκειμένων ἕλκονται ῥημάτων· ποίαν ταύτην; τοῦ λουτροῦ, φασί, τῆς ἀφέσεως τοῦ ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ τελεσιουργουμένου μήπω παρρησιαζομένου, οὐκ ἦν εὑρεῖν τῷ εἰς τὸ θεῖον βλασφημήσαντι τὴν ἄφεσιν, ὅτι μηδὲ τὸ μετασχεῖν ἐνῆν τῆς παλιγγενεσίας καὶ τῆς ἐκεῖθεν καθάρσεως· διὸ εἰκότως ὁ εἰς τὸ πνεῦμα τὸ ἅγιον βλασφημήσας οὔτε ἐν τῷ νῦν αἰῶνι καὶ διὰ τοῦτο οὐδὲ ἐν τῷ μέλλοντι οὐδαμῶς τυγχάνει τῆς ἀφέσεως.

Τοῦ μακαρίου Μάρκου καὶ εὐαγγελιστοῦ γεγραφότος, ‘ἐξῆλθον οἱ παρ’ αὐτοῦ κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη’, ποίᾳ διανοίᾳ τὴν τῶν ῥημάτων συνθήκην ἁρμόζοντες οὐκ ἂν εἴημεν πόρρω τοῦ εὐαγγελικοῦ διηγήματος παρενηνεγμένοι; Διαφόροις κατελάβομεν τὸ ῥητὸν ὑποβαλλόμενον ἑρμηνείαις. καὶ γὰρ ἔνεστι λαβεῖν τὸ ‘ἔλεγον ὅτι ἐξέστη’ τὸν εὐαγγελιστὴν εἰπεῖν ἀντὶ τοῦ ‘ἔλεγον ὅτι ἀποστῆναι αὐτῶν βούλεται, καταλιπεῖν αὐτοὺς διανοεῖται, πρὸς ἑτέρους μεταχωρῆσαι’. καὶ ταύτης συνήγορον τῆς ἐννοίας οἱ ταύτης προεστηκότες τὸν ἱερὸν παράγουσι Λουκᾶν· τὴν γὰρ αὐτήν φασιν ἱστορίαν παραδιδόντα λέγειν, ‘καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ’ αὐτῶν’. οἱ δέ, διάφορον ἀποφαίνοντες εἶναι τὴν ἱστορίαν ἣν ὁ θεσπέσιος ἀναγράφει Λουκᾶς πρὸς ἣν ὁ θεῖος ἀπαγγέλλει Μάρκος, εἰς ἑτέρας σαφηνείας ζήτησιν μετῆλθον· καὶ γάρ, φασίν, ἐνταῦθα μὲν ἐν οἰκίᾳ τε ἦν ὁ Ἰησοῦς καὶ αὐτὸς ὁ μανθάνων τὰ θεῖα καὶ θεραπευόμενος ὄχλος καὶ οὐδὲ φαγεῖν ἄρτον τῇ συνεχείᾳ τῆς ὀχλήσεως παρείχοντο καιρόν, καὶ οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἐκεῖ δὲ ἔρημός τε ἦν ἐν ᾗ ἐξελθόντες ὁ ὄχλος ἐπεζήτουν αὐτόν, καὶ ἐλθόντες ἕως αὐτοῦ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ’ αὐτῶν. τῆς οὖν ἱστορίας, φασί, τὸ διάφορον ἐχούσης, πῶς ἂν εἴη λέγειν περὶ τῆς αὐτῆς ὑποθέσεως ἑκάτερον διαλαμβάνειν;

Ἀλλ’ ἔστιν εἰπεῖν πρὸς αὐτοὺς ὡς εἰ καὶ διάφορος ἡ ἱστορία, ἀλλ’ ἐκκαλύπτεται καὶ ἀνακαθαίρεται πρὸς εὐκρίνειαν διὰ τῆς ὁμολογουμένης ἡ ἀμφίβολος, δηλούσης ἐκείνης τὸ κατέχεσθαι καὶ κρατεῖσθαι ἐφ’ ᾧ τε ἐγίνετο καὶ τὸ μὴ ἀφίστασθαι αὐτῶν καὶ ἀποχωρεῖν, καὶ ὅτι ποθοῦντες αὐτοῦ τὴν διδάσκαλον ὁμιλίαν καὶ τῇ τῶν θαυμασίων ἔργων ἐντρυφῶντες ἀπολαύσει ἐπενόουν τὴν κατάσχεσιν. καὶ γὰρ πολλάκις κατελίμπανεν τόνδε τὸν χῶρον ὁ φιλάνθρωπος Ἰησοῦς καὶ τοὺς διοχλοῦντας ἐν αὐτῷ τῶν ὄχλων, εἰς ἑτέρους τὴν ἀπὸ τῆς διδασκαλίας καὶ θεουργίας μετάγων σωτηρίαν.

Πλὴν οὗτοι τὸ μὲν ‘κρατῆσαι αὐτὸν’ εἰς τὸ ἐπισχεῖν αὐτὸν τοῦ λέγειν καὶ διδάσκειν μεταλαμβάνουσι, τὸ δὲ ‘ἐξέστη’ πρὸς τὴν τῶν φυσικῶν δυνάμεων καὶ τῆς καθεστώσης διαθέσεως ἣν οἱ κόποι προξενεῖν εἰώθασιν ἔκστασιν, τοιαύτην ἑρμηνείαν προάγουσι· τῷ χρόνῳ, φασίν, καὶ τῇ συνεχείᾳ τῆς διδασκαλίας ἐνόμιζον οἱ παρ’ αὐτοῦ εἰς ἄμετρον αὐτὸν καταντήσαντα κόπον τοῦ ζωτικοῦ τόνου καὶ τῆς ἐμφύτου δυνάμεως εἰς ἔκστασίν τε καὶ ἀσθένειαν ἐμπεσεῖν. ὅπερ γὰρ ἐκεῖνοι πεπονθότες ἴσως ἐτύγχανον τῇ ἐπιμονῇ καὶ τῷ ἀεννάῳ τῆς ἀκροάσεως καὶ τῇ τοῦ πλήθους συνωθήσει καὶ τῷ θορύβῳ, τοῦτο παθεῖν καὶ τὸν διδάσκαλον ὑπετόπαζον· διὸ καὶ οἱ παρ’ αὐτοῦ, φασί, τοῦτ’ ἔστιν οἱ πρὸς αὐτὸν οἰκειότερον διακείμενοι, ἐξῆλθον κατασχεῖν αὐτὸν ὡς πολλὴν αὐτοῦ τὴν κηδεμονίαν ἔχοντες καὶ πρόνοιαν τῆς ἀνέσεως αὐτοῦ καὶ τῆς τῶν κόπων διαλύσεως, ὡς ἂν τοῦ πλήθους τὸν διδάσκαλον διαστήσαντες τροφῆς τε καὶ τῆς ἄλλης ἐπιμελείας δι’ ὧν τὸ σῶμα καμάτων ἀπαλλάττεται μεταδώσωσιν· ἐξῆλθον δὲ ἴσως ἀπό τινος ἐπιτηδείου πρὸς ἀνάπαυσιν καὶ ἡσυχίαν τόπου, ἐν ᾧ ἐπῆλθον ἑαυτοὺς ἀνακτήσασθαι. ὁ μὲν οὖν δεύτερος λόγος τῷ προτέρῳ μὴ τιθέμενος, οὕτω βούλεται διευκρινεῖν τὸ εὐαγγελικὸν λόγιον.

Εἰσὶ δὲ οἳ πρὸς τὴν τῶν Ἰουδαίων μοχθηρίαν καὶ τὸ βλάσφημόν τε καὶ κακόσχολον ἀποβλέψαντες τὸ ‘ἐξέστη’ κατὰ τὸ πρόχειρον ἐξακούουσι, τοῦτ’ ἔστι τῶν φρενῶν ἔκστασιν ἔσχε καὶ παράφορος τοῦ καθεστῶτος ἐγένετο. καὶ γὰρ τοιοῦτον τὸ Ἰουδαίων μισόχριστον, πάσας ὕβρεις καὶ διαβολὰς ἀναπλάττειν κατὰ τοῦ σωτῆρος οὐ φρίττοντες· τῷ γὰρ φθόνῳ διὰ παντὸς καὶ τῇ βασκανίᾳ ἀνοιστρούμενοι καὶ μεμηνότων οὐδὲν διαφέροντες καὶ ὡς ἀληθῶς τοῦ ἐμφύτου κριτηρίου τὴν ἐσχάτην ὑποστάντες ἔκστασιν τὸ οἰκεῖον πάθος εἰς τὸν πολλοὺς τῶν τοιούτων νοσημάτων ἀπαλλάξαντα ἐναπέρριπτον. οἱ γὰρ θεουργοῦντι τὰ ὑπὲρ λόγον καὶ ἔννοιαν τὸ ἀντίθεον ἐπιφημίζοντες διότι τὸ σάββατον ἡμέραν σωτηρίας καὶ θαυμάτων ἑορτὴν ἐπεδείκνυτο, καὶ δαιμόνων λόγῳ τὸ πλάσμα βλέποντες ἀπαλλάττοντα ἐν τῷ ἄρχοντι τῶν δαιμονίων βλασφημοῦντες αὐτὸν ἐκβάλλειν τὰ δαιμόνια, οὐδὲ τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἣν ὑφίστατο διδάσκων καὶ θεραπεύων τοὺς ὄχλους οὐμενοῦν οὐχ ἡγοῦντο τολμηρὸν φρενῶν ἔκστασιν κατηγορεῖν καὶ τῶν βλασφήμων ῥημάτων μάρτυρας ποιεῖν, τὰς ὑβριστικὰς αὐτῷ καὶ θρασείας ἐπανατεινόμενοι χεῖρας.

ἀλλ’ οὕτω μὲν καὶ οὗτοί φασι μηδὲν αὐτῶν τῇ δόξῃ διαμάχεσθαι μηδὲ τὸ ‘οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν’· καὶ γὰρ οὐδ’ οἱ νομιζόμενοι ἀδελφοὶ οὐδ’ αὐτοὶ πρὸς αὐτὸν οἰκείως καὶ εὐσεβοφρόνως διέκειντο, ἀλλὰ κἀκεῖνοι ἐσκανδαλίζοντο, Ἰουδαϊκῆς ἀγνωμοσύνης ἐκ τῆς πρὸς αὐτοὺς ἀναστροφῆς καὶ διαίτης οὐ καθαρεύοντες, πολλὰς πολλάκις κατ’ ἀρχὰς παρασχόντες λαβὰς τῆς εἰς αὐτὸν ἀπιστίας καὶ μηδὲν τῶν ἄλλων Ἰουδαίων ἄμεινον τὴν διάθεσιν ἐπιδείκνυσθαι, εἰ καὶ μετὰ ταῦτα μαρτυρικοῖς ἄθλοις ἑαυτοὺς ἀνεκαλέσαντο καὶ τὴν Ἰησοῦ θεότητα, ἣν πρότερον οὐδὲ γλώσσῃ παρεδέχοντο, αἵματι καὶ σφαγαῖς πᾶσιν ἀνεκήρυξαν. ἐγὼ δὲ σκανδαλίζεσθαι μὲν τοὺς νομισθέντας ἀδελφοὺς περὶ τοῦ σωτῆρος καὶ μὴ θεοπρεπῆ τὴν ὑπόληψιν κατ’ ἀρχὰς ἔχειν περὶ αὐτοῦ, διά τε τὸ πρόβλημα τῆς σαρκὸς καὶ τῆς ὑπὲρ νοῦν συγκαταβάσεως τοῦ λόγου τῷ παραδόξῳ καὶ μεγέθει μὴ δύνασθαι συνεπαίρειν καὶ συνανυψοῦν τὴν διάνοιαν, τῶν σεβασμίων με τοῦτο λογίων διδασκόντων, οὐκ ἀμαθής εἰμι· ὅτι δὲ μέχρι τούτου προῆλθον μοχθηρίας ὡς καὶ δαιμονᾶν καὶ ἐξεστάναι καὶ φρενῶν ἀρρωστίαν αὐτοῦ κατηγορεῖν, οὐχ ὁμοίως τίθεσθαι οὐδὲ συγχωρεῖν οἷός τέ εἰμι.

Διὰ τί τὸν παράδεισον ἐφύτευσεν ὁ θεός, μέλλων εὐθὺς ἐκβάλλειν τὸν Ἀδὰμ ἐξ αὐτοῦ; Τῶν μὲν ἀπορρήτων καὶ κρειττόνων ἢ ζητεῖσθαι καὶ καταλαμβάνεσθαι Παύλῳ μὲν καὶ τοῖς κατὰ Παῦλον πρὸς τὴν θεωρίαν ἀνατείνεσθαι οὔτε ἀδύνατον γέγονεν οὔτε σφαλερόν· ὅσοι δὲ τῷ σαρκίῳ καὶ τῶν αὐτοῦ θελημάτων τῷ βάρει συγκαθελκόμεθα, οὐδ’ ἄλλων ἡμῖν χεῖρα φιλάνθρωπον καὶ χειραγωγὸν προτεινόντων ἀσφαλῆ δυνάμεθα τὴν ἄγουσαν τρίβον πρὸς τὰ ὑψηλότερα καὶ ὑπὲρ ἡμᾶς ποιήσασθαι. ταύτῃ τοι καὶ ἡ παραίνεσις ‘χαλεπώτερά σου μὴ ζήτει’ φησὶ ‘καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε’.

Πλὴν ἐπείπερ ἡ πηγὴ τῆς σοφίας καὶ τῆς ἀγαθότητος φιλανθρώποις ἡμᾶς ὑποσχέσεσι δεξιουμένη ‘αἰτεῖτε’ παρεκελεύσατο ‘καὶ δοθήσεται ὑμῖν, κρούετε καὶ ἀνοιγήσεται’, ταύτῃ τῇ ἐπαγγελίᾳ τῆς ἐνυποστάτου ἀληθείας πεποιθότες, καὶ κρούσαντες καὶ αἰτήσαντες—εἰ δὲ καὶ δέδοται καὶ ἠνέῳκται, δηλώσει ὁ λόγος—, φαμὲν ὡς ὁ θεὸς ἐφύτευσεν τὸν παράδεισον, οὐ τὸν Ἀδὰμ εὐθὺς ἐκεῖθεν μέλλων ἐλαύνειν—οὐδὲ γὰρ οὐδ’ ἔμελλεν οὐδ’ ἔθετο σκοπόν, χερσὶ διαπλάττων τὸν Ἀδὰμ καὶ παράδεισον φυτουργῶν, ὑπερόριον εὐθὺς ἐκεῖθεν ποιεῖν καὶ τῆς ἀφορισθείσης αὐτῷ μακαρίας διαγωγῆς—, ἀλλ’ ἐκεῖνος τὸν νόμον τῆς ἐντολῆς εἰς ἀθέτησιν λύσας καὶ τὴν ἄλλην εὐφροσύνην εἰς λύπην μετήνεγκεν καὶ τοῦ παραδείσου τὴν ἐκβολὴν συνεισήνεγκεν. ἐπεὶ ὥσπερ ‘θάνατον ὁ θεὸς οὐκ ἐποίησεν’, ἀλλ’ ἐν ἀρραβῶνι τῆς ἀθανασίας τὸν ἄνθρωπον ἐπλαστούργησεν, οὕτως οὐδὲ τοῦ ἱεροῦ χωρίου οὐδὲ τῆς μακαρίας αὐτὸν τρυφῆς ὑπερώρισεν, ἀλλ’ αὐτὸς ὁ τοῦ παραδείσου πρῶτος πολίτης τῇ συμβουλῇ τοῦ ὄφεως τῆς ἐντολῆς προτιμήσας τὴν παράβασιν ἑαυτῷ καὶ τὸν θάνατον καὶ τὴν ἐκβολὴν τοῦ παραδείσου κατειργάσατο.

Δεύτερον δὲ οὐδ’ εἴωθε τὸ θεῖον τὰ τῶν ἀνθρώπων προορῶν πλημμελήματα τὸν εἰς αὐτοὺς τῆς εὐεργεσίας πλοῦτον καὶ τὰς δωρεὰς ἀναστέλλειν, οὐδ’ ἐθέλει τῶν πλημμελημάτων λαμβάνειν τὴν δίκην οὔπω τοῦ τολμήματος εἰς ἔργον προεληλυθότος. οὕτω καὶ τῶν ἀσωμάτων δυνάμεων τὸν ἀποστάντα τῆς αὐτοῦ προνοίας καὶ ἀγαθότητος εἰδὼς καὶ τὴν συναποστᾶσαν αὐτῷ μερίδα, ὅμως προήνεγκεν ἀγαθότητι· καὶ δημιουργεῖ μὲν ὡς ἑωσφόρον τὸν ἀποστάτην, μηδαμῶς μὲν ἐξ ὧν ὕστερον τὸν τῆς ἀγνωμοσύνης ὑπέδυ ζόφον μήτε τῆς δημιουργίας ἀποστερήσας μήτε τῆς λαμπρότητος· ἀποστάντα δὲ καὶ ‘ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα’ ἰδὼν τὴν δίκην ἀφῆκεν εἰσπράττεσθαι τῆς ἐπάρσεως. τοιαύτη τοῦ δημιουργοῦ ἡ περὶ τὰ δημιουργήματα οἰκονομία καὶ διάκρισις. διὸ κἂν ἤμελλεν ὁ Ἀδὰμ ἁμαρτάνειν καὶ ἐκβάλλεσθαι τοῦ παραδείσου, οὐδὲν ἧττον ἔπρεπεν τῇ τοῦ δημιουργοῦ ἀγαθότητι καὶ τὸ λογικὸν ζῷον ὑποστῆσαι, τὸν ἄνθρωπον, καὶ τὸν παράδεισον ἐν ᾧ διαιτώμενος ἐμακαρίζετο, ἀλλὰ μὴ τὸ κάλλιστον τῶν ἐπιγείων ἔργων ἐπισχεῖν διὰ τὴν τοῦ Ἀδὰμ παράβασίν τε καὶ τῆς παραβάσεως εἴσπραξιν. καὶ γὰρ ἀεὶ τὸ θεῖον τὸ ἑαυτοῦ ποιεῖ, ἀεννάως μὲν βρύον τὰ νάματα τῆς χρηστότητος καὶ τῆς ἀγαθότητος, τῆς ἁμαρτίας δὲ τολμωμένης τὴν τιμωρίαν ἐπάγει, ἀνίατον τὴν ἀπὸ τοῦ πλημμελήματος πληγὴν καὶ τὰ τραύματα διαμένειν καὶ τὸν ἄνθρωπον οὐκ ἀνεχόμενον κατανέμεσθαι.

καὶ νῦν προεωρᾶτο μὲν ἡ παράβασις, προεωρᾶτο δὲ ἡ ἐκβολή, τὸ δὲ κάλλιστον φιλοτέχνημα τῶν ἐπιγείων ἔργων, ὁ παράδεισος, πρὸς ἀνυπαρξίαν διὰ τὸν Ἀδὰμ οὐκ ἀνεστέλλετο. διὸ καὶ προάγει τοῦτον ὁ θεὸς καὶ τὸν Ἀδὰμ εἰς τερπνὴν ἀποκαθίστησι δίαιταν· παραβεβηκότα δὲ μένειν ἔτι καὶ τρυφῆς ἀπολαύειν ἧς ἀπήλαυεν ἂν νομοφυλακῶν τῆς δικαιοσύνης οὐκ ἐπέτρεπεν τὸ ἀδέκαστον.

Τρίτον δέ, εἰ καὶ πλαστουργήσας τὸν Ἀδὰμ τῷ παραδείσῳ κατῴκισεν, ἀλλ’ οὐ δι’ ἐκεῖνον μὲν μόνον τὸ τοιοῦτον καὶ τηλικοῦτον ὑπεστήσατο φιλοτέχνημα, διὰ πάντας δὲ οὐδὲν ἔλαττον, εἰ μὴ καὶ μᾶλλον, τοὺς ἐξ Ἀδάμ, ὅσοι τὴν ὑπερκαλλῆ καὶ ὡραίαν διάπλασιν τοῦ Ἀδὰμ καὶ τῆς θείας εἰκόνος τὸ ἀνύβριστόν τε καὶ ἀπαραχάρακτον διεσώσαντο. ποῦ τοίνυν ἦν καλόν, ποῦ δὲ σοφόν, δι’ ἕνα παραβεβηκότα, καὶ τότε μηδ’ αὐτὸν ὑστέροις χρόνοις τῆς κοινῆς ἀποστερούμενον ἀπολαύσεως, τοσοῦτον πλῆθος ἀποστερεῖν τοῦ παραδείσου, τὸ ἱερὸν ἐκεῖνο χωρίον μὴ δημιουργοῦντα μηδὲ προάγοντα;

Πρὸς τούτοις δὲ μηδὲ τοῦτο παροπτέον. ἔδει τὸν Ἀδὰμ πράξεώς τινος καὶ ἐνεργείας τὸν πρωτόπλαστον οὐχ ὑβριζούσης ἐπιμέλειαν ἔχειν, ἵνα μὴ ἀργὸν εἴη καὶ ἀδιανόητον τὸ λογικὸν ζῷον ὁ ἄνθρωπος, ταύτην δὲ κατορθοῦντι μὲν στεφάνους καὶ δόξαν, καταμελοῦντι δὲ τιμωρίαν καὶ ἀδοξίαν ἕπεσθαι· ῥέψαντι δὲ πρὸς τὸ ῥᾷστον ἡ κόλασις ἠκολούθησεν. οὐκοῦν τοὺς αὐτοὺς ἄν τις προβάλοιτο λόγους οὓς καὶ περὶ τοῦ παραδείσου καὶ τῆς ἐκβολῆς, καὶ ‘τίνος χάριν’ ἐπιζητήσει καὶ ζυγομαχήσει ‘οἱ στέφανοι καὶ ἡ δόξα ἐπλέκοντό τε καὶ εὐτρεπίζοντο;’ εἰ δὲ τοῦτο, οὐκέτι παράδεισος καὶ Ἀδὰμ καὶ ὑπερορία λογοθετεῖται, ἀλλὰ κατὰ παντὸς οὗπερ ἂν τὴν προαγωγὴν ἡ φιλάνθρωπος καὶ δημιουργικὴ ἀγαθότης προείλετο ὑποστήσασθαι, ταῖς αὐταῖς, κἂν μὴ ὁμολογοῦσιν, οἱ ἐκεῖνα λογοθετοῦντες ὑπέβαλλον ἂν πολυπραγμοσύναις, τῇ τοῦ δημιουργήσαντος μὴ συναρεσκόμενοι σοφίᾳ.

Ἐπισκοπεῖν δ’ ἔξεστι καὶ τοῦτο· τίνος γὰρ ἂν ὁ Ἀδὰμ ἔγνω μετὰ τὴν ἁμαρτίαν αἰσθήσει κρινομένης ἀπολαύσεως ἐστερημένος, μὴ τῆς τοῦ παραδείσου διαγωγῆς ὑπερόριος γεγενημένος; ταύτην δὲ τὴν ἐπίγνωσιν ἐστερημένος, πῶς ἂν αὐτὸν συνέσχον λῦπαι καὶ ὀδῦναι; μηδενὸς δὲ πλήττοντος καὶ συνθλίβοντος τῶν παραλυπούντων, πόθεν ἂν ἐπέγνω τὸ μέγεθος τοῦ ἁμαρτηθέντος; πῶς δ’ ἂν τῆς μετανοίας ἐγένετο καὶ τὴν θείαν εὐμένειαν ἐδυσώπησεν, ὥστε μὴ τῆς συγγνώμης αὐτὸν καὶ τῆς ἀφέσεως εἰς τὸ παντελὲς καὶ δι’ αἰῶνος ἀποστερηθῆναι;

Εἰ δὲ καὶ τοῦτό τις ἐπιλογίσασθαι βούλοιτο, ὡς διὰ τοῦτο τὸν παράδεισον ὑπέστησεν, καίπερ μέλλοντος τοῦ Ἀδὰμ καὶ ἁμαρτάνειν καὶ ἐξ αὐτοῦ ἀπελαύνεσθαι, ἵνα μὴ δόξῃ θνητὸν ἀπ’ ἀρχῆς πλαστουργῆσαι τὸν ἄνθρωπον, ἐπιτήδειον πρὸς ἀθανασίαν χωρίον καὶ λύπης καὶ κόπων καὶ ἀκανθῶν καὶ ἱδρώτων ἐλεύθερον μηδ’ ὅλως ὑποστησάμενος, ἀλλ’ ἵνα πάντα καὶ τὰ πραττόμενα καὶ τὰ οἰκονομούμενα δείξῃ πρέποντα αὐτῷ καὶ τῆς ἀπορρήτου προνοίας τὴν σοφίαν ἀνακηρύττοντα, καὶ μὴν καὶ δι’ ἑνὸς τῶν ὑλικῶν κτισμάτων ἔργῳ προδιατυπῶν τε καὶ προαπαγγέλλων ὡς ἅπασα ἡ κτίσις κατὰ τὴν δευτέραν αὐτοῦ καὶ φρικτὴν παρουσίαν εἰς ἀμείνω μεταλλάξει λῆξιν, οὐδὲν τῆς ἐνύλου ἀνεπιτηδειότητος ἐναντιουμένης τῷ δημιουργικῷ καὶ θείῳ βουλήματι—καὶ γὰρ πρὸς τὸ κρεῖττον ἀνακαινισθήσεσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν ὁ κορυφαῖος τῶν μαθητῶν ἡμᾶς ἐξεδίδαξε, τῇ τοῦ διδασκάλου ἐπαγγελίᾳ τὸ ἀψευδὲς τῆς διδασκαλίας διαβεβαιούμενος—, οὐδὲ ταῦτα ἂν εἴη πόρρω θεοφιλοῦς ὑπολήψεως.

Ἄλλως τε δὲ οὐδὲ τὸ κάλλιστον ἔδει τῶν ἐπιγείων ἔργων πάντων ἔσχατον δημιουργηθῆναι, ἀλλὰ καὶ αὐτὸ κατ’ ἀρχὰς τῇ ὁλοκληρίᾳ τῆς κτίσεως συγκαταβληθῆναι. τὸ μὲν γὰρ εἰς δημιουργίαν προελθεῖν ἀναγκαῖον ἦν, ἐπείπερ ἔδει τοῖς κατὰ παθῶν καὶ δαιμόνων ἀριστεύσασι δίαιταν καὶ κλῆρον ἐξαίρετον ἀπονεμηθῆναι, τὸ δὲ θεῖον εἴωθεν ἀεὶ τὰς ἀντιμισθίας προαποτίθεσθαι καὶ προκαταβάλλειν. ‘δεῦτε’ γάρ φησιν, ‘οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου’. οὐκοῦν ἔδει καὶ τὸν παράδεισον, εἴτε θᾶττον ἔμελλεν ὁ προπάτωρ ἡμῶν ἐκβάλλεσθαι αὐτοῦ εἴτε μή, προκαταβληθῆναι μὲν τῶν ἀγωνιστῶν καὶ τῶν ἀγωνισμάτων, ὧν καὶ ἔπαθλον ὤφθη, συγκαταβληθῆναι δὲ τῇ κοσμογενείᾳ, ἵνα μὴ νομισθῇ ἔργον ὑστεροβουλίας καὶ μεταμελείας γεγονέναι, ἀλλὰ τῆς ἀπ’ ἀρχῆς πάντα σοφῶς ὑποστησαμένης κρίσεώς τε καὶ ἀγαθότητος.

Τοῦ θεσπεσίου Παύλου παραινοῦντος, ‘ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν, τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ’, πῶς νοήσομεν τὸ ‘ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ’; Ἄνθρακας μὲν ὁ τῆς ἀναγωγῆς λόγος τοὺς ἀποστόλους κυρίου καὶ μάρτυρας ὀνομάζει, τοῦ θείου δηλονότι καὶ καθαρτηρίου καὶ πᾶσαν κακίαν φλέγοντός τε καὶ καταναλίσκοντος πυρὸς ἀναφθέντας. πῦρ γὰρ ὁ θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν· ψάλλει δὲ καὶ ὁ μελῳδός, ‘ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ’, κλίναντος οὐρανοὺς καὶ καταβάντος καὶ οἷα γνόφον τινὰ τὰς ἀστραπὰς τῆς θεότητος περιστέλλουσαν τὴν ἡμετέραν περιβαλλομένου σάρκα. ἄνθρακας δὲ πάλιν καλεῖ καὶ τὰς φλογιζούσας τε καὶ δαπανώσας κολαστικὰς καὶ πικρὰς βασάνους, κατὰ τὸ εἰρημένον ‘τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς’, τοῦτ’ ἔστι ταῖς ἀφανιστικαῖς τε καὶ ἐρημοποιοῖς τιμωρίαις, αἳ καταναλίσκειν τὸν ὑπεύθυνον ἀμήχανον ἔχουσι τὴν ἰσχύν· καὶ ἐν ἄλλοις δὲ πολλοῖς ἐστιν εὑρεῖν τὰς τιμωρητικὰς δυνάμεις καλουμένας ἄνθρακας. κατὰ τὸ δεύτερον οὖν σημαινόμενον ἄνθρακας τὰς τιμωρητικὰς πληγὰς καὶ εἰσπράξεις προσαγορεύει, ἀπὸ τῶν ἀνθράκων οἳ τῆς αἰσθητῆς εἰσι καὶ δαπανώσης τὴν περίγειον ὕλην φλογὸς ὑπεκκαύματα μεταφέρων τε καὶ μεταβιβάζων τὴν κλῆσιν.

παραινεῖ τοίνυν πεινῶντα μὲν τὸν ἐχθρὸν ψωμίζειν, διψῶντα δὲ ποτίζειν, τοῦτ’ ἔστι πολυτρόπως εὐεργετεῖν τε καὶ ἀγαθύνειν, τὸ γὰρ ψωμίζειν καὶ ποτίζειν τὸ τῆς εὐεργεσίας ὁλόκληρον ἀπὸ μέρους ὑπογράφει· εἶτα ‘εὐεργετῶν’ φησι ‘τὸν ἐχθρὸν καὶ φιλανθρώπως πρὸς αὐτὸν διακείμενος ἄνθρακας σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ’.

Εἰς διπλῆν μὲν οὖν τὸ ‘σωρεύσεις’ τὴν σημασίαν μεριζόμενον διπλῆν προάγειν καὶ τὴν διάνοιαν ὑποτίθεται. ἓν μὲν οὖν τὸ ‘σωρεύσεις’ δηλώσειεν ἂν τὸ ‘ἐπισυνάξεις’ καὶ ‘συναθροίσεις’, δι’ οὗ καὶ τὸ ἐπαγόμενον τῆς ἑρμηνείας κατευθύνεται· τὰ κατὰ μέρος γάρ φησι καὶ χρόνῳ μέλλοντα καταλαμβάνειν τῆς ἀπεχθείας ἐπίχειρα τὸν ἐχθρόν, σὺ δι’ ὧν κακὸν ἀντὶ κακοῦ ἀνταποδοῦναι μὴ διανέστης, ἀλλὰ καὶ εὐεργεσίαις, αἳ πρὸς τὸ θεῖον ἡμᾶς ἀφομοιοῦσι, δεξιωσάμενος τὸν λελυπηκότα, τὸν δίκαιον κριτὴν καὶ ἀλάθητον παρασκευάζεις ἅμα πάσας ἐπισωρεῦσαι τὰς τιμωρίας καὶ ποινὰς κατὰ τῆς ἀλαζόνος ἐκείνης καὶ ἀγνώμονος κεφαλῆς· ‘ἐμοὶ’ γὰρ ‘ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος.’ Πῶς οὖν φιλάνθρωπος, πῶς δὲ συμπαθής, πῶς δ’ εὐεργέτης ὁ ταῦτα περὶ τὸν ἐχθρὸν μεθοδεύων καὶ πραγματευόμενος καὶ τὴν ἐκείνου φιλανθρωπευόμενος τιμωρίαν καὶ κόλασιν; ἢ ὅτι οὐκ αὐτὸς ταῦτα ᾐτήσατο οὐδ’ ἐφ’ ᾧ τυχεῖν τῆς τιμωρίας τὰ φιλανθρωπεύματα κατεβάλλετο, ἀλλ’ αὐτὸς μὲν ταῦτα ἔπραττεν ὥστε συντηρῆσαι τὴν θείαν ἐντολὴν καὶ τὸν ἐχθρὸν εὐεργεσίαις ἀμείψασθαι· εἰ δὲ τὸ ὑβριζόμενον δίκαιον παρώξυνεν εἰς ἐκδίκησιν τὸν κριτήν, οὐκέτι ἂν εἴη ἀποδεχομένου τῆς προνοίας τὰ κρίματα τοῦ πρὸς τὴν ἐκδίκησιν ἀκκιζομένου καὶ μὴ τεθηπότος τε καὶ ἀνυμνοῦντος τοῦ κριτοῦ τὸ ἀδέκαστον.

τὸ μὲν γὰρ εὐεργετεῖν καὶ ζητεῖν ἅμα λαβεῖν τιμωρίαν παρὰ τοῦ ἐχθροῦ ἀσύμβατόν τε καὶ φρενὸς συγκεχυμένης καὶ πρὸς ἑκάτερον τῶν ἐναντίων ἐπιρρεπῶς ἐχούσης καὶ πρὸς ματαιότητα διαλυούσης τὸ κέρδος τοῦ κατορθώματος· τὸ δὲ τὴν εὐεργεσίαν <ποιεῖν> τῷ ἀμνησικάκῳ τῆς γνώμης καὶ τῇ συμπαθείᾳ τοῦ ὁμοφυοῦς καὶ διὰ τὴν ἐντολὴν καὶ διά γε τὸ ὁμοιωθῆναι τῷ πατρὶ ἡμῶν τῷ ἐν τοῖς οὐρανοῖς, τοῦ φθάσαντός ἐστιν εἰς τὸ τέλειον τῆς ἀρετῆς· καὶ οὐκ ἂν οὗτος ἡδέως τιμωρίαν θεάσαιτο τοῦ ἐχθροῦ, μήτι γε λαβεῖν ἐπιζητήσει, θεοῦ δὲ κρίνοντος καὶ τὰς εὐθύνας ἀπαιτοῦντος τὸν ἠδικηκότα, τῆς αὐτῆς ἂν εἴη φρενὸς καὶ θεοσεβείας μὴ λογοθετεῖν τὸν κριτὴν μηδὲ πρὸς τὴν κρίσιν δυσχεραίνειν.

Τὸ μὲν οὖν ἕτερον τοῦ ‘σωρεύσεις’ σημαινόμενον πρὸς τοιαύτην ἡμᾶς θεωρίαν παραπέμπει· τὸ δὲ λοιπόν, ὃ σημαίνει τὸ ‘ἐπισυνάξεις καὶ περιέλοις καὶ ἀπαλλάξεις τῶν ἀνθράκων τὴν τοῦ μισοῦντος κεφαλήν’, τοιαύτην ἂν τὴν τῶν ῥημάτων δύναμιν ὑποδηλώσει. εὐεργετῶν, φησί, καὶ ἀγαθύνων τὸν ἐχθρόν, τοὺς κατανεμομένους ἄνθρακας καὶ θᾶττον ἂν διαφθεροῦντας αὐτοῦ τὴν κεφαλήν, ἂν μή τις αὐτοὺς ἀφαιρήσηται καὶ τὴν ἀπαλλαγὴν μεθοδεύσῃ, μέγα τὸ κέρδος καὶ ψυχικῆς σωτηρίας πρόξενον εὑρήσει· ἀνακαλούμενος γὰρ τὸν πλησίον τῆς σωματικῆς καὶ μᾶλλον τῆς διαβαινούσης εἰς τὴν ψυχὴν βλάβης καὶ ἀπωλείας, πρὸς τὴν τοῦ δεσπότου μίμησίν τε καὶ ὁμοίωσιν ἀνατρέχει. ‘ψυχὴν γὰρ ὁ σῴζων’ φησὶν ‘ὡς ὁ κτίσας αὐτήν’. πῶς δὲ διὰ τῆς εὐεργεσίας συνάγονται καὶ ἀποσύρονται τῆς φιλαπεχθήμονος οἱ ἄνθρακες κεφαλῆς;

διότι τροφῇ καὶ ποτῷ δεξιούμενος καὶ ἁπλῶς εὐεργετούμενος ὁ ἐχθρός, εἰ καὶ μὴ δι’ αὐτὸ τὸ καλόν, ἀλλά γε διὰ τὴν οἰκείαν εὐπάθειαν καὶ ἀπόλαυσιν τῶν ἀγαθῶν παύεται μὲν οὗτος τῆς ἔχθρας, ἐξίσταται δὲ τῆς ἐπιβουλῆς, καὶ κατὰ μικρὸν ἀνανήφων τοῦ πάθους καὶ τὴν ἐν τοῖς λογισμοῖς διὰ τῆς ἔχθρας πύρωσίν τε καὶ φλεγμονὴν ἀποτιθέμενος, ἐπὶ τὸ φιλεῖν καὶ στέργειν καὶ εἰδέναι τὸν εὐεργέτην ἐλεύσεται, κἀκεῖθεν κατὰ μικρὸν ἐνεθισθεὶς γλῶσσαν φεύγειν διάβολον καὶ οἷς ὁ πλησίον ἔργοις βλάβην ὑφίσταται, τῆς ἀρετῆς ἐραστὴς ἀποκαθίσταται. καὶ τίς ἂν ἐπιζητήσειεν τοῦ ψωμίζειν καὶ ποτίζειν τὸν ἐχθρὸν ἀντιμισθίαν ταύτης μείζονα; τί δὲ ταύτης ἐπικερδέστερον ἢ μακαριώτερον; εἰ δὲ μετὰ τὴν τοσαύτην εὐεργεσίαν τῆς μοχθηρίας καὶ φαυλότητος ὁ εὐεργετούμενος οὐκ ἐθέλει μεθίστασθαι, θηρίον μὲν ἂν εἴη ὁ τοιοῦτος ἀντὶ τοῦ μετέχειν ἀνθρωπίνης φύσεως· σὺ δὲ οὐδὲν ὅμως ἔλαττον τοὺς καταβοσκομένους αὐτοῦ τὴν κεφαλὴν ἄνθρακας τῇ γε γνώμῃ καὶ τῇ σπουδῇ ἀπεσώρευσας, καὶ τὴν ἀντιμισθίαν οὐδὲν ἔλαττον ἔσχες οὐδὲ τὸν χαρακτῆρα κατ’ οὐδὲν παρεχάραξας ὃς τὴν πρὸς τὸ θεῖόν σε συνῆπτεν ὁμοίωσιν, ἐκεῖνος δὲ ὅλον φέρων ἑαυτὸν τῷ κολαστηρίῳ καὶ ἀσβέστῳ πυρὶ ἐναπέρριψεν.

Ἄνθρακες μέντοι γέ τισι παρελήφθησαν αἱ ζωπυροῦσαι καὶ ἀναθάλπουσαι τὸ ἡγεμονικὸν εὐεργεσίαι τε καὶ παραινέσεις καὶ τὸν πολὺν τῆς ἔχθρας χειμῶνα εἰς εἰρηνικὴν γαλήνην μεταβάλλουσαί τε καὶ διαλύουσαι· οὕς, φασίν, ἐπισωρεύων ὁ εὐεργετῶν τῇ τοῦ δυσμενοῦς κεφαλῇ καὶ τὴν νεκροποιὸν δι’ αὐτῶν ἀπελαύνων ἔχθραν καὶ ἀναρρωννὺς εἰς ἀγάπην τὸν πάσχοντα, ἐκεῖνόν τε μεγάλης καὶ ὀλεθρίου νόσου ἀπήλλαξεν, ἑαυτῷ δὲ τὴν ἐκεῖθεν μακαριότητα προεξένησεν.

Πῶς νοητέον τὸ εἰρημένον παρὰ τοῦ θεοῦ τῷ Μωσεῖ, ‘ἰδοὺ δέδωκά σε Πῶς νοητέον τὸ εἰρημένον παρὰ τοῦ θεοῦ τῷ Μωσεῖ, ‘ἰδοὺ δέδωκά σε θεὸν Φαραώ’; Ἐκ τῶν κατὰ πόδας ῥημάτων ἡ τοῦ ζητουμένου ἑρμηνεία· ἐπάγει γάρ, ‘καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοι προφήτης· σὺ δὲ λαλήσεις πάντα ὅσα ἐντέλλομαί σοι, ὁ δὲ Ἀαρὼν ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραώ’. ὡς οὖν ἐχρήσατο τῷ Μωσεῖ θεὸς ὑπηρετῆσαι ταῖς κατὰ τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων πληγαῖς, οὕτως ἐχρήσατο Μωυσῆς τῷ Ἀαρών, αὐτὸς μὲν προστάσσων ὁ παρὰ θεοῦ προστασσόμενος, ὑπηρέτῃ δὲ χρώμενος πρὸς τὸν Φαραὼ τῷ ἀδελφῷ. καὶ διέσῳζεν ἡ πρᾶξις ἐν τῷ ἀνὰ λόγον τὸ ἀπαράλλακτον· ὡς γὰρ θεὸς πρὸς Φαραὼ διὰ μέσου Μωσέως, οὕτως Μωσῆς πρὸς Φαραὼ διὰ μέσου Ἀαρὼν τὰς θεοσημείας ἐπετέλει. ἐπέτασσεν ἐν τῇ ἐρήμῳ Χωρὴβ τῷ Μωσεῖ ῥῖψαι τὴν ῥάβδον ὁ θεός, καὶ μετεβάλλετο εἰς ὄφιν· ἐπέτασσεν πάλιν κατὰ πρόσωπον Φαραὼ τῷ Ἀαρὼν ὁ Μωσῆς ῥῖψαι τὴν ῥάβδον, καὶ εἰς δράκοντα τὸ ξύλον ἐζῳοπλαστεῖτο· καὶ ἁπλῶς ὅσα Μωσεῖ κατεπιστεύετο τερατουργεῖν, πάντα Μωσῆς παραθέμενος καὶ ἐγχειρίσας τῷ ἀδελφῷ δι’ ἐκείνου τὰ προστεταγμένα θαυματουργῶν διεπέραινεν. ὥστε φανερὸν γέγονεν τί ποτε βούλεται δηλοῦν τὸ ‘ἰδοὺ δέδωκά σε θεὸν Φαραώ’.

Πῶς νοητέον τὸ ἀποστολικὸν ῥητόν, ‘εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε’ καὶ τὰ τούτῳ συνημμένα; Εἰσὶν ἄνδρες ἱεροὶ τῶν ἀποστολικῶν ῥημάτων τὴν ἐν τῷ βάθει τεθησαυρισμένην διάνοιαν χάριν ἔχοντες ἀνακαλύπτειν οἷς τὸ προκείμενον ἀναπτύσσεται ῥητόν· ὧν τὴν θεωρίαν ἀποδεχόμενον καὶ σὲ συνεῖναι τὸ περὶ ταῦτά σου φιλόπονον ἡμᾶς ἀναπείθει· οὐδ’ εἴ τι ἄλλο πηγάζει τῶν τοῦ Παύλου ῥημάτων ὑπεροψόμεθα ἀπαρύσασθαι.

εἰπὼν γάρ, οὗ ἡ γλῶσσα τοῦ παναγίου πνεύματος ὄργανον, ‘ὑμεῖς ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί’, καὶ διδάξας ὡς οὐχ ὑπόκειται δουλείᾳ περιτομῆς τὰ τῆς χάριτος τέκνα οὐδὲ τῷ πολυτρόπῳ καὶ πολυμόχθῳ καὶ δυσεξανύστῳ ζυγῷ τοῦ νόμου συνέχεσθαι καὶ ταλαιπωρεῖσθαι κεχρεώστηκεν, ἵνα μὴ τὴν ἐλευθερίαν αὐτοῖς καὶ τῶν ἄλλων ὅσα μὴ δεῖ πράττειν χαρίζεσθαι νομιοῦσιν καὶ τὴν ἀφορμὴν τῆς ἐλευθερίας ὕβριν ποιήσωνται τῆς ἐλευθερίας ὑποκύπτοντες σαρκὶ καὶ πάθεσιν ὅσα τῆς σαρκὸς ἀποβλαστάνει καὶ φύεται, διὰ τοῦτο ἐπήγαγεν· ‘ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις’· οἷον, ἀνεκλήθητε δουλείας χαλεπῆς εἰς ἀπροσδόκητον καὶ μακαρίαν ἐλευθερίαν, φεύγετε τῆς σαρκὸς τὴν ἐπικράτειαν, δι’ ἧς ὑμῖν βαρύνεται ἡ δουλεία, μηδὲ τοῖς ἐκείνης ὑποκατακλίνεσθε νόμοις, ἡ δὲ τῆς σαρκὸς δουλεία δῆλον ὡς πολλῶν μὲν καὶ ἄλλων ἐστὶ παθῶν καὶ κακίας δημιουργὸς καὶ τεχνῖτις καὶ διαμηχανᾶται λυμαίνεσθαι τῆς ἀρετῆς καὶ τῆς ἐλευθερίας τὸ κάλλος, ἀτὰρ δὴ καὶ τὴν ἀγάπην ἐπιχειρεῖ τῶν ἀνθρωπίνων ψυχῶν ἀπελαύνειν.

ἵνα τοίνυν, φησίν, τὰς ἄλλας τέως τῆς κακίας ἐπαναστάσεις ἐάσω, αἳ γεννήματα τῆς σαρκὸς καὶ τοῦ σαρκικοῦ καθεστήκασι φρονήματος, πρὸς ταύτην τὴν ἐκεῖθεν ἐρχομένην ἐπιβουλὴν καὶ πληγὴν καθ’ ὑμῶν, τὴν νεκροποιοῦσαν λέγω τὴν ἀγάπην, γενναίως ἀνταγωνίσασθε μηδὲ πάροδον εὑρεῖν ἐν ὑμῖν τῷ ψυχοφθόρῳ τούτῳ τῆς ἁμαρτίας βέλει πρόφασίν τινα παράσχοιτε. τοῦτο δὲ ἔσται πῶς; οὐκ ἐργῶδες οὐδὲ χαλεπὸν ἀνῦσαι, ἀλλὰ καὶ ῥᾴδιον καὶ σωτήριον. εἰ γὰρ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις, ἅπαν ὅπλον πονηρίας καθ’ ὑμῶν βαλλόμενον ἀπρακτήσει· τῷ θυρεῷ γὰρ ἐμπῖπτον τῆς ἐν ἀλλήλοις ὁμονοίας τε καὶ φιλίας θᾶττον περιθραύεται καὶ ἀποκρουόμενον εἰς κωφὴν διαπίπτει βολίδα, μετὰ τοῦ καὶ τὸν βαλόντα τῆς προσηκούσης αἰσχύνης ἀναπλῆσαι· ἐπείπερ ἡ πρὸς ἀλλήλους διὰ τῆς ἀγάπης δουλεία τὴν ἄνωθεν ἀρραβωνίζεται συμμαχίαν καὶ τὴν καθαρὰν καὶ μακαρίαν καταπράττεται ἐλευθερίαν, διὰ τῆς ἐν ἀλλήλοις εἰρήνης καὶ τὴν ἐνυπόστατον εἰρήνην, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ταῖς ὑμῶν ἐγκατοικίζουσα καρδίαις.

Εἶτα προστίθησιν ὅτι καὶ νόμου κεφάλαιόν ἐστι τὸ ἀγαπᾶν ὡς ἑαυτὸν τὸν πλησίον· καὶ ταύτης τῆς ἀγάπης τὸ ὑψηλὸν καὶ ὠφέλιμον ἱεροῖς τε ἐνθυμήμασι κατασκευάζων καὶ ἐπιδεικνύων καὶ διὰ τῶν παρεπομένων δὲ ἀνθρωπίνων τῷ βίῳ παραστήσας ἐπισφίγγει καὶ συγκροτεῖ τὴν διδασκαλίαν. ἐπεὶ γὰρ ὁ πολὺς ἄνθρωπος οὐ τοσοῦτον τοῖς νόμοις καὶ ταῖς ἀπειλαῖς αἳ τῷ μακρῷ χρόνῳ τὰς κολάσεις ἐπιφέρουσιν σωφρονίζεσθαι θέλει ὅσον ἀπὸ τῶν ὁρωμένων τε καὶ ἐπικήρων καὶ τὴν τιμωρίαν δεικνύντων ἐγγίζουσαν, οὐδὲ τὴν ἀπὸ τούτων παραίνεσιν παρατρέχει. διὸ μονονουχί φησιν· εἰ μήτε ὁ τῆς ἐλευθερίας ὑμᾶς δυσωπεῖ πόθος μηδὲ τὸ ἀπὸ τῆς εἰς ἀλλήλους δουλείας παρακαλεῖ κέρδος, μηδ’ ὅτι τοῦτο μὲν ἐπιθυμία τοῦ πνεύματος, τὸ δὲ ἐναντίον ἐπιθυμία τῆς σαρκός, μηδ’ ὅτι πλήρωμα νόμου τὸ τῆς ἀγάπης κατόρθωμα, ἀλλὰ κἂν γοῦν τὴν κατ’ ἀλλήλων φθορὰν καὶ ἀπώλειαν εὐλαβήθητε. τὸ γὰρ ἀλλήλους δάκνειν καὶ κατεσθίειν φθόνῳ τε καὶ ταῖς διαβολαῖς καὶ ταῖς συκοφαντίαις, ἐξ ὧν εἴωθε καὶ ὁ φόνος παρρησιάζεσθαι, πῶς οὐκ ἂν εἴη βδελυκτόν, πῶς δ’ οὐ φευκτόν, πῶς δ’ οὐχὶ καὶ χωρὶς παραινέσεως ἀποτρόπαιον; διὸ δεῖ φυλάττεσθαι μὴ διαπεσεῖν τῆς ἀγάπης· τὸ γὰρ ταύτης ἀπορρυῆναι εἰς μάχας ἐστὶ καὶ στάσεις καὶ ἔριδας καταποθῆναι καὶ κατ’ ἀλλήλων ὁπλίζεσθαι παρασκευάζει, τὰ δὲ τὴν φθορὰν ἡμῶν καὶ ἀπώλειαν συγκατασκευάζει.

Καὶ σκόπει ὅπως τὴν ἀγάπην εὐκαίρως ἐνταῦθα παρενέβαλεν, καίτοι τὴν τῆς περιτομῆς ἀθέτησιν ὁ λόγος αὐτῷ προηγουμένως εἰσηγεῖτο, καὶ ταύτης αὐτῷ τῆς σπουδῆς προκειμένης τὸ τῆς ἀγάπης ἀγαθὸν ὅμως τῇ προθέσει συνδιαπλέκει. διὰ τί; ἵνα μή, πρὸς ἀλλήλους διισταμένων τῶν τὴν περιτομὴν σεμνολόγημα ποιουμένων καὶ οἷς ἡ τοῦ Παύλου παραίνεσις τῆς περιτομῆς ἐγεγόνει κρείττων, στάσεσι καὶ φιλονεικίαις καὶ ἔριδι συγκαταμερίσωσιν ἑαυτούς, δι’ ὧν τὸ ὑπ’ ἀλλήλων δάκνεσθαι καὶ κατεσθίεσθαι θᾶττον συνεπόμενον ὁρᾶται. ὧν τὴν ἀπαλλαγὴν αὐτὸς ἄριστα φιλοσοφῶν παρά γε ἐμοὶ κριτῇ, εἴης καὶ τοὺς πλησιάζοντας συμφιλοσοφεῖν, ὥσπερ τῇ πράξει, οὕτω καὶ τοῖς λόγοις ἐκδιδάσκων.

Πῶς ὁ ἱερὸς χρησμός, ὥσπερ ἐστὶ κρείττων αἰτίας ἁπάσης, οὕτω καὶ ἐπιδειχθείη ταύτης ἀπροσπέλαστος ὃς ‘ἀμὴν ἀμὴν λέγω ὑμῖν’ φησιν, ‘ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς’; εἰ μὲν γάρ τις εὐαγγέλιον αὐτὴν τὴν πρᾶξιν θείη τῆς γυναικός, ἀδολεσχίας οὐ δοκεῖ φεύγειν αἰτίαν· ἂν δὲ τὴν ὅλην συγγραφὴν τῶν συνταξαμένων μαθητῶν τὰ τοῦ διδασκάλου καὶ κοινοῦ σωτῆρος ὑπερφυῆ ἔργα καὶ πολιτεύματα, οὐδὲ τοῦτο νομίζεται σῴζειν τὸ ἀκόλουθον, οὔπω γὰρ ταῦτα τοῖς γράμμασι παρατέθειτο. Τὸ μὲν οὖν σὸν διαπόρημα, δριμύτερον ἐπελθεῖν, τοιοῦτο· οὐδὲν δὲ ἐργῶδες οὐδὲ πολλῆς προσοχῆς δεόμενον τό τε ἀκόλουθον ἐν τοῖς προκειμένοις θείοις συνιδεῖν λογίοις καὶ τὸ πολλῷ καθεστάναι μεῖζον ἢ ἀδολεσχίας εἰσπράττεσθαι πρόφασιν. πρῶτον μὲν γάρ, εἰ καὶ μήπω τὰ εὐαγγέλια συνεγέγραπτο, ἀλλ’ οὖν ἀγράφῳ λόγῳ αἱ θεουργίαι τοῦ Ἰησοῦ πᾶσι περιηγγέλλοντο· εἰ δὲ καὶ πρὸ γενέσεως ἕκαστον αὐτός ἐστιν ὁ σαφῶς εἰδώς, τί κωλύει καλεῖν αὐτὸν εὐαγγέλια ἃ μετ’ οὐ πολὺν χρόνον καὶ τὴν γραφὴν ἔμελλεν ἀναδέξασθαι; ὥστε ποῦ ἂν εὕροι χώραν τὸ ἀσυνάρτητον, ἐν οἷς εἴρηται ‘ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη’;

Εἰ δὲ τὸ εὐαγγέλιον αὐτὴν τὴν εὐσεβοῦσαν πρᾶξίν τις ἐννοήσει τῆς γυναικός, οὐδ’ οὕτως αὐτοῖς οὐδαμῶς ὁ τῆς ἀδολεσχίας προσάψαιτο μῶμος· οὐ γὰρ ἁπλῶς ἔφη ‘ὅπου ἐὰν κηρυχθῇ, λαληθήσεται’, ἀλλ’ ‘ὅπου ἐὰν κηρυχθῇ, εἰς μνημόσυνον αὐτῆς λαληθήσεται’, τοῦτ’ ἔστιν, δόξαν αὐτῆς ἀείμνηστον ἀναστήσει καὶ πανταχοῦ θαυμαζόμενον περιηχήσει τὸ φιλόθεον. τὸ γὰρ μνημόσυνον τὰ ἱερὰ λόγια εἴωθεν παραλαμβάνειν ἐπὶ ἐγκωμίων λαμπρῶν καὶ δόξαν ὑποδηλοῦν ἀνθοῦσαν καὶ τῷ τοῦ χρόνου δρόμῳ συνακμάζουσαν· ὡς τὸ ‘εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος’ καὶ ‘ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ’ ἤχου’, καὶ πολλὰ τοιαῦτα.

Εἰκότως δὲ δόξαν ἐπάγειν τὴν τῆς γυναικὸς ἱερουργίαν προαγορεύει· ἐπεὶ γὰρ ἐκεῖνοι ψόγον καὶ μῶμον ἐπέτριβον τῇ φιλοθέῳ πράξει τῆς σώφρονος πόρνης καὶ δι’ ἐπιτιμήσεως αὐτὴν ἦγον, τούτου χάριν ὁ σωτὴρ τὰ ἄλλα παρεὶς ἃ τῇ προκειμένῃ συνείπετο πράξει, τὸν ἔπαινον ἀντέθηκεν καὶ τὴν δόξαν καὶ τὸ περιώνυμον τῆς ἐργασίας πανταχοῦ διαπλωθῆναι. ἔδει γὰρ οἷς ἐκεῖνοι τὸ σκυθρωπὸν αὐτῇ κατεσκέδαζον ἐπιτιμῶντες καὶ τὴν ψυχὴν συνέχεον, τούτων τοῖς ἐναντίοις παρακαλεῖν καὶ ἀνακτᾶσθαι καὶ τὸ φρόνημα χαῖρον αὐτῇ καὶ ἀγαλλιώμενον ἀποκαθιστάνειν. ἅμα δὲ καὶ τὴν προπέτειαν τῶν αἰτιασαμένων ἀναχαιτίζει, μονονουχὶ ‘τὸ παρ’’ ὑμῶν αἰτίαις ὑποβαλλόμενον ἔργον’ ἀναβοῶν ὁ σωτήριος λόγος ὡς ‘οὐ μόνον ἐστὶν ἀπολελυμένον πάσης αἰτίας, ἀλλὰ καὶ πανταχοῦ κηρυχθήσεται, τῆς ἐκ πορνικῶν βλαστημάτων ἄνθος σωφροσύνης ἀνασχούσης ὡραῖόν τε καὶ ἀμάραντον, καὶ θαυμασίαν τὴν γνώμην ἐπιδείξει καὶ ὑψηλότερον ἢ κατὰ γυναῖκα φρόνημα λαβεῖν, θεὸν ἐπιγνῶναι καὶ θυσίαις θειάσαι, ὃν ἡ ἀνθρωπίνη μορφὴ περιέστελλεν· διὸ καὶ τὰ πέρατα τῆς οἰκουμένης ὀφθήσεται τὸν μακαρισμὸν αὐτῇ δωροφοροῦντα καὶ τὰ ἐγκώμια’.

Τίνα νοῦν ἐστιν ἀκόλουθον καὶ ἀδυσφήμητον ἀνιχνεῦσαι καὶ κατανοῆσαι διὰ τῶν Δαυιτικῶν ῥημάτων τῶν λεγόντων, ‘σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε’; Ἰδιάζουσα μὲν τοῦ διαπορήματος ἐπίλυσις καὶ πρὸς τὴν Δαυιτικὴν σοφίαν καταρρυθμίζουσα τὸ δοκοῦν ἀπεμφαίνειν τῶν ῥημάτων καὶ πρὸς διαφωνίαν ἐπιρρεπέστερον τοιαύτη· οὐκ ἔστιν ἀνταπόδοσις τοῦ ‘σοὶ μόνῳ ἥμαρτον’ τὸ ‘ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου’, εἰ καὶ τὴν τάξιν τοῦ προηγουμένου ἐγγυτέραν ἔλαχεν, ἀποδοθείη δ’ ἂν οἰκειότερόν τε καὶ σοφώτερον εἴ γε τῷ ἀπ’ ἀρχῆς προηγουμένῳ τὴν ἀναφορὰν παραληφθείη παρεχόμενον, οἷον ‘ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε’· τὰ δ’ ἄλλα μεταξυλογίας ἔχοντα χώραν οὐ περικόψει τὸν εἱρμὸν οὔτε τῆς διανοίας οὔτε τῆς συντάξεως. ποῖοι δ’ ἂν εἶεν λόγοι δι’ ὧν ὁ θεὸς ἐλεῶν δικαιοῦται; ἢ ‘λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ὅπως δικαιωθῇς’, καὶ ὅτι ‘μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέφειν αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν;’ καὶ πάλιν ‘οὐ θέλω τὸν τοῦ ἀποθνῄσκοντος θάνατον, ἀλλ’ ἐπιστρέψατε, καὶ ζήσεσθε’.

οὗτοι γὰρ οἱ λόγοι δικαιοῦσι τὸν θεόν, ἔργοις φιλανθρώποις βεβαιοῦντος καὶ συμπαθείας οἰκτιρμοῖς ἐκπληροῦντος αὐτούς.

Εἰ γὰρ καὶ τῆς Δαυιτικῆς ἁμαρτίας καὶ μεταμελείας τῷ χρόνῳ δευτερεύουσιν, ἀλλ’ οὖν τῆς ἐν τῷ Δαυὶδ προφητικῆς οὐ δευτερεύουσι γνώσεως· ἐπεὶ καὶ αὐτὸς ὁ ψαλμὸς οὐκ ἔλαττον τὴν τοῦ Δαυὶδ στηλογραφεῖ μετάνοιαν καὶ ἐξομολόγησιν καὶ τὸν ἐπὶ τοῖς παραπτώμασιν ἔλεον ἢ τὴν ὑστέροις χρόνοις αἰχμαλωσίαν τοῦ Ἰσραὴλ προαγγέλλει, καὶ ἐλέους ἀξιωθῆναι τούτους καὶ φιλανθρωπίας ἐν διατυπώσει τε καὶ σχηματισμῷ δεομένου προθεσπίζει, ἀκουτισθήσεσθαί τε ἀγαλλίασιν καὶ εὐφροσύνην προφητικῇ χρησμολογεῖ διαγνώσει ἀγαλλιάσεσθαί τε ὀστέα τεταπεινωμένα καὶ πνεύματι ἡγεμονικῷ στηριχθῆναι καὶ ἀγαθυνθῆναι θείᾳ εὐδοκίᾳ τὴν Σιὼν ἀνοικοδομηθῆναί τε τὰ πεπορθημένα τείχη καὶ κατηρειπωμένα τῆς Ἱερουσαλήμ. τῶν Δαυιτικῶν τοίνυν ῥημάτων ἀντὶ τοῦ σχηματίζεσθαι τῷ ὑπερβεβηκότι τῶν τρόπων ἐπ’ εὐθείας ἀλλήλοις συναπτομένων, οὐδὲν ὡς εἴρηται στασιάζον πρὸς τὴν ὀρθότητα καὶ σύνεσιν τῶν προφητικῶν λογίων ἀπαντᾷ· ἐκκαλοῦνται γὰρ τὸ ἄνωθεν ἔλεος καὶ τὴν εὐμένειαν, δι’ ὧν μᾶλλον ἡ δικαιοσύνη διαλάμπει τοῦ θεοῦ καὶ ἡ ἀλήθεια. οὕτω μὲν οὖν ῥᾷόν ἐστι καὶ ἀταλαίπωρον συνορᾶν ὅπως τε τὸ ἀμφισβητούμενον διὰ τῆς συγγενοῦς ἱερολογίας ἀνεκαθάρθη καὶ τὴν προφητικὴν θεοσοφίαν καὶ ἀρετὴν οὐκ ἐνόθευσεν οὐδέ τινα λογισμοῖς ἐμβάλλει δισταγμὸν καὶ τῆς θεοπρεποῦς ἀλλότριον ὑπολήψεως.

Ἐπεὶ δὲ τὸ μὲν Δαυιτικὸν ῥητὸν ἰδιάζοντα τὸν καταρτισμὸν εὑρίσκει καὶ τὴν εὐμάρειαν, εἰσὶ δὲ καὶ ἄλλα πολλὰ τῶν λογίων τὴν αὐτὴν μὲν ζήτησιν ἀναδεχόμενα, οὐ διὰ τῆς αὐτῆς δὲ μεθόδου ἐπιλυόμενα, ἄμεινον ἐπὶ τὴν καθολικώτερον ταῦτα θεωροῦσαν καὶ διευθετίζουσαν ἀναδραμεῖν θεωρίαν κἀκεῖθεν ἀπὸ τῆς κοινῆς πάντων διακρίσεως τὴν ἀκόλουθον καὶ ἱεροπρεπῆ διάνοιαν ὡς οἷόν τέ ἐστιν ἐμφανῆ καταστῆσαι. ἔστι δ’ οὖν ἃ τὸν αὐτὸν σχηματισμὸν ὑποβάλλεται τῆς συνθέσεως καὶ πρὸς τὴν αὐτὴν τοῦ λόγου δεῖται φυσικὴν ἀναπλωθῆναι καὶ ἀσχημάτιστον ἰδιότητα, ὡς ἐκ πολλῶν ὀλίγα παραθεῖναι, ταῦτα. ‘ἀποστελῶ τὴν χεῖρά μου πατάξαι σε καὶ τὸν λαόν σου, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς’, πρὸς τὸν Φαραὼ λέγει διὰ Μωσέως κύριος, ‘καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ’· καὶ πάλιν, ‘ἐγὼ ἐβάρυνα τὴν καρδίαν αὐτοῦ καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἐπέλθῃ τὰ σημεῖά μου ἐπ’ αὐτούς, ὅπως διηγήσηται τὰ σημεῖά μου εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν’· εἶτα καὶ ‘οὐκ εἰσακούσεται ὑμῶν Φαραώ, ἵνα πληθύνω τὰ σημεῖά μου καὶ τὰ τέρατά μου ἐν τῇ γῇ αὐτῶν’.

τούτων γὰρ ἕκαστον καὶ ὅσα ἄλλα διὰ τῶν ὁμοίων προάγεται φωνῶν, κατὰ τὸν αἰτιολογικὸν ἀποδιδόμενα τῆς φράσεως σχηματισμόν, ἰδιώματι μὲν ἀπαγγέλλεται τῆς ἱερᾶς ἡμῶν γραφῆς, πρὸς τὸ φυσικὸν δὲ τοῦ λόγου μεταλαμβανόμενα εἶδος τὸ εὐσεβὲς ἀναπτύσσει καὶ πρὸς τὸ τῆς θεοσοφίας ἡμῶν συγγενὲς καταρτίζεται φρόνημα. καὶ γὰρ ἔθει κρατύνεται παλαιῷ τὰ πάντως ἀποβησόμενα καὶ μὴ οἷά τε ὄντα τῷ ἀτελεῖ τῆς ἐκβάσεως περικόπτεσθαι πολλάκις ἐν τούτῳ περιαγγέλλειν τῷ σχήματι, ἐπεὶ καὶ ὅσα τὴν φράσιν αἰτιολογουμένην ἔλαχεν, τὴν τάξιν ἐπέχει τῶν ὁμολογουμένην ἐχόντων τὴν ὕπαρξιν.

Ἀλλὰ γὰρ τὸ μὲν ἰδίωμα τοιοῦτον τῆς γραφῆς· οἷον, ἠπείθει Φαραὼ καὶ ἐσκληρύνετο, αἱ παράδοξοι πληγαὶ καὶ μάστιγες εἰσπραττόμεναι τῆς ἀπειθείας αὐτὸν καὶ σκληρότητος εἵποντο, ταῦτα δὲ τὸ περιβόητον εἶχε καὶ ἀνὰ πᾶσαν τὴν γῆν ἐφοίτα τὴν τοῦ θεοῦ δυναστείαν περιηχούμενα καὶ θαυμάζειν καὶ ὑπερεκπλήττεσθαι τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ παρασκευάζοντα. τοῦτο οὖν τὸ πάντως ἐκ τῆς ἐκείνου σκληρότητος ἐκβησόμενον εἰς αἰτιολογικὸν εἶδος ἡ γραφὴ σχηματίσασα προενήνοχε, προκηρύττουσα τῷ τρόπῳ τὸ τῆς ἐκβάσεως ἀμετάθετον· καὶ γὰρ ὡς ἐπὶ πᾶν καὶ τὰ αἰτιολογούμενα τῷ ἀπαραβάτῳ τῆς προόδου εἰδοποιεῖσθαι θέλει καὶ ἑρμηνεύεσθαι. κολάζεται τοίνυν Φαραώ, οὐχ ἵνα δοξασθῇ ὁ θεός, εἰ καὶ τῆς φωνῆς καὶ τῆς συνθέσεως τὸ σχῆμα τοιαύτην φαντασίαν ὑπέρχεται, ἀλλ’ ὅτι ἠπείθει καὶ τῆς ἀπειθείας αὐτὸν ἔδει τὰς δίκας εἰσπράττεσθαι· αἱ δέ, κἂν μὴ πρὸς τοῦτο ἑώρων αἱ τιμωρίαι, μηδὲ πρὸς τὸ γενέσθαι αὐτὸν τῆς ἀπειθείας ἀνδράποδον, ἀλλ’ οὖν ἐπείπερ κατὰ πόδας ἠκολούθησαν τὸν ἀλιτήριον τιμωρούμεναι, ταύταις δὲ ταῖς τῶν μαστίγων καὶ πληγῶν παραδόξοις θεοσημείαις ὡς εἴρηται ἡ ἰσχὺς καὶ δόξα τοῦ θεοῦ συνηυξήθη καὶ συνανεβλάστανεν, οὐκ ἀπεικότως ἡ κατὰ τὴν αἰτιολογίαν τῷ διηγήματι μορφὴ καὶ ἰδέα περιτίθεται, τὸ ἐκβησόμενον πάντως καὶ πρὸ τοῦ ἐκβεβηκέναι διαμαρτυρομένης καὶ ἀπαγγελλούσης τῆς τῶν λογίων προγνώσεως.

Διὰ τῆς αὐτῆς δ’ ἂν ἐφόδου καὶ τῶν Δαυιτικῶν ῥημάτων ἃ πρότερον ἰδιαζούσης ἔτυχεν σαφηνείας καὶ καταστάσεως, εἰς τὴν ἴσην καὶ ὁμοίαν τοῖς εἰρημένοις ἀπαρτισθείη τελειότητα. ἥμαρτεν ὁ Δαυίδ, καὶ τῶν ἁμαρτημάτων τὰ μέγιστα, οὐχ ἵνα θεὸς δικαιωθῇ (οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδενὸς ἁμαρτία θεῷ δικαιοσύνην περιάπτουσα), ἀλλ’ ἐπείπερ ἥμαρτεν μέν, οὐκ ηὔξησε δὲ οὔτε τῇ πωρώσει οὔτε τῇ ἀπογνώσει τὴν ἁμαρτίαν, καταφεύγει δὲ μᾶλλον πρὸς τὴν μετάνοιαν καὶ τὰ δάκρυα, ἑαυτὸν σπουδάζων ἀποπλύνειν τοῦ ἁμαρτήματος, δίδωσι δὲ θεὸς τὴν συγγνώμην ἐν τῇ φιλανθρωπίᾳ, τὸ οἰκεῖον δίκαιον καὶ μεῖζον ἢ κατὰ ἀνθρωπίνην διάνοιαν λαμπρὸν ἅπασιν ἐπιδεικνὺς καὶ περίβλεπτον, διὰ τοῦτο εἰπὼν ὁ Δαυὶδ ‘σοὶ μόνῳ ἥμαρτον, ὅπως ἂν δικαιωθῇ’, ἐπισυνῆψεν ‘ἐν τοῖς λόγοις σου’, τὴν μὲν ἀνομίαν τῆς μετανοίας διαδεξαμένης, τὴν μετάνοιαν δὲ τῆς ὑπὲρ λόγον φιλανθρωπίας, ἐν δὲ τῇ φιλανθρωπίᾳ τοῦ ἐν τοῖς λόγοις ἐξαστράπτοντος δικαίου καὶ πάσης συμπαθείας καὶ ἀγαθότητος ἀφιέντος ἀκτῖνας. καὶ λόγοι ἂν νοηθεῖεν ἐνταῦθα τοῦ θεοῦ, τῇ ἀνθρωπίνῃ συγκαταβαίνοντος ἀσθενείᾳ καὶ εἰς λόγους καὶ κρίσιν καθισταμένου· καὶ γάρ φησιν, ‘δεῦτε καὶ διελεγχθῶμεν, λέγει κύριος’.

Ἀντεξετάσεως δὲ συνισταμένης ὧν δωρεῶν ἀπήλαυσε καὶ εὐεργεσιῶν ὁ Δαυὶδ πρὸς ἃς κατωλίσθησεν ἀθέσμους πράξεις—ἀπὸ γλώττης καλαμίνης καὶ αὐλεῖν ἀλόγοις τέχνην ποιουμένης, γλῶσσα τοῦ πνεύματος καὶ τῆς ὑπὲρ λόγον σοφίας καὶ γνώσεως ὄργανον· ἐκ μειρακίου μυκτηριζομένου, στρατηγὸς αὐτοσχέδιος τοῦ πολέμου καὶ τῆς ὅλης παρατάξεως, καὶ μόνος καὶ χωρὶς βελῶν καὶ ὅπλων καὶ τῆς ἄλλης παρασκευῆς καὶ ἐμπειρίας τοῦ ἀγωνίσματος τροπαιοφορῶν τὴν νίκην καὶ τὴν τῶν ἐχθρῶν ἀναδούμενος ἐπικράτειαν· ἐξ ὑπαίθρου ταλαιπωρίας, διωρόφων καὶ τριωρόφων οἴκων λαμπρότητες καὶ λαμπρότεραι διαγωγαὶ καὶ ὑπωρόφιος καὶ τρυφῶσα δίαιτα καὶ πολλῶν πόλεων ὁ κωμήτης κύριος· ἀντὶ ποιμενικοῦ καδίσκου καὶ πήρας, σκῆπτρον ἐν τῇ χειρὶ καὶ περὶ τὴν κεφαλὴν στρόφιον βασιλείας· ἐξ ἀγέλης βοσκημάτων καὶ σύριγγος καὶ τῷ ἤχῳ κατακηλοῦντος αὐτῶν τὰ ὦτα, χρησμολόγος τῶν ὑπὲρ λόγον ἔργων καὶ προφητείας βρύων χαρίσματα· ἐξ αὐλῶν νομίων καὶ θεραπείας θρεμμάτων καὶ σκυτάλης ἀνεχούσης κόπῳ τὸ σωμάτιον βαρυνόμενον, θρόνος βασίλειος καὶ πορφύρα καὶ δορυφόροι καὶ στέφανος· συνελόντι φάναι, ἐξ ἰδιώτου προφήτης καὶ βασιλεὺς ἐκ φυγάδος καὶ τὸ κατ’ ἐχθρῶν κράτος συγκληρωσάμενος ἄμαχον—τὰ μὲν οὖν θεῖα περὶ τὸν Δαυὶδ ταῦτα, καὶ πολλῷ πλείονα τὰ λειπόμενα.

τὰ δὲ τῆς ἐμῆς ἀσθενείας καὶ τοῦ Δαυίδ· γυναικὸς ἡττᾶτο, τοῦ πολέμου λαβὼν ἐπίκουρον ἔρωτα· μοιχεία καὶ φόνος κατὰ τοῦ μεγέθους ἐχόρευον τῶν εὐεργεσιῶν· ὕβριζεν ἡ σὰρξ τὸ πνεῦμα, καὶ ἐπιθυμία ἄθεσμος τοῖς τῶν δωρεῶν χαρίσμασιν ἐπεκώμαζεν· καὶ πόσα τοιαῦτα; ὁ προφήτης καὶ βασιλεὺς κάπηλος, οὐκ οἶνον ὕδατι κεραννύς, ἀλλὰ τὰς ὑπὲρ λόγον δωρεὰς καταμιγνὺς καὶ κιβδηλεύων τοῖς τῆς σαρκὸς πάθεσι καὶ σκιρτήμασιν. ἐν τούτοις καὶ τοῖς τοιούτοις λόγοις ὁ θεὸς κρινόμενός τε καὶ δικαιολογούμενος πρὸς τὸν Δαυίδ, ἆρ’ ἐστὶν εἰπεῖν εἰς ὅσον τῷ δικαίῳ ὑπερέβαλεν καὶ τῆς αὐτοῦ παρέστησεν ἀγαθότητος τὸ ἀνυπέρβλητον, μάλιστα δὲ μηδὲ τιμωρίαις ὑπάγων τὸν ἀντὶ τοσούτων ἀγαθῶν κακοῖς ἀμειψάμενον; ὑπετέμνετο γὰρ ἂν οὕτω τὸ ἄφατον ἔλεος τοῦ θεοῦ καὶ τὸ ἐν αὐτῷ λαμπρὸν καὶ οὐκ ἔχον ἀπαγγέλλειν λόγον τὸ μέγεθος· τιμωρίᾳ γὰρ καὶ κολάσει ὁ ἠδικηκὼς ζημιούμενος τὰ πολλὰ τῶν ὀφλημάτων ἄγει πρὸς διάλυσιν.

Τὰ τοίνυν Δαυιτικὰ τῆς μετανοίας καὶ ἐξομολογήσεως ῥήματα καὶ τῶν παραπλησίων ἕκαστον ἡ τῶν ἱερῶν λογίων συνήθεια, τὸ πάντως ἀποβησόμενον προμηνύουσα, αἰτιολογικῶς ἀπαγγέλλει, καὶ διατυποῦσα τῷ σχήματι τὸ συγγενὲς τοῦ ἀκωλύτως ἐκβησομένου παρίστησιν. ὁ τοίνυν τῷ τῶν λογίων ἔθει καὶ τῷ κανόνι τὴν διάνοιαν εὐθυνόμενος, ἐπειδὰν εἰς ὁμιλίαν καταστῇ τῇ αἰτιολόγῳ τροπολογίᾳ κατεσχηματισμένου τινὸς προβλήματος, δῆλον ὡς οὐδένα θόρυβον οὐδὲ ταραχὴν οὐδ’ ἀπορίαν τινὰ τοὺς λογισμοὺς συνέχουσαν ὑποστήσεται, ἀλλὰ τῷ λόγῳ περιελὼν τοῦ σχήματος τὴν ἐπίνοιαν καθαρῶς τὸ ἐκβησόμενον ὄψεται, οὗπερ καὶ εἰς δήλωσιν ὁ σχηματισμὸς παρελαμβάνετο.

Διὰ τί τῶν τοῦ σωτῆρος βαπτιζόντων μαθητῶν ἔτι ἐβάπτιζεν ὁ Ἰωάννης; Διότι τὴν αὐτὴν γνώμην μέχρι τῆς σφαγῆς ἀπαράτρεπτον συνετήρει, δι’ ἣν καὶ κατ’ ἀρχὰς ὑπηρέτης ὤφθη τοῦ βαπτίσματος· καὶ τότε μὲν γὰρ ἐβάπτιζεν ἵνα κηρύττῃ τῶν προσιόντων τῷ πλήθει τὸν κοινὸν σωτῆρα τοῦ γένους, καὶ ὕστερον δὲ ἵνα μὴ τὸν τόνον ὑποχαλῶν ἐλεγχθείη τῆς τοιαύτης θεοφιλοῦς μαρτυρίας καὶ ἁγιοπρεποῦς προαιρέσεως. ἐβάπτιζον οὖν οἱ μαθηταὶ τοῦ σωτῆρος τὸν λυτρωτὴν τοῦ γένους κηρύττοντες, ἐβάπτιζεν δὲ καὶ Ἰωάννης, ἀπαρχὴ μὲν καὶ παράδειγμα τῆς ἐκείνων ἱερᾶς ἐργασίας γενόμενος, συνεφαπτόμενος δὲ τούτοις ἀγωνιζομένοις καὶ συνεργὸς τῆς σωτηρίου ταύτης καὶ προκαθαρσίου καθιστάμενος πράξεως. καὶ γὰρ ἀνακέκραγε βαπτίζων, τὴν Ἰησοῦ πᾶσι θεότητα διαμαρτυρόμενος· τοῦτο γὰρ ὁ ἐπουράνιος αὐτῷ νυμφίος ἐβούλετο καὶ κατασκευάζειν ἐσπουδάζετο, καὶ ὁ καθ’ ὑπερβολὴν μείζων ἁπάντων, καὶ ὁ ἀπὸ θεοῦ ἀπεσταλμένος, καὶ ὁ θεοῦ ῥήματα λαλῶν, καὶ ὁ λαβὼν καὶ ἔχων τὸ πνεῦμα οὐ μέτρῳ δωρεᾶς καὶ ἐνεργείας μεθέξει, ὥσπερ ἅπαντες οἱ προφῆται, ἀλλὰ συγγενείας δικαίῳ καὶ ὑπερουσίου ὁμοουσιότητος ἀξιώματι.

Τὸ μέντοι βάπτισμα τοῦ Ἰωάννου καὶ τῶν μαθητῶν τοῦ σωτῆρος οὐδενὶ διαφόρῳ πλὴν τῆς τῶν προσώπων ἐναλλαγῆς διεστέλλετο· καὶ γὰρ παρεσκεύαζε μὲν ἑκάτερον αὐτῶν τοὺς βαπτιζομένους ἐπιτηδείους ἔσεσθαι τὸ διὰ πυρὸς καὶ πνεύματος τελεσθησόμενον δέξασθαι βάπτισμα, οὐδέτερον δὲ αὐτῶν παρεῖχεν τὴν τοῦ πνεύματος χάριν καὶ ἐνέργειαν οὐδὲ τὴν παντελῆ τῶν ἁμαρτημάτων ἄφεσιν· ἡ τοιαύτη γὰρ ὑπὲρ λόγον δωρεὰ μετὰ τὴν διανομὴν τῶν πυρίνων γλωσσῶν καὶ τὴν δι’ αὐτῶν τοῦ παναγίου πνεύματος παρουσίαν τοῖς βαπτιζομένοις ἐχαρίζετο.

Τίνος ἕνεκα ὁ Μωσῆς κατὰ τὴν Γένεσιν γενεαλογῶν τὰς ἡγεμονίας Ἡσαῦ τῶν μὲν ἄλλων ἁπλῶς ψιλὰ διέρχεται τὰ ὀνόματα, ἐπὶ δὲ τὸν Αἰνὰν ἐλθών φησιν, ‘οὗτός ἐστιν ὃς εὗρεν τὸν Αἰμὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ’; τί οὖν ἐστιν ὃ εὗρεν, καὶ τίνος ἕνεκα μνήμης ἀξιοῦται; Ἡ Σύρα φωνὴ τὸν Ἰαμίν, ἢ ὡς ἔνιοι τὸν Ἐλμεΐν, πηγὴν ἐθέλει καλεῖν· αἱ πηγαὶ δὲ καὶ τὰ φρέατα περισπούδαστον ὑπῆρχον κτῆμα τοῖς ἐξ Ἀβραάμ. ποιμένες γὰρ ὄντες καὶ τὸν βίον ὅλον ποιούμενοι ἐκ τῆς τῶν προβάτων πολυπληθείας τε καὶ εὐθηνείας, πολὺν λόγον εἶχον τῶν πηγῶν καὶ φρεάτων, ἅτε δὴ τῆς τροφῆς οὐ πολὺ ἔλαττον οὐδὲ τοῦ πόματος καταπιαίνοντος καὶ διατιθέντος ἐπὶ τὸ ἄμεινον τὰ βοσκήματα.

Οὕτω δὴ φαίνεται καὶ ὁ Ἀβραὰμ τῆς ἄλλης ἀπολαύσας παρὰ τοῦ Ἀβιμέλεχ θεραπείας, οὐκ ἀγνωμοσύνην ἡγούμενος διελέγχειν αὐτὸν περὶ τῆς ἀφαιρέσεως ὧν αὐτὸς ἀνωρύξατο φρεάτων, οὐδ’ ἐκεῖνος τὸν ἔλεγχον μυκτηρίζει, ἀγνοεῖν δὲ τὴν πρᾶξιν παρὰ τῶν αὐτοῦ θεραπόντων τολμηθεῖσαν ὑποκρίνεται· καὶ σπουδάζει ὁ Ἀβραὰμ διὰ τῶν ἑπτὰ ἀμνάδων τὴν τοῦ Ἀβιμέλεχ ὁμολογίαν ὡς εἴη τὸ φρέαρ ἔργον καὶ πόνος τοῦ Ἀβραὰμ βεβαιώσασθαι, καὶ ὅρκος καὶ συνθῆκαι προβαίνουσι, καὶ ἡ πηγὴ λαμβάνει τὴν ἐπωνυμίαν ἀπὸ τῆς πράξεως, φρέαρ ὁρκισμοῦ ἐπονομασθεῖσα. καὶ οἱ Φυλιστιεὶμ δὲ χρόνῳ ὕστερον, τῆς ἰδίας χώρας, ἐν ᾗ παρῴκει ὁ Ἰσαὰκ φεύγων τὸν ἐν τῇ πατρίδι λιμόν, ἀπελάσαι φθόνῳ μελετήσαντες, ἐμφράττουσι τὰ φρέατα τοῦ πατρὸς αὐτοῦ, τοὺς ποιμένας εἰδότες μὴ δύνασθαι ζῆν τῆς τῶν φρεάτων ἀποστερουμένους χρήσεως. καὶ Μωσῆς, ὅτι τοὺς χειρῶν ἀδίκων ἄρξαντας ποιμένας ἀπωσάμενος παρέσχε ταῖς θυγατράσι τοῦ Ἰοθὸρ θᾶττον ἢ κατὰ τὰς ἄλλας ἡμέρας ποτίσαι τὰ θρέμματα, τῷ πατρὶ κηδεύει καὶ κύριος οἰκίας ἀντὶ προσηλύτου γίνεται· καὶ μυρία ἄλλα ἐστὶ λαβεῖν δι’ ὧν περισπούδαστον καὶ μέγα κτῆμα τοῖς ἐξ Ἀβραὰμ τὰ φρέατα ἐνομίζετο. ὃ δὴ καὶ ἀταλαιπώρως εὑρὼν ὁ Αἰνὰν ἢ ὁ Ὠνᾶν (δι’ ἑκατέρας γὰρ φωνῆς ὀνομάζεται) ἱστορίας παρέσχεν ὑπόθεσιν τῷ θεόπτῃ Μωσεῖ κατά γε τὴν κοσμογένειαν καὶ τὴν τοῦ Ἡσαῦ φυλὴν γενεαλογήσαντι.

Τί δηλοῖ τὸ ἐν τῷ Δευτερονομίῳ γεγραμμένον, ‘ἐὰν δὲ οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσῃς στεφάνην τῷ δωματίῳ σου, καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου’; Εἴρηται μὲν τοῖς πρὸ ἡμῶν περὶ ταύτης τῆς ῥήσεως οὔτε τῆς σαφηνείας οὐδὲν οὔτε τῆς ὀρθότητος ἐνδεέστερον· πλὴν ἐπείπερ σοι φίλον καὶ ἃ ῥᾴδιόν ἐστι παρ’ ἑτέρων μαθεῖν, ταῦτα παρ’ ἡμῶν ἀκούειν, συνᾴδοντες καὶ ἡμεῖς ἐκείνοις, καὶ μάλιστα οἷς τι τῶν ἄλλων ἐπὶ τὸ ἄμεινον τεθεώρηται, καὶ σύμφωνον ποιούμενοι τὴν ἀνάπτυξιν, πρῶτον μὲν εἰδέναι φαμὲν δεῖν ὡς ὁ ‘καὶ’ πολλάκις σύνδεσμος, ὥσπερ καὶ ἄλλαι πολλαὶ τῶν λέξεων, παρὰ τοῖς Μωσαϊκοῖς διατάγμασι παρέλκοντος ἐπέχει χώραν· διὸ καὶ πρὸς τὸ εὐθύτερον ἀναγνωσθείη ἂν τὸ ῥητόν, τοῦ κατὰ τὴν ἀρχὴν συνδέσμου περιαιρεθέντος.

Διπλαῖς δὲ διανοίαις ἡ ἑρμηνεία μερίζεται· ἡ μὲν γὰρ πρὸς τὸ γράμμα καταβαίνει καὶ διὰ τῶν αἰσθητῶν ἀπευθύνεται, ἡ δὲ πρὸς θεωρίαν ἐθέλει μᾶλλον ἀνάγεσθαι. ἡ μὲν οὖν τὴν πρόοδον δι’ ὧν ἡ λέξις μᾶλλον καὶ ἡ αἴσθησις ἐπικρατεῖ ποιουμένη, ὧδέ πῃ τὸ δηλούμενον ἀναπτύσσει. οἰκίαν γάρ σοι, φησί, προθεμένῳ σκοπὸν ἀνοικοδομῆσαι καὶ τάφρον ὡς εἰκὸς κρηπιδῶσαι καὶ καταβαλεῖν τὰ θεμέλια ἀνορυξαμένῳ, οὐ χρὴ καταλιπεῖν τὰ βοθρεύματα πρὶν εἰς τέλος ἀγαγεῖν τὸ ἔργον χωρὶς τῆς ἁρμοζούσης περιβολῆς καὶ ἀσφαλείας, ἵνα μὴ τῷ τὴν σὴν ἀγνοήσαντι πρᾶξιν αἴτιος ἀναφανῇς φόνου, τοῦ μὲν ἐμπεσόντος τῷ βοθύνῳ ἅτε μηδὲν τῶν καινουργηθέντων προειδότος, σοῦ δὲ μηδεμίαν ἐπιμέλειαν περὶ τοῦ μηδὲν συμβῆναι τοιοῦτον εἰσηγησαμένου. καὶ γὰρ καὶ πολλὰ τῶν ἀλόγων οὐδὲν ἀπεικὸς παρεμπίπτειν τῷ βοθύνῳ καὶ ἀπόλλυσθαι· ἀλλά γε καὶ τῶν ἀνθρώπων ἐνίους, οὓς ἡ προτέρα τῶν χωρίων θέσις καὶ τὸ ἔθος τῆς διόδου καὶ ὁ βραχὺς μετὰ τὴν καινοτομίαν χρόνος, ἐπισκιάζοντα τὰ νεοχμωθέντα καὶ μηδὲν καινὸν μηδὲ πρόσφατον βλάβην φέρον ὑφορᾶσθαι συνεξαπατῶντα, ὄλεθρον εὑρεῖν ἀντὶ τῆς προκειμένης χρείας συνώθησεν.

δεῖ δ’ οὖν διὰ ταῦτα πάντα μηδεμίαν παραλιμπάνειν ἐφ’ οἷς πράττομεν ἀσφάλειαν δι’ ἧς τὸ ὁμογενὲς καὶ ὁμόφυλον πάσης βλάβης καὶ ζημίας ἀπείρατον συντηρήσομεν· ἔκθεσμον γὰρ καὶ ὠμότητος, ἐφ’ οἷς ἡμεῖς τὰς ὠφελείας δρεπόμεθα, τοὺς ὁμογενεῖς καὶ ὁμοφύλους περιορᾶν τὰ τῶν ἀλγεινῶν καὶ παθημάτων ὑφίστασθαι ἔσχατα. τῆς μέντοι χρεωστουμένης προνοίας κἀνταῦθα γινομένης καὶ περιελθούσης δι’ ἐπιμελείας τὰ ὀρύγματα καὶ μηδὲν τῶν παραπορευομένων τοῖς βοθύνοις ὑποφερομένων, οὐκ ἔσται φόνος οὐδεὶς ἐν τῇ νεουργουμένῃ οἰκίᾳ· καὶ ἡ περὶ τὸν βόθρον ἐπινοηθεῖσα περιβολὴ καὶ στεφάνη καὶ φόνου καθαρὰν τὴν οἰκίαν ἀπέφηνεν καὶ τὴν τοῦ πλησίον πρόνοιαν λαμπρῶς πᾶσιν ἐμφανίζουσα πολλῶν καὶ καλῶν ἐπαίνων πρόξενος τῷ προνοησαμένῳ γίνεται καὶ τῆς τοιαύτης κηδεμονίας τὴν ἀπόλαυσιν ἐν ὁμοίοις ἔργοις καὶ συγκυρήμασι τῷ προκαταβαλόντι ταύτην ἀπεθησαύρισεν καὶ τό γε θεοφιλέστατον τῆς νομοθεσίας ἐβεβαίωσε τό τε δυνατὸν καὶ σωτήριον καὶ αἰδέσιμον. ἀλλὰ κατὰ μὲν τὸ αἰσθητὸν τοιαύτην ἐστὶ λαβεῖν καὶ τὴν τοῦ προκειμένου λόγου εὐκρίνειαν.

Ἡ δὲ πρὸς θεωρίαν μᾶλλον τὸν νοῦν ἀναφέρουσα τοιαῦτα ἂν εἴη καὶ βουλομένη καὶ τῇ παραινέσει τὴν πρᾶξιν συσφίγγουσα. οἱ φιλοσοφίᾳ καινοτέρᾳ καὶ τῶν πολλῶν ὑπερανῳκισμένῃ χρώμενοι καὶ τὸν βίον ἐξῃρημένον τῆς δημώδους πολιτείας ἐπιτηδεύοντες, οὐκ ὀφείλουσιν οὗτοι καινὸν μὲν τὸν θεμέλιον πηγνύναι, καινὴν δὲ κατασκευάζειν ἐπιχειρεῖν τὴν οἰκίαν καὶ μηδὲν πρὸς τὸ πλῆθος συμφερομένην μήτε τῆς ἐθίμου διαγωγῆς πρὸς τὰ ἴχνη καταπίπτουσαν, ἐν αὐτοῖς δὲ μέσοις τοῖς ἔργοις γενόμενοι τὸν τόνον τῶν ἀγωνισμάτων ὑποχαλᾶν καὶ τῇ ῥᾳστώνῃ τῶν ὁμοίων πόνων σαθρὸν καὶ εὐδιάπτωτον τὸ καλῶς ἀρξάμενον οἰκοδομεῖσθαι φιλοτέχνημα, καὶ τὴν οἰκίαν, δι’ ἧς ἐνῆν καὶ καταρρηγνυμένους ὄμβρους, τὰς τῶν πειρασμῶν νιφάδας, στερρῶς ἀποκρούεσθαι, καὶ φλογίζουσαν ἀκτῖνα, ἤτοι τῶν παθῶν ἀποστέγειν τε καὶ ἀναστέλλειν τὴν πύρωσιν—ταύτην δὴ τὴν οἰκίαν οὕτω μὲν λαμπρῶς ἀρξαμένην οἰκοδομεῖσθαι, οὕτω δὲ πρὸς θαῦμα γλυκὺ προϊοῦσαν, οὐ χρὴ ῥαθυμίᾳ γνώμης ὕστερον ἐᾶν εἰς γέλωτα καταπίπτειν καὶ τὸ σκυθρωπὸν καὶ περιυβρισμένον τῆς πρὶν εὐκλείας ἀνταλλάττεσθαι· ἀλλὰ δεῖ ταύτην καινῶς ἀρξαμένην οἰκοδομεῖσθαι ἐν τοῖς ὁμοίοις συντηρεῖν κατορθώμασιν, καὶ στεφάνην τῷ τερπνῷ τούτῳ καὶ περικαλλεῖ δωματίῳ περιθεῖναι, τοῦτ’ ἔστι μέχρι τέλους τὴν πρὸς τοὺς στεφάνους ἄγουσαν ἀκρίβειάν τε καὶ ἐπιμέλειαν ἐπιτηδεύειν.

τῶν γὰρ νομίμως καὶ τῶν μέχρι τέλους ἀθλούντων οἱ στέφανοι· ‘οὐδεὶς’ γάρ φησι τῆς ἐκκλησίας ὁ κῆρυξ ‘στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ’. οἶδεν δὲ καὶ καινὴν κτίσιν τὴν κατὰ Χριστὸν προκοπὴν καὶ τελείωσιν ὁ τοῖς αὐτοῦ καινοῖς πολιτεύμασιν τὴν καινὴν διαθήκην καινοτέραν ἀεὶ συντηρήσας· ‘εἴ τις’ γάρ φησιν ‘ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεσθε’, τοῦτ’ ἔστι διὰ πάντων ἐν τῇ σοφῶς τε καὶ ὑπὲρ λόγον οἰκονομηθείσῃ καινότητι διατηρεῖσθε καινιζόμενοι, μηδὲν παλαιὸν μηδὲ σαθρότητος νόσον ἐπιφέροντες. εἰ γὰρ μὴ ἐπιτεθείη στεφάνη τῷ καινιζομένῳ δωματίῳ, τοῖς κατορθώμασι, τοῦτ’ ἔστιν εἰ μὴ μέχρι τέλους τοὺς νεανικοὺς καὶ καινοὺς καὶ καλοὺς ἀγῶνας τοὺς προξένους ἡμῖν τῶν στεφάνων συντηρήσωμεν, φόνος καὶ φόνων ὁ χαλεπώτατος ἐν τῇ ἡμῶν οἰκίᾳ γενήσεται, περιρραγέντος μὲν τῇ σαθρότητι τοῦ οἰκοδομήματος, συγκατενεγκόντος δὲ καὶ συγκατορύξαντος καὶ τὸν ἀπ’ ἀρχῆς τὴν καινότητα τῆς οἰκοδομῆς, ὡς εἴθε μὴ ὤφελεν, εἰς μάτην φιλοτιμησάμενον.

τῷ γὰρ οὕτως ἀθλίως περιενεχθέντι καὶ μετὰ τοσούτους πόνους καὶ ἱδρῶτας ὥσπερ ἐκ μεταμελείας ἐνυβρίσαι τὰ φθάσαντα καὶ παθῶν ἀνδράποδον γενέσθαι καὶ τοῦ ἐχθροῦ θήραμα οὐδὲν ἂν εἴη χεῖρον μηδὲ τὴν ἀρχὴν ἑλέσθαι τὴν καινότητα τοῦ πολιτεύματος ἢ προελόμενον μὴ διενεγκεῖν μέχρι τέλους, ἀλλ’ ἀνθελέσθαι τῶν σπουδαζομένων τὰ ἀπευκταῖα καὶ οἷς ἂν ἕξουσιν οἱ μισοῦντες ἐντρυφᾶν τῇ χλεύῃ καὶ τοῖς ὀνειδίσμασιν.

Οὐδὲ τὸν θεσπέσιον δὲ παρασιωπῆσαι Κύριλλον ὅσιον.

Τί δήποτε, τοῦ νόμου κωλύοντος ἅπτεσθαι λεπροῦ, εἰ δὲ μή, ἀκάθαρτον εἶναι ἕως ἑσπέρας, ἐν τῷ θεραπεύειν τὸν λεπρὸν ὁ σωτὴρ ἅπτεται αὐτοῦ, καίτοι λόγῳ θεραπεύειν δυνατὸς ὤν; Πρῶτον μὲν ἐκεῖνο προσῆκεν εἰδέναι, ὡς ἐξ ὧν ὁ σωτὴρ νῦν μὲν τὸν νόμον ἔκρινεν φυλάττειν, νῦν δὲ τῶν κρειττόνων καὶ ὑπὲρ ἄνθρωπον ἔργων ἀπέφαινεν ἥττονα, οὐδ’ ὅτε νομοφυλακεῖν ἐδοκίμαζεν, ὡς ὑποκείμενος τοῖς νόμοις ἐφύλαττεν· ἀλλὰ τοῦτο μὲν οἰκονομίαν πληρῶν καὶ δεικνύς, οἷα δὴ τὴν ἀνθρωπίνην φύσιν μὴ ἀπαξιώσας ἀναλαβεῖν, ὅτι καὶ αὐτὸς οὐκ ἀτιμάζει τὰ δι’ ὧν ἤθη ῥυθμίζεται τὰ ἀνθρώπινα, ἀλλὰ καὶ μετέρχεται ταῦτα, ὅταν μηδὲν ἄλλο τῶν κρειττόνων εἰς ἑαυτὸ μεθέλκῃ καὶ μεταβιβάζῃ τὴν πρόνοιαν· τοῦτο δὲ καὶ τῶν Ἰουδαίων ἐμφράττων ἅμα τὰ βλάσφημα καὶ ἀπύλωτα στόματα καὶ τὸ ἀντίθεον καὶ παράνομον, ἅπερ εἰς τὸν δεσπότην ἐναπορρίπτειν οὐκ ἔφριττεν ἡ θεομάχος αὐτῶν ἀπόνοια, εἰς τὰς ἐκείνων περιτρέπων κεφαλάς.

Ἐπεὶ καὶ τοὺς μαθητὰς ἐγκαλουμένους ὅτι κατὰ τὸ σάββατον πορευόμενοι τοὺς στάχυς ἔτιλλον καὶ ψώχοντες λιμοῦ τὴν αὐτοσχέδιον τράπεζαν ἐποιοῦντο ἴαμα, ἱεραῖς τε ἄλλαις ἐφόδοις καὶ δὴ καὶ παραδειγμάτων ἐπιφορᾷ, κράτει καὶ ἀξιώματι τὸ ἀπαράγραπτον προβαλλομένων, ἀνευθύνους ἐδείκνυ καὶ πάσης ἀνεπάφους μέμψεως· ναὶ μὴν καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου κύριον εἶναι τοῦ σαββάτου, οὐχὶ δὲ τῇ ἐκείνου παρατηρήσει δουλεύοντα περιφανῶς ἀνεκήρυττεν. διὸ καὶ παρόντος αὐτοῦ τὸ προνόμιον τοῦ σαββάτου συνεστέλλετο, ὥσπερ ἐπιστάντος δεσπότου ἡ τοῦ δούλου παρρησία ἠρεμεῖ, τῷ δεσποτικῷ δὲ περιάγεται νεύματι.

Ἀλλὰ γὰρ καὶ ἐν οἷς τὴν τῶν ἀνθρώπων ἐθεούργει σωτηρίαν οἱ τοὺς ἀνθρώπους παιδαγωγοῦντες νόμοι ἡσύχαζον (κρεῖσσον γὰρ εἶναι πολλῷ τῆς οἰκείας παιδαγωγίας αὐτὸ τὸ ἔργον τῆς σωτηρίας συνίεσαν), ἐν οἷς δ’ οὐκ ἦν τῶν νόμων ἡ φυλακὴ τὴν θαυματουργίαν ὑπερτιθεμένη οὐδὲ τῆς τῶν ἀνθρώπων σωτηρίας κατολιγωροῦσα, τηνικαῦτα καὶ αὐτοὶ τὸ οἰκεῖον δικαίωμα ἐπεγίνωσκον, μᾶλλον δ’ αὐτοῖς ἀεὶ συνδιασῳζόμενον ὑπῆρχεν ἐξ ὧν ὁ σωτὴρ διεπράττετο. καὶ γὰρ ἡ τῶν νόμων εἰσφορά, καὶ ὅτε μάλιστα ἀνθοῦντες ἐφαίνοντο, τὸ ξυλοκοπεῖν καὶ πῦρ ἀνάπτειν καὶ κρεανομεῖν τοὺς ἱερεῖς οὐχ ὕβριν ἡγοῦντο οὐδὲ τῆς ἑαυτῶν ἰσχύος καθαίρεσιν, ἀλλὰ καὶ κόσμον ἐποιοῦντο καὶ σεμνολόγημα φέρειν ἐκείνων τὰ δεύτερα· καὶ βοῦν δὲ καὶ ὄνον λύειν τῆς φάτνης καὶ ἀπάγειν ποτοῦ μετασχεῖν τῆς ἰδίας ἐπικρατείας ἀσθένειαν οὐκ ἐτίθεντο οὐδὲ λύσις αὐτῶν ἐνομίζετο τὸ μὴ καὶ ταῦτα δουλεύειν τῷ παραγγέλματι. τί δὲ δεῖ λέγειν πρόβατον βοθύνου ἀνασπώμενον καὶ βοῦν καὶ υἱὸν ἀνθρώπου τῶν φρεάτων ἀνιμώμενον, καὶ πόσα τοιαῦτα ἕτερα; ὧν οἱ τοῦ σαββάτου νόμοι τὸ κράτος διευλαβούμενοι ἠρκοῦντο μᾶλλον καὶ ἐσεμνύνοντο οἷς ἀπ’ ἀρχῆς εἰσφερόμενοι πολλῶν ἄλλων ἔργων περιοχῇ καὶ τῇ διατυπώσει τῶν ἐν αὐτοῖς ἀφωρίζοντο πράξεων.

Ταῦτα τοιγαροῦν καὶ τὰ τοιαῦτα, παράβασιν τοῦ σαββάτου τῶν ἀγνωμόνων Ἰουδαίων τὰς θαυματουργίας τε καὶ τὴν τῶν ἀνιάτων νόσων θεραπείαν ἐπιβοωμένων, ὁ σωτὴρ εἰς μέσον προήνεγκεν, ἀντιπαρατιθεὶς τὰ ὑπὲρ λόγον ἔργα ταῖς χειροκμήτοις πράξεσι καὶ δεικνὺς ὅσον ἑκατέρων τὸ μέσον. καὶ οὐκ ἦν οὐδὲ τοῖς ἀναισχύντοις ἐξαρνεῖσθαι Ἰουδαίοις μὴ οὐχὶ πολλῷ τιμιωτέρας εἶναι καὶ θαυμασιωτέρας τὰς σωτηρίους πράξεις ξυλοκοπίας τε καὶ κρεανομίας καὶ βόθρου καὶ φρέατος πρόβατον καὶ βοῦν ἀνασπᾶν, καὶ ὅσα τούτοις ἐνάμιλλα, κἂν τῆς ἀσεβούσης γνώμης καὶ θεομαχούσης οὐ μεθίσταντο.

Ὅρα δὲ σὺ τὴν τοῦ θεοῦ ἀκατάληπτον σοφίαν καὶ ἀπόρρητον πρόνοιαν, ὅπως ὅπερ ἤμελλεν ὑστέροις χρόνοις εἰς τὸ παντελῶς λελύσθαι τῷ τῆς χάριτος ὑπεξιστάμενον (ὁ νόμος λέγω) κράτει καὶ δόγματι, τοῦτο κατ’ ἀρχὰς εἰσαγόμενον καὶ κρατυνόμενον λύσει συνεσφίγγετο, ὡς ἂν ἡ παντελὴς ἐπιστᾶσα λύσις, τὴν ἐπὶ μέρους καὶ μεθ’ ἧς προῆλθεν ὁ νόμος προβαλλομένη, οὐδὲν καινὸν οὐδὲ παράδοξον τὸ συνενεχθὲν ἐπιδείξειεν, ἀλλὰ καὶ τῶν Ἰουδαίων καταισχύνῃ καὶ ἐπιστομίσῃ τὸ ἀπειθὲς καὶ περὶ τὸν νόμον οὐκ ἐν καιρῷ περισπούδαστον, ὡς οὐ νῦν τοῦ νόμου πρὸς λύσιν χωροῦντος, ἀλλ’ ἀπ’ ἀρχῆς μετὰ λύσεως προεληλυθότος, καὶ λύσει μὲν συνισταμένου, τῷ ἀλύτῳ δὲ μηδὲ τὴν ἀρχὴν ὑφισταμένου. καὶ οὐκ ἐπὶ μόνων τῶν σαββάτων τὴν νομοθεσίαν ἡ λύσις ἐν τοῖς ἑαυτῆς ὅροις περιέσῳζεν, ἀλλὰ καὶ ἐπὶ τῆς τελετῆς τοῦ πάσχα τὸν ὡρισμένον καιρὸν ἐπιμερίζουσα καὶ ἐν τῇ κατὰ μέρος ὑπερθέσει τὴν τῆς πράξεως ὁλοκληρίαν συνάγουσα. ναὶ δὴ καὶ ναὸς εἷς ἐπὶ ταῖς θυσίαις ἀφοριζόμενος τοῖς πανταχόσε γῆς διεσπαρμένοις Ἰουδαίοις τὴν θυσίαν ἄθυτον καὶ ἀκαλλιέρητον παντὶ τρόπῳ προεθέσπιζεν ἔσεσθαι, τοῦτο μὲν μὴ δυναμένων πανταχόθεν πάντων εἰς τὸν αὐτὸν νεὼν δι’ ἔτους συναθροίζεσθαι, τοῦτο δὲ καὶ τοῦ ναοῦ οὐ μετὰ πολὺν χρόνον πολεμίαις χερσὶν ἀνατρέπεσθαι μέλλοντος.

καὶ ἐπὶ μυρίων ἄλλων, ὡς πολλαχόθεν τὴν παλαιὰν νομοθεσίαν εἶναι συνιδεῖν εἰς τέλος παλαιωθήσεσθαι, ἅτε δὴ τῶν συνιστώντων αὐτὴν συμβόλων τοῦτο προανακηρυττόντων καὶ προκαταγγελλόντων, οὐ λόγοις μᾶλλον, ἀλλ’ αὐταῖς ἐργασίαις καὶ πράξεσι καὶ δὴ καὶ ἑτέρας πολιτείας ὑψηλοτέρας τε καὶ θειοτέρας καὶ λύσιν οὐκ ἐπιδεχομένης προοίμιον ἀπ’ ἀρχῆς καὶ προγύμνασμα γεγενῆσθαι ταύτην, δι’ ἣν ὅλως καὶ τῆς ἐπικαίρου μετέσχε γενέσεως.

Ὁ δὲ σωτὴρ ἡμῶν διά τε ταῦτα τῇ ἁφῇ θεραπεύει τὸν λεπρὸν καὶ ἵνα δείξῃ ὅτι κύριος αὐτὸς ἦν, ὥσπερ τοῦ εἰσενεγκεῖν τὸν νόμον, οὕτω καὶ μὴ εἰσενεγκεῖν, ὥσπερ δὲ μὴ εἰσενεγκεῖν, οὕτω καὶ εἰσενεγκὼν ἑτέροις ἀλλ’ οὐχ ἑαυτῷ εἰσενεγκεῖν· μηδὲ γὰρ μηδ’ ὑποκεῖσθαι τὸν νομοθέτην νομοφυλακεῖν ὧν ἡ φυλακὴ τοῖς νομοθετουμένοις ἁρμόζει μόνοις. ὥσπερ γὰρ νομοθετῶν βασιλεὺς πόλει καὶ πολίταις οὐχ οἷς ἁρμόζεται καὶ καθιστᾷ τὴν πολιτείαν, τούτοις ἑαυτὸν ὑπάγει καὶ τῶν ἀρχομένων ἕνα καταγγέλλει καὶ παραπλησίως ἐκείνοις τεθηπέναι τὸν ὅρον τοῦ ψηφίσματος παρασκευάζει, ἀλλ’ αὐτὸς μὲν ἄνω κάθηται τῆς πολιτικῆς τάξεως καὶ ὑπηρεσίας, τὸ δὲ πολίτευμα τοῖς αὐτοῦ συνέχει καὶ συνδιασῴζει παραγγέλμασιν, οὕτως καὶ ὁ τοῦ κόσμου δημιουργός τε καὶ παμβασιλεὺς νόμους παρέσχε κατὰ καιροὺς τοῖς ἐν τῷ κόσμῳ, δι’ ὧν ἦν αὐτῶν μὲν τὴν γνώμην ἐπὶ τὸ ἄμεινον μετακοσμεῖν τε καὶ μεταρρυθμίζειν, αὐτὸς δὲ τῆς τοιαύτης προνοίας ἀπροσδεὴς ἦν καὶ κρείττων οἷς φιλοτιμούμενος ἐπλούτιζε τὸ ὑπήκοον, τούτων ἀναδέχεσθαι τὴν χρείαν.

οὐδὲ γὰρ οὐδ’ ὥσπερ ἐπὶ τῶν ἄλλων νομοθετῶν, οἳ πολλῶν ἑταίρων συνεπικρινόντων τε καὶ συμψήφων τῇ γνώμῃ καθισταμένων τοὺς νόμους τιθέασιν, οὕτω καὶ ὁ σωτὴρ ἡμῶν τὴν νομοθεσίαν εἰσέφερεν, ἀλλ’ ὡς θεὸς καὶ κύριος πάντων καὶ τῆς ὅλης νομοθεσίας αὐτὸς ἐπανῃρημένος τὸ κράτος· διόπερ τοὺς μὲν ἀνάγκη τοῖς νομοθετηθεῖσιν ὑποτετάχθαι, τὸν δὲ λόγος ἅπας ἐξαιρεῖ μὴ οὐχὶ τῶν ἄλλων ἁπάντων καθ’ ὑπερβολὴν ὑπερανεστηκέναι.

Ἀλλά μοι δεῦρο καὶ τόδε συνεπισκόπει. ὁ νόμος τὸν ἁπτόμενον λεπροῦ ἀκάθαρτον ὀνομάζει, οὐχ ὃν ἐκ τῆς ἁφῆς ᾔδει τῆς λέπρας ἀποκαθαίροντα τὸν συνεχόμενον τῷ πάθει (οὐ γὰρ ἦσαν ἐλπίδες, οὔπω τῆς χάριτος ἐπιστάσης, ἀλλ’ οὐδὲ τῶν ταύτης προοιμίων, αἳ τὸν ἄνθρωπον ὑπέφαινον θεουργοῦντα καὶ κρείττω πάθους, μάλιστά γε τοῦ τὴν θεραπείαν ζητοῦντος, ἐμφανῆ καθιστῶσαι), ἀλλ’ ὃς οὐδὲν τῷ λεπρωθέντι πρὸς κάθαρσιν συνεισάγει καὶ ὃν μετασχεῖν μᾶλλον τοῦ πάθους ἢ τῆς ἀκαθαρσίας ἀπαλλάξαι τὸν πάσχοντα συνεώρα. ὁ δὲ τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, Χριστὸς ὁ σωτὴρ ἡμῶν, αὐτίκα μὲν τὴν λέπραν διὰ τῆς ἁφῆς ἀποκαθαίρει, αὐτίκα δὲ τὴν νόσον λόγου κρεῖττον φυγαδεύει. πῶς οὖν οὐκ ἄτοπον διευλαβεῖσθαι τὴν ἁφὴν ὡς ἀκαθαρσίας πρόξενον τὸν εἰδότα διὰ ταύτης κεκαθαρμένον ἀναδεῖξαι τὸν τῇ λέπρᾳ πιεζόμενον; πῶς δ’ οὐ παράλογον τὸν μὲν λεπρὸν οὐκέτι λεπρὸν οὐδ’ ἀκάθαρτον εἶναι, κεκαθαρμένον δὲ καὶ ὑγιᾶ διὰ τῆς δεσποτικῆς ἁφῆς καὶ νομίζεσθαι πᾶσι καὶ ἐπιδείκνυσθαι, τὸν δὲ τὴν κάθαρσιν αὐτῷ φιλανθρώπως καὶ ὑπερφυῶς δωρούμενον ἀκαθαρσίας μετασχεῖν νομίζειν, ἣν οὐδ’ ἐν ἑτέρῳ σώματι συνεχώρησε μένειν;

οὐκοῦν οὐχὶ τὸν διὰ τῆς ἁφῆς τὸ πάθος τοῦ χρωτὸς ἀποξύοντα, τοῦτον μὴ ἅπτεσθαι ὁ νόμος ἐκώλυεν (μισανθρωπίας γὰρ οὐκ ἂν διέφυγεν δίκην), ἀλλὰ τοὺς ἐν τῷ ἅπτεσθαι μηδὲν μὲν τῆς ἀκαθαρσίας ἀφαιρουμένους, ἁπτομένους δ’ ὅμως τῶν ἔτι τῇ διαφθορᾷ συνεχομένων καὶ λυμαίνεσθαι τῇ μεταδόσει μᾶλλον δυναμένων ἢ τὴν θεραπείαν διὰ τῆς ἐκείνων χειρὸς ἀποκερδαινόντων.

Ὥστε διότι τε κύριος ἦν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ θεῖναι καὶ μὴ θεῖναι τὸν νόμον (οὐ γὰρ ἡ τῆς σαρκὸς πρόσληψις τὴν ἐξουσίαν περιεῖλεν τῆς θεότητος, ἀλλ’ ὁ προσληφθεὶς ἄνθρωπος τὸ κράτος τοῦ προσλαβόντος ᾠκειώσατο)· καὶ διότι ὁ κυρίως καὶ οἴκοθεν νομοθέτης τοὺς ὑπὸ χεῖρα μὲν ὑποτάττει τῇ νομοθεσίᾳ, οὐ συνυπάγεται δὲ οὐδὲ συμπεριάγεται τοῖς νομοθετουμένοις· καὶ ὅτι διὰ λύσεως ὁ παλαιὸς νόμος τὴν γένεσιν ἔσχεν καὶ σύνδρομον τῇ λύσει τὴν ἀσφάλειαν ὑπέστη, οὐ θατέρου τὸ ἕτερον ἀναιροῦντος, δι’ ἀμφοῖν δὲ τὴν σύστασιν τῆς νομοθεσίας λαμβανούσης· καὶ ὅτι οὐχὶ τοὺς δι’ ἁφῆς ὁ νόμος καθαίροντας τῆς ἀκαθαρσίας τὸν ἄνθρωπον ἅπτεσθαι κωλύει, ἀλλὰ τοὺς μηδὲν ἄμεινον διαθεῖναι δυναμένους τὸν ἐξυβρισμένον τῇ ἀκαθαρσίᾳ· καὶ ὅτι δι’ ὧν ὁ σωτὴρ ἔπραττεν τὴν νομοθεσίαν μᾶλλον ἐτίμα οὐκ ἀνθισταμένην ταῖς θεοσημείαις διελέγχων, σύνδρομον δὲ μᾶλλον ἐπιδεικνὺς παραλαμβανομένην· διὰ τοίνυν ταῦτα πάντα, ὅσα γε ἐμὲ εἰδέναι, ὁ σωτὴρ ἡμῶν καὶ θεὸς τὸν λεπρὸν θεραπεύων καὶ λόγῳ τὴν ἁφὴν συνάπτων ὑπὲρ λόγον ἔδειξε κεκαθαρμένον.

Τί δηλοῖ τὸ ‘ἔστιν ἐλπὶς ὅτι ὁ κύων ὁ ζῶν, αὐτὸς ἀγαθός ἐστιν ὑπὲρ τὸν λέοντα τὸν τεθνηκότα’; Κατὰ μὲν τὸ γράμμα τὸ πρόχειρον ἡ διάνοια ἔχει, πρὸς οὐδὲν δὲ δοκεῖ τῶν λυσιτελούντων οὐδὲ τῶν ἀναγκαίων συντείνειν· καὶ γὰρ πᾶσίν ἐστιν ἐγνωσμένον ὡς οὐ μόνον ὁ κύων ὁ ζῶν τοῦ τεθνηκότος λέοντος ἀμείνων, ἀλλὰ καὶ πᾶν ᾧ μέτεστι ζωῆς ἴχνος τοῦ ταύτην ἀποβεβληκότος, κἂν λέων ᾖ, κἂν τῆς τῶν λεόντων φύσεως καὶ ῥώμης καθ’ ὑπερβολὴν ἐκληρώσατο τὸ ὑπερέχον, πολλῷ κρείττονος λήξεως τὸ ζῶν τοῦ τεθνηκότος ἀξιοῦται. οὐκοῦν ἄμεινον ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα χωρεῖν καὶ πρὸς τὴν τῶν νοητῶν ἀναφέρεσθαι θεωρίαν.

Ἐμάθομεν τοίνυν παρὰ τῶν ἱερῶν λογίων κύνας μὲν τοὺς ἐξ ἐθνῶν καλουμένους, βασιλικὸν δὲ καὶ περιούσιον, ὃν ἂν εἰκονίσειεν ὁ λέων, τὸν Ἰουδαϊκὸν ἐπονομαζόμενον λαόν· λέγει γοῦν ὁ Ἐκκλησιαστής—καὶ γὰρ αὐτῷ τὸ τῆς σοφίας χάρισμα καὶ πρὸς τὰ παρόντα καὶ δὴ τὰ φθάσαντα καὶ πρός γε τὰ μέλλοντα πλατύνεσθαί τε καὶ συμπαρατείνεσθαι θεόθεν ἐδωρήθη—λέγει τοίνυν ὡς ὁ κύων, τοῦτ’ ἔστιν ὁ ἐξ ἐθνῶν ἄνθρωπος— τοῦτο γὰρ αὐτὸν καλεῖσθαι διὰ τῆς Χαναναίας διδασκόμεθα—, ἐὰν αὐτὸν ἡ κατὰ τὰς ἀρετὰς ζωὴ μὴ παντελῶς καταλίποι, οὗτος ἂν ἐλπίδας εἴη παρέχων μᾶλλον ὡς τῆς ἀγαθότητος οὐκ ἐκπεσεῖται ἢ ὁ ἐκ τοῦ βασιλικοῦ μὲν καὶ γαύρου γένους τῶν Ἰουδαίων, νεκρὸς δὲ τοῖς κατορθώμασι κείμενος. ὁ μὲν γὰρ τῆς ἀμείνονος μετέχων ζωῆς ἐλπίδας ὑποτείνει καὶ πρὸς τὴν τελειότητα τῶν κατορθωμάτων ἀναδραμεῖν· ὁ δὲ νεκρὰν φέρων ἐν ἑαυτῷ τῶν ἀρετῶν τὴν ἐνέργειαν καὶ διὰ τοῦτο νεκροῖς ὢν ἐναρίθμιος μάτην τὸν λέοντα μεγαλαυχεῖ, τῆς ἀληθινῆς ζωῆς ἴχνος οὐδὲν ἐπιφερόμενος.

Ναὶ μὴν καὶ ὁ νομιζόμενος ἀκάθαρτος ἄνθρωπος ἅτε δὴ ταῖς ἁμαρτίαις ῥυπῶν καὶ τῆς διὰ τῶν ἀρετῶν ἀπεστερημένος καθαρότητος, οὗτος δὴ δάκρυσι καὶ μεταμελείᾳ τῶν παθῶν τὸν βόρβορον ἀποπλυνάμενος τοῦ φαινομένου μεγάλου καὶ ταῖς ἀρεταῖς ἐπηρμένου φρονεῖν ὑπέρογκον καὶ βασιλικὸν πολλάκις εὑρέθη κρείττων, καὶ αὐτὰς τὰς οὐλὰς τῶν ἁμαρτημάτων τῇ συνεχείᾳ τῆς θεραπείας ἀπαλειψάμενος· ὁ δέ γε τῷ χρώματι τῶν ἀρετῶν εἰς λέοντα ζωγραφούμενος πολλάκις χαυνωθεὶς τῷ φυσήματι τοῦ φρονήματος κατερράγη τε τοῦ φρυάγματος καὶ νεκρὸς ἐγένετο, τῆς ἁμαρτίας αὐτὸν ὑποδεξαμένης τοῖς νεκροποιοῖς αὐτῆς καὶ νεκροφόροις σκηνώμασιν.

Εἰ βούλει δέ, καὶ ὁ διὰ τοῦ βαπτίσματος εἰς τὴν κατὰ Χριστὸν ζωὴν ἀναγεγεννημένος, κἂν κυνὸς αὐτὸν διεμόρφου πρότερον ἀναίδεια, κἂν πρὸς ἄλλο τι τῶν ἀλόγων διετυποῦτο ἰδίωμα, ἐλπίδας ὅμως οὗτος παρέχεται πρὸς ἀγαθότητα μεταμορφωθῆναι καὶ ἀγαθὸς χρηματίσαι· ὁ δὲ ταύτης τῆς ἀναγεννήσεως ἐκπεσὼν καὶ τῆς ἐκεῖθεν ἀπεστερημένος ζωῆς, εἰ καί τισι τῶν ἀρετῶν ἐπισεμνύνεσθαι δόξει καὶ ἐπιγαυριᾶν τῷ ἐπηρμένῳ τοῦ πολιτεύματος λεόντειόν τε φρονεῖν καὶ βασιλικόν, ὅμως τῆς ἀληθινῆς ζωῆς ἀπεληλαμένος οὐδὲν ἧττον διαμένει νεκρὸς καὶ πολλῷ χείρων τοῦ κυνὸς μὲν πάλαι γεγονότος, τῆς ζωηφόρου δὲ μὴ ἀμοιρήσαντος χάριτος.

Τί βούλεται δηλοῦν τὸ παρὰ τῷ Ἐκκλησιαστῇ ῥηθέν, ‘ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος, ὅτι ἐν πλήθει τῶν ἡμερῶν εὑρήσεις αὐτόν’; Τὸ τῆς ἐλεημοσύνης χρῆμα διὰ πολλῶν εἴωθε παραδηλοῦν ἡ γραφή, μάλιστα δὲ τῇ χορηγίᾳ καὶ μεταδόσει τοῦ ἄρτου· καὶ γὰρ καὶ ἡ τούτου χρεία τὴν ἀνθρωπίνην ζωὴν μᾶλλον τῶν ἄλλων συνέχει, διόπερ ἀπὸ τοῦ συνεκτικωτέρου μέρους, τοῦ ἄρτου, ὅλον τὸ τῆς ἐλεημοσύνης κατόρθωμα διαλαμβάνει. γέγραπται γοῦν, ‘διάθρυπτε πεινῶσι τὸν ἄρτον σου’· καὶ νῦν δὲ ὁ Σολομών, ‘ἀπόστειλον’ λέγων ‘τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος’, τὴν ἐλεημοσύνην ἐδήλωσεν, ἧς δεῖ χορηγὸν εἶναι τοῖς ἐν ἐνδείᾳ καθεστῶσι καὶ πρὸς χεῖρα μόνον φιλάνθρωπον ἀφορᾶν τὴν ἐλπίδα τοῦ βίου κεκτημένοις.

Ταύτην δέ, φησί, τὴν ἐλεημοσύνην ἐκ διαθέσεως προσῆκε φέρειν συμπαθοῦς καὶ διὰ δακρύων προϊούσης, μὴ μέντοι γε τὴν τοῦ πλησίον συμφορὰν ἐπιδείξεως καὶ μεγαλαυχίας ἁρπάζειν ὑπόθεσιν· ὁ γὰρ τοιοῦτος οὐκ ἐπὶ πρόσωπον τοῦ ὕδατος τὸν ἄρτον ἀφῆκεν, ἀλλ’ ἐξυβρισμένον τῇ μεγαλαυχίᾳ καὶ λελυμασμένον τῇ δοξοκοπίᾳ προσέρριψεν. ἔλεος γὰρ δι’ ὄγκου καὶ φιλαυτίας καὶ ἐπιδείξεως προχεόμενον εἰς ὕβριν μᾶλλον ἢ παραψυχὴν τῷ δεομένῳ περιίσταται· τὸ γὰρ μὴ παριδεῖν τὸν ἀδελφὸν ἐνδείᾳ τηκόμενον καὶ ἀπορίᾳ συνδιολλύμενον χρέος μὲν καὶ χρεῶν τὸ ἀπαραίτητον ὁ εὐγνώμων ἡγήσεται, καὶ σπουδάσει καταβαλεῖν καὶ μὴ γενέσθαι μηδαμῶς ὑπερήμερος· δόξαν δὲ θηρᾶσαι καὶ εὐεργέτου διὰ τῆς τοιαύτης πράξεως περιβαλέσθαι ἀξίωμα τῶν ἀγνωμόνων ἂν εἴη καὶ τὸ καλὸν κακῶς εἰδότων μετέρχεσθαι. διόπερ ὁ μὲν ἐν τῷ πλήθει τῶν ἡμερῶν, τοῦτ’ ἔστιν ἐν τῷ μέλλοντι αἰῶνι τὸν ἄρτον εὑρήσει, τῆς ἐλεημοσύνης ἀντιλαμβάνων τὸν ἔλεον, ὁ δὲ οὐχ εὑρήσει· δοξοκοπίᾳ γὰρ καὶ τῇ τῆς ἐπιδείξεως ἐμπορίᾳ προκατηνάλωται.

Δύναιο δ’ ἂν διὰ τῶν προειρημένων ῥημάτων καὶ πρὸς ἑτέραν μετελθεῖν διάνοιαν. ποίαν ταύτην; τὸ τῶν ἀνθρώπων πλῆθος φίλον τῇ γραφῇ κατονομάζειν ὕδατα· ‘ῥῦσαι’ γάρ ‘με’, φησὶν ὁ ἐν τῷ πνεύματι ψάλλων, ‘ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων’. ὁ τοίνυν τῶν ἱερῶν μαθημάτων διδάσκαλος τὸν τρέφοντα τὴν ψυχὴν ἄρτον, ὃν θεόθεν κατεπιστεύθη, τοῦτον ὀφείλει τῷ τῶν ἀκροατῶν πλήθει χωρὶς ἀναβολῆς πάσης καὶ ὑπερθέσεως διανέμειν καὶ μηδέποτε τῆς χορηγίας ἀποστερεῖν τοὺς ἐν χρείᾳ ταύτης καθισταμένους. καὶ τίς ὁ μισθὸς τῆς φιλανθρώπου ταύτης ἐργασίας; ἢ δῆλον ὁ ἐν τῷ πλήθει τῶν ἡμερῶν ἀνταποδιδόμενος.

Ἐπεὶ δὲ τὸ ὕδωρ διαφόρους πραγμάτων ὑποθέσεις αἰνιγματίζειν δύναται, εἴη ἂν οὐκ ἀλόγως τὸν προκείμενον λόγον θεωρῶν ὁ τὴν ἐλεημοσύνην λέγων προσῆκεν ἐργάζεσθαι διὰ παντός, πρὸς τὰς ἀεννάους τῶν ὑδάτων ἐνατενίζων πηγάς, καὶ τὴν ἐκείνων ἐνέργειαν ἐπὶ τὸν ἔλεον τῇ μιμήσει μεταφέρειν, καὶ μὴ ποτὲ μὲν προχέειν τὸν ἔλεον, ποτὲ δ’ ἀναστέλλειν, ἀλλὰ διηνεκῆ τὰ ῥεῖθρα καὶ ἀδιάδοχα τοῖς χρῄζουσιν ἀναβλύζειν. ‘ὅλην’ γὰρ τὴν ‘ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος’, τοῦ Δαυίδ ἐστιν ἀκούειν ψάλλοντος· καὶ εἰ ‘ὁ πτωχὸν ἐλεῶν δανείζει θεῷ’, πῶς ἄν τις φιλόθεος ὢν καὶ τοῦ κατ’ εἰκόνα σῴζων τὸ εὐγενὲς ἀνεκτὸν ἡγήσαιτο μὴ διὰ παντὸς ἑαυτῷ παρασκευάζειν χρεώστην τὸν θεόν, ἀλλὰ περικόπτειν καὶ ἀποστερεῖν ἑαυτὸν τοῦ τηλικούτου καὶ τοσούτου κέρδους τὴν συνεισφοράν; δῆλον δὲ ὡς ὁ τοιοῦτος ἀεὶ μέν, μάλιστα δὲ ἐν πλήθει τῶν ἡμερῶν, εὑρήσει ἣν ἡ τοῦ ἄρτου μετάδοσις διηνεκῆ μισθαποδοσίαν ἀπεθησαύρισεν αὐτῷ.

Ἀποστέλλει μέντοι γε τὸν ἄρτον τὸν ἐπιούσιον καὶ μυστικὸν καὶ ὁ μυσταγωγὸς ἐπὶ πρόσωπον τοῦ τῆς παλιγγενεσίας ὕδατος, τοῖς μυσταγωγουμένοις καὶ δεομένοις οὐρανίου καὶ ψυχὴν στηριζούσης τροφῆς παρέχων αὐτόν. καὶ γὰρ μετὰ τὴν δι’ ὕδατος θείαν ἀναγέννησιν ὁ οὐράνιος καὶ ζωοποιὸς ἄρτος τοῖς ἀναγεννηθεῖσι προσφέρεται· καὶ ὅ γε τοῦτον ἐν σοφίᾳ διανέμων καὶ κατ’ ἀξίαν οἰκονομῶν εὗρεν τὸν ἄρτον ὡς ἀληθῶς τὸν ἐκ τοῦ οὐρανοῦ καταβεβηκότα καὶ ζωὴν τῷ κόσμῳ διδόντα ἀεὶ μὲν ζωοποιοῦντα αὐτὸν καὶ στηρίζοντα καὶ τρέφοντα, μάλιστα δὲ ἐν καιρῷ τῆς τῶν βεβιωμένων ἀνταποδόσεως.

Εἰσὶ μέντοι γέ τινες οἳ καὶ τοιαύτην ἔννοιαν τὸ ῥητὸν ὑποβάλλειν νομίζουσιν· οὐ δεῖ πολυπραγμονεῖν τὸν τρεφόμενον ἢ ἐλεούμενον—καὶ τούτοις δὲ δηλονότι τὸ ὕδωρ τὸ τῶν ἀνθρώπων σύστημα σημαίνειν παραλαμβάνεσθαι—οὐ δεῖ οὖν, φασί, τὸν τῆς ἐλεημοσύνης δεόμενον λογοθετεῖν, πότερον ἄξιός ἐστι τοῦ ἐλέους καὶ τῆς εὐεργεσίας ἢ οὔ, ἀλλὰ τὸν φιλανθρωπίας ἀξιοῦντα τυχεῖν ταύτην χωρὶς λογισμῶν δισταζόντων παρέχειν. ὥσπερ γὰρ ὁ κατὰ πελάγους ἀφιεὶς τὸν ἄρτον ἐπ’ ἀδήλῳ μὲν ἔβαλεν καὶ οὐκ οἶδεν ἐν ᾧ τὸ ῥεῦμα τοῦτον ὑποσύρει, τῷ δὲ πάντων ἔχοντι τὴν γνῶσιν καθαρῶς ὁρᾶται καὶ τῇ αὐτοῦ περιέχεται παντοκρατορικῇ καταλήψει, τὸν αὐτὸν τρόπον καὶ ὁ τὸν ἔλεον οὐ διακρινομένῃ γνώμῃ καὶ ἀμφιβαλλούσῃ τοῖς ἐπιζητοῦσι παρεχόμενος, νῦν μὲν οὐκ ἐπιγινώσκει τίς ἐστιν ὁ λαβών, ἐν δὲ τῷ πλήθει τῶν ἡμερῶν, τοῦτ’ ἔστιν ἐν τῷ μέλλοντι αἰῶνι, ἐπιγνώσεται· καὶ τὸν ἄρτον ἐκεῖνον ἐπὶ τῆς χειρὸς εὑρίσκων τοῦ δεσπότου, ἐπιδεικνύντος καὶ λέγοντος ‘ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν’, δηλονότι πάσης εὐφροσύνης καὶ ἀγαλλιάσεως πλησθήσεται, οὐ μόνον ὃν ἀπέστειλεν ἄρτον ἐπὶ προσώπου τοῦ ὕδατος ἀνευρών, ἀλλὰ καὶ πολλῷ γεγονότα τιμιώτερόν τε αὐτῷ καὶ λυσιτελέστερον.