Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Ρωμαϊκό ημερολόγιο, η ορθόδοξη χριστολογία και τυπολογία της Σκηνής του Μαρτυρίου

Αναφορά στο ρωμαϊκό ημερολογιακό σύστημα, υπεράσπιση του κυρίλλειου χριστολογικού δόγματος και αλληγορική ερμηνεία των κατασκευών και νομικών διατάξεων του Μωυσή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 32 από 34

Τί ἐστιν νουμηνία καὶ τί καλάνδαι καὶ τί εἶδοι καὶ τί νῶναι; Οἱ Ῥωμαίων γῆς καθηγησάμενοι ἕκαστον μῆνα εἰς τρεῖς μερίδας ἐμέριζον, καὶ τὴν μὲν νουμηνίαν ἤτοι τὴν ἀρχιμηνίαν ἐκάλουν καλάνδας, μετὰ ταῦτα δὲ τὴν ἐννάτην τοῦ μηνὸς ἐκάλουν νώνας, καὶ πρὸς τούτοις ἔτι τὴν τρίτην μοῖραν ἐκάλουν εἴδους, οἱ μὲν Ἑλληνίζοντες ἀπὸ τοῦ πλησιφαοῦς εἴδους τῆς σελήνης, οἱ δὲ τῶν Ῥωμαίων ἱερεῖς ἀπὸ τῆς ἐν αὐτοῖς ἱερουργίας, ἣν εἴδουλιν ἐκάλουν, τὴν ἐκ λευκῶν προβάτων θυσίαν σημαίνουσαν. καὶ ἄλλη δὲ πολλή ἐστιν περὶ αὐτοῦ τεχνολογία, ἥτις δεῖται μακροτέρας σχολῆς καὶ ἐπιμελείας.

Περὶ θείας φύσεως καὶ ὑποστάσεως Ἡ ‘μία φύσις τοῦ λόγου σεσαρκωμένη’ μίαν μὲν μόνην διάνοιαν καθαρὰν προβάλλεται, ἤτοι συντρέχει τοῖς ‘δύο φύσεις ἡνωμένας ἀχωρίστως καθ’ ὑπόστασιν’ δογματίζουσιν. καὶ τοῦτο δῆλον ἐξ ὧν τε Κύριλλος ἑκατέρᾳ κέχρηται λόγου συνθήκῃ, μήτε τὸ ‘μία φύσις τοῦ λόγου σεσαρκωμένη’ παραιτούμενος καὶ τὸ ‘δύο φύσεις ἀχωρίστως καθ’ ὑπόστασιν ἡνωμένας’ οὐκ ἀρνούμενος· οὐ μόνον δὲ Κύριλλος, ἀλλὰ καὶ ὅσοι μετ’ ἐκεῖνον τῆς εὐσεβοῦς μερίδος ἐγνώσθησαν. οὐδὲν δὲ θαυμαστὸν εἰ καθαρὰν δηλούσης τὴν εὐσέβειαν τῆς φωνῆς ὁ αἱρεσιώτης νοῦς πρὸς τὴν οἰκείαν ταύτην αἰχμαλωτίζει κακόνοιαν· καὶ γὰρ καὶ τὰς ἄλλας ἱερὰς φωνὰς διαστρέφειν τέ εἰσι θρασεῖς οἱ τὸ κακουργεῖν πρὸ τοῦ μανθάνειν ἔμπροσθεν ἄγοντες, καὶ οὐδὲν πλέον οὐδ’ οὗτοι, ὥσπερ οὐδ’ ἐκεῖνοι, πλὴν τοῦ δοῦναι τῆς κακεργέτιδος γνώμης ἔλεγχον ἐξανύουσιν. περιτραπήσεται δὲ πάντως αὐτοῖς ἡ κακοτεχνία, μὴ τὴν ὀρθὴν ἀσπαζομένοις διάνοιαν, ἢ ἐν φαντασίᾳ τὴν σάρκα φορέσαι τὸν θεὸν λόγον δυσφημεῖν, ὥσπερ οἱ ἀπὸ Μάνεντος, ἢ τετράφθαι τὸν λόγον εἰς σάρκα, ἢ πρὸς τῆς ἀναφοῦς τε καὶ ὑπερφυοῦς καὶ ἀσωμάτου θεότητος τὴν τοῦ σώματος καταποθῆναι φύσιν.

Εἰ τὴν φύσιν ὁ μακάριος Κύριλλος καὶ μυρίοι ἄλλοι τῶν πατέρων ἀντὶ ὑποστάσεως πολλάκις παραλαμβάνουσιν (οὐδὲ τοῦτο δὲ τοῖς συγχυτικοῖς ἀπηγόρευται), πῶς ἡμῖν οὐ κινήσουσι γέλωτα τοῖς ὀρθοδόξοις τὴν τοῦ Κυρίλλου φωνὴν ἐπισείοντες τὴν λέγουσαν ‘μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην’; εἰ γάρ ἐστιν ἰδεῖν τὴν Κυρίλλου συνήθειαν καὶ τὴν φύσιν πολλάκις ἀντὶ τῆς ὑποστάσεως παραλαμβάνουσαν, ἡμῖν μᾶλλον συμφθέγγεται ἢ τοῖς ἀποστάταις· ἡμέτερον γάρ ἐστιν καὶ φρονεῖν καὶ λέγειν μίαν ὑπόστασιν τοῦ λόγου σεσαρκωμένην.

Ὁρᾷς ὅπως εἰσὶν θεοβλαβεῖς καὶ ἀπόπληκτοι; ἐκεῖνα γὰρ καὶ ἄκοντες χαρίζονται ἃ μὴ λήσουσιν συλαγωγοῦντες, κἀκείνων κατήγοροι γίνονται ὑπὲρ ὧν μὴ ἐξομόσασθαι μυρίους ὑπελθεῖν σχηματίζονται θανάτους. τὴν φύσιν γὰρ οἱ Ἀκέφαλοι, ἤγουν οἱ ἀπὸ Σεβήρου, εἰς δύο τέμνουσι φύσεις, καὶ τὴν μὲν καλοῦσιν ἰδικήν, τὴν δὲ καθόλου, καίτοι μηδὲν αὐτοῖς τῆς ἐπινοίας ταύτης πρὸς τὴν ἀσέβειαν συντελούσης· οὔτε γὰρ τὴν ἄτοπον αὐτῶν δόξαν τοῦτο τὸ καινολόγημα, τὸ μίαν φύσιν ἐπὶ Χριστοῦ τερατεύεσθαι, συγκροτεῖ, καὶ κατὰ τῶν ὀρθοδόξων οὐδὲν παρατάττεται.

Ἐρωτητέον δὲ αὐτοὺς πότερον ἡνίκα λέγουσιν τὸν Χριστὸν ἐκ δύο φύσεων, ἐκ ποτέρων δύο τούτων εἶναί φασιν, τῶν ὡς ἐκεῖνοι λέγουσιν μερικῶν ἢ τῶν κοινῶν; εἰ μὲν γὰρ τῶν μερικῶν, πῶς Νεστόριον οὐκ ἐρυθριῶσιν ὑβρίζειν, οὗ τὸ δόγμα περιθάλπουσιν; τὸ γὰρ ἐκ δύο ὑποστάσεων συντιθέμενον σοφίζεται μὲν τὴν εἰς ἓν πρόσωπον σύνθεσιν, οὐδὲν δὲ ἧττον τὰς δύο ὑποστάσεις ἰδιοσυστάτως εἰσάγει καὶ δογματίζει καὶ κοινὸν προβάλλεται μάθημα. τὸ μὲν γὰρ ἐκ δύο κοινῶν φύσεων συγκεῖσθαι λέγειν τὸν Χριστὸν καταισχύνει τὸν Νεστόριον· οὐδὲ γὰρ οὐδ’ ἐξ ἀνάγκης εἰς ἰδιοσυστάτους ὑποστάσεις διαιρεῖται τὸ συγκείμενον. τὸ δὲ ἐκ δύο λέγειν, ὡς ἐκείνοις ἀνάγκη λέγειν, ὑποστάσεων, οὐκ αὐτῶν μᾶλλον, ἀλλὰ τοῦ Νεστορίου κηρύττει τὸ φρόνημα· κἄν τε γὰρ ἐκ δύο τις ὑποστάσεων φαίη συγκεῖσθαι τὸν Χριστόν, κἄν τε ἐν δυσίν, κἄν τε δύο ὑποστάσεις, ἡ Νεστορίου θεομαχία κρατύνεται· ὥσπερ ἐάν τις φαίη τὴν ὑπόστασιν τοῦ λόγου ἐν ἑαυτῇ τὴν ἀνθρωπίνην ὑποστήσασθαι φύσιν, κἄν τε ἐκ δύο φύσεων εἴποι, κἄν τε ἐν δυσί, κἄν τε δύο, ὁμοίως τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἀνομολογεῖ καὶ τὸ εὐσεβὲς ἀνακηρύττει φρόνημα. σύγκειται γὰρ ὁ Χριστὸς ἔκ τε τοῦ θεοῦ λόγου καὶ τῆς ἀνθρωπίνης φύσεως· καὶ γὰρ ὁ λόγος, ὅπερ ἐστὶν ὑπόστασις, γέγονε σάρξ, τῆς σαρκὸς οὐ πρόσωπον εἰσαγούσης, ἀλλὰ τὴν ἀνθρωπίνην φύσιν ἀπαγγελλούσης.

Τίνα νοῦν ἀναπτύσσει τὸ τοῦ ἀποστόλου ῥητόν, ‘ἐκάθισεν ἡμᾶς ἐν δεξιᾷ τοῦ θεοῦ καὶ πατρός’; Κρείττους ἀγγέλων γεγενῆσθαι διὰ τῆς ἐν σαρκὶ τοῦ λόγου παρουσίας ἡμᾶς ἡ θεία γραφὴ διακέκραγεν, καὶ ἐν τῇ ἀναστάσει ἰσαγγέλους ἔσεσθαι· ‘ἐκάθισεν γὰρ ἡμᾶς ἐν δεξιᾷ τοῦ θεοῦ καὶ πατρός’, ὡς ὁ θεῖος Παῦλος βοᾷ, καὶ ἑξῆς. καὶ οὐ μάχεται ταῦτα· τῷ μὲν γὰρ συνεδριάσαι τῷ θρόνῳ τῷ πατρικῷ τὸ ἐξ ἡμῶν πρόσλημμα τῆς ἀγγελικῆς καὶ δόξης δηλονότι καὶ τιμῆς ὑπερανεστήκαμεν, τῷ δὲ μηκέτι μηδενὶ τῶν τῆς σαρκὸς ἐν τῇ ἀναστάσει μήτε καθέλκεσθαι μηδὲ παρασύρεσθαι μήθ’ ὅλως ἐν χρείᾳ καθίστασθαι τῶν ὅσα σαρκὸς φύσις ἐδούλευεν τῆς τῶν ἀσωμάτων λήξεως χαρίζεται τὴν συγγένειαν. ὥστε εἰκότως καὶ ἰσάγγελοι καὶ κρείττους ἐκείνων ἐσόμεθα· τῷ μὲν τὴν φύσιν ἡμῶν ἐν τῷ προσλαβόντι συνεδριάσαι τῷ πατρὶ κρείττους, τῇ δὲ καθ’ ἕκαστον ἡμῶν ἀπαθείᾳ καὶ ἀφθαρσίᾳ καὶ σωματικῶν πάντων καὶ παθῶν καὶ σκιρτημάτων καὶ παχύτητος ἀπηλλάχθαι προσύλου τὴν πρὸς τοὺς ἀσωμάτους νόας ἰσότητα ἀναδεδεγμένοι. ἐπισκεπτέον δὲ τὸ ‘ἔσονται ὡς ἄγγελοι θεοῦ’· οὐ τὴν ἰσοτιμίαν κηρύττει τῆς φύσεως, ἀλλὰ τὸ μηδὲν πάσχειν ὧν ἔπασχον πρότερον σαρκικῶν, παραπλησίως δὲ τῆς ἀγγελικῆς ἀπαθείας καὶ αὐτοὺς ἐν τῇ ἀναστάσει τῶν σαρκικῶν ἀπηλλαγμένους πολιτεύεσθαι.

Κρείττους δὲ καὶ ἄλλως ἀγγέλων, ὅτι ἡμῶν μὲν ὀλισθησάντων τὴν φύσιν ἀνέλαβεν ὁ τοῦ θεοῦ υἱὸς καὶ ἀνεσώσατο, ἐκείνων δὲ οὐκέτι. καὶ ζητεῖν δεῖ τὴν αἰτίαν· ὅτι αὐτοὶ μὲν ἐπλάνησαν, ἡμεῖς δὲ τῶν πλανηθέντων, καὶ ὅτι αὐτοὶ μὲν πολλὰς ἀφορμὰς εἶχον τοῦ μὴ ἐξαμαρτῆσαι, τὸ δυσπαθές τε καὶ τὸ πλησιάζειν μᾶλλον θεῷ καὶ τὸ ἀσώματον, τοῖς δὲ ῥοπὴν ἐλέου παρέχει καὶ τὸ εὐπαθέστερον καὶ τὸ σώματι καθέλκεσθαί τε καὶ συνδεδέσθαι, καὶ τὸ μεῖζον, ὅτι οὐκ ἐπιγεγένηνται ἐκ τῶν πεσόντων ἕτεροι δι’ οὓς ἂν τὸν φιλάνθρωπον εἷλκεν τὸ πτῶμα πρὸς ἔλεον, ἀλλ’ αὐτοί γε οἱ παραβάντες τὴν παράβασιν διὰ παντὸς μένουσιν στέργοντες.

Ἔτι οὐδ’ ὅμοιον οὐδ’ ἐγγὺς ἀγγέλων τε φύσεως καὶ ἀνθρώπων ἐπιλαβέσθαι· τί γὰρ καὶ ὤνησεν τοὺς οὐ πεσόντας; εἰ δὲ διὰ τοὺς πεσόντας, πῶς οὐ χείρους οἱ μὴ πεπτωκότες τῶν πεπτωκότων; ἢ τοῦτο ἐπεργαστέον ἔτι· σαρκωθεὶς ὁ λόγος τά τε τῆς ἀρετῆς καὶ τὰ τῆς εὐσεβείας μαθήματα ἡμᾶς ἐξεπαίδευσεν, δι’ ὧν ἡμῖν γέγονεν τῇ παρ’ αὐτοῦ χάριτι κατορθοῦντας ἃ ὑπέθετο καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀδιάδοχος κληρονομία· ἡ δὲ ἀγγελικὴ φύσις καὶ τῆς ἀρετῆς καὶ τῆς εὐσεβείας εἶχεν τὴν γνῶσιν, τῆς μὲν ἀρετῆς ἐξ ὧν τοὺς ὑπ’ αὐτῆς ὑποσκελιζομένους πρὸς τἀναντία μεθεῖλκέν τε καὶ ὑπεδελέαζεν, καὶ τῆς εὐσεβείας δ’ ὁμοίως καὶ ἐξ ὧν ἐβόα ‘οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ’ καὶ ‘ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς’ καὶ μυρία ἄλλα. ὥστε εἰς μάτην ἂν τὴν τῶν ἀγγέλων ὑπήρχετο φύσιν.

Ἔτι σαρκοῦται ὁ λόγος, ὁδὸν ἡμῖν δι’ ὧν ἔπραττεν ὑποδεικνύς, δι’ ἧς ἡμῖν ἡ πρὸς τὸν οὐρανὸν ἄνοδος πορισθήσεται· τοῖς δὲ δαίμοσιν πρόκειται τὰ ὁμογενῆ τάγματα τῆς ἀρχαίας λήξεως, δι’ ὧν πράττουσιν τὴν μακαριότητα προδεικνύοντα, ἀλλ’ ἐκεῖνοι γνώμης ἀπονοίᾳ οὔτε ἕπονται οὔτε πρὸς αὐτοὺς ἐπιστρέφονται, ὥστε περίεργόν ἐστιν ἀγγέλων τὸν τοῦ θεοῦ λόγον φύσιν ὑπελθεῖν, μᾶλλον δ’ εἰς μείζω καὶ βαρυτέραν, εἴπερ οἷόν τέ ἐστιν, τῆς ἀποκειμένης αὐτοῖς κολάσεως.

Ἔτι ἀγγέλων εἴπερ ἔμελλεν ὁ λόγος φύσιν ὑπέρχεσθαι, πῶς ἂν ὑπῆλθεν τόκου μὴ μεσιτεύοντος; εἰ δ’ ἁπλῶς κατ’ οἰκείωσιν καὶ σχετικὴν σύνοδον τοῦτο προσῆν τοῖς δαίμοσιν, ἀλλ’ ἐκεῖθεν διερράγησαν. Ἔτι τίνος, τῶν <ἑστώτων ἢ τῶν> πεπτωκότων, ἐποιεῖτο τὴν κατὰ τὸ ἄκρον οἰκείωσιν; εἰ μὲν τῶν ἑστώτων, καὶ τί ἂν τὸ πεπτωκὸς ὤνητο; ἐκείνων γὰρ καὶ πρὶν μενόντων ἐν τοῖς ἀμείνοσιν τὸ δαιμόνιον ταλανίζεται. εἰ δὲ τῶν πεπτωκότων, ποῦ τὸ δίκαιον; πῶς δ’ ἂν οὐκ ἔσχεν χώραν ἐκλέγεσθαι τὸ κατεγνωσμένον Παύλῳ ‘ποιήσωμεν τὰ κακά’;

Ἔτι δὲ τόκου ταῖς ἀγγελικαῖς δυνάμεσι μὴ μεσιτεύοντος, οὐδὲ φύσιν ἦν δυνατὸν αὐτῶν ἀναλαβεῖν τὸν λόγον τοῦ θεοῦ, ἀλλά τινα τῶν καθ’ ἕκαστον· ὃν δ’ ἂν ἔλαβεν, μόνον ἐκεῖνον ἂν καὶ ἔσῳζεν, ὥστε συνέβαινεν ἂν αὐτὸν μυριάκις ἀγγέλων ἄτομα ὑποδύεσθαι, μᾶλλον δέ (ἀλλ’ ἵλεως εἴη) δαιμόνων, οἳ πάσης κακίας ἑαυτοὺς ἀπέδειξαν ὄργανα.

Διὰ τί διδασκόμεθα ἀποτάσσεσθαι τῷ σατανᾷ καὶ οὐχὶ τοῖς πονηροῖς ἀνθρώποις; Ἀποτασσόμεθα τῷ σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ, καὶ οὐχὶ τοῖς πονηροῖς ἀνθρώποις, πρῶτον μὲν ἵνα μὴ ἀφορμάς, εἰ καὶ μὴ εὐλόγους, ἐκ ταύτης λάβωμεν τῆς ἀποταγῆς μισεῖν καὶ ἀποστρέφεσθαι καὶ ἐκτρέπεσθαι καὶ ἀποτάττεσθαι τὸ ὁμόφυλον. δεύτερον, εἰ ἀπεταττόμεθα τοῖς πονηροῖς ἀνθρώποις, οὐχ ἡμεῖς δέ, ἀλλὰ καὶ πρὸ ἡμῶν οἱ διδάσκαλοι καὶ ἀπόστολοι, τίς ἂν τῶν ἁμαρτωλῶν ἐσέσωστο, τῆς μὲν ἀποταγῆς τὴν ἀποστροφὴν τικτούσης, τῆς δὲ τὴν παραίνεσιν καὶ διδασκαλίαν συναναιρούσης, ᾗ καὶ ἡ ἐπιστροφὴ καὶ μεταμέλεια συναναιρεῖται; τρίτον καὶ τίς ἂν εἴη ἐκεῖνος ὁ λέγων ‘ἀποτάσσομαι τοῖς ἁμαρτωλοῖς ἢ τοῖς πονηροῖς ἀνθρώποις’; εἰ μὲν γὰρ ἑαυτὸν λέγοι τῶν ἁμαρτωλῶν, ἑαυτῷ ἂν ἀπετάττετο, εἰ δὲ τῶν δικαίων (ἵνα τὰ ἄλλα ἐάσω), ἀλλ’ ἐν καιρῷ τῆς μετανοίας καὶ σωτηρίας βάραθρον ἑαυτῷ μεγαλαυχίας καὶ Φαρισαϊκῆς ἀπωλείας διώρυττεν. τέταρτον οὐχ ὁ ἄνθρωπος ἀπ’ ἀρχῆς, ἀλλ’ ὁ πονηρὸς ἠπάτησεν. πέμπτον ὁ μὲν σατανᾶς τὴν κακίαν ἐστὶν ἀμετάβλητος, οὐδεὶς δὲ ἀνθρώπων τὴν κακίαν ἐστὶν ἀμετάβλητος. ἕκτον ἐν τῇ ἀποταγῇ τῶν τοῦ σατανᾶ ἔργων, καὶ ὅσα ἄνθρωπος πράξῃ (ἐπεὶ ἐκεῖθεν, ἐκ τῆς ἀπάτης, τὸ σπέρμα) ἐν ἐκείνοις περιέχεται· εἰς γὰρ ἐκεῖνον ἀναφέρεται.

Διὰ τί ὁμολογηταὶ καλοῦνται οἱ περὶ Σαμωνᾶν; Ὁμολογηταὶ δ’ ἂν οἱ περὶ Γουρίαν μάρτυρες καλοῖντο, οὐχ ὅτι τὸν Χριστὸν ἐν σταδίῳ διωμολογήσαντο (κοινὸν γὰρ ἀγώνισμα τοῦτο πάντων τῶν μαρτύρων), ἀλλ’ ὅτι τῶν ὁμολογιῶν ἃς πρὸς ἀλλήλους ἄνθρωποι τίθενται ἐπόπται καὶ μεσῖται παραληφθέντες οὔτε τῶν πεπιστευκότων αὐτοῖς τὰς ἐλπίδας ἐψεύσαντο καὶ τοὺς ἀθετήσαντας τὰ ὁμολογηθέντα τὴν δικαίαν δίκην ἀπῄτησαν. ὡς οὖν ἐπόπται καὶ ἐκδικηταὶ καὶ θερμοὶ καὶ ἀπαραίτητοι τῶν πρὸς ἀλλήλους τοῖς ἀνθρώποις ὁμολογιῶν γεγενημένοι εἰκότως τὴν τῶν ὁμολογητῶν ὀνομασίαν διεκληρώσαντο.

Διὰ τί σταυροῦται ὁ Χριστός; Σταυροῦται σαρκωθεὶς ὁ τοῦ θεοῦ λόγος καὶ θεός, ἵνα λαμπρῶς ἀδικοῦντα διελέγξῃ τὸν διάβολον· καὶ ἵνα τὸ πρὸς ἀνθρώπους φίλτρον παραστήσῃ ἀνυπέρβλητον· καὶ ἵνα μὴ δόξαν εὐχερὲς τὸ λέγειν ἑαυτὸν εἶναι θεὸν πολλοῖς ἀφορμὴ καταστῇ θεοποιεῖν ἑαυτούς, καὶ πλάνην καταργῶν πλάνην εἰσάγειν ὀλέθριον· καὶ ἵνα τοῖς ἐν ἐπηρείαις καὶ ἐπιβουλαῖς καὶ κακώσεσι πρὸς θάνατον ἀγούσαις ἐξεταζομένοις ἑαυτὸν ὑπομονῆς καὶ καρτερίας παράδειγμα προθεὶς γενναίως φέρειν καὶ εὐχαρίστως παρασκευάσῃ τὰ συμπίπτοντα· καὶ ἵνα τὸ πανσθενέστατον αὐτοῦ μᾶλλον φανερώσῃ τῆς δυνάμεως, τὸ μὲν γὰρ ῥώμῃ καὶ χειρὶ καὶ ὅπλοις καὶ συμμάχοις καταβάλλειν τὸν ἀντίπαλον ἐπαινετὸν μέν, τῶν συνήθως δὲ διαπεπραγμένων, καὶ οὐδὲν εἰσάγον θεουργίας ἐξαίρετον, τὸ δὲ διὰ θανάτου αὐτόν τε θάνατον καὶ ᾅδην καὶ διάβολον καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ κόσμου καταργῆσαί τε καὶ θριαμβεῦσαι, τοῦτο ἂν εἴη ὡς ἀληθῶς τῆς ὑπὲρ νοῦν καὶ λόγον καὶ ἔννοιαν παντοκρατορικῆς δυνάμεως τοῦ θεοῦ· καὶ ἵνα τὴν ὑπερβολὴν τῶν εἰς ἡμᾶς ἀγαθῶν ἐνδειξάμενος χρεώστας τῆς πρὸς αὐτὸν καθαρᾶς ἀγάπης παραστήσῃ καὶ τῆς κατὰ τοὺς αὐτοῦ νόμους πολιτείας, δι’ ὧν πάλιν τὸ κέρδος εἰς ἡμᾶς αὐτοὺς ἀναστρέφεται, βασιλείας ἡμῖν κλῆρος ὢν καὶ ἐν ἀδιηγήτοις ἀγαθοῖς διαγωγὴ καὶ ἀπόλαυσις.

Πῶς συμβιβασθήσεται τὸ ἀποστολικὸν ῥητὸν τὸ φάσκον ‘τὰ σημεῖα οὐ Πῶς συμβιβασθήσεται τὸ ἀποστολικὸν ῥητὸν τὸ φάσκον ‘τὰ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις’ τοῖς δεσποτικοῖς λογίοις τοῖς λέγουσιν ‘ἡ πίστις σου σέσωκέν σε’ καὶ ‘οὐκ ἠδύνατο ποιῆσαι σημεῖα διὰ τὴν ἀπιστίαν αὐτῶν’ καὶ ὅσα ἄλλα τὴν αὐτὴν ὑποβάλλει διάνοιαν; Τῷ διερευνῶντι φιλομαθῶς οὐκ ἐργώδης τῶν εἰρημένων ἡ κατανόησις· τοῖς τε γὰρ ἤδη χρόνῳ πεπιστευκόσι καὶ μηδεμίαν ἀμφιβολίαν περὶ τοῦ καθ’ ἡμᾶς μυστηρίου παραδεχομένοις, ὡσαύτως δὲ καὶ τοῖς τελείως τῇ ἀπιστίᾳ κεκρατημένοις καὶ μὴ θέλουσι διὰ τῶν σημείων πρὸς τὴν εὐσέβειαν χειραγωγηθῆναι, κενὸν καὶ μάταιον ἡ τῶν σημείων ἐπίδειξις· τοῖς δέ γε ἐν τῇ ἀπιστίᾳ μὲν τεθραμμένοις, εἶτα ἠρέμα πως τοὺς λογισμοὺς πρὸς τὴν εὐσέβειαν ἐνδιδόναι διανισταμένοις, τούτοις οἰκεία καὶ πρόσφορος τῶν παραδόξων ἔργων ἡ φανέρωσις. διὰ τοῦτο καὶ ὁ κύριος οὔτε παρὰ τῶν παντελῶς ἀπίστων πίστιν ἐπιζητεῖ (ᾔδει γὰρ οὐχ εὑρίσκων ἐν αὐτοῖς) οὔτε παρὰ τῶν εἰλικρινῶς πεπιστευκότων (προειλήφει γὰρ καὶ ταύτην, προεισενεγκόντων αὐτῶν), ζητεῖ δὲ παρ’ ἐκείνων οἳ ἐξ ἀσεβείας εἰς εὐσέβειαν μεταβαλλόμενοι ἤδη τὴν πίστιν ὠδίνουσιν ἐν ἑαυτοῖς.

τοῖς τοίνυν πιστοῖς οὐ δίδοται τὰ σημεῖα (περιττὸν γάρ), οὐδὲ τοῖς ἀμεταβλήτως ἔχουσιν ἀπὸ τῆς ἀπιστίας (εἰς κενὸν γάρ), ἀλλὰ τοῖς ἐξ ἀπιστίας εἰς πίστιν μεταβαλλομένοις, ὧν καὶ ἡ πίστις ἐπιζητεῖται τελεσφορηθῆναι, καὶ τελεσφορουμένη πρόξενος γίνεται τῆς ἀπολαύσεως τῶν θεοσημειῶν. οὐδὲν οὖν διαμάχεται τοῦ θεσπεσίου Παύλου ἡ φωνὴ τοῖς εὐαγγελικοῖς ῥήμασι· πρὸς μὲν γὰρ τοὺς πεπωρωμένους τὴν καρδίαν οὐκ ἠξίου παραδοξοποιεῖν ὁ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων πάντα πράττων θεός, οἱ δὲ εἰλικρινῶς πεπιστευκότες οὐκ ἐδέοντο τούτων εἰς τὸ πιστεῦσαι· ὑπόλοιπον πρὸς ἐκείνους τὰς θαυματουργίας τὸν τοῦ γένους ἡμῶν σωτῆρα ἐπιτελεῖν, οἳ οὔπω μὲν πεπιστευκότες ἦσαν, τὴν δὲ τῶν ἀπίστων ἔτι χώραν ἀνεπλήρουν, ὅμως ἐζήτουν δι’ ὧν πιστεύσουσι, καὶ χειραγωγὸν λαμβάνοντες τὰ σημεῖα εἰς τὴν τῶν πιστῶν μετηλλάττοντο μοῖραν.

Εἰ ἦν ἡ γῆ, πῶς ἐγένετο; λέγει γὰρ ‘ἡ δὲ γῆ ἦν’ Ἠλίθιον τὸ ἐρώτημα· ὁ γὰρ εἰπὼν ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν’ οὐκ ἀίδιον δηλονότι ἔφη τὴν γῆν, ἔφη δέ, οὐχ ὅτι ἦν ἡ γῆ ἀπολύτως, ἀλλ’ ὅτι ἦν ἀκατασκεύαστος· ἔτι γὰρ ἀόρατος ἦν, ἐπικειμένου τοῦ ὕδατος, καὶ ἀκατασκεύαστος, μηδέπω κοσμηθεῖσα βλάστῃ.

Καὶ διὰ τί τοῦ φωτὸς πρῶτον τὸ εἶδος, εἶτα τὸ ὑποκείμενον, ἤτοι τὸ ἡλιακὸν σῶμα ὑπέστησεν; ἵνα θαυματουργήσῃ, φησὶν ὁ θεολόγος, μείζονα· ἐπειδὴ γὰρ τοῖς ἄλλοις τὴν ὕλην προϋποστήσας εἰδοποίησεν ὕστερον, τάξιν ἑκάστῳ καὶ σχῆμα καὶ μέγεθος περιθείς, ἐνταῦθα παραδοξότερον τῆς ὕλης τὸ εἶδος προϋπεστήσατο, εἶδος γὰρ ἡλίου τὸ φῶς.

Εἰ τὸ φῶς ὁ θεὸς ἐδημιούργησεν, οὐκ αὐτὸς τὸ σκότος ἐποίησεν· ἐναντία Εἰ τὸ φῶς ὁ θεὸς ἐδημιούργησεν, οὐκ αὐτὸς τὸ σκότος ἐποίησεν· ἐναντία γὰρ ταῦτα ἀλλήλοις Ἐναντία μὲν ἀλλήλοις, ἀλλὰ ἀναγκαῖα τοῖς ἀνθρώποις ἀμφότερα· καὶ τοῦτο καὶ ὁ Δαυὶδ ἐξυμνῶν τὴν τοῦ ποιητοῦ μεγαλουργίαν λέγει· ‘ἔθου’ γάρ φησιν ‘σκότος, καὶ ἐγένετο νὺξ’ καὶ ἑξῆς, ἕως ‘ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας’. ἀλλ’ ὅτι μὲν ἀναγκαῖον τὸ σκότος, δῆλον· ὅτι δὲ οὐκ οὐσία, ἀλλὰ συμβεβηκός, καὶ ἐντεῦθέν ἐστιν λαβεῖν. οὐρανοῦ γὰρ καὶ γῆς ἐστιν ἀποσκίασμα· διά τοι τοῦτο καὶ φροῦδον γίνεται καὶ εἰς τὸ μὴ ὂν διαλύεται τοῦ φωτὸς ἀνίσχοντος. τὸ δὲ φῶς οὐσία ἐστὶν καὶ ὑφέστηκεν· διὸ καὶ δῦον μὲν ἀνίσχει καὶ ἀπιὸν ἐπανέρχεται. γνοίη δ’ ἄν τις κἀντεῦθεν ὅτι τὸ σκότος ἐπισυμβέβηκεν· οἶκος γὰρ οὐκ ἔχων φωταγωγοὺς σκότους ἐστὶν πλήρης, εἰσκομισθείσης δὲ λαμπάδος φωτίζεται, οὐ τοῦ σκότους ἄλλοσέ πῃ μεταβαίνοντος, ἀλλὰ πάμπαν διολλυμένου τῇ τοῦ φωτὸς παρουσίᾳ. οὐ τοίνυν ἀγένητος οὐσία τὸ σκότος οὔτε μὴν γενητή, ἀλλ’ ἐκ τῶν γενητῶν συνισταμένη χρῆσις ἀναγκαία, τοῦ θεοῦ τὴν σοφίαν κηρύττουσα.

αὐτίκα γοῦν καὶ ὁ προφήτης καὶ ἐντεῦθεν ὑμνεῖ τὸν θεόν· ‘ὁ ποιήσας’ γάρ φησιν ‘φῶς καὶ κατασκευάσας σκότος’, ἐπὶ μὲν τοῦ φωτὸς ἁρμοζόντως εἰπὼν ‘ὁ ποιήσας’, ἐπὶ δὲ τοῦ σκότους ‘κατασκευάσας’· συμβεβηκὸς γάρ ἐστιν συνιστάμενον καὶ διαλυόμενον.

Διὰ τί τὰ θηρία καὶ τὰ ἑρπετὰ πεποίηκεν ὁ θεός; Δεῖται τὰ παιδία καὶ μορμολυκείων καὶ ἱμάντων καὶ ῥάβδων, καὶ τοῖς μὲν αὐτὰ δεδιττόμεθα, τοῖς δὲ καὶ παιδεύομεν. καὶ ἡμᾶς τοίνυν προειδὼς ὁ θεὸς ὡς εἰς ῥαθυμίαν ἐκκλίνοντας, οἷον ἱμάντας τινὰς ἢ μορμολύκεια προκατεσκεύασεν ἡμῖν τὰ θηρία, ἵνα τούτοις ἡμᾶς δεδιττόμενος πρὸς ἑαυτὸν ἕλκῃ καὶ καλεῖν αὐτὸν εἰς συμμαχίαν παρασκευάζῃ. ἀλλ’ ὥσπερ οἱ τέλειοι τῶν παιδικῶν δειμάτων καταφρονοῦσιν, οὕτω καὶ οἱ τῆς ἀρετῆς τρόφιμοι τὰς τῶν θηρίων οὐ δειμαίνουσι προσβολάς· καὶ γὰρ τῷ Ἀδὰμ πρὸ τῆς ἁμαρτίας παρειστήκει τὰ θηρία, τὴν δουλείαν ὁμολογοῦντα, καὶ τῷ Νῶε συνῳκίζετο ἐν τῇ κιβωτῷ, καὶ τῷ Δανιὴλ ἐν τῷ λάκκῳ οἱ λέοντες, καίτοι λίαν λιμώττοντες· καὶ ὁ ἔχις δὲ τῇ τοῦ ἀποστόλου χειρὶ τοὺς ὀδόντας ἐμβαλὼν καὶ τῆς ἁμαρτίας τὸ χαῦνον καὶ χαλαρὸν οὐχ εὑρὼν ἀπεπήδησεν παραυτίκα καὶ κατὰ τῆς πυρᾶς ἥλατο, ὥσπερ δίκας ἑαυτὸν εἰσπραττόμενος ὅτι τῷ μηδαμόθεν προσήκοντι προσέβαλεν σώματι. καὶ ἡμῶν δὲ ῥαθυμούντων ὅμως κηδόμενος ὁ θεὸς τοὺς ἐρημοτέρους ἐκείνοις τόπους καὶ τῆς νυκτὸς ἀπεκλήρωσε τὸν καιρόν· τοῖς ἑρπετοῖς δὲ τοὺς ἐν τῇ γῇ κατένειμεν χηραμούς, ὅπως μὴ ῥᾷον ὑπ’ αὐτῶν τῶν ἀνθρώπων πημαίνοιτο τὸ γένος, συγχωρεῖ δ’ ἔσθ’ ὅτε τινὰς ὑπ’ αὐτῶν παραβλάπτεσθαι, ὡς ἂν ἕκαστος δεδιὼς μή τι παραπλήσιον πάθοι πρὸς τὸν δυνάμενον σῴζειν θεὸν καταφεύγοι.

ἄλλως τε δὲ ταῦτα καὶ πρὸς πολλὰ τῶν ἀλεξικάκων φαρμάκων συντελεῖ.

Μηδεὶς τοίνυν αὐτὸ καθ’ ἑαυτὸ τὸ θηρίον ἐξετάζων ἐπιμεμφέσθω τῷ ποιητῇ, ἀλλὰ τὴν χρείαν ἐπιζητείτω. ἐπεὶ καὶ τὸ σῶμα τὸ ἀνθρώπινον πολλὴν ἔχει καὶ ὥραν καὶ ἁρμονίαν καὶ τῶν μορίων τὴν χρείαν, ἀλλ’ ἔχει καὶ κόρυζαν καὶ πτύελον καὶ δυσώδη κόπρον· ἀλλ’ οὐδεὶς εὖ φρονῶν ἀπὸ τούτων διαβάλοι τὸ ζῷον. δίχα γὰρ τούτων βιῶναι τῶν ἀδυνάτων, διὰ γὰρ τούτων ἀρδόμενον τέθηλεν· χρῄζει γὰρ καὶ αἵματος καὶ φλέγματος καὶ χολῆς ἑκατέρας· ἀλλ’ ὥσπερ διὰ τούτων συνέστηκεν, οὕτω διὰ τούτων, ἑνὸς τῶν εἰρημένων πλεονάσαντος ἢ ἐλλείψαντος, διόλλυται. καὶ σκυταλίδα εἴ τις ἐκτέμοι τῶν δακτύλων, ὄψεται αὐτὴν παντελῶς ἄχρηστον. προσήκει δὲ διὰ τοῦτο καὶ ἡμᾶς μὴ αὐτὸ καθ’ ἑαυτὸ ἀπομερίζοντας τοῦ παντὸς ἕκαστον μέρος ἐξετάζειν τῆς κτίσεως, ἀλλὰ ζητεῖν καὶ ἐπισκοπεῖν εἰ τῷ κοινῷ χρείαν τινὰ συντελεῖ. καὶ τὰ θηρία δὲ αἰδεῖται μὲν τὸν ἄνθρωπον διὰ τὴν ἐξ ἀρχῆς δοθεῖσαν αὐτῷ ἐξουσίαν κατ’ αὐτῶν, παραβεβηκότος δὲ τὸν θεῖον νόμον ἔστιν ὅτε καταφρονεῖ.

Τίνι ὁ θεὸς εἴρηκεν ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν’; Δῆλον ὅτι τῷ ὁμοουσίῳ καὶ ταὐτοφυεῖ υἱεῖ· τούτων γὰρ καὶ μία δύναται γενέσθαι εἰκών. οἱ δὲ πρὸς τοὺς ἀγγέλους εἰρῆσθαι τοῦτο παραληρήσαντες αἱρετικοί, καὶ πρός γε τοὺς δαίμονας (τὸ ἀθεώτερον), λίαν εἰσὶν ἀνόητοι· τίνα γὰρ κοινωνίαν ἔχει εἰκὼν θεοῦ καὶ ἀγγέλων ἢ δαιμόνων; ὧν γὰρ ἡ οὐσία ἀσυγκρίτῳ λόγῳ διενήνοχεν, τίς μηχανὴ τούτων τὴν αὐτὴν εἰκόνα ἐννοῆσαι; Ἰουδαίων δ’ ἄν τις καὶ γελάσειεν τὴν ἄνοιαν· πρὸς ἑαυτὸν γὰρ τοῦτο τὸν θεόν φασιν ἀποφήνασθαι κατά τινα μίμησιν τῶν {καίτοι εἰ καὶ πληθυντικῶς καὶ τὸ ‘κελεύομεν’ καὶ τὸ ‘ποιήσωμεν’ προφέρεται, ἀλλ’ οὖν πολλὴν ἔχει πρὸς ἄλληλα τὴν διαφοράν· τὸ μὲν γὰρ ‘ποιήσωμεν’ ὥσπερ ἐπὶ κοινωνίᾳ τῆς πράξεως τὸν ἰσότιμον καλεῖ, τὸ δὲ ‘κελεύομεν’ ἢ ‘γράφομεν’ εἰ καὶ πληθυντικῶς ἐσχημάτισται, ἀλλ’ οὐδαμῶς ἑτέρου κλῆσιν εἰς συνεργίαν δίδωσιν ἐννοεῖν. ἄλλως τε δὲ τὸ μὲν ‘γράφομεν’ καὶ ‘κελεύομεν’ ἔχει πρόσωπον φανερὸν πρὸς ὃ λέγεται (δῆλον γὰρ ὅτι πρὸς τὸν ὑπεξούσιον), ἐνταῦθα δὲ τὸ ‘ποιήσωμεν’, μάλιστά γε διὰ τὴν ἐπαγωγὴν τοῦ ‘κατ’ εἰκόνα’, οὐδαμῶς δίδωσι πρόσωπον ἄλλο παρὰ τὸν υἱὸν καὶ τὸ πανάγιον πνεῦμα ἐννοεῖν} τὰς μεγάλας πεπιστευμένων ἀρχάς, οἳ λέγειν εἰώθεσαν ‘κελεύομεν’ καὶ ‘γράφομεν’ καὶ ‘προστάττομεν’ καὶ τὰ ὅμοια.

καίτοι τὰ πλεῖστα ἑνικῶς ἡ θεία γραφὴ προφέρει λέγοντα τὸν τῶν ὅλων θεόν· ‘καιρὸς’ γὰρ ‘παντὸς <ἀνθρώπου> ἥκει ἐναντίον ἐμοῦ’ καὶ ‘ἐνεθυμήθην ὅτι ἐποίησα τὸν ἄνθρωπον’ καὶ ‘ἀπαλείψω τὸν ἄνθρωπον’ καὶ ‘οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ’ καὶ μυρία· ὀλιγάκις δὲ πληθυντικῶς σχηματίζει, τῶν τῆς τριάδος προσώπων ἐμφαίνων τὸν ἀριθμόν, ὥσπερ τὸ ‘δεῦτε καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας’ καὶ περὶ οὗ νῦν ὁ λόγος.

Καὶ γὰρ ἐνταῦθα, ἐπειδὴ τὸ λογικὸν ζῷον διέπλαττεν ὁ θεός, ὃ καὶ ἀνακαινίζειν μετὰ πολλὰς ἔμελλε γενεὰς ταῖς τῆς ἁγίας τριάδος ἐπικλήσεσι τελεσιουργῶν τὸ πανάγιον βάπτισμα, μέλλων δημιουργεῖν τὴν ἐκεῖνα τὰ μυστήρια παραληψομένην φύσιν αἰνιγματωδῶς καὶ τὸ ταὐτὸν τῆς οὐσίας καὶ τὸν τῶν προσώπων παρεδήλωσεν ἀριθμόν. διὰ μὲν γὰρ τοῦ εἰπεῖν ‘εἶπεν ὁ θεὸς’ τὸ κοινὸν τῆς θείας δεδήλωκε φύσεως, ἐπαγαγὼν δὲ τὸ ‘ποιήσωμεν’ ἐνέφηνε τῶν προσώπων τὸν ἀριθμόν· πάλιν εἰπὼν ἑνικῶς ‘εἰκόνα’ τὸ ταὐτὸν τῆς φύσεως ἔδειξεν, ‘ἡμετέραν’ δὲ προσθεὶς τὸν τῶν ὑποστάσεων ἀριθμόν. ἅπαντα γὰρ προορῶν ὁ τῶν ὅλων θεός, καὶ τὴν τοῦ μονογενοῦς ἐνανθρώπισιν, ὡς ταύτην τὴν φύσιν ἐκ παρθένου λήψεται, μάλα εἰκότως καὶ αὐτὴν τοῦ γένους τὴν κρηπῖδα τιμῆς μεγίστης ἠξίωσεν. πρῶτον μὲν γὰρ βουλὴν τῆς δημιουργίας προέταξεν, ἵνα τοῦ δημιουργουμένου τὸ λογικὸν προσημάνῃ, εἶτα τῶν προσώπων τῆς θεότητος παρεδήλωσεν τὸν ἀριθμόν, ἵνα τὰ τῆς θεολογίας ὁ πλαττόμενος ἄνθρωπος λάβοι αἰνίγματα, καὶ ὁ τοῦ παναγίου βαπτίσματος ἀξιούμενος γινώσκει σαφῶς ὅτι ὁ πλάσας καὶ διέσωσεν καὶ ὁ σώσας αὐτὸς καὶ διέπλασεν· πρὸς δὲ τούτοις καὶ οἷον αὐτουργὸς τῆς διαπλάσεως γενόμενος ἔδειξε τὴν πλείονα περὶ τόδε τὸ πλάσμα φιλοστοργίαν.

ἀλλ’ οὔτε χεῖρας ἔχειν τὸ θεῖόν φαμεν οὔτε δεῖσθαι βουλῆς τινος καὶ προθεωρίας, ἵνα κατὰ τοὺς Πλάτωνος μύθους πρὸς τὴν τῆς ἐνθυμήσεως ἰδέαν κατασκευάσῃ τὸ ποίημα, ἀλλὰ καὶ τούτων ἕκαστον τὴν πλείονα τοῦ θεοῦ περὶ τὸ ζῷον κηδεμονίαν δηλοῖ.

Τί ἐστι τὸ κατ’ εἰκόνα; Τινὲς τὸ ἀόρατον τῆς ψυχῆς τὸ κατ’ εἰκόνα εἰρήκασιν· ἀλλ’ εἰ τοῦτο, πολλῷ μᾶλλον ἂν κατ’ εἰκόνα ὑπῆρχον οἱ ἄγγελοι. τινὲς δὲ λίαν ἀνοήτως τὸ σῶμα τὸ ἀνθρώπινον κατ’ εἰκόνα θείαν γεγενῆσθαί φασιν, ἀπατηθέντες ἐκ τοῦ λέγειν πολλάκις ἐπὶ θεοῦ τὴν θείαν γραφὴν ὀφθαλμοὺς καὶ χεῖρας καὶ τὰ ὅμοια, μὴ συνιδόντες ὡς ἀνθρώποις δι’ ἀνθρώπων διαλεγόμενος ὁ θεὸς τῇ τῶν ἀκουόντων ἀσθενείᾳ τοὺς λόγους μετρεῖ, καὶ ἐπειδὴ δι’ ὀφθαλμῶν ὁρῶμεν ἡμεῖς, τὴν ὀπτικὴν αὐτοῦ δύναμιν ὀφθαλμοὺς ὀνομάζει, ὥσπερ καὶ ὦτα τὴν ἀκουστικὴν καὶ τὸ πρόσταγμα στόμα· καίτοι τὸ ἀπερίγραφον τοῦ θεοῦ πολλαχοῦ τῆς γραφῆς ἐστιν ἐκμαθεῖν.

Τινὲς τοίνυν τῶν διδασκάλων οὕτως ἐνόησαν τὸ ‘κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν’, ὅτι τὴν κτίσιν τὴν αἰσθητήν τε καὶ νοητὴν πεποιηκὼς ὁ τῶν ὅλων θεὸς τὸν ἄνθρωπον διέπλασεν ἔσχατον, οἷόν τινα εἰκόνα αὐτοῦ ἐν μέσῳ τεθεικὼς τῶν ἀψύχων καὶ αἰσθητῶν καὶ νοητῶν, ἵνα τὰ μὲν ἄψυχά τε καὶ ἔμψυχα τούτῳ προσφέρῃ ὥσπερ τινὰ φόρον τὴν χρείαν, αἱ δὲ νοηταὶ φύσεις ἐν τῇ περὶ τοῦτον κηδεμονίᾳ τὴν περὶ τὸν πεποιηκότα δεικνύουσιν εὔνοιαν. τινὲς δὲ κατ’ εἰκόνα θεοῦ κατὰ τὸ ἀρχικὸν γεγενῆσθαι τὸν ἄνθρωπον ἔφασαν· ἐπήγαγεν γάρ, φασίν, ‘καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης’ καὶ ἑξῆς· ὥσπερ γὰρ αὐτὸς ἔχει τῶν ὅλων τὴν δεσποτείαν, οὕτω δέδωκεν τῷ ἀνθρώπῳ τῶν ἀλόγων τὴν ἐξουσίαν. ἔστι μέντοι καὶ ἄλλα εὑρεῖν ὡς ἀρχετύπου μιμήματα· δημιουργεῖ γὰρ καὶ ἄνθρωπος κατὰ μίμησιν τοῦ πεποιηκότος θεοῦ καὶ οἰκίας καὶ τείχη καὶ πόλεις καὶ λιμένας καὶ μυρία ἕτερα, οὐρανοῦ ἐκτυπώματα, καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων καὶ ἀνθρώπων καὶ ζῴων ἀλόγων εἰκόνας, εἰ καὶ τὸ τῆς δημιουργίας διάφορον ἄφατον· ἀλλ’ ὅμως δημιουργῶν ὁ ἄνθρωπος ἁμῇ γέ πῃ τὸν οἰκεῖον μιμεῖται ποιητὴν ὡς εἰκὼν τὸ ἀρχέτυπον. καὶ γὰρ ἡ εἰκὼν ἔχει τὰ τοῦ ἀρχετύπου ἰνδάλματα, ἀλλὰ τὸ μὲν τῶν μορίων εἶδος ἔχει, τὰς δὲ ἐνεργείας οὐκ ἔχει· ἐστέρηται γὰρ ψυχῆς, δι’ ἧς κινεῖται τὸ σῶμα.

οὕτω πάλιν καὶ βασιλεύει ὁ ἄνθρωπος καὶ κρίνει κατὰ μίμησιν τοῦ τῶν ὅλων θεοῦ· ἀλλ’ ὁ μὲν καὶ μαρτύρων καὶ κατηγόρων δεῖται καὶ μυρίων ἄλλων ἐν τῇ κρίσει, ὁ δὲ οὐδενός· πάντα γὰρ καὶ πρὶν γενέσθαι οἶδεν. οὕτω καὶ θεὸς ὁ ἄνθρωπος ὠνομάσθη, διότι καὶ εἰκὼν ἐκλήθη θεοῦ· καὶ γὰρ ὁ Παῦλός φησιν· ‘ἀνὴρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων’. ἀλλὰ πάλιν ὁ μὲν θεὸς καὶ τὴν φύσιν ἐστὶν ὅπερ καλεῖται, ὁ δὲ ἄνθρωπος ὡς εἰκὼν τοὔνομα μόνον ἔχει.

Πάλιν ἀπερίγραφον κυρίως μὲν καὶ ἀληθῶς ὁ θεός, μιμεῖται δὲ αὐτό πως καὶ ὁ ἀνθρώπινος λογισμός· ἐν ἀκαρεῖ γὰρ περινοστεῖ τά τε ἑῷα καὶ τὰ ἑσπέρια καὶ τὰ βόρεια καὶ τὰ νότια, καὶ δὴ καὶ τὰ οὐράνια καὶ τὰ ὑποχθόνια· ἀλλ’ ὁ μὲν τῇ τοῦ λογισμοῦ μόνῃ φαντασίᾳ, θεὸς δὲ καὶ τῇ οὐσίᾳ καὶ τῇ σοφίᾳ καὶ τῇ δυνάμει τὸ ἀπερίγραφον ἔχει.

Εὕροι δ’ ἄν τις καὶ ἑτέραν μίμησιν ἀκριβεστέραν ἐν τῇ ψυχῇ τοῦ ἀνθρώπου· ἔχει γὰρ αὐτὴ ἐν ἑαυτῇ καὶ τὸ λογικὸν καὶ τὸ ζωτικόν· καὶ γεννᾷ μὲν ὁ νοῦς τὸν λόγον, συμπρόεισι δὲ τῷ λόγῳ πνεῦμα, οὐ γεννώμενον καθάπερ ὁ λόγος, συμπαρομαρτοῦν δ’ ἀεί· ἀλλὰ ταῦτα ὡς ἐν εἰκόνι πρόσεστιν τῷ ἀνθρώπῳ, διὸ καὶ ἀνυπόστατός ἐστιν καὶ ὁ λόγος καὶ τὸ πνεῦμα, ἐπὶ δὲ τῆς ἁγίας τριάδος τρεῖς νοοῦμεν τὰς ὑποστάσεις καὶ ἀσυγχύτως ἡνωμένας καὶ καθ’ ἑαυτὰς ὑφεστώσας.

Ἀγαθὸν τὸν θεὸν ὀνομάζοντες πῶς αὐτῷ περιάπτετε τοσαύτην ἀποτομίαν; ὠμότητος γὰρ καὶ ἀπηνείας τὸ διὰ βρῶσιν ὀλίγην τοσαύτην ἐπενεγκεῖν τιμωρίαν, οὐ τοῖς ἡμαρτηκόσι μόνον, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων βεβλαστηκόσι Πρῶτον προσήκει πεπεῖσθαι τοὺς εὐσεβεῖν προαιρουμένους ὡς πᾶν ὁτιοῦν ὑπὸ τοῦ θεοῦ τῶν ὅλων γινόμενον ἢ κελευόμενον καὶ ὅσιον καὶ δίκαιον καὶ ἀγαθὸν καὶ φιλάνθρωπον.

Ἔπειτα εἰδέναι δεῖ ὡς πᾶς νόμος, εἰ καὶ περὶ μικρῶν τινων διαγορεύει, τὴν ἴσην ἔχει δύναμιν τῷ τὰ μέγιστα κελεύοντι δρᾶν, καὶ διαφερόντως ὅταν θεῖος ᾖ ὁ νόμος. αὐτίκα γοῦν ὁ περιτέμνεσθαι κελεύων οὐδεμίαν παραβαινόμενος τῷ πέλας ἐργάζεται βλάβην· ἀλλ’ ὅμως ὁ νομοθέτης φησὶν ὅτι ‘πᾶς ἄρσην ἀπερίτμητος, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται’, καὶ ἣν ὥρισε τοῖς ἀνδροφόνοις καὶ μοιχοῖς τιμωρίαν, ταύτην καὶ τούτοις ἐκλήρωσεν. εἰ δὲ Μαρκίων καὶ οἱ τῆς αὐτῆς δυσσεβείας διὰ ταῦτα μάλιστα τὸν νόμον καὶ αὐτὸν κακίζουσι τὸν νομοθέτην, ἐκ τοῦ εὐαγγελίου ἐπιστομιζέσθωσαν· ὁ γὰρ λάγνως ὁρῶν γυναῖκα ὡς μοιχὸς ἐκεῖνος κρίνεται, καὶ ὁ ῥακᾶ λέγων τὸν ἀδελφὸν γραφῆς ὑπεύθυνος, καὶ ὁ εἰκῇ ὀργιζόμενος ἔνοχος τῇ κρίσει, καὶ ὁ μωρὸν καλῶν ἄξιος τῆς γεέννης. τί γὰρ τὸν μὲν ἀγαθὸν ὀνομάζουσιν, ἀπηνῆ δὲ τὸν τῆς παλαιᾶς νομοθέτην; ταῦτα γὰρ ἐκείνων κατὰ τὸν τούτων ὅρον ὠμότερα. ἡμεῖς δὲ κἀκείνους καὶ τούτους τοὺς νόμους ἑνὸς ἴσμεν θεοῦ, τὸ δὲ διάφορον ἡ τῶν νομοθετουμένων ποιότης εἰργάσατο· οἷα γὰρ σοφὸς διδάσκαλος τοῖς μὲν ἀτελέσι τὰ ἀτελῆ, τοῖς δὲ τελείοις τὰ τέλεια προσενήνοχεν.

Πρὸς δὲ τούτοις σκοπητέον καὶ τοῦτο, ὅτι τοῖς πρώτοις παραβαίνουσι τοὺς νόμους δίχα συγγνώμης ἐπιφέρονται αἱ τιμωρίαι, ὥστε τοὺς ἄλλους ὁρῶντας τὴν κόλασιν μὴ τολμᾶν παραβαίνειν. οὕτως ὁ πρῶτος ἐν σαββάτῳ ξύλα συλλέξας ὑπὸ παντὸς τοῦ λαοῦ κατελεύσθη, χρόνῳ δὲ ὕστερον πολλῶν τὸν περὶ τοῦ σαββάτου νόμον παραβεβηκότων μακροθύμως ὁ νομοθέτης ἤνεγκεν. οὕτω Κάιν πρῶτος φονεύσας ἀνηκέστοις τιμωρίαις περιβάλλεται, πολλῶν φονέων ὕστερον οὐ παραυτίκα δόντων τὰς τιμωρίας. ἔδει τοίνυν καὶ τὸν Ἀδὰμ δεξάμενον νόμον, καὶ νόμον κουφότατον (τῶν παντοδαπῶν γὰρ αὐτῷ καρπῶν ἐδεδώκει τὴν ἀφθονίαν, ἑνὸς δὲ μόνου ἀπηγορεύκει), δοῦναι δίκας τοῦ πλημμελήματος εἰς ὠφέλειαν τοῦ γένους. εἰ δὲ δυσόργητος ὤν, ὡς ὁ δυσώνυμος ἔφη Μαρκίων, διὰ βρῶσιν ὀλίγην τὴν τοῦ θανάτου τιμωρίαν ἐπήνεγκεν, πῶς ἁπάντων ἀνθρώπων εἰς ἀσέβειαν ἐξοκειλάντων καὶ παρανομίαν οὐ πανωλεθρίαν ἐπήνεγκεν, ἀλλὰ καὶ τὸν υἱὸν ἔδωκεν καὶ τὴν διὰ σταυροῦ καὶ πάθους ἐδωρήσατο σωτηρίαν;

Καίτοι δῆλον τοῖς τὰ θεῖα πεπαιδευμένοις ὡς οὐδὲν ἐκ μεταμελείας ποιεῖ ὁ θεός· τοῦτο γὰρ ἴδιον τὸ πάθος τῶν τρεπτὴν ἐχόντων τὴν φύσιν, ἔτι δὲ καὶ τὸ μέλλον ἀγνοούντων· ὁ δὲ θεὸς καὶ ἄτρεπτος καὶ τὰ μήπω γεγενημένα ὡς ἤδη γεγενημένα ὁρᾷ. διὸ καὶ τὸν Ἀδὰμ προειδὼς ὅτι θνητὸς γενήσεται τὴν ἐντολὴν παραβάς, τοιαύτην αὐτοῦ καὶ τὴν φύσιν εἰς ἄρρεν καὶ θῆλυ προκατεσκεύασεν· τῶν γὰρ θνητῶν καὶ παιδοποιίας δεομένων εἰς τὴν τοῦ γένους διαμονὴν ἡ τοιαύτη τῶν σωμάτων διάπλασις, ἡ γὰρ ἀθάνατος φύσις οὐ δεῖται τοῦ θήλεος. τούτου χάριν ὁ ποιητὴς τὸν μὲν τῶν ἀσωμάτων ἀριθμὸν ὁμοῦ παρήγαγεν, τῶν δὲ θνητῶν ζῴων ἀνὰ δύο καθ’ ἕκαστον δημιουργήσας γένος τῆς αὔξης αὐτοῖς τὴν εὐλογίαν προσήνεγκεν. ταῦτα τοίνυν προορῶν ὁ θεὸς οὐ μόνον εἰς ἄρρεν καὶ θῆλυ τὸν ἄνθρωπον διέπλασεν, ἀλλὰ καὶ τὸν περὶ τῆς βρώσεως αὐτοῖς νόμον ἔδωκεν· ‘ἰδοὺ’ γάρ φησιν ‘δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον’, καὶ ἑξῆς ‘ὑμῖν δέδωκα εἰς βρῶσιν’, καὶ ταῦτα πρὸ τῆς ἐντολῆς.

οὐ τοίνυν ὀργῆς ἡ τιμωρία, ἀλλ’ οἰκονομία σοφίας μεστή· ἵνα γὰρ μισήσῃ τὴν ἁμαρτίαν τῶν ἀνθρώπων τὸ γένος ὡς αἰτίαν θανάτου γεγενημένην, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ἐπιφέρει τοῦ θανάτου τὴν ψῆφον ὁ πάνσοφος, τοῦτο μὲν τὸ περὶ τὴν ἁμαρτίαν μηχανώμενος μῖσος, προευτρεπίζων δὲ τῷ γένει τῆς σωτηρίας τὸ φάρμακον, τὴν τοῦ μονογενοῦς ἐνανθρώπισιν, δι’ ἧς ἡμῖν ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἀθανασία διαπεπραγμάτευται.

Τί δὲ καὶ ἀπηνὲς ἡ ἀπόφασις ἔχει; ‘γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.’ ἀπὸ γῆς σε, φησίν, εἰς ἀμείνω πολλῷ φύσιν μετεσκεύασα, ἐπειδὴ δὲ φυλάξαι μου τὴν ἐντολὴν οὐκ ἠθέλησας, πρὸς τὴν προτέραν ἐπανελεύσεσθε φύσιν. ἀνθ’ ὅτου δὲ καὶ σμικρὸν εἶναι δοκεῖ τὸ ἁμάρτημα; ὁ μὲν πάντων ἔδωκεν τὴν ἐξουσίαν, ἑνὸς δὲ μόνου ἀπεῖρξεν· ὁ δέ, καταλιπὼν ἅπαντα, τοῦτον καὶ μόνον καὶ πρῶτον ἐτρύγησε τὸν καρπόν. τοῦτο γὰρ αὐτῷ καὶ ὁ δεσπότης ἐμέμψατο· ‘τίς’ γάρ φησιν ‘ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;’ δεδήλωκε δὲ καὶ ὁ διάβολος μὴ φαγεῖν αὐτοὺς ἀπό τινος ἄλλου ξύλου, δι’ ὧν ἔφη τῇ Εὔᾳ, ‘τί ὅτι εἶπεν ὁ θεός, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ;’ εἰ γὰρ εἶδεν ἐδηδοκότας, οὐκ ἂν ᾠήθη περὶ πάντων αὐτοὺς τῶν δένδρων εἰληφέναι τὴν ἐντολήν. οὐ μικρὰ τοίνυν ἡ παράβασις· πρώτου γὰρ μετέλαβον οὗ μόνου μὴ μετασχεῖν ἐκελεύσθησαν.

Τίνας υἱοὺς θεοῦ κέκληκεν Μωυσῆς; Οἱ μὲν τοὺς ἀγγέλους ὑπονοήσαντες μαίνονται· υἱοὺς δὲ κέκληκε νῦν τοῦ θεοῦ τοὺς ἐκ τοῦ Σὴθ καταγομένους. εἰποῦσα γὰρ ἡ γραφὴ ὅπως ἐκ τοῦ Σὴθ ὁ Ἐνὼς ἐγεννήθη, προσέθηκεν ‘οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ’. ὁ δὲ Ἀκύλας φησίν, ‘τότε ἤρχθη τὸ καλεῖν ἐν ὀνόματι κυρίου’. αἰνίττεται δὲ ὡς διὰ τὴν εὐσέβειαν οὗτος πρῶτος τῆς θείας προσηγορίας τετύχηκεν καὶ ὑπὸ τῶν συγγενῶν ὠνομάσθη θεός, ὅθεν οἱ ἐκ τούτου φύντες υἱοὶ θεοῦ ἐχρημάτιζον· διὸ καὶ ὁ κύριος διὰ τοῦ προφήτου Δαυὶδ ‘ἐγὼ εἶπον, θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες’ καὶ ‘ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ’. οὕτω δὲ ὀνομάζει τοὺς ἄρχοντας· καὶ γὰρ ἐπάγει ‘ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;’ καὶ ἑξῆς. καὶ πολλαχοῦ τῆς γραφῆς εὑρήσεις θεοὺς τοὺς διαφέροντας τῶν πολλῶν ἀνθρώπων ὀνομαζομένους.

οἱ τοίνυν τοῦ Σὴθ ἀπόγονοι, εἴτε ὡς ἐκ τοῦ Ἐνώς, ὃς θεὸς ἐπεκλήθη πρῶτος, ἐκφύντες, εἴτε ἁπλῶς ὡς εὐσεβείᾳ τῶν ἐκ τοῦ Κάιν τεχθέντων διαφέροντες, υἱοὶ θεοῦ ἐκαλοῦντο, καὶ οὐκ ἐπεσμίγνυντο τοῖς ἐκ τοῦ Κάιν διὰ τὴν ἐπενεχθεῖσαν αὐτῷ παρὰ τοῦ θεοῦ τῶν ὅλων ἀράν· χρόνῳ δ’ ὕστερον εὐειδεῖς θεασάμενοι τὰς ἐκ τῆς τοῦ Κάιν συγγενείας θυγατέρας, καὶ καταθελχθέντες ὡς εἰκὸς τοῖς παρ’ αὐτῶν ἐπινοηθεῖσι μουσικοῖς ὀργάνοις (ὁ γὰρ Ἰωβὰλ ἐξ αὐτῶν ἀνθήσας ψαλτήριον καὶ κιθάραν κατέδειξεν), ἐπεμίγησαν αὐταῖς καὶ διέφθειραν τὴν οἰκείαν εὐγένειαν, καὶ θεήλατον τιμωρίαν ἐδέξαντο καρπὸν τῆς παρανομίας τὴν πανωλεθρίαν εὑράμενοι.

Ἐκεῖνο μέντοι ἐπισημήνασθαι χρή, ὡς οὐχ ἁπλῶς αὐτῶν ἁμαρτίαν ὁ θεῖος λόγος κατηγορεῖ, ἀλλὰ τὴν μετ’ ἐπιμελείας καὶ σπουδῆς παρανομίαν· τοῦτο γὰρ δηλοῖ τὸ ‘πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας’. οἱ μὲν γὰρ δυσχεραίνοντες τῆς ἁμαρτίας τὴν προσβολήν, ἡττώμενοι δὲ διὰ τὴν τοῦ νοῦ ῥαθυμίαν, οὐ πονηρίαν, εἶτα ὕστερον ἀλγοῦντες καὶ στένοντες, ἔχουσί τινα μετρίαν ἁμῇ γέ πῃ παραίτησιν· οἱ δὲ εἰς ἀκολασίαν καὶ πονηρίαν παντάπασιν ἀποκλίνοντες, ὥστε καὶ προσεπινοεῖν νεωτέρας κακίας ἰδέας, ποίας ἄξιοι συγγνώμης;

Τοῦ νόμου μήπω τεθέντος ὃς διαγορεύει τιμᾶν τὸν πατέρα καὶ τὴν μητέρα, πῶς ὁ Χὰμ ὡς πατραλοίας κρίνεται; Τῇ φύσει τοὺς ἀναγκαίους νόμους ἐντέθεικεν ὁ θεός. οὕτω τὸν Κάιν κατέκρινεν, ἐπειδήπερ αὐτὸν ἡ φύσις ἐδίδασκεν ὡς ὁ φόνος παράνομον· αὐτίκα γοῦν δόλῳ χρησάμενος συνεργῷ, πόρρω τῶν γεγεννηκότων ἀπάγων ἀνεῖλε τὸν ἀδελφόν, καὶ τοῦ θεοῦ πυνθανομένου ‘ποῦ Ἄβελ ὁ ἀδελφός σου;’ ἠρνήθη, δηλονότι ὡς ἐπιστάμενος κακὸν εἶναι τὸ τολμηθέν, ἐλεγχθεὶς δὲ ὑπὸ τοῦ δικαίου κριτοῦ ὡμολόγησεν ὑπὲρ συγγνώμην ἡμαρτηκέναι· ‘μείζων’ γάρ φησιν ‘ἡ ἁμαρτία μου τοῦ ἀφεθῆναί με’. καὶ μέντοι καὶ ὁ Ἀδὰμ τῆς θείας ἐπιφανείας αἰσθόμενος ἐπειράθη λαθεῖν, ὡς εἰδὼς ὅτι δὴ τὸ κλέπτειν κακόν. οὕτω καὶ ὁ Χὰμ τὴν τοῦ πατραλοίου κατηγορίαν ἐδέξατο ὡς παραβὰς τὸν τῆς φύσεως νόμον· ὅτι δὲ καὶ τὸ γεραίρειν τοὺς γεγεννηκότας ἡ φύσις ἐδίδασκεν, μαρτυροῦσιν οἱ τοῦ Χὰμ ἀδελφοί, οἱ μετὰ πολλῆς αἰδοῦς τὸν πατέρα συγκαλύψαντες.

Τί δήποτε τοῦ Χὰμ ἐπταικότος ὁ ἐκείνου παῖς ἠράθη; Κοινῇ πάντες μετὰ τὴν τοῦ κατακλυσμοῦ παῦλαν τῆς θείας μετέλαχον εὐλογίας· τολμηρὸν τοίνυν ὑπέλαβεν ὁ Νῶε ἐπαγαγεῖν ἀρὰν τῷ τῆς θείας εὐλογίας μετειληχότι, τούτου χάριν τῷ ἐκείνου παιδὶ ταύτην περιέθηκεν.

Ἔχει δὲ καὶ ἡ τιμωρία τὸ δίκαιον· ἐπειδὴ γὰρ υἱὸς ὢν ἐξήμαρτεν εἰς πατέρα, διὰ τῆς τοῦ παιδὸς ἀρᾶς δέχεται τιμωρίαν. Πρὸς δὲ τούτῳ σκοπητέον κἀκεῖνο, ὡς εἰ αὐτὸς ὁ Χὰμ ἐδέξατο τὴν ἀράν, εἰς ὅλον ἂν διέβη τὸ γένος ἡ τιμωρία· ἐκ δὲ τούτου ἐβλάστησαν Αἰθίοπες καὶ Αἰγύπτιοι καὶ Λιβύη πᾶσα καὶ Φοινίκη καὶ Παλαιστίνη· ἵνα τοίνυν μὴ ἅπαν τὸ γένος περιβάλῃ τῇ τιμωρίᾳ, εἰς τὸν νεώτατον υἱὸν τὴν παιδείαν παρέπεμψεν.

Καὶ τοῦτο δὲ εἰδέναι προσήκει, ὡς πρόρρησίς ἐστιν, οὐκ ἀρά, τοῦ δικαίου τὰ ῥήματα. ἐπειδὴ γὰρ ἤμελλεν ὁ Ἰσραήλ, ἐκ τοῦ Σὴμ κατάγων τὸ γένος, τῆς Παλαιστίνης κύριος ἔσεσθαι, ταύτην δὲ πάλαι ᾤκουν οἱ ἐκ τοῦ Χαναάν, εἰς ἀρὰν σχηματίζει τὴν πρόρρησιν, προαγορεύων μὲν τὰ ἐσόμενα, δεδιττόμενος δὲ τοὺς ὕστερον ἐσομένους μὴ πλημμελεῖν εἰς γονέας. καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ Σὴμ εὐλογία διδάσκει· ‘εὐλογητὸς’ γὰρ ‘κύριος ὁ θεὸς τοῦ Σήμ, ἔσται Χαναὰν παῖς αὐτοῦ· πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ· γενηθήτω Χαναὰν παῖς αὐτοῦ’. οὐ γὰρ τοῖς δύο τοῦτον ὑπέταξεν, ἀλλὰ μόνῳ τῷ Σήμ· καὶ τοῦ μὲν Ἰάφεθ τὴν πολυγονίαν προείρηκεν, τοῦ δὲ Σὴμ τὴν εὐσέβειαν. τὸν γὰρ θεὸν ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ κατοικήσειν προείρηκεν· κατῴκησε δὲ ἐν τοῖς ἐκ τοῦ Σὴμ πατριάρχαις καὶ ἐν τοῖς ἐκ τούτων βεβλαστηκόσι προφήταις, καὶ ἐν τῇ σκηνῇ πρότερον καὶ ἐν Ἱεροσολύμοις ὕστερον· ἀκριβὲς δὲ τέλος ἔσχηκεν ἡ προφητεία τὸ τῆς οἰκονομίας μυστήριον, ὅτε αὐτὸς ὁ θεὸς λόγος ἐνηνθρώπισεν καὶ ναὸν ἑαυτοῦ προσηγόρευσεν ἣν ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραὰμ ἔλαβε σάρκα, ἐκ τοῦ Σὴμ γὰρ καὶ οὗτοι κατῆγον τὸ γένος. ἡ δὲ τοῦ Χαναὰν δουλεία ἐν τοῖς Γαβαωνίταις τὸ τέλος ἐδέξατο.

Πῶς Ἀβραὰμ πιστὸς ὀνομάζεται, εἰρηκὼς τῷ θεῷ ‘κατὰ τί γνώσομαι τοῦτο, ὅτι κληρονομήσω αὐτήν;’ Τὸ ‘κατὰ τί γνώσομαι’ οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλὰ μαθεῖν ποθοῦντος τῆς κληρονομίας τὸν τρόπον. ἐπειδὴ γὰρ ἑώρα πλήθη μυρία τὴν Παλαιστίνην οἰκοῦντα, μαθεῖν ἠβουλήθη τίνι τρόπῳ παραλήψεται τῆς γῆς ἐκείνης τὴν δεσποτείαν· νόμῳ πολέμου; δίχα πολέμου; ζώντων ἐκείνων; ἀναιρουμένων; ἐξελαυνομένων; τούτου χάριν μετὰ τὴν θυσίαν ὁ τῶν ὅλων ὀφθεὶς θεός, ‘γινώσκων’ φησὶν ‘γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου’ καὶ ἑξῆς, ἕως τοῦ ‘οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων’. ἐκ τῆς θείας τοίνυν ἀποκρίσεώς ἐστι γνῶναι τὸν τρόπον τῆς ἐρωτήσεως· ἐπειδὴ γὰρ εἶπεν ‘κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν’, ἐδιδάχθη ὅσον μὲν παροικήσουσι χρόνον, καὶ ὅπως ταλαιπωρήσουσιν, ὅσης δὲ ἀξιωθήσονται προμηθείας, τῶν μὲν πολεμησόντων αὐτοὺς κολασθησομένων, τῶν δὲ τὰ ἐκείνων καρπωσομένων, καὶ ὅτι τούτων αὐτὸς οὐδεμίαν πεῖραν λαβὼν ἐν εἰρήνῃ καταλύσει τὸν βίον. ἐδίδαξεν δὲ καὶ τῆς ἀναβολῆς τὴν αἰτίαν· ἵνα γὰρ μή τις τοπάσῃ διὰ τὸ πλῆθος τῶν ἐνοικούντων μὴ δυνηθῆναι τὸν δεσπότην θεὸν τῆς γῆς αὐτοῖς ἐκείνης παραδοῦναι τὴν δεσποτείαν, φησὶν ὅτι οὔπω ἄξια πανωλεθρίας δεδράκασιν οἱ Ἀμορραῖοι, οὐ χρὴ γὰρ πρὸ τῆς ἁμαρτίας ἐκ προγνώσεως ἐνεχθῆναι τὴν τιμωρίαν.

ὅτι δὲ εἶχον κατ’ ἐκεῖνο καιροῦ εὐσεβεῖς, δῆλον ἔκ τε τοῦ Ἀβιμέλεχ καὶ ἐκ τῶν τὴν Χεβρὼν οἰκούντων, ὧν ἐστιν πρὸς τὸν πατριάρχην ἀκοῦσαι βοώντων ‘βασιλεὺς εἶ σὺ παρὰ θεοῦ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου’.

Τίνος ἕνεκεν παλαίει τῷ Ἰακὼβ ὁ ἄγγελος; Δεδιότι τὸν ἀδελφὸν θάρσος ἐντίθησι· διά τοι τοῦτο καὶ τῆς νίκης αὐτῷ παρεχώρησεν, μονονουχὶ λέγων· ‘ἐμὲ νενίκηκας, καὶ ἄνθρωπον δέδοικας;’ ἵνα δὲ μὴ μέγα φρονῇ δόξας νενικηκέναι θεόν, τῇ ἁφῇ τοῦ μηροῦ τὸ ἐθελούσιον τῆς ἥττης ἐδήλωσεν· τῇ γὰρ ἁφῇ τοῦ μηροῦ τὴν νάρκην εἰργάσατο. γνοὺς δὲ τοῦ ἐπιφανέντος τὴν δύναμιν, τὴν εὐλογίαν αἰτεῖ, ὁ δὲ καὶ τὴν αἴτησιν δίδωσι καὶ τὴν προσηγορίαν ἀμείβει. διέμεινεν δὲ καὶ μετὰ τὴν ἐγρήγορσιν ὁ μηρὸς ναρκῶν τε καὶ ὑποσκάζων, ἵνα μὴ φαντασίαν ὑπολάβῃ τὴν ὄψιν· διὰ τοῦτο καὶ ἐρωτήσας τίνα προσηγορίαν ἔχει, οὐ μόνον διαμαρτάνει τῆς αἰτήσεως, ἀλλὰ καὶ ἐπιπλήττεται ὡς ὑπερβὰς τὰ μέτρα τῆς φύσεως· ‘ἵνα τί’ γάρ φησιν ‘ἐρωτᾷς τὸ ὄνομά μου; καὶ τοῦτό ἐστιν θαυμαστόν’.

Ἐπισημαντέον δὲ κἀνταῦθα ὅτι τὸν αὐτὸν ἐκάλεσεν καὶ ἄνθρωπον καὶ θεόν· ‘ἐνισχύσας’ γὰρ ἔφη ‘μετὰ θεοῦ, καὶ μετὰ ἀνθρώπων ἔσῃ δυνατός’. καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου εἶδος θεοῦ· ‘εἶδον’ γάρ φησιν ‘θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή’· καὶ πάλιν· ‘ἀνέτειλεν δ’ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν τὸ εἶδος τοῦ θεοῦ’. διὰ τούτων δὲ πάντων μανθάνομεν ὡς ὁ μονογενὴς θεὸς ἐφάνη κἀνταῦθα τῷ Ἰακώβ.

Πῶς εὐλογῆσαι τοὺς παῖδας ὁ Ἰακὼβ λέγεται, ἐνίοις ἐπαρασάμενος; Οὔτε ἀραί εἰσιν οὔτε εὐλογίαι, ἀλλὰ προρρήσεις οἱ τελευταῖοι τοῦ πατριάρχου λόγοι· ‘συνάχθητε’ γάρ φησιν ‘ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν’. ἐμνήσθη δὲ καὶ τῶν παρ’ ἐνίων γεγενημένων, οὐκ ἐπειδὴ δίκας οἱ παῖδες εἰσεπράττοντο τῶν πατρικῶν ἁμαρτημάτων, ἀλλὰ σχηματίζων εἰς ἀρὰν καὶ εὐλογίαν τοὺς λόγους εἰς κοινὴν τῶν ἐντευξομένων ὠφέλειαν.

Καὶ τῷ μὲν Ῥουβὶμ αὐθάδειαν ἐπιμέμφεται καὶ θρασύτητα καὶ τὴν εἰς πατρῴαν εὐνὴν παρανομίαν, οὗ δὴ ὀλίγους αὐτοῦ γεγενῆσθαι τοὺς ἀπογόνους προλέγει· τοῦτο γὰρ δηλοῖ τὸ ‘ὡς ὕδωρ μὴ ἐκζέσῃς’, ἀντὶ τοῦ ‘μὴ θερμανθείης εἰς πολυγονίαν’.

Νεμεσᾷ δὲ καὶ τῷ Συμεὼν καὶ τῷ Λευί, τῶν Σικιμιτῶν τὸν ἄδικον ὄλεθρον ὀδυρόμενος, καὶ εὔχεται μηδεμίαν κοινωνίαν εἰς τὴν παρανομίαν ἔχειν ἐκείνην· ἐπαρᾶται μέντοι οὐκ αὐτοῖς, ἀλλὰ τοῖς πονηροῖς αὐτῶν πάθεσιν, τῇ ὀργῇ, τῇ μήνιδι. ἐπιθυμίαν δὲ τὴν ὀργὴν ἐκάλεσεν, ἐκ ταύτης γὰρ ἡ ὀργὴ τὴν ἐτυμολογίαν ἔχει· ὀρέγεται γὰρ ὁ ὀργιζόμενος ἀμύνασθαι τὸν ἐχθρόν. καὶ αὐτὴ δὲ ἡ τιμωρία πρόρρησις ἦν· ‘διαμεριῶ’ γὰρ ‘αὐτοὺς ἐν Ἰακώβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ’. ἀλλ’ ἡ τοῦ Λευὶ φυλὴ διὰ τὴν ἄκραν διεσπάρη τιμήν· ὥστε γὰρ ἑκάστῃ φυλῇ συνεῖναι Λευίτας καὶ ἱερέας καὶ τὴν παρ’ αὐτῶν ὠφέλειαν καρποῦσθαι, οὐκ ἔλαβον ἴδιον κλῆρον, ἀλλ’ ἐν ἑκάστῃ φυλῇ τινες αὐτοῖς ἀπενεμήθησαν πόλεις καὶ τῆς προαστείου γῆς ὡρισμένος πήχεων ἀριθμός. καὶ ἡ τοῦ Συμεὼν φυλὴ οὐκ εἶχεν κλῆρον κεχωρισμένον, ἀλλὰ κατὰ τὴν τοῦ πατριάρχου πρόρρησιν μεταξὺ τῶν ἄλλων φυλῶν διεσπαρμένον.

Τοῦ δὲ Ἰούδα πολλοὺς ἐπαίνους διέξεισιν. ‘Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης.’ ἀλλὰ τούτων οὐδὲν τῷ Ἰούδα ἁρμόττει, ἀλλὰ τῇ ἐκ τούτου βλαστησάσῃ φυλῇ· βασιλικὴ γὰρ ἦν αὕτη, πρώτου μὲν τοῦ Δαυὶδ βασιλεύσαντος, εἶτα τῶν ἐξ ἐκείνου, καὶ πασῶν δὲ τῶν ἄλλων φυλῶν ἦν δυνατωτάτη. καὶ γὰρ ἡνίκα Δαυὶδ ὁ βασιλεὺς ἀριθμηθῆναι προσέταξε τὸν λαόν, τετρακοσίας χιλιάδας τοῦ Ἰούδα εὗρεν, τῶν δὲ ἄλλων φυλῶν ἐννακοσίας, καὶ μέντοι κἀν τῇ ἐρήμῳ διαριθμηθέντες πλείους ὤφθησαν τῶν ἄλλων φυλῶν. ἀλλὰ τὸ ἀκριβὲς τῆς προρρήσεως τὴν ἔκβασιν ἔλαβεν ἐπὶ τοῦ δεσπότου Χριστοῦ, ὃς ἐκ βλαστοῦ Ἰούδα ἀνέτειλεν κατὰ τὸν πατριάρχην Ἰακὼβ καὶ κατὰ τὸν προφήτην Ἡσαΐαν, ‘ἐξῆλθεν ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀνέβη’. αὐτῷ δὲ καὶ τὸ ‘ἀναπεσὼν ὡς λέων ἐκοιμήθη’ ἁρμόττει ‘καὶ ὡς σκύμνος λέοντος’· ὥσπερ γὰρ ὁ λέων καθεύδων ἐστὶ φοβερός, οὕτως ὁ δεσποτικὸς θάνατος καὶ τῷ θανάτῳ καὶ τῷ διαβόλῳ γεγένηται. λέοντα γὰρ αὐτὸν καὶ σκύμνον λέοντος κέκληκεν ὡς βασιλέα καὶ βασιλέως υἱὸν καὶ θεὸν καὶ θεοῦ υἱόν· καὶ κατὰ τὸ ἀνθρώπινον γὰρ ἐκ τοῦ Δαυὶδ ἐβλάστησεν, καὶ ὡς θεὸς πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς ἐγεννήθη. καὶ τὸ ‘τίς ἐγερεῖ αὐτόν;’

τὴν ἄφατον αὐτοῦ δείκνυσι δύναμιν· αὐτὸς γὰρ ἑαυτὸν ἀνέστησεν κατὰ τὴν αὐτοῦ πρόρρησιν, ‘λύσατε τὸν ναὸν τοῦτον’ καὶ ἑξῆς.

Προαγορεύει δὲ καὶ τῆς ἐπιφανείας αὐτοῦ τὸν καιρόν· ‘οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα’ καὶ ἑξῆς· σημεῖον γὰρ τοῦτο τῆς τοῦ κυρίου παρουσίας σαφέστατον. ἐξέλιπον γὰρ τῶν Ἰουδαίων οὐχ οἱ βασιλεῖς μόνον, ἀλλὰ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ προφῆται· τοῦ γὰρ σωτῆρος ἡμῶν μέλλοντος τίκτεσθαι, ἀλλόφυλοι αὐτῶν ἐκράτησαν βασιλεῖς, ἵνα ὁ αἰώνιος δειχθῇ βασιλεύς, ἡ τῶν ἐθνῶν προσδοκία. καὶ γὰρ καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὑπέσχετο ὁ τῶν ὅλων θεὸς ἐν τῷ σπέρματι αὐτῶν εὐλογήσειν πάντα τὰ ἔθνη τῆς γῆς. τοῦτο δὲ καὶ ἐνταῦθα παραδηλῶν ὁ Ἰακώβ φησιν, ‘οὐκ ἐκλείψει ἄρχων’ καὶ ἑξῆς, ἕως ‘καὶ αὐτὸς προσδοκία ἐθνῶν’. <εἶτα δεικνὺς τὸν ἐξ ἐθνῶν> καὶ Ἰουδαίων συστάντα λαόν, ‘δεσμεύων πρὸς ἄμπελον τὸν ὄνον αὐτοῦ’ φησιν ‘καὶ τῇ ἕλικι τῆς ἀμπέλου τὸν πῶλον τῆς ὄνου αὐτοῦ’. ὅτι δὲ ἄμπελος ὁ Ἰσραὴλ ὠνομάζετο, πάντες μὲν οἱ προφῆται διδάσκουσι καὶ Δαυίδ φησιν, ‘ἄμπελον ἐξ Αἰγύπτου μετῆρας’ καὶ ἑξῆς· καὶ ὁ κύριος δὲ ἐν τοῖς εὐαγγελίοις, ‘ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα’. πῶλον δὲ τὸν ἐξ ἐθνῶν ὀνομάζει λαὸν ὡς ἀδάμαστον ὄντα καὶ πωλοδάμνην οὐκ ἐσχηκότα.

τοῦτο γὰρ καὶ ὁ κύριος ᾐνίξατο, τοῖς ἀποστόλοις προστεταχὼς εἰς τὴν κατέναντι κώμην ἀπελθεῖν καὶ λῦσαι τὴν ὄνον τὴν δεδεμένην καὶ τὸν ταύτης πῶλον, ‘ἐφ’ ὅν’ φησιν ‘ἀνθρώπων οὐδεὶς ἐκάθισεν’· οὔτε γὰρ πατριάρχης οὔτε νομοθέτης οὔτε προφήτης τῆς τῶν ἐθνῶν ἐφρόντισε σωτηρίας, οἱ δὲ θεῖοι ἀπόστολοι προσταχθέντες μαθητεῦσαι τὰ ἔθνη ἔλυσαν μὲν τὴν ὄνον, τοῦτ’ ἔστιν τῶν ἀνθρώπων τὴν φύσιν τὴν δεδεμένην ταῖς τῆς ἁμαρτίας σειραῖς, ἔλυσαν δὲ καὶ τὸν πῶλον, τὸν ἐκ ταύτης βεβλαστηκότα λαόν, καὶ ἐπιθέντες αὐτῷ τὰ ἱμάτια τὰ ἑαυτῶν, τοῦτ’ ἔστιν τὴν χάριν ἧς ἔτυχον (‘ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο’), εὐήνιον ἀπέφηναν τὸν ἀδάμαστον πῶλον καὶ ἐπεκάθισαν αὐτῷ τὸν δεσπότην, καὶ προσέδησαν αὐτὸν τῇ ἀμπέλῳ, τοῦτ’ ἔστιν ἑαυτοῖς, ἐξ Ἰουδαίων γὰρ οἱ ἀπόστολοι. οὐ μόνον δὲ τοῖς ἀποστόλοις συνήφθησαν οἱ πεπιστευκότες, ἀλλὰ καὶ τοῖς τῶν ἀποστόλων μαθηταῖς· καὶ τοῦτο προορῶν ὁ πατριάρχης ἔφη ‘δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ καὶ τῇ ἕλικι τῆς ἀμπέλου τὸν πῶλον τῆς ὄνου αὐτοῦ’.

Εἶτα καὶ τὸ πάθος προλέγει· ‘πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ· χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ.’ καὶ τὸ μὲν σῶμα αὐτοῦ στολὴν ὀνομάζει, τὸ δὲ αἷμα οἶνον· ἐπειδὴ καὶ τὸν μυστικὸν οἶνον αἷμα κέκληκεν ὁ δεσπότης. ἀκούομεν δὲ καὶ τοῦ εὐαγγελιστοῦ διδάσκοντος ὡς τοῦ στρατιώτου τῇ λόγχῃ νύξαντος αὐτοῦ τὴν πλευράν, ἐξῆλθεν αἷμα καὶ ὕδωρ, οὗτοι δὲ οἱ κρουνοὶ διὰ τοῦ σώματος κατερρύησαν. διὰ τοῦτο καί φησιν· ‘πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ’. εἶτα δεικνὺς τὴν ἀπὸ τοῦ πάθους γενησομένην εὐφροσύνην, ‘χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου’· εὐφροσύνη γὰρ τῆς οἰκουμένης τὸ σωτήριον πάθος. ὅτι δὲ οὕτω τὸ πάθος ἐκάλεσεν, μάρτυς αὐτὸς ὁ κύριος λέγων ‘πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ’· οὕτω καὶ τοῖς υἱοῖς ἔφη Ζεβεδαίου ‘δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πιεῖν;’ τὸ τοίνυν χαροποιὸν τῶν ὀφθαλμῶν τὴν μετὰ τὸ πάθος εὐφροσύνην δηλοῖ· μετὰ γὰρ τὸ πάθος καὶ τὴν ἀνάστασιν εἰς πᾶσαν ἀπεστάλησαν τὴν οἰκουμένην οἱ μαθηταί, τὴν σωτηρίαν προσφέροντες τοῖς πιστεύουσι. τῆς δέ γε διδασκαλίας τὸ διειδὲς καὶ τὸ διαφανὲς λευκοτάτοις ὀδοῦσιν ἀπείκασεν· ‘λευκοὶ’ γάρ φησιν ‘οἱ ὀδόντες αὐτοῦ ἢ γάλα’. τοσαῦτα μὲν προείρηκεν ὁ πατριάρχης εὐλογῶν τὸν Ἰούδαν.

Τοῦ δὲ Ζαβουλὼν προείρηκεν τὴν παράλιον οἴκησιν· τοῦ δὲ Ἰσάχαρ τὴν γηπονίαν· τοῦ δὲ Δὰν κατὰ μέν τινας τὰ ὑπὸ τοῦ Σαμψὼν γεγενημένα, ἐκ ταύτης γὰρ ἦν τῆς φυλῆς, συνηρίθμηται δὲ καὶ τοῖς κριταῖς, καὶ διὰ τοῦτο, φησίν, ἔφη ‘Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ’. ἔνιοι δέ φασι τὰ κατὰ τὴν Λάισαν, τὴν νῦν Πανεάδα καλουμένην, προαγορεῦσαι· ἐξαπίνης γὰρ ἀπὸ ταύτης τινὲς ὁρμώμενοι τῆς φυλῆς ταύτῃ προσβαλόντες τῇ πόλει, εἷλόν τε κατὰ κράτος καὶ ᾤκισαν καὶ τὴν οἰκείαν αὐτῇ προσηγορίαν ἐπέθεσαν, Δὰν γὰρ αὐτὴν ἐκάλεσαν. ἐγὼ δὲ οἶμαι τὸ θεῖον πνεῦμα, ὥσπερ τὰ περὶ τοῦ σωτῆρος ἡμῶν, οὕτω καὶ περὶ τοῦ Ἀντιχρίστου διὰ τοῦ πατριάρχου ἐκ ταύτης δηλῶσαι τῆς προρρήσεως. ‘Δὰν’ γάρ φησιν ‘κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ φυλὴ μία ἐν Ἰσραήλ’· ὥσπερ γάρ, φησίν, ἐκ τῆς τοῦ Ἰούδα φυλῆς ὁ σωτὴρ βλαστήσας διασῴζει τὴν οἰκουμένην, οὕτως ἐκ τῆς τοῦ Δὰν φυλῆς ὄφις ὀλέθριος ἐξελεύσεται· τοῦτο γὰρ λέγει, ‘καὶ γενηθήτω Δὰν ὄφις ἐφ’ ὁδοῦ καθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς τὴν σωτηρίαν ἀναμένων κυρίου’. ἐπειδὴ γὰρ ἀπάταις παντοδαπαῖς κεχρημένος πειρᾶται τοὺς φενακιζομένους ἀγρεύειν εἰς ὄλεθρον, ὄφει τινὶ αὐτὸν ἀπεικάζει παρά τινι τρίβῳ φωλεύοντι καὶ τοῖς παριοῦσι λυμαινομένῳ.

ἵππον δὲ οἶμαι καλεῖν αὐτὸν τὸ σῶμα, ἐπιβάτην δὲ τὴν ψυχήν· τὸ δὲ εἰς τοὐπίσω πεσεῖν, τοῦτ’ ἔστιν ὕπτιον κεῖσθαι, τὸν θάνατον παραδηλοῖ, τοιοῦτον γὰρ τῶν τεθνεώτων τὸ σχῆμα. διὰ δὲ τῆς πτέρνης τὴν ἀπάτην ᾐνίξατο, ἐπειδὴ γὰρ τοὺς μὲν ἐξαπατᾷ, τοῖς δὲ παγχαλέπους ἐπιφέρει κολάσεις· διὰ δὲ τοῦ ἵππου τὸ σῶμα ᾐνίξατο, οὗ δακνομένου καὶ διαφθειρομένου ὁ θάνατος γίνεται, τοὺς τῆς ἐλπίδος τοῖς ὑπομένουσι κομίζων καρπούς· καρπὸς δὲ τῆς τοιαύτης ἐλπίδος ἡ σωτηρία.

Προλέγει τῷ Γὰδ τὰς ἐσομένας αὐτῷ παρὰ τῶν λῃστρικῶν ἐφόδων ἐπιβουλάς· τοῦτο γὰρ λέγει, ‘πειρατήριον πειρατεύει αὐτόν’. προαγορεύει δὲ καὶ τὴν ἐσομένην αὐτοῦ νίκην· ‘καὶ αὐτὸς’ γάρ φησιν ‘πειρατεύσει αὐτὸν κατὰ πόδας’. ὡσαύτως δὲ καὶ τοῦ Ἀσεὶρ τὴν σιτοφόρον χώραν, καὶ τοῦ Νεφθαλεὶμ τὴν εἰς πλῆθος ἐπίδοσιν· τοῦτο γὰρ ἔφη ‘στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γενήματι κάλλος’.

Εἶτα τοῦ Ἰωσὴφ τὸν φθόνον καὶ τὰς παντοδαπὰς ἐπιδείξας ἐπιβουλὰς τὴν θείαν ὑμνεῖ κηδεμονίαν, δι’ ἧς τοὺς πεπολεμηκότας ἐνίκησεν· ‘συνετρίβη’ γάρ φησιν ‘μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ἰακώβ· ἐκεῖθεν ὁ κατισχύσας σε, Ἰσραήλ, παρὰ θεοῦ τοῦ πατρός σου, καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμὸς καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα’ καὶ ἑξῆς. δι’ ὧν ἁπάντων ὕμνησεν τὸν οἰκεῖον θεόν, ὃς καὶ αὐτὸν κρείττονα τοῦ πεπολεμηκότος ἀπέφηνεν ἀδελφοῦ καὶ τὸν υἱὸν ἄμαχον ἔδειξεν παρὰ τοσούτων ἀδελφῶν ἐπιβουλευθέντα. ταύτης δέ, φησίν, τῆς κηδεμονίας τετύχηκας τῆς εἰς τοὺς γεγεννηκότας θεραπείας μισθὸν κομισάμενος· τοῦτο γὰρ λέγει, ‘ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου’. γηροκόμος γὰρ τοῦ πατρὸς σπουδαῖος ἐγεγόνει, τὰ δὲ εἰς αὐτὸν γεγενημένα κοινὰ αὐτοῦ τε καὶ τῆς μητρὸς εἶναί φησιν· ταύτης γὰρ ἂν τῆς κηδεμονίας κἀκείνη ἀπήλαυσεν, εἰ μὴ θᾶττον ἐξῆλθε τὸν βίον. εἶτα ἐπεύχεται αὐτῷ περιφάνειαν, ὥστε γενέσθαι αὐτὸν παρὰ πᾶσιν ἐπίσημον· ‘ὑπερίσχυσας’ γάρ φησιν ‘ὑπὲρ εὐλογίας ὀρέων μονίμων καὶ ἐπιθυμίας θινῶν αἰωνίων, ἔσονται ἐπὶ κεφαλῆς Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν.’

τὰς δὲ θῖνας ὁ Ἀκύλας βουνοὺς ἡρμήνευσεν· ἐπειδὴ τοίνυν πόρρωθεν ὁρῶνται καὶ οἱ βουνοὶ καὶ τὰ ὄρη, τούτοις παραπλησίως εὔχεται γνώριμον αὐτὸν γενέσθαι καὶ πάντων περιφανέστατον.

Τὸν δὲ Βενιαμὶν λύκον ἅρπαγα κέκληκεν διὰ τὸ συμβεβηκὸς πάθος τῇ τούτου φυλῇ· διὸ ἐπήγαγε, ‘τὸ πρωινὸν ἔδεται, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν’. ἐν γὰρ τῇ πρώτῃ καὶ δευτέρᾳ συμπλοκῇ νενικηκότες, ὕστερον ἄρδην ἀπώλοντο, πλὴν εὐαριθμήτων τινῶν ὀλίγων, οὓς οἱ νενικηκότες οἰκτείραντες, δοῦναι μὲν αὐτοῖς γυναῖκας διὰ τὸν ὅρκον ὑπείδοντο, ἑτέρως δ’ αὐτοῖς τὸν γάμον ἐμηχανήσαντο. εἰδέναι δὲ χρὴ ὥς τινες τήνδε τὴν πρόρρησιν εἰς τὸν θεσπέσιον Παῦλον εἵλκυσαν· λύκου γὰρ δίκην ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, ὕστερον δὲ τὴν πνευματικὴν τροφὴν τῇ οἰκουμένῃ διέδωκεν.

Ταῦτα τοῦ Ἰακὼβ εἰρηκότος καὶ τὴν οἰκείαν τελευτὴν μεμηνυκότος, ὁ συγγραφεὺς ἔφη, ‘καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπεν, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ’. τοῦτο δὲ καὶ πρὸς τὸν Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη θεός· ‘σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρει καλῷ’. ἐντεῦθεν καὶ ὁ κύριος τὴν τῶν Σαδδουκαίων ἀπιστίαν διήλεγξεν εἰρηκώς, ‘ὅτι δὲ ἐγείρονται οἱ νεκροί, οὐκ ἀνέγνωτε, ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν, ἀλλὰ ζώντων’· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.

Τί δηλοῖ τὸ τὴν βάτον καίεσθαι καὶ μὴ κατακαίεσθαι; Τὴν τοῦ θεοῦ δύναμιν καὶ φιλανθρωπίαν κηρύττει, ὅτι φρυγανώδη ὄντα οὐκ ἀνήλισκεν τὸ ἄσβεστον πῦρ· οἶμαι δὲ δι’ αὐτοῦ παραδηλοῦσθαι καὶ ὅτι ὁ Ἰσραὴλ ὑπὸ τῶν Αἰγυπτίων ἐπιβουλευόμενος οὐκ ἀναλωθήσεται· ἔτι δὲ καὶ ὡς ὁ μονογενὴς ἐνανθρωπίσας καὶ παρθενικὴν ἐνοικήσας νηδὺν φυλάξει τὴν παρθενίαν ἀκήρατον. φασὶ δέ τινες ἐν βάτῳ φανῆναι τὸν θεὸν καὶ οὐκ ἐν ἄλλῳ φυτῷ διὰ τὸ μὴ δύνασθαί τινα ἐκ βάτου γλύψαι θεόν· εἰκὸς γὰρ ἦν Ἰουδαίους καὶ τοῦτο τολμῆσαι, εἴπερ ἐν ἄλλῳ ὤφθη φυτῷ.

Ἡ λέπρωσις τῆς χειρὸς τί δηλοῖ; Ἐν εὐσεβείᾳ τραφὲν τὸ γένος τοῦ Ἰακὼβ εἰς τὴν Αἴγυπτον εἰσελήλυθεν, ἀλλ’ ἐκεῖ τῶν Αἰγυπτίων μετέμαθεν τὴν ἀσέβειαν· τῆς ἐκείνων δὲ δουλείας ἀπαλλαγὲν μετέμαθεν τὸν τῶν ὅλων θεόν. δεδήλωκε τοίνυν διὰ τῆς ἀλλοιώσεως τῆς χειρὸς τὴν λέπρωσιν αὐτῶν καὶ τὴν κάθαρσιν. πρὸς δὲ τούτοις καὶ ἕτερον ᾠκονόμει ὁ θεός· ἐπειδὴ γὰρ ἔμελλεν τὸν περὶ τῶν λεπρῶν τιθέναι νόμον καὶ ἀκαθάρτους τούτους προσαγορεύειν, ἕτερα διὰ τούτων οἰκονομῶν, ἐλέπρωσε τοῦ νομοθέτου τὴν χεῖρα τὴν τὰ τέλεια πεπαιδευμένην, διδάσκων ὡς οὐδὲν τῶν τοιούτων τῷ ἀληθεῖ λόγῳ ἀκάθαρτον· πῶς γὰρ ἀκάθαρτον τὸ ἀκούσιον; διὸ ἡ τὰ θαύματα ἐκεῖνα ἐργασαμένη δεξιά, λεπρὰ πρότερον γενομένη, ταῖς θεοσημείαις ὑπούργησεν. τοῦτο δὲ καὶ τὸν νομοθέτην ἐπαίδευσε μὴ μέγα φρονεῖν, ἀλλ’ εἰδέναι τὴν φύσιν, τῆς λεπρωθείσης ἀναμιμνησκόμενον δεξιᾶς.

Διὰ τί ἠβουλήθη ὁ ἄγγελος ἀνελεῖν τὸν Μωυσῆν; Ἡ γυνὴ μὲν ἐτόπασεν, διὰ τὸ θάτερον τῶν παίδων ἀπερίτμητον εἶναι, διὸ καὶ αὐτίκα περιέτεμεν. τινὲς δέ φασιν, διότι ἐπ’ ἐλευθερίᾳ πεμφθεὶς τῶν ὁμοφύλων κοινωνὸν τῆς ὁδοῦ ἐπήγετο τὴν ὁμόζυγα· οὓς ἐχρῆν συνιδεῖν ὅτι πεῖσαι τὸν κηδεστὴν βουλόμενος ὡς οὐκ ἀμελήσει τῆς γυναικὸς οὐδ’ αὐτῆς ἄλλην προτιμήσει, ταύτην ἠναγκάσθη συνεπάγεσθαι, ἀλλ’ οὐ καταφρονητικῶς διακονῶν τῷ θείῳ προστάγματι. αὐτίκα γοῦν λαβὼν τὴν ἀφορμὴν τοῦ ἀγγέλου, ταύτην ἀναστρέψαι πρὸς τοὺς οἰκείους προσέταξεν· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἡ ἱστορία διδάσκει. μετὰ γὰρ τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου, διαβάντων αὐτῶν τὴν Ἐρυθρὰν θάλασσαν καὶ εἰς τὸ Σίναιον ὄρος παραγεγονότων, ἀφίκετο σὺν τῇ γυναικὶ καὶ τοῖς δύο παισὶν ὁ κηδεστὴς πρὸς αὐτόν. τοιγάρτοι ἄλλο τι κατασκευάζων ὁ ἄγγελος ἔδειξε τὴν ῥομφαίαν γυμνήν· ἐπειδὴ γὰρ ὁ μέγας Μωυσῆς ἐδεδίει τὸν Φαραώ, ὡς πολλαχοῦ τὸ δέος ἐδήλωσεν, νῦν μὲν λέγων, ‘τίς εἰμι ἐγώ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου;’ νῦν δὲ ‘προχείρισαι ἄλλον δυνάμενον, ὃν ἐξαποστελεῖς’, καὶ πάλιν ‘ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ’, ἀπειλεῖ αὐτῷ τιμωρίαν ὁ ἄγγελος, φόβῳ φόβον ἐξελαύνων τῷ μείζονι τὸν ἐλάττονα, μονονουχὶ λέγων διὰ τῆς γεγυμνωμένης ῥομφαίας· ‘εἰ τὸν Φαραὼ δέδοικας, μᾶλλον δεῖσον ἐμέ, τὸν καὶ ἀοράτως σοι τὴν πληγὴν ἐπάγειν δυνάμενον’.

Διὰ τί φεύγουσιν ἐπιτελέσαι προσέταξε τὴν τοῦ πάσχα ἑορτήν; Ἀείμνηστον ἠβουλήθη φυλαχθῆναι τῆς σωτηρίας τὴν μνήμην, διὸ καὶ νομοθετῶν ἔλεγεν, ‘ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου λέγων, τί ἐστιν τὸ πάσχα; ἐρεῖς ὅτι ἐν τῇ σήμερον ἡμέρᾳ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν κύριος ὁ θεὸς ἐκ γῆς Αἰγύπτου’ καὶ ἑξῆς. τούτου χάριν παρακελεύεται ταύτην ἐπιτελοῦντας τὴν ἑορτὴν περικεῖσθαι τὸ τῆς ὁδοιπορίας σχῆμα· ‘ἔστωσαν’ γὰρ ‘αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι’ καὶ ἑξῆς.

Τὸ δὲ πάσχα ὁ μὲν Φίλων ἡρμήνευσεν διαβατήρια, ὁ δὲ Ἰώσηπος ὑπερβάσια, ὁ δὲ Σύμμαχος ὑπερβάσεις, ὁ δὲ Θεοδοτίων φασέκ, αὐτὴν τὴν Ἑβραίαν τεθεικὼς φωνήν. σημαίνει δὲ τὸ ὄνομα τῶν Ἑβραίων πρωτοτόκων τὴν σωτηρίαν· παρεκελεύσατο γὰρ δέσμην ὑσσώπου λαβεῖν καὶ τῷ αἵματι τοῦ θυομένου προβάτου ἐμβάψαντας τοὺς σταθμοὺς ἐπιχρῖσαι καὶ τὴν φλιάν, ἵνα ὅταν ἐπιστῇ ὁ ὀλοθρεύων πατάξαι τὰ πρωτότοκα τῶν Αἰγυπτίων, ἰδὼν τὸ αἷμα ὑπερβῇ τῶν Ἑβραίων τὰς οἰκίας· οὐκ ἐπειδὴ τοιούτων ἐδεῖτο σημείων ἡ ἀσώματος φύσις, ἀλλ’ ὅτι διὰ τοῦ συμβόλου κἀκείνους ἔδει μαθεῖν τὴν τοῦ θεοῦ κηδεμονίαν καὶ ἡμᾶς τοὺς τὸν ἄμωμον ἀμνὸν θύοντας γνῶναι προδιαγράφοντα τὸν τύπον. οὐκ ἐκ τῶν προβάτων δὲ μόνον ἄρνας λαβεῖν κελεύει, ἀλλὰ καὶ ἐκ τῶν αἰγῶν ἐρίφους· οὐχ ἵνα κατὰ ταὐτὸν κἀκεῖνον θύσωσιν, ἀλλ’ ἵνα ὁ μὲν ἔχων πρόβατον τὸν ἀρνόν, ὁ δὲ μὴ ἔχων τὸν ἔριφον θύσῃ. τῇ δεκάτῃ δὲ τοῦ πρώτου μηνὸς παρεγγυᾷ τοῦτο λαβεῖν, ἵν’ εὐτρεπίσῃ πρὸ τῆς ἑορτῆς, τῇ δὲ τεσσαρισκαιδεκάτῃ τυθῆναι πρὸς ἑσπέραν, ὅτι καὶ ὁ δεσπότης τὴν ἑσπέραν τοῖς Ἰουδαίοις παρεδόθη. μετὰ πικρίδων δ’ αὐτὸ βρωθῆναι εἰς ἀνάμνησιν τῆς ἐν Αἰγύπτῳ πικροτάτης ζωῆς.

διὰ δὲ τῶν ἀζύμων οὐ μόνον τῆς ὁδοιπορίας τὸ σύντονον καὶ <τὸ> τῆς τροφῆς αὐτοσχέδιον, ἀλλὰ καὶ ὅτι προσήκει μηδὲν ἴχνος τῆς Αἰγυπτιακῆς πολιτείας ἐπιφέρεσθαι· οὕτω γὰρ καὶ ὁ κύριος ἡρμήνευσε, ‘προσέχετε’ λέγων ‘ἀπὸ τῆς ζύμης τῶν γραμματέων καὶ Φαρισαίων’. ἐκέλευσε δὲ καὶ τοὺς μὴ διαρκοῦντας εἰς θυσίαν προβάτου συμπαραλαβεῖν τοὺς γείτονας καὶ κατὰ ταὐτὸν θῦσαι τὸ πάσχα, φιλαδελφίαν αὐτοὺς ἐκπαιδεύων καὶ τὸν εἰς τοὺς πένητας ἔλεον· διὰ τοῦτο παρακελεύεται καὶ τὰ περιττεύοντα τῶν κρεῶν κατακαίεσθαι, ταύτῃ καταναγκάζων αὐτοὺς καλεῖν τοὺς δεομένους εἰς κοινωνίαν τῆς ἑορτῆς.

Ταῦτα δὲ πάντα τῶν ἡμετέρων ἐστὶν μυστηρίων αἰνίγματα. χρίομεν γὰρ καὶ ἡμεῖς τῷ αἵματι τοῦ ἡμετέρου ἀμνοῦ οὐ μόνον τὴν φλιάν, ἀλλὰ καὶ τοὺς δύο σταθμούς, κατὰ μὲν τὸ ὁρώμενον τὴν γλῶτταν καὶ τὰ χείλη καθαίροντές τε καὶ ἁγιάζοντες, κατὰ δὲ τὸ νοούμενον ἀντὶ μὲν φλιᾶς τὸ λογικόν, ἀντὶ δὲ τῶν δύο σταθμῶν τὸ θυμοειδὲς καὶ ἐπιθυμητικόν. ἁρμόττει δὲ ἡμῖν καὶ τὸ μήτε ὠμὰ μήτε ἑψημένα ἐσθίειν, ἀλλ’ ὀπτὰ πυρί· οὔτε γὰρ μόνῳ τῷ γράμματι προσβλέπομεν, ἀλλὰ τὴν διάνοιαν ἐρευνῶμεν, οὔτε μὴν ἀνθρωπίνους λογισμοὺς τοῖς θείοις ἐπεισάγομεν λόγοις (τοῦτο γὰρ καὶ Ἡσαΐας τινῶν κατηγόρησεν, ὡς ἀναμιγνύντων ὕδατι τὸν οἶνον), ἀλλὰ μόνῳ χρώμεθα τῷ θείῳ πυρί, τῇ τοῦ παναγίου πνεύματος χάριτι. τὸ δὲ μὴ καταλιπεῖν τῶν κρεῶν εἰς τὴν ὑστεραίαν οὕτω νοοῦμεν, ὅτι ὁ μέλλων βίος τῶν συμβόλων οὐ δεῖται· αὐτὰ γὰρ ὁρῶμεν ἐν ἐκείνῳ τῷ πράγματι. τὰ δὲ ὀστᾶ τοῦ προβάτου συντρίβουσιν οἱ κακῶς τὰ θεῖα νοοῦντες λόγια καὶ εἰς τὴν οἰκείαν αὐτὰ πειρώμενοι μεταφέρειν ἀσέβειαν. τὸ δὲ μὴ μόνον ἐκ προβάτων ἀλλὰ καὶ ἐξ ἐρίφων λαμβάνειν τὴν θείαν πάλιν κηρύττει φιλανθρωπίαν· οὐ γὰρ μόνον ὑπὲρ δικαίων, ἀλλὰ καὶ ὑπὲρ ἁμαρτωλῶν ὁ Χριστὸς τὸ σωτήριον ὑπομεμένηκε πάθος· ἔριφον γὰρ ὑπὲρ ἁμαρτίας ὁ νόμος προσφέρειν ἐκέλευσεν.

καὶ τῶν θείων δὲ μυστηρίων οἱ μεταλαμβάνοντες, οἱ μὲν ὡς προβάτου μεταλαμβάνουσιν, ἅτε δὴ τελείαν τὴν ἀρετὴν κεκτημένοι, οἱ δὲ ὡς ἐρίφου, διὰ μετανοίας ἐξαλείφοντες τὰς τῶν ἁμαρτημάτων κηλῖδας· οὕτω καὶ ὁ κύριος ἡμῶν οὐκ ἐκ σιτίνων μόνον, ἀλλὰ καὶ ἐκ κριθίνων τοὺς συνεληλυθότας ἄρτων διέθρεψεν. καὶ ἡμῖν δὲ ἐκέλευσεν ἔχειν τὰς ὀσφύας περιεζωσμένας καὶ τοὺς πόδας ὑποδεδεμένους καὶ τοὺς λύχνους καιομένους, ὡς οἰκέτας δεσπότην προσμένοντας· ἀλλ’ Ἑβραῖοι μὲν ὡς Αἰγυπτίων ἀπαλλαττόμενοι καὶ εἰς τὴν Χαναναίαν γῆν εἰσαγόμενοι τοῦτο εἶχον τὸ σχῆμα, ἡμεῖς δὲ ὡς ἐντεῦθεν εἰς ἕτερον μεθιστάμενοι βίον. διὰ τοῦτο καὶ ἡμῖν ὁ θεῖος παρακελεύεται Παῦλος βοῶν, ‘ἐκκαθάρατε τὴν παλαιὰν ζύμην’, καὶ ἑξῆς εἰπὼν ‘ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας’. ἄνωθεν δὲ προμεμήνυκε τὴν τῶν ἐθνῶν σωτηρίαν ὁ θεός· καὶ γὰρ προσηλύτους μεταλαγχάνειν τοῦ πάσχα προσέταξεν, γιώραν γὰρ τὸν προσήλυτον ἐκάλεσεν, καὶ ἰσονομίας αὐτῷ μετέδωκεν· ‘ἔσται’ γάρ φησιν ‘ὡς αὐτόχθων τῆς γῆς’. καὶ τὸ ‘ἐν οἰκίᾳ μιᾷ βρωθήσεται’ φυλάττουσιν οἱ πιστοί, ἐν μόνῃ τῇ ἐκκλησίᾳ τῶν θείων μεταλαμβάνοντες μυστηρίων, τὰς δὲ τῶν αἱρετικῶν συναγωγὰς βδελυττόμενοι.

Τὰ μέντοι πρωτότοκα καὶ τῶν βοῶν καὶ τῶν προβάτων προσφέρεσθαι νενομοθέτηκεν, τὴν τῶν πρωτοτόκων αὐτῶν σωτηρίαν ἀναμιμνήσκων· οὐδὲ γὰρ αὐτὸς τῶν θυμάτων ἐδεῖτο, ἀλλὰ τὴν ἐκείνων ὠφέλειαν ἐπραγματεύετο· τοῦτο δὲ καὶ αὐτὸς ὁ νόμος δηλοῖ, ‘ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου, τί ἐστιν τοῦτο’ καὶ ἑξῆς ἕως τοῦ ‘διὰ τοῦτο ἐγὼ θύω τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσομαι. καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν, ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ἐξ Αἰγύπτου’. τοιγάρτοι τούτων ἕκαστον οὐ τῆς τοῦ θεοῦ χρείας ἕνεκα, ἀλλὰ τῆς τοῦ λαοῦ ἐγίνετο ὠφελείας.

Πῶς νοητέον τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον, ‘πάντες εἰς τὸν Μωσῆν ἐβαπτίσθησαν’ καὶ ἑξῆς, ‘ἡ δὲ πέτρα ἦν ὁ Χριστός’; Τύπος ἦν τῶν νέων τὰ παλαιά, καὶ σκιᾷ μὲν ὁ νόμος, σώματι δὲ ἡ χάρις. ἐπειδὴ τοίνυν ἐδίωκον τοὺς Ἑβραίους οἱ Αἰγύπτιοι, διαβάντες δὲ τὴν Ἐρυθρὰν θάλατταν οἱ Ἑβραῖοι τῆς πικρᾶς τῶν Αἰγυπτίων ἀπηλλάγησαν δεσποτείας, τύπον ἔχει τῆς κολυμβήθρας ἡ θάλαττα, ἡ δὲ νεφέλη τοῦ πνεύματος, ὁ δὲ Μωσῆς τοῦ σωτῆρος Χριστοῦ, τοῦ σταυροῦ δὲ ἡ ῥάβδος τοῦ διαβόλου δὲ ὁ Φαραώ, τῶν δαιμόνων οἱ Αἰγύπτιοι, τὸ δὲ μάννα τῆς θείας τροφῆς, τὸ δὲ τῆς πέτρας ὕδωρ τοῦ σωτηρίου αἵματος. ὥσπερ γὰρ ἐκεῖνοι μετὰ τὸ διαβῆναι τὴν Ἐρυθρὰν θάλασσαν καὶ τῆς ξένης τροφῆς καὶ τοῦ παραδόξου ἀπήλαυσαν νάματος, οὕτως ἡμεῖς μετὰ τὸ σωτήριον βάπτισμα τῶν θείων μεταλαγχάνομεν μυστηρίων.

Πῶς τὸ δίκαιον σῴζεται, τῶν παίδων ὑπὲρ τῶν πατέρων κολαζομένων; Μείζους τῶν κολάσεων παρὰ τῷ θεῷ αἱ ἀπειλαί· φησὶν γὰρ ‘πᾶς ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται’, ἀλλ’ ἔστιν ἰδεῖν τοὺς μὲν περιτετμημένους ἐν τῇ ἐρήμῳ διαφόρως ἀναιρεθέντας, τοὺς δὲ ἀπεριτμήτους καὶ τῆς τῶν προγόνων ἐπαγγελίας ἀντὶ τῆς τιμωρίας τετυχηκότας· τούτους γὰρ ἐν Γαλγάλοις Ἰησοῦς περιέτεμεν. πάλιν ταῖς ἐχούσαις ζύμην οἰκίαις πανωλεθρίαν ἠπείλησεν, ἀλλ’ οὐκ ἐπήγαγεν. καὶ ἐνταῦθα τοίνυν ὡς φιλόπαιδας δεδίττεται ταῖς ἀπειλαῖς, καί φησιν ‘ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσίν με’. ὅτι γυμνῷ προσέχειν τῷ γράμματι ἀσεβές, αὐτὸς δι’ ὧν τἀναντία διδάσκει ὁ θεὸς δῆλον· ‘οὐκ ἀποθανοῦνται’ γὰρ ‘παῖδες ὑπὲρ πατέρων’ φησὶν ‘οὐδὲ πατέρες ὑπὲρ παίδων, ἀλλ’ ἕκαστος ἐν τῇ ἰδίᾳ αὐτοῦ ἁμαρτίᾳ ἀποθανεῖται’· καὶ διὰ Ἰεζεκιήλ, ‘τίς ὑμῖν ἡ παραβολὴ αὕτη λεγόντων· οἱ πατέρες ἔφαγον ὄμφακα καὶ οἱ ὀδόντες τῶν τέκνων αἱμωδίασαν; ζῶ ἐγώ, λέγει κύριος ὁ θεός, εἰ ἔσται ἡ παραβολὴ αὕτη, ἀλλὰ τῶν φαγόντων τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες· ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν’· καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔννοιαν ἔχει.

Ἐγὼ δὲ οἶμαι μᾶλλον τὴν θείαν φιλανθρωπίαν ἐμφαίνειν τὴν ἀπειλήν· πρόσκειται γὰρ ‘τοῖς μισοῦσίν με’, τοῦτ’ ἔστιν μακροθυμῶ τοῖς πατράσιν ἡμαρτηκόσιν, μακροθυμῶ καὶ παισίν· εἰ δὲ οἱ ἔκγονοι καὶ οἱ ἀπόγονοι τὴν τῶν πατέρων καὶ προγόνων ζηλώσαιεν πονηρίαν, τότε ἐπάξω τὴν τιμωρίαν· ‘ποιῶν’ γάρ φησιν ‘ἔλεον εἰς χιλιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσίν με’. εὕροι δ’ ἄν τις καὶ τὴν ἱστορίαν σύμφωνον· πέμπτῃ γὰρ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραήλ ἐξ Αἰγύπτου, ἀλλὰ τοῖς τῶν Αἰγυπτίων ἐν Αἰγύπτῳ δεδουλευκότες θεοῖς οὐκ ἔτισαν δίκας οὔτε οἱ πατέρες αὐτῶν οὔτε οἱ προπάτορες, αὐτοὶ δὲ ζηλώσαντες τὴν ἐκείνων ἀσέβειαν ἐκολάσθησαν ὡς μετὰ τοσαύτην εὐεργεσίαν καὶ τὰ μυρία θαύματα τὴν ἀσέβειαν οὐκ ἐκπτύσαντες· οἱ δὲ τούτων παῖδες, τὸν σωτῆρα θεὸν ἠγαπηκότες, τῆς προγονικῆς ἀπήλαυσαν ὑποσχέσεως. καὶ ὁρῶμεν τὸ ἀψευδὲς τῆς πρὸς τοὺς πατέρας γεγενημένης ἐπαγγελίας· τὰ γὰρ ἔθνη διὰ τοῦ σπέρματος Ἀβραὰμ τῆς εὐλογίας τετύχηκεν. ἐπειδὴ τοίνυν τὸν μόσχον ἔμελλον προσκυνεῖν, προαπειλεῖ τὴν τιμωρίαν.

Τί ἐστιν ἐξεικονισμένον βρέφος; Φασὶ τοῦ σώματος ἐν τῇ μήτρᾳ διαπλασθέντος, τότε ψυχοῦσθαι τὸ ἔμβρυον· καὶ γὰρ καὶ τὸ τοῦ Ἀδὰμ σῶμα πρότερον διέπλασεν, εἶτα ἐνεφύσησε τὴν ψυχήν. κελεύει τοίνυν ὁ νομοθέτης, γυναικὸς ἐγκύμονος ἐν μάχῃ ἀμβλωσάσης, εἰ μὲν ἐξεικονισμένον, τοῦτ’ ἔστιν μεμορφωμένον ἐξέλθοι τὸ βρέφος, φόνον καλεῖσθαι καὶ δίκην ὑπέχειν φόνου τὸν δεδρακότα, ἂν δὲ μή, φόνου μὲν ἀφίεσθαι (οὐ γὰρ ἔμψυχον ἐξημβλώθη), ζημίαν δέ τινα τίνειν.

Τὴν σκηνὴν τί δήποτε γενέσθαι προσέταξεν; Αὐτὸς ὁ θεὸς τὴν αἰτίαν δεδήλωκεν· ‘καὶ ποιήσεις’ γάρ ‘μοι’ φησὶν ‘ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν· καὶ ποιήσεις κατὰ πάντα ὅσα ἐγὼ δείκνυμί σοι ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς καὶ τὸ παράδειγμα τῶν σκευῶν αὐτῆς’. ἐπειδὴ γὰρ ἐν τῷ Σινᾷ ὄρει τὸν νόμον ἐδεδώκει, εἰκὸς δὲ ἦν τινας ὑποτοπῆσαι περιγεγράφθαι τὸ θεῖον, ἐκέλευσε γενέσθαι σκηνήν· ἐκεῖθεν τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν ἐκπαιδεύει τὸν λαὸν τὴν εὐσέβειαν. ὥσπερ γὰρ τὴν ἐπηγγελμένην ἀπειληφότων νεὼν γενέσθαι προσέταξεν καὶ τὰς θείας λειτουργίας ἐκεῖσε γίνεσθαι προσέταξεν, ἵνα μὴ ἀδεῶς τοῦτο δρῶντες τῇ τῶν δαιμόνων περιπέσωσι πλάνῃ, οὕτω τὴν ἔρημον διαβαίνουσι σκηνὴν γενέσθαι προσέταξεν μεταβῆναι καὶ αὐτὴν δυναμένην· καὶ ἀπαιρόντων ἡγεῖσθαι προσέταξεν, ἵνα μὴ ζητῶσι πάλιν θεούς, οἳ προπορεύσονται αὐτῶν, καὶ αὐλιζομένων ἵστασθαι.

Εἶχεν δὲ αὕτη τῆς κτίσεως τὴν εἰκόνα. ὥσπερ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας ὁ θεὸς μέσον ἔστησε τὸ στερέωμα, {καὶ} δι’ αὐτοῦ διορίσας τὰ ἄνω τῶν κάτω, οὕτω τὴν σκηνὴν μίαν προστάξας γενέσθαι, ἐν μέσῳ διαταθῆναι κελεύει τὸ παραπέτασμα ἐν τύπῳ τοῦ στερεώματος, καὶ δι’ αὐτοῦ διῄρητο ἡ κιβωτός· καὶ τὸ παρὰ τὴν θύραν μέρος ἐκάλεσεν ἅγια, τὸ δὲ τοῦ παραπετάσματος ἔνδον ἅγια ἁγίων. καὶ ὥσπερ λέγει ὁ Δαυίδ, ‘ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων’, οὕτω ἔξω μὲν τοῦ καταπετάσματος εἰσιτητὸν ἦν τοῖς ἱερεῦσι, τὰ δὲ ἔνδον ἄψαυστα ἦν καὶ ἄδυτα, τὸν ἀρχιερέα γὰρ μόνον ἅπαξ τοῦ ἔτους νόμος ἦν εἰσιέναι.

Ἦν δὲ ἐκεῖ τὰ τῶν χερουβὶμ εἰκάσματα, τύπον τῶν ἀσωμάτων δυνάμεων ἐπέχοντα· ἐν μέσῳ δὲ τούτων ἡ κιβωτός, τὰς πλάκας ἔχουσα τοῦ νόμου καὶ τὴν στάμνον τοῦ μάννα καὶ τὴν ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν· ἐπέκειτο δὲ αὐτῇ τὸ ἱλαστήριον, ταῖς πτέρυξι τῶν χερουβὶμ σκιαζόμενον. ἐν τούτῳ δὲ ὁ τῶν ὅλων θεὸς τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. ἐπειδὴ γὰρ ἡ θεία φύσις ἀνείδεός τε καὶ ἀσχημάτιστος καὶ τῆς τοιαύτης οὐσίας εἰκόνας τεκτήνασθαι παντάπασιν ἀδύνατον, τὰ σύμβολα τῶν μεγίστων αὐτοῦ δωρεῶν ἔνδον κεῖσθαι προσέταξεν. αἱ μὲν γὰρ πλάκες τὴν νομοθεσίαν ἐδήλουν, τὴν ἱερωσύνην δὲ ἡ ῥάβδος, τὸ μάννα τὴν ἐν ἐρήμῳ τροφήν, τὸ δέ γε ἱλαστήριον τῆς προφητείας σύμβολον ἦν, ἐκεῖθεν γὰρ αἱ προρρήσεις ἐγίνοντο. τὰ μὲν οὖν ἔνδον τοῦ καταπετάσματος τῶν οὐρανίων εἶχε τύπον, διὸ καὶ ἅγια τῶν ἁγίων ὠνόμαστο. μαρτυρεῖ δὲ τοῦτο καὶ ὁ μακάριος Παῦλος λέγων ‘οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν’.

Τὰ δὲ τούτου ἐκτὸς εἰκόνα ἔφερεν τῶν ἐπιγείων. εἶχεν δὲ ταῦτα λυχνίαν μὲν ἐν τῷ νοτίῳ μέρει ἑπτάκαυλον, ἰσαρίθμους ἔχουσαν λύχνους ἐπικειμένους· ἐδήλουν δὲ οὗτοι τῶν ἡμερῶν τῆς ἑβδομάδος τὸν ἀριθμόν. τράπεζαν δὲ ἐν τῷ βορείῳ χρυσῆν, ἐφ’ ἧς ἄρτους προσέταξεν προκεῖσθαι δυοκαίδεκα καὶ φιάλας χρυσᾶς πλήρεις λιβανωτοῦ καὶ ἁλῶν, ἐν δὲ τῷ μέσῳ τῆς τε λυχνίας καὶ τῆς τραπέζης χρυσοῦν ἔκειτο θυσιαστήριον· ταῦτα δ’ ἦν συντάγματα τῶν ἀπὸ γῆς τοῖς ἀνθρώποις δεδωρημένων καρπῶν. πρὸ δὲ τῆς σκηνῆς ἔξω τὸ χαλκοῦν θυσιαστήριον τὸ τὰ προσφερόμενα δεχόμενον θύματα· δηλοῖ δὲ τοῦτο περιττὰ εἶναι ταῦτα καὶ μὴ ἀρεστὰ τῷ θεῷ, ὅθεν ἐπιτελεῖσθαι μὲν αὐτὰ συνεχώρησεν διὰ τὴν Ἰουδαίων ἀσθένειαν, ἔξω δὲ τῆς σκηνῆς ὡς οὐκ ἀναγκαῖα τοῖς ἔνδον. ἡμεῖς δὲ τὴν τοῖς ἔνδον ἀπονεμηθεῖσαν λειτουργίαν ἐπιτελοῦμεν· θυμίαμα γὰρ καὶ λυχνιαῖον φῶς προσφέρομεν τῷ θεῷ καὶ τὴν μυστικὴν τῆς τραπέζης ἱερουργίαν.

Τριάκοντα δὲ πήχεων ἦν τὸ μῆκος τῆς σκηνῆς καὶ δέκα τὸ εὖρος, καὶ τοῦτο καταμαθεῖν εὐπετές. εἴκοσι γὰρ σανίδας εἶχε τὸ νότιον μέρος καὶ τοσαύτας τὸ βόρειον (σανίδας δὲ τοὺς στύλους ὠνόμασαν οἱ ἄλλοι ἑρμηνευταί), ἑκάστης δὲ σανίδος πῆχυν ἐχούσης καὶ ἥμισυ, τριάκοντα πήχεις αἱ εἴκοσι σανίδες ἐπλήρουν. οὕτω πάλιν τὸ πρὸς δυσμὰς ἀποβλέπον ἓξ εἶχε σανίδας τὸ αὐτὸ μέτρον ἐχούσας καὶ δύο γωνίας, δώδεκα δὲ πήχεις ἐκ τούτων συναγόμενοι οἱ μὲν δέκα τὸ ἔνδον εὖρος ἐπλήρουν, οἱ δὲ ἄλλοι δύο τῶν ἑκατέρων πλευρῶν τὰς ἁρμονίας ἐδέχοντο. ἐκ μέντοι τοῦ ἑῴου μέρους τὴν θύραν γενέσθαι προσέταξεν, ἵνα καὶ αὐτὸς ἀνίσχων ὁ ἥλιος οἷόν τινα προσκύνησιν προσφέρει τοῖς προπυλαίοις, εὐθὺς ἐκεῖσε τὰς ἀκτῖνας ἐκπέμπων, καὶ οἱ τῷ θεῷ μόνῳ λατρεύοντες ὄπισθεν τὸν ἥλιον ἔχωσι, πρὸς τὴν σκηνὴν τετραμμένοι, καὶ μὴ τοῦτον, ἀλλὰ τὸν τούτου ποιητὴν προσκυνῶσιν. δρυφάκτῳ τοίνυν ἡ σκηνὴ προσεῴκει, σανίδας ἔχουσα πάντοθεν συνηρμοσμένας ἀλλήλαις· εἶχον δὲ καὶ τὰς βάσεις ἀργυρᾶς καὶ τὰς κεφαλίδας ὡσαύτως· καὶ αὗται δὲ καὶ ἔξωθεν καὶ ἔνδοθεν ἦσαν ἠλειμμέναι χρυσῷ. τὸν δὲ ὄροφον εἶχεν ἐξ ὑφασμάτων ποικίλων, ἐκ διαφόρων κατεσκευασμένον χρωμάτων· τὸ μὲν γὰρ ἦν ἁλουργόν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφές, τὸ δὲ ὑακίνθῳ προσεοικός, ἡ δὲ βύσσος τὴν λευκὴν εἶχε χρόαν.

καὶ ταῦτα δὲ τῶν τεσσάρων στοιχείων ἦν αἰνίγματα· ὁ μὲν γὰρ ὑάκινθος τῷ ἀέρι προσέοικεν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς τῷ πυρί, τὸ δὲ ἁλουργὸν μηνύει τὴν θάλασσαν (ἐκείνη γὰρ τρέφει τὴν κόχλον ἐξ ἧς τὸ τοιοῦτον γίνεται χρῶμα), ἡ δὲ βύσσος τὴν γῆν, ἐκ ταύτης γὰρ φύεται. καὶ δέρρεις δὲ εἶχε τριχίνας ἐπικειμένας, καὶ μέντοι καὶ διφθέρας ποικίλας, ὥστε καὶ τὸν ὑετὸν ἀπείργειν καὶ τὸν φλογμόν.

Καὶ τοῖς ἱερεῦσι δὲ παντοδαπὸν περιέθηκε κόσμον, τὸν μὲν λαὸν καταπλήττοντα τῷ διαφόρῳ τοῦ σχήματος, αὐτοὺς δὲ τοὺς ἱερέας διδάσκοντα ὅπως χρὴ τὴν ψυχὴν ἐξωραΐζειν καὶ κοσμεῖν. ὑποδύτην δὲ καλεῖ τὸν ἐνδότερον χιτωνίσκον, ἐπενδύτην δὲ τὸν χιτῶνα τὸν ἐξώτερον· ὑακίνθινον δὲ τοῦτον γενέσθαι προσέταξεν, ποδήρη δὲ προσηγόρευσεν ὡς μέχρις ἄκρων τῶν ποδῶν διήκοντα. ἀπήρτησε δὲ τούτου καὶ κώδωνας χρυσοῦς καὶ ῥοΐσκους, ἵνα εἰς τὸ ἄδυτον καὶ ἀνάκτορον τῆς σκηνῆς εἰσιὼν καὶ τὴν ἐκ τούτων ἀποτελουμένην ἠχὴν εἰσδεχόμενος, μετὰ δέους τὴν λειτουργίαν ἐπιτελῇ, εἰς μνήμην τοῦ προστεταχότος ἀφικνούμενος. διά τοι τοῦτο καὶ τοῦ ἀέρος ὁ ποδήρης εἶχε τὸ χρῶμα (ὑάκινθος δὲ ἦν), ὡς ἂν καὶ εἰς τοῦτον ἀφορῶν μετάρσιος γένηται. ἐπέκειτο δὲ τῇ κεφαλῇ κίδαρις, τὸν οὐρανὸν μιμουμένη· ἐπεκάλυπτε δὲ καὶ ταινία τὸ μέτωπον, ἣν μίτραν εἶπον οἱ ἑβδομήκοντα· εἶχεν δὲ ἐν μέσῳ πέταλον αὕτη χρυσοῦν, ἐγγεγραμμένον ἔχον τοῦ θεοῦ τὸ ἄφραστον ὄνομα, ὃ καλοῦσιν Ἑβραῖοι τετράγραμμον. εὐλάβειαν δὲ τὸν λαὸν ἐκπαιδεύων δι’ αἰνίγματος τοῦτο δεδήλωκεν· ‘ἐπιγράψεις’ γὰρ ‘αὐτῷ’ φησιν ‘ἁγίασμα κυρίου’.

Ἐκέλευσε δὲ αὐτῷ καὶ ἐφεστρίδα γενέσθαι, ἣν οἱ ἑβδομήκοντα ἐπωμίδα ἐκάλεσαν, ἐν δὲ ταῖς Βασιλείαις εὑρίσκομεν ἐφοὺδ αὐτὴν κατὰ τὴν τῶν Ἑβραίων γλῶτταν ὠνομασμένην. αὕτη εἶχεν ἐφ’ ἑκατέρου μὲν ὤμου δύο λίθους πολυτελεῖς, ἔχοντας τῶν φυλῶν τὰς προσηγορίας ἐγγεγραμμένας, τῷ στήθει δὲ τὸ καλούμενον λογεῖον, τὴν λογικὴν συγκαλύπτον καρδίαν. εἶχεν δὲ καὶ τοῦτο δώδεκα λίθους προσηρμοσμένους διάφορον ἔχοντας χρόαν· διὰ δὲ τούτων ἐδηλοῦτο πολέμου συγκροτηθέντος ἢ νίκη ἢ ἧττα. καὶ τοῦτο τῶν Βασιλειῶν ἡ ἱστορία διδάσκει· ἐπιστρατευσάντων γὰρ τῶν ἀλλοφύλων τῷ Ἰσραὴλ οὐ πρότερον ἐτόλμησεν ὁ Σαοὺλ παρατάξασθαι, ἕως εἶδεν τὰ τῆς νίκης μηνύματα. διὰ τοῦτο εἰρηκὼς ὁ τῶν ὅλων θεὸς ‘καὶ ἐπιθήσεις τὸ λογεῖον τῆς κρίσεως ἐπὶ τὸ στῆθος Ἀαρὼν καὶ συνάψεις αὐτὸ πρὸς τὴν ἐπωμίδα’, ἐπήγαγεν ‘καὶ ἐπιθήσεις αὐτῷ τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν’· καὶ δήλωσιν μὲν ἐκάλεσεν τὰ ἐκεῖθεν μηνύματα, ἀλήθειαν δὲ τῶν μηνυμάτων τὸ ἀψευδές. ἰστέον μέντοι ὡς παχυτέροις οὖσι τοῖς τηνικαῦτα καὶ τῶν νοητῶν ἐφικέσθαι μὴ δυναμένοις, διὰ τῶν σωματικῶν συμβόλων τὴν ὠφέλειαν ὁ πάνσοφος ἡμῶν δεσπότης ἐπραγματεύετο.

καὶ γὰρ ἡμεῖς νοοῦμεν διὰ μὲν τοῦ λογείου τὴν θεωρίαν τῶν νοητῶν, διὰ δὲ τῆς ἐπωμίδος τὴν ἐργασίαν τῆς ἀρετῆς, καὶ τὴν τοῦ λογείου καὶ τῆς ἐπωμίδος ἁρμονίαν τε καὶ συνάφειαν εἰς τὴν τῆς πίστεως καὶ τῆς ἀγαθῆς πράξεως λαμβάνομεν συμφωνίαν· τὸ δὲ πρώτην ἐπιτίθεσθαι τὴν ἐπωμίδα, εἶθ’ οὕτως ταύτῃ τὸ λογεῖον συνάπτεσθαι, τὸ τὴν ἀγαθὴν πρᾶξιν ὑποβάθραν εἶναι τῶν ἀρετῶν.

Διὰ τί τὰς πλάκας συνέτριψεν; Ἀνάξιον κρίνας τὸν λαὸν τῆς θείας νομοθεσίας· ἐπειδὴ γὰρ προικῴων γραμματείων τύπον εἶχον αἱ πλάκες, ἡ δὲ νύμφη πρὸ τῆς παστάδος εἰς μοιχείαν ἀπέκλινεν, μάλα εἰκότως τὸ προικῷον γραμματεῖον διέρρηξεν. ἐπισκεπτέον μὲν ὡς τότε δεξάμενος ὁ θεὸς τὴν ἱκεσίαν ἀνεβάλλετο τὴν τιμωρίαν, προστέθεικε δέ, ‘ᾗ δ’ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ’ αὐτοὺς πᾶσαν τὴν ἁμαρτίαν αὐτῶν’. ἔοικε δὲ τοῦτο τοῖς ὑπὸ τοῦ ἀποστόλου εἰρημένοις, ‘ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει, κατὰ δὲ τὴν σκληρότητά σου’ καὶ ἑξῆς.

Ὁ μέντοι νομοθέτης ἀκούσας ὡς οὐκ ἀνέξεται συνεῖναι αὐτοῖς ὁ τῶν ὅλων θεὸς ἔτι, ἀλλ’ ἄγγελον ἐπιστήσει, ᾔτησεν μὲν γνῶναι τὸν ἐπιστησόμενον, ἠντιβόλησε δὲ μὴ δοῦναι αὐτοῖς ὁμόδουλον ἡγεμόνα, ἀλλ’ αὐτὸν αὐτῶν καθηγήσασθαι. ὡς δὲ καὶ ταύτην ἔσχε τὴν ἀρχήν, ἔρωτι μεθύων ἐπαινουμένῳ τῶν ὑπὲρ ἄνθρωπον ἠράσθη καὶ τὴν ἀθέατον φύσιν ἰδεῖν ἐπεθύμησεν. ἀλλὰ μεμάθηκεν ὡς τοῦτο ἀδύνατον, τὰς δὲ θείας οἰκονομίας τε καὶ ἐνεργείας (οὕτω γὰρ δεῖ νοεῖν τοῦ θεοῦ τὰ ὀπίσθια) θεωρῆσαι δυνατὸν τοῖς κατὰ Μωσέα· οὐδὲ τούτοις δὲ ἁπλῶς, ἀλλ’ εἰς τὴν πέτραν ὑπ’ αὐτοῦ τοῦ θεοῦ τιθεμένοις, σημαίνει δὲ αὕτη τῆς πίστεως τὸ στερρὸν καὶ ἀκράδαντον, καὶ διὰ τῆς ὀπῆς τῆς πέτρας, δηλοῖ δὲ αὕτη τὸν τῆς πίστεως ὀφθαλμὸν θεωροῦντα τὰ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἀνέφικτα καὶ ἀθέατα.

Πῶς ἐν τοῖς ἱματίοις λέπρα ἐγίνετο; Πολλὰς αὐτοῖς παιδείας ὁ θεὸς τοιαύτας ἐπήγαγεν. αὐτίκα γοῦν καὶ περὶ λεπρῶν οἰκιῶν οὕτως ἔφη· ‘ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῶν’ καὶ ἑξῆς. διδάσκει δὲ διὰ τούτων ὅτι θεήλατοι ἦσαν αἱ πληγαί, ποτὲ μὲν κατὰ ἱματίων, ποτὲ δὲ κατὰ οἰκιῶν φερόμεναι. ταῦτα δὲ τὴν ἄφατον τοῦ θεοῦ φιλανθρωπίαν ἐδήλου· τῶν γὰρ ἀνθρώπων ἁμαρτανόντων ἱματίοις καὶ οἰκίαις ἐπέφερε τὰς πληγάς, διὰ τούτων τοῖς ταῦτα κεκτημένοις τὴν θεραπείαν προσφέρων. ἔοικεν δὲ τῷ λεπρῶντι οἴκῳ ὁ οἶκος τοῦ Ἰσραήλ, οὗ πολλάκις μὲν ἐξῃρέθησαν καθάπερ λίθοι τινὲς λεπρῶντες οἱ πλημμελήσαντες, ποτὲ μὲν δι’ Ἀσσυρίων, ποτὲ δὲ διὰ Βαβυλωνίων, ἄλλοτε δὲ καὶ διὰ Μακεδόνων· ἐπειδὴ δὲ παγίαν ἔσχον τὴν λέπραν, ἄρδην καταλυθῆναι τὴν οἰκίαν ὁ νομοθέτης ἐκέλευσεν.

Τί σημαίνει τὰ δύο ὀρνίθια τὰ ὑπὲρ τοῦ καθαριζομένου λεπροῦ προσφερόμενα; Τοῦ σωτηρίου πάθους περιέχει τὸν τύπον. ὥσπερ γὰρ τούτων τὸ μὲν θύεται, τὸ δὲ εἰς τὸ τοῦ τυθέντος αἷμα βαπτόμενον ἀπελύετο, οὕτως ὑπὲρ τῆς λεπρώσης ἀνθρωπότητος ὁ δεσπότης ἐσταυρώθη Χριστός, τῆς μὲν σαρκὸς δεξαμένης τὸν θάνατον, τῆς δὲ θεότητος οἰκειωσαμένης τὸ τῆς ἀνθρωπότητος πάθος. καὶ καθάπερ ὕδατι καθαρῷ τοῦ σφαγέντος ὀρνιθίου τὸ αἷμα μιγνύμενον καὶ κεδρίνου ξύλου καὶ ὑσσώπου καὶ κοκκίνου κεκλωσμένου περιρραινόμενος ὁ καθαριζόμενος λεπρὸς λαμπρός τε καὶ καθαρὸς ἀποδείκνυται, οὕτως ὁ τῷ σωτῆρι πιστεύων Χριστῷ καὶ τῷ τοῦ παναγίου πνεύματος ὕδατι καθαιρόμενος τὰς τῶν ἁμαρτημάτων ἀποβάλλει κηλῖδας. σύμβολον δὲ τὸ μὲν κέδρινον ξύλον τῆς ἀπαθοῦς θεότητος (ἄσηπτον δὲ τὸ ξύλον), τὸ δὲ κόκκινον τὸ κλωστὸν τῆς ἐκ ψυχῆς καὶ σώματος ἀνθρωπότητος, τὸ δὲ ὕσσωπον τῆς τοῦ παναγίου πνεύματος θερμότητός τε καὶ εὐοσμίας· διὰ τούτων οἱ βαπτιζόμενοι τῆς ψυχικῆς ἀπαλλάττονται λέπρας. καὶ ἡ κοτύλη δὲ τοῦ ἐλαίου τοῦ πνευματικοῦ ἐστιν μύρου σημαντική· δηλοῖ δὲ τὸ ἐπιχριόμενον ἔλαιον τῷ ὠτίῳ τῷ δεξιῷ καὶ τῇ δεξιᾷ χειρὶ καὶ τῷ δεξιῷ ποδὶ τὸ τὴν μὲν ἀκοὴν τοῖς δεξιοῖς ἀφοριεῖσθαι λογίοις, τὴν δὲ χεῖρα καὶ τὸν πόδα ταῖς δεξιαῖς πράξεσιν· ἐπιβαλλόμενον δὲ καὶ τῇ κεφαλῇ τὴν ἀφιέρωσιν τοῦ λογικοῦ δηλοῖ.

ὁ μέντοι διαμείνας λεπρὸς ἔξω τῆς ἐκκλησίας ἐκβάλλεται.

Διὰ τί ἀπαγορεύει πόρρω τῆς σκηνῆς θύεσθαι τὰ ἐσθιόμενα θρέμματα; Ἤιδει τὴν ἐνίων ἀσέβειαν, καὶ ὅτι τοῖς δαίμοσι θυσίας προσοίσουσι· προσέταξε τοίνυν πάντα θῦσαι βουλόμενον μόσχον ἢ πρόβατον ἢ αἶγα παρὰ τὴν θύραν τῆς σκηνῆς ἀγαγεῖν καὶ τὸ αἷμα ἐκχέαι καὶ μεταλαβεῖν οἴκαδε τῶν κρεῶν. τὸν δὲ τοῦτο μὴ δεδρακότα ὡς φόνων ἔνοχον κατηγορεῖσθαι ἐκέλευσεν· ‘αἷμα’ γάρ φησι ‘λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ, αἷμα ἐξέχεεν’ καὶ ἑξῆς. ὅτι δὲ τοῦτον ἔχει τὸν σκοπὸν ὁ νόμος, τὰ ἐφεξῆς διδάσκει. ‘ἀνοίσει’ γάρ φησιν ‘ὁ ἱερεὺς τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας τῷ κυρίῳ, καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, ὧν αὐτοὶ ἐκπορνεύσουσιν ὀπίσω αὐτῶν.’ οὗτος ὁ νόμος παρὰ Ἰουδαίοις ἔτι κρατεῖ· ὁ γὰρ ἱερεὺς θύει τὰ ἐσθιόμενα ζῷα.

Ἀπηγόρευσε δὲ καὶ τὸ ἐσθίειν αἷμα, καὶ τὴν αἰτίαν ἐδίδαξεν· ‘ἡ γὰρ ψυχή’ φησιν ‘πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν, καὶ ἐγὼ αὐτὸ δέδωκα ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν, τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἐξιλάσεται· διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραήλ, πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα’. ὥσπερ σύ, φησίν, ψυχὴν ἀθάνατον ἔχεις, οὕτω τὸ ἄλογον ζῷον ἀντὶ τῆς ψυχῆς ἔχει τὸ αἷμα, οὗ δὴ χάριν κελεύει ἀντὶ τῆς σῆς ταύτην προσενεχθῆναι· ἐὰν δὲ τοῦτο φάγῃς, ψυχὴν ἐσθίεις, λογικῆς γὰρ ψυχῆς τοῦτο τάξιν πληροῖ, διὸ καὶ φόνον τὴν βρῶσιν ὠνόμασεν. τούτου ἕνεκα καὶ τὰ τεθνηκότα τῶν ζῴων ἐσθίειν ἀπαγορεύει, ὡς τοῦ αἵματος μὴ χωρισθέντος τοῦ ζῴου.