Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Ερμηνεία ψαλμικών, προφητικών και ευαγγελικών χωρίων, και ιστορία της Παλαιάς Διαθήκης

Ερμηνευτικές απαντήσεις σε σκοτεινά χωρία της Γραφής, ανάλυση της θείας παιδαγωγίας και της ιστορίας του Ισραηλιτικού λαού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 33 από 34

Τῆς Κλίμακος ἐκ τοῦ περὶ ἡσυχίας καὶ ὑπομονῆς, ‘μετερχόμενος τὸ μέσον ἐν μέσοις γέγονα, καὶ ἐπότιζε διψῶντα’ ἕως τοῦ ‘λέγειν εἰς ἅπαν οὐκ ἔχω’. Γέροντος ἱεροῦ καὶ φιλοπόνου αἴτησις γέροντος θεσπεσίου καὶ θεωρητικοῦ θεωρίαν προβάλλεται, τὴν ταύτης ἐπιζητοῦσα σαφήνειαν· καίτοι γε τοῖς τὰ πρακτικὰ σοφοῖς οὐ λόγος ὡς ἐπὶ πᾶν φιλεῖ καθίστασθαι διδάσκαλος, ἡ δὲ πρᾶξις καὶ μίμησις αὐτόθεν ἀνακαλύπτει τὸ μάθημα. τοῦ ἡμετέρου τοίνυν ἐστὶ γέροντος, τοῦ παλαιοῦ γέροντος, τὰ ἀπὸ τῆς πράξεως διαλύειν αἰνίγματα· ἔργῳ γὰρ ἔχων τὰ πράγματα, καὶ ὅσα λόγος ἀδυνατεῖ τῶν ἀπορημάτων διαλύειν, ἡ πρᾶξις καθοδηγεῖ συνεπίστασθαι. πλὴν ἐπεὶ προσλαβεῖν ταῖς ἄλλαις ἀρεταῖς κἀνταῦθα τὸ τῆς ταπεινοφροσύνης τέλειον, καὶ παρ’ οἷς οὐκ ἔστι πρᾶξις ὁ πρακτικὸς τῶν πρακτικῶν θεωρημάτων τὰ ἀπόρρητα ζητεῖ γενέσθαι ῥητά, οὐχ ἡμῖν, ἀλλὰ τῇ ἐκείνου καὶ ἀρετῇ καὶ αἰτήσει θαρροῦντες ἐπὶ τὴν τῶν ἀπορουμένων λύσιν βαδιούμεθα.

Τρεῖς ὁ παλαιὸς καὶ καλὸς ἐκεῖνος γέρων προκοπῆς εἴτε τάξεις εἴτε βαθμοὺς εἴτε τι ἄλλο φίλον τοῖς βουλομένοις καλεῖν, ἐν τοῖς παροῦσιν ἐκδιδάσκει ῥήμασιν· ἀμεριμνίαν τῶν ἐν βίῳ καὶ οἷς ὁ βίος συγκαταλύεται πραγμάτων, προσευχὴν ἄοκνον, καὶ τρίτον ἐργασίαν ἄσυλον καρδίας· ὥστε δῆλον ὅτι μέσον ἑκατέρου τῶν ἄκρων ἡ προσευχὴ κεῖται. ὁ τοίνυν τὴν ἀμεριμνίαν μὴ κτησάμενος οὐδὲ τὰ ἐφεξῆς δύο δυνατός ἐστιν μετελθεῖν. ἀλλὰ τί τὸ ἐντεῦθεν; τὸ μέσον τοίνυν ἤτοι τὴν προσευχὴν μετερχόμενος ἐν μέσοις γέγονεν τοῖς καλοῖς, κἂν μήπω πρὸς τὸ ἄκρον ἀναβεβήκειν τῶν ἀγαθῶν, ἐπότιζε δ’ ὅμως διψῶντα καὶ πόρρωθεν οὖσα ἡ τοῦ σελασφόρου θεάματος πλήρωσις καὶ τρυφὴ καὶ θέα. εἶτα οὐ μέχρι παντὸς τοῦ θεάματος ἐτρύφων, ἀλλὰ μετὰ ταῦτα πάλιν ἦν ἐν ἐκείνοις ἐν οἷς καὶ πρώην. τί μὲν οὖν ἦν πρὸ τῆς ὁρατῆς μορφῆς ἐν τοῖς ὁρωμένοις, οὐδ’ αὐτὰ τὰ ὁρώμενα διδάσκειν ἠδύναντο, ὥσπερ εἴωθεν ἡ ὄψις τὰ πολλὰ τῶν ὁρωμένων διδάσκαλος γίνεσθαι· οὐδὲ γὰρ ἦν τῶν κατὰ φύσιν καὶ συνήθων θεαμάτων, ἀλλὰ χάρις ἦν ἡ διδοῦσα τὰ μὲν ὁρᾶν, τὰ δὲ κρείττω ποιοῦσα τῶν διὰ τῆς ὄψεως καταλήψεων.

καὶ γὰρ οὐδὲ ὁ ταύτης ἡμῖν τῆς ἀπορρήτου τρυφῆς καὶ θεωρίας ἀρχιτέκτων ἐφεῖτο καὶ συνεχώρει ἀκραιφνῆ λαμβάνειν τὴν μάθησιν· ἀλλ’ ἔγωγε πόθῳ καὶ ἔρωτι μαθεῖν ἠρώτων ὅμως, πῶς δὴ νῦν ὁ τῆς σωτηρίας ἡμῶν καὶ τῶν καλῶν θεαμάτων αὐτουργὸς ὑπάρχει· καὶ ἡ ἀπόκρισις ἔλεγεν, ἐν τοῖς ἰδίοις μέν, ἀλλ’ οὐκ ἐν οἷς ᾠκονόμει τὴν ὅρασιν εἶναι· τὰ μὲν γὰρ ἦν φιλανθρωπίας καὶ συγκαταβάσεως, τὰ δὲ τὸ μὴ τῆς οἰκείας ἐξίστασθαι φύσεως τὸ ἀίδιον ὑπογράφοντα καὶ ἀμετάβλητον. εἶτα ἐπειδή με πρὸς φύσιν ἀνῆγεν πάσης ὄψεως καὶ καταλήψεως ὑπεραναβεβηκυῖαν, ἐπυνθανόμην ἔτι προσδιαπορῶν ὡς εἰ ταῦθ’ οὕτως ἔχοι, τίς ἡ δεξιὰ στάσις καὶ καθέδρα καὶ τὰ τῶν ὑλικῶν σχέσεων καὶ διαθέσεων ὀνόματα; ποῦ γὰρ ἔχει ταῦτα χώραν λέγεσθαι ἐν οἷς καὶ τῶν ὁρωμένων τὰ πολλὰ οὐχ ὅρασίς ἐστιν, ἀλλὰ τῆς φαντασίας διατύπωσις; ὁ δὲ τῶν ἀποριῶν ἀκροατὴς ἐπιτιμῶν, ὡς ἔοικεν, τὴν φιλοπράγμονα ἔνστασιν καὶ οὐκ ἐῶν ἀπολαύειν τοῦ ζητήματος, κρείττω ἀκοῆς ἔφη τὴν ἐρώτησιν καὶ καιρὸν οἰκεῖον ἔχειν τῆς ἀποκαλύψεως. ἐγὼ δὲ προσφιλονεικῶν ἔτι, καὶ τὸν καιρόν με συναγαγεῖν παρεκάλουν καὶ μὴ τῆς καλῆς ἀποστερεῖν ἐφέσεως. ἐκεῖνος δὲ τοῦ λυποῦντος ὡς οἷόν τε καὶ ἀδημονοῦντος ἀπάγων, οὔπω τὸν καιρὸν ἔλεγεν παρεῖναι· οὔπω γὰρ οὐδὲ τὸ πῦρ τὸ τὴν ἀφθαρσίαν ἀνάπτον ἐν τοῖς καθ’ ἡμᾶς ἀναφλέγεται.

Ταύτην οὖν τὴν ὀπτασίαν ὁ καλὸς καὶ φιλόθεος καὶ παλαιὸς ἐκεῖνος ἀπαγγείλας γέρων οὐ μεγαλαυχεῖ οὐδὲ τοιαῦτα τεθεαμένος ἐπαίρεται, ἀλλὰ καὶ ἄγνοιαν ἑαυτῷ προσάπτει, λέγων ‘οὐκ οἶδα εἰ σὺν τῷ χοῒ ταῦτα ἐθεώμην, εἴτε καθ’ ἑαυτὴν τῆς ψυχῆς ἀνιπταμένης πρὸς τὸ κρεῖττον καὶ τὸ σῶμα λειπούσης ἐπὶ βραχὺ τοῦ πρὸς αὐτὴν συνδέσμου κεχωρισμένον καὶ τῆς ἀνακράσεως’.

Διὰ τί προσέταξεν ἀριθμηθῆναι τὸν λαὸν ὁ θεός; Ἵνα τῆς οἰκείας ἐπαγγελίας δείξῃ τὸ ἀληθές. ὑπισχνούμενος γὰρ τῷ Ἀβραὰμ ἔφη ‘πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης’. ἔδειξε γὰρ τὴν τῆς ἐπαγγελίας ἀλήθειαν· ἐκ πέντε γὰρ καὶ ἑβδομήκοντα τῶν εἰς Αἴγυπτον κατεληλυθότων ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ ἑξακόσιοι καὶ πεντήκοντα ἠριθμήθησαν ἄνδρες δυνάμενοι πολεμεῖν, καὶ τῆς ἐξώρου ἡλικίας καὶ τῆς ἀώρου κεχωρισμένης, καὶ μέντοι καὶ τοῦ θήλεος γένους καὶ τῆς Λευιτικῆς φυλῆς. ταύτην αὐτοῦ διδάσκων τὴν δύναμιν ὁ θεὸς καὶ διὰ τοῦ προφήτου Ἡσαΐου ἔφη· ‘ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἧν, καὶ ἐκάλεσα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν.’

Διὰ τί ἄλευρον κρίθινον ὑπὲρ τῆς ὑποπτευομένης μοιχευθῆναι προσεκομίζετο; Αὐτὸς ὁ δεσπότης ἡρμήνευσεν· ‘ἔστι’ γὰρ ἔφη ‘θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, θυσία ἀναμιμνήσκουσα ἁμαρτίαν.’ ὅθεν οὐδὲ ἔλαιον αὐτὴν οὐδὲ λίβανον ἔχειν προσέταξεν· ἐστέρητο γὰρ καὶ τῆς εὐωδίας καὶ τοῦ τῆς δικαιοσύνης φωτός. τοῦτο μέντοι γίνεσθαι νενομοθέτηκεν, τὴν μιαιφόνον αὐτῶν ἐπιστάμενος γνώμην· ἵνα γὰρ μὴ ἐξ ὑποψίας κατακτείνωσι τὰς ὁμοζύγους, ἐκέλευσε τὴν ὑποπτευομένην αὐτῷ προσενεχθῆναι, ἅτε δὴ πάντα καὶ τὰ λαθραῖα σαφῶς ἐπισταμένῳ. ‘Προσάξει’ γάρ φησιν ‘ὁ ἱερεύς, καὶ στήσει τὴν γυναῖκα ἔναντι κυρίου, καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἔναντι κυρίου’ καὶ ἑξῆς. ταῦτα δὲ πάντα γενέσθαι προσέταξεν τὴν γυναῖκα τὴν ὑποπτευομένην ἐκδειματῶν, ἵνα εἰ ἐξήμαρτεν ὁμολογήσῃ καὶ διὰ μετανοίας λάβῃ τὴν ἄφεσιν· τούτου χάριν καὶ ἀκάλυπτον αὐτὴν τῷ θεῷ προσενεχθῆναι κελεύει, διδάσκων ὅτι γυμνὰ πάντα καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ.

ὅτι δὲ ταῦτα δεδιττόμενος αὐτὴν γενέσθαι κεκέλευκε, τὰ ἑξῆς μαρτυρεῖ· ‘καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεύς, καὶ ἐρεῖ τῇ γυναικί· εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῷος ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου· εἰ δὲ σὺ παραβέβηκας, ὕπανδρος οὖσα’ καὶ ἑξῆς, ἕως οὗ ‘δῴη σοι κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι κύριον τὸν μηρόν σου διαπεπτωκέναι καὶ τὴν κοιλίαν σου πεπρησμένην’. ἐκέλευσε δὲ καὶ τὴν γυναῖκα συντίθεσθαι τῇ ἀρᾷ καὶ λέγειν ‘γένοιτο, γένοιτο’, καὶ γραφῆναι δὲ τὴν ἀρὰν προσέταξε καὶ ἐξαλειφθῆναι ὕδατι, καὶ πιεῖν τὴν γυναῖκα τὸ ὕδωρ· πρότερον δὲ τὴν θυσίαν προσενεχθῆναι, τοῦτ’ ἔστιν τὸ κρίθινον ἄλευρον. εἶτα διδάσκει ὡς ἀθῷος μὲν οὖσα ὑγιὴς φυλαχθήσεται, ἔνοχος δὲ οὖσα καὶ κρύπτουσα τῇ πείρᾳ μαθήσεται τῆς ἀρᾶς τὴν ἰσχύν, καὶ τῆς κοιλίας διαρρηγνυμένης καὶ τοῦ μηροῦ διαπίπτοντος· δι’ ὧν γὰρ ἡ ἁμαρτία, διὰ τούτων ἡ τιμωρία. τὸ δὲ ‘ἐνόρκιον’ οὕτω νοητέον· ὅταν τις δεινὰ καὶ ἀνήκεστα πάθῃ, εἰώθασί τινες ὀμνύντες λέγειν ‘μὴ πάθοιμι ἃ ὁ δεῖνα πέπονθεν’.

Τίνος ἕνεκα ἁμαρτάνουσιν εὐθὺς ἐπάγει τὰς τιμωρίας; Ἀρχὴν εἶχεν ὁ νόμος· ἔδει τοίνυν τῇ τῶν παραβαινόντων τιμωρίᾳ σωφρονίζεσθαι τοὺς λοιπούς· ἁρμόδιος γὰρ τοῖς ἀρχομένοις ὁ φόβος. συνέζευκτο μέντοι τῇ τιμωρίᾳ φιλανθρωπία· μεταμελόμενοι γὰρ φιλανθρωπίας ἀπήλαυον. αὐτίκα γοῦν τοῦ θεηλάτου πυρὸς μέρος τι τῆς παρεμβολῆς ἀναλώσαντος, εἶτα πάντων συνδεδραμηκότων εἰς δέησιν, ᾔτησεν ὁ νομοθέτης τὴν ἄφεσιν, παρέσχεν δὲ αὐτὴν ὁ φιλάνθρωπος θεός. ὅτι δὲ ἀναγκαίως αὐτοῖς αἱ τιμωρίαι ἐπήγοντο, τὰ ἑξῆς μαρτυρεῖ· εὐθὺς γὰρ μετὰ τὴν παῦλαν τῆς τιμωρίας τῆς Αἰγύπτου καὶ τῶν ἐν Αἰγύπτῳ τὴν μνήμην ἀνενεώσαντο. μάλα τοίνυν εἰκότως τῇ ἐκείνων ἀχαριστίᾳ τὴν θείαν συνῆψεν φιλοτιμίαν ὁ συγγραφεύς, τὰ περὶ τοῦ μάννα διηγησάμενος καὶ ὅτι οὐ μόνον ἄρτου χρείαν, ἀλλὰ καὶ ὄψου ἐπλήρου· ‘ἦλθον’ γὰρ ‘ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν τῇ θυΐᾳ καὶ ἥψουν ἐν τῇ χύτρᾳ καὶ ἐποίουν ἐγκρυφίας’. ἐκείνων δὲ ὀλοφυρομένων χαλεπαίνει μὲν ὁ δεσπότης θεός, δυσχεραίνει δὲ ὁ προφήτης καὶ βοᾷ λέγων· ‘ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐνώπιόν σου, ἐπιθεῖναί μοι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ’ ἐμέ; μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον τὸν λαὸν τοῦτον;’ καὶ ἑξῆς. δεδήλωκε διὰ τούτων τὸ ἀτελὲς αὐτῶν καὶ νηπιῶδες· θηλάζοντι γὰρ αὐτοὺς ἀπείκασεν, ἄλλο μὲν οὐδὲν ἐργάσασθαι δυναμένῳ, ἐκμυζᾶν δὲ μόνον βουλομένῳ τὸ γάλα.

Ἐπειδὴ δὲ σφόδρα ἦν τὰ ῥήματα δυσχεραίνοντος (καὶ τὰ ἑξῆς γὰρ τοῦτον ἔχει τὸν νοῦν), διδάσκεται παρὰ τοῦ δεσπότου θεοῦ ὡς οὐκ ἀνθρωπίνῃ δυνάμει, θείᾳ δὲ χάριτι τὸν λαὸν κυβερνᾷ. ἔφη γάρ, ‘συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας’, εἶτα μετ’ ὀλίγα ‘καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ’ αὐτούς, καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ τούτου, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος’. μεμάθηκε δὲ διὰ τούτων τῶν λόγων ὁ νομοθέτης ὡς ἀποχρῶσαν ἔλαβεν τῇ οἰκονομίᾳ τὴν χάριν· διὰ τοῦτο εἶπεν ‘ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοί’· οὐ γὰρ σπανίζων ἑτέρας δυνάμεως, ἀλλ’ ἐκεῖνον διδάσκων ὡς εἰλήφει δύναμιν ἀρκοῦσαν τῇ χρείᾳ τοῦτο ἔφη. ὅτι καὶ τοῖς ἑβδομήκοντα δοὺς οὐκ ἐμείωσε τούτου τὴν χάριν, τὰ πράγματα μαρτυρεῖ· τὰ αὐτὰ γὰρ καὶ οἰκονομῶν καὶ θαυματουργῶν διετέλει ἃ καὶ πρότερον. τοῦτο καὶ νῦν ὁρῶμεν γινόμενον· πολλοὶ γὰρ ὑπὸ ἑνὸς ἀνθρώπου ἱερέως βαπτιζόμενοι, ἄλλοι δὲ παρὰ ἀρχιερέως χειροτονούμενοι καὶ τὴν θείαν δεχόμενοι δωρεὰν οὔτε σμικρύνουσι τοῦ μεταδόντος τὴν χάριν καὶ αὐτοὶ τὸ τέλειον δέχονται. μεμαρτύρηκε μέντοι ὁ δεσπότης καὶ τῇ τοῦ θεράποντος ψήφῳ· ἔφη γὰρ αὐτῷ ‘ἔκλεξαι οὓς οἶδας’.

Διὰ τί προσέταξεν ὁ θεὸς τὰ τῶν στασιαστῶν πυρεῖα τῷ θυσιαστηρίῳ γενέσθαι περίθεμα; Εἰς ἔλεγχον τῶν κατὰ τῆς ἱερωσύνης θρασυνομένων καὶ βεβαίωσιν τῶν ἱερουργεῖν προστεταγμένων· τοῦτο γὰρ ἐπήγαγεν, ‘μνημόσυνον τοῖς υἱοῖς Ἰσραὴλ’ καὶ ἑξῆς. τούτου χάριν καὶ τὴν βλαστήσασαν τοῦ Ἀαρὼν ῥάβδον ἐντεθῆναι προσέταξε τῇ κιβωτῷ, καὶ πάλιν ἐνομοθέτησε τοὺς μὲν ἱερέας ἱερουργεῖν, τοὺς δὲ Λευίτας ὑπουργεῖν, μήτε τῷ θυσιαστηρίῳ μήτε τοῖς ἱεροῖς πελάζοντας σκεύεσιν.

Εἶτα διδάσκει καὶ τίνα χρὴ τοὺς ἱερέας λαμβάνειν· τὰς γὰρ αὐτῷ προσφερομένας ἀπαρχὰς σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ ἄρτων αὐτοὺς ἐσθίειν προσέταξεν, καὶ μέντοι καὶ τὰ ἀναθήματα καὶ τὰ πρωτότοκα, τῶν μὲν ἀκαθάρτων κτηνῶν ὁρίσας τὰ λύτρα πέντε σίκλων ἕκαστον ‘κατὰ τὸν σίκλον τὸν ἅγιον, ὅς ἐστιν εἴκοσι ὀβολοί’, τῶν δὲ καθαρῶν πρωτοτόκων ζῴων τὸ μὲν αἷμα ἐκχεθῆναι παρὰ τὴν τοῦ θυσιαστηρίου βάσιν, τὸ δὲ στέαρ προσενεχθῆναι, τὰ δὲ κρέα αὐτοὺς λαμβάνειν, ὥσπερ δὴ τὸ στηθύνιον καὶ τὸν βραχίονα ἀπὸ τῶν ἄλλων θυμάτων κομίζονται. διαθήκην δὲ ἁλὸς τὴν κοινωνίαν ἐκάλεσεν, ἐπειδὴ κατὰ τὸν θεῖον ἀπόστολον ‘οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται’. τινὲς δέ φασιν, ἐπειδὴ ταῖς θυσίαις ἐπιβάλλεσθαι τοὺς ἅλας προσέταξεν.

Εἶτα διδάσκει καὶ τοὺς ἱερέας καὶ τοὺς Λευίτας ὡς οὐ βούλεται αὐτοὺς κληρονομεῖν ὡς τὰς ἄλλας φυλάς, ἀλλὰ παρὰ παντὸς κομίζεσθαι τοῦ λαοῦ τοὺς Λευίτας καὶ τῶν ἀπὸ γῆς φυομένων τὰς δεκάτας καὶ τῶν ἐκ ποιμνίων καὶ βουκολίων προσγενομένων κερδῶν καὶ τῶν ἐξ ἐμπορίας ἢ ἑτέρας τινὸς χρείας, τοὺς δὲ Λευίτας τῶν δεκατῶν τὰς δεκάτας προσφέρειν τοῖς ἱερεῦσιν· καὶ τούτων μὲν ἐν παντὶ τόπῳ κελεύει μεταλαγχάνειν, τὰ δέ γε ἐκ τῶν θυσιῶν ἀφωρισμένα αὐτοῖς ἔνδον ἐσθίειν ἐν τῷ ναῷ. καλεῖ δὲ καὶ τὰς δεκάτας μισθὸν εἰς τὴν τοῦ λαοῦ ὠφέλειαν· ὑμῶν γάρ, φησίν, οἰκοδομούντων ἢ ἐμπορευομένων ἢ οἴκοι διαγόντων, οὗτοι ἀντὶ πάντων ὑμῶν τῇ ἐμῇ προσεδρεύουσι λειτουργίᾳ· τοῦτο γὰρ ἔφη· ‘ὅτι μισθὸς ὑμῶν οὗτός ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου’.

Τί δήποτε ὠργίσθη τῷ Μωσεῖ καὶ τῷ Ἀαρὼν ὁ θεός, ἡνίκα τὸ ὕδωρ ἐκ τῆς πέτρας ἐξήγαγεν; Ἀθυμοῦσιν αὐτοῖς διὰ τὴν τῆς ἀδελφῆς τελευτὴν ἐπέκειντο αὐτοῖς ὁ λαὸς διὰ τὴν τοῦ ὕδατος σπάνιν· δυσχεραίνοντες οὖν τὴν πολλὴν αὐτῶν ἀκρασίαν ἀμφιβόλοις ἐχρήσαντο ῥήμασιν τὸ ὕδωρ ἐξαγαγόντες. ἔφη γὰρ ‘ἀκούσατέ μου οἱ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ;’ τούτου γοῦν ὁ θεὸς ἔφη ‘ὅτι οὐκ ἐπιστεύσατέ μοι, ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς’. τοῦτο καὶ Δαυίδ φησιν, ‘καὶ ἐκακώθη Μωσῆς δι’ αὐτοὺς’ καὶ ἐξῆς. ὀργιζόμενος γὰρ ἐκείνοις ἀμφιβόλως τὸν λόγον προήνεγκεν· καὶ ἦν οὐ τῆς ψυχῆς, ἀλλὰ τῆς γλώττης ἀμφιβολία· τοῦτο γὰρ ἔφη ‘καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ’. ἰστέον μέντοι ὅτι ἕτερον οἰκονομῶν ὁ θεὸς ταύτην ἐξενήνοχε τὴν ἀπόφασιν.

Διὰ τί τὸν οὐρανὸν καὶ τὴν γῆν διαμαρτύρεσθαι προσετάχθη; Οὐκ ἐπειδὴ ἔμψυχα ταῦτα καὶ λογικά, ἀλλ’ ὅτι πάντων ἐστὶν τῶν κτισμάτων περιεκτικά. τοῦτο καὶ Ἡσαΐας ὁ προφήτης πεποίηκεν· ‘ἄκουε’ γάρ φησιν, ‘οὐρανέ, καὶ ἐνωτίζου, γῆ’ καὶ ἑξῆς· καὶ Ἱερεμίας· ‘ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλέον ἡ γῆ, λέγει κύριος’. ἐπειδὴ γὰρ εἰς μαρτυρίαν αὐτὰ τῆς ἀπειλῆς ὁ νομοθέτης ἐκάλεσεν, εἰκότως μετὰ τὴν τῶν νόμων παράβασιν καὶ φρῖξαι λέγεται καὶ ἐκστῆναι. οὕτω καὶ Ἰακὼβ καὶ Λάβαν τὸν βουνὸν ὠνόμασε βουνὸν τῆς μαρτυρίας, καὶ Ἀβραὰμ ὁ πατριάρχης καὶ Ἀβιμέλεχ τῶν Γεράρων ὁ βασιλεὺς ‘φρέαρ τοῦ ὅρκου’, ὡς ἐκεῖ μεθ’ ὅρκου ποιησάμενοι τὰς συνθήκας.

Πῶς νοητέον τὸ ‘εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ’; Καὶ ἐξ Ἰουδαίων πολλαὶ μυριάδες ἐπίστευσαν τῷ δεσπότῃ Χριστῷ καὶ τὸ πλεῖστον τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν· ἀλλὰ τοῖς ἔθνεσι τὴν διδασκαλίαν οἱ ἐξ Ἰουδαίων πεπιστευκότες προσήνεγκαν, ἐξ Ἰουδαίων γὰρ οἱ θεῖοι ἀπόστολοι. ταῦτα τοίνυν προθεσπίζων ὁ προφήτης ἔφη· ‘εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ’ (τοῦτ’ ἔστιν τῶν ἐξ ἐθνῶν πεπιστευκότων), ‘καὶ ἐνισχυσάτωσαν αὐτοὺς πάντες ἄγγελοι θεοῦ’ (τοὺς εἰς αὐτὸν πεπιστευκότας). καὶ γὰρ τοῦ σωτῆρος ἡμῶν γεννηθέντος χορὸς ἀγγέλων ὑμνεῖ τὴν θείαν φιλανθρωπίαν βοῶν ‘δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη’. καὶ τὰς ἀσπάρτους δὲ καὶ ἀλοχεύτους ὠδῖνας ἐκείνας Γαβριὴλ προείρηκεν ὁ ἀρχάγγελος· κἀν τῷ πρὸς τὸν διάβολον ἀγῶνι παρῆσαν τῶν ἀγγέλων οἱ δῆμοι, ‘προσελθόντες’ γάρ φησιν ‘οἱ ἄγγελοι διηκόνουν αὐτῷ’· καὶ μετὰ τὴν ἀνάστασιν ἄγγελοι τῷ τάφῳ προσεδρεύουσιν εὐαγγελιζόμενοι ταῖς γυναιξὶν τὴν ἀνάστασιν· καὶ τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ δεσπότου· καὶ τῷ Κορνηλίῳ ἄγγελος τὰ κατὰ τὸν μέγαν Πέτρον ἐμήνυσεν· καὶ αὐτὸν Πέτρον τῆς φυλακῆς ἄγγελος ἐξήγαγεν· καὶ ὁ θεῖος Παῦλος τοῖς συμπλέουσιν ἔφη ‘ὤφθη μοι τοῦ θεοῦ ἄγγελος οὗ εἰμι’. καὶ πολλὰ τοιαῦτα.

Εἰπὼν δὲ περὶ τῶν πεπιστευκότων ὁ προφήτης ταῦτα προλέγει καὶ τῶν ἀπίστων τὰς τιμωρίας καὶ τὰς αἰτίας δι’ ἃς πείσονται· ἔφη γὰρ ὅτι ‘τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν αὐτὸν ἀνταποδώσει, καὶ ἐκκαθαριεῖ {γὰρ} κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ’. υἱοὺς δὲ θεοῦ κέκληκε τοὺς ἁγίους, οὓς ἀνεῖλον οἱ μιαιφόνοι. ἵνα γὰρ τῶν προφητῶν τὰς σφαγὰς παραλείπω καὶ τοῦ δεσπότου τὸ σωτήριον πάθος, τὸν μὲν καλλίνικον κατέλευσαν Στέφανον, ξύλῳ δὲ τὸν μέγαν ἀνεῖλον Ἰάκωβον, καὶ μυρία ἄλλα· καὶ τῶν τῷ κυρίῳ δὲ πεπιστευκότων τὰς οἰκίας ἐξεπόρθησαν, ὡς πολλαχοῦ Παῦλος ὁ θεῖος, καὶ Θεσσαλονικεῦσι δὲ γράφων, ἐπιμαρτύρεται· ‘μιμηταὶ γὰρ ἐγένεσθε τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ. τὰ γὰρ αὐτά’, φησίν, ‘καὶ ὑμεῖς ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ ἐκεῖνοι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν κύριον ἀποκτεινάντων καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων.’ ταῦτα καὶ ὁ κύριος αὐτῶν κατηγόρησεν ἐν τῇ τοῦ ἀμπελῶνος παραβολῇ, ὅτι τῶν δούλων ‘ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν’· τούτου χάριν αὐτοὺς εἰς πᾶσαν τὴν οἰκουμένην διέσπειρεν.

Τί δήποτε διὰ σμικρὰν πλημμέλειαν πόρρωθεν ἰδεῖν προσετάχθη τὴν γῆν, εἰσαγαγεῖν δὲ τὸν λαὸν ἐκωλύθη; Διδάσκει διὰ τούτων ἡμᾶς ὁ θεὸς ὡς τοὺς ἐν ἀρετῇ τελείους τὴν ἄκραν ἀρετὴν ἀπαιτεῖ, καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσιν μακροθυμῶν τοῖς ἁγίοις ταύτης οὐ μεταδίδωσιν τῆς συγγνώμης. τοῦτο καὶ σοφός τις ἔφη, ‘ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται’· καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις, ‘ᾧ μὲν γὰρ ὀλίγον δοθήσεται, ὀλίγον ἀπαιτήσουσιν παρ’ αὐτοῦ’.

Ἰστέον μέντοι καὶ τοῦτο, ὡς ἕτερα δι’ ἑτέρων ὁ δεσπότης οἰκονομεῖ· ὥσπερ ἀμέλει καὶ τουτονὶ τὸν μέγαν προφήτην οὐκ εἴασεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγαγεῖν τὸν λαόν, ἵνα μὴ ὡς θεὸν αὐτὸν σεβασθῶσιν οἱ Ἰσραηλῖται· τούτου χάριν αὐτοῦ καὶ τὸν τάφον ἄδηλον πεποίηκεν ὁ σοφῶς τὰ καθ’ ἡμᾶς πρυτανεύων θεός.

Εἰδέναι δὲ καὶ τοῦτο προσήκει, ὡς Μωυσῆς τύπον ἔχει τοῦ νόμου, διὸ καὶ Μωυσῆς τὴν προσηγορίαν ὁ νόμος ἔχει· ‘ἔχουσι’ γάρ φησι ‘Μωυσέα καὶ τοὺς προφήτας’, Μωυσέα τὸν νόμον καλέσας. καὶ πολλαχοῦ τοῦτο εὕροις· ὥσπερ γὰρ Ἡσαΐαν καὶ Ἱερεμίαν καὶ Ἰεζεκιὴλ οὐ τοὺς ἄνδρας μόνον, ἀλλὰ καὶ τὰ ἐκείνων βιβλία καλοῦμεν, καὶ σχεδὸν ἐπὶ πάντων τὸ αὐτὸ καθορᾶν ἐστιν τῶν συγγραφὰς θείας ἀπολελοιπότων, οὕτω Μωσῆν οὐ τὸν ἄνδρα μόνον, ἀλλὰ καὶ τὸν νόμον ἐστὶν ἰδεῖν κεκλημένον. τύπος μὲν οὖν ὁ Μωσῆς τοῦ νόμου, Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ τύπος τοῦ σωτῆρος· ὥσπερ τοίνυν Μωυσῆς μὲν ἐξήγαγεν τὸν λαὸν ἐξ Αἰγύπτου, Ἰησοῦς δὲ αὐτὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγαγεν γῆν, οὕτως ὁ νόμος τῆς μὲν ἀσεβείας ἀπαλλάττει τοὺς πειθομένους, ἡ δὲ τῶν εὐαγγελίων χάρις εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐρανῶν.

Τί ἐστιν ‘ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι’; Τοῦτ’ ἔστιν δι’ ὀλίγων ῥημάτων, ἐν βραχέσι λόγοις, ἐν ὀλίγῃ διδασκαλίᾳ, χωρὶς πολλοῦ πόνου καὶ συνεχοῦς διαλέξεως. διὸ καὶ πρὸς αὐτὸν καταλλήλως ὁ Παῦλός φησιν ‘ηὐξάμην ἂν τῷ θεῷ’ καὶ ἑξῆς· οἷον ὅτι ‘ἐμοὶ τοῦτο σπουδή, τὸ γενέσθαι πάντας Χριστιανούς, καὶ τοῦτό ἐστίν μοι εὐχὴ πρὸς θεόν, ἐπεὶ ἕτοιμός εἰμι καὶ διὰ πολλῶν λόγων καὶ δι’ ὀλίγων τὴν ἐν Χριστῷ κηρύσσειν πίστιν, καὶ μετὰ πόνου καὶ κόπου καὶ ἐκ τοῦ παραχρῆμα· κόπος γὰρ καὶ πόνος ἐν τῇ διδασκαλίᾳ καὶ τῷ κηρύγματι οὐδαμῶς λογίζεταί μοι, ἀλλ’ ἴσον ἐστὶν κοπιᾶν καὶ μή, καὶ πολὺν χρόνον τρίβειν κηρύττοντι καὶ ὀλίγον, μόνον εἴ τινας ὁρῶ πρὸς τὸν Χριστὸν ἐπιστρέφοντας’. ταῦτα δὲ ἔλεγεν ἅμα μὲν τὸ αὐτοῦ πρόθυμον καὶ διάπυρον ἐνδεικνύμενος, ἅμα δὲ κἀκεῖνον ἐκκαλούμενος, ὡς εἰ βούλοιτο καὶ πλείω ἀκοῦσαι καὶ τελειοτέρας διδασκαλίας ἀπολαῦσαι, οὐ μόνον οὐδὲν οὐκ ἀποκνήσει, ἀλλ’ οὗτός ἐστιν ἕτοιμος καὶ τὸ πρόθυμον παρέχων, ὥστε καὶ εὐχῆς ἔργον αὐτὸ ποιεῖται, ἂν μόνον τυγχάνῃ τοῦ σκοποῦ· ‘ηὐξάμην’ γάρ φησιν ‘καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ μόνον σέ’, καὶ ἑξῆς.

Τί ἐστιν ‘τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει’ καὶ ἑξῆς; Τοῦ εἰς γνῶσιν ἐλθόντος, τοῦ ἐπιγνωσθέντος ἡμῖν καὶ φανερωθέντος υἱοῦ θεοῦ· πόθεν δὲ γνωσθέντος; διὰ τῶν προφητῶν, διὰ τῶν δυνάμεων τῶν ἐπιδειχθέντων καὶ σημείων, διὰ τοῦ ἁγιαστικοῦ πνεύματος, ὃ παρέσχεν τοῖς εἰς αὐτὸν πιστεύουσιν, δι’ αὐτῆς αὐτοῦ τῆς ἐκ νεκρῶν παραδοξοτάτης ἐγέρσεως. τούτου οὖν τοῦ προαγγελθέντος διὰ τῶν προφητῶν, τοῦ γνωρισθέντος ἐν τῇ ἐπιδείξει τῆς δυνάμεως αὐτοῦ, τοῦ φανερωθέντος κατὰ τὸ ἁγιαστικὸν πνεῦμα, ὃ παρεῖχε τοῖς πιστεύουσιν εἰς αὐτόν, τοῦ δηλωθέντος ἐκ τῆς ἀναστάσεως αὐτοῦ, τούτου εἰμὶ δοῦλος. εἰ γὰρ καὶ δοῦλος, ἀλλὰ τούτου δοῦλος τοῦ διὰ τοσούτων καὶ τηλικούτων μαρτυριῶν πιστωθέντος ἡμῖν ὅτι υἱός ἐστι τοῦ θεοῦ, ‘δι’ οὗ’ φησιν ‘καὶ ἡμεῖς ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως’· οἷον ‘ἔχομεν τὰς μαρτυρίας’ φησὶν ‘ἐξ ἄλλων ἃς εἴπομεν, μαρτυρεῖ δὲ καὶ τὸ ἡμέτερον, υἱὸν αὐτὸν ἀληθῆ εἶναι θεοῦ. ποῖον τοῦτο; τὸ τρέχειν μὲν ἡμᾶς καὶ κατεπείγεσθαι εἰς τὰ ἔθνη ἃ οὐκ ἔγνωμεν, ἐκεῖνα δὲ ὑπακούειν καὶ δέχεσθαι τὸν λόγον τῆς πίστεως.’ μαρτύριον γὰρ ὡς ἀληθῶς θεοφανείας τοῦτο, ἄνθρωπον καταλιπόντα πατρίδα καὶ γένος τρέχειν εἰς ἀλλοτρίαν, οὐδεμιᾶς ὠφελείας ἢ κέρδους ἕνεκα σωματικοῦ· τί λέγω κέρδους καὶ ὠφελείας;

ἀλλὰ κοπιῶντα, λιμώττοντα, τυπτόμενον, μαστιζόμενον, ὑπερορώμενον, ἀλλ’ ὅμως τὸ οἰκεῖον ἔργον ἀνύοντα καὶ τὴν πίστιν καταγγέλλοντα. ἐλίμωττεν, ἀλλὰ καὶ ἄλλους ἔτρεφεν· ὑπερεώρων αὐτόν, ἀλλ’ ὕστερον καὶ ἐθαύμαζον· ἔτυπτον, ἀλλ’ ἐπίστευον· ἐδίωκον, ἀλλ’ ἐπεζήτουν· ἐμάστιζον, ἀλλὰ διὰ τῶν σουδαρίων αὐτοῦ καὶ σιμικινθίων τῶν σωματικῶν ἀπηλλάσσοντο μαστίγων. ἆρα μὴ μικρὸν μαρτύριον τοῦτο ἢ ἐνδέον τῶν προειρημένων εἰς τὸ ἐπιγνῶναι πάντας υἱὸν θεοῦ εἶναι τὸν Χριστόν;

Τί ἐστιν τὸ ‘καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα καρπόν τινα σχῶ;’ Ἢ καθ’ ὑπερβατὸν εἰρῆσθαί μοι δοκεῖ, ἵν’ ᾖ τὸ κατὰ συνέχειαν οὕτως· ‘πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα τινὰ καρπὸν σχῶ’· καὶ γὰρ ἡ τούτου παρουσία πάντως αὐτοὺς καρποφορεῖν ἐποίησεν ἂν τὴν εὐσέβειαν. τὸ δὲ ‘καρπόν’· ‘οἶδα’ φησὶν ‘ὅτι ἡ πίστις ὑμῖν ἐνέσπαρται, ἀλλὰ καὶ καρπὸν σχεῖν ἐπιθυμῶ παρ’ ὑμῶν, ἵνα καρπὸν σχῶ· τὰ γὰρ ὑμέτερα ἐμὰ λογίζομαι· ἂν οὖν ἴδω καρπὸν ἐν ὑμῖν, οὕτως εὐφρανθήσομαι ὡς αὐτὸς ἐγὼ τὸν καρπὸν ἔχων καὶ ἐν τούτῳ κομῶν’. οὕτω μέν, εἰ καθ’ ὑπερβατόν τις ἐκλάβοι τὸ χωρίον· ἔσται γὰρ τὸ ἐφεξῆς ‘καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο’.

Εἰ δὲ μὴ καθ’ ὑπερβατόν, οὕτω νοηθείη ἄν· ‘ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἀναμένων καρπὸν τῆς πίστεως ἐν ὑμῖν ἰδεῖν’. ‘τί οὖν, ἂν καὶ καρποφορῶμεν; τίς χρεία τῆς σῆς παρουσίας;’ ‘πολλὴ μὲν οὖν· οὐ γὰρ πάντα τὸν καρπόν’ φησιν ‘ἀνέμενον, ἀλλὰ τινὰ καρπόν, ἵνα πρόθυμον αὐτὸς παρασκευάσω καὶ τὸν λείποντα φέρειν καρπόν’. ὥσπερ γὰρ περιττὸν τὸ τὸν τελείως καρποφοροῦντα διδάσκειν καὶ παραινεῖν, οὕτω παντελῶς ἐπίπονον καὶ μοχθηρὸν τὸν μηδ’ ὅλως εἰς εὐκαρπίαν εὔχρηστον τῷ τῆς διδασκαλίας ἀρότρῳ ἐξεργάζεσθαι καὶ ἀροτριᾶν. εἰ γὰρ καὶ κλητοί, ἀλλ’ οὖν χρεία καὶ τῆς οἰκείας προαιρέσεως καὶ σπουδῆς· ἐπεὶ καὶ ‘πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί’.

Τί ἐστιν ‘δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται’; Δικαιοσύνη γὰρ θεοῦ, τοῦτ’ ἔστιν ἡ δικαιοσύνη τοῦ θεοῦ, ἐν τῷ εὐαγγελίῳ αὐτοῦ ἀποκαλύπτεται καὶ φανεροῦται. πῶς καὶ τίνα τρόπον; ἐκ πίστεως μὲν τοῦ προσιόντος τὴν ἀρχὴν λαμβάνουσα τῆς φανερώσεως καὶ ἀποκαλύψεως, εἰς πίστιν δὲ προάγουσα καὶ τελειοῦσα τὸν πεπιστευκότα εἰλικρινῆ καὶ ἀκέραιον, οὐχ ἣν τέχναι συγκροτοῦσιν, ἀλλ’ ἣν ἡ ἄνωθεν ἔλλαμψις χαριζομένη τῷ μέτρῳ παρέχει τῆς προαιρέσεως· αὕτη γάρ ἐστιν ἡ τοῦ θεοῦ ἀποκαλυπτομένη διὰ τοῦ εὐαγγελίου δικαιοσύνη, ὅτι σπέρμα πίστεως εὑροῦσα καρπὸν βλαστῆσαι παρεσκεύασεν πίστεως.

Ἔστιν δὲ καὶ ἄλλως ὑπολαβεῖν τὴν διάνοιαν τοῦ ῥητοῦ, ὅτι ἐν αὐτῷ τῷ πιστεύοντι ἡ δικαιοσύνη τοῦ θεοῦ καθορᾶται καὶ γινώσκεται, ὅτι μικρὰν πίστιν προαιρέσεως λαβὼν παρ’ αὐτοῦ ὅλην αὐτῷ τὴν ἐξ ἀποκαλύψεως καὶ θείας γνώσεως πίστιν παρέσχετο, ἐκ τῆς ἀτελοῦς πίστεως εἰς μεγάλην αὐτὸν χειραγωγήσας καὶ καταρτίσας πίστεως τελειότητα.

Εἶτα, ‘καθὼς γέγραπται, ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται’. μὴ νομίσῃς δέ, φησίν, καινὸν καὶ πρόσφατον τοῦτο· προφητικῇ φωνῇ τοῦ Ἀμβακοὺμ ἄνωθεν προανακηρύττεται. ποίᾳ ταύτῃ; ‘ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται’, τοῦτ’ ἔστιν ἡ τοῦ δικαίου καὶ σπουδαίου ζωή—δίκαιον γὰρ τὸν πᾶσαν τὴν ἀρετὴν κατορθώσαντα νῦν λέγει—τούτου οὖν ἡ ζωὴ πίστει ἐστὶν περατουμένη καὶ συμπεριλαμβανομένη.

Ἄρχεται μὲν γὰρ ἀπὸ τῆς κατὰ προαίρεσιν πίστεως, τελευτᾷ δὲ καὶ ἀποπερατοῦται εἰς τὴν κατὰ θείαν ἀποκάλυψιν πίστιν· διὸ ἀεὶ ὁ δίκαιος ἐκ πίστεως ζῇ. τὸ δὲ ‘ζήσεται’, ὅτι οὐκ ἔζησεν μέν, παύσεται δέ, ἀλλὰ καὶ εἰσέτι ζήσεται, ὡς καὶ πρότερον ζήσας, ὅπερ ἴσον τῷ ἀεὶ ζῇ ἐκ πίστεως. τὸ δὲ ‘ζήσεται’ ἀντὶ τοῦ ‘διὰ παντὸς ἐν αὐτῇ ἔσται καὶ στηριχθήσεται’, ὥστε μηδὲ ζῆν αἱρεῖσθαι χωρὶς αὐτῆς μηδὲ ἀναπνεῖν.

Τί ἐστι τὸ ‘παράδοτε αὐτὸν τῷ σατανᾷ’ καὶ ἑξῆς; Ὅτι τὸ παραδοῦναι αὐτὸν τῷ σατανᾷ περὶ τοῦ ἡμαρτηκότος Κορινθίου τῷ θεσπεσίῳ Παύλῳ εἰρημένον ἐστίν, φησίν, τὸ ἐξῶσαι αὐτὸν τῆς ἐκκλησίας· οἱ γὰρ τῶν ἐκκλησιῶν ἐξωθούμενοι, ἔξω τῆς θείας γινόμενοι κηδεμονίας, ὑπὸ τὴν βουλὴν καὶ τὴν δυναστείαν πίπτουσιν τὴν ἐκείνου. καλῶς δὲ ἐπήγαγεν καὶ τὸ ‘εἰς ὄλεθρον τῆς σαρκός’, δεικνὺς ὅτι οὐδὲ τοῦτο ἀφειδίᾳ ποιεῖ καὶ μίσει, ἀλλ’ ἵνα τῇ πείρᾳ γνόντες τὸ διάφορον πρὸς μεταμέλειαν νεύσωσιν, οὕτω τε τῆς τοῦ διαβόλου δυναστείας ἔξω γενόμενοι τῇ τοῦ κρείττονος αἱρέσει τῆς σωτηρίας αὑτοὺς τῆς μελλούσης καταστήσωσιν ἀξίους. ὅθεν καὶ ἐπήγαγεν, ‘ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ’.

Εἰς τὸν εʹ ψαλμόν, τί ἐστιν ‘εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης’; Τρία ἡμῖν ἀπὸ τῆς ἐπιγραφῆς ζητήματα ἀνακύπτει· τίς ἡ κληρονομοῦσα, τίς ὁ κλῆρος, καὶ πότε ἡ κληρονομία; κληρονομοῦσα μέν ἐστιν ἡ ἐκκλησία καὶ τὸ πλήρωμα αὐτῆς· κλῆρος δὲ ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· τὸ δὲ πότε αὐτὸς ἐδήλωσεν εἰπὼν ‘εἰς τὸ τέλος’, ὅπερ ἐστὶν ὁ μέλλων, ἀλλ’ οὐχ ὁ παρὼν αἰών. διὰ τί δὲ κληρονόμους ἡμᾶς ἐγγράφει; ὅτι υἱοποιήσατο. τίνας δέ; τοὺς ἀξίους. ἄξιοι δὲ τίνες; οἱ τῶν ἐντολῶν αὐτοῦ φύλακες.

Περὶ ταύτης τῆς κληρονομούσης καὶ ὁ Παῦλος ἔλεγεν ‘ἡρμοσάμην ὑμᾶς παρθένον ἁγνὴν ἑνὶ ἀνδρὶ παραστῆσαι τῷ Χριστῷ’, καὶ ὁ Ἰωάννης φησὶν ‘ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν’. ἀλλ’ ὁ μὲν ἐνταῦθα νυμφίος μετὰ τὰς πρώτας ἡμέρας καταλύει τὸ σφοδρὸν τοῦ ἔρωτος, ὁ δὲ ἡμέτερος νυμφίος μένει διηνεκῶς ἀγαπῶν ἡμᾶς καὶ ἐπιτείνων τὸν πόθον· ὅπερ δηλῶν ὁ Ἰωάννης νυμφίον αὐτὸν ἀπεκάλει, ὅτι ἀκμάζοντες οἱ πόθοι. οὐ διὰ τοῦτο δὲ μόνον νυμφίος, ἀλλὰ καὶ ὅτι πάντας ἓν σῶμα εἶναι βούλεται καὶ μίαν ψυχὴν κατὰ τὸν τῆς ἀρετῆς καὶ τῆς ἀγάπης λόγον, καὶ ὅτι καθάπερ ἡ νύμφη πάντα ποιεῖ πρὸς ἀρέσκειαν τοῦ ἀνδρός, οὕτω καὶ ἡμᾶς διὰ παντὸς τοῦ βίου τοιούτους εἶναι χρὴ οἵα ἡ νύμφη κατὰ τὴν ἡμέραν ἐκείνην, οἵα ἐπὶ τῶν παστάδων καθέζεται, ἓν μεριμνῶσα μόνον, ὅπως ἀρέσῃ τῷ νυμφίῳ.

Ταύτης τῆς νύμφης καὶ ὁ Δαυὶδ μέμνηται λέγων ‘παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου’ καὶ ἑξῆς. ἴδε τὸν ἱματισμόν· θέλεις δὲ εἰδέναι αὐτῆς καὶ τὰ ὑποδήματα; Παῦλος διδάσκει ὁ νυμφαγωγός, λέγων ‘ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης’. θέλεις ἰδεῖν αὐτῆς καὶ τὴν ζώνην, πῶς ἀπὸ ἀληθείας σύγκειται; ‘περιζωσάμενοι’ φησὶν ‘τὴν ὀσφῦν ὑμῶν ἐν ἀληθείᾳ’. θέλεις καὶ τοὺς πόδας ἰδεῖν; ἄκουε τοῦ προφήτου λέγοντος, ‘ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά’.

Καὶ τὸ δὴ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον, ὅτι καὶ κοσμήσας τοῦτον τὸν τρόπον ἦλθεν οὐχὶ τὴν δόξαν ἐπιδεικνύμενος τὴν ἑαυτοῦ, ἵνα μὴ ἡ ὑπερβολὴ τοῦ κάλλους ἐκπλήξῃ αὐτὴν καὶ παράφρονα ἐργάσηται, ἀλλ’ ἔρχεται ἱμάτιον περιβεβλημένος οἷον ἡ νύμφη· μετέσχηκεν γὰρ αἵματος καὶ σαρκὸς παραπλησίως αὐτῇ. καὶ οὐκ αὐτὸς αὐτὴν ἄνω καλεῖ, ἀλλ’ αὐτὸς πρὸς αὐτὴν παραγίνεται, τηρῶν κἀνταῦθα τὸν τοῦ νυμφίου νόμον, ὃς αὐτὸν ἄγει πρὸς τὴν νύμφην· ὅπερ καὶ ὁ Παῦλος ἔλεγεν, ‘ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν’. ἐλθὼν τοίνυν εἰς τὸ καταγώγιον αὐτῆς καὶ εὑρὼν αὐτὴν ῥυπῶσαν, αὐχμῶσαν, γυμνήν, πεφυρμένην αἵματι, ἔλουσεν, ἤλειψεν, ἔθρεψεν, ἐνέδυσεν ἱμάτιον οἷον εὑρεθῆναι ἕτερον οὐκ ἔνι, αὐτὸς αὐτῇ γενόμενος περιβολή, καὶ λαβὼν αὐτὴν οὕτως ἀνάγει εἰς τὸν οὐρανόν.

Ταύτης συνήγορός ἐστιν ὁ προφήτης· καὶ γὰρ πολλὰ καὶ περὶ τοῦ νυμφίου καὶ περὶ τῆς νυμφαγωγίας καὶ περὶ τῶν ἀγαθῶν τῶν διαδεξομένων αὐτὴν προεῖπεν καὶ προανεφώνησεν. διὰ δὴ τοῦτο καὶ ἐνταῦθα ὑπὲρ αὐτῆς ποιεῖται τὸν λόγον· καὶ τί αἰτεῖ ἡ κληρονομοῦσα; ἀκούσωμεν τί φησιν· ‘τὰ ῥήματά μου ἐνώτισαι, κύριε’.

‘Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με’ Ὅταν ἀκούσῃς θυμὸν καὶ ὀργὴν ἐπὶ θεοῦ, μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς· συγκαταβάσεως γάρ ἐστιν τὰ ῥήματα. καὶ γὰρ τὸ θεῖον ἁπάντων τούτων ἀπήλλακται τῶν παθῶν, διαλέγεται δὲ οὕτως, ὥστε καθάψασθαι τῆς τῶν παχυτέρων διανοίας. ἐπεὶ καὶ ἡμεῖς, ὅταν βαρβάροις διαλεγώμεθα, τῇ ἐκείνων χρώμεθα γλώσσῃ, κἂν πρὸς παιδίον φθεγγώμεθα, συμψελλίζομεν, κἂν μυριάκις ὦμεν σοφοί.

Ἄλλως τε δὲ καὶ ὁ θυμὸς καὶ ἡ ὀργὴ οὐκ ἐξ ἀνάγκης πάθος τῶν προβαλλομένων αὐτὰ ἐνδείκνυται. ἐν δυσὶ μὲν γὰρ τὸ δι’ αὐτῶν ἐγγινόμενον πάθος συνίσταται, ἔν τε τῷ βαλλομένῳ καὶ ἐν οἷς ταῦτα πλήττοντα ἀλγεινὴν διάθεσιν ἀπεργάζεται· ὅ τε γὰρ θυμούμενος ἢ ὀργιζόμενος διατίθεταί πως κατὰ ταῦτα, καὶ ὁ τὸν θυμὸν καὶ τὴν ὀργὴν ἐκδεξάμενος, κἀκεῖνος πεπονθὼς διετέθη κατὰ τὴν πάθησιν. ἐν ἀμφοτέροις μὲν οὖν τὸ πάθος ὁρᾶται· ἀλλ’ ὥσπερ ἐστὶν ἰδεῖν ἐνίοτε μόνον τὸν προβαλλόμενον τὸν θυμὸν καὶ τὴν ὀργὴν πάσχοντα, πρὸς ὃν δὲ ταῦτα ἀφίεται ἀπαθῆ καὶ ἀναλλοίωτον, ἴσως φιλοσοφίᾳ τὴν ψυχὴν τονώσαντα καὶ κρείττω τῆς ὁρμῆς τῶν θυμουμένων καὶ ὀργιζομένων γενόμενον, ἀλλ’ ὅμως κἂν ἐν θατέρῳ τὸ πάθος ὁρᾶται, οὐδὲν ἧττον θυμὸς ὁ θυμὸς καὶ ἡ ὀργὴ λέγεται, οὕτω κἂν μόνος ὁ τὸν θυμὸν καὶ τὴν ὀργὴν ἐκδεχόμενος κατὰ τὸ πάθος διατεθείη, τοῦ προβαλλομένου ταῦτα μηδὲν ὅλως ἀλλοιωθέντος ἢ κατά τι πάθος διατεθέντος, οὐδὲν ἔλαττον ταῦτα ἀλλ’ ὁμοίως θυμὸς καὶ ὀργή, πάθος καὶ ἄλγος τῷ ἐκδεξαμένῳ ἐμπεποιηκότα, ἀκολούθῳ λόγῳ καλοῖτο ἄν.

Καὶ ἰατροὶ δὲ τέμνοντες καὶ καίοντες οὐ θυμῷ τοῦτο ποιοῦσιν, ἀλλὰ σκοπῷ τῆς διορθώσεως, οὐκ ὀργιζόμενοι τοῖς κάμνουσιν, ἀλλ’ ἐλεοῦντες αὐτοὺς καὶ τῶν νοσημάτων ἀπαλλάττοντες. ὅταν οὖν εἴπῃ ‘μὴ τῷ θυμῷ σου ἐλέγξῃς με’, τοῦτ’ ἔστιν μὴ ἀπαιτήσῃς με δίκην τῶν ἡμαρτημένων μηδὲ ἐπεξέλθῃς τοῖς πεπλημμελημένοις.

‘Ὅτι ἐταράχθη τὰ ὀστᾶ μου’ Ὀστᾶ δὲ ἐνταῦθα λέγει τὴν ἰσχὺν ἅπασαν, ταραχὴν δὲ τὴν πληγήν, τὴν κόλασιν, τὴν τιμωρίαν. τινές φασιν ἐνταῦθα ταραχὴν λέγειν αὐτὸν τὴν ἐκ τῆς ἁμαρτίας γινομένην. τοῦτο δὲ μάλιστα καὶ ἐν ἐπιθυμίαις ἀσελγείας συμβαίνειν εἴωθεν, τοῦτο καὶ ἐν θυμῷ καὶ ἐν συμφοραῖς· πάντα γὰρ ταῦτα ταράττει καὶ ψυχὴν καὶ ὀστᾶ, καὶ αἱ κόραι διαστρέφονται καὶ οὐδὲ οἱ ὀφθαλμοὶ κατὰ τάξιν βλέπουσιν, ἀλλ’ ὥσπερ ἡνιόχου θορυβηθέντος ἀτάκτως οἱ ἵπποι φέρονται, οὕτω τοῦ λογισμοῦ διαταραχθέντος πάντα συγχεῖται, πάντα διαστρέφεται.

Καὶ πῶς αὕτη γίνεται ἡ ταραχή; ἀναγκαῖον γὰρ καὶ τοῦτο εἰπεῖν. οὐ γάρ, ὥσπερ ἐν θαλάσσῃ παρὰ τὴν τῶν πνευμάτων ἐμβολήν, οὕτω καὶ ἐν ψυχῇ, οὐ κατά τινα ἀδόκητον περίστασιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥαθυμίαν συμβαίνει. καὶ γὰρ τοῦ γενέσθαι καὶ τοῦ μὴ γενέσθαι τὴν περίστασιν τῆς ἁμαρτίας ἡμεῖς κύριοι, τῆς ἐπιθυμίας ἀνεπτοημένης. ἀλλὰ ἂν μὴ σὺ τὴν φλόγα ἀνάψῃς, οὐκ αἴρεται ἡ κάμινος· ἂν μὴ τροφὴν παράσχῃς τῇ ὕλῃ, ἂν μὴ τὰς εὐμόρφους ὄψεις περιεργάσῃ, ἂν μὴ εἰς θέατρον παρανομίας ἀναβαίνῃς, ἂν μὴ πιαίνῃς τρυφῇ τὴν σάρκα, ἂν μὴ καταποντίζῃς οἴνῳ τὸν λογισμόν, οὐκ αἴρεται ἡ φλόξ, οὐ γίνεται χαλεπώτερον τὸ θηρίον, οὐ διατέμνεται καθάπερ ὑπὸ πνευμάτων ἀγρίων τῆς διανοίας τὸ καθαρόν.

Ἀρκεῖ οὖν ταῦτα, φησίν, πρὸς τὸ διαφυγεῖν τὴν φλόγα τῆς ἁμαρτίας; οὐκ ἀρκεῖ, ἀλλὰ δεῖ καὶ ἕτερα προστεθῆναι, προσευχὰς διηνεκεῖς, ἁγίων συνουσίαν, νηστείαν σύμμετρον, δίαιταν λιτήν, ἀσχολίας ἀναγκαίας, πρὸ τῶν ἄλλων ἁπάντων τοῦ θεοῦ τὸν φόβον, τὴν μέλλουσαν κρίσιν, τὰς ἐπαγγελίας τῶν ἀγαθῶν· διὰ τούτων πάντων δύνασαι χαλινῶσαι τὴν λυσσῶσαν ἐπιθυμίαν καὶ στῆσαι τὴν κυμαινομένην θάλασσαν.

‘Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου’ Τούτου τοῦ ψαλμοῦ τὰ μὲν ῥήματα ἅπαντες ὡς εἰπεῖν ἴσασιν καὶ διὰ πάσης ἡλικίας διατελοῦσιν ψάλλοντες, τὴν δὲ διάνοιαν ἐνίων τῶν εἰρημένων ἀγνοοῦσιν· ὅπερ οὐ μικρὸν εἰς κατηγορίας λόγον, ψάλλειν μὲν καθ’ ἡμέραν, μηδ’ ἅπαξ δ’ ἐπιζητῆσαι μαθεῖν τὸν νοῦν τῶν ψαλλομένων. καὶ γὰρ νωθείας καὶ χαυνότητος ἐσχάτης, διὰ παντὸς τὸν ψαλμὸν καὶ ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας μελετῶντας διατελεῖν, τὰ ῥήματα μόνον εἰδότας ἔρημα διανοίας, καὶ παρακαθῆσθαι θησαυρῷ συνεσκιασμένῳ καὶ βαλλάντιον περιφέρειν ἐσφραγισμένον· καὶ οὐδὲ ὑπὸ πολυπραγμοσύνης παρωξύνθη τις μαθεῖν τί ποτέ ἐστιν τὸ λεγόμενον. καίτοι γε οὐδὲ ἐκεῖνό ἐστιν εἰπεῖν, ὅτι σαφής τις ὢν πάντας εἰς ὕπνον ἤγαγεν καὶ οὐκ ἀφῆκεν ζητῆσαι τὸ προχείρως κείμενον· καὶ γάρ ἐστιν ἀσαφής, καὶ ἱκανὸς διεγεῖραι τὸν μὴ σφόδρα καθεύδοντα, μᾶλλον δὲ καὶ τὸν καθεύδοντα.

‘Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν θεὸν ἐδεήθην’ Δύο ἐνταῦθα ἀρετὰς μανθάνομεν, τό τε εὔτονον τῆς προθυμίας τό τε συντεταμένον τῆς διανοίας, καὶ ἕτερον πρὸς τούτοις, τὸ αὐτοῦ εἶναι τὴν φωνήν. οὐ γὰρ πάντες οὔτε φωνῇ βοῶσιν οὔτε πρὸς τὸν θεὸν οὔτε τῇ οἰκείᾳ· δεῖ δὲ ἅπαντα ταῦτα συνελθεῖν. ὁ κατ’ ἐχθρῶν βοῶν οὐκ ἀνθρώπου φωνὴν προήσεται, ἀλλὰ θηρίου καὶ ὄφεως· ὁ ῥαθυμῶν καὶ μὴ ἀκούων ὧν λέγει οὐ πρὸς τὸν θεὸν βοᾷ, ἀλλ’ εἰκῇ καὶ μάτην φθέγγεται· ὁ μὴ διεγείρων τὴν διάνοιαν, κἂν μεγάλα κράζῃ, πάλιν οὗτος οὐ βοᾷ· φωνὴν γάρ, πολλάκις ἔφθην εἰπών, οὐ τὸν τόνον λέγει τοῦ πνεύματος, ἀλλὰ τὴν συντεταμένην διάνοιαν. ἀλλ’ οὐχ οὕτως οὗτος, ἀλλὰ τὰ τρία ταῦτα συνάγει, ὅτι τε φωνῇ καὶ πρὸς τὸν θεὸν καὶ τῇ ἑαυτοῦ φωνῇ· διὰ τοῦτο δεύτερόν φησιν, ‘φωνῇ μου’ καὶ ‘φωνῇ μου’.

Τί ἐστιν τὸ ‘εὐλόγησεν Μελχὸλ τὸν Δαυίδ’; Τὸ δὲ ‘εὐλόγησεν Μελχὸλ τὸν Δαυὶδ’ λαμβάνει μὲν καὶ ἐκ τῆς προειρημένης ἀναπτύξεως τὸ σαφές, ἀντὶ γὰρ τοῦ ‘ἐξουδένωσεν’ εἴρηται· ἀλλότριον γὰρ ἐδόκει τὸ γύναιον βασιλικοῦ φρονήματος καὶ ὄγκου χοροῖς καὶ σκιρτήμασιν ἐνδιατρίβειν. ἀλλ’ αὐτὸ μὲν τοῦτο τὸ χορείαις μὴ συγκαταφέρεσθαι τὸν βασιλέα οὐκ ἀνεπισκέπτως ἐλογίζετο ἡ τοῦ Σαοὺλ θυγάτηρ· τὸ δὲ θεῖον πόθον ἐπιδεικνύμενον ἐπὶ τοσοῦτον ἁλῶναι τῷ ἔρωτι τοῦ ποθουμένου ἐνίκα τῆς γυναικείας φύσεως τὴν γνῶσιν καὶ ἀγνοοῦσαν διήλεγχε τὰ κέντρα τοῦ Δαυιτικοῦ πόθου.

Ἐπισημαίνεται δὲ τὸ γράμμα τὸ ἱερὸν ὡς μήτηρ οὐκ ἐχρημάτισεν αὕτη παιδίου, τῆς ἐπὶ τῷ Δαυὶδ χλεύης ἀπαγγέλλουσα τὴν δίκην. ἀφίεται δὲ ἡ Μελχὸλ εἰς τὴν περὶ τοῦ Δαυὶδ κατενεχθῆναι χλεύην, ἵνα δίκην χρεωστοῦσα ἀπαιτηθῇ τὴν ἀπαιδίαν· ἀπαιτεῖται δὲ τὴν ἀπαιδίαν, ἵνα μηδεὶς ἐκ τοῦ σπέρματος ὅπερ ἀπεφύετο τοῦ Σαοὺλ τοῦ βασιλικοῦ διάδοχος ἀξιώματος καταστῇ· ἔτι δὲ ἵνα μὴ στάσις καὶ φόνος τοῦ τε ἐξ αὐτῆς προεληλυθότος καὶ τῶν ἐξ ἑτέρων γυναικῶν ἐπιγεγονότων διαπραχθῇ.

Ἀλλ’ ἔτι καὶ τὴν περι[................................] καθυποβλητέον.

Διὰ τί ὁ Δαυὶδ τὸ ἐφοὺδ περιεβάλετο; Εἴρηται δὲ ὅτι ‘καὶ ἐπὶ τοῦ Δαυὶδ ἐφούδ’, καίτοι οὐκ ἐξὸν αὐτῷ εὐσεβῶς βιοῦντι ἱερέως στολὴν περιβαλέσθαι. ἀλλὰ περὶ τούτου τισὶ μὲν ἐρρήθη, ὡς ἐπειδὴ Σαμουὴλ μὲν ἀπεβίω, οἱ δὲ τούτου παῖδες ἐξητάζοντο ἐν αἰτίαις, ἔδει δὲ ἱερέα τῆς κιβωτοῦ τοῦ θεοῦ προπορεύεσθαι καὶ οὐκ ἦν ὁ τὴν ὑπηρεσίαν ταύτην ὑπελθεῖν ἠξιωμένος, ἐξ ἀνάγκης ὁ βασιλεὺς τὴν τοιαύτην ἀναδέχεται λειτουργίαν, ἅτε δὴ καὶ <ἐκ> τῶν ἀλλοφύλων τὴν κιβωτὸν αὐτὸς ἀνενεγκών· διὸ καὶ χρησμὸν ἀνεῖλεν τὸ ἐφοὺδ νίκην ἐπαγγελλόμενον τῷ Ἰσραήλ, καὶ τὴν νίκην ὁ Δαυὶδ ἀνατίθησι τῷ θεῷ. ἅμα δὲ οὐδ’ ἀτιμάζοντος ἦν τοῦτο τὴν ἱερατικὴν στολήν, ἀλλὰ σεβαζομένου καὶ τῆς ὅτι μάλιστα τιμῆς ἀξιοῦντος· ἐδείκνυ γὰρ δι’ ὧν εἰς ἐκείνην κατέφευγεν ὅση ὀφείλεται τοῖς ὡς ἀληθῶς ἱερεῦσιν ἡ τιμή, ὧν ἡ στολὴ τῷ βασιλεῖ δόξαν τε καὶ νίκην καὶ τοσαύτην χάριν προξενεῖ.

Ἀλλ’ οὕτω μὲν ἔνιοί φασιν. ἑτέροις δὲ δοκεῖ μὴ ἄν ποτε κατατολμῆσαι τὸν βασιλέα Δαυὶδ ἱερατικὴν στολὴν περιβαλεῖν, ἀλλ’ εἶναί τί φασιν ἀποκεκληρωμένον τοῖς βασιλεῦσιν ἀμφίασμα, ὃ καὶ αὐτὸ τὴν ὀνομασίαν ἔφερε τῆς ἱερατικῆς στολῆς, καὶ τοῦτο κατ’ ἐκεῖνο καιροῦ περιβεβλῆσθαι τὸν βασιλέα Δαυίδ.

Τί ἔπραττεν Ἀδὰμ ἐν παραδείσῳ; Ἐν δὲ τῷ παραδείσῳ τεθεὶς ὁ Ἀδὰμ οὐκ ἀργὸν οὐδὲ ἄπρακτον ἐπολιτεύετο βίον, ἀλλ’ ἀρετῆς μὲν ἐπεμελεῖτο, τοῖς δὲ κατ’ αὐτὴν ἔργοις ἐνησχολεῖτο. διὸ καὶ ἡνίκα τοῦ φύλαξ εἶναι τῆς ἀρετῆς καὶ τῶν δεδομένων ἐξέστη, τοῦ παραδείσου τὴν ὑπερορίαν κατεδικάσθη.

Μέσον δὲ τοῦ παραδείσου τὸ ξύλον, διότι ζωῆς ἦν ξύλον καὶ ἀναλογίαν τινὰ ἐπέχει πρὸς τὴν καρδίαν· ὥσπερ οὖν αὕτη ἐν μέσῳ τῷ τοῦ ζῴου καταβέβληται σώματι, οὕτω κἀκεῖνο, ζωῆς ὑπάρχον ξύλον, μέσον ἐπεφύτευτο τοῦ παραδείσου. εἰ δέ σοι φίλον καὶ ὁ ἀναγωγικὸς λόγος· ἡ γενικωτάτη, φασίν, ἀρετή, ἐν τῷ λογικῷ θεωρουμένη ζῴῳ, ὥσπερ ἀπὸ μέσης τινὸς ἀκρωρείας ἐπὶ πᾶσαν διαχεῖται πρᾶξιν· καὶ καθ’ ὃν τρόπον ἡ ζωὴ ἐκ μέσου τινὸς χωρίου προχεομένη πάντα τὰ τοῦ ζῴου μέρη ζωογονεῖ τε καὶ συνέχει, οὕτω καὶ αὕτη ἐκ μέσης τινὸς οἱονεὶ πηγῆς προϊοῦσα ἄρδει τε καὶ ἐκτρέφει καὶ τὰς ὑποβεβηκυίας αὐτῇ λοιπὰς ἀρετάς. ἐγγὺς δ’ ἂν εἴη νοεῖν διὰ τοῦτο μέσον εἰρῆσθαι τοῦ παραδείσου τὸ τῆς ζωῆς πεφυτεῦσθαι ξύλον, ὅτι καὶ Χριστός, ἡ ζωὴ ἡμῶν, ἐν μέσῳ τῆς γῆς τὸν ὑπὲρ ἡμῶν ἐδέξατο σταυρόν· καὶ γὰρ εἰς τὸ μεσαίτατόν φασι τῆς γῆς τὸ ζωηφόρον ξύλον, τὸν σταυρόν, παγῆναι. τὸ δὲ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν εἴρηται μέν, οὐδεὶς δὲ χῶρος αὐτῷ ἀποτέτακται· διὰ τί; διότι ἡ κακία χώραν οὐκ ἔχει, ἀλλὰ τῇ ἀρετῇ παρυφίσταται. ἄμεινον δὲ μετὰ ταῦτα περὶ τούτου διαληπτέον.

Διὰ τί πρὸς ἑσπέραν ἐθύετο ὁ ἀμνός; Πρὸς ἑσπέραν δὲ ἐθύετο ὁ ἀμνός, ὅτι τύπον προδιέγραφε τοῦ ἀληθινοῦ ἀμνοῦ καὶ ποιμένος, Χριστοῦ τοῦ θεοῦ ἡμῶν· ἐπὶ δυσμαῖς γὰρ τῶν αἰώνων καὶ ὁ πλάστης τὸν ὑπὲρ ἡμῶν ἑκούσιον ὑπέστη θάνατον. πλησιφαοῦς δὲ τῆς σελήνης οὔσης προσήγετο τὸ θῦμα, ἐπεὶ καὶ ὁ τοῦ γένους ἡμῶν σωτὴρ οὐκ ἄνθρωπος μόνον ἐχρημάτιζεν, ἀλλὰ καὶ θεός· καὶ τύπον μὲν τῆς θεότητος φέρει τὸ φῶς, τὸ δὲ σεληνιακὸν σῶμα τῆς προσληφθείσης σαρκός. πλὴν ἐπειδὴ κατὰ τὴν κοσμογένειαν ὁλοκλήρῳ φωτὶ καταλαμπομένη ἡ σελήνη λαμβάνει τὴν προαγωγήν, ὁ δὲ τοῦ σωτῆρος ὑπὲρ τοῦ γένους θάνατος ἀνανέωσίν τε καὶ ἀνακαίνισιν ἐπραγματεύετο τοῦ παντός, εἰκότως ἡ σελήνη τὸ φῶς ἀμείωτον κατ’ ἐκεῖνο καιροῦ παρέχειν ὑπὸ τοῦ πάντας σοφῶς οἰκονομοῦντος ἀπετάχθη.

Τί ἐστι ‘θήσω τὸ τόξον μου ἐν τῇ νεφέλῃ’; Τὸ δὲ ἐν τῇ νεφέλῃ τόξον Ἑλλήνων μὲν παῖδες φυσικόν τι νομίζουσιν ἔργον, καὶ ἀφ’ οὗ νεφέλαι καὶ ἥλιος κἀκεῖνο τὴν σύστασιν λαμβάνειν· τῷ δέ γε θεσπεσίῳ Μωσεῖ, ὅσον ἀπὸ τῆς τῶν λέξεων προφανοῦς σημασίας, οὐκ ἐδόκει τοῦτο, ἀλλὰ σύγχρονον εἶναι τῇ δεδομένῃ διαθήκῃ. ‘ἰδοὺ’ γάρ φησι ‘τίθημι τὸ τόξον μου ἐν τῇ νεφέλῃ’, ὡς νῦν τιθεμένου καὶ τῆς διαθήκης χρηματίζοντος σημείου. οὐδὲ δὲ ἄτοπον ἐννοεῖν καὶ φύσεως μὲν ἀπ’ ἀρχῆς προβολὴν εἶναι τὸ τόξον, ἐπὶ βεβαιώσει δὲ τῆς πρὸς τὸν Νῶε διαθήκης τὸ θεῖον αὐτὸ παραλαμβάνειν· οἷον ὡσεὶ λέγοι τις ὅτι ‘ἕως ἂν τοῦτο γίνηται, καὶ ἡ φύσις τὸ οἰκεῖον προβάλληται ἔργον, οὐκ ἔσται κατακλυσμός’· καθὰ ἄν τις εἴποι ‘ἕως οὖ ἀνταναιρεθῇ ἡ σελήνη καὶ ἕως ἂν ὁ ἥλιος τὸν οὐράνιον διατρέχων πόλον τὰ ἐπίγεια φωτίζει, ὅπερ ἐστίν, ἕως ἡ φύσις τὸν οἰκεῖον εἱρμὸν διασῴζει καὶ πρὸς λύσιν οὐ καταστρέφει, ἕως τότε τὸ ἀνθρώπινον γένος κατακλυσμῷ ἀτιμώρητον ἔσται’.

Ὁ δὲ βασιλεὺς τῆς Συρίας μαθεῖν ἀποστέλλει περὶ τῆς ζωῆς αὐτοῦ πρὸς τὸν Ἐλισσαῖον, καίτοι μὴ τῷ θεῷ, ἀλλ’ εἰδώλοις λατρεύων, ὅτι προφήτην αὐτὸν πανταχοῦ διήγγελλεν ἡ φήμη καὶ ἡ νόσος ἐπιστᾶσα τῷ βασιλεῖ συνηνάγκαζε πυθέσθαι πρὸς οἷον ἀποβήσεται τέλος.

Δίκαιος δὲ ὁ Νῶε τυγχάνων διὰ τί ἁλίσκεται μέθῃ καὶ οὐ δίδωσι δίκην; Δίκαιος δὲ ὁ Νῶε τυγχάνων ἁλίσκεται μέθῃ καὶ οὐ δίδωσι δίκην, ὅτι μήτε ἀκρασίᾳ κεχρημένος τὴν μέθην ὑπέστη καὶ νόμον οὐκ εἶχε τῆς εἰς κόρον ἀπείργοντα οἰνοποσίας. ἄλλως τε δὲ καὶ ἀγνοίᾳ τῆς χρήσεως, ἀλλ’ οὐχὶ πολυποσίᾳ κατέπεσεν εἰς μέθην· κιρνάμενος γὰρ ὁ οἶνος οὐχ οὕτως τῶν ἐπιθολούντων ἀτμῶν τὸν ἐγκέφαλον πληροῖ καὶ τὸ ἡγεμονικὸν ἐπισκοτίζει· ἡ δ’ ἄκρατος τούτου προσφορά, θερμοτέρους τούτους ἀναφέρουσα καὶ δριμυτέρους, καὶ ἐξ ὀλίγου πόματος μάλιστα τοῖς ἀσυνήθως πρὸς τοῦτο διακειμένοις θᾶττον ἐνεργάζεται τὸ πάθος.

Πλὴν ὁ θεσπέσιος Παῦλος πρὸ ἡμῶν τὸν ὑπὲρ αὐτοῦ ποιεῖται λόγον, ‘ἁμαρτία’ φάσκων ‘οὐκ ἐλλογεῖτο μὴ ὄντος νόμου’. διὸ πολλὰ ἂν εὕροις κατὰ τὴν παλαιὰν ἐκείνην πολιτείαν τοὺς θαυμασίους ἄνδρας ἐκείνους διαπεπραχότας ἐξ ἀπειρίας, ἐξ ὧν αὐτοῖς οὐδεμία παρηκολούθησε δίκη· νυνὶ δὲ ἐπεὶ παρ’ ἡμῖν καὶ νόμοι καὶ τῶν πρακτέων ἡ γνῶσις ἐπιφανεστάτη, εὐλόγως τοὺς παραβεβηκότας ἡ τῆς παρανομίας ὑποδέχεται τιμωρία.

Πόθεν ἐστὶν τῆς γραφῆς λαβεῖν ὑπὸ τοῦ διαβόλου τὸν Ἀδὰμ ἀπατηθῆναι; Ὃ δὲ ἐπηρώτησας, ὡς ‘πόθεν ἐστὶ τῆς γραφῆς λαβεῖν ὑπὸ τοῦ διαβόλου τὸν Ἀδὰμ ἀπατηθῆναι;’ πᾶσι μὲν εὐσεβέσι νομίζεται τοῦτο, ἀλλ’ ἡ γραφὴ <ἣ> διὰ τοῦ ὄφεως μόνον ἀπατηθῆναι τὴν Εὔαν, δι’ αὐτῆς δὲ τὸν Ἀδὰμ εἰσάγει, περιφανεστέραν τοῦ ζητήματος τὴν λύσιν ἔχει. αὐτὸς γὰρ ὁ κύριος ἐν εὐαγγελίοις ἐδίδαξεν ἡμᾶς εἰπών, ‘ἐκεῖνος ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἐστί’· καὶ γὰρ οὐχ ὡς ἐνίοις ἔδοξε τὸν Κάιν μηνύει, ἀλλ’ εἰς αὐτὸν τὸν σατανᾶν τὴν κατηγορίαν ἀναφέρει. ὁ γὰρ ὄφις ὄργανον μὲν τοῦ διαβόλου χρηματίζων οὐδεμίαν παρέχεται ἀπορίαν, αὐτουργὸς δὲ καὶ πρωταίτιος τῆς ἀπάτης οὐδαμῶς ἂν ἔχοι χώραν νομισθῆναι.

Διὰ τούτου δέ, καὶ οὐχὶ δι’ ἄλλου ζῴου, προσάγει ὁ πονηρὸς τὴν ἀπάτην τῇ Εὔᾳ, ὅτι κεχαρισμένον ἦν τοῦτο τὸ ζῷον τῇ γυναικὶ διά τε τὴν ἄλλην εὐφυΐαν καὶ <τὸ> πρὸς τὸ μιμήσασθαι δυνατὸν εἶναι. ἄλλως τε δὲ καί τινος ἐμφύτου μετέχον τοῦτο τὸ ζῷον ὁρῶν φρονήσεως ὁ διάβολος ἐπιτήδειον ἐνόμισε πρὸς τὴν ὑπηρεσίαν αὐτῷ τῆς ἀπάτης χρηματίσαι ὄργανον, ἅτε δὴ μάλιστα καὶ γλῶσσαν ῥήμασιν ὑπηρετήσασθαι λαχόντα τότε τὸν ὄφιν.

Ἀφράστου δὲ προνοίας ἔργον ἦν καὶ τὸ τὸν ὄφιν φωνὰς ἐνάρθρους ἀφιέναι· ἐνορῶν γὰρ ὁ πλάστης τὰς τοῦ πονηροῦ ἐννοίας, καὶ ὡς εἰ μὴ τὸν ὄφιν ὄργανον τῆς ἀπάτης λάβοι, αὐτοὺς ἐκείνους τοὺς ἀνθρώπους εἰς τὴν ἑαυτῶν ἀπάτην συλαγωγήσοι, συγχωρεῖ τὸν ὄφιν ἀνθρωπίνους φωνὰς προϊέναι, ἵνα μὴ ἐξ αὐτῶν τῶν ἀνθρώπων ἡ τῶν ἀνθρώπων λύμη ἐκβλαστήσῃ καὶ ἡ τοῦ κακοῦ ἀρχὴ ἐκεῖθεν τὴν πρόοδον λάβοι. εἰ γὰρ αὐτοὶ τῆς εἰσηγήσεως τοῦ ἁμαρτήματος ὤφθησαν ἀρχηγοὶ καθεστηκότες, ὅπερ ἂν ἐπὶ τοῦ ὄφεως ἐπράχθη, καὶ ἐπ’ ἐκείνων ἂν διεφυλάχθη, καὶ οὐδ’ ἀνακρίσεως τυχόντες ἄν, ὥσπερ οὐδ’ ὁ ὄφις, τὴν καταδικάζουσαν ἐδέξαντο ψῆφον. ἀλλὰ παραχωρεῖται τῷ ὄφει τῶν ἀνθρώπων ὁ λόγος, ἵνα μὴ ὁ ἄνθρωπος ἀρχηγὸς ὀφθῇ γεγενημένος τῆς κακίας. τοιοῦτον γὰρ τὸ θεῖον· ἐξ ὧν ὁ ἀντικείμενος τὴν κακοτεχνίαν ἐπινοεῖται, διὰ τούτων αὐτοῦ τὰ μηχανήματα περιτρέπει τε καὶ καταλύει.

Τί ἐστι ‘κύριε, οὐχ ὑψώθη ἡ καρδία μου’; Τὸ ‘κύριε, οὐχ ὑψώθη ἡ καρδία μου οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ,’ τάχα μὲν καὶ εἰς αὐτὸν ἐκληφθείη τὸν Δαυίδ· τὸ γὰρ βασιλείαν μὲν περιεζῶσθαι, κατ’ ἐχθρῶν δὲ πολλάκις τρόπαια ἀναστῆσαι, καὶ πρὸ τούτων ἀπὸ ποιμένος ἐν βασιλείοις διαιτᾶσθαι καὶ μειζόνων ἢ κατ’ ἐλπίδας ἀξιοῦσθαι, καὶ ὀργὴν ὕστερον κατὰ τοῦ Νάβαλ ἐπιδεδεῖχθαι, θανάτου τε ἀπαίτησιν ἐπισκῆψαι τῷ παιδὶ παρά τε τοῦ Ἰωὰβ καὶ τοῦ Σεμεῒ λαβεῖν, καὶ ὅσα ἄλλα τοιαῦτα, θαυμασιώτερον μὲν ἀποφαίνει μᾶλλον τὸν Δαυίδ, εἰ ἐν τοιούτοις καὶ τοσούτοις ἐξεταζόμενος τὸ τῆς ψυχῆς οὐκ ἐκλονήθη πάγιον οὐδὲ μειζόνων ἢ κατὰ τὰς ἐλπίδας ἀξιούμενος ἐπῆρεν ἑαυτοῦ καὶ ὑπερύψωσε τὴν καρδίαν, μεῖζον ἢ προσῆκε τὰ καθ’ ἑαυτὸν φανταζόμενος, ἀλλ’ εἰς τὴν παντοκράτορα καὶ κυριεύουσαν τῶν ὅλων ἅπαντα φέρων ἀνετίθει πρόνοιαν, οὐδαμοῦ λήθην λαμβάνων τοῦ ‘ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ’.

Εἰ δέ τις θέλοι τὸ εἰρημένον ἐκλαβεῖν καὶ ἐφ’ ἑτέρου τινὸς τὴν ταπεινόφρονα ἀρετὴν κατωρθωκότος, καὶ εἶναι τοῦτο ὥσπερ στήλην καὶ ὑπογραφὴν ἀνδρὸς ἀεὶ φρόνημα τεταπεινωμένον καὶ συντετριμμένον φέροντος, οὐδ’ οὗτος ἂν εἴη τοῦ εἰκότος φερόμενος ἔξω. ταπεινοφροσύνῃ δ’ οὖν, ὡς ἔστι πολλαχόθεν λαβεῖν, καὶ ὁ μέγας ἐκεκόσμητο Δαυίδ.

Ἐνίοις δὲ καὶ εἰς ὅλην τὴν ἀνθρωπίνην φύσιν ἔδοξεν ἐναρμόζεσθαι τὸ ῥητόν· αὕτη γάρ, φασί, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς καὶ τῶν περὶ τὸ σῶμα φυομένων τε καὶ ἀναστρεφομένων παθῶν οὐδ’ ὅντινα καιρὸν ἀνατείνεσθαί τε καὶ ἀνυψοῦσθαι ὑπὲρ ἑαυτὴν δύναται, οἱονεὶ τῷ βάρει καθελκομένη, καὶ ποτὲ μὲν τούτῳ, ποτὲ δὲ ἐκείνῳ βαρυνομένη, καὶ μηδέποτε καθαρὰ τοῦ διενοχλοῦντός τε καὶ βιάζοντος καθεστηκυῖα μηδὲ τὰς μεγίστας τε καὶ περὶ αὐτῆς ἀναλογίζεσθαι δεδυνημένη ἐννοίας, ἀλλὰ καλῶς γε ποιοῦσα γῆν τε αὑτὴν καὶ σποδὸν ἡγεῖται καὶ ἀναξίαν τῆς ὑπὲρ ἄνθρωπον ἀναβάσεως, ἵνα μὴ μεταλαβοῦσα τοῦ ξύλου ἐφέσει θεότητος καὶ αὐτῆς τῆς πρεπούσης αὐτῇ καὶ ἐναρμοζομένης πάλιν τάξεως κατενεχθῇ. ἐντεῦθεν δὲ ὑψοῖ τὴν ψυχὴν καὶ τρέφει τὴν ἡδεῖαν τροφήν, ἐκείνας τὰς ἐννοίας ἃς μετὰ σώματος τραφῆναι οὐ δύναται· καὶ γὰρ καὶ τὸ ‘ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ’ [***] Τῷ μέντοι εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μεταφέροντι τὴν ἑρμηνείαν καὶ προφητείαν εἶναι τὸν ἐκείνου βίον καὶ τρόπαιον ὑπογράφουσαν δόξαν ποιουμένῳ, οὐδὲ τούτῳ ἂν γένοιτο τοῖς δευτερείοις ἐναριθμεῖσθαι τῶν ὀρθῶς περὶ τῆς ῥήσεως τεθεωρηκότων. ὥσπερ γὰρ τὸ ‘ὤρυξαν χεῖράς μου καὶ πόδας μου’ Δαυὶδ μὲν λέγει, εἰς Χριστὸν δὲ ἐξέβη, οὕτως καὶ τὸ εἰρημένον, καὶ τὸ ‘ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ’, καὶ ‘διεμερίσαντο τὰ ἱμάτιά μου’, καὶ μυρία ἄλλα.

τοῦτο δὲ καὶ ὁ Παῦλος συνορῶν αἰχμαλωτίζειν παραινεῖ πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. καὶ γὰρ οὐδ’ ὑψώθη Χριστὸς ὁ θεὸς ἡμῶν, ὁ ὑπὲρ παντὸς ὕψους καὶ πάσης ὑπεροχῆς τελῶν, οὐδὲ ἐμετεωρίσθη· μᾶλλον δὲ ἄμεινον τὸ ἀποστολικὸν εἰπεῖν, ‘οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου’. καὶ αὐτὸς δὲ ἐκεῖνος κατὰ τὸν καιρὸν τοῦ πάθους φησίν, ‘ἠδυνάμην παρακαλέσαι τὸν πατέρα μου, καὶ παρέστησέν μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων, ἀλλ’ οὔ μοι γνώμη τὸ ὑψοῦσθαι’· μέγεθος δὲ καὶ θαυμασιότης ὑπὲρ αὐτὸν οὔτε ἦν οὔτε ὑπενοεῖτο οὔτε αὐτὸς οὐδ’ ἐπεστράφη ποτὲ ὑπερενεχθῆναι τούτῳ—τί γὰρ ἂν καὶ εἴη θαυμασιώτερον ἢ μεῖζον τῆς ὑπὲρ πᾶν καὶ μέγεθος καὶ ἀξίωμα ὑπεριδρυμένης φύσεως θεϊκῆς; —πλὴν ἀλλ’ οὐδὲ ὡς ἄνθρωπος τοῖς κατὰ τὰ περίγεια καὶ τὴν σάρκα μεγάλην δόξαν καὶ ὄγκον περιβεβλημένοις, οὐδὲ τούτοις συνημιλλᾶτο καὶ συνεπορεύετο, μᾶλλον δὲ τοὐναντίον ἅπαν ταπεινοφροσύνῃ καὶ μετριότητι ὅλον ἑαυτὸν διερρύθμιζεν. διὸ καὶ ὁ προφήτης ‘χαῖρε’ φησί, ‘θύγατερ Σιών’· καὶ τῆς χαρᾶς ἡ αἰτία, ‘ὅτι πρᾶος καὶ ἥσυχος ἥκει σοι ὁ βασιλεύς’.

τὸ δὲ ‘ἀπογεγαλακτισμένον’ ἐναρμοσθείη ἂν τοῖς εἰρημένοις, ὅτι καὶ τὴν ψυχὴν ἣν προσείληφεν, ἐπὶ τὸ ἀρχαῖον αὐτὴν καὶ προγονικὸν ἐπανήγαγεν ἀξίωμα· τοῦτο γὰρ ἂν εἴη, ‘ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ’. εἰ δέ τις ἐθέλοι νοεῖν ὅτι καὶ τὴν μετὰ τῶν ἀνθρώπων ἀναστροφὴν θεοπρεπῶς τε καὶ ἀνθρωποπρεπῶς τελέσας πάλιν ἐπὶ τοὺς πατρικοὺς ὧν οὐκ ἐξέστη κόλπους ἐπανῆλθε, καὶ οὗτος οὖν τὰ εἰκότα ἐρεῖ· καὶ γὰρ ἐκεῖσε ἀναδραμὼν καὶ τὴν ὑπὲρ πάντων κρίσιν δεξάμενος ἐδικαίωσε πάντας ἐν ἑαυτῷ, ὅπερ ὑποδηλώσειεν ἂν καὶ τὸ ‘ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου’.

Διὰ τί ἐν τῇ βάτῳ καὶ οὐκ ἐν ἑτέρῳ φυτῷ τῷ Μωσεῖ ὀπτάνεται ὁ θεός; Διὰ πολλὰς αἰτίας· μᾶλλον δὲ πρὸ τοῦ ἀποδοῦναι τὰς διὰ τί ὤφθη αἰτίας ἄμεινον εἰπεῖν ὅτι τρία τινὰ τὸ σύμβολον μηνύει. ἢ ὅτι ὥσπερ ἡ βάτος τῷ πυρὶ περιελαμβάνετο μέν, οὐ κατεκαίετο δέ, οὕτω καὶ ὁ Ἰσραὴλ ἔκδοτος τοῖς πειρασμοῖς καὶ ταῖς τιμωρίαις καὶ τῇ φλογὶ τῆς ταλαιπωρίας ἣν αὐτοῖς οἱ αἰχμαλωτεύσαντες ὑφῆπτον, μόνῃ τῇ τοῦ θεοῦ δεξιᾷ τοῦ μὴ διολωλέναι καὶ ἀποτεφρωθῆναι διετηρήθησαν· ἢ ὅτι ὁ θεὸς λόγος, τὸ φῶς τὸ πατρικὸν καὶ τὸ ἄυλον τῆς θεότητος πῦρ, ἐν τῇ γεηρᾷ τε καὶ ὑλώδει τῆς παρθένου μήτρᾳ περιαστράψαν ἀκατάφλεκτον καὶ ἀπήμονα διασώσει τὴν δεξαμένην αὐτό· εἰ βούλει δέ, τὸ αὐτὸ τῆς θεότητος πῦρ, τῇ ἀνθρωπίνῃ προσομιλῆσαν φύσει, πυρακτώσει μὲν καὶ θεοποιήσει, οὐ καταφλέξει δὲ καὶ ἐξαφανίσει. ἀλλὰ προτυποῖ μὲν τὸ ἐπὶ τῆς βάτου μυστήριον ἴσως ἂν τὰ τοιαῦτα.

Καὶ ἡ βάτος δὲ ὑποβάλλεται τῷ πυρί, καὶ οὐχὶ φυτὸν ἕτερον, τάχα μὲν ὅτιπερ οὐδ’ ἦν ἑτέρου τινὸς ἡ ἔρημος παρὰ τοῦτο φυτοῦ καρποφόρος. ἔτι δὲ καὶ ἵνα μάθωμεν ὡς τὴν ἀνθρωπίνην φύσιν τὸ τῆς θεότητος περιλαβὸν πῦρ οἱονεί τινας ἀκάνθας τὰς ἁμαρτίας προβεβλημένην, ταύτην μὲν ἐφλόγιζεν, οὐ κατέκαιεν δέ, τὰς δὲ περὶ αὐτὴν ἀκάνθας κατέκαιεν καὶ διέφθειρεν. εἰ βούλει δὲ καὶ ἐπείπερ τὰ πλήθη τῶν ἐθνῶν, ταῖς χαμαιπετέσι περὶ τοῦ θείου συρόμενα διανοίαις καὶ οἷον τῇ ἀθεότητι περικεχυμένα καὶ τὰς τῶν ἁμαρτιῶν φέροντα ἐκφύσεις καὶ τὴν τοῦ σεβάσματος σύστασιν σαθράν, ἔμελλε δὲ ταῦτα τῇ τοῦ παναγίου πνεύματος ἐπιφοιτήσει τε καὶ ἐλλάμψει τῆς μὲν ἀκανθώδους καὶ ζιζανιώδους περιφλέγεσθαι καὶ ἀποκαθαίρεσθαι πλάνης, τὰς δὲ τοῦ θεϊκοῦ πυρὸς ἀκτῖνας ὑποδέχεσθαι (‘αὐτὸς’ γάρ φησιν ‘ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί’), ἵν’ ἐμφανέστερόν τε καὶ τηλαυγέστερον τὸ εἰκονιζόμενον προδιατυπωθῇ, ἡ βάτος παραλαμβάνεται, ὑπηρετουμένη μέν, οὐ φλεγομένη δὲ τῷ πυρί· χαμερπής τε γάρ ἐστι καὶ ἀκανθώδης καὶ τὴν ὑπόστασιν ἀσθενὴς καὶ κατὰ τὴν ὄψιν διηπλωμένη τῆς γῆς· καθ’ ἃ καὶ τὴν ἀναλογίαν πρὸς αὐτὴν διασῴζει τὰ ἔθνη.

Ἔτι δὲ καὶ τοῦ τοιούτου μὲν φυτοῦ σχεδόν τι οὐδὲν ταπεινότερον, ἀλλ’ αὔξην μέν τινα δέχεται, οὐδέπω δ’ ἐπαίρεται τῆς γῆς, ἀεὶ δὲ ταύτῃ προσέρπει· τὸ δὲ πῦρ κοῦφόν τε καὶ τῶν ὅσα κρίνεται αἰσθήσει ἀνωφερέστατόν τε καὶ ἀνώτατον· ὡς ἂν οὖν ἐπιδειχθῇ ὅτι ἡ πάντων ὑπερέκεινα τῶν ὄντων ἀνῳκισμένη τε καὶ ὑψηλοτέρα τῆς θεότητος φύσις (πῦρ γὰρ πολλάκις ἡ γραφὴ τὸν θεὸν οἶδεν ὀνομάζειν) πρὸς τὴν ταπεινοτέραν φύσιν τῶν ἀνθρώπων τὴν πηλῷ καὶ γῇ συμπεφυρμένην οὐκ ἀπηξίωσε κατελθεῖν, εἰκότως τῷ ὑποδείγματι κατάλληλον παρελήφθη φυτόν.

Ἔτι δ’ ἂν ἐπιθεωρήσαις ὡς τοῦ Ἑβραίων ἔθνους αὐτομολεῖν πως ἐπιρρεπῶς ἔχοντος πρὸς πολυθεΐαν, ἅτε τοῖς τῶν Αἰγυπτίων ἔθεσιν οὐκ ὀλίγοις ἔτεσι συναναπεφυρμένου, ἵνα μὴ αὐτοῖς πρόφασίς τις εἰς πολυθεΐαν περιγένηται, ἐν τῷ τοιούτῳ εἰδεχθεῖ τε καὶ ταπεινῷ καὶ ἀνεπιτηδείῳ πρὸς παραγωγὴν ξοάνων παραδείκνυται τὸ θαῦμα, ἵνα μὴ καταπλαγέντες τὸ ὁρώμενον ἢ αὐτό γε τὸ εἶδος τοῦ φυτοῦ εἰς θεὸν ἀναγραψάμενοι προσκυνήσουσιν ἢ διαγλύφοντες ἐξ αὐτοῦ ἀπεικάσματά τε καὶ ὁμοιώματα ὡς θεοὺς αὐτῶν τὰ τῶν χειρῶν ἔργα προσκυνήσουσιν. οἱ γὰρ μετὰ τοσαύτης ζημίας μοσχοποιήσαντες καὶ ὡς θεῷ τῷ τύπῳ τῆς τοῦ βοὸς κεφαλῆς προσκυνήσαντες, ἐν ᾧ μηδὲ θεοσημείαν μηδ’ ἥντινα οὖν ἐθεάσαντο, τί ἂν οὗτοι οὐκ ἐτόλμησαν εἰ τῶν ὡραίων τι φυτῶν καὶ πρὸς χρείαν ἐπιτηδείων τὸ πῦρ αὐτοῖς ἀφλέκτως φέρον ἐφαίνετο, μάλιστα ἀκηκοότες τοῦ νομοθέτου λέγοντος, ‘ἐλάλησεν ὁ θεὸς τῷ Μωσεῖ ἐκ τῆς βάτου’;

Πειρατέον δὲ καὶ τῆς δευτέρας ἀπορίας προσενεγκεῖν σοι τὴν λύσιν· ἔφης γάρ, ‘τί δήποτε τοῦ θεοῦ διαρρήξαντος καὶ διαμερίσαντος τὸν τῶν Ἑβραίων λαόν, καὶ τὸν μὲν εἰς Σαμάρειαν ἐξῳκικότος, τὸν δὲ τὴν Ἰουδαίαν οἰκεῖν καταλελοιπότος—γέγραπται γὰρ ὡς εἶπεν ὁ κύριος τῷ Σολομῶντι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου—ἐκείνου τοίνυν διαρρηγνύντος, τί δήποτε τοὺς τὴν ἐκ θεοῦ διαίρεσιν ὑποστάντας μέμψεσι καθυποβάλλομεν καὶ αἰτίαις; θεοῦ γὰρ διαρρήσσοντος τίς ἂν συναφθείη, καὶ μερισμοῦ καταδικάζοντος τίς ἐξελεῖται;’ Τὸ μὲν οὖν διαπορηθέν σοι, εἴ τι μέμνημαι, τοιοῦτον· εἰδέναι δὲ δεῖ οὐ μόνον ἐπὶ τῆς παρούσης ἀπορίας, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων τῶν παραπλησίαν τὴν περίστασιν ἐχόντων, ὡς αἱ προλαμβάνουσαι τῆς ἐκβάσεως τιμωρητικαὶ τοῦ θεοῦ ψῆφοι οὐκ αὐταὶ τῆς ἐκβάσεως τὴν αἰτίαν εἰσὶν ἀναδεδεγμέναι. οὐ γὰρ εἴ τι τῶν γενησομένων προθεωρήσας τις προαναφωνήσει, οὐδ’ ἐφ’ ἡμῶν τῶν ἀνθρώπων, μήτι γε τὸ θεῖον, αὐτὸς ἂν εἴη δίκαιος τὴν αἰτίαν ἔχειν τῶν ἐκβεβηκότων.

λέγεται οὖν ἐν τῇ θείᾳ γραφῇ τὰ τοιαῦτα, ὡς ἂν μὴ εἰς ἑτέραν τινὰ δύναμιν καὶ ἀρχὴν τὰς ἐπὶ τοῖς ἡμαρτημένοις ἡμῖν ἐπαγομένας τιμωρίας προαχθείημεν ἀναφέρειν· καὶ ταύτην ὁ θεῖος λόγος τὴν ὑπόνοιαν ἀναστέλλων προαγορεύει τὰ ἐφ’ οἷς ἡμάρτομεν συμβησόμενα· καὶ μία μὲν αἰτία αὕτη τοῦ τὴν αἰτίαν τῶν τοιούτων εἰς τὸ θεῖον τὴν ἀναφορὰν ἔχειν.

Δευτέρα δὲ ὅτι δυνατὸς ὢν ἐπισχεῖν τὴν πρὸς τὰ χείρω ἡμῖν ῥοπήν, οὐκ ἐκβιάζεται οὐδὲ πρὸς τἀναντία μεθέλκει. τοιοῦτον δὲ καὶ τὸ ‘ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά’, καὶ ‘οἶδα ὅτι οὐκ ἀκούσεταί σου Φαραώ, διὰ τοῦτο σκληρυνῶ τὴν καρδίαν αὐτοῦ’. καὶ γὰρ τὸ ‘σκληρυνῶ’ οὐχ ὅτι αὐτὸς τὴν τοῦ Φαραὼ καρδίαν μεταπλάσσει εἰς σκληρότητα, ἀλλ’ ὅτι πρὸς ταύτην αὐτοῦ ῥέποντος καὶ συνεστραμμένου οὐκ ἀναστέλλει οὐδὲ ἀναχαιτίζει, ἵνα μὴ περιέλῃ τῆς ἀνθρωπίνης φύσεως τὸ αὐτεξούσιον· καὶ παρ’ ἑκούσιον τοῦ Αἰγυπτίου ὡρμηκότος, οὐ μεταβαλεῖ οὐδὲ μεταστήσει πρὸς τὸ ἀκούσιον. τοῦτο γάρ ἐστι τὸ ‘σκληρυνῶ’· ἔχοι δ’ ἄν τινα καὶ ἑτέραν ἡ λέξις αὕτη παραδηλουμένην περιπέτειαν· ‘σκληρυνῶ’ γὰρ ἀντὶ τοῦ ‘σκληρῷ καὶ ἀτεράμονι τὴν γνώμην ὄντι σκληρὰ αὐτῷ ἐπάξω καὶ τῆς τοῦ τρόπου ὠμότητος ἐπάξια’.

Οὕτω δὴ οὖν καὶ ἐνταῦθα, ὥσπερ ἔφημεν, προειδὸς τὸ θεῖον ὡς ἐξ οἰκείας ὁρμῆς καὶ θελήσεως ἀποστήσονται μὲν τοῦ Ῥοβοάμ, ἀκολουθήσουσι δὲ τῷ δούλῳ καὶ ἀποστάτῃ Ἱεροβοὰμ καὶ μερισθήσεται τὸ ἔθνος εἰς τμήματα δύο, τούτου τὴν γνῶσιν ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων προειληφὼς ὁ θεὸς προαγορεύει τὸ ἐσόμενον καὶ φησίν, ‘διαρρήσσων διαρρήξω τὴν βασιλείαν’ διὰ τὰς εἰρημένας ἔμπροσθεν αἰτίας δύο. εἰ γὰρ καὶ οὕτω τοῦ θείου πανταχοῦ λέγοντος καὶ εἰς ἑαυτὸν τὸ πᾶν ἀναφέροντος, οὐ διέλιπον αὐτοὶ πρὸς ἑτέρους ἀποτρέχοντες θεούς, καὶ τῇ Ἀστάρτῃ, ἥτις ἐστὶν ἡ παρ’ Ἕλλησιν Ἄρτεμις, καὶ τῷ Χαμὼς καὶ ταῖς μυίαις λατρεύοντες κἀκείνοις τῆς ἑαυτῶν ζωῆς τὴν πρόνοιάν τε καὶ τὴν διαμονὴν περιάπτοντες, τί οὐκ ἂν ἐτόλμησαν εἴ τινά ποθεν λαβεῖν ἀφορμὴν ἔσχον ἐκ τῆς τῶν ἱερῶν γραμμάτων διανοίας ὡς ἄλλος τίς ἐστιν αὐτοῖς ὁ τὰς τιμωρίας ὁρίζων καὶ ἐξ ἑτέρου τινὸς ἡ τῶν χειρόνων αὐτοῖς ἕπεται φορά; ἴδοις δ’ ἂν καὶ κατὰ τὸ πειρατήριον τοῦ δικαίου Ἰὼβ τὸν θεὸν συγχωροῦντα τοὺς πειρασμοὺς καὶ ὅρους τινὰς καθορίζοντα τῷ πειράζοντι, οἷον ‘τάδε καὶ τάδε δίδοταί σοι πειράσαι, τούτου δὲ μὴ ἅψῃ’. πάντα γὰρ τῆς παντοκρατορικῆς ἐξῆπται δεξιᾶς, τὰ μὲν ἀντιλαμβανομένης καὶ συμπραττούσης, τὰ δὲ παραχωρούσης καὶ οὐκ ἀπειργούσης.

Παραπλήσιον δέ πως εἶναι δοκεῖ καὶ τὸ ‘προσέθετο ὀργὴ κυρίου τοῦ θυμωθῆναι ἐπὶ Ἰσραήλ, καὶ ἐπέσεισεν τὸν Δαυὶδ εἰς αὐτοὺς λέγων, ἀρίθμησον τὸν Ἰσραήλ’. ἐπισείει γὰρ τὸν Δαυὶδ εἰς τὸ ἀριθμεῖσθαι τὸν Ἰσραήλ, ὅτι τοῦ δικαίου κριτοῦ ὀργὴ καὶ τιμωρία τῷ Ἰσραὴλ ἐφ’ οἷς ἥμαρτον ἐκεχρεώστητο· καὶ οὐκ ἄλλος τίς ἐστιν ὁ ἀνασείων τὸν Δαυίδ, ἀλλ’ ὁ ὠργισμένος μὲν τῷ Ἰσραήλ, ἐπενεγκεῖν δὲ μέλλων αὐτοῖς τὴν ποινήν. καὶ γὰρ τῆς μὲν ἁμαρτίας ἡμᾶς αὐτοὺς αἰτίους ἴσμεν τε καὶ τὰ θεῖα διαμαρτύρονται λόγια, τῶν δὲ ἐρχομένων ἡμῖν ἐφ’ οἷς ἐξαμαρτάνομεν θλιβερῶν ἡ θεία ψῆφος δημιουργός· κριτοῦ γὰρ δικαίου πρὸς τὴν τῶν ἔργων βαρύτητα καὶ τὴν ἐπ’ αὐτοὺς τιμωρίαν ἁρμόζεσθαι. καὶ γὰρ τῆς μὲν ὀργῆς οἱ ἡμαρτηκότες παραίτιοι, ἡ δὲ ὀργὴ τούτοις τὴν τιμωρίαν ἐπήγαγεν, μέσου παραλαμβανομένου τοῦ Δαυίδ, εἰς ὃν ἐκεῖνοι προσέκρουσαν, διὰ τὸ καὶ αὐτὸν ἡμαρτηκέναι θεῷ (καὶ γὰρ ἠρίθμησεν), εἰ καὶ θᾶττον αὑτὸν πρὸ τῶν ἄλλων κατεδίκασεν· φησὶ γὰρ ‘ἐπάταξεν καρδία Δαυὶδ αὐτόν, ὅτι ἠρίθμησεν τὸν λαόν’. ποίας δὲ παρανομίας τηνικαῦτα ὁ λαὸς ὑποσχεῖν ἐδικαιοῦτο τιμωρίαν;

ἢ δῆλον ὅτι τῆς ἐπαναστάσεως τῆς κατὰ τοῦ σφῶν βασιλέως Δαυίδ, ἡνίκα διαρραγέντες ἐκ νόμου καὶ δικαίας ἀρχῆς τῷ κατὰ πατρὸς καὶ βασιλέως τυραννικὰς χεῖρας ἀντάραντι καὶ μήτε τὴν φύσιν εὐλαβηθέντι μήτε τὸ τῆς βασιλείας ἀξίωμα δυσωπηθέντι συνεπανέστησάν τε καὶ συναπεστάτησαν· ἐξ οὗ κυρίως μὲν κατ’ ἀλλήλων ἐρρυήκει φόνος, ἅπας δὲ φύσεως κατεπατήθη νόμος, παίδων πολλάκις κατὰ πατέρων τὰ ξίφη φερόντων, καὶ ὁ φίλτατος υἱὸς χειρὸς πατρικῆς ἔργον κείμενος· τοιαῦτα γὰρ τὰ κακὰ τῆς ἐμφυλίου στάσεως.

Ταύτης οὖν τῆς κατ’ ἀλλήλων μιαιφονίας δίκαιος ἦν ὑποσχεῖν τὴν τιμωρίαν ὁ Ἰσραήλ· ἐπειδὴ δὲ ἔδει ποινηλατηθῆναι αὐτόν, οἷόν τις προκαταρκτικὴ τῆς τιμωρίας αἰτία διατίθεται τὸ ἀνασεισθῆναι τὸν Δαυὶδ ἐξαριθμῆσαι τὸν λαόν. ὅτι γὰρ οὐδὲ τῶν σφόδρα παραβάσεων ἦν ἡ ἀρίθμησις τοῦ λαοῦ, κἂν νῦν εἰς αἰτίαν τῆς τιμωρίας παρείληπται, δηλοῖ καὶ ἡ μετὰ ταῦτα ἀπαρίθμησις παρὰ τῷ αὐτῷ γεγενημένη Δαυίδ, ἐφ’ ᾗ οὔτε τι μηδὲν ἀπήντησεν πονηρόν, καὶ μήτε πονηρίας ἐγκλήματι ὑπαχθεῖσα μήτε τινὰ ἐφελκυσαμένη ποινήν· αὕτη δὲ περὶ τὰ τέλη γέγονεν τοῦ βασιλέως, ὅτε καὶ ὁ τῶν Λευιτῶν συνελογίσθη ἀριθμός. τοῦτο δὲ συνυπεμφαίνουσα καὶ ἡ γραφὴ τὸ ‘προσέθετο ὀργὴ κυρίου θυμωθῆναι ἐπὶ Ἰσραὴλ’ διατίθησι πρὸ τοῦ ‘ἀνέσεισε τὸν Δαυίδ’, ἐνάγουσα οἱονεὶ καὶ διανιστῶσα τὸν ἀκροατὴν συνιδεῖν ὡς οὐχὶ διὰ τὸ ἀριθμηθῆναι τὸν λαὸν ἡ ὀργὴ ἀνήφθη τοῦ θεοῦ, ἀλλὰ διὰ τὴν προγεγενημένην αὐτῶν στάσιν τε καὶ τυραννίδα καὶ μιαιφονίαν· τὸ γὰρ τὴν ὀργὴν προτεθεῖσθαι τῆς ἀριθμήσεως οὐ διὰ τὴν ἀρίθμησιν ἐπαχθῆναι ταύτην ὑποδηλοῖ. ἀνασείεται δὲ αὐτὸς ὁ Δαυὶδ καὶ οὐκ ἄλλος, ὅτιπερ διὰ τὸ αὐτοῦ ἁμάρτημα ἡ τοῦ Ἀβεσαλὼμ ἐπανάστασις συνέβη· ‘ἀνθ’ ὧν’ γάρ φησιν ‘ἐφόνευσας καὶ ἐμοίχευσας, καὶ ἑτέροις μὲν ὑπαχθήσῃ, πλὴν ἀλλὰ καὶ αἱ γυναῖκές σου ἐνώπιον τῶν ὀφθαλμῶν σου εἰς ἑτέρους μεταστήσονται’, ὃ δὴ καὶ διαπέπρακται τῷ Ἀβεσαλώμ.

ἀνασείεται οὖν αὐτὸς ὁ ἡμαρτηκώς, ἵνα τοῦ οἰκείου πταίσματος εἰς συναίσθησιν ἐλθὼν ‘ἐγὼ ἥμαρτον’ ἀναβοήσῃ ‘καὶ ἐγὼ ἐκακοποίησα, οὗτος δὲ ὁ λαὸς τί ἐποίησεν;’ καὶ ἐκ μὲν τῆς ἐξαγορεύσεως καὶ μετανοίας ἡ θραῦσις κοπάσει, ταύτης δὲ ληγούσης ἡ σωτηρία περιλείποιτο τῷ γένει.

Μᾶλλον δὲ ἄνωθεν εἰπεῖν, ἐκεχρεωστήκει τὴν δίκην ὁ λαός, διὰ τοῦτο προσέθετο ὀργὴ θεοῦ θυμωθῆναι ἐπ’ αὐτούς, ἀνασείει δὲ ὁ θυμὸς πρὸς τὴν ἀρίθμησιν τὸν Δαυίδ, ἀριθμηθέντος δὲ ἐπέθετο ἡ πληγή, ἱσταμένης δὲ τῆς πληγῆς εἰς συναίσθησιν τοῦ παραπτώματος ἥκει ὁ Δαυίδ, ἐκ τῆς συναισθήσεως εἰς μετάνοιαν, ἡ μετάνοια δὲ τὴν ἄνωθεν συγγνώμην καὶ τὸν ἔλεον κινεῖ, τὰ δὲ παύουσι τὴν θραῦσιν· ὥστε καὶ τὸ δεινὸν τῷ λαῷ ὥσπερ ἀπό τινος κεφαλῆς τοῦ ἡμαρτηκότος κατέβη καὶ ἡ τοῦ πάθους πάλιν ἀναστολὴ διὰ τὴν αὐτοῦ μετάνοιαν κατεπράχθη.

Διὰ τί ὁ θεσπέσιος Δαυὶδ παραχωρεῖται πεσεῖν εἰς ἁμαρτίαν, καὶ τότε τηλικαύτην; Τάχα μὲν καὶ διά τινας ἑτέρας ἀπορρήτους αἰτίας, πλὴν ὡς ἂν καὶ τῷ βίῳ μετανοίας προτεθειμένον εἴη παράδειγμα· εἰ γὰρ οὗτος βασιλεύς τε ὢν καὶ κατὰ τὴν καρδίαν πολιτεύεσθαι μεμαρτυρημένος θεοῦ, πεσὼν οὕτως θᾶττον ἀνέστη καὶ διὰ μετανοίας καὶ δακρύων ἐσπούδασεν ἐκκαθᾶραι τὸ ὀλίσθημα, πῶς οὐ χρὴ καὶ ἡμᾶς οὐχ ἅπαξ πεσόντας, ἀλλὰ διὰ παντὸς πίπτοντας, θερμοῖς τοῖς δάκρυσιν καὶ συντετριμμένῃ καρδίᾳ ἀπαλείφειν πειρᾶσθαι τὰ ἁμαρτήματα;

Ἔτι δὲ ἵνα μὴ δήποτέ τινες τῶν ἐν κατορθώμασιν διαλαμπόντων, οἷα τὰ ἀνθρώπινα, εἰς παράπτωμά τι κατωλισθηκότες ἀπογνώσει ἑαυτοὺς καὶ ἀπελπιστίᾳ παραδῶσιν, ἀλλ’ ἔχοντες τὸν μακάριον ἐκεῖνον Δαυὶδ τηλικαύτην μὲν παρανομίαν εἰργασμένον, οὕτω δὲ ταχεῖαν τὴν θεραπείαν εὑρημένον, καὶ αὐτοὶ πρὸς τὸν ὅμοιον διαναστῶσι ζῆλον καὶ τοῦ πτώματος ἀνασφαλέντες καὶ τῆς μετανοίας ὅλοι γεγονότες τῶν προτέρων ἔχωνται κατορθωμάτων.

Ἴσως δὲ καὶ συγχωρεῖ θεὸς εἰς ἁμαρτίαν πεσεῖν τὸν Δαυίδ, ἵνα μὴ τὰς τῆς ἱερᾶς γραφῆς περὶ αὐτοῦ μαρτυρίας τὸ Ἰουδαίων ἔθνος ἀκούοντες εἰς θεὸν αὐτὸν ἀναστήσωσιν. καὶ γὰρ καὶ τὸ Μωσέως σῶμα διὰ τὴν αὐτὴν αἰτίαν μετατεθὲν ἄγνωστον μέχρι καὶ τήμερον χρηματίζει τοῖς ἐξ Ἰσραήλ· καὶ ὁ θεσπέσιος δὲ Παῦλος τοιοῦτόν τι περὶ αὑτοῦ ὑποδηλοῖ λέγων, ‘ἵνα μή τις ὑπολογίσηταί τι περὶ ἐμοῦ ὑπὲρ ὃ βλέπει καὶ ἀκούει’, ἀλλὰ καί τινες τῶν Ἑλληνιζόντων, ἐπεὶ τερατουργοῦντας εἶδον αὐτόν τε καὶ Βαρνάβαν, ὡς θεοῖς προσφέρειν θυσίας ὥρμησαν.

Τὸ μέντοι ῥητόν, ὃ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν ‘ἀνέσεισεν’ κεῖται ‘τὸν Δαυίδ’, τοῦτο δὴ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων, ‘ἀνέστη’ παρατέθειται ‘σατᾶν τῷ Ἰσραήλ, καὶ ἐπέσεισεν τὸν Δαυὶδ ἀριθμῆσαι τὸν λαόν’· καὶ οὐκ ἔστιν ἀλλήλοις ἐναντία ταῦτα, εἰ καὶ δοκεῖ. ἡ μὲν γὰρ τοῦ θεοῦ ὀργὴ ἀνέσεισε τὸν Δαυίδ, ἤτοι ἐκίνησεν καὶ διεσάλευσεν πρὸς τὴν ἀρίθμησιν διὰ τὴν ἀπόστασιν τοῦ λαοῦ· τὸ δὲ σατᾶν ὡς ἐπὶ πᾶν εἴωθεν ἐν τῇ θείᾳ γραφῇ ἀντὶ τοῦ κολαφισμὸς καὶ πειρασμὸς ἐκλαμβάνεσθαι. ὥστε εἰ μὴ ὠργίσθη θεός, οὐκ ἂν ἀνεσείσθη ὁ Δαυίδ, ἤτοι πρὸς ἐνθύμησιν μετέστη τοῦ ἀριθμῆσαι τὸν λαόν· εἰ δὲ μὴ ἀνεσείσθη, οὐδ’ ὁ πειρασμὸς ἔπεσεν τῷ Ἰσραήλ, ἤγουν ὁ σατᾶν· αὐτὸ γὰρ τὸ ἀριθμηθῆναι τοῦτο αἴτιον λέγεται τοῦ πειρασμοῦ, καίτοι τῆς ἀποστάσεως μᾶλλον τὴν αἰτίαν ἀποτεκούσης. ἐπεὶ καὶ Μωσῆς ἠρίθμησεν, καὶ Δαυὶδ πάλιν μετὰ τὴν πληγήν, καὶ οὐδεμιᾷ τούτων τῶν ἀριθμήσεων οὔτε μῶμος οὔτε πληγὴ ἐγκατέσκηψεν. ὅτι δὲ τὸ σατᾶν ἀντὶ πειρασμοῦ καὶ κολαφισμοῦ λαμβάνεται, καὶ ἐξ ἑτέρων δῆλον· ‘καὶ ἀνέστησεν’ γάρ φησι ‘σατᾶν ἐπὶ Ἰσραὴλ Ἄδερ τὸν Ἰδουμαῖον’· καὶ ὁ ἀπόστολος Παῦλος ‘ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ’, οἷον ἄγγελος καὶ ὑπηρέτης πειρασμοῦ καὶ κολαφισμοῦ, τοῦτ’ ἔστιν δι’ οὗ μοι οἱ πειρασμοὶ καὶ κολαφισμοὶ ἐπέρχονται.

αἰνίττοιτο δ’ ἂν τὸ ῥητὸν ἤτοι Ἀλέξανδρον τὸν χαλκέα τὸν πολλὰ κακὰ ἐπενεγκόντα Παύλῳ, ἢ τοὺς κατ’ ἐκεῖνο καιροῦ τυράννους καὶ ἑτεροδιδασκάλους, ἐπανισταμένους αὐτῷ καὶ πολλῶν πειρασμῶν αἰτίους καὶ διακόνους αὐτῷ γεγενημένους.

Τὸ δὲ ‘εὗρον τὸν Δαυὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου’ ῥητῶς μὲν οὕτως ἐν τῇ παλαιᾷ γραφῇ οὐκ ἂν εὑρεθείη· εἰ γὰρ καὶ ἐν ψαλμοῖς ᾄδεται ‘εὗρον Δαυὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ ἔχρισα αὐτόν’, ἀλλ’ οὖν παρὰ πολὺ τοῦ προειρημένου ῥητοῦ τῇ λέξει διέστηκεν. ἐγγύτερον δ’ ἂν εἴη μᾶλλον τὸ εἰρημένον τῶν προφήτῃ Σαμουὴλ πρὸς τὸν Σαούλ· ὀνειδίζων γὰρ αὐτὸν τὴν παράβασιν τῶν νομικῶν ἐντολῶν καὶ τὴν ἔκπτωσιν τῆς βασιλείας αὐτῷ προαναφωνῶν, φησὶν πρὸς αὐτὸν ὅτι ‘ἐπειδὴ σὺ κατὰ τὰς ὁδοὺς κυρίου καὶ τὰ προστάγματα αὐτοῦ πορεύεσθαι οὐ βούλει, ἐκλέξεται ἑαυτῷ ὁ θεὸς ἄνδρα κατὰ τὴν καρδίαν αὐτοῦ, ὃς ποιήσει πάντα τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ’. ἀλλ’ εἰ καὶ πλατύτερον τοῦτο τῆς ῥήσεως τῆς ψαλμικῆς, πλὴν οὐ κατὰ πάντα ἀπαράτρεπτόν ἐστιν τοῖς ὀνόμασιν πρὸς τὸ ‘εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου’. ἀλλ’ οὖν τοῦτο ὁ θεσπέσιος Παῦλος εἰδὼς εἰς ἐκεῖνο δημηγορῶν ἐν ταῖς Πράξεσιν μετασχηματίζει.

Ἀνὴρ δὲ λέγεται κατὰ τὴν καρδίαν τοῦ θεοῦ εὑρῆσθαι ὁ Δαυίδ, ἐπειδὴ πολλῶν ἐντολῶν ὑπαρχόντων δι’ ὧν ὁ τῆς ἀρετῆς χαρακτηρίζεται τρόπος, οὐδεμία ἄλλη πλησίον ἵστησιν θεοῦ καὶ ὅσον ἀνθρωπίνῃ φύσει δυνατὸν εἰς τὴν πρὸς ἐκεῖνον ὁμοίωσιν ἀναβιβάζει, ὡς τὸ τοὺς ἐχθροὺς ἀμείβεσθαι ἀγαθοῖς. καὶ γὰρ ὁ κυριακὸς ἐν εὐαγγελίοις λόγος φησίν, ‘γίνεσθε οἰκτίρμονες, ὡς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων· αὐτὸς γὰρ βρέχει <ἐπὶ δικαίους καὶ ἀδίκους καὶ ἀνατέλλει> τὸν ἥλιον αὐτοῦ ἐπὶ ἀγαθοὺς καὶ πονηρούς’, καὶ πάλιν, ‘καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, ἵνα γίνεσθε ὅμοιοι τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς’. ὁ γοῦν Δαυὶδ ταύτην κατορθώσας τὴν ἀρετήν, εἰ καὶ ἐν ἄλλοις ἅτε δὴ ἄνθρωπος ὢν παρηνέχθη, εἰκότως κατὰ τὴν καρδίαν τοῦ θεοῦ τοῦ φιλανθρώπου λέγεται εὑρεθῆναι. ἄλλως τε δὲ ἐπεὶ ὁ Σαοὺλ κατὰ τὰ καίρια τῶν ἐντολῶν κυρίου παρηνέχθη, ὁ δὲ Δαυὶδ οὐ πρὸς ἐκεῖνον μόνον κατά τε εὐσέβειαν καὶ τὴν ἄλλην ἀρετὴν τὴν ὑπεροχὴν εἶχεν, ἀλλὰ καὶ πρὸς τοὺς ἐφεξῆς μικροῦ πάντας (‘οὐδεὶς γὰρ ἐγένετο’ φησὶν ‘ὡς Δαυίδ, ποιήσας τὸ εὐθὲς ἐνώπιον κυρίου’), διὰ τοῦτο προορώμενος τὴν τοῦ Δαυὶδ ἀρετὴν ὁ προφήτης φησὶν ὡς ‘ἐκλέξεται αὑτῷ ὁ θεὸς ἄνδρα κατὰ τὴν καρδίαν αὐτοῦ, ὃς ποιήσει πάντα τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ’.

Οὐδὲν δὲ κωλύει καὶ ἀπὸ τοῦ γράμματος πρὸς τὴν διάνοιαν ἀναχωροῦντα μὴ ἐπ’ ἐκείνου μόνον τοῦ Δαυὶδ τὸν χρησμὸν ἐκβῆναι, ἀλλὰ πολλῷ μᾶλλον ἐπὶ τὸν ἀπὸ τοῦ σπέρματος Δαυὶδ καὶ Ἰεσσαὶ καταγόμενον Χριστόν, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. καὶ γὰρ τὸ ἱερὸν γράμμα φησὶν ἀλλαχοῦ περὶ αὐτοῦ, ‘αὐτὸς ἐπικαλέσεταί με πατέρα κἀγὼ πρωτότοκον θήσω αὐτόν, ὑψηλὸν παρὰ πάντας τοὺς βασιλεῖς’. τοῦτον τοιγαροῦν προδηλῶν διὰ τοῦ προφήτου ὁ θεός, τὸν ἐκ σπέρματος μὲν Δαυὶδ κατὰ τὸ ἀνθρώπινον, ἐκ θεοῦ δὲ θεὸν λόγον, Χριστὸν τὸν σωτῆρα ἡμῶν, φησὶν αὐτὸν εὕρασθαι κατὰ τὴν καρδίαν αὐτοῦ, οἱονεὶ ἑνὶ καὶ τῷ αὐτῷ συναπτόμενον θελήματι, κἂν ἐν τῷ τῆς ἀνθρωπίνης φύσεως ἐγνωρίζετο συγκρίματι καὶ τούτῳ ἡ βουλὴ καὶ ἡ ἐνέργεια τοῦ πατρικοῦ θελήματος ἀδιάστατος· ‘ἃ γὰρ θέλει’ φησὶν ‘ὁ πατήρ, ταῦτα θέλει καὶ ὁ υἱός’, καὶ μυρία ἄλλα.

καὶ <κατὰ> τὸν ἀκριβῆ λόγον οὗτός ἐστιν ὁ πάντα τὰ ἀρεστὰ πεπληρωκὼς τοῦ πατρός· ἐπεὶ ὅ γε Δαυὶδ ἔχοι ἄν τισι καὶ παρασχεῖν ἐξ ὧν ἔπραξε λαβάς, ἐπὶ μὲν τοῦ Οὐρίου περιφανῶς καὶ ἐπὶ τῇ ἀπαριθμήσει τοῦ λαοῦ, τάχα δὲ καὶ ἐπὶ τῇ τοῦ Νάβαλ καταφόρῳ ῥύμῃ καὶ ὀργῇ, καὶ ὅτι μὴ πάντα τὰ τοῦ νόμου φυλάττων ὑπὸ ἀράν τινα ἔπιπτεν· οὔτε γὰρ τὸ πάσχα φαίνεται φαγὼν καὶ οὐκ ὀλίγα τῶν ἐν τῷ νόμῳ, κἂν μὴ τὰ καίρια, παραβεβασμένος· καὶ ἡ κατὰ τοῦ Ἰωὰβ δὲ καὶ Σεμεεὶ δεδομένη ἐντολὴ τῷ παιδί, καὶ τὸ ‘οὐ σὺ οἰκοδομήσεις μοι οἶκον, ὅτι ἀνὴρ αἱμάτων εἶ’, εἰ καὶ τὰς ἐπιλύσεις ἔχουσιν εἰς ἀθῴωσιν περιιστώσας τὸν Δαυίδ, ἀλλ’ οὖν κατὰ τὸ πρόχειρον πολλοῖς ἐμποδὼν ἵστανται μὴ κατὰ τὴν καρδίαν πάντα τελέσαι αὐτὸν τοῦ θεοῦ.

Τὸ δὲ ἐν τῇ ἐρήμῳ πρωῒ μὲν τὸ μάννα καταπέμπεσθαι τῷ Ἰσραήλ, ἑσπέρας δὲ τὴν ὀρτυγομήτραν, τοιαύτης ἀναφθείη ἂν θεωρίας. τὸ μὲν μάννα πρωῒ κατήρχετο ὅτι τύπος ἦν τοῦ οὐρανίου ἄρτου, Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ὃς δικαιοσύνης ἥλιος καὶ ἀνατολὴ ἡλίου ἡμῖν ἐπεδήμησεν τοῖς ἐν σκότει· ἐπεὶ οὖν τῷ τῆς δικαιοσύνης ἡλίῳ καὶ τῇ ἀνατολῇ παρεικάζεται τὸ αἰσθητὸν μάννα, εἰκότως κάτεισιν πρωΐ, τῷ συγγενεῖ τὴν ἀναλογίαν φυλάττον. ἡ δὲ ὀρτυγομήτρα κάτεισιν ἑσπέρας ζωοθυσίαν τοῖς Ἰσραηλίταις πληροῦσα, ἐπειδὴ τὴν ἐν τῷ νόμῳ παρεδήλου λατρείαν, ἥτις ἐν σκιαῖς τε καὶ ἀμυδροτέροις ἴχνεσι τῆς ἀληθείας ἐτελεῖτο. ἔτι δὲ καὶ κνῖσαι καὶ ἀτμοὶ ζοφώδεις διὰ τῶν θυμάτων ἐπελύγαζον τὸν ἀέρα· καὶ εἰκότως ἐν ἑσπέρᾳ τὸ προχαράττον τὴν νομικὴν θυσίαν κατεφέρετο τοῖς Ἰσραηλίταις. ὡσαύτως δὲ καὶ εἴ τις ἄλλος ἐθελήσοι λαβεῖν τοῦτο ὡς προχάραγμα τῆς εἰς Χριστὸν πίστεως, οὐκ ἂν τοῦ εἰκότος παρασφαλείη. καὶ τοῦ σώματος δὲ Χριστοῦ, ὃ λαβὼν ἐδίδου τοῖς μαθηταῖς ὁ σωτὴρ λέγων, ‘φάγετε πάντες’, εἴ τις προτύπωσιν φαίη τὸ μάννα, εὐλόγως ἂν εὕροι τὸ ἐν τῇ πρωΐᾳ τοῦτο φέρεσθαι τοῖς Ἰσραηλίταις· καὶ γὰρ καὶ ἡ καθολικὴ τοῦ θεοῦ ἐκκλησία τοῦτο νυνὶ διαφυλάττει, ἐν τῷ τῆς πρωΐας καιρῷ τὴν ἱερὰν καὶ καθαρὰν καὶ ἀναίμακτον θυσίαν μυσταγωγοῦσα καὶ τὴν τοῦ παναγίου πνεύματος χάριν προσδεχομένη.

Ἐν μέντοι τῷ ‘θήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ’ πρὸς τὸν Ἀβραὰμ εἰρημένῳ, {καὶ} διαθήκην μὲν τὰ νῦν τὴν περιτομὴν δηλοῖ, τὸ δὲ ‘ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ’ ὅτι ‘αὕτη ἡ ἐμὴ διαθήκη μεσιτεύσει ἀμφοῖν ἀναμεταξύ, ὅτι ἀψευδεῖς σοι αἱ παρ’ ἐμοῦ ἔσονται ἐπαγγελίαι’. δύναται δὲ τὸ ‘ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ’ καὶ χρονικήν τινα παράτασιν ὑπεμφαίνειν, καὶ ταύτην ἥτις ἔμελλε τῇ περιτομῇ παραμετρεῖσθαι, ὡσανεὶ ‘ὁ τὴν πρὸς σὲ νυνὶ διαθήκην συνιστὰς ἐγὼ ἔσται ὅτε γενήσομαι ἄνθρωπος, καὶ ἡ διαθήκη μου αὕτη, ἤτοι ἡ περιτομή, ἀπὸ σοῦ τὴν ἀρχὴν λαβοῦσα, μέχρις ἐμοῦ διακρατήσασα λήξει’. καὶ γὰρ μετὰ τὴν περιτομὴν τοῦ δεσπότου Χριστοῦ οὐκέτι χώραν ἔσχεν ἡ κατὰ νόμον γινομένη τῆς ἀκροβυστίας περιτομή, ἀλλ’ ὅσοι περιετμήθησαν καὶ παρανομοῦντες περιετμήθησαν, ἡ δὲ παρὰ θεῷ ὡρισμένη περιτομὴ ἐν αὐτῷ πέπαυται τῷ Χριστῷ.

Διὰ τί πρωτότοκον ὁ θεὸς τὸν Ἰσραὴλ καλεῖ; Πρωτότοκον δὲ ὁ θεὸς τὸν Ἰσραὴλ καλεῖ, ἡνίκα τὸν Μωσῆν ἀπέστελλεν πρὸς τὸν Φαραώ, ἐνδεικνύμενος τὴν ἀγάπην καὶ τὴν στοργήν, ὅσην εἶχεν περὶ αὐτόν, ὡσανεὶ ἔλεγεν τῷ Μωσεῖ, ‘λάλησον τῷ Φαραὼ ὅτιπερ ἡλίκην σὺ στοργὴν περὶ τὸν σὸν υἱὸν τὸν πρωτότοκον ἔχεις καὶ διατηρεῖς, τὴν αὐτὴν ἐννόει καὶ πρὸς τὸ γένος τοῦ Ἰσραὴλ ἔχειν τὸν θεόν’. διὸ καὶ ἀπειθοῦντος πρὸς τὴν ἐλευθερίαν καὶ ἄνοδον τοῦ Ἰσραὴλ κατὰ τῶν πρωτοτόκων τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων ἀφίεται ἡ πληγή.

Ἔτι δὲ ἐπειδήπερ ὁ θεός, ὥσπερ ἁπάντων ἐστὶν ἐθνῶν πλάστης καὶ δημιουργός, οὕτω καὶ πάντων προνοητής, χρόνοις δ’ ὑστέροις τὰ ἔθνη πάντα πρὸς τὴν οἰκείαν ἐπίγνωσιν ἔμελλεν ἐπιστρέφειν καὶ καλεῖν καὶ υἱοὺς αὐτοῦ καὶ κληρονόμους τῆς χάριτος ἀποφαίνειν, πρὸ δὲ τούτων τὸ ἔθνος ἐξελέξατο τοῦ Ἰσραήλ, ὡς ἂν δι’ αὐτοῦ συναγάγῃ καὶ τοὺς ἄλλους. καὶ δηλοῦσιν οἱ ἀπόστολοι τοῦτο, ἐξ Ἰσραὴλ μὲν φύντες, πάντων δὲ τῶν ἐθνῶν διδάσκαλοι καὶ συναγωγεῖς γεγενημένοι. διὰ τοῦτο τοῖς Ἰσραηλίταις ἡ πρωτότοκος ἐχαρίσθη φωνή.

Οὐ λαμβάνει δὲ ὁ πρωτότοκος οὗτος τὰ τῆς εὐσεβείας τελεώτερα, διότι σκληρὸς καὶ ἀπειθὴς γέγονεν, οὐ κατὰ τὴν Αἴγυπτον μόνον, ἀλλὰ καὶ μετὰ τὴν ἐξ Αἰγύπτου ἔξοδον ἐν τῇ ἐρήμῳ· διὸ τῶν μὲν τελειοτέρων οὐκ ἀξιοῦται μυστηρίων, διὰ δὲ τοῦ δευτέραν τάξιν ἔχοντος νόμου τέως παιδαγωγεῖται. ἐπεὶ καὶ τὸν δακτύλῳ θεοῦ γεγραμμένον νόμον πλαξί τε ἀχειροποιήτοις ἐντετυπωμένον, ὃς τὸν ἡμέτερον καὶ κατὰ Χριστὸν προετύπου νόμον, οὐκ ἀξιοῦται δέξασθαι τὸ Ἰουδαίων ἔθνος διὰ τὴν περὶ τὸν μόσχον δυσσέβειάν τε καὶ παρανομίαν, λαμβάνει δὲ τὸν δεύτερον καὶ ὃν ὁ Μωυσῆς πλαξὶν ἃς αὐτὸς ἐλάξευσεν ἐγεγράφει. εἰ γὰρ αὐτὰς τὰς θεογράφους πλάκας ἔλαβον καὶ κρεῖττον ἢ κατὰ χειρὸς ἔργον ἐκλελαξευμένας, τάχα ἂν καὶ θεοὺς αὐτὰς ἡγοῦντο καὶ ἐπὶ μεῖζον τὴν θείαν κατ’ αὐτῶν ὀργὴν ἀνῆψαν. ἀλλ’ ἐκείνοις μὲν δι’ ἣν ἔφημεν αἰτίαν τὰ τελειότερα οὐ παραδίδοται τῶν μυστηρίων, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν ἄνθρωπος γεγονὼς ὁ τοῦ θεοῦ λόγος καὶ θέμενος τὰ ἔθνη εἰς υἱοὺς δίδωσιν αὐτοῖς οὐκέτι τὴν ἐν τύπῳ καὶ σκιᾷ παλαιωθεῖσαν λατρείαν, ἀλλὰ καὶ ἐν ἀληθείᾳ καὶ πράγματι νεάζουσάν τε καὶ ἐνακμάζουσαν τὸ τῆς εὐσεβείας ἀκήρατον κάλλος. πάντων γοῦν υἱοθετηθέντων τῶν ἐθνῶν εἰκότως ὁ πρὸ αὐτῶν εἰς υἱοθεσίαν κληθεὶς πρωτότοκος ἐλέγετο τοῦ Ἰσραὴλ λαός.

Ὧδε δέ μοι καὶ ἕτερον σκόπει. ὁ τοῦ θεοῦ λόγος ἐκ σπέρματος φαίνεται κατὰ τὸ ἀνθρώπινον προεληλυθὼς Ἰσραήλ, δι’ αὐτοῦ δὲ πρωτότοκον ἅπαν Αἰγυπτιακόν, τοῦτ’ ἔστιν ἀσεβὲς καὶ ἄθεον γέννημα, τῷ θανάτῳ καὶ τῇ φθορᾷ ὑποβέβληται. ἐπεὶ οὖν ἐκ τοῦ Ἰσραὴλ ἔφυ ὁ τῶν Αἰγυπτιακῶν ἀ̣ναιρέτης πρωτοτόκων, πρωτότοκον καὶ τὸν Ἰσραὴλ καλεῖ· καὶ τοῦτο ἄρα καὶ ὁ εὐαγγελιστὴς ἀναγράφει, ‘ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου’. ἐπισκεπτέον οὖν ἄμεινον τούτων.

Πῶς οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ θεοῦ; Οἱ δὲ οὐρανοὶ καίτοι μὴ ἔχοντες στόμα διηγοῦνται δόξαν θεοῦ, διότι ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται καὶ τὸ περὶ αὐτὰ θαῦμα τοῖς γε σωφρονοῦσιν εἰς τὸν δημιουργὸν ἀναφέρεται καὶ διαβαίνει· ὥστε οἱ οὐρανοὶ οὐχὶ ῥήμασι, πράγμασι δὲ τήν τε δύναμιν ἀνακηρύττουσι τοῦ δημιουργοῦ καὶ πρὸς δοξολογίαν παρακαλοῦσι τοὺς ὀρθῶς αὐτοῖς ἐνορῶντας.

Εἰ δὲ κατ’ ἐπιβολὴν θεωρίας ἐθελήσοις ἐννοεῖν, εὑρήσεις οὐρανοὺς τοὺς ἀποστόλους, οἳ διηγήσαντο τὸ εὐαγγέλιον τοῦ Χριστοῦ πάσῃ τῇ οἰκουμένῃ, καὶ δοξάζειν τὸν θεὸν τὸν ὑπὲρ ἡμῶν τὰ ἡμέτερα ἀναλαβόντα ὑπέδειξάν τε καὶ καθηγήσαντο. εἰ βούλει δέ, διηγήσαντο οἱ οὐρανοὶ τὴν δόξαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἡνίκα τῶν πατρικῶν μὴ κενωθεὶς κόλπων ἐκ παρθένου σάρκα λαβεῖν κατηξίωσεν καὶ εἶχεν αὐτὸν ἡ Βηθλεὲμ καὶ τὸ σπήλαιον· τότε γὰρ δὴ τότε ἡ ἐν τοῖς ἐν οὐρανοῖς ἀριθμουμένη φύσις, τοῦτο μὲν ἡ ὁρατή, τοῦτο δὲ καὶ ἡ ὑπὲρ τὸ ὁρώμενον, ὑπηρετεῖτό τε καὶ καθυπούργει τῷ θαύματι, ἡ μὲν οἷόν τινα κήρυκα κοινὸν τὸν ἀστέρα χειροτονοῦσα καὶ προβάλλουσα ἀνακηρύττειν τοῦ δεσπότου τὴν δόξαν καὶ τὸν κρυπτόμενον βασιλέα δι’ ἑνὸς δορυφόρου προπομπεύουσα, ἡ δὲ πλῆθος στρατιᾶς προβαλλομένη τὸν κτίστην αἰνούντων καὶ τῶν τελουμένων τὸ θαῦμα διηγουμένων τῷ ᾄσματι. ῥηθεῖεν δ’ ἂν οὐκ ἀπεικότως καὶ οἱ ἄγγελοι οὐρανοί, ἅτε δὴ ἄνωθεν ἀφιγμένοι πρὸς τὰ ἐπίγεια. εἰ δὲ καὶ τὸν ἥλιον ἐθέλοις ἰδεῖν ἐπὶ τῷ δεσποτικῷ πάθει σκυθρωπάζοντα καὶ τῇ ἀποθέσει τοῦ περικαλλοῦς ἐκείνου φωτὸς τὴν θειότητα καὶ δύναμιν τοῦ πάσχοντος ἀναγγέλλοντα, ἐγγὺς ἂν γένοιο τῆς κατὰ θεωρίαν ἀναπτύξεως.

Τί ἐστιν ‘ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής’; Τὸ ‘ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβὴς’ φασὶ τοῦτο δηλοῦν, ὡς ἐν τῷ ἐπιτιμηθῆναι τὰ ἔθνη καὶ τῆς οἰκείας ἀποστῆναι πλάνης γενέσθαι τε τῆς ποίμνης Χριστοῦ ὁ πρὸς ἀσέβειαν αὐτοὺς ἐκκαλούμενος ἀπώλετο διάβολος· ἀσεβὴς γὰρ αὐτός τε ὁ ἀσεβῶν εἴη ἂν καὶ ὁ τοῦτον ἕλκων πρὸς τὴν ἀσέβειαν. εἴη δ’ ἂν ἐγγύτερον, ὡς τοῦ σωτῆρος ἡμῶν ἐπιδεδημηκότος τῇ γῇ καὶ κοινῶς ἅπαντας, Ἰουδαίους τε καὶ Ἕλληνας καὶ βαρβάρους, ἐπὶ τὴν οἰκείαν προσκαλουμένου ἐπίγνωσιν καὶ οἱονεὶ τῶν πρώην αὐτοῖς ἠσεβημένων καθαρτικήν τε καὶ τελειωτικὴν ἐπιτίμησιν τὴν διὰ τοῦ βαπτίσματος ἐπάγοντος, ὅσοι μὲν εὐπειθῶς τε καὶ εἰλικρινῶς τὴν ἐπιτίμησιν ἐδέξαντο, οὗτοι τῆς μερίδος τῶν σῳζομένων ἐγένοντο, εἰ δέ τις πρὸς τὴν ἐπιτίμησιν ἀπεδυσπέτησεν, μήτε τὸν τοῦ βαπτίσματος καθαρμὸν μήτε τὴν δι’ αὐτοῦ τῆς πίστεως προσδεξάμενος ἔλλαμψιν, οὗτος ὡς ἀσεβής τε καὶ ὀλέθρου ἀπολεῖται ἄξιος.

Οἶδα δὲ ἐπιτιμίαν παρά γε μάλιστα τοῖς ἔξω σοφοῖς τὴν τιμὴν καὶ τὴν περιφάνειαν ὀνομαζομένην καὶ τὸ περίδοξον· λέγοι ἂν οὖν τὸ ῥητόν, εἴ τις τὴν λέξιν εἰς τοῦτο τὸ σημαινόμενον μεταλάβοι, ὡς τοῦ Χριστοῦ τιμήσαντος καὶ δοξάσαντος τὰ ἔθνη (υἱοὺς γὰρ καὶ κληρονόμους τῆς αὐτοῦ βασιλείας τοὺς πειθομένους ἔθετο) οἱ ἀνάξιοι τοῦ κλήρου καὶ τῆς υἱοθεσίας ἀσεβεῖς ὄντες ἀπολοῦνται.

Διὰ τί μάγοι ἐξ ἀνατολῶν καὶ Περσῶν καὶ οὐκ ἐξ ἑτέρας χώρας ἢ ἔθνους τῷ δεσποτικῷ τόκῳ παραγεγόνασι πρῶτοι; Διὰ πολλὰς οἶμαι αἰτίας· πρῶτον μὲν γὰρ προφητείαν τινὰ ἐξεπλήρουν, τὴν λέγουσαν ‘βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι’· καὶ γὰρ οἱ Πέρσαι τηνικαῦτα τῶν χωρῶν ἐκείνων τὸ κράτος εἶχον, φέρει δὲ ἡ ἐκείνων γῆ ἐπίσημόν τε χρυσὸν καὶ σμύρναν καὶ λίβανον. ἄλλως τε δὲ καὶ τῆς μὲν Αἰγυπτίων βασιλείας εἰς Ἀσσυρίους διαλελυμένης, τῶν Ἀσσυρίων δὲ εἰς Πέρσας μεταρρυείσης, καὶ τῶν ἐπὶ γῆς τότε βασιλέων Περσῶν τὰ πρεσβεῖα ἐχόντων, ἔδει τοῖς τὸ πρωτεῖον ἐν τοῖς τότε καιροῦ λαχοῦσι τῷ πρώτῳ καὶ μόνῳ βασιλεῖ τῶν αἰώνων ἐπὶ γῆς ὀφθέντι, Χριστῷ τῷ θεῷ ἡμῶν, παραγεγονότας τε προσκυνῆσαι καὶ δῶρα κομίσαι, δι’ ὧν ἔπραττον ἀνομολογοῦντας ὅτι ὁ τεχθεὶς βασιλεὺς καὶ αὐτῶν τῶν μικροῦ τῆς γῆς ἁπάσης κρατούντων καὶ κατὰ πάντων τὸ πρωτεῖον ἐχόντων δεσπότης καὶ κύριος καὶ βασιλεὺς χρηματίζει, προσκυνούμενός τε ὑπ’ αὐτῶν καὶ δορυφορούμενος.

Εἰ δ’ ὅτι ἐκεῖθεν ἐτύγχανεν καὶ Ἀβραὰμ ὁ πατριάρχης—ἐκ Χαλδαίων γὰρ γῆς πρῶτος ἀπάρας θεογνωσίαν ἐκήρυξε—διὰ τοῦτο καὶ οὗτοι εἰς προσκύνησιν τοῦ σωτῆρος πρῶτοι τῶν ἄλλων ἐκεῖθεν ἐκινήθησαν παραγενέσθαι, τρανῶς διασαλπιζούσης τῆς τοιαύτης οἰκονομίας ὅτι ὁ αὐτός ἐστιν ὁ καὶ τότε καὶ νῦν ἐνεργῶν, τότε μὲν τυπικῶς, νῦν δὲ αὐτοῖς πράγμασι καὶ ἀληθείᾳ, οὐδὲ τοῦτο ἂν εἴη τῆς ὀρθῆς ἄποθεν διανοίας.

Νόει δέ μοι κἀκεῖνο. οἱ Ἀσσυρίων βασιλεῖς τήν τε Ἱερουσαλὴμ πολλάκις ἐπόρθησαν καὶ τὰ ἐν τῷ θείῳ νεῷ κειμήλια ἀπεσύλησαν, καὶ αὐτὸν ἔσθ’ ὅτε τὸν ναὸν πυρὸς ἔργον ἀποφήναντες, καὶ ὅσα ἄλλα ἡ περὶ ταῦτα ἱστορία διέξεισιν· ἡ δὲ τῶν Ἀσσυρίων ἀρχὴ εἰς Πέρσας μετέπεσε, καὶ τὸν ἐκείνης πλοῦτον ἅπαντα, ὅσος τε ἐν λαφύροις καὶ ὅσος ἐν ὑπηκόων φόροις, εἰς ἐκείνους συμμετέστησεν. ἄγει τοίνυν ὁ θεὸς τοὺς Πέρσας εἰς προσκύνησιν τοῦ βασιλέως τοῦ Ἰσραήλ, ὅς ἐστι Χριστὸς ὁ θεὸς ἡμῶν, ᾧτινι καὶ ἀνεῖτο μὲν <ὁ> ἐν Ἱεροσολύμοις νεώς, ἀνεφέροντο δὲ καὶ αἱ θυσίαι, καὶ τρέχουσι δρομαίως καὶ προσφέρουσιν ἀντὶ μὲν τῆς παρὰ τῶν πατέρων αὐτῶν γεγενημένης εἰς τὰ ἱερὰ τοῦ θεοῦ ἀτιμίας τιμήν, ἀντὶ δὲ τῶν δυσφημιῶν θεολογίαν, καὶ προσκύνησιν ἀντὶ τῆς ἄλλης παροινίας, ἀντὶ δὲ τῶν συλαγωγηθέντων δῶρα, τῆς προγονικῆς ὥσπερ ὑπεραπολογούμενοι τόλμης καὶ τὴν συγγνώμην ἐκείνοις διὰ τῆς οἰκείας ἐκκαλούμενοι πράξεως.

καὶ προσφέρουσι μὲν χρυσὸν ἀντὶ τοῦ χρυσοῦ καὶ τῶν ἱερῶν κειμηλίων ὧν ἐσύλησαν, λίβανον δὲ ἀντὶ τῶν θυσιῶν ἃς ἐκώλυσαν, καὶ σμύρναν, ἐπεὶ τοὺς ἅπαξ ὑπ’ αὐτῶν ἀνῃρημένους πάλαι κατὰ τὴν πολιορκίαν <οὐκ> ἐνῆν αὐτοῖς ἀναστῆσαι καὶ παραστῆσαι, ὥσπερ τιμὴν ἐκείνοις τὴν σμύρναν κομίζοντες, τάχα δὲ καὶ τὴν γνώμην αὐτῶν ἐνδεικνύμενοι, ὡς τό γε ἐπ’ αὐτοῖς καὶ τὸν καταστραφέντα ναὸν καὶ τὴν πόλιν Ἰερουσαλὴμ αἱρετὸν ἦν ἀνανεῶσαι· καὶ γὰρ ἡ σμύρνα συσφίγγειν εἴωθεν τὰ διεστῶτα καὶ διεσπασμένα. καὶ γὰρ εἰ καὶ ἐπὶ Ἔσδρᾳ τε καὶ Ζοροβάβελ ἀνηνέχθη τινὰ τῶν λαφυραγωγηθέντων ἱερῶν, ἀλλ’ οὖν ἐνδεῶς ἐπράττετο ταῦτα, μήτε τοῦ λυτρωτοῦ καὶ σωτῆρος ἡμῶν παραγεγονότος μήτε αὐτῶν τῶν συλαγωγησάντων αὐτοπρόσωπον τὴν προσφορὰν τῶν σεσυλημένων, ἀλλὰ δι’ ἑτέρων ποιουμένων.

Προμήνυμα δ’ ἂν εἴη καὶ ἡ Περσῶν πρώτη ἄφιξις, ὅτι πρῶτον οἱ ἐξ ἐθνῶν ἤπερ ὁ Ἰσραὴλ τὸν οἰκεῖον ἐπιγνώσονται δεσπότην. εἰ δέ τις ἐθέλοι καὶ τὰ προσκομισθέντα δῶρα, τὸν μὲν χρυσὸν ὡς βασιλεῖ προσενεχθῆναι τῶν ὅλων οἱονεὶ φόρον τινὰ καὶ ὑπακοῆς σημεῖον, ὡς θεῷ δὲ τὸν λίβανον, καὶ σμύρναν ὡς δι’ ἡμᾶς γενησομένῳ νεκρῷ, καὶ τοῦτο οὐκ ἂν ἀναρμόστως τῷ προτεθέντι περιαχθείη.

Διὰ τί ἐπικελεύεται ὁ Ἡρώδης τοῖς εἰς προσκύνησιν ἥκουσι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ μάγοις, ‘ἀκριβῶς ἐξετάσατε’ λέγων ‘περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ’;

Ὅσον μὲν ἀπὸ τοῦ γράμματος, διὰ τοῦτο, ὅτι βασιλεὺς ἦν τῆς Ἰουδαίας, καὶ βασιλέως τόκον ἀκούσας ἐταράχθη τε καὶ ἐζήτει ἀνελεῖν τὸν ἐλπιζόμενον παραλῦσαι τῆς βασιλείας αὐτόν· καὶ ἐπείπερ οὐκ ἦν ῥᾷον αὐτὸν ἀνευρεῖν, δόλον προβάλλεται καὶ ἀπάτην, καὶ διὰ τοῦτό φησιν ‘ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ’.

Ἀλλ’ αὕτη μὲν ἡ ἐπὶ τῷ γράμματι κατανόησις· τάχα δὲ καὶ ἄκων προφητεύει τὸ μέλλον, ὅτι μὴ μόνον τὰ ἔθνη διὰ τῶν Περσῶν προφθάσαντα προσκυνήσει τὸν Χριστόν, ἀλλὰ μετὰ τὴν ἐκείνων προσκύνησιν καὶ ἡ Ἰουδαία πᾶσα προσκυνήσει αὐτῷ. εἰ βούλει δέ, καὶ αὐτόθεν ἔχει ὁ τύπος τὸ ἀπευθύνεσθαι· τῶν γὰρ δύο λαῶν φέροι ἂν ὁ Ἡρώδης ἐκτύπωμα· ἐξ ἐθνῶν γὰρ ὢν Ἰουδαίων ἐβασίλευεν, καὶ εἴη ἂν ἄκων καὶ μὴ εἰδὼς ὃ λέγει, ὅμως προφητεύων καὶ ὡς ἐκ προσώπου παντὸς τοῦ ἀνθρωπίνου γένους, οἷον ἐθνῶν τε καὶ Ἰουδαίων, τὴν προσκύνησιν ἀνομολογήσας τῷ ἐπιδημήσαντι πρὸς ἀνθρώπους θεῷ.

Οὐδὲν δὲ κωλύει προφητεύειν αὐτόν· καὶ γὰρ καὶ ὁ Καϊάφας οὐκ ᾔδει μὲν ὃ λέγει, ἀλλὰ τὸ τῆς καρδίας αὐτοῦ μανιῶδες πρὸς μιαιφονίαν ἀνηρέθιστο, τὰ χείλη δὲ προφητείαν ἐξέφερεν ἐν τῷ λέγειν ‘συμφέρει ἵνα εἷς ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται’· καὶ γὰρ εἰ μὴ Χριστὸς ἀπέθανεν ὁ θεὸς ἡμῶν, οὐκ ἂν τὸ ἀνθρώπινον γένος ἐσῴζετο. εἰ γὰρ καὶ ἀνάξιος ἑκάτερος αὐτῶν προφητικοῦ χαρίσματος ἐτύγχανεν, ἀλλ’ οὖν τό γε τῆς ἱερωσύνης ἀξίωμα καὶ τὸ τῆς βασιλείας ἔτι τινὸς χαρίσματος παραπήλαυεν, οὔπω τῆς κατὰ τοῦ δεσπότου μιαιφονίας τούτοις τετολμημένης.

Ἴδοις δ’ ἂν παραπλησίως τούτοις καὶ ἕτερά τινα, κακούργῳ μὲν γνώμῃ καὶ ὁρμῇ μιαιφόνῳ προενηνεγμένα, πέρας δὲ προφητικὸν εἰληφότα· ὡς τὸ ‘τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν’· καὶ γὰρ ἐπέπεσεν αὐτοῖς ἔσχατον ἡ τῶν αἱμάτων ἔκχυσις καὶ ὁ διὰ ξίφους φόνος. καὶ ‘ἐὰν ἀφῶμεν αὐτὸν ζῆν, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος καὶ τὴν πόλιν’· καὶ γὰρ ἀφῆκαν καὶ ἄκοντες ζῆν—οὐ γὰρ ἠδύναντο κύριοι καταστῆναι τοῦ τῆς ζωῆς ταμίου καὶ ζωοποιοῦντος τὰ πάντα—διὸ τὴν μὲν πονηρὰν καὶ μιαιφόνον ἐνέφηναν γνώμην, τοῦ δὲ σκοποῦ μὴ τυχόντες ἀπώλοντο καὶ αὐτοὶ καὶ τὰ γένη καὶ ὁ ναὸς καὶ ἡ πόλις. ὃν δὲ ἔδοξαν ἀνελεῖν, τοῦτον ζωῆς χορηγὸν καὶ ζωοποιοῦντα τοὺς νεκροὺς τὰ ἔθνη δεξάμενοι καὶ τὴν ἐκ νεκρῶν αὐτοῦ προσκυνοῦντες ἀνάστασιν, θεὸν ἴσασιν ἀληθινὸν ἐπὶ σωτηρίᾳ τοῦ γένους ἐνανθρωπίσαντα, καὶ λατρεύουσιν εἰλικρινῶς καὶ θειάζουσι· καί γε δὴ καὶ οἱ Ῥωμαῖοι ἐπιστάντες αὐτοῖς πολέμῳ τήν τε πόλιν κατεστρέψαντο καὶ τὸν ναὸν κατηρείπωσαν καὶ τῷ διὰ ξίφους θανάτῳ τὸ ἔθνος ὑπήγαγον. εὑρήσεις δὲ καὶ ὄνον ἐν τοῖς γράμμασι τοῖς παλαιοῖς προμανθάνουσάν τε καὶ προδιδάσκουσαν τὰ ἐσόμενα· ἐξ ὧν ἁπάντων οὐδὲν κωλῦον θεωρήσεις καὶ τὸν Ἡρώδην εἰπεῖν κατὰ προφητικὸν τύπον τὰ πρὸς τοὺς μάγους εἰρημένα.

Διὰ τί ὁ πρόδρομος ἐλέγχει τὸν Ἡρώδην; Ὁ δὲ πρόδρομος καὶ βαπτιστὴς Ἰωάννης ἐλέγχει τὸν Ἡρώδην δικαίως, εἰς παρανομίαν ἀποκλίναντα· καὶ γὰρ εἰ καὶ ἐξ ἀλλοφύλων κατήγετο, ἀπόγονος ὢν τοῦ παλαιοῦ Ἡρώδου, ἀλλ’ οὖν Ἰουδαίων τε ἐβασίλευεν καὶ τοῖς Ἰουδαίων ἐπολιτεύετο νόμοις καὶ ἔθεσι, καὶ οὐκ ἐξῆν αὐτῷ κατὰ τοὺς νόμους ἐξ ἀδελφοῦ παῖδα ἔχουσαν τὴν Ἡρωδιάδα εἰς γάμον ἀναλαβεῖν. ὁ γὰρ νόμος ἄπαιδος μὲν τοῦ ἀδελφοῦ τελευτήσαντος ἐπιτρέπει τὴν πρὸς τὴν γυναῖκα τούτου συνάφειαν, ‘ἵνα’ φησὶν ‘ἐγείρῃ σπέρμα τῷ ἀδελφῷ’, καταλελειμμένου δὲ σπέρματος καὶ γονῆς ἀποτρόπαιον ἦν ἡ πρὸς τὴν νύμφην ὁμιλία. καὶ τὸν ἔλεγχον ὁ πρόδρομος ποιεῖται, οὐ τοσοῦτον κηδόμενος ἐκείνου ὅσον τὸ πλῆθος διορθοῦσθαι πρόνοιαν ποιῶν· καὶ γὰρ τῶν τοῖς ἄρχουσι καὶ βασιλεῦσι πλημμελουμένων ἀνεπιτιμήτων μενόντων ἑτοίμως τὸ πλῆθος πρὸς τὴν μίμησιν παρακαλεῖται, ἐκείνων δὲ τῆς πράξεως ἀναχαιτιζομένων ἀναγκάζεται καὶ τὸ ὑπήκοον εὐλαβέστερον πρὸς τὰς παρανομίας διακεῖσθαι. περιέστη δέ μοι καὶ εἰς μνήμην νυνὶ παλαιὰ ἱστορίας ἀνάγνωσις, ὡς καὶ τῷ ἀδελφῷ, ὡς ἂν ὁ πρὸς τὴν ἐκείνου γυναῖκα ἔρως μὴ ἀνακόπτοιτο· καὶ δι’ ἄμφω ταῦτα σταθερώτερόν τε καὶ παρρησιαστικώτερον ὁ πρόδρομος εἴη τῷ Ἡρώδῃ προσφερόμενος τὸν ἔλεγχον.

Πῶς νοητέον τὸ ‘ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ οὐκ ἐγήγερται’; Περὶ τοῦ ἐν γεννητοῖς γυναικῶν μὴ ἐγηγέρθαι μείζονα Ἰωάννου τοῦ βαπτιστοῦ, καὶ ὅπως ὁ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν, εἴρηται μέν μοι καὶ ἀλλαχοῦ· οὐδὲν δὲ κωλύει τῆς ὑμῶν αἰτήσεως χάριν ἐκεῖνο διαλαβεῖν, ὡς ἡ διάνοια τοῦ ῥητοῦ μὴ ἐγηγέρθαι ἐν τῷ νόμῳ παρίστησι μείζονα προφήτην αὐτοῦ—καὶ γὰρ πλησιαίτατός τε κατὰ τοὺς χρόνους γέγονεν τοῦ Χριστοῦ καὶ ‘φωνὴ βοῶντος’ ἀναγέγραπται ‘ἑτοιμάσατε τὴν ὁδὸν τοῦ κυρίου’ διασαλπίζουσα—φησὶ δ’ οὖν καὶ τὸ γράμμα ὡς αὐτοῦ μὲν μείζων ἄλλος οὐκ ἐγήγερται, οὐ συναναγκάζει δὲ νοεῖν ὡς οὗτος τῶν ἄλλων ἁπάντων εἰς βαθμὸν ἀνέδραμε μείζονα· τὸ δὲ μὴ μείζονα τὸν πρόδρομον τῶν ἄλλων εἶναι, τοῦτο οὐδὲν κωλύει πολλοὺς συνδραμεῖν αὐτῷ πρὸς ἰσότητα.

Τὸ μέντοι ‘ὁ δὲ μικρότερος αὐτοῦ μείζων αὐτοῦ ἐστιν’ οἱ μὲν ἐξειλήφασι περὶ τοῦ Χριστοῦ, χρόνῳ τε γὰρ καὶ τῇ τοῦ σώματος ἀναδρομῇ καὶ τῇ τῶν πολλῶν ὑπολήψει κατ’ ἐκεῖνο καιροῦ τὸ μικρότερον ἀποφέροντος τοῦ δεσπότου· ἐμοὶ δὲ τοῦτο καὶ ἀλλαχοῦ τῆς πρεπούσης διαίτης ἠξίωται.

Ἀλλὰ καὶ τὸ ‘ἐν γεννητοῖς γυναικῶν’ ἔχει τι ἀντιπῖπτον τῇ προειρημένῃ ἀναπτύξει· οὐ γὰρ ἐκ γυναικὸς ἁπλῶς γεγέννηται ὁ Χριστός, ἀλλ’ ἐκ παρθένου· ἡ δὲ παρθένος οὐκ ἂν κυρίως κληθείη γυνή, εἰ μή τις ἐθέλοι τῷ ῥήματι καταχρήσασθαι, ὥς που καὶ ὁ θεσπέσιος Παῦλός φησιν, ‘γενόμενος ἐκ γυναικός’. ἐκ παρθένου οὖν ὁ Χριστὸς προελθών, ἀλλ’ οὐ κυρίως ἐκ γυναικός, ἑαυτὸν ἂν ἔξω τάττοι τῆς πρὸς τὸν Ἰωάννην συγκρίσεως.

Ἕτεροι δέ φασι μικρότερον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐνταῦθα εἰρῆσθαι τὸν ἀξιωθέντα τῆς χάριτος, ἵνα εἴη τοιοῦτος ὁ νοῦς· τῶν μὲν κατὰ νόμους γεγονότων ἀνθρώπων οὐδεὶς ἂν εἴη που Ἰωάννου μείζων, τῶν δὲ μετὰ τὴν χάριν ἀναφανέντων, ὅσον ἐπὶ τῷ ἀξιωθῆναι ὧν ἐκεῖνος οὐκ ἔφθασε τυχεῖν, κατὰ τοῦτο τὸ κατ’ αὐτοῦ μεῖζον ὁ μικρότερος ἀπενέγκοιτο ἄν. καὶ γὰρ ὁποῖος ἄν τις ὢν ἐν τοῖς τύποις καὶ τοῖς προχαράγμασι κατὰ μέγεθος καὶ δόξαν προκριθῇ, οὗτος τῶν ἐν τῇ ἀληθείᾳ καὶ αὐτοῖς τοῖς πράγμασιν συντεταγμένων τε καὶ ἀναφανέντων οὐδὲ τοῦ τὴν ἐσχάτην δοκοῦντος τάξιν ἐπέχειν εἰς ἰσότητα λόγον εὑρήσει. εἰ γὰρ καὶ ὁ Ἰωάννης αὐτόπτης γέγονε τοῦ Χριστοῦ καὶ τῷ τοῦ βαπτίσματος μυστηρίῳ ὑπηρετήσατο καὶ μάρτυς διαπρύσιος τοῦ ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου κατέστη, ἀλλ’ οὖν ἔτι τοῦ νόμου καὶ τῆς σκιᾶς ἐν τοῖς λειψάνοις σῳζομένης καὶ μήπω καθαρῶς καὶ τελείως τῆς χάριτος ἀναλαμψάσης αὐτὸς μετέστη τοῦ βίου. ἐπεὶ γὰρ τό τε οἴκημα ᾤκησε καὶ τὴν ἐπ’ ἐλέγχῳ τῆς τῶν Μωσαϊκῶν νόμων παραβάσεως ἄδικον ὑπέστη σφαγήν, μετὰ ταῦτα ἤρξατο ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κηρύττειν τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.

καὶ διὰ τοῦτο ὅσοι τε δι’ ὕδατος καὶ πνεύματος ἀνεγεννήθησαν καὶ τῆς ἐπιφοιτήσεως καὶ τῶν χαρισμάτων τοῦ παρακλήτου ἠξιώθησαν, τούτων οὐκ ἄν τις τὰ δευτερεῖα σχοίη τοῦ Ἰωάννου, ἀλλὰ γὰρ καὶ ὁ τὴν τελευταίαν τάξιν λαχὼν τὸ κατ’ αὐτοῦ μεῖζον ἀπενέγκοι. καὶ εἰ μή τις ἐκλάβοι τῶν πρὸ τῆς χάριτος μηδένα εἶναι μείζονα τοῦ Ἰωάννου ἀνειπεῖν τὸν Χριστόν, ἀλλ’ ἁπλῶς κατὰ πάντων ἐξενηνέχθαι τὴν ἀπόφασιν τὴν δεσποτικήν, ὥρα σοι καὶ τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν θεοτόκου τοῦτον ἐπίπροσθεν ἄγειν καὶ τῶν κορυφαίων ἀποστόλων, ὃ οὐκ ἄν τις ἐπιτρέψειε λογισμός. πλὴν καὶ ὁ περὶ τούτου λόγος τῇ προσηκούσῃ μοι πάλαι διαίτῃ ὑποβληθεὶς τὴν νῦν ἀκριβολογίαν δυσχεραίνει.

Διὰ τί κατὰ τὸ σωτήριον πάθος ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν πλευρὰν λόγχῃ νύττεται; Λόγχῃ δὲ νύττεται τὴν πλευρὰν κατὰ τὸ σωτήριον πάθος Χριστὸς ὁ θεὸς ἡμῶν, τοῦτο μὲν ἡμῖν δύο βαπτίσματα καινουργούμενός τε καὶ προτυπῶν, ἓν μὲν τὸ δι’ ὕδατος, ἕτερον δὲ τὸ δι’ αἵματος· καὶ γὰρ οὐδ’ εἱρμῷ καὶ ἀκολουθίᾳ τῆς φύσεως ἀπερρυήκει ταῦτα τῆς σωτηρίου πλευρᾶς, μετὰ γὰρ τὸν θάνατον γέγονεν ἡ πληγὴ καὶ μετὰ τὴν πληγὴν βλύζει τὰ νάματα ἡ πλευρά.

Ἐν τῇ πλευρᾷ δὲ καὶ οὐκ ἐν ἑτέρῳ μέρει δέχεται τὴν πληγήν, διότι ἐκ πλευρᾶς μὲν τοῦ Ἀδὰμ ἐπλάσθη ἡ γυνή, δι’ αὐτῆς δ’ ἡ ἁμαρτία ἐπράχθη τῷ Ἀδάμ. πλήττεται οὖν Χριστὸς ὁ θεὸς ἡμῶν, ὁ νέος Ἀδάμ, τὴν πλευράν, ὥσπερ διὰ τῆς πληγῆς ἀναιρῶν τὴν ἁμαρτίαν καὶ τὸν Ἀδὰμ ἀπαλλάττων τοῦ διὰ τῆς πλευρᾶς αὐτῷ περιγεγονότος ὀλισθήματος, ὡς ἂν κἀνταῦθα πληρούμενον εἴη τὸ ‘ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία’, τοῦτ’ ἔστιν ἐν τῇ Εὔᾳ, ἥτις γέγονεν ἐκ πλευρᾶς τοῦ Ἀδάμ, ‘ἐκεῖ περιέσσευσεν ἡ χάρις’, οἷον ἐν τῇ τοῦ Χριστοῦ πλευρᾷ. περισσεύει μὲν γὰρ ἐν ἐκείνῃ τῇ πλευρᾷ ἡ ἁμαρτία, ὅτι ἐκεῖθεν ἔφυ τὸ κακόν, περισσεύει δὲ πάλιν ἐν τῇ δεσποτικῇ πλευρᾷ ἡ χάρις, ὅτι οὐ μόνον ἡ τῆς ἁμαρτίας ἐν ταύτῃ γέγονεν ἀναίρεσις καὶ πληγή, ἀλλ’ ὅτι καὶ ἡ τῆς σωτηρίας πηγὴ καὶ κάθαρσις ἐξ αὐτῆς ἀνέβλυσεν, καὶ μένει μὴ κενουμένη διὰ παντός. ἴασις οὖν γίνεται λοιπὸν ἡ πλευρὰ τῆς πλευρᾶς, ἡ πληγεῖσα λόγχῃ τῆς πληγείσης ἁμαρτίᾳ.