Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Ερμηνευτικά ερωτήματα, ιατρικά ζητήματα και ρωμαϊκοί θεσμοί

Το καταληκτήριο μέρος του έργου περιλαμβάνει απαντήσεις σε διάφορα θεολογικά και λειτουργικά ζητήματα, σύντομες ιατρικές παρατηρήσεις και ανάλυση της ρωμαϊκής ορολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 34 από 34

Τί ἐστιν ‘κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην’; καὶ εἰ ἔλαβεν πέρας ἡ εὐχή. Τὸ δὲ ‘κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν’ καὶ ἑξῆς, οὐχ ὡς ἄν τις ἁπλῶς οἰηθείη οὐκ ἐκβέβηκεν εἰς πέρας οὐδὲ τὸ τέλος ἀπείληφεν ἡ εὐχή. εὔχεται μὲν γὰρ ὁ φιλάνθρωπος ἡμῶν δεσπότης καὶ τοῦ γένους σωτὴρ μὴ στῆναι τοῖς σταυρώσασι τὴν ἁμαρτίαν, τοῦτο μὲν ὑπογράφων ἡμῖν φιλανθρωπίας τύπους καὶ τῆς πρὸς ἀλλήλους εὐνοίας, ἵνα μηδὲ κατ’ αὐτῶν τῶν δοκούντων φονᾶν καθ’ ἡμῶν εἰς θυμοὺς ἐκφερώμεθα καὶ ὀργὰς καὶ ἀράς· ἔπειτα δὲ μὴ στῆναι μὲν αὐτοῖς ἐπεύχεται τὴν ἁμαρτίαν, ἱσταμένοις τοῦ κακοῦ καὶ μὴ πορρωτέρω φερομένοις ἐπὶ τὸν αὐτὸν τῆς ἀσελγείας τε καὶ παρανομίας κρημνόν. καὶ ὅσοι γε ἔστησαν τοῦ κακοῦ, οὐκ ἐπέστη αὐτοῖς οὐδ’ ἡ τῶν ἁμαρτηθέντων δίκη· πολλοὶ γὰρ ἐκ τῶν Ἰουδαίων οὐ μόνον τῆς συγγνώμης ἀπήλαυσαν, ἀλλὰ καὶ τὴν ἀλήθειαν μεταμαθόντες καὶ προσδεδραμηκότες τῇ εὐσεβείᾳ υἱοὶ καὶ κληρονόμοι τῆς τῶν οὐρανῶν βασιλείας ἀπεδείχθησαν· ὅσοι δὲ τῆς πρόσω τῶν κακῶν οὐκ ἔστησαν φορᾶς, ἀλλὰ μιαιφονίας ἐπὶ μιαιφονίαις προστιθέντες εἰς ἔσχατον ἐξώκειλαν ἀπονοίας, οὗτοι μὲν δικαίως τὴν δίκην ἀπέτισαν, οὐδὲν δὲ ἧττον ἡ τοῦ σωτῆρος εὐχὴ ἔμεινεν μὴ διαπεσοῦσα τοῦ σκοποῦ.

Οἶδα δέ τινας καὶ ἑτέραν τοιαύτην ὑποβαλλομένους διάνοιαν τῷ ῥητῷ, ὅτιπερ οἱ σταυροῦντες τὸν Χριστὸν καὶ παρόντες τῷ πάθει οὐχὶ τῶν Ἰουδαίων ἦσάν ποθέν τινες, Ῥωμαῖοι δὲ μᾶλλον καί τινες ἐξ ἑτέρων ἐθνῶν. τῶν γὰρ Ἰουδαίων φαμένων ὡς ‘κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ἡμῖν δὲ οὐκ ἔξεστιν οὐδένα ἀποκτεῖναι’, εἶτα καὶ τῷ Πιλάτῳ παραδεδωκότων τὸν Χριστόν, οἱ Ῥωμαῖοι στρατιῶται καὶ τῶν λοιπῶν ἐθνῶν ὑπηρετοῦντο λοιπὸν τοῖς πραττομένοις κατὰ Χριστοῦ. καὶ γὰρ ἐν τῇ προδοσίᾳ τοῦ δεσπότου, ἅτε δὴ ὑπόφοροι ὄντες οἱ Ἰουδαῖοι Ῥωμαίοις καὶ οὐκ ἐξὸν αὐτοῖς πράττειν ἃ ἠβούλοντο, αὐτοὶ μὲν κατὰ μόνας οὐκ ἐτόλμων παρεῖναι τῇ συλλήψει, τὴν δὲ σπεῖραν καὶ τὸν χιλίαρχον αὑτοῖς συνεπεφέροντο. ὁ οὖν κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ περὶ τὸ ἀνθρώπινον γένος φιλάνθρωπος καὶ τοῦ οἰκείου πλάσματος προνοούμενος, τὴν βούλησιν αὐτοῦ καὶ τὴν φιλανθρωπίαν εἰς εὐχῆς σχηματίζων τύπον φησὶν ‘μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην’, εἶτα ‘οὐ γὰρ οἴδασι τί ποιοῦσιν’. τῷ ὄντι γὰρ τό τε Ῥωμαίων στῖφος καὶ οἱ ἐξ ἐθνῶν οὐκ ᾔδεισαν ἃ πράττουσιν· οὐδὲ γὰρ ἦσαν μεμυσταγωγημένοι ἃ ὁ νόμος προανεκήρυττε καὶ οἱ προφῆται περὶ αὐτοῦ.

προσεύχεται οὖν ὑπὲρ τῶν Ῥωμαίων, φασί, καὶ τῶν ἐθνῶν, καὶ αὐτίκα τῆς εὐχῆς φαίνεται ὁ καρπός· ἴδοις γὰρ ἐν αὐτῷ τῷ τοῦ πάθους καιρῷ τὸν ἑκατοντάρχην υἱὸν θεοῦ ἀναβοήσαντα τὸν ἐσταυρωμένον, καὶ μετ’ ὀλίγον Λογγῖνον ἐκεῖνον τὸν θαυμάσιον ἄνδρα οὐκ ἀνομολογήσαντα μόνον καὶ πεπιστευκότα εἰς Χριστόν, ἀλλὰ καὶ μαρτυρίου δρόμον ὑπὲρ αὐτοῦ ἀνειληφότα καὶ αἵματι τὸ τῆς πίστεως εἰλικρινὲς καὶ ἀπαράτρωτον ἐπιδεδειγμένον. καὶ πολλοὺς ἄλλους εὑρήσεις τῶν τότε παρόντων τῆς υἱοθεσίας ἠξιωμένους θεοῦ καὶ τῆς αἰωνίου μὴ ἐκπεπτωκότας βασιλείας.

Πόσοι Ἀστέριοι γεγόνασι, καὶ τίς ἡ δόξα αὐτῶν; Ὅτι συνήκμασαν μὲν Ἀστέριοι δύο, ὅ τε τῆς Ἀρείας λύσσης ὑπασπιστὴς καὶ ὁ τῶν εὐσεβῶν δογμάτων τρόφιμος, ὃς καὶ τῷ μεγάλῳ μὲν Ἰουλιανῷ φοιτῶν τοῖς μοναδικοῖς ἐγυμνάσθη παλαίσμασιν, ἔτι τὸ μειράκιον διεξιών, ὕστερον δὲ καὶ μονῆς ἀσκητικῆς καθηγήσατο· οὗ καὶ μαθητὴς μετὰ καὶ ἄλλων πολλῶν ἐπισήμων ἀνδρῶν ἐχρημάτισεν ὁ πολυθρύλητος Ἀκάκιος ὁ Βεροίας. ὁ δὲ τῆς Ἀρειανῆς αἱρέσεως ἐραστὴς σοφιστικὴν μὲν ἐκ νέων μετήρχετο τέχνην καὶ τῇ τῶν Ἑλλήνων ἀνετέθραπτο πλάνῃ, ὀψὲ δὲ τὸν Χριστιανισμὸν ὑποκρινάμενος εἰς τὴν τῶν Ἀρειανῶν ἀπέκλινε μοῖραν. καὶ ὁ μὲν δίκην ἔδωκεν ἐν Ἀντιοχείᾳ τῆς ἀκολάστου γλώσσης, ἔργον γεγονὼς τῆς Ἰουλιανοῦ τοῦ θαυμασίου προσευχῆς· ὁ δὲ τὸν ὅσιον εἰς τὴν κατ’ αὐτοῦ δικαίαν τιμωρίαν διανέστησεν. ἕτερος οὖν τὸ θρέμμα τῆς ὀρθοδοξίας καὶ ἕτερος ὁ τῆς πλάνης κῆρυξ.

Ἀλλ’ οὐδ’ ὁ τὴν ἔκφρασιν τῆς μάρτυρος Εὐφημίας ἀναταξάμενος κοινόν τι φέρει πρὸς τὸν τῆς δυσσεβείας ὑπέρμαχον, πρῶτον μὲν ἐξ ὧν θᾶττον ὁ δυσσεβὴς ἀπέτισεν τὴν δίκην· ὁ γὰρ τῆς εἰρημένης εἰκόνος λογογραφήσας τὴν ἔκφρασιν, ὡς ἔν τισιν αὐτοῦ τῶν λόγων διαλαμβάνει, εἰς βαθὺ γῆρας τοῦ βίου κατήντησεν. δεύτερον ὁ μὲν τῆς Ἀρειανῆς λύσσης ἐπεπλήρωτο, οὗτος δὲ ἐν τοῖς οἰκείοις λόγοις τὰ τῶν ὀρθοδόξων δογματίζει, οὐκ ἐκ μὴ ὄντων τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ ὡς ὁ μεμηνὼς δυσφημῶν Ἀστέριος, ἀεὶ δὲ ὄντα θεολογῶν καὶ ἀεὶ συνόντα τῷ πατρί. τρίτον ὁ μὲν αἱρετικὸς Ἀστέριος οὐ τῆς Ἀμασείας, ἀλλ’ ἄλλης τινὸς πόλεως πλησιαζούσης τῇ Ἀντιόχου μισθὸν τῆς ἀσεβείας παρὰ τῶν συναιρεσιωτῶν τὴν ἐπισκοπὴν εἴληφεν, ἐξ ἧς καὶ μετάκλητος ἐν Ἀντιοχείᾳ παρὰ τῶν ὁμοφρόνων γεγονὼς ἐπὶ συμμαχίᾳ τοῦ δυσσεβήματος, ταῖς τοῦ θαυμασίου Ἰουλιανοῦ προσευχαῖς, ὡς προείρηται, τὸν βίον ἀθλίως κατέστρεψεν. ἐπὶ τούτοις ὁ μὲν διδάσκει τὸ ποίμνιον καὶ φιλοπονεῖται περὶ τῶν ἀρετῶν, <καὶ> ἁπάσης δείκνυται θεαρέστου πολιτείας καταγώγιον, ὁ δὲ οὐδὲν τοιοῦτον ἔχων ἐπιγινώσκεται.

Περὶ τοῦ Ἰακὼβ καὶ τῆς Λείας Ὅτι μὲν μετὰ ἑπταετίαν τὴν Λείαν ὁ Ἰακὼβ ἀντὶ τῆς Ῥαχιὴλ εἰς γυναῖκα παρέλαβεν, δῆλον ἡ γραφὴ ποιεῖ· καὶ ὅτι ἀντὶ δουλείας ἄλλης, ἑπτὰ καὶ αὐτῆς ἔτη παρατεινομένης, τὴν Ῥαχιὴλ ἠγάγετο, καὶ ἐκ τούτου σαφῶς διδάσκει. εἰ δὲ ὑποσχόμενος τὴν δουλείαν εὐθὺς ἔλαβεν ἢ καὶ μετὰ τὸ διελθεῖν ταύτην ὅλην ὕστερον ἠγάγετο, οὐκ ἀντιπαραδίδωσι σαφῶς, ἀλλ’ ἀμφίδοξον ὅσον ἀπὸ τῶν ῥημάτων ὑπολείπει πότερον ὑποσχόμενος τὴν δουλείαν εὐθὺς τὸν μισθὸν τῆς Ῥαχιὴλ ἔλαβεν ἢ μετὰ τὴν τῶν πόνων ἐπίδειξιν καὶ τῆς ὑποσχέσεως τὴν συμπλήρωσιν, μετὰ τοῦτο πρὸς γάμον ἠγάγετο.

Ἀλλ’ ἀπὸ μὲν τοῦ ῥητοῦ πρὸς ἑκάτερον μερίζεται ἡ διάνοια, λογισμοὶ δέ τινες μᾶλλον ῥέπειν τὸν νοῦν ὑποτίθενται ὡς μετὰ τὴν ὑπόσχεσιν εἰς ὁμιλίαν εὐθὺς τὸ γύναιον προσελάβετο. ἐπεὶ εἰ μετὰ τὴν συμπλήρωσιν τῆς ἑπταετίας ταύτην ἠγάγετο, οὐ μόνον εἴκοσι ἔτη ἐν τῇ τοῦ Λάβαν οἰκίᾳ ὁ Ἰακώβ, ὡς αὐτός φησιν, διατρίψας φαίνεται, ἀλλὰ καὶ τούτων πλείονα· εἰ γὰρ μετὰ τεσσαρισκαιδεκαετίαν τὴν Ῥαχιὴλ ἠγάγετο, χρόνος πάντως ἕτερος ἄν τις διεληλύθει, ἐν ᾧ τε ἡ στείρωσις αὐτῆς διηλέγχετο, καὶ ἐν ᾧ τὰς παιδίσκας εἰς παιδοποιίαν τῷ Ἰακὼβ παρείχετο, ἐν ᾧ τε ἐκεῖναι κατὰ γαστρὸς λαβοῦσαι τοὺς παῖδας ἀπέτικτον· καὶ μετὰ τοῦτον ἕτερος, ἐν ᾧ ἡ Ῥαχιὴλ τὸν ὀνειδισμὸν ἀπολυομένη τῆς στειρώσεως τὸν Ἰωσὴφ ἐτεκνώσατο. εἶτα μετὰ τὸν τόκον τοῦ Ἰωσὴφ ἕτερα ἓξ ἐπισημαίνεται ἡ γραφὴ ἐπὶ μισθὸν προβάτων δουλεῦσαι τὸν Ἰακὼβ τῷ Λάβαν· οὐχὶ μόνα εἴκοσι συγκεφαλαιοῦται, ἀλλὰ καὶ τοῖς χρόνοις τούτοις μεταξὺ προστιθεμένου καθ’ ὅν τε ἐστείρευεν ἡ Ῥαχιὴλ καὶ καθ’ ὃν αἱ παιδίσκαι ἔτικτον, πλείων ὁ χρόνος συνάγεται. τίς δὲ καὶ μισθὸς τούτου τοῦ μεταξὺ τῶν δεκατεσσάρων χρόνων καὶ τῶν ἓξ τῷ Ἰακὼβ δουλεύοντι τῷ Λάβαν ἀφορίζεται;

εἰ δὲ οὐδεμίαν τῶν περιόδων τῷ Ἰακὼβ φαίνεται ἀμισθὶ τὴν δουλείαν ἐταλαιπωρεῖτο (ἐν μὲν γὰρ τῇ πρώτῃ ἑπταετίᾳ ἀντὶ τῆς Ῥαχιὴλ ἡ Λεία μισθὸς αὐτῷ, ἀντὶ δὲ τῆς δευτέρας ἡ Ῥαχιήλ, καὶ ἀντὶ τῶν τελευταίων ἐτῶν ἓξ ὁ διὰ τῶν προβάτων αὐτῷ χορηγούμενος), ἀντὶ γοῦν τοῦ μεταξὺ χρόνου τῆς τεσσαρισκαιδεκαετίας καὶ τῶν τελευταίων ἓξ τίς ἐπιγινώσκεται μισθὸς ἕτερος; ἔδει δέ, εἴπερ μετὰ τὴν συμπλήρωσιν τῆς τεσσαρισκαιδεκαετίας τὴν Ῥαχιὴλ ὁ Ἰακὼβ ἔγημεν, εἶθ’ οὕτως ἡ παιδίσκη καὶ ἡ Ῥαχιὴλ στειρεύουσα καὶ πάλιν τίκτουσα χρόνον ἄλλον κατηνάλωσαν, καὶ τούτου τὸν μισθὸν καθεστάναι γνώριμον· ἀλλ’ οὐδαμοῦ τῆς γραφῆς οὔτε μισθὸς φαίνεται οὔτε χρόνος ἄλλος παρὰ τὰ δεκατέσσαρα καὶ τὰ ἓξ ἔτη παρενθήκης ἐπέχων λόγον συγκατατάττεται.

QUAESTIONES ADDITICIAE Εἰ ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί, πῶς τοῦ υἱοῦ ἐνανθρωπίσαν- Εἰ ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί, πῶς τοῦ υἱοῦ ἐνανθρωπίσαντος οὐ συνενανθρωπίσει καὶ ὁ πατήρ; καὶ εἰ ἐν τῷ υἱῷ ἡ θεότης ὅλη, πῶς τοῦ υἱοῦ σαρκουμένου ἄσαρκος ὁ πατὴρ μένει; Τῆς προκειμένης ἀπορίας προηγήσαιτ’ ἂν καὶ οἰκειότερον καὶ ἐγγύτερον, ‘εἰ ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί, πῶς προϊόντος τοῦ υἱοῦ διὰ γεννήσεως οὐ συμπρόεισι καὶ ὁ πατήρ, ἢ προάγοντος τὸν υἱὸν τοῦ πατρὸς οὐχὶ καὶ αὐτὸς ὁ υἱὸς προάγει ἑαυτόν; ἐν ἑαυτῷ γὰρ ἔχει τὸν πατέρα προάγοντα αὐτόν’. ‘ποῦ οὖν’ ἄν τις ἴσως ἐρεῖ ταχύτερος ἀντιλέγειν ‘ἡ λύσις; οὐ γὰρ ἀπορίαν ἀντὶ ἀπορίας τὸ ζητούμενον ἐπιζητεῖ, ἀλλὰ λύσιν τῶν ἀπορουμένων.’ καὶ μὴν καὶ τοῦτο λύσις ἂν εἴη, ἐκ τοῦ ἐγγυτέρου τε καὶ ὁμοίου ἀποσκευαζομένη τὸ περὶ τοῦ πορρωτέρω ἐπιφυόμενον ἄπορον· ὥσπερ γὰρ ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί, καὶ οὐ διὰ τοῦτο ἢ ὁ υἱὸς τὸν υἱὸν συναποτέκοι ἢ ὁ πατὴρ συναποτεχθήσεται τῷ υἱῷ, οὕτω κἂν ἐσαρκώθη μὲν ὁ υἱός, οὐκ ἐσαρκώθη δὲ ὁ πατήρ, οὐδέτερον τῶν ἀτόπων ἕψεται, οὔτε διὰ τὸ ἄσαρκον μεῖναι τὸν πατέρα μηδὲ τὸν υἱὸν σεσαρκῶσθαι, οὐδὲ διὰ τὸ σάρκα προσλαβεῖν τὸν υἱὸν καὶ τὸν πατέρα γενέσθαι σεσαρκωμένον.

Ἀλλ’ αὕτη μὲν ἡ διὰ τοῦ παραπλησίου σχήματος ἀπορία, οὐκ ἐῶσα τὴν πρώτην ἀπορίαν τῇ καθ’ ἑαυτὴν ἐπιλύσει χώραν ἐπέχειν ἀνανταγώνιστον· ἡ δὲ ἐξ εὐθείας τοῦτον προαχθείη ἂν τὸν τρόπον. ὁ πατὴρ ὅλος ἐστὶν ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ὅλος ἐστὶν ἐν τῷ πατρί, ὡσαύτως δὲ καὶ τὸ πανάγιον πνεῦμα ἐν ἑκατέρῳ τε τῶν ὁμοφυῶν προσώπων ὅλον ἐστὶ καὶ ἑκάτερον αὐτῶν ὅλον ἔχει ἐν ἑαυτῷ. τοιαύτη γὰρ ἡ τῶν ἀσωμάτων, καὶ μάλιστα τῆς ὑπερουσίου οὐσίας ἡ τῶν προσώπων εἰς ἄλληλα περιχώρησις· οὐδὲν ἔξωθεν τῶν ἑαυτῆς ἀπολιμπάνει, οὐδὲν ἀλλότριον συνεισάγει, ἀλλὰ καὶ τὸ χαρακτηριστικὸν συνεπιφέρουσα ἰδίωμα οὐ συγχεῖ τοῦτο οὐδὲ φύρει οὐδὲ συμμεταβάλλει ταῖς τῶν λοιπῶν ὑποστάσεων ἰδιότησιν, ἀλλ’ ἔστι μὲν ἡ ὑπόστασις ὅλη ἐν ὅλῃ περιχωροῦσα, οὐκ ἀναχέουσα δὲ τὸ ἰδίωμα τῷ ἰδιώματι, οὐ συνθλίβουσα καὶ διωθουμένη, οὐ τοῖς ἰδιώμασι τὴν περιχώρησιν καινοτομοῦσα· οὐδὲν γὰρ ὅλως ἐν τῇ μακαρίᾳ καὶ ἀκηράτῳ φύσει τῶν κατὰ τὴν ὕλην παθῶν ἐνορᾶται.

εἰ δ’ ἐφ’ οἷς ἡ τοσαύτη συμφυΐα καὶ ἄκρα ἕνωσις, ἑνουμένων αὐτῶν ὅλων δι’ ὅλου, οὐδετέρου τῶν ἰδιωμάτων ἔκστασις γίνεται οὐδὲ δὴ θατέρου μεταβολὴ πρὸς τὸ ἕτερον, ἀλλ’ ἐν τῇ τοσαύτῃ ἀνεπινοήτῳ ἑνώσει σῴζεται καθαρῶς τε καὶ εἰλικρινῶς ἀνεπιμίκτως τὰ ἰδιώματα, σχολῇ γ’ ἂν γένοιτο σαρκωθέντος τοῦ λόγου καὶ μηδαμῇ μηδαμῶς συμπαρατείνεσθαι τῆς σαρκὸς τῇ φύσει τῆς θεότητος δυναμένης, ζητεῖν ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ‘εἰ ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί, πῶς τοῦ υἱοῦ σαρκωθέντος ὁ πατὴρ ἄσαρκος ἔμεινεν, ἢ μὴ σαρκωθέντος τοῦ πατρὸς ὁ υἱὸς ἄνθρωπος γέγονεν;’ Πάλιν ὁ πατὴρ ἅπαντα πληροῖ καὶ περιέχει τὰ ὄντα, πληροῖ δὲ καὶ ὁ υἱός, τὸν τῆς περιοχῆς ὡσαύτως οἰκειούμενος λόγον, ἀλλὰ γὰρ καὶ τὸ πανάγιον πνεῦμα πληρωτικόν τέ ἐστι καὶ περιεκτικὸν τῶν ὄντων, οὐκ ἀνὰ μέρος πληροῦντες ἢ περιέχοντες τὰ ὄντα, ἀλλ’ ἅμα, οὐ κατὰ διάστασιν, ἀλλ’ ἀδιαστάτως, οὐ μεριστῶς τοῖς μεριστοῖς ἐπιφοιτῶντες, ἀλλ’ ἀμερίστως τε καὶ θεοπρεπῶς συνόντες. καὶ οὕτως τῶν ὑπερφυῶν ὑποστάσεων τῆς ὑπεραρχίου θεότητος συμπαρόντων τε καὶ συνενουμένων ἀλλήλοις, οὔτε τοῦ ἐκπορευτοῦ μεταδίδωσιν τοῖς ὁμοφυέσιν ὁλικῶς συνοῦσί τε καὶ ἐμπεριχωροῦσι τὸ πνεῦμα, οὔτε μὴν τὸ τῆς πατρότητος ἰδίωμα προσλαμβάνει, ἀλλ’ οὐδὲ τὴν τοῦ υἱοῦ γέννησιν ἐξοικειοῦται.

τὴν αὐτὴν δὲ τάξιν εὑρήσει δηλονότι προϊοῦσαν καὶ εἴ τις τὸν πατέρα ἢ τὸν υἱὸν πρὸς ἑκατέραν τῶν ὁμοταγῶν καὶ ὁμοφυῶν ὑποστάσεων ἐθελήσειε παραθέσθαι καὶ παραβαλεῖν, πρὸς τὴν ἴσην καὶ ὁμοίαν ζητῶν θεωρίαν ἀνάγεσθαι. ἀλλὰ ταῦτα μὲν τό τε γῆρας καὶ ἡ νόσος καὶ ὁ τῆς αἰτήσεως πόθος ἐσχεδίασεν. ἔρρωσο.

Τί δηλοῖ ‘νοῦς ὢν ἀπαθὴς καὶ ἄυλος μίγνυται Χριστὸς ὁ θεὸς τῷ ἀνθρωπίνῳ νοΐ’; Τὸ μὲν τῆς σῆς εὐγενοῦς καὶ γενναίας διανοίας ἀπόρημα, ὥσπερ τὴν τῶν πολλῶν ὑπερορᾷ σύνεσιν, οὕτω καὶ λύσεως ἀκριβεστέρας παρ’ ἣν ἐνόμισε τὸ γραμμάτιον ἀποδοῦναι δεῖται· καὶ γὰρ μετὰ τοῦ μηδ’ αὐτὸ τοῦτο τὸ προτεινόμενον συνεῖναι, τἀναντία τε ὧν βούλεται κατασκευάζει καὶ τοῦ σκοποῦ πόρρω περιπλανᾶται. ἀλλ’ ὅσα μὲν ἄλλα παρανενοημένα λέγει καὶ μηδὲν ὅλως τῷ ζητήματι συντελοῦντα οὔτε νῦν ὁρῶ τὸν καιρὸν ἐξελέγχειν, ἀλλ’ οὐδ’ ἐμὸν παρὰ τὰ κατεπείγοντα τὰς ἑτέρων πολυπραγμονεῖν ἐλαττώσεις· καὶ ἅμα ἐξ ὧν τὰς εὐθύνας ὑπέχουσιν τὰ δοκοῦντα σοφώτερα, οὐδ’ οἷς μὴ λίαν ὁ νοῦς πρὸς θεωρίαν ἀγύμναστος, οὐδὲ τούτοις χαλεπὸν ὁρᾶν τοῦ παραλόγου τὸ ὑπόλοιπον.

Ἀλλ’ ἐκεῖνος μὲν ὁ τοῦ γραμματίου πατὴρ τῶν καλῶν ὠδίνων μετ’ ὀλίγον ὄψεται τὸν τόκον· ἡ δὲ τοῦ σοῦ φιλοθεάμονος ἀπορήματος λύσις, ἐπεὶ παρὰ τὴν ὁμωνυμίαν ἐκεῖνο συνεσκιάζετο, εἰ παρὰ τὴν διαίρεσιν αὕτη τῆς φωνῆς προαχθείη, καὶ τὸ κάλυμμα ἂν ἐπικαίρως περιέλοι τοῦ σοφίσματος καὶ εἰς τὸ σαφέστατον περιστήσει τὸ ἀμφισβητούμενον. διττὸς γὰρ ὁ τοῦ νοῦ λόγος, ἵνα νῦν τὸν θύραθεν καὶ τὸν συγκατασκευασθέντα τῷ ἀνθρωπίνῳ συγκρίματι ὡς μηδὲν προσήκοντα τῇ ὑποθέσει ἐάσω, εἰ βούλει δὲ καὶ τοὺς ἀσωμάτους νόας· καθ’ ἕτερον γὰρ καὶ οὗτοι σημαινόμενον τὴν τοῦ νοῦ φέρουσι κλῆσιν, εἴπερ οὔτε γνῶσίς εἰσιν οὔτε σαρκίῳ φύσιν ἔλαχον ἑνοῦσθαι· καὶ τοῖς μὲν οἷς ἂν ἐπιβάλλειν ὁρμήσειαν ῥᾳδία καὶ ἀκώλυτος ἡ μεταφοίτησις, ὁ δὲ ἀνθρώπινος νοῦς τῶν σωματικῶν δεσμῶν καὶ παραπετασμάτων ἀντιτεταγμένων πρὸς πολλὰ τὴν συνουσίαν ὧν ἂν εἶχεν ἐκ τοῦ ῥᾴστου διατειχίζεται φέρεσθαι. ἀλλὰ γὰρ καὶ τοῦτο τὸ σημαινόμενον σὺν τοῖς προειρημένοις ἑτέραν χρείαν ἐπιζητείτω.

Τίς οὖν ἡ ἄλλη τοῦ νοῦ διαφορά; ὅτι νοῦς μὲν λέγεται ὁ πατὴρ ὡς γεννήτωρ καὶ προβολεὺς καὶ τῶν ἐξ αὐτοῦ προϊόντων αἴτιος, νοῦς δὲ καὶ τὸ θεῖον ἁπλῶς πρὸς ἀντιδιαστολὴν τῶν ὑπὸ τὴν κτίσιν. νοῦς τε γὰρ δημιουργεῖ καὶ νοῦς κυβερνᾷ καὶ νοῦς συνέχει· οὐδὲ γὰρ ἂν προῆκτο οὐδ’ ἐναρμονίως ἐτέτακτο οὐδὲ διέμενεν, εἰ μὴ νοῦς ἐφ’ ἑκάστης τῶν εἰρημένων ἐνεργείας ἐπεστάτει. νοῦς μὲν οὖν ὡς γεννήτωρ ὁ υἱός, ἀγαπητέ, οὐκ ἂν ἐννοηθείη οὔτε μὴν ῥηθείη, ἀλλ’ οὐδὲ τὸ πανάγιον πνεῦμα, μὴ γένοιτο· νοῦς δὲ ὡς τοῖς οὖσι πᾶσι κατὰ τὰς εἰρημένας αἰτίας ἐφεστηκώς, ἀλλὰ καὶ ὡς ἁπάσης κτιστῆς τε καὶ ἐνύλου φύσεως ἀρρήτῳ μέτρῳ ὑπεριδρυμένος, καὶ ὁ λόγος ἂν ῥηθείη καὶ τὸ πνεῦμα τὸ ἅγιον· ναὶ δὴ καὶ τῶν τριῶν ἀρχικῶν καὶ ὑπερουσίων ὑποστάσεων λέγοιτ’ ἂν ἑκάστη καὶ καθὸ πάρεισί τε πανταχοῦ καὶ πάντα προνοίας πληροῦσι, μᾶλλον δὲ τὸ πᾶν τῆς αὐτῶν προνοίας μέρος δεικνύουσιν.

Διόπερ ἴδοις ἂν τοὺς ἱεροὺς ἡμῶν πατέρας νοῦν μὲν λέγοντας τὸν υἱόν, οὐκ ἐπειδὰν τῷ πατρὶ καὶ τῷ πνεύματι συνθεολογεῖν αὐτὸν ἀπευθύνωνται, οὐμενοῦν, ἀλλ’ ἐπειδὰν τοῦ παντὸς προνοητὴν καὶ ἔφορον καὶ δημιουργὸν καὶ πάντα πληροῦντα τῆς αὐτοῦ προνοίας δοξάζωσιν. ἀλλὰ τοῦτο μὲν κοινὸν τῆς τριαδικῆς καὶ ὑπερφυοῦς ὑποστάσεως· καθ’ ὃ καὶ τοῦ υἱοῦ καὶ λόγου τὴν πρὸς τὴν σάρκα συνάφειαν ὑμνολογοῦντες νοῦν αὐτὸν ἄυλον ἱερολογοῦσιν ἐνύλῳ νοῒ διὰ φιλανθρωπίαν ἄφατον συναπτόμενον. οὕτω γὰρ καὶ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος ἐν τῇ πρὸς Κληδόνιον ἐπιστολῇ φαίνεται χρώμενος τῷ ὑπὸ τῆς φωνῆς δηλουμένῳ νοήματι, καὶ ὁ πρὸς αὐτὸν τὴν μίμησιν ἀναφέρων καὶ ᾠδὴν τὴν ἐκείνου γνώμην ποιῶν· καὶ γὰρ τὴν τοῦ λόγου σάρκωσιν μυσταγωγῶν ‘ὁ νοῦς μίγνυται τῷ νοΐ’ φησιν ‘ὡς ἐγγυτέρῳ’, καὶ ὁ μελῳδός, ‘νοῦς ὢν ἀπαθὴς καὶ ἄυλος μίγνυται Χριστὸς ὁ θεὸς τῷ ἀνθρωπίνῳ νοΐ’.

Οὕτω τοίνυν ὁ υἱὸς νοῦς ἄν, οὐχ ὡς πατήρ, ἄπαγε, ἀλλ’ ὡς προνοητὴς καὶ κυβερνήτης τοῦ παντός, καὶ πρὸς ἀντιδιαστολὴν τοῦ ἐνύλου νοός, καὶ δοξασθείη θεοπρεπῶς καὶ ὑμνολογηθείη εὐσεβῶς· καὶ τὸ σὸν ἄπορον, οἶμαι, εἰς τὸ ἀκόλουθόν τε καὶ ἀστασίαστον διαλέλυται, καὶ λογισμὸς οὐδεὶς ἔτι συνταράττων ἐπιδραμεῖται καὶ συναναφύρων τῶν ὀνομάτων τὴν ἰδιάζουσαν σημασίαν καὶ δύναμιν. καὶ γὰρ καὶ τὸν πατέρα νοῦν ὡς γεννήτορα καὶ προβολέα θεολογεῖν ὀρθοδοξίας ἐστὶ συντήρησις· καὶ νοῦν τὸν υἱὸν ὁμολογεῖν οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν (οὐδὲ γὰρ οὐδὲ γεννήτωρ οὐδενὸς τῶν ἐν τῇ τριάδι οὐδὲ προβολεύς), ἀλλ’ ὡς ἁπάσης τῆς κτιστῆς φύσεως δημιουργὸν καὶ συνοχέα καὶ πάσης ὑλικῆς ἐμφάσεως καὶ περινοίας ὑπερανῳκισμένον καὶ πάντα πληροῦντα τῆς αὐτοῦ προνοίας καὶ ἀγαθότητος, εἰς τὴν αὐτὴν συνάγει εὐσέβειαν.

Ὁ μέντοι γε πατὴρ ῥηθείη ἂν νοῦς καὶ καθ’ ὃ σημαινόμενον λέγεται νοῦς ὁ υἱός· ὁμοτίμως γὰρ κτιστῆς ἁπάσης οὐσίας ἐξῄρηται καὶ τὴν τῶν ὅλων δημιουργίαν καὶ πρόνοιαν ἀνηρτήσατο καὶ πᾶσι πάρεστιν ἀμερῶς· καὶ γὰρ κοινὰ ταῦτα τῆς τρισυποστάτου καὶ ἑνιαίας θεότητος. διόπερ ἡνίκα μὲν αἰτιολογοῦμεν νοῦν τὸν πατέρα, υἱὸν μὲν καὶ πνεῦμα συνθεολογοῦμεν τὰ ἐξ αὐτοῦ, οὐκέτι δὲ νοῦν οὔτε τὸν υἱὸν οὔτε τὸ πνεῦμα συναριθμοῦντές φαμεν· ἐπειδὰν δὲ βουληθείημεν τὴν ἔμφυτον αὐτῶν καὶ ἄρρητον ὑπεροχὴν πρὸς τὴν ἐν τῇ κτίσει φύσιν θεολογῆσαι καὶ τὴν ἀθρόαν καὶ ἅμα περὶ τὸ σύμπαν πρόνοιάν τε καὶ διαφοίτησιν, ἀλλά γε καὶ τὴν ἐκ μὴ ὄντων οὐσίωσίν τε τῶν ὄντων καὶ προαγωγήν, νοῦν ἰσοτίμως ὁμολογεῖν τὴν ἄληπτόν τε καὶ ὑπὲρ ἔννοιαν τριάδα παρρησιαζόμεθα. οὕτω γὰρ καὶ φρονεῖν καὶ λέγειν δεδιδάγμεθα καὶ τοὺς ἄλλους εἰδέναι κηρύττομεν, ὥστε λέγοντες νοῦν τὸν υἱὸν οὐκ ἀπαιτήσομεν οὔτε γέννησιν οὔτε προβολὴν τῶν ὁμοφυῶν ἐξ αὐτοῦ, ἀλλ’ οὐδὲ τὸ παντοδύναμον καὶ ὁμοφυὲς πνεῦμα· οὐδὲ γὰρ οὐδὲ γνώρισμα τοῦτο τοῦ νοῦ τοῦ καθ’ ὅλης φερομένου τῆς τρισυποστάτου καὶ ἀκαταλήπτου καὶ μακαρίας θεότητος· οὕτω γὰρ παρὰ τῆς μυστικῆς καὶ ἱερᾶς ἡμῶν θεολογίας ἡ τῶν ὀνομάτων ἡμῖν διάκρισις παραδέδοται. ἔχεις οὖν, οἶμαι, τῆς ἀπορίας οὐδὲν τὴν λύσιν καθυστερίζουσαν.

Ἃ δὲ τὸ γραμματίδιον ἐσχεδίαζεν καὶ οὐ μόνον τὸ ἄπορον οὐκ ἐπέλυεν, ἀλλ’ ἐπὶ πλέον συνέπλεκεν, καιρός σοι πάρεστιν ἐπισκοπεῖν. ‘νοῦς ἐστι’, φησίν, ‘ὁ υἱός, ὅνπερ τρόπον καὶ ὁ πατήρ’—καὶ ἡ ἀπόδειξις ὡς σοβαρά τε καὶ θαυμαστή—‘γεννᾷ γὰρ καὶ ὁ υἱὸς ἀγαθότητα καὶ ἀνοχὴν καὶ μακροθυμίαν καὶ ἔλεον καὶ τὰ ὅμοια.’ ὢ τῆς πολλῆς ἁπλότητος, ἵνα μηδὲν φαυλότερον εἴπω. εἰ γὰρ ὥσπερ ὁ πατὴρ νοῦς, οὕτω καὶ ὁ υἱός, οὐκ ἀγαθότητα, ὦ βέλτιστε, εἴποις ἂν πρὸς αὐτόν, οὐδὲ κυβέρνησιν οὐδ’ ἔλεον οὐδ’ ἀνοχὴν οὐδὲ τὰ τοιαῦτα (εὐμενὲς δ’ ἡμῖν τὸ θεῖον ὄμμα ἐπιβλέποι, φαύλην γὰρ δόξαν τὸ ταύτης ἄτοπον ἐπιδεικνύντες τῶν ἀνθρωπίνων ψυχῶν ἀποσκευαζόμεθα), ἀλλ’ υἱὸν ἔδει τὸν υἱὸν καὶ πνεῦμα, τὸ μὲν διὰ προβολῆς, τὸν δὲ προάγειν διὰ γεννήσεως. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τὸν πατέρα κελεύει, δι’ ὧν δογματίζει τὸ πολυπλανὲς τοῦ φρονήματος, διὰ τοῦτο νοῦν καὶ νομίζειν καὶ ὀνομάζειν, διότι ἀγαθότητα καὶ κυβέρνησιν καὶ ἀνοχὴν καὶ ἔλεον καὶ τὰ παραπλήσια γεννᾷ. εἰ δὲ τοῦτο, πῶς οὐκ ἐκβάλλει τῆς ἀληθοῦς καὶ ὑπὲρ ἔννοιαν τὸν υἱὸν γεννήσεως καὶ τῆς φυσικῆς ἐκ τοῦ πατρὸς προόδου καὶ ὁμοφυΐας διακόπτει;

ἢ γὰρ τοῦτο συνομολογεῖν ἡ αὐτοῦ σοφία τὸν καινὸν δογματιστὴν ἐπαναγκάσειεν, ἢ τοῦτο φεύγων εἰς ὅμοιον ἂν περιτραπείη δυσσέβημα, πολλοὺς ἀδελφοὺς διδοὺς τῷ μονογενεῖ, τὴν ἀνοχὴν καὶ τὸν ἔλεον καὶ τὴν κυβέρνησιν, καὶ ὅσα αὐτὸς παρανοίας θράσει ἐμαιεύσατο.

Ὁρᾷς ὅσον εὐλαβεῖσθαι δεῖ θεολογίας ἅπτεσθαι τὸν μηδ’ αὐτῶν ψιλῶν τελεσθέντα τῶν ὀνομάτων τὴν μύησιν; ἐγὼ δ’ ἂν φαίην, ὡς εἴπερ ἀπορραπίσαι ἣν κατασκευάζειν προήχθη δόξαν καὶ ψευδῆ καὶ παράλογον ἀπελέγξαι, μὴ ἂν λογισμοὺς αὐτὸν ἄλλους ἰσχυροτέρους ἐξευρεῖν μηδὲ δι’ ὧν τὸ οἰκεῖον οὕτω λαμπρῶς στηλιτεύσειε φρόνημα· οὕτως ἐστὶ σοφός, ἀντὶ τοῦ θάλπειν καὶ περιέπειν τὸ τῆς διανοίας γέννημα διασπαράσσειν τε καὶ διαφθείρειν, καὶ σωτηρίαν νομίζειν τὴν ἀπώλειαν. εἰ γάρ, ὡς ὁ ἐκείνου λῆρος, γεννᾷ μὲν ὁ υἱὸς ἀγαθότητα καὶ ἔλεον καὶ μακροθυμίαν, οὐ γεννᾷ δὲ υἱόν (οὐδὲ γὰρ οὐδὲ μέχρι τούτου τὸ θράσος προάγει), οὐκ ἂν εἴη νοῦς ὁ υἱὸς ἐξ οὗ γέννησις υἱοῦ θεωρεῖται. καὶ μυριάκις ἂν ὁ λογισμὸς οὗτος τὸ ἀλλόκοτον ἀνατρέπων διεπλάκη, εἰ μὴ τοῖς τοιούτοις ἐνδιατρίβων ὁ λόγος ἀηδῶς εἶχεν.

Ἀλλ’ ἐκεῖνο πῶς οὐ γελοῖον; ‘ἐπεὶ νοῦς’, φησίν, ‘ὁ πατήρ, γεννᾷ δὲ τὸν υἱόν, καὶ ὁ υἱὸς νοῦς ἂν εἴη’· ἴσον γάρ ἐστι λέγειν, ἐπεὶ γεννήτωρ ὁ πατήρ, γεννᾷ δὲ τὸν υἱόν, γεννήτωρ ἂν καὶ ὁ υἱὸς εἴη, ἢ καὶ πατήρ, εἰ βούλει. ἀλλὰ καὶ αἴτιον πάλιν ὁ υἱός, ὅτι ἐκ πατρός, καὶ γὰρ αἴτιον ὁ πατήρ. ὃς γὰρ ἐφ’ ἑνὸς τῶν πρὸς ἄλληλα σχέσιν ἐχόντων τὸ κατηγορούμενον καὶ ἐπὶ τὰ πρὸς ἃ λέγεται διαβιβάζει, οὗτος κἂν μήπω τῇ φωνῇ λέγῃ, κατὰ πάντων τὸν αὐτὸν ἀνακηρύττει λόγον· καὶ γὰρ νοῦς ὁ πατὴρ λέγεται, τὴν πρὸς τὸν λόγον σχέσιν καὶ τὸ πνεῦμα διδοὺς ἐννοεῖσθαι, ὥσπερ πατὴρ τὴν πρὸς τὸν υἱόν, καὶ προβολεὺς τὴν πρὸς τὸ πνεῦμα· καὶ ἣν σχέσιν ἡ τοῦ πατρὸς φωνὴ καὶ τοῦ γεννήτορος καὶ τοῦ προβολέως ἀδιαιρέτως διαμένει, ταύτην ὁ νοῦς καὶ ἡ ἀρχὴ καὶ τὸ αἴτιον ἀσυγχύτως συνάγει. ὡς οὖν οὐκ ἔστιν πατὴρ ὁ υἱὸς οὐδὲ γεννήτωρ οὐδὲ προβολεύς, οὕτως οὐδ’ αἴτιον οὐδὲ νοῦς οὐδὲ ἀρχὴ ἂν εἴη. ἐπεὶ τί κωλύει, μᾶλλον δὲ πῶς οὐκ ἀνάγκη, κατὰ τὸν καινὸν τοῦ νομοθέτου νόμον, καὶ τὸν πατέρα υἱόν τε λέγειν καὶ λόγον, ἀντιστρέφοντας γέννημά τε καὶ πρόβλημα καὶ αἰτιατόν;

Εἰς τοιαύτας ὠδῖνας ἡ τῶν ζιζανίων σπερμάτων σύλληψις ἃ ἐνεκυμόνει τὸ γραμματίδιον διαλύεται. καὶ εἰ μὲν παίζων ὁ γεγραφὼς ἔγραψεν, ἔλαθεν ἑαυτὸν ἐν οἷς φρικτὸν τὸ παίζειν σκιρτῶν παίγνια· εἰ δὲ σπουδάζων, μεταμανθανέτω τὸ βλάσφημον· οὔπω γάρ, τέως τὴν παλινῳδίαν ἐλπίζων, φαίην ἂν τὴν δυσσέβειαν. τὰ δ’ ἄλλα ἐν κυρίῳ, φίλων ἄριστε, ἔρρωσο καὶ ἴσθι γηρῶσαν γλῶσσαν καὶ χρόνῳ συχνῷ σιγᾶν μελετήσασαν καὶ νόσῳ κάμνουσαν εἰς ἀγῶνας προκαλούμενος.

Περὶ τοῦ τάφου τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἡ μὲν τοῦ Σολομῶντος στοά, ὥσπερ καὶ αὐτὰ τὰ παλαιὰ ἅγια τῶν ἁγίων, ὑπὸ τῆς τῶν Σαρακηνῶν ἀθεότητος κατεχόμενα καὶ μασγιδίου χώραν αὐτοῖς πληροῦντα, οὐδενὶ τῶν ἐν Ἱεροσολύμοις Χριστιανῶν καθέστηκε γνωστά· ἄβατα γὰρ Χριστιανοῖς τὰ τοῖς Σαρακηνοῖς συντηροῦνται σεμνά. ὁ δὲ σωτήριος τοῦ κοινοῦ δεσπότου τάφος ἀπέχει μὲν τῆς παλαιᾶς Ἰερουσαλὴμ βολίδι μιᾷ διαμετρούμενος τόξου, αὐτῆς δὲ τῆς λεγομένης ἄκρας, ᾗ ἐπώνυμον ἡ Σιών, στάδιοι ποιοῦσιν αὐτὸ τὸ διάστημα δύο· ἡ γὰρ παλαιὰ πόλις ἔνδον περιέχει τὴν Σιών, ἄκρου καὶ φρουρίου ἀναπληροῦσαν χώραν, ὡσανεὶ περίβολος μείζων ἔνδον τὸν ἐλάσσονα περιέχων.

ἡ μέντοι γε μακαρία Ἑλένη, ὅτε τοῖς Ἱεροσολύμοις ἐπεφοίτησεν καὶ τὸν ἱερὸν ἐκεῖνον χῶρον πολλῷ φορυτῷ καὶ ῥύπῳ συγκεχωσμένον ἀνεκάθηρεν, τοῦ παλαιοῦ τείχους ἀπολαβοῦσα τὸ πρὸς τὸν σωτήριον τάφον ἀπονεῦον παρεξέτεινέν τε τὸ οἰκοδόμημα καὶ τὴν περιοχὴν τῆς πόλεως εἰς περίβολον περιγραψαμένη μείζονα ἔνδον τοῦ περιβόλου τὸν τῆς ζωῆς συναπέκλεισε τάφον· ἐν ᾧ καὶ τέμενος ἱερὸν ἱδρύσατο, μέσον τοῦ νεὼ διαλαβοῦσα τὸν τῆς ζωῆς τάφον, ἄμβωνος τόπον, εἰ καὶ μὴ χρείαν, ἐπιτηδεύσασα τοῦτον ἐπέχειν, ὃς τὴν εἴσοδον τοῖς βουλομένοις διὰ τοῦ θυσιαστηρίου παρέχει, καὶ οὐκ ἂν ἄλλως τις εἰσέλθοι πρὸς τὸν τῆς ἀναστάσεως τάφον, εἰ μὴ πρότερον τοῦ θυσιαστηρίου διέλθοι τὰς πυλίδας.

Ἀλλ’ ἥ γε πηγὴ τῆς ἡμῶν ἀθανασίας, ὁ τάφος, ἐστὶ μὲν λίθος αὐτοφυής, γλυφαὶ δὲ τὸν λίθον τάφον ποιοῦσι· γλύφεται δὲ ὁ λίθος ἐξ ἀνατολῆς πρὸς δύσιν τὰς γλυφὰς διαυλωνίζων, καὶ ἡλικίαν μὲν ἀνδρὸς εἰς ὕψος δέχεται τὸ γεγλυμμένον, πρὸς εὖρος δὲ πάλιν ἑνὶ ἀνδρὶ μόνῳ δίοδον ὑπέχει, τὸ δὲ μῆκος τριῶν ἐστιν ἢ τεσσάρων ὑποδοχή. ἔσωθεν δὲ τοῦ γεγλυμμένου λίθου ἄλλη τις ὥσπερ ἀνέσπασται ταῖς γλυφαῖς πέτρα, παραλληλεπιπέδῳ σχήματι τυπουμένη καὶ ἀνδρὸς ἡλικίαν ἐπιτιθεμένην δέξασθαι δυναμένη, ἐν ᾗ τὸ ἄχραντον ἐκεῖνο καὶ δεσποτικὸν σῶμα ὁ πιστὸς ἐκεῖνος Ἰωσὴφ λέγεται τεθεικέναι. ἔστιν δὲ εἴτε εἴσοδόν τις ἐθέλοι καλεῖν πρὸς τὸν τάφον, εἴτε στόμα τοῦ τάφου, ὅθεν ἀπήρξατο λαξεύειν ὁ τεχνίτης, πρὸς ἀνατολὰς ἀνεστομωμένον, καὶ συμβαίνει τοῖς ἐκεῖθεν προσιοῦσιν ἐπὶ δύσιν τὴν προσκύνησιν ποιεῖσθαι. ὁ δὲ τὸ στόμα τοῦ τάφου πάλαι λίθος ἐξ ἀρχῆς ἐπιπωμάζων διχῇ λέγεται πάλαι διῃρῆσθαι· καὶ τὸ μὲν αὐτοῦ χαλκὸς περιέλαβεν, ὃ καὶ παράκειται πλησίον τοῦ τάφου, τὸ δὲ μέρει τινὶ τῆς γυναικωνίτιδος ἀπονενευκότι πρὸς δυσμὰς ἐναποτεθειμένον τῆς ὀφειλομένης καὶ αὐτὸ τιμῆς μετέχει, πᾶσιν εἰς προσκύνησιν ἀνειμένον. μυρίζεται μὲν οὖν ὁ τῷ χαλκῷ ἐνδεδυμένος λίθος παρὰ τοῦ ἀρχιερέως βαλσάμῳ, κἀκεῖθεν τοῖς βουλομένοις ἐστὶ μεταλαβεῖν βαλσάμου ἡγιασμένου.

γίνεται δὲ τοῦ ἐνιαυτοῦ ἅπαξ οὗτος ὃν ὁ χαλκὸς ἔχει λίθος τῷ ἀρχιερεῖ, μάλιστα δὲ κατὰ τὰ σωτήρια πάθη, τῆς ἱερᾶς τραπέζης ἀποπληρῶν τὴν χρείαν. τὰ μὲν οὖν αὐτοῦ τοῦ τάφου τοιαῦτα.

Ἃ δὲ τὸν τάφον φιλοτιμίᾳ, μᾶλλον δὲ φιλοθεΐᾳ τῶν ἐπιγεγονότων διαλαμβάνει, κίονές εἰσιν ἀνδρομήκεις ἐπὶ κρηπίδων ἐστηριγμένοι, ἐξ ἀριστερῶν καὶ δεξιῶν ἴσοι τῷ πλήθει (πέντε γὰρ βόρειοι τοῖς νοτίοις ἀντανίστανται) οὐδὲ πρὸς τὴν ἀλλήλων μορφὴν καὶ τὸ μέγεθος ἐξαλλάσσοντες. ὧν ἐπὶ μὲν δύσιν τοῖς ἄκροις τῶν εἰρημένων κατὰ παράλληλον θέσιν μεσολαβεῖ κίων, πρὸς ἀνατολὰς δὲ τοῖς ἄκροις οὐδὲν παρεμβέβληται, ἀλλ’ ἔστι τῷ στόματι τοῦ τάφου συνανεῳγμένον. ἐπίκειται δὲ τοῖς εἰρημένοις ιαʹ κίοσιν οἷόν τινα γεισώματα τετράπλευρον σχῆμα ποιοῦντα, δι’ ὧν ἀλλήλοις τὴν συνάφειαν σῴζουσιν οἱ στῦλοι. οἷς ἀπ’ αὐτῶν φυόμεναι τῶν γεισωμάτων, τοῦ τε πρὸς ἀνίσχοντα ἥλιον καὶ τοῦ πρὸς δυσμὰς τετραμμένου, οὐ μὴν δὲ ἀλλὰ καὶ τοῦ βορείου τε καὶ ὅσα πρὸς νότον ἀπονεύει, ἐπανίστανταί τινες ψαλίδες, ὀροφὴν οἷα μελετῶσαι τῷ τάφῳ. ἀλλ’ ὁ τεχνίτης ἐκεῖθεν, ὥσπερ ἀνασπάσας τὸ βούλημα τῶν ἁψίδων καὶ ἀντὶ τοῦ ὀρόφου κυκλικὸν περιθέμενος σχῆμα, ἐκεῖθεν εἰς καπνοδόκης μίμημα συνέσφιγξέν τε καὶ ἀπεμήκυνεν τὴν ὀροφήν, κώνου μᾶλλον κορυφῇ ἐκτεταμένῃ ἢ ὀροφῇ συμμέτρῳ συναποπερατώσας τὰς ψαλίδας.

Ἃ μὲν οὖν ἐν τῷ τέως παρὰ τῶν ἀκριβῶς τὸν μακάριον ἐκεῖνον τόπον μελέτην βίου ποιησαμένων ἀνεμάθομεν, ταῦτά ἐστιν.

Περὶ τοῦ θυμιᾶν γυναῖκας Τὴν ἐπιστολὴν τῆς ὑμῶν ἱεροπρεποῦς ὁσιότητος ἐδεξάμεθα, τὴν καρτερίαν σου καὶ ὑπομονὴν καὶ ὑπὲρ τῆς ἐκκλησίας ἔνστασιν καὶ διδασκαλίαν καὶ ἐπαινοῦντες καὶ μακαρίζοντες, τὸν μακάριον ἐμοὶ καὶ πάσῃ τῇ ἐκκλησίᾳ μητροπολίτην ἐν σοὶ καθορῶντες ἀνανεούμενον.

Περὶ δὲ τῆς ὑποθέσεως ἧς τὸ γραφόμενον ἠξίωσας· ὁ μὲν τῆς ἀκριβείας καὶ εὐλαβείας νόμος ἐπαινεῖ τὰς γυναῖκας ὅσαι μὴ τὸ ἄβατον τοῦ θυσιαστηρίου βατὸν ἀπεργάζονται, ἡ δὲ τῆς οἰκονομίας καὶ τοῦ καιροῦ πρόνοια οὐ ψέγει τὰς τὴν εὐλάβειαν μὲν καὶ τὴν ἀκρίβειαν τιμώσας, συνεφαρμοζομένας δὲ τῇ ἀναγκαίᾳ χρείᾳ καὶ τὸ ἀνίατον ἄλλως διὰ τῆς οἰκονομίας θεραπευούσας. οὐκοῦν καὶ ἡ μακαρία γραῦς ἡ κατὰ Φοίβην καὶ Τρύφαιναν Τρυφῶσάν τε καὶ Περσίδα καὶ Λυδίαν τὴν ἀπὸ Θυατείρων πορφυρόπωλιν καὶ τῶν ἄλλων ἱερῶν γυναικῶν ὧν ὁ θεῖος Παῦλος ἱερῶς ἀπεμνημόνευσεν, ἀκώλυτον ἔχει τὴν εἴσοδον τοῦ θυσιαστηρίου, πράττειν ὅσα γυναιξὶν ἱεροπρεπεστάταις οὐ κεκώλυται. τὰ δ’ ἄλλα ἐρρῶσθαί σου τὴν ἱερὰν ἐπευχόμεθα τελειότητα.

Περὶ φυτοῦ τοῦ λεγομένου κιβωτίου Τὸ μὲν φυτόν, ἱερώτατον τέκνον καὶ ἀδελφέ, κιβώτιον ἢ κιβώριον τοῖς περὶ ταῦτα φιλοσοφήσασι καλεῖται· ὁ δὲ τούτου καρπός, οὐκ ἐν πάσαις χώραις γινόμενος, Αἰγύπτιος ὀνομάζεται κύαμος· τοῦτον δὲ Ποντικὸν ἕτεροι κύαμον καλοῦσιν, πρὸς πάντα μὲν χρησιμεύοντα, μάλιστα δὲ ὀδόντων συντηρήσεως καὶ ὑγείας ἄριστον φάρμακον τῇ πείρᾳ κριθέντα. ἡ δὲ ῥίζα, ἣν καὶ ἡ σὴ ἀπέστειλεν ἡμῖν ὁσιότης, κολοκάσιον παρ’ αὐτοῖς ἔσχε τὴν κλῆσιν. ἄμεινον οὖν τῆς τοιαύτης τοὺς ἀνθρώπους ἀπέχεσθαι βρώσεως, σιτοδείας μάλιστα μὴ βιαζομένης· γλίσχρα τε γὰρ καὶ κακόχυμος καὶ δύσπεπτος, καὶ τυπικῷ φάναι τῷ λόγῳ, τῶν ῥιζῶν αἳ τοὺς καλάμους φύουσιν οὐ πολὺ βελτίονα τροφὴν τῷ ἀνθρωπίνῳ σώματι παρεχομένη. ὠμὴ μὲν οὖν εἰ βρώσιμος οὐκ ἄν τις ἀμφισβητήσειεν, ὥσπερ οὐδὲ περὶ τῶν ῥιζῶν αἳ φύουσι τοὺς καλάμους· ἑφθὴ δ’ ἂν βρωθείη, ἢ πεπέρεως καὶ γάρου καὶ ἐλαίου ἐμβαλλομένου, δι’ ὧν τὸ γλίσχρον καὶ κολλῶδες τὸν δυνατὸν ἂν ἀποσκευασθείη τρόπον, ἢ καὶ ταγήνῳ μετὰ τὴν ἕψησιν καὶ τὴν εἰρημένην ἄρτυσιν τῶν ἑφθῶν ῥιζῶν παραδιδομένων. καὶ τούτοις δὲ σπανιάκις χρηστέον· ἐπεί τοί γε ὁ κολλώδης λεγόμενος καὶ ὑαλώδης καὶ ὠμὸς χυμὸς οὐκ ἂν ἐπιτηδειοτέραν ὕλην ἄλλην εἰς γένεσιν εὑρήσει.

τοῖς δὲ σκαπανεῦσι καὶ τὰ βάρη φέρειν ἄλλως κεκτημένοις βίον τάχα ἂν καὶ τροφῆς λόγον ἡ τοιαύτη βρῶσις ἀποπληρώσει, τὸ δυσδιαφόρητον αὐτῆς καὶ δύσπεπτον τῶν καθ’ ὑπερβολὴν κόπων καὶ τῆς ἄλλης ἐνδείας διαπραΰνειν τε καὶ διαφορεῖν δυναμένων.

Περὶ τῆς ἐνσάρκου οἰκονομίας Ἀριθμοῦμεν μετὰ τὴν ἕνωσιν τὰ ἐξ ὧν ὁ Χριστός, οὐ μερίζοντες τὰς φύσεις, ἀλλὰ μόνης τῆς αὐτῶν σῳζομένης διαφορᾶς ποιούμενοι τὴν δήλωσιν. σύνοδον δὲ καθ’ ἕνωσιν φυσικὴν εἴτ’ οὖν ἀληθῆ τε καὶ πραγματικὴν ὁμολογοῦμεν κατὰ τὸν ἅγιον Κύριλλον· καὶ θεοτόκον κυρίως καὶ κατὰ ἀλήθειαν τὴν ἁγίαν παρθένον πρεσβεύομεν, οὐχ ἁπλῶς, ἀλλ’ ὡς αὐτὸν τὸν πρὸ πάντων τῶν αἰώνων ἀφράστως ἐκ τοῦ θεοῦ καὶ πατρὸς γεννηθέντα θεὸν λόγον συλλαβοῦσαν ἀληθῶς καὶ ἀρρήτως ἐξ αὐτῆς σαρκωθέντα γεννήσασαν. καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη λέγομεν ὡς ἑνὸς ὄντος δηλαδὴ τοῦ Χριστοῦ τοῦ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα ἐνεργοῦντος· τὰ μὲν θεῖα σαρκικῶς, ὅτι διὰ σαρκός, φυσικῆς ἐνεργείας οὐκ ἀμοιρούσης, τὴν τῶν θαυμάτων προὐβάλλετο δύναμιν, τὰ δὲ ἀνθρώπινα θεϊκῶς, ὅτι δίχα βίας φυσικῆς κατ’ ἐξουσίαν τὴν τῶν ἀνθρωπίνων παθῶν θέλων κατεδέχετο πεῖραν.

Περὶ τῆς ἐνσάρκου οἰκονομίας καὶ ἕτερα Καὶ ἀρτίως εὐπορήσαντες, θεοφιλέστατον τέκνον, μόλις ἐπιστοληφόρου, καὶ τῶν χειραγρικῶν ὀδυνῶν μικρὸν ἀπολυθέντες, τὴν ὑμῶν αἴτησιν ὡς χρέος ἀποτιννύομεν. ἀλλὰ γὰρ <οἰκονομία> λέγεται καὶ ἡ ἐπὶ κέρδει μείζονι πρὸς χρόνον τινὰ ὑποστολὴ τῶν νόμων καὶ οἷον σχολή· καὶ ἄλλοι δὲ οἰκονομίας τρόποι ἐκ τῆς προτέρας προκύπτουσι. συμπίπτει τοιγαροῦν ἡ φαντασία τοῦ μάχεσθαι παρὰ τὴν τῆς οἰκονομίας μέθοδον καὶ τὸν τῆς ἀκριβείας λόγον καὶ πάλιν παρὰ τὴν οἰκονομίαν καὶ τὸ τῆς θείας ἀξίωμα φύσεως. καὶ πολλοὶ τὴν ἐν τούτοις διάκρισιν ἢ μὴ δυνηθέντες ἢ μὴ θελήσαντες συνιδεῖν εἰς τὸ ἄτοπον ὑπηνέχθησαν, οἱ μὲν τὴν θνητὴν εἰς τὴν θείαν φύσιν ἀναλύοντες, οἱ δὲ τὴν δεσπόζουσαν εἰς τὴν κτιστὴν καὶ δούλην καθέλκοντες. πάλιν ὁ σωτὴρ ἠγωνία καὶ παρῃτεῖτο τὸν θάνατον, ὁ ἐξουσίαν ἔχων θεῖναι τὴν ψυχὴν αὐτοῦ καὶ πάλιν λαβεῖν αὐτήν· καὶ εἴ τις μὴ διαστείλας τὰ μὲν τῇ οἰκονομίᾳ δοίη, τὰ δὲ τῇ ἐξουσίᾳ τῇ θεϊκῇ, ἑαυτὸν τοῖς ἐναντίοις περιτρέψειεν.

οἰκονομία δὲ νῦν ἑτέρα παρὰ τὰς εἰρημένας εἴληπται, ἥτις ἤρτηται μὲν καὶ βλαστάνει τῆς ἐνανθρωπίσεως, οὐ μὴν εἰς ταὐτὸν ἐκείνῃ συμφύεται· ἠγωνία γὰρ καὶ παρῃτεῖτο τὸν θάνατον ὁ σωτὴρ οὐχ ὡς ἄνθρωπος, ἐπεὶ καὶ πολλοῖς μαρτύρων καὶ ἀσκητῶν ἑκούσιος ὁρμὴ καὶ χαρὰ πρὸς τὸν θάνατον (Παῦλος ὁ θεσπέσιος βοᾷ), ἀλλ’ οἰκονομεῖ νῦν τὴν ἀγωνίαν καὶ τὴν τοῦ θανάτου παραίτησιν ἐπὶ βεβαιώσει τῆς ἐνανθρωπίσεως, καὶ φαντασίας πάσης ἀπηλλαγμένην δεικνύων τὴν σάρκωσιν. οὕτω μὲν οὐχ ὑφίσταται τὸ ἄπορον, τῆς ἐξουσίας τῆς θεϊκῆς πρὸς τὴν οἰκονομίαν ὅσα οἰκεῖα διακληρουμένης.

Ἕτερα πάλιν ἐξίσταται τῆς ζητήσεως καὶ τὸ ἄπορον ἀποτίθεται παρὰ τὴν ἀνάγκην καὶ τὴν ἄδειαν· κατὰ τοῦτο Δαυὶδ ἀφίεται νόμων παραβάσεως τοὺς ἄρτους φαγὼν τῆς προθέσεως. καὶ ἄλλα πολλὰ τῶν ἀπορουμένων διὰ τῆς αὐτῆς μεθόδου δέχεται τὴν ἐπίλυσιν.

Καὶ παρὰ τὸ σχῆμα δὲ τῆς ἀναγνώσεως πολλὰ τοιαῦτα ὁρᾶται συμπίπτοντα· ‘ἐγὼ’ γάρ φησιν ‘ἐξελεξάμην ὑμᾶς’ καὶ ‘οὐκ ἐγὼ ἐξελεξάμην ὑμᾶς;’ ‘ἐὰν ἐγὼ περὶ ἐμοῦ μαρτυρῶ, ἡ μαρτυρία μου ἀληθής ἐστιν’ καὶ ‘ἐὰν ἐγὼ περὶ ἐμοῦ μαρτυρῶ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής;’ εἰ γάρ τις τὰς ἀποφάσεις ἐν ὁμοίῳ σχήματι τῶν καταφάσεων διεξίοι, μαχόμενον ὡς ἀληθῶς εἰσάξει τὸ νόημα· εἰ δὲ τὰς μὲν ἀποφαινομένου δοίη ἀναγνώσει, τὰς δὲ διὰ τοῦ ἐν ὑποκρίσει καὶ οἷον τοῦ ἐρωτηματικοῦ τύπου προενέγκοι καὶ σχήματος, οὐ μόνον πᾶσαν ὑπόληψιν ἐναντιώσεως διαλύσει, ἀλλὰ καὶ τὴν ὅτι μάλιστα τῶν ῥητῶν ἀνακαλύψει συμφωνίαν· τὰ γὰρ εἰς τοιοῦτον σχηματιζόμενα τύπον ἀπὸ τῆς τῶν πραγμάτων ἐνεργείας καὶ τῆς ἐν αὐτοῖς πεποιθήσεως σχηματίζεται. ὑπαχθείη δ’ ἂν τῷ λόγῳ καὶ ἡ ‘μείζων Ἰωάννου οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν’ μαρτυρία· καὶ ‘ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν;’ *** προενεχθὲν βεβαίωσις, οὐκ ἀναίρεσις τῆς προτεταγμένης εὑρίσκεται μαρτυρίας. ἀλλὰ τοῦτο μὲν καὶ ἐν ἄλλοις ἰδίας ἔτυχεν ἐργασίας. τοιοῦτον δὲ καὶ τὸ ‘καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε;’ οἷς ἐπιφέρεται τὸ ‘ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν’· οὐ γὰρ ἄλλως ἐλευθεροῦται τῆς φαντασίας τοῦ μάχεσθαι ἡ τῶν ῥημάτων συνέπεια, εἰ μὴ τὸ ‘καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε’ ἐρωτηματικὴν ἐπιτίμησιν ἔχουσα ἡ ἀνάγνωσις ὑποβάλοι.

Τῷ αὐτῷ κεφάλαια τῆς γραφῆς ηʹ Σύντομόν σοι καὶ τῶνδε τῶν ἀποριῶν τὴν λύσιν ζητοῦντι, φιλόθεον τέκνον καὶ ἀδελφέ, θεοφιλῶς ἀποδίδωμι. αʹ. Ἱδροῖ ὁ Χριστός, τοὺς τῆς ἀρᾶς ἱδρῶτας τοῦ Ἀδὰμ ὁ νέος Ἀδὰμ τοῖς ἑαυτοῦ ἱδρῶσιν ἀφαιρῶν τε καὶ τὸ ἐπιτίμιον ἐκλυόμενος.

βʹ. Τί ἐστι παραβολή; παραβολὴ μέν ἐστιν ὁ τὸ τάλαντον κατακρύψας, ὥσπερ καὶ ὁ ἐργασάμενος· ἁρμόσειε δ’ ἂν προσώπῳ τῷ τῶν Ἰουδαίων, οἳ λαβόντες τὸν νόμον καὶ τοὺς προφήτας εἰς τὸ προσκομίσαι πρὸς τὸ εὐαγγέλιον καὶ πολυπλασιάσαι τὴν εὐσέβειαν ἑαυτούς τε καὶ τὰ λοιπὰ ἔθνη προσκομίσαι σπουδῇ τῷ Χριστῷ, οὐ μόνον εἰς ἐκείνους οὐδὲν ἐπεδείξαντο, ἀλλὰ καὶ ἑαυτοῖς τὴν εἰς Χριστὸν πίστιν ἀπετείχισαν, κατακρύψαντες ἀγνωμοσύνης βάθει τὸ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν δεδομένον αὐτοῖς τάλαντον.

γʹ. Ἡ δὲ κιβωτὸς ὅτι εἰκόνα καὶ τύπον τῆς παρθένου φέρει, πάντες βοῶσιν· χρυσίῳ δὲ τὰ ξύλα ὑπηλείφετο ἔνδον καὶ ἔξω, αἰνιττομένου τοῦ λόγου ὡς ἐκ σαρκὸς μὲν καὶ ὀστῶν ὥσπερ ἕκαστος ἡμῶν καὶ ἡ παρθένος συνειστήκει, τῷ δὲ κάλλει καὶ τῇ λαμπρότητι τῶν ἀρετῶν ἔσωθεν ἔξω διαλάμπουσά τε καὶ διαυγαζομένη ἀπέκρυπτε τῆς ἡμετέρας φύσεως τὸ στυγνόν τε καὶ τῇ ἁμαρτίᾳ κατεξηραμμένον.

δʹ. Διὰ τί τὰ χερουβὶμ τυποῦται τῷ προφήτῃ μορφαῖς ἀλόγων διαγεγραμμένα; δεικνύντος τοῦ θεοῦ ὅτιπερ ‘εἰ ταῦτα πάροδον εὑρίσκει συμπαθείᾳ τῇ ἐμῇ πρὸς ταύτην τὴν λῆξιν ἀναχθῆναι’ (αἰνίσσεται δὲ τὰ ἄλογα ταῦτα τὰ τῶν εἰδωλολατρῶν πλήθη τὴν εὐσέβειαν μεταμαθόντα), ‘τίνα ὁ Ἰσραὴλ ἀπολογίαν σχήσει, ᾧ καὶ ὁ νόμος δέδοται καὶ οἱ προφῆται, μὴ ταύτην καταλαβεῖν σπουδάζοντες διὰ τῆς εὐσεβείας τὴν πρᾶξιν;’

εʹ. Τὸ ‘ἐν τούτῳ καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ’ καὶ ἑξῆς ἔχει μὲν ἴσως καὶ ἄλλην τινὰ θεωρίαν, προστίθεμεν δὲ ἡμεῖς καὶ ταύτην, ὡς πατρὸς μὲν καὶ μητρὸς ἐπέχει λόγον ὁ θεὸς ὡς πλάστης καὶ δημιουργὸς καὶ τῆς διαμονῆς προνοητής, κατέλιπεν δὲ ὁ Ἀδὰμ τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ τοῖς ἐπικλόποις λόγοις πεισθεὶς τῆς γυναικὸς ὅλος σὺν αὐτῇ γέγονεν εἰς σάρκα μίαν, τὰ σαρκικὰ καὶ ἑλόμενος καὶ προτιμήσας τῶν πνευματικῶν· σαρκικοῦ γάρ ἐστιν ὡς ἀληθῶς φρόνημα καὶ τῆς τοῦ πονηροῦ κατασπορᾶς τό τε νομίζειν ἑαυτὸν εἰς τὴν τοῦ θεοῦ φύσιν μεταβαλεῖν, καὶ ὅτι βασκαίνει θεός, καὶ τὸ προτιμᾶν ἀντὶ τοῦ πλάστου τὴν συμβουλὴν τοῦ ἐχθροῦ. ϛʹ. ‘Πρωτότοκος’ δὲ εἴρηται ὁ Χριστός, ἐπειδὴ πρωτότοκος μὲν καὶ πρωτόκτιστος τῆς ἀνθρωπίνης φύσεως ὁ Ἀδάμ, γέγονε δὲ δεύτερος Ἀδὰμ ὁ Χριστός, εἰκότως τὴν κλῆσιν λαβὼν καὶ τὰ τῇ κτίσει ἐπακολουθοῦντα οὐ παρῃτήσατο.

ζʹ. Πολυόμματα δὲ λέγονται τὰ χερουβίμ, οὐχ ὅτι ὄμματα πολλὰ διαγέγλυπται περὶ αὐτούς, ἀλλ’ ὅτι οὐ περὶ ἕν τι μόριον οὐδὲ περὶ μέρος ἔχουσι τὸ ὀπτικὸν καὶ διορατικόν, ἀλλ’ ὅτι ὅλοι δι’ ὅλου ἐπεστραμμένοι πρὸς τὸ πρῶτόν εἰσιν ὀρεκτόν, πανταχόθεν ἐνατενίζοντές τε εἰς αὐτὸ καὶ μάλιστα πρὸς ὑπηρεσίαν στελλόμενοι, διὰ τῆς πανταχόθεν αὐτῶν ἐποπτικῆς καὶ διορατικῆς δυνάμεως οὐδὲν ἀνεξέταστον οὐδ’ ἀκατάληπτον αὐτοῖς ὑπολείπουσιν.

ηʹ. Διὰ τί ὁ Ἠλίας διὰ πυρίνων ἵππων ἀναλαμβάνεται; ὁ μὲν Ἠλίας διὰ πυρίνων ἵππων ἀναλαμβάνεται, ἀγγελικῆς δηλονότι δυνάμεως τοὺς τύπους ὑποδυομένης, δεικνύντος τοῦ λόγου ὡς οὐ πέρα τοῦ οὐρανοῦ τὴν μετάρσιον ἄνοδον ὁ προφήτης ἀναβήσεται, ἀλλ’ ἐκεῖσε φθάσας τῆς ὑπερφυοῦς ἀνόδου στήσεται· τό τε γὰρ πῦρ τὸν οὐρανὸν ὑπερανελθεῖν οὐχ οἷόν τέ ἐστιν καὶ τὸ βάρος τῶν ἵππων (τοῦτο γὰρ ἂν συμβάλειεν τὸ σχῆμα τῶν ζῴων) οὐκ ἂν ὑπεραναδραμεῖν τὸν οὐράνιον πόλον διὰ τῆς εἰκόνος τὸν ἐπιβάτην παρίστησι. ὁ δὲ Χριστὸς καὶ κοινὸς δεσπότης καὶ θεὸς ἡμῶν ἀγγέλοις δορυφορούμενος ἀναλαμβάνεται τὴν οὐράνιον καὶ ὑπὲρ πάντα νοῦν καὶ κατάληψιν ἄνοδον, τῆς ἀγγελικῆς ὄψεως παραδηλούσης ὅτι ἔδει μεταξὺ τῆς τοῦ δεσπότου καὶ δούλου ἀναλήψεως πολλὴν καὶ μεγάλην τὴν διαφορὰν ὥσπερ ἐννοεῖσθαι, οὕτω δὴ καὶ καθορᾶσθαι.

Περὶ ἰατρικῶν ζητημάτων Ὧνπερ, φιλοσόφων ἱερώτατε, λύσιν κεφαλαίων ἐζήτησας ἰατρικῶν, σύντομόν σοι τὴν σαφήνειαν παρέξομαι. Μήνιγγες περὶ τὸν ἐγκέφαλόν εἰσιν βʹ, ἥ τε λεπτὴ καὶ ἡ παχεῖα λεγομένη, ἣ καὶ σκληροτέρα τῆς λεπτῆς ἐστιν, ὅσον ἡ λεπτὴ τοῦ ἐγκεφάλου. δύο δὲ ἐμπρόσθιοι κοιλίαι τοῦ ἐγκεφάλου, τὴν εἰσπνοήν τε καὶ τὴν ἐκπνοὴν καὶ τὴν ἐκφύσησιν ἐργαζόμεναι τοῦ ἐγκεφάλου, αἳ καὶ προπαρασκευάζουσι καὶ προκατεργάζονται τὸ ψυχικὸν πνεῦμα· καὶ πρὸς τοῖς κάτω μέρεσιν αὐτῶν τοῖς πρὸς τὰς ῥῖνας ἅμα μὲν ὀσφρητικόν ἐστιν ὄργανον, ἅμα δὲ οἷον ὀχετὸς τῆς περιττωμάτων ἐκροῆς ἐπιτήδειος. διττὸν δὲ γένος ἐστὶν τῶν ἐν τῇ κεφαλῇ περιττωμάτων, τὰ μὲν γὰρ οἷον ἀτμώδη καὶ καπνώδη, τὰ δὲ οἷον ὑδατώδη καὶ ἰλυώδη· διὸ καὶ διττοὶ τῆς ἐκκρίσεως αὐτῶν οἱ πόροι, τῶν μὲν γὰρ ἡ κεφαλὴ κατὰ διαφόρους ἀναπνοάς (σηραγγῶδες γὰρ αὐτῆς τὸ ὀστοῦν), τῶν δὲ ἡ ὑπερῴα καὶ τὸ στόμα καὶ αἱ ῥῖνες.

Ἀρτηρίαι δὲ ἀπὸ τῆς καρδίας ἐπὶ τὴν κεφαλὴν ἀναφέρονται, ὧν βραχεῖαί τινες ἀποβλαστήσεις εἴς τε τὸν τράχηλον καὶ τὸ πρόσωπον καὶ τὰ ἐκτὸς τῆς κεφαλῆς ἀπεχώρησαν μόρια· τὸ δὲ ἄλλο πᾶν ὄρθιον διὰ τοῦ θώρακος καὶ τοῦ τραχήλου εἰς τὴν κεφαλὴν ἀναφερόμενον ὑπεδέξατο μὲν ἡ ταύτῃ μοῖρα τοῦ κρανίου καὶ διατρηθεῖσα παρέπεμψεν εἴσω τῆς κεφαλῆς· αὗται δὲ διαπλέκουσιν, εἰς λεπτὰς ἀρτηρίας διασχισθεῖσαι, καὶ τὸ πρόσω καὶ τὸ ὀπίσω καὶ τὸ ἐπ’ ἀριστερὰ καὶ δεξιά, δι’ ἀλλήλων φερόμεναι καὶ πλεκόμεναι. ἐξ ὧν πάλιν ὡς ἐκ ῥιζῶν εἰς πρέμνα συναγομένων τῶν πολλῶν καὶ λεπτῶν ἀρτηριῶν, ἐξέφυ ζεῦγος ἀρτηριῶν ἕτερον ἴσον τῷ κατ’ ἀρχὰς ἀνιόντι, καὶ οὕτω διὰ τῶν τῆς παχείας μήνιγγος τρημάτων τὸν ἐγκέφαλον καταδύεται. καὶ τὰς φλέβας ἅμα ταῖς ἀρτηρίαις ἡ φύσις διὰ τοῦ θώρακός τε καὶ παντὸς τοῦ τραχήλου ἀνήγαγεν.

Τρία δὲ καθ’ ἑκάτερον μέρος ἐξ ἀριστερῶν τε καὶ δεξιῶν ὀστᾶ τῆς ἄνω γένυός ἐστιν, οἷς συντέτακται τῇ κεφαλῇ. μέγιστον μὲν αὐτῶν ἐστιν τὸ κατὰ τὸ ζύγωμα· καὶ γὰρ τοῦ κροτάφου τι συνεπιλαμβάνει· καὶ τῆς ὀφρύος καὶ τῆς χώρας τῶν ὀφθαλμῶν, ἀλλὰ καὶ τὸν μικρὸν κανθὸν ὅλον ἐν ἑαυτῷ περιλαμβάνει, μέχρι τοῦ καλουμένου μήλου καθῆκον. τοῖς δὲ τρισὶ τούτοις ἓν ὀστοῦν ὑποτέτακται ἀξιόλογον τῷ μεγέθει· καὶ γὰρ καὶ τὸ μῆλον ὀνομαζόμενον τούτου μόριόν ἐστιν καὶ τὰ τῶν ὀδόντων ἁπάντων φατνία πλὴν τῶν τομέων.

Μύες δὲ δʹ εἰσιν κατὰ τὰ χείλη, οἱ μὲν ἀνασπῶντες, οἱ δὲ κατασπῶντες τά τε ἄνω καὶ κάτω ὁμοίως· καὶ τὰ τῆς ῥινὸς δὲ πτερύγια μύες κινοῦσιν· ἀλλὰ καὶ ἶνες ὑπόκεινται τῷ δέρματι, ὥσπερ καὶ τοῖς κατὰ τὰ χείλη. τέσσαρες δὲ συζυγίαι μυῶν τὴν κάτω γένυν κινοῦσιν, ἀνατείνοντες μὲν οἱ κροταφῖται καλούμενοι καὶ οἱ ἔνδον τοῦ στόματος, εἰς δὲ τὰ πλάγια παράγοντες οἱ κατὰ τὰς γνάθους, οὓς μασητῆρας ὀνομάζουσι, κατασπῶντες δὲ οἱ λοιποὶ βʹ.

Ἀλλὰ καὶ περὶ ὀμμάτων. κοινὰ μὲν οὖν ὀμμάτων καὶ ἁπλῶς εἰπεῖν καὶ τοῦ ἄλλου σώματος, ψῦξις ἐκ τοῦ ἀέρος, ἔγκαυσις· βλεφάρων δὲ καὶ τοῦ ἄλλου σώματος μελικηρίδες, ἀθερώματα, καρκίνοι, ἄνθρακες, ἀνευρύσματα, κιρσοί, γαγγλία, ἑλκώσεις, ἴονθοι, συκώσεις, τύλοι, ταῦτα γὰρ περί τε τὰ βλέφαρα καθορᾶται γινόμενα καὶ περὶ τὸ ἄλλο σῶμα τοῦ ἀνθρώπου. τὰ δὲ μόνως· τούτων δὲ τὰ μὲν ἔξωθεν, ὡς ἔνιά τε τῶν εἰρημένων καὶ ψάμμου ἢ ζωϋφίου ἢ ἀχύρου ἢ ἀσβέστου ἔμπτωσις ἢ καπνὸς ἢ κονιορτὸς ἢ πληγὴ ἢ ἀπὸ πυρὸς ἕλκη ἢ σκολόπια ἐμπηγνύμενα (ἀπὸ δὲ πληγῆς συμβαίνει καὶ νύγματα καὶ ὑποσφάγματα καὶ τραύματα, ἐξ ἧς καί τις πρόπτωσις καί τινα τοιαῦτα)· τὰ δὲ οἴκοθεν φυόμενα, τὰ μὲν δι’ ὅλου τοῦ ὀφθαλμοῦ σὺν τοῖς βλεφάροις, ξηροφθαλμίαι καὶ σκληροφθαλμίαι, φλύκταιναι καὶ ὁ ἐκπιεσμὸς καί τινα τοιαῦτα, τὰ δὲ περὶ αὐτὸν τὸν βολβὸν μόνον καὶ τὰ περὶ τὸν βολβόν· τὰ μὲν περὶ ὅλον αὐτόν, ὡς ἀτονίαι, νυκτάλωπες καὶ οἱ μηδ’ ὅλως ὁρῶντες ἐν νυκτί, ἀλλὰ καὶ ἡ ἀτροφία καὶ ἡ μυωπία καὶ ὁ στραβισμὸς καὶ ὁ πιεσμὸς καὶ ἡ παράλυσις, ἣ κοινόν ἐστι βλεφάρων, ὡς καὶ ἄλλων τοῦ σώματος μερῶν· τὰ δὲ περί τι μέρος αὐτοῦ.

Γίνεται δὲ τὸ ὑδροκέφαλον πάθος τετραχῶς· αʹ, μεταξὺ τοῦ δέρματος καὶ τοῦ περικρανίου ὑμένος· βʹ, μεταξὺ τοῦ περικρανίου ὑμένος καὶ τοῦ ὀστοῦ· γʹ, μεταξὺ τοῦ ὀστοῦ καὶ τοῦ περιέχοντος τὸν ἐγκέφαλον ὑμένος· δʹ, μεταξὺ τοῦ περιέχοντος τὸν ἐγκέφαλον ὑμένος καὶ αὐτοῦ τοῦ ἐγκεφάλου. καὶ ἄλλως γίνεται ὑδροκέφαλος ἐκ τοῦ περὶ τὴν κεφαλὴν κατὰ φύσιν ὑγροῦ, παρὰ φύσιν ἐκθλιβέντος τοῦ ἀναμεμιγμένου τῷ αἵματι ἐκ τῶν περὶ {κατὰ} τὴν κεφαλὴν κατὰ φύσιν σαρκίων καὶ ἀλλότριον καταλαβόντος τόπον. ἔστι δὲ τὸ ὑδροκέφαλον πάθος ὄγκος περὶ τὴν κεφαλὴν ἐξ ὑγροῦ τοῦ ἀναμεμιγμένου τῷ αἵματι ἀποθλιβέντος ἐκ τῶν ἐν αὐτῇ σαρκίων καὶ ἀλλότριον καταλαβόντος τόπον.

Διαφοραὶ δὲ γενικῶν σφυγμῶν ιʹ. σφυγμὸς δέ ἐστιν κίνησις τοῦ ἀπὸ καρδίας ζωτικοῦ πνεύματος διὰ τῶν ἀρτηριῶν εἰς ὅλον τὸ σῶμα κατασπειρομένου. τίς δὲ χρεία σφυγμοῦ; τὸ μὲν λιγνυῶδες περίττωμα διὰ τῆς ἐκπνοῆς ἀποπεμπομένη τῆς καρδίας, διὰ δὲ τῆς εἰσπνοῆς καταψύχουσα τὸ ἐν τῇ καρδίᾳ θερμόν. καὶ διαφοραὶ δὲ ἐκ τῶν γενικῶν τούτων συνίστανται, κατὰ μίαν συζυγίαν συμπλεκομένων ἀλλήλοις, ἄλλαι δὲ κατὰ γʹ καὶ δʹ καὶ εʹ ἕως εἰκοστῆς ὀγδόης.

Ταῦτά σοι ἐκ πολλῶν ὀλίγα, καὶ τότε τοῦ γράφοντος μὴ εὐποροῦντες, ὅση δύναμις διὰ βαρβάρου καλάμου σχεδιάσαντες ἀπεστείλαμεν.

Περὶ Ῥωμαϊκῶν ἀξιωμάτων Σύντομόν σοι καὶ τῆς παρούσης γραφῆς τὴν ὑπόθεσιν φιλολόγῳ ὄντι ποιήσομαι· γράφοντος γὰρ ὑστερήσαντες, ὅσον ὁ παρών, καὶ τότε βαρβαρίζων, ὑπούργησεν (αἱ γὰρ ἡμέτεραι χεῖρες δεσπότην ἔχουσι τὸ νόσημα) ἐκδόντες ὅση δύναμις ἀπεστείλαμεν.

Πρῶτον πάντων τῶν ἀξιωμάτων ἵππαρχος ἐπενοήθη, καὶ διέμεινεν μέχρις Αὐγούστου, οὗτος δὲ τὴν κλῆσιν εἰς τὸν ἔπαρχον ἤμειψεν· ὁ δὲ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς τὸν ἔπαρχον εἰς τὸ τοῦ μαγίστρου ἀξίωμα μετήνεγκεν· ὁ δὲ ἔπαρχος καὶ ὕπαρχος ὠνομάζετο.

Δώδεκα δὲ πελέκεις προηγοῦντο Ῥωμύλου, σύμβολον τῶν ὀφθέντων αὐτῷ ιβʹ γυπῶν· καὶ δοράτια δὲ προσετέθησαν Πρίσκου Ταρκυνίου Θούσκους καὶ Σαβίνους καταπολεμήσαντος· ἐωροῦντο δὲ αὐτῶν ἀντὶ ξιφῶν λοφίαι, ἃς οἱ Ῥωμαῖοι ἰούβας, οἱ δὲ βάρβαροι τούφας ἢ τώγας καλοῦσι.

Βένετον δὲ οἱ Ῥωμαῖοι καλοῦσι τὸ παρ’ ἡμῖν λεγόμενον καλάινον· καὶ Βενετία δὲ ἡ χώρα ἀπὸ τῆς βενέτου στολῆς ὠνομάσθη. Οἱ δὲ παλαιοὶ τοὺς τελευτῶντας ἔκαιον, οἷον συναποθεοῦντες τὰ σώματα τῇ ψυχῇ· αἱ δὲ λεγόμεναι χοαὶ γάλα καὶ αἷμα καὶ οἶνος καὶ σεμίδαλις καὶ κόγχος ἦσαν καὶ ἕτερά τινα. χοὰς δὲ αὐτὰς ὠνόμαζον ἐκ τοῦ ἐπεκχεῖσθαι τοῖς τάφοις.

Καὶ τὸν Μάρτιον μῆνα Ἄρεως εἶναι· καὶ γὰρ καὶ τὴν ἐπωνυμίαν ἔλεγον ἐκεῖθεν· μάρτευν γὰρ ὁ Ἄρης ἤτοι ὁ θάνατος. τὸν δὲ Ἄρην καὶ Κυρῖνον ἔλεγον τῇ Σαβίνων γλώττῃ. καὶ ἡ ἑορτὴ ἡ λεγομένη τὸ ἀρμιλούστριον καθαρμὸν ὅπλων σημαίνει. κύαμον δὲ ἤσθιον κατὰ τὴν νεομηνίαν τοῦ Μαρτίου μηνὸς καὶ τὰς ὄψεις ἀλλήλων τῷ κυαμίνῳ ἔχριον χρίσματι, ὅτι ἐκ τοῦ Ἄρεως, φασίν, ὁ κύαμος, ἅτε δὴ κύων αἷμα.

Μάγκηπας δὲ ἐκάλουν τοὺς τεχνίτας τοῦ δημώδους ἄρτου· καμίσιον δὲ ἐξ Ἑλληνικῆς αἰτίας οἱ Ῥωμαῖοι τὸν ἐπὶ καμάτῳ χιτῶνα ἐκάλουν, ὥσπερ ἀρμηλαύσιον τὸν ἐπάνω τῶν ὅπλων. Μάμουρον δὲ ἐκάλουν τὸν τεχνίτην τῆς ὁπλοποιίας, ἡγεῖτο δὲ οὗτος ἐν τῇ ἑορτῇ τοῦ Διὸς τῆς τελετῆς δορὰς αἰγείας περιβεβλημένος. Λιβεράλια δὲ τὰ Διονυσιακὰ θέατρα ἐκάλουν· Λίβερ γὰρ παρ’ αὐτοῖς ὁ Διόνυσος.

Καὶ σκοῦτον δὲ καὶ κλιπαῖον καὶ ἀσπὶς καὶ θυρεὸς καὶ πάλμα καὶ πέλτη καὶ ἀγκίλια τρόπον τινὰ τὰ αὐτά ἐστιν. ἀρβύλας δὲ οἱ Ῥωμαῖοι τὰς κρηπῖδας καλοῦσι. σέργους δὲ τοὺς δούλους ἐκάλουν, τοὺς δὲ μὴ δορυκτήτους, δουλεύοντας δ’ ὅλως, φαμούλλους ἐκάλουν. σκουβίτωρες δὲ οἱ τοῦ παλατίου φύλακες, οὓς Λέων ὁ βασιλεὺς πρῶτος ὠνόμασεν. καὶ ὅτι τὰς προγραφὰς τῶν ἀξιωμάτων τίτους ἐκάλουν ἀπὸ Τίτου, τιτούλους ὑποκοριστικῶς καὶ τίτλους. καὶ κανδιδάτους δὲ τοὺς λευχείμονας Ῥωμαῖοι καλοῦσιν. καὶ ἀλούπαν δὲ τὸ ἀπὸ στυπτηρίας δέρμα λέγουσι· ἀλοῦμαι γὰρ παρ’ αὐτοῖς ἡ στυπτηρία· τὸ δὲ ἐπὶ τῆς δεξιᾶς ἐκμαγεῖον ἀπὸ λίνου λευκοῦ μάππαν καλοῦσι καὶ φακιόλιν, διότι φακίη παρ’ αὐτοῖς ἡ ὄψις. πρῶτος δὲ ὑπάτων ὁ Βροῦτος. καὶ ὁ ἐπιτάφιος δὲ καὶ τὸ ἐγκώμιον παρὰ Ῥωμαίοις νηνία καλεῖται ἀπὸ τῆς ἐν τῇ κιθάρᾳ χορδῆς τῆς νήτης. καὶ δικτάτωρ ὁ βασιλεύς, σημαίνει δὲ τὸν κατὰ καιρὸν ἄρχοντα. τὸ δὲ ὑπὲρ ἵππου δαπάνης διδόμενον τοῖς στρατιώταις κάπιτα ἔλεγον, ἐκ τῶν ἀπὸ ῥάβδων κοφίνων, ἀπὸ τοῦ κάπερε, οἷον τὸ χωρεῖν ὀνομάζεται, ἐξ οὗ καὶ τὰ καπιτώλια.

Καὶ τριβοῦνοι ἐλέγοντο οἱ τοὺς μανιάκας φοροῦντες· ὀρδινάριοι δὲ οἱ ψελιοφόροι· σιγνοφόροι δὲ οἱ ὁπλοφόροι· καὶ ὀπτίονες δὲ οἱ λειτουργοί· κουσπάτορες δὲ οἱ φυλακισταί, κούσπους γὰρ τοὺς ποδοκάκας ἐκάλουν. καὶ τοξόται μὲν οἱ τῶν πεζῶν σαλπιγκταί, οἱ δὲ τῶν ἱππέων οἱ πραιτωριανοί· βενεφικιάλιοι δὲ οἱ χωρομέτραι ἐκαλοῦντο· καὶ διποτάτοι οἱ ἀφωρισμένοι· καὶ καταπελτισταὶ οἱ χρώμενοι τούτοις (ἔστι δὲ καταπέλτης εἶδος ἑλεπόλεως, ὃ καλεῖ τὸ πλῆθος ὄναγρον)· πριμοσκουτάριοι δὲ οἱ ὑπερασπισταί, οἱ νῦν καλούμενοι πρωτίκτορες· καὶ κλιβανάριοι δὲ οἱ ὁλοσίδηροι· φλαβούριοι δὲ οἱ ἐπὶ τῆς ἄκρας τοῦ δόρατος ῥάκη φοινικᾶ ἐξηρτημένα φέροντες.

Καὶ μάτριγξ παρ’ αὐτοῖς ἡ γραφή· καὶ κούρσορες οἱ ταχυδρόμοι· καὶ κομπλατίων δὲ ἡ πλήρωσις τῆς λειτουργίας. καὶ κωδήκελλος δὲ ἡ δέλτος· καὶ σήκρητον τὸ τῆς Δίκης ἱερόν, οἷον τὸ ἀτάραχον καὶ τῆς σιγῆς σεμνόν. ῥεκῖνον δὲ τὸ οἷον ἀντιβόλιν· καὶ βίνδικες οἱ τιμωροί· φαμόσον ἡ βλασφημία.

Καὶ ταῦτα μέν σοι εἰς ὀλίγα τῶν πολλῶν ἐκείνων ζητημάτων, γράφοντος μὴ εὐποροῦντες, ὡς ἤδη ἀρχόμενοι ὑπεμνήσαμεν τὸ σὸν φιλόθεον, ἀπεστείλαμεν. ἔρρωσο.

Περὶ ἐνθρονισμοῦ Καὶ ταύτης σοι τῆς ἀπορίας, φιλόθεον τέκνον καὶ ἀδελφέ, φιλοσοφοῦντι μάλιστα περὶ τὰ καλὰ σύντομον ποιήσομαι τὴν ἐπίλυσιν. νεκρῶν σωμάτων τῶν πολλῶν καὶ μέσην τάξιν πληρούντων δεῖ καθαρεύειν τὸ κατασκεύασμα ὅπερ εἰς ἱερὸν ἀνάκτορον ἑτοιμάζεται, καὶ τοῦτο κοιναῖς τε ἐννοίαις ἐπερείδεται καὶ ἡ μέχρι νῦν κατιοῦσα παράδοσις ἱκανὴ διαλύειν τὴν ζήτησιν. λείψανα δὲ ἁγίων κατατιθέμεθα μέγα μέρος ὑπάρχοντα τῆς καθιερώσεως· καὶ γὰρ ταῦτά τε καὶ αἱ ἄλλαι μυστικαὶ τελεταὶ τὸν πρὶν ὄντα βέβηλον καὶ ἰδιωτικὸν οἶκον ἱερὸν ἀποτελοῦσιν ἀνάκτορον. οὐχ ὡς ἁμαρτωλῶν τοίνυν τὰ τῶν πολλῶν νεκρῶν ὑπερορίζονται σώματα, ἀλλ’ ὡς ἄδηλον, τῆς ἁγιαστικῆς εἰ μετέχουσι χάριτος· πολὺ δὲ τὸ μέσον ἁγιάζειν τε καὶ βεβηλοῦν τὰ ἀβέβηλα. τῶν μέντοι ὁσίων καὶ ἱερέων, ὧν μὲν οὐδὲν ἐξαίρετον ἐφάνη, ἐκ μόνου δὲ τοῦ σχήματος ἡ τῆς κλήσεως ὁσιότης καὶ ἡ ἱερωσύνη γνωρίζονται, ἐκβάλλονται τὰ σώματα, οὐχ ὡς ἀκάθαρτα οὐδὲ βέβηλα (ταῦτα γὰρ ἡ παλαιὰ τοῦ Ἰσραὴλ ἔχρῃζεν νομοθετεῖσθαι ἀσθένεια), ἀλλ’ ἐκβάλλονται ὡς μὴ ἐπιφανεστάτην ἔχοντα τὴν τοῦ ἁγιάζειν χάριν καὶ δύναμιν· τῶν δὲ μαρτύρων τὰ λείψανα οὐδενὶ παρασχεῖν Χριστιανῶν ἀμφιβολίαν δύνανται ὡς ἅγιά τέ ἐστι καὶ ἁγιότητος χορηγά.

Καὶ ταῦτα μὲν μόνα πάλαι νόμος ἦν ἐν ταῖς καθιερώσεσι τῶν θυσιαστηρίων κατατίθεσθαι, ὡς ἀναμφιβόλου χάριτος πηγῆς λόγους ἐπέχοντα, Κύριλλος δὲ ὁ θεσπέσιος, ᾧ τὰ τῆς Ἀλεξανδρέων ἱερὰ ἐνεκεχείριστο πηδάλια, οὗτος δὴ οὗτος πρῶτος, ὅσα γε ἐμὲ εἰδέναι, καὶ ὁσίων ἠρκέσθη λειψάνοις ἱερὸν οἶκον ἐνθρονίσαι τε καὶ καθαγιάσασθαι. καὶ γὰρ οὗτος ἀσκητοῦ τινος τῶν ἐπιδόξων ἐν ᾧ τὴν ἄσκησιν ἐπετέλει δωματίῳ τετελευτηκότος, καὶ τοῦ θανάτου τοῖς πολλοῖς ἀδήλου καθεστηκότος (καὶ γὰρ δι’ ἡμερῶν τεταγμένων αὐτῷ τινες προσωμίλουν), ἐπιστὰς καὶ εὑρὼν τὸν ἀγωνιστήν, ὅπερ οὐκ ἤλπιζεν, τεθνηκότα, τά τε ἄλλα ὡσιώσατο καὶ τὸ οἰκημάτιον, οὐδὲν ἕτερον, οὐδὲ μαρτυρικὸν λείψανον ἐπενθείς, ἱερὸν οἶκον καὶ νεὼν θεοῦ ἀνιερώσατο. ἐξ ἐκείνου τε ἄλλοι πολλοὶ κατὰ διαδοχὴν τὴν αὐτὴν πρᾶξιν ἐμιμήσαντο, καὶ μέχρις ἡμῶν διέβη, Μεθοδίου τοῦ πολυάθλου καὶ ἀρχιερέως θεοῦ τοῦ συνάθλου Νικηφόρου καὶ συναρχιερέως τῷ σώματι χρησαμένου εἰς ἁγιασμὸν καὶ κατασκευὴν ἐκκλησίας ἱερᾶς καὶ ἁμαρτημάτων ἱλαστήριον. ἔρρωσο.

Διὰ τί ἐπετίμησεν ὁ Ἰησοῦς τῷ Πέτρῳ πρὸς τὸν θάνατον δυσανασχετοῦντι; Ὅτιπερ εἰ καὶ φίλτρῳ ζέοντι καὶ στοργῇ διαπύρῳ ἐδόκει προαγαγεῖν τὸ ῥῆμα, ἀλλ’ οὖν ἡδονὴν ἔφερεν τῷ διαβόλῳ· τὸ γὰρ μὴ παθεῖν τὸν Χριστὸν κέρδος ἦν μέγιστον τῷ σατανᾷ, ἅτε δὴ τῆς τῶν ἀνθρώπων τυραννίδος οὐκ ἐξισταμένῳ. διὰ τοῦτο οὖν καὶ ἡ ἐπιτίμησις λέγει ‘ὕπαγε ὀπίσω μου, σατανᾶ, διότι οὐ φρονεῖς τὰ τοῦ θεοῦ’.

Τί σημαίνει ἡ τοῦ Ἀβεσαλὼμ τῷ πατρὶ ἐπανάστασις; Ἢ τὴν τῶν Ἰουδαίων εἰκονίζει κατὰ τοῦ σωτῆρος ἐπανάστασιν· καὶ γὰρ ‘υἱὸς πρωτότοκος ὁ Ἰσραήλ’, καὶ ‘υἱοὺς ἐγέννησα καὶ ὕψωσα’, καὶ τὸν <αὐτὸν> οὗτοι ἐπαναστάντες διήνεγκαν θάνατον, Ῥωμαϊκῆς μαχαίρας, εἰ καὶ μετὰ πολλὴν μακροθυμίαν, γεγονότες παρανάλωμα.

Ὅτι Δαυὶδ κωλύεται τὸν ναὸν οἰκοδομῆσαι, ταμιεύεται δὲ τὸ ἔργον εἰς τὸν ἐξ αὐτοῦ γεννηθέντα Σολομῶντα, ὃς ἑρμηνεύεται εἰρηνικός, διότιπερ ἡ ἐνυπόστατος εἰρήνη, Χριστὸς ὁ θεὸς ἡμῶν, ἔμελλεν οὐ τῷ Ἰουδαίων ἔθνει μόνον, ἀλλὰ καὶ παντὶ τῷ γένει ναὸν οἰκοδομῆσαι ἁγιωσύνης, οὗ οἱ καταξιούμενοι ὧν τε δέονται τυγχάνουσιν καὶ κάθαρσιν τῶν πλημμελημάτων εὑρίσκουσιν. ἐπεὶ κυρίως καὶ οὐχὶ τῶν αἱμάτων χάριν κεκώλυται, εἰ καὶ εἴρηται, ἀλλ’ ὅτι τῷ τύπῳ ἐφυλάττετο καὶ ὅλη τῷ τύπῳ συμπεριείληπτο.

Πῶς ἐντελλόμενος ὁ σωτὴρ πάντας ἀγαπᾶν, ἐπιτάττει πέμπων τοὺς μαθητὰς εἰς τὸ κήρυγμα μηδένα ἀσπάζεσθαι κατὰ τὴν ὁδόν; Ἤιδει ὅτι οὐκ ἔστιν ἐναντία ταῦτα ἀλλήλων· ἀπασχολεῖσθαι γὰρ περὶ τοὺς ἀσπασμοὺς καὶ τὰς δεξιώσεις, ταῦτα προκρίνοντας τοῦ κηρύγματος, οὐκ ἐᾷ, οὐ μήν γε κωλύει τὴν ἀγάπην, ἐπιτείνει δὲ μᾶλλον, εἴπερ τὸ κήρυγμα τῶν μαθητῶν τοῖς ἀνθρώποις τὴν ἐλευθερίαν ἐχαρίζετο τῶν παθῶν καὶ τὴν εὐμένειαν καὶ τὴν σωτηρίαν τὴν ἀπὸ τοῦ θεοῦ.

Τί ἐστιν τὸ φοιβήσασθαι καὶ φαλάκρωμα περιθεῖναι τῇ κεφαλῇ; Τὸ μὲν ‘φοιβήσασθαι’ λέγει ἀντὶ τοῦ μὴ μαντείαις χρῆσθαι. τὸ δὲ ‘φαλάκρωμα μὴ περιτιθέναι’, διότι τοῖς ἔθνεσι τοῦτο ἐπὶ τοῖς τεθνεῶσιν ἐπράττετο· ἀποκειράμενοι γὰρ τὰς τρίχας προσέφερον τοῖς τετελευτηκόσιν. αἱ δὲ τρίχες ἐκείροντο οὐχ αἱ κατὰ τοῦ ἰνίου μόνον, ἀλλ’ ὅσαι καὶ κατὰ τὸ βρέγμα πεφύκασι φύεσθαι. ταῦτα δὲ πάντα ἐθνικὰ ἦν ἔθιμά τε καὶ νόμιμα.

Διὰ τί ὁ κόραξ ἀκάθαρτος ὢν ὑπηρέτει τῷ προφήτῃ; Ὁ δὲ κόραξ ἀκάθαρτος ὢν ὑπηρετεῖται τῷ προφήτῃ τροφήν, τὸ δυσπειθὲς καὶ σκληρὸν τῆς προφητικῆς καταμαλάσσων αὐστηρίας. οἰκονομεῖ γὰρ τοῦτο τὸ θεῖον, ὡς ἂν εἰ καὶ μὴ οἴκοθεν ἐπ’ ἔλεον τρέποιτο τοῦ ὁμοφυοῦς, ἀλλ’ οὖν μυσαττόμενος τὴν τοῦ ἀκαθάρτου ζῴου ὑπηρεσίαν τὴν κοινὴν τῆς τροφῆς διαλύσει ἀπορίαν· οἰκτιρμοῖς γὰρ ἀφράστοις τὸ θεῖον καμπτόμενον, καὶ τὸν κακούμενον λαὸν εἰς ἔλεον ἀναλαβεῖν προενόει καὶ τὸν προφήτην μὴ ἀπαγαγεῖν εἰς λύπην, ἅτε δὴ μὴ πάθει δουλεύοντα, ζήλῳ δὲ θείῳ τὰς οὐρανίους σταγόνας στειρώσαντα.

Οὐδὲν δ’ ἀπεικὸς ἐννοεῖν ὅτι καὶ τύπον ἔφερεν ὁ κόραξ τῶν ἐθνῶν, ἃ τῶν ἀκαθάρτων καὶ ἐβδελυγμένων εἶναι δοκοῦντα, τῷ νόμῳ τοῦ θεοῦ καὶ τῇ χάριτι ἐξυπηρετούμενα προστεθήσεται.