Ἔργον
Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια
Προτροπές, έλεγχοι και ιστορικά ζητήματα
Νουθεσίες προς άρχοντες και μοναχούς, έλεγχος των παρεκτρεπομένων, και διερεύνηση ιστορικών ζητημάτων, όπως η ρωμαϊκή πολιτεία του αποστόλου Παύλου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προτροπές, έλεγχοι και ιστορικά ζητήματα
Νουθεσίες προς άρχοντες και μοναχούς, έλεγχος των παρεκτρεπομένων, και διερεύνηση ιστορικών ζητημάτων, όπως η ρωμαϊκή πολιτεία του αποστόλου Παύλου.
Μητροφάνει μοναχῷ ἀποστατήσαντι Οὐδεὶς ἀνθρώπων, οὐδ’ ὁ τέλειος, ἀπὸ ῥύπου καθαρός· καὶ οὐδεὶς ἀνθρώπων, οὐδ’ ὁ κάκιστος, παντελῶς ἀμέτοχος ἀρετῆς. δόγμα παλαιὸν καὶ μέχρι νῦν ταῖς ἁπάντων καὶ ψήφοις καὶ πράξεσι φυλαττόμενον μὴ θελήσῃς λῦσαι τῷ κατὰ σεαυτὸν ὑποδείγματι, κενὸν ἁπάσης ἀρετῆς σεαυτὸν ἐπιδεῖξαι φιλονεικῶν καὶ καινὸν ἀνθρώποις διήγημα.
Τῷ αὐτῷ Ἔπεσεν Δαυίδ, ἀλλ’ ἀνέστη· ἀνέστη δὲ προσευχῇ προφήτου καὶ δάκρυσιν καὶ πικροῖς ἐλέγχοις προσαχθεῖσιν ὑπὸ δράματι· ναὶ δὴ καὶ πόνοις καὶ μεταμελείᾳ καὶ τῇ ἄλλῃ ἀρετῇ αὐτοῦ ἐκείνου τοῦ κατενεχθέντος μὲν τῷ πτώματι, διατεθέντος δὲ φιλοσόφως πρὸς τὸν ἔλεγχον. ἔπεσες καὶ αὐτός· καὶ προφήτην οὐχ ὁρῶ, ὅτι μηδὲ τοῦ Δαυὶδ ταπεινοφροσύνην καὶ μετάνοιαν. σόν ἐστι λοιπὸν καθορᾶν καὶ φροντίζειν ὅπως ἀναστήσῃ τοῦ πτώματος, εἰ μή σοι τὸ δοῦναι δίκην, καὶ τότε τὴν ἐκεῖθεν, τοῦ διαφυγεῖν ἐστιν αἱρετώτερον.
Βάρδᾳ πατρικίῳ καὶ στρατηγῷ Μακεδονίας Ἄρχε ποθούμενος μᾶλλον ἢ σὺν φόβῳ· τὸ μὲν γὰρ οὐκ ἔστιν μὴ οὐχὶ εἰς μῖσος ἀποκριθῆναι, τὸ δὲ τὴν τῶν ἀρχομένων εὔνοιαν εἴωθεν θηρεύειν· δῆλον δὲ τὸ ἐν πάσῃ καὶ πράξει καὶ χρείᾳ διάφορον ἑκατέρου. εἰ δέ τι ταπεινὸν καὶ εὐκαταφρόνητον ὡς ἂν ἐκεῖθεν ἐπιφύεσθαί σοι μέλλον ὑποτρέχει τοὺς λογισμοὺς καὶ πρὸς τὴν συμβουλὴν ὀκνηρότερον παρασκευάζει, ἀλλὰ σύ γε τὸ βεβηκὸς τῶν τρόπων καὶ τὸ ἐστηριγμένον τῆς γνώμης καὶ τὸ μὴ προσανεῖσθαι κόλαξιν καὶ βωμολόχοις τούτοις ἀντιτάξας, σεμνότητα φίλην, εὖ ἴσθι, παρὰ τοῖς ἀρχομένοις καὶ γλυκεῖαν αἰδῶ τῆς στρατηγικῆς χλανίδος λαμπρότερον ὀφθήσῃ περιβεβλημένος, καὶ τῶν ἐπὶ σοβαρότητι καὶ ἠθῶν τραχύτητι μέγα φρονούντων εὐσταθέστερον κατὰ πολὺ καὶ βεβαιότερον ἐπιδειχθήσῃ τὸ ὑπήκοον περιάγων.
Εὐθυμίῳ μονάζοντι παραπεσόντι Εἰ μήτε τῆς ἐκεῖθεν βασιλείας ὁ πόθος μήτε τῆς ἀπαραιτήτου τιμωρίας ὁ φόβος, ἀλλὰ μηδὲ τῶν ὁμοίως σοι τὸν βίον ἐν τοσαύτῃ πονηρίᾳ καταδαπανησάντων τὰ κατὰ πόδας χαλεπὰ καὶ δύσοιστα πάθη, μήτε τὰ κοινὰ παρὰ πάντων ὀνείδη πρὸς ἐπιστροφήν σε καὶ νῆψιν τῶν τολμωμένων οὔπω διεγείρει, δέδοικα μὴ δαιμόνων φύσις ἀνθρώπου μορφὴν ὑποκρίνεται (ἀλλ’ εἴθε μὴ συνήλασας ἡμᾶς ταῦτα εἰπεῖν) καὶ τοῦ Ἀντιχρίστου διὰ σοῦ ἡ παρουσία προοιμιάζεται.
Ἰγνατίῳ ἐπισκόπῳ Λόφων Δυσφορεῖς καὶ θρηνεῖς καὶ τὰ ἄνω κάτω ποιεῖς ὅτι σε τραχέως οὕτως καὶ ἀφειδῶς, ὡς νομίζεις, ἐπλήξαμεν· ἐγὼ δὲ οὐδὲν ἔλαττον, ὅτι σεαυτὸν τοιούτων ἄξιον παρεσκεύασας καὶ ἡμᾶς ἐλθεῖν παρὰ τὸ ἡμέτερον ἦθος εἰς τοὺς περὶ σὲ λόγους ἠνάγκασας. εἰ δ’ ἀληθῶς ἐπλήγης καὶ μέχρι βάθους ἡ τῶν ἐλέγχων ἀκμὴ ἔφθασεν, δείξεις ἐκεῖνα φυγὼν δι’ ἃ τὸ βέλος ἀφήκαμεν· καί σου τὴν πληγὴν σὺν εὐμενείᾳ θεοῦ οὐ μόνον ἐξιασόμεθα, ἀλλὰ καὶ τὸ λοιπὸν ὡς μέλους ἀντιποιησόμεθα.
Θεοδώρῳ μητροπολίτῃ Λαοδικείας Νῦν καιρός, ὦ φίλος, εἰ βούλει δὲ καὶ τέκνον ἡμέτερον, ἢ τὰς ἐξ ἀνθρώπων ἀπειλὰς οὐ δεδιότα στερρὸν ὀφθῆναι τῆς ἀληθείας ὑπέρμαχον καὶ λαμπρᾶς τυχεῖν τῆς ἐκεῖθεν εὐφημίας καὶ ἀναρρήσεως, ἢ προσκαίρῳ καὶ ῥεούσῃ ἡδονῇ καὶ δόξῃ προδότην τῆς ἀιδίου καὶ εἶναι καὶ ὀνομάζεσθαι.
Τῷ αὐτῷ Εἰ τέλος παιδείας τὸ ἑαυτὸν αἰσχύνεσθαι, ἐσχάτης ἀπαιδευσίας τὸ μηδὲ τοὺς ἄλλους αἰσχύνεσθαι· τὸ δὲ καὶ ἐφ’ οἷς ἐγκαλύπτεσθαι προσῆκεν ἐγκαλλωπίζεσθαι ὑπερόριον καὶ τῆς ἀνθρωπίνης κακίας.
Σεργίῳ ἀδελφῷ Οὐ καταρρητορεύουσα τῆς ἡμετέρας εὐτελείας ἡ θεία γραφὴ σκιὰν καὶ ὄναρ καὶ καπνὸν καὶ ματαιότητα καὶ τοιαῦτα ἄλλα τὸν ἀνθρώπινον βίον ὠνόμασεν. τί γὰρ ἂν καὶ εἴποις; τὴν ἐν παισὶν ἡλικίαν; καὶ τί τούτου ματαιότερον ἢ ἀναισθητότερον; ἀλλὰ τὴν νεότητα, ὃ καὶ ἄνθος δόξειεν ἂν εἶναι τῆς φύσεως; ἀλλὰ γέμει ζάλης, ἀλλὰ πολὺ τὸ κοῦφον ἐν αὐτῇ καὶ ὑπόκενον καὶ εὐρίπιστον, ἀλλὰ παντὸς ὀνείρου θᾶττον παρέρχεται, οὐδὲν ἄλλο χαρισαμένη καὶ προξενήσασα πλὴν ὅτι πολὺν σάλον καὶ κλύδωνα παθῶν τῇ ψυχῇ ἐπικυμήνασα αὐτὴν τὴν πρώτην ὁρμὴν τῆς ἐπ’ ἀρετὴν κινήσεως ἔστιν οἷς ἐποίησεν ὑποβρύχιον. τί δὲ τὸ τῆς ἡλικίας μεθόριον; ἀλλὰ καὶ τοῦτο καπνοῦ φορᾶς οὐδὲν διενήνοχεν, ὧδε κἀκεῖσε διᾷττον καὶ καθαρῶς οὐδαμοῦ καθιστάμενον· τῆς τε γὰρ κατὰ τὴν νεότητα κούφης καὶ ἀτάκτου μετέχει πως ἔτι κινήσεως, οὔπω τελείως τῆς ἐκεῖθεν ἀχλύος καὶ ταραχῆς ἀπαλλάξαν τὸν ἄνθρωπον, καὶ τῷ πρὸς τὸ γῆρας γειτονήματι τῆς ἐξ αὐτοῦ αἰθάλης ἠρέμα πως καὶ ἀνεπαισθήτως ὑποπιμπλάμενον καταρρεῖν ἀρχὴν παρέχει καὶ ὑπομαραίνεσθαι, καὶ δοκεῖ μὲν τῆς ἀφ’ ἑκατέρου τῶν ἄκρων βλάβης τε καὶ κακίας ἀφεστάναι, οὐδὲν δὲ ἧττον τῆς ἐν ἀμφοῖν θεωρουμένης μοχθηρίας μετέχον εἰς καπνὸν ὡς ἀληθῶς τὸ γῆρας καὶ εἰς ὄναρ διαλύεται. αὐτὸ δὲ τὸ γῆρας τί;
κἂν οὐδὲν ἡμεῖς ἐροῦμεν, αὐτὸ πᾶσιν αὐτοῦ τὰ πάθη καὶ τὸ βάρος καὶ τὴν χαλεπότητα διακέκραγεν, καὶ ὅτι καὶ κονιορτοῦ καὶ καπνοῦ καὶ σκιᾶς καὶ ὀνείρου καὶ πάντων ἐστὶν εὐτελέστερόν τε καὶ ἀμυδρότερον.
Πῶς οὖν ἐστιν φυγεῖν τὰ κακά; κατὰ παῖδα μέν, ἀγωγῆς τυχόντα χρηστῆς καὶ σωφρόνων παιδαγωγῶν, ὅπερ οὐδ’ ἐν ἡμῖν ἐστιν, ἀλλ’ ἐν ταῖς τῶν τεκόντων ἢ τῶν ἐπιτρόπων φροντίσιν. ἐν νεότητι δέ, καθ’ ἣν ἄρχεται καὶ τὸ ἡμέτερον, διὰ σφοδροτάτου χαλινοῦ καὶ ἀκριβεστάτης παιδεύσεώς τε καὶ γυμνασίας καὶ συνασκήσεως. κατὰ δὲ τὴν μέσην ἡλικίαν διά τε τοῦ προκαταρτισθέντος καὶ προεντυπωθέντος τῇ ψυχῇ ἔθους, ὃ καὶ μεγίστην ἔχει πρὸς τὰ ἑξῆς κατορθώματα τὴν ἰσχύν, καὶ διὰ τῆς ὁμοίας σπουδῆς καὶ ἐπιμελείας τῆς κατ’ ἀρετὴν τελειώσεως. τῷ δ’ οὕτω λοιπὸν οἰκονομήσαντι καὶ διακυβερνήσαντι τὸν βίον λιμὴν ἀπαντήσει τὸ γῆρας καὶ πόνων ἀνάπαυσις, τῆς κατὰ ψυχὴν ἡδονῆς καὶ θείας εὐφροσύνης τὰς ἀπὸ τοῦ σώματος λύπας παρωθουμένης τε καὶ ἀποκρυπτούσης καὶ μακάριον ὡς ἀληθῶς ἀποφαινούσης τὸν ἄνθρωπον. σὺ δέ μοι, τέκνον, μὴ μόνον ἃ γράφω προθύμως ἀναγίνωσκε, ἀλλὰ καὶ διὰ τῶν ἔργων προθυμότερον ἐπιγίνωσκε.
Ἰωάννῃ πατρικίῳ καὶ σακελλαρίῳ κατὰ τοὺς Ἀγγουρίους Λίαν ἔμοιγε δοκεῖ καλῶς καὶ συνετῶς ὁ πάλαι λεγόμενος ἔχειν λόγος, ὡς ἀνέβησαν μὲν ἤδη πολλοὶ ἐπὶ τὸ δένδρον τοῦτο ὃ καλούμενόν ἐστιν τυραννίς, κατέβη δὲ οὐδεὶς πάλιν, ἀλλὰ καταπίπτουσιν ἅπαντες. εἰ δὲ τοῦτο, τί γαυριᾷς καὶ σκιρτᾷς αὐτός, οὐδ’ ἐπὶ τοῖς τούτου κλάδοις, καὶ ταῦτα βαρὺς ὢν καὶ σοβαρὸς καὶ φλεγμαίνων, ἀλλ’ ἐπὶ τοῖς τῶν φύλλων αὐτοῦ πετάλοις ἀνοήτως ὀχούμενος;
Εὐλαμπίῳ ἀρχιεπισκόπῳ καὶ σκευοφύλακι ‘Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου’, ὁ πατριάρχης Ἀβραὰμ δύο ταῦτα παραδηλῶν τῷ νυμφαγωγῷ προστάττει θεράποντι. ἓν μὲν καὶ πρόχειρον, τὸν ὅρκον εἰ τὸ τῆς περιτομῆς σεβάσμιον εἰσπραττόμενος· δεύτερον δὲ καὶ νοούμενον, εἰς τὸν ἐξ αὐτοῦ τεχθησόμενον Χριστὸν καὶ θεὸν ἡμῶν δεσμεύων αὐτὸν καὶ εὐορκεῖν ἐπὶ πλέον ἀσφαλιζόμενος, ἅμα δὲ καὶ προθυμότερον αὐτὸν ἐργαζόμενος, ἅτε δὴ ἔφορον καὶ μάρτυρα τῶν ἐπὶ τῇ νυμφαγωγίᾳ ὅρκων οὐκ ἄλλον αὐτῷ ἐφιστάμενος, ἀλλ’ ἐκεῖνον ὃς καὶ προϋπέσχετο ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τὸ ἐν Ἰσαὰκ αὐτοῦ σπέρμα πληθυνθήσεσθαι καὶ δυνατός ἐστι πέρας ἐπιθεῖναι ταῖς ὑποσχέσεσι καὶ ἀμεταμελήτους οἶδεν τὰς δωρεὰς καὶ τὰς χάριτας· μονονουχὶ καὶ ἐννοούμενος καὶ λέγων· ‘ὦ παῖ, τοῦ ἐμοῦ γνησίου νυμφαγωγὲ παιδός, προθυμηθῆναι δέοι μόνον τῇ ὑπηρεσίᾳ προαίρεσιν σπουδαίαν εἰσενεγκεῖν, τὰ δ’ ἄλλα ῥᾷστον ἀνύσει ὁ καὶ τῆς ὁρκωμοσίας ἐπόπτης καὶ μάρτυς καὶ τὰς τῆς πολυπαιδίας ὑποσχέσεις δωρησάμενος’.
καὶ ὅρα ὡς φιλοθέως λίαν καὶ εἰκότως τὸν ἐπὶ παιδογονίᾳ τοῦ υἱοῦ μεσίτην ἐσόμενον τῆς σφραγῖδος ἁπτόμενον ἣν τῆς ἐν πίστει πολυγονίας σημεῖον ἔλαβεν ὀμνύειν προσέταττεν· ἵνα εἴπῃς, ‘ὁ δούς μοι τὴν περιτομήν, αὐτὸς ἔδωκεν τὸ μὲν Χαναναῖον γένος, μεθ’ ὧν ἐγὼ παροικῶ, ἐπάρατον, ἐν εὐλογίαις δὲ τὸ ἡμέτερον· ἰδοὺ τοίνυν τῆς θείας ἐφαπτόμενον σφραγῖδος τὸν νομοθέτην ταύτης ὀμνύναι κελεύω μὴ ἂν ἄλλως ποιεῖν ἢ ὡς ἐκείνῳ, τῷ τῆς πολυτεκνίας δοτῆρι, χαριούμεθα, ἐξ ὁμογενοῦς νυμφαγωγῆσαι κόρην τῷ παιδί’— τοιοῦτόν τί μοι πράττειν δοκῶν ὁποῖόν τι τῶν ὁμοίων εὐσεβὴς ἀνὴρ καὶ τῶν ἐν τῇ χάριτι διαπραχθῆναι ποιούμενος σπούδασμα, αὐτά που προθέμενος τὰ τοῦ θείου καὶ σωτηρίου βαπτίσματος σύμβολα, τήν τε λευκήν φημι στολὴν καὶ τὰ λοιπὰ τοῦ δώρου παράσημα, εἶτα τούτων ἁπτόμενον εἰς αὐτὰ τὸν ὅρκον ὑπέχειν ἀπαιτοίη τὸν ὑπεσχημένον ὑπηρετήσασθαι τῷ βουλήματι.
Ἔχεις τοιγαροῦν κατ’ ἐπιστολὴν ἐκ τῶν εἰρημένων, οἶμαι, τό τε εὔλογον καὶ ἀκόλουθον καὶ θεοφιλὲς τῆς τοῦ πιστοῦ Ἀβραὰμ διανοίας καὶ πράξεως, δι’ ὧν λογισμὸς ἅπας χυδαῖος καὶ πεπατημένος καὶ ἀντικείμενος ἀπελαύνεται.
Εὐσχήμονι ἀρχιεπισκόπῳ Καισαρείας Καππαδοκίας Τί θαυμάζεις λίαν τὴν ἐπὶ τοῖς ἄρτοις τῶν μαθητῶν πώρωσιν καὶ λέγεις ‘ἆρα γὰρ οὐχ ἑώρων; ἆρα γὰρ τοῖς οἰκείοις ὀφθαλμοῖς καὶ ταῖς χερσὶν ὑπηρετουμέναις ἠπίστουν τῷ θαύματι; πῶς οὐ συνίεσαν; πῶς ἐπελάθοντο;’ ἔστι μὲν γάρ, εἰ καὶ μὴ ἐπὶ τοσοῦτον, ἀπορεῖν, ἀλλ’ ἔστι πλέον ὀρθῶς καὶ ἐννοῆσαι καὶ ἐπιλύσασθαι, ὅτι καὶ τὰ πραττόμενα ἔβλεπον καὶ οὔτε τοῖς ὄμμασιν οὔτε ταῖς οἰκείαις χερσὶν διημφεσβήτουν καὶ ἀπεμάχοντο· ἀλλὰ ταῦτα μὲν καὶ ἑώρων καὶ ᾔδεισαν καὶ ἐθαύμαζον (οὔτε γὰρ ἀνοήτοις οὔτε τυφλοῖς οὔτε τοῖς πρὸς ἅπαντα μαχομένοις καὶ ἀναισχυντοῦσιν Ἰουδαίοις παραπλησίως διέκειντο), ἀλλ’ οὔπω πρὸς τὸ τέλειον ἀναβεβηκότες καθ’ ἕνα τινὰ τῶν πάλαι ἁγίων καὶ προφητῶν καὶ ὁπόταν ἡ ἄνωθεν χάρις ἐπινεύσῃ, ἀλλ’ οὐχ ὡς θεὸν καὶ κατὰ πᾶσαν ἐξουσίαν καὶ κυριότητα τὸν διδάσκαλον αὐτῶν ἐπιτελεῖν τὰς θεοσημείας ἐνόμιζον. διὸ καὶ πλὴν ἑνὸς μὴ συνεπιφέροντες ἑαυτοῖς ἄρτους, ἐπείπερ ἤκουσαν παρ’ αὐτοῦ προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, οὐκ ἔχοντες, ὅπερ ἔφημεν, ὡς ἐξ αὐτοῦ καὶ ἀεὶ καὶ αὐθεντίας κράτει δυνατός ἐστιν ἃ βούλεται πράττειν, εἰς διαλογισμοὺς τοῦ πῶς ἂν διατραφεῖεν ἀπηνέχθησαν. καὶ τοῦτο αἰτιασάμενος ὁ δεσπότης, ὅτι μήπω θεοπρεπῆ καὶ τῶν ἀνθρωπίνων ὑπερανέχουσαν μέτρων τὴν περὶ αὐτοῦ δόξαν ἐκτήσαντο, εἰκότως αὐτοῖς τὴν πώρωσιν ἐπεκάλεσεν.
Τῷ αὐτῷ Ἀπορεῖς πάλιν καὶ διερωτᾷς, πῶς τοῦ δεσπότου τρανῶς καὶ σαφῶς τοῖς μαθηταῖς προαγγέλλοντος τὰς ἐξ ἀνθρώπων ὕβρεις καὶ τὰς πληγὰς καὶ τὸν σταυρὸν καὶ τὸν θάνατον, αὐτοὶ οὐ συνίεσαν. καὶ γάρ φησιν· ‘καὶ αὐτοὶ οὐ συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα’. ἀλλ’ ἐκεῖνό μοι ἐννόει, ὅτι καὶ τοὺς μαθητὰς ὁ σωτὴρ ὀξυτέρους ποιῶν πολλάκις αὐτοῖς ἐν παραβολαῖς ἐλάλει, καὶ ὅτι καὶ τὸ πρᾶγμα ἦν ἄλλως παράδοξον, νεκροὺς ἐγείρειν καὶ βασιλείαν ἀίδιον ἐπαγγέλλειν καὶ θάνατον ἴδιον προαγγέλλειν. οὐ μόνον δέ, ἀλλ’ ὅτι καὶ τὸ πρὸς τὸν διδάσκαλον τοῖς μαθηταῖς φίλτρον τῷ χρόνῳ ἤδη ἐρρώννυτο καὶ ἐνήκμαζεν, καὶ δεινὸν παθεῖν οὐδὲν αὐτὸν ἤθελον· ὃ δέ τις οὐ βούλεται, μόλις καὶ παρὸν ἐφεστηκέναι συντίθεται. διὰ ταῦτα πάντα παραβολήν τινα καὶ οὐ τῶν δυσχερῶν ἐκείνων προαγόρευσιν τὰ περὶ τοῦ πάθους ἐνόμιζον οἱ ἀπόστολοι· καὶ διὰ τοῦτο συνιέναι, κἂν ἄλλως σαφῆ καὶ φανερὰ ἦν, οὐκ ἠδύναντο, μᾶλλον δὲ οὐκ ἠβούλοντο, τὰ λεγόμενα. εἰ δὲ καὶ τὸ τῆς ἐγέρσεως αὐτοῖς προσεπινοεῖν ἐθελήσεις, πρᾶγμα μεῖζον μὲν πίστεως καὶ καθ’ ἑαυτὸ διασκοπούμενον, ἔγερσις αὐτουργουμένη τῷ τελευτήσαντι, μάλιστα δὲ μετὰ τῶν ἄλλων σκυθρωπῶν καὶ ἐκ διαμέτρου μαχομένων συμπαρατιθέμενον καὶ προαγγελλόμενον, οὐκέτι διότι μὴ συνίεσαν ὅλως ἀπορήσεις.
Ἰγνατίῳ ἡγουμένῳ μονῆς τῆς ἐν Χρυσοπόλει Τὸ ‘δύναται ὁ θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραὰμ’ οἱ μὲν πρὸ ἡμῶν τοὺς ἐξ ἐθνῶν πεπιστευκότας ἐξειλήφασιν, οἳ καὶ κατὰ λίθους καὶ πέτρας πεπωρωμένην καὶ ἀναίσθητον τὴν καρδίαν ἔχοντες (τί γὰρ τοῦ λίθοις καὶ ξύλοις προσκυνεῖν εἰς πώρωσιν καὶ ἀναισθησίαν ἀτοπώτερον;) ὅμως ἐκεῖθεν διαρραγέντες εἰς σπέρμα τῷ Ἀβραὰμ διὰ τῆς πίστεως ἐξανέστησαν καὶ διὰ παντὸς ἐξανίστανται.
Εἰ δὲ καὶ τῆς λέξεως εἰπεῖν καὶ τῆς ἱστορίας ἐγγύτερον οὐκ ἀδόκιμον, οὐδ’ ἐκεῖνο παροπτέον ὅτι τὸ ἄρρητον καὶ ὑπερφυὲς καὶ παντουργὸν καὶ παντοδύναμον τῆς θείας βουλήσεως ὁ βαπτιστὴς παραστῆσαι βουλόμενος ταῦτα ἐφθέγξατο, ἐκεῖνο ὑποδηλῶν ὅτι ὥσπερ κατ’ ἀρχὰς βουληθεὶς ὁ θεὸς ἐκ πηλοῦ τὸν ἄνθρωπον διεπλάσατο, οὕτω καὶ νῦν ἐκ τῶν συγγενῶν λίθων καὶ ὁμοστοίχων τῷ πηλῷ ῥᾷον εἰ βούλοιτο μεταπλάσας εἰς σπέρμα καὶ τέκνα τῷ Ἀβραὰμ ἀναστήσειεν.
Σὺ δέ μοι καὶ τρίτον ἐννόει τῶν εἰρημένων, ἵνα μὴ λέγω ἐγγύτερον, οὐδετέρου τέως μακρότερον, ὡς ἐξ ἐκείνων τῶν λίθων, οὓς ὁ πρόδρομος ὑποδεικνὺς ἔλεγεν ‘δύναται ὁ θεὸς ἐκ τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ’, ἐπ’ αὐτοῖς ἔργοις ἐστὶ θεάσασθαι καὶ τέκνα τῷ Ἀβραὰμ ἀνιστάμενα καὶ περατουμένην τὴν πρόρρησιν. ὅτε γὰρ τὸ τοῦ κόσμου σωτήριον ἐτελεῖτο πάθος, τότε τῶν λίθων ἐκείνων καὶ πετρῶν μετὰ τῶν ἄλλων σχιζομένων πολλοὶ καὶ τῶν ἐθνικῶν καὶ τῶν Ἰουδαίων μέσας αὐτάς που τὰς πεπωρωμένας καρδίας διαρραγέντες τῷ θαύματι εἰς τὴν τοῦ Χριστοῦ πίστιν ἐθεμελιώθησαν καὶ τῶν τέκνων τοῦ Ἀβραὰμ τῷ τε γένει καὶ τοῖς κλήροις ἐναπεγράφησαν.
Προῆκταί σοι τοίνυν, ὡς ὁρᾷς, κατά τε θεωρίαν καὶ ἱστορίαν ἡ ἑρμηνεία, διπλῆν δὲ τὴν ἱστορίαν, τὴν μὲν προγεγενημένην, τὴν δὲ ἐπιγεγονυῖαν, καὶ δι’ ἑκατέρας τὸ δημιουργὸν καὶ ἀπειροδύναμον τῆς θείας βουλήσεως θεωρούμενον.
Ταρασίῳ ἀδελφῷ Ἀκμάζει τὸ πάθος καὶ τὸ κακὸν ἐπιτείνεται, καὶ πλὴν θεοῦ καὶ τῶν ἐκεῖθεν ἐλπίδων παραμύθιον οὐδέν, ἐπιβουλαὶ δὲ καὶ ἀπειλαὶ καὶ φόβοι τῶν προλαβόντων τὴν πεῖραν κουφοτέραν ἀποφαίνουσαι. τίς στήσει ταῦτα; ἀλλ’ ἴσως ὃν αὐτοὶ καθ’ ἡμῶν ὠδίνουσι θάνατον, ἢ τοῦ τιμωρεῖν καὶ κολάζειν ἐκείνους, ἢ ἡμᾶς ἀπάγων τῶν θλίψεων.
Ἰωάννῃ σπαθαρίῳ Οὐκ ἐλύπησας ὅτι ἠπάτησας, καὶ συχνὸς ὁ χρόνος ἐξ οὗ τὸν ὄφιν ὑπ’ ἀνθρώπου μορφῇ κατεῖχες κρυπτόμενον, ἀλλ’ ὅτι κακὸς ἐφάνης καὶ φίλων ἐχθρός, καιροῖς δουλεύων καὶ ἀπάτῃ ἐπερειδόμενος. εἰ δέ σε μὴ κακὸν ἡ πρᾶξις ἐδείκνυ καὶ εἰς ζῆλον εἷλκεν τοῦ προδότου τὸ κακοῖς τὸν εὐεργέτην ἀμείβεσθαι, εὖ ἴσθι ὡς καὶ εὔφρανας ἂν ἐκ τοῦ πάσχειν ἡμᾶς, οἷς καθαιρόμεθα αὐτός τι τῶν ἀγαθῶν ἐκκαρπούμενος.
Κωνσταντίνῳ σπαθαρίῳ, γένους ὄντι Τυρρηνῶν καὶ δυστροπευομένῳ Τὰ Τυρρηνῶν δημόσια ἔργα καὶ ἐφ’ οἷς σεμνύνονται (ἀρχαῖος ὁ λόγος) οὐδὲ τοῖς ἀσελγεστάτοις τῶν ἄλλων ἀνθρώπων οὐδὲ χωρὶς αἰσχύνης ὄργια γίνεται. ὅρα οὖν ὅπως αὐτὸς νῦν πόλιν Κωνσταντίνου μετοικῶν ἄριστα βιώσεις. ἂν γάρ τί σε καὶ μικρὸν τῆς ὀρθῆς παρατραπέντα συναίσθωνται πολιτείας, καπνὸν Τυρρηνικὸν ἰδόντες καὶ τὸ πῦρ, κἂν οὐκ ἀνάπτῃς, εἰς μέγα φλογὸς ὑποτοπήσουσιν αἴρεσθαι· ἃ χρὴ διευλαβούμενον ἀπρόσκοπον πᾶσιν, ὡς οἱ θεῖοι θεσμοὶ διακελεύονται, καὶ εἶναι καὶ φαίνεσθαι.
Λέοντι λογοθέτῃ γεγονότι καὶ μονάσαντι, ὑπὸ δοκοῦντος φίλου παραλυπηθέντι Ἀμβλὺς τὸ ἦθος καὶ μαλακὸς τοὺς πόνους γνώμην τε οὐ βέβαιος καὶ λημμάτων ἥττων καὶ τῆς ἡδονῆς ἀνδράποδον ἄνθρωπος οὔτ’ ἄν τι τῶν ἀγαθῶν γενναῖον ἐργάσαιτο καὶ εἰς κακὸν οὐκ ἂν ἀποβαίη μέγα· ὅσοι δὲ φύσιν μὲν ὀξεῖς, καρτερεῖν δὲ πρὸς πάντα δεινοί, ὑπερόπται δὲ καὶ χρημάτων καὶ ἡδονῶν, καὶ γνώμην ἐξαγαγεῖν ἀμετάστρεπτοι, τούτοις δὲ ἄρα καὶ ἰσχύος ποθὲν περιτεθείσης, καὶ εἰς ἀγαθὸν ἡ ῥοπὴ τὰ μέγιστα ἐξανύσειεν καὶ πρὸς τὸ φαῦλον ἐπειδὰν ἀποκλίνωσιν, ἀφόρητοί τε καὶ ἀπαραίτητοι καὶ φίλοις καὶ οἰκείοις καὶ πᾶσι καθίστανται. οὐ χρὴ τοίνυν δυσφορεῖν ὅτι μὴ τὰ βέλτιστα παρὰ τοῦ ποτε γενναίου φίλου ἐκκαρπούμεθα, ἀλλ’ εὐχαριστεῖν, οὐχ ὅτι μόνον μηδὲν λυπηρόν, ἀλλ’ ἐφ’ οἷς μηδὲ τῶν εἰς ὑπερβολὴν ἡκόντων δυσχερῶν ἐκεῖθεν πειρώμεθα. εἰ δ’ ἐπιστρέψει ποτὲ καὶ πρὸς τὰς συγγενεῖς μετὰ τῆς φιλίας ἀναδράμοι ἀρετάς, ἴσως ἀποκρύψει τοῖς εὐφραίνουσιν ἀγαθοῖς καὶ ὅσα τῶν λυπούντων ἡμᾶς προκατέλαβεν.
Βασιλείῳ πράκτορι Κείρουσιν οἱ παλαιοὶ λόγοι Προμηθεῖ τὸ ἧπαρ, ἀετὸν ἐφιστῶντες τὸν κείροντα· καὶ ἡ αἰτία, ὅτι θεόθεν τὸ πῦρ ἐκκλέψας, φησίν, πόνων καὶ καμάτων ἀνθρώποις ἤνεγκεν αἴτιον· εἰ δέ σε εἷλον οἱ ποιηταὶ τοσαύτην κακῶν πυρὰν τῇ πατρίδι ἀνάψαντα, οὐκ ἀετῶν γένη καὶ ἰκτίνων καὶ ἱεράκων τοῖς σπλάγχνοις ἂν διεβόσκησαν, ἀλλὰ καὶ παρδάλεις καὶ λέοντας καὶ θηρία πάντα οὐκ ἂν τοῖς ἐγκάτοις ἐπαφιέντες ἀπέκαμον σὺ δὲ σκόπει ὡς, εἰ καὶ τὸ ποιητῶν γένος ταῦτα σχηματίζειν ἐπιλέλοιπεν. ἀλλ’ ἦ γε καθ’ ἡμᾶς τῆς ἀληθείας ἀκρίβεια οὐκ ἀπέστη φοβερωτέραν τὴν τιμωρίαν ἐπανατείνουσα, πῦρ ἀτελεύτητον καὶ σκότος ἐξώτερον καὶ βρυγμὸν ὀδόντων καὶ σκωλήκων πλῆθος ὑποστρωννῦσα τοῖς ἁμαρτάνουσιν. εἰ δέ σε καὶ τῶν μελλόντων οὔπω συστέλλει ὁ φόβος οὐδὲ τῆς ἀτάκτου καὶ ἀλόγου φορᾶς ἀνακόπτει, ἀλλὰ κἂν γοῦν τὸ Σοδόμων καὶ Γομόρρας ἀνάγραπτον καὶ ἀπαράκλητον πάθος καὶ τὸ κοινὸν τῶν ἀνθρώπων ναυάγιον, ὁ κατακλυσμός, καὶ τὰ καθημερινὰ τῆς προνοίας ἔργα εἰς σώφρονα τοὺς λογισμοὺς μεταρρυθμιζέτω μελέτην.
Θεοφάνει διακόνῳ καὶ πρωτονοταρίῳ Ἀλγεῖς ὅτι ἄκων εἰς ἡμᾶς ἥμαρτες, μᾶλλον δὲ ὅτι τυραννούμενος καὶ πληγαῖς εἰς πεῖραν προκείμενος, μέχρι γλώσσης μόνον τὴν ἰσχὺν αὐτῶν τῆς βίας ἐπέδειξας, ἀνάλωτον ταῖς βασάνοις συντηρήσας τὴν διάνοιαν. καὶ τί ἂν ἄλλο ταύτης γένοιτο τῆς παραψυχῆς παραμύθιον, ὅτι τοσούτῳ πλήθει φοβερῶν βασάνων τὴν τοῦ συνειδότος κρίσιν οὐκ ἐθόλωσας οὐδὲ τῆς κακίας τῶν βιαζομένων ὄργανον ἐγένου, καίτοι πολυειδέσι καὶ πολυτρόποις αἰκίαις, ἀλλ’ οὐ δακτύλοις, κρουόμενος; πῶς δὲ ἡμεῖς οὐκ ἂν συγγνώμης, καὶ εἴ τι ταύτης ὑψηλότερον, οὐχὶ καὶ σὺν προθυμίᾳ σε ἄξιον ψηφιούμεθα, ὅτι ῥήματι καὶ βίᾳ παρασυρείς, ὡς εἰς τὸ πᾶν καὶ ἑκὼν ἐξημαρτηκώς, οὕτως ἑαυτὸν ἐταπείνωσας; καὶ τῶν ἡμετέρων ῥημάτων οὐκ ἔχεις, οἶμαι, χρείαν μανθάνειν τὸ βέβαιον· ἡμεῖς γὰρ τοσοῦτον ἀπέχομέν τι τῶν ἀηδῶν περὶ σοῦ διανοηθῆναι, ὅτι καὶ πολλοὺς ἄλλους ἀφορᾶν εἰς σὲ προτρεπόμεθα. σὺ δὲ ἔρρωσο, καὶ ἀρετῆς ἐπιμελοῦ, δι’ ἧς τελειούμεθα καὶ δι’ ἥν σε τῶν φίλων καὶ τῶν γνησίων θεραπόντων πάλαι τῷ χορῷ συγκατελέξαμεν.
Μάρκῳ Σικελῷ μονάζοντι Τοὺς πρὸς ἑσπέραν ἀνθρώπους, ὅτε πανταχοῦ γῆς ἐξήπλωτο ἡ ἀσέβεια, Κρόνον καὶ Ἀφροδίτην καὶ Περσεφόνην μόνους νομίζειν θεοὺς τῆς ἱστορίας ἡ πεῖρα παρέδωκεν· καὶ οὔτε τληπαθῆ καὶ καρτερικὸν Ἡρακλέα οὔτε Ἥφαιστον κλυτοτέχνην, ἀλλ’ οὐδὲ λόγιον Ἑρμῆν οὐδ’ ἄλλον τινὰ ὧν ὁ μῦθος χρηστῶν καὶ σπουδαίων ἔργων προστάτας καὶ ἐφόρους ὑποτίθεται, οὐδένα τούτων οὔτε θειάσαι οὔτε παραδέξασθαι, οὐδὲ βωμὸν ἱδρῦσαι Δικαιοσύνης, οὐ μὴν οὐδὲ Σωφροσύνης, οὐδ’ ἄλλης τινὸς ἀρετῆς, ἣν τηνικαῦτα τὸ ἀνθρώπινον γένος ἐθεοποίει τε καὶ ἔσεβεν, δεισιδαιμονίᾳ κατεχόμενον. διὰ τί οὖν Ἀφροδίτη καὶ Κρόνος καὶ Περσεφόνη τούτοις ἐτιμήθησαν; ὅτι μόνης ἡδονῆς καὶ γαστρὸς καὶ ἀφροδισίων ἀεὶ γεγόνασιν ἄνθρωποι· καὶ γὰρ καὶ τούτους οὓς ἔσεβον μιγνύντες ἀλλήλοις καὶ διαπλέκοντες, τροφάς τε καὶ τρυφὰς καὶ ἡδονὰς παντοίας ἐκεῖθεν αὐτοῖς τῷ λόγῳ ῥεούσας διὰ τῶν πράξεων συνελέγοντο. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ σὺ τὸ γένος ἕλκων ἐξ ἑσπέρας οὐδὲν οὔτε σῶφρον λέγειν ἔχεις οὔτε διαπράττεσθαι· μεγίστῃ γὰρ σπουδῇ καὶ πόνοις καὶ μελέταις τὰ ἐξ ἔθους καὶ πατρίδος μόλις ποτὲ φιλεῖ μεταρρυθμίζεσθαι.
Μιχαὴλ πρωτοσπαθαρίῳ Τὸ σῶμα ταῖς νόσοις, ἡ δὲ ψυχὴ τοῖς παθήμασιν, ὁ δὲ βίος ὅλος ταῖς ἐξ ἀνθρώπων ἐπηρείαις ἀπεῖπεν ταλαιπωρούμενος· φίλων ἐρημία, θεραπόντων αἰκισμοὶ καὶ αἰχμαλωσίαι, συγγενεῖς τῇ τῶν ἀπειλῶν βαρύτητι διασπώμενοι, στερήσεις καὶ αὐτῶν τῶν ἀναγκαίων, ἁρπαγαὶ βιβλίων, ἱερῶν ἐκπορθήσεις οἴκων οὓς ἱλαστήριον ἡμεῖς ἐστησάμεθα, ψαλλόντων, ἀναγινωσκόντων, ἐν πᾶσι θείοις ὑπηρετούντων, κατὰ πάντων ἁπλῶς ἀποφάσεις πικραὶ καὶ ψηφίσματα, ἵνα μηδεὶς μηδὲ τοῦ παραγενέσθαι πρὸς ἡμᾶς πλησίον γένηται. τί δεῖ τὰς ἐφημέρους ἀνακρίσεις λέγειν καὶ κρίσεις καὶ κατακρίσεις; ὧν οὐδεὶς οὔτε μάρτυς οὔτε κριτής, ἀλλ’ οὐδὲ κατήγορος, οὐ καθ’ ἡμῶν μόνον, ἀλλὰ καὶ κατὰ φίλων καὶ κατὰ συγγενῶν καὶ θεραπόντων καὶ κατὰ πάντων ἁπλῶς εἰς οὓς αὐτοὺς ἡ τοῦ μελετᾶν καθ’ ἡμῶν ἐλαύνει ἐπίνοια. εἰ δὲ καὶ ἐξέλιπον ἐξερευνήσεις ἐξερευνῶντες, οὔτε τῆς ἐκείνων γνώμης οὔτε τῆς ἡμῶν ἀρετῆς, ἀλλὰ τῆς βαθείας καὶ ὑψηλῆς φιλανθρωπίας τοῦ θεοῦ, ἧς μόνης ἠρτήμεθα καὶ ἐφ’ ᾗ τὸν βίον σαλεύομεν, τοσούτοις καὶ τηλικούτοις περιαντλούμενοι κύμασιν. ἀντὶ δὲ συγγενῶν, ἀντὶ φίλων, ἀντὶ δὲ θεραπόντων, ἀντὶ ψαλλόντων, ἀντὶ δὲ πάσης ἀνθρωπίνης παραμυθίας τί; στρατιῶται καὶ κουστωδία καὶ τριβοῦνοι καὶ βικάριοι καὶ στρατιωτικοὶ λόχοι περικάθηνται.
πῶς οὖν ἡ ψυχὴ τοσούτοις κακῶν δρεπάνοις διαιρουμένη τοῦ σώματος οὐκ ἐρράγη καὶ ἐξέφυγεν, τοῦτο καὶ ἡμᾶς εἰς ἀπορίαν περιίστησιν.
Ἰωάννῃ πατρικίῳ καὶ σακελλαρίῳ κατὰ τοὺς Ἀγγουρίους Ἑλοίμην ἂν ἔγωγε φίλον ἐμαυτῷ συζεῦξαι ἐξ οὗ μήτε τῶν ὑπερηφάνων μοι χαρίτων καὶ ὑψηλῶν μηδὲν ἔσοιτο, μήτε δεδιὼς εἴην μή ποτε πνεύσας ἐκ τοῦ ἐναντίου συγκατασπάσῃ καὶ ἃ μηδὲ ὄναρ ἐκεῖθεν ἤλπισα. πόθεν οὖν εἰς ταύτην ἐξέπεσα τὴν βούλησιν; αἱ σαὶ πράξεις, τοῦ ποτὲ φιλοῦντος ἡμᾶς, ἐπὶ ταύτην ἤγαγον.
Θεοδώρῳ μητροπολίτῃ Λαοδικείας Ἅπερ ἀκούομεν περὶ σοῦ, εἰ μὲν ἀληθῆ εἰσιν, ὀψὲ καὶ μόλις γινώσκομεν ὅστις εἶ· εἰ δὲ ψευδῆ, ἀπ’ ἀρχῆς ἔγνωμεν ἄρα ὅστις εἶ. ὅσῳ οὖν διαφέρει καλὸν καὶ ἀγαθὸν εἶναι τοῦ φαῦλον καὶ μοχθηρὸν γενέσθαι, κἀμὲ χαίρειν ἀντὶ τοῦ δυσφορεῖν ἐφ’ ᾧ σε φίλον ἐποιησάμην, τοσοῦτον δεῖ σε φυγεῖν ἅ σέ φασιν ποιεῖν. εἴη δὲ πάντων ἕνεκα τῆς ἀληθείας ἔρημος ἡ φήμη.
Γεωργίῳ διακόνῳ καὶ ξενοδόχῳ Μελάνθιόν φασι τὸν τραγῳδίας ὑποκριτὴν οὕτω τῆς ὀψοφαγίας ἥττω γενέσθαι, ὥστε καὶ ἀθυμεῖν ἐπεὶ μὴ κύκνου τὸν τράχηλον εἶχεν, ἵνα ὡς πλεῖστον χρόνον τῶν διὰ τοῦ λαιμοῦ ῥεόντων καὶ τῆς ἐκεῖθεν ἡδονῆς ἀπολαύῃ. εἰ δὲ σοῦ τῶν δείπνων ἐγεγόνει κοινωνός, οἶμαι ἂν αὐτὸν καὶ τῆς ἀθυμίας μέγα φάρμακον ἐξευρεῖν, καὶ ἀπεύχεσθαι μηδὲ εἰς τὸ ἀρχαῖον μῆκος τὸν αὐχένα διαμένειν, ἵνα μὴ συχνὸν ἀναλίσκοι χρόνον τῆς σῆς τραπέζης καὶ τῶν σῶν ἀηδισμάτων ἀνεχόμενος. τί οὖν δεῖ ποιεῖν; πανταχοῦ τὸ μηδὲν ἄγαν ὑπολαμβάνειν κράτιστον.
Τῷ αὐτῷ Ἐρᾷς χρημάτων· διὰ τοῦτο ἀρετῆς οὐκ ἐρᾷς· ἔρωτι γὰρ κακίας ὁ τῶν καλῶν ἔρως ἐναποσβέννυται. εἰ δέ γε τὴν φλόγα τῆς πλεονεξίας ἀποσβέσεις καὶ τὰς ἀκάνθας τῆς φιλαργυρίας συμφλέξεις, ῥᾷον ἡ τῆς ψυχῆς ἄρουρα τὸν οἰκεῖον καρπόν, τὴν ἐλεημοσύνην, ἀναβλαστήσει, καὶ σὲ ἀντὶ τοῦ μετὰ τῶν ἐρίφων τετάχθαι εἰς τὴν τῶν προβάτων ἀγέλην μεταστήσει. ἔρρωσο.
Σάβᾳ ἡσυχαστῇ μετὰ τῶν ἀποστατῶν γεγονότι Πόθεν ἡ πρὸς πάντα σου κίνησις βραδεῖα καὶ νωθὴς εἰς τὴν καθ’ ἡμῶν κατέστη συσκευὴν ὀξεῖα καὶ σφοδρά; ἢ δῆλον ὡς ἐν οἷς μὲν ἔπραττεν ὁ λογισμὸς κατὰ φύσιν, κἂν οὐκ ἦν αὐτῷ τάχος ἔμφυτον εἰς ἀντίληψιν τῶν καλῶν, ὅμως οὐδὲ ἀκρατῶς εἴα πρὸς τὰ φαῦλα φέρεσθαι καὶ ἀνενδότως τὴν ὁρμήν· ἐπεὶ δὲ καὶ αὐτῶν ἐξέπεσε τῶν κατὰ φύσιν, συνεξηνέχθησαν αὐτῷ καὶ αἱ κινήσεις πᾶσαι καὶ αἱ πράξεις εἰς τὸ στασιῶδες ἦθος καὶ ἐμμανές. ἡμᾶς δὲ γίνωσκε λίαν αἰσχύνεσθαι καὶ ὑπεραλγεῖν, οὐχ ὅτι νῦν πάντας κύβους καθ’ ἡμῶν ἀναρριπτεῖς, ἀλλ’ ὅτι καὶ αὐτὸς εἷς ἐδόκεις πάλαι τῶν φιλούντων ἡμᾶς.
Βαάνῃ πραιποσίτῳ καὶ πατρικίῳ Ἦν ποτε κρύφιος φίλος ὁ Ἰωσὴφ καὶ νυκτερινὸς μαθητὴς τοῦ ἐμοῦ δεσπότου καὶ θεοῦ· ἀλλ’ ὕστερον τοὺς δεσμοὺς ἀπορρίψας τῆς δειλίας, τῶν εἰς τὸ φανερὸν φιλούντων θερμότερός τε καὶ θαρραλεώτερος γέγονεν, καὶ τὸ δεσποτικὸν ἐφ’ ὕβρει κρεμάμενον σῶμα τοῦ ξύλου καθελὼν τῆς δυνατῆς θεραπείας οὐκ ἠμέλησεν. μέχρι τίνος τοίνυν καὶ αὐτὸς διὰ νυκτὸς ἡμᾶς ἀγαπήσεις, ἀλλὰ μὴ φωτὸς καὶ ἡμέρας υἱὸς γεγονὼς ῥήξεις ἀξίαν φωνὴν τῆς Ἰωσὴφ παρρησίας, καὶ καθελεῖς οὐκ ἀπὸ ξύλου τὸ σῶμα, ἀλλὰ μυρίων πειρασμῶν καὶ θλίψεων καὶ ταλαιπωρίας καὶ πικροῦ ῥυόμενος καὶ καθημερινοῦ θανάτου; εἰ δέ σε ἡ τοῦ κόσμου φιλία καὶ ἡ πρὸς αὐτὸν συμπάθεια οὐκ ἐᾷ, μάτην εἰς καταφυγὴν καὶ παράδειγμα ὁ Ἰωσὴφ ἐπενοήθη καὶ προκομίζεται.
Ἀθανασίῳ μονάζοντι καὶ ἡσυχαστῇ Τὸν φοίνικά φασι τὸ φυτὸν τῇ ἁλμυρᾷ θάλλειν γῇ, καὶ τὴν κόμην εἰς ὕψος ἐκτρέφειν καὶ καρπὸν εἰς πλῆθος καὶ πολλὴν γλυκύτητα φέρειν· καὶ ὅλως φοίνικι ἐπιτήδειον ἁλμυρὰ γῆ, καίτοι τῶν ἄλλων σπερμάτων καὶ φυτῶν, ὅσα τὸ γλυκὺ φιλεῖν ἐθέλει καὶ λιπαρόν, ὑπάρχουσα φθαρτική. καλῶς οὖν καὶ αὐτός, εἰ καὶ μὴ πολλοὺς ἔχεις τοὺς συνεραστάς, ἀντὶ τῶν πολιτικῶν θορύβων τὴν ἔρημον οἰκεῖν ᾑρετίσω· ῥᾷον γὰρ ἐκ ταύτης ἐστὶν σοί τε καὶ τοῖς ὑψικόμοις τοῖς κατὰ σὲ πρὸς οὐρανὸν ταῖς ἀρεταῖς ἀναφέρεσθαι.
Ἰωάννῃ πατρικίῳ καὶ στρατηγῷ Ἑλλάδος Εὔνομος ᾄδων ἐσεμνύνετο, φασίν, ὁ Λοκρός· καὶ ᾖδεν γὰρ θέλγων καὶ κηλούμενος τοὺς ἀκροατάς. μιᾶς δέ ποτε ῥαγείσης αὐτῷ τῶν χορδῶν, τέττιξ ἐπὶ τὸν πῆχυν καθίσας τὸν φθόγγον ἀνεπλήρου τῆς ῥαγείσης χορδῆς, καὶ ἦν Εὐνόμῳ πάλιν ᾄδειν ὡς τὸ πρότερον ἐμμελῶς. εἰ δέ γε ἡμῖν ἀντὶ τέττιγος καὶ ξένης ᾠδῆς, τῆς σῆς φιλίας οὐκ οἶδ’ ὅθεν περιρραγείσης ἀποκαταστήσας πάλιν ἐντείνεις τὴν νευράν, ἴσως ἂν εἰς τὴν προτέραν ἡμῶν ὁλοκληρίαν ὁ βίος ἐπανελθὼν καὶ συμφωνίαν ἀρίστην ἀναλαβὼν ᾄσεταί τι μέλος εὐδαιμονίας, ἀντὶ τῆς νῦν τραγῳδίας, ἡδὺ καὶ τερπνόν· καὶ τοῖς ἔπειτα τῶν ἀνθρώπων οὐχὶ Εὔνομος κιθαρῳδὸς καὶ τέττιξ μουσουργός, μύθου πλάσμα παλαιοῦ, ἀλλ’ ἀρχιερεὺς θεοῦ καὶ φίλος ἔνθεος καὶ καλὸς εἰς παράδειγμα καὶ παροιμίαν ἐξαρκέσει ἀληθινήν.
Εὐλαμπίῳ ἀρχιεπισκόπῳ καὶ σκευοφύλακι Οὐκ ἐθέλει τῷ φωτὶ συμπαρεῖναι τὸ σκότος, μισεῖ δὲ καὶ τὴν σύνοδον τοῦ ψεύδους ἡ ἀλήθεια. μετὰ τὴν σὴν ἀφ’ ἡμῶν ἀναχώρησιν ὁ τὴν κλῆσιν ψευδόμενος ἐφέστηκεν Ἐμμανουήλ, οἷα εἰκὸς ἦν πράττειν αὐτὸν καὶ τῶν οἰκείων τρόπων ἀξίως ἐπιδεικνύμενος.
Γεωργίῳ διακόνῳ καὶ ξενοδόχῳ Τὴν ὕλην οἱ παρ’ Ἕλλησι δοκοῦντες εἶναι σοφοί, πολλοὺς καὶ μεγάλους ἀναλώσαντες λόγους, μόλις ἴσχυσαν, ὡς αὐτοί φασι, νόθῳ καὶ ἀσθενεῖ παραστῆσαι λογισμῷ, ὡς ἄλλο τι οὖσα παρὰ πάντα τὰ ὄντα καὶ ἀλλοιουμένη διηνεκῶς καὶ ῥέουσα πάντων ἐστὶ τῶν ὄντων δεκτική. εἰ δὲ σὲ συνέβη κατ’ ἐκείνους γενέσθαι τοὺς καιρούς, μόνον αὐτοῖς ἐπιγνωσθεὶς πάντων ἂν τῶν μακρῶν ἐκείνων ἀπήλλαξας αὐτοὺς πόνων καὶ καμάτων. οὐδεὶς γάρ, οἶμαι, οὐδέποτέ σε οὐδὲ ἐν ἀκαρεῖ τὴν αὐτὴν ἔχοντα κατείληφε γνώμην, ἀλλὰ ῥέοντά τε ἀεὶ καὶ ἀλλοιούμενον καὶ τῶν παρατυγχανόντων γινόμενον καὶ πρὸς ἅπαντα μορφούμενον καὶ ὡς οἰκείᾳ μορφῇ τὴν ἀμορφίαν καλλωπιζόμενον.
Ἀντωνίῳ ἀρχιεπισκόπῳ Βοσφόρου Ἦν ποτε Ἄξεινος ὁ Σκυθικὸς πόντος· ἐποιεῖτο γὰρ βοράν, φρικτὸν ἀκοῦσαι, καὶ τοὺς ἐμπλέοντας τῶν ξένων· Μιλήσιοι δὲ φιλανθρωπίᾳ καὶ ἡμέρῳ πολιτείᾳ τό τε θηριῶδες καὶ βάρβαρον ἐξημέρωσαν ἦθος καὶ εἰς Εὔξεινον αὐτὸν μετεποίησαν. νῦν δὲ διὰ σοῦ καὶ τοὺς σοὺς ὑπὲρ ἀρετῆς ἀγῶνας καὶ πόνους καὶ τὴν ἄλλην περὶ τὸ θεῖον θεραπείαν οὐκ Εὔξεινος μόνον, ἀλλὰ καὶ Εὐσεβὴς μετὰ τοῦ εἶναι καὶ ὀνομάζεται. πόσης οἴει με ταῦτα καὶ ἐννοοῦντα καὶ γράφοντα χαρᾶς καὶ εὐφροσύνης πληροῦσθαι; εἰ δὲ καὶ τοὺς αὐτόθι Ἰουδαίους εἰς τὴν ὑπακοὴν Χριστοῦ αἰχμαλωτίσας, ἀπὸ τῆς σκιᾶς καὶ τοῦ γράμματος ἐπὶ τὴν χάριν, ὡς ἔγραψας, μεταστήσεις, ἀπέχω καὶ περισσεύω τῶν καλῶν ἐλπίδων τοὺς ὡραίους καρποὺς ἃς ἐπὶ σοὶ διὰ παντὸς ἔτρεφον.
Τῷ εὐσεβεστάτῳ καὶ μεγάλῳ βασιλεῖ Βασιλείῳ Ἄκουσον, ὦ φιλανθρωπότατε βασιλεῦ. οὐ προβάλλομαι νῦν παλαιὰν φιλίαν· οὐ φρικώδεις ὅρκους καὶ συνθήκας, οὐ χρῖσμα καὶ χειροθεσίαν βασιλείας, οὐχ ὅτι ταῖς ἡμετέραις χερσὶ προσιὼν τῶν φρικτῶν καὶ ἀχράντων μετεῖχες μυστηρίων, οὐδὲ τὸν δεσμὸν ὃν ἡμᾶς ἡ τοῦ καλοῦ παιδὸς υἱοθεσία συνέδησεν· οὐδὲν τούτων λέγω, ἀλλὰ τὰ κοινὰ τῶν ἀνθρώπων προτείνω σοι δίκαια. πάντες γὰρ καὶ βαρβάρων καὶ Ἑλλήνων, οὓς μὲν θανάτου κρίνουσιν τοῦ βίου ἐξάγουσιν, οὓς δὲ ζῆν ἐῶσιν λιμαγχονίᾳ καὶ μυρίοις ἄλλοις κακοῖς θανεῖν οὐ βιάζονται. ἡμεῖς δὲ βίον βιοῦμεν θανάτου πικρότερον· ᾐχμαλωτίσμεθα πάντων, ἐστερήμεθα φίλων, ἐστερήμεθα συγγενῶν, ὑπηρετῶν, συνήθων, πάσης ἁπλῶς ἀνθρωπίνης θεραπείας. καίτοι γε Παῦλος ὁ θεῖος περιαγόμενος δέσμιος τῆς ἀπὸ τῶν γνωρίμων καὶ συνήθων θεραπείας ἀπολαύειν οὐκ ἐκωλύετο, ἀλλὰ καίτοι τὴν ἐπὶ θανάτῳ ἀγόμενος, ἀνθρωπίνης καὶ παρὰ τῶν μισοχρίστων Ἑλληνιστῶν ἐτύγχανεν ἡμερότητος.
Ἀλλ’ ἴσως ὁ μακρὸς χρόνος, εἰ καὶ μὴ ἀρχιερεῖς θεοῦ, ἀλλ’ οὖν γέ τινας κακούργους τοιαῦτα δείκνυσι πεπονθότας· ἐστερήθημεν καὶ βιβλίων, καινὸν τοῦτο καὶ παράδοξον καὶ νέα καθ’ ἡμῶν ἐπινενοημένη τιμωρία. ἵνα τί γένηται; ἵνα μὴ ἀκούωμεν μηδὲ λόγον κυρίου; μὴ γένοιτο ἐπὶ τῆς σῆς βασιλείας ταύτην τὴν ἀρὰν πληρωθῆναι, ὅτι ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις λιμὸς ἄρτου καὶ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου. διὰ τί γὰρ ἡμῶν ἀφῃρέθη τὰ βιβλία; εἰ μὲν γάρ τι ἀδικοῦμεν, πλείονα ἔδει δοθῆναι, καὶ δὴ καὶ τοὺς διδάσκοντας, ἵνα καὶ ἀναγινώσκοντες μᾶλλον ὠφελώμεθα καὶ ἐλεγχόμενοι διορθώμεθα· εἰ δὲ μηδὲν ἀδικοῦμεν, τί ἀδικούμεθα; οὐδεὶς τοῦτο τῶν ὀρθοδόξων οὐδ’ ὑπὸ τῶν ἑτεροδοξούντων πέπονθεν. Ἀθανάσιος ὁ πολύαθλος τοῦ θρόνου πολλάκις καὶ ὑπὸ αἱρετικῶν καὶ ὑπὸ Ἑλληνιστῶν ἀπελήλαται, ἀλλ’ οὐδεὶς αὐτοῦ τῶν βιβλίων ἀφαίρεσιν ἐψηφίσατο. Εὐστάθιος ὁ θαυμάσιος τὴν ἴσην ἐπιβουλὴν παρὰ τῶν ἀρειανιζόντων ὑπήνεγκεν, ἀλλ’ οὐχ ὡς ἡμεῖς καὶ τὰ βιβλία ἀφῄρηται.
Παῦλος ὁ ὁμολογητής, Ἰωάννης ὁ Χρυσόστομος, Φλαβιανὸς ὁ θεσπέσιος, μυρίοι ἄλλοι· τί γὰρ δεῖ νῦν τούτους ἀριθμεῖν, οὓς ἡ ἐν οὐρανοῖς βίβλος ἀπεγράψατο; καὶ τί λέγω τοὺς ὀρθοδόξους καὶ ἁγίους ἀρχιερεῖς; Εὐσέβιον καὶ Θεογόνιον καὶ σὺν αὐτοῖς ἄλλους ἀνθρώπους αἱρετικοὺς ὁ μέγας Κωνσταντῖνος διὰ τὴν αὐτῶν δυσσέβειαν καὶ τὸ τῆς γνώμης παλίμβολον ὑπερορίους ἐποιήσατο, ἀλλ’ οὔτε τῶν ὑπαρχόντων ἐγύμνωσεν οὔτε βιβλίοις προσεζημίωσεν· ᾐσχύνετο γὰρ λόγου κωλύειν οὓς ὅτι ἀλόγως ἔπραττον ἐξορίᾳ κατεδίκαζεν. Νεστόριος ὁ δυσσεβὴς ἐξορίζεται· Διόσκορος πάλιν· Πέτρος ὁ δείλαιος· Σευῆρος καὶ πολλοὶ ἄλλοι· ἀλλ’ οὐδεὶς αὐτῶν βιβλίων αἰχμαλωσίαν ὑπέμεινεν. τί δὲ λέγω τὰ παλαιά;
Λέοντα τὸν δυσσεβῆ πολλοὶ καὶ τῶν ἔτι περιόντων ἴσασιν θηρίον μᾶλλον ἢ ἀνθρώπου φύσιν ἐπιδειξάμενον· ἀλλ’ οὗτος τὸν μέγαν καὶ ὡς ἀληθῶς Νικηφόρον ἐλαύνων τοῦ θρόνου καὶ ἐξορίᾳ παραδιδούς, οὐχὶ καὶ τῶν αὐτοῦ βιβλίων ἐποίησεν ὑπερόριον, οὐμενοῦν οὐδὲ ἐλιμοκτόνησεν, ὡς ἡμεῖς λιμαγχονούμεθα· καίτοι οὐδὲν ἧττον τὸν ἀθλητὴν ἐπεθύμει θανεῖν ἢ τὴν αὐτοῦ βασιλείαν εἰς μῆκος χρόνων δι’ ὧν ἠσέβει πάντα παραταθήσεσθαι, ἀλλ’ ὅμως ὄνομα λαβεῖν ἀνδροφονίας ἐφυλάττετο· οὐ τὰς σάρκας τῶν ὑπηρετούντων αὐτῷ λῃστῶν καὶ προδοτῶν δίκην κατέκοψεν, καίπερ δυσσεβῶν τὰ ἄλλα καὶ πνέων ὠμότητα· οὐ τῶν συγγενῶν τὴν ὁμιλίαν ἐκώλυσεν· οὐχὶ τῶν ὑπαρχόντων ζημίαν ἐπήνεγκεν. ᾐδέσθη γὰρ Χριστιανισμὸν ὑποκρινόμενος Ἑλλήνων ὠμότερα διαπράττεσθαι· ἐκεῖνοι γὰρ ἀναιροῦντες τοὺς μάρτυρας, ὅμως οὔτε θεραπείας τῆς παρὰ τῶν οἰκείων τυγχάνειν ἐκώλυον οὔτε τῶν ὑπαρχόντων ἀφῃροῦντο τὴν κυριότητα. οὐ μὴν οὐδὲ ψαλμῳδίας ἐκεῖνος ἐξέκοψεν, ἀλλὰ καὶ πολλῶν μοναζόντων συναυλίαν ἐνεδίδου παραμύθιον· οὐ τοὺς ἀφιερωθέντας αὐτῷ οἴκους θεοῦ καὶ ναοὺς κατεστρέψατο· ἐδυσωπεῖτο γάρ, ὡς ἐνόμιζεν, ἀνθρώπῳ προσκρούων τοῖς θείοις ἔργοις ἐπιλυμαίνεσθαι.
Καθ’ ἡμῶν δέ, οἴμοι, πάντα καινὰ καὶ τραγῳδίας ἐπέκεινα· αἰχμάλωτοι πάντων, ἔρημοι φίλων, ἔρημοι συγγενῶν, ὑπηρετούντων, ἔρημοι ψαλλόντων, μοναζόντων· ἀντὶ δὲ φίλων, ἀντὶ συγγενῶν, ἀντὶ μοναζόντων, ἀντὶ ψαλλόντων, ἀντὶ πάντων ἁπλῶς, στρατιωτῶν κουστωδίαις καὶ στρατιωτικοῖς λόχοις ἐκδεδόμεθα. κατεστράφησαν οἶκοι θεοῦ καὶ λελωβημένα σώματα πενήτων μετανέστησαν καὶ τὰ ὑπάρχοντα αὐτοῖς ὡς πολεμίων ἐδημοσιεύθησαν λάφυρα· ἵνα τί γένηται; ἵνα ἡμεῖς ἀνιάσωμεν. λίαν πικρῶς ἠνιάσαμεν· ἱλαστήριον γὰρ ἡμῖν ἁμαρτημάτων ἐκεῖνοί τε καὶ ἡ περὶ αὐτοὺς θεραπεία θεῷ ἀφιέρωτο· ἀλλ’ ἔδει συνιδεῖν μήποτε καὶ θεὸς ἡμῖν ὁ ζημιούμενος μᾶλλον συναλγήσειεν, εἴπερ αὐτός ἐστιν ὁ τὰ τῶν πενήτων οἰκειούμενος. σωμάτων μὲν κακώσεις νόμοι Ῥωμαίων τοῖς ἐπὶ κακουργίᾳ ἁλοῦσιν εἰς κάθαρσιν ψυχῆς ἐπενόησαν· ψυχῆς δὲ κακώσεις καὶ ἐπιβουλὰς οὐδὲ ἀκοῇ μέχρι νῦν παρά τισιν ἀνθρώπων ἐπιτηδευομένας παρειλήφαμεν, εἰ καὶ νῦν τῇ πείρᾳ μανθάνομεν· τοῦτο γὰρ δῆλον ὅτι ποιεῖ ἥ τε τῶν βιβλίων ἀφαίρεσις καὶ τοῦ λύτρου τῶν ἁμαρτημάτων ἡ καταστροφὴ καὶ ἀναίρεσις, ἡ μὲν αὐτῆς τὸ ὄμμα τῆς θεωρίας ἐναποσβεννῦσα καὶ διαφθείρουσα, ἡ δὲ τὸ κάλλιστον τῶν πράξεων παρασπωμένη καὶ καταλύουσα. τίς ἤκουσεν ἐξ αἰῶνος κατὰ ψυχῶν ἀνθρωπίνων πόλεμον ὑπὸ ἀνθρώπων ἐπινοούμενον;
οὐ γὰρ ἱκαναὶ κενῶσαι πᾶσαν ὀργὴν αἱ τιμωρίαι τοῦ σώματος, ὑπερορία καὶ αἰχμαλωσία καὶ λιμὸς καὶ φρουρὰ καὶ θάνατος καθ’ ἑκάστην ἐπαγόμενος, καὶ τοσούτῳ μόνον τοῦ ζῴου φειδόμενος ὅσῳ μὴ συνανελεῖν καὶ τῶν ἀλγεινῶν τὴν συναίσθησιν; ὅπερ ἐστὶ τὸ πικρότατον τοῦ θανάτου κέντρον καὶ ἡ ἀφόρητος βάσανος, ἵνα καὶ τὰ τῶν θνῃσκόντων πάσχωμεν καὶ τῷ θανάτῳ τὰ πάθη μὴ συνδιαλύοιτο, ὃ μόνον ἦν ὡς ἐν τηλικούτῳ κακῷ τοῖς θνῄσκουσιν παραμύθιον.
Σκόπησον, ὦ βασιλεῦ, ταῦτα κατὰ σεαυτόν· καὶ εἰ μὲν ἀθῳοῖ σε τὸ σὸν συνειδός, πρόσθες καὶ ἕτερον καθ’ ἡμῶν, ἂν ἄρα τι καὶ παραλέλειπται· εἰ δὲ καταδικάζει, μὴ ἀναμείνῃς τὴν ἐκεῖθεν καταδίκην, ὅτε καὶ ἡ μεταμέλεια ἄχρηστος. ἐγὼ δέ σου δέομαι καινὴν ἴσως δέησιν, ἀλλ’ ἐπὶ καινοτάτοις προσαγομένην. στῆσον, ὦ βασιλεῦ, τὰ κακὰ ᾧ βούλει τρόπῳ· ἢ τοῦ βίου τάχιον ἡμᾶς καὶ μὴ μετὰ τῆς πολλῆς ταύτης καὶ ἀφάτου ταριχείας ἐξάγων ἢ τὴν ὑπερβολὴν ἀνακόπτων τῶν δυσχερῶν. μνήσθητι ὅτι ἄνθρωπος εἶ, κἂν βασιλεύῃς· μνήσθητι ὅτι σάρκα περικείμεθα τὴν αὐτὴν καὶ βασιλεῖς καὶ ἰδιῶται καὶ τῆς αὐτῆς κοινωνοῦμεν φύσεως· μνήσθητι ὅτι κοινὸν δεσπότην ἔχομεν καὶ πλάστην καὶ κοινὸν κριτήν. τί τὴν σὴν ἐπιείκειαν ταῖς καθ’ ἡμῶν κακώσεσιν ἐξελέγχεις; τί τὴν σὴν χρηστότητα ταῖς εἰς ἡμᾶς ἐπηρείαις διαβάλλεις; τί δὲ τὴν φιλανθρωπίαν εἰς ὑπόκρισιν καὶ σχῆμα πραότητος τῇ καθ’ ἡμῶν ὀργῇ καὶ βαρύτητι διασύρεις; οὐκ αἰτοῦμεν θρόνους, οὐ δόξαν, οὐκ εὐημερίαν, οὐκ εὐπάθειαν· ἀλλ’ ἐκεῖνα αἰτοῦμεν ἃ καὶ τοῖς δεσμώταις παρέχεται, ὧν οὐδ’ οἱ αἰχμάλωτοι ἀποτυγχάνουσιν, ἃ καὶ βάρβαροι τοῖς δεσμίοις παρέχειν φιλανθρωπεύονται· εἰς τοῦτο γὰρ τὰ ἐμὰ περιέστηκεν πράγματα, ἵνα παρὰ βασιλέως, καὶ τότε φιλανθρωποτάτου γένους τῶν Ῥωμαίων, τοιαῦτα αἰτῶ.
Τί οὖν αἰτοῦμεν; ἢ ζῆν μὴ χαλεπωτέραν θανάτου ζωὴν ἢ θᾶττον ἀπαλλαγῆναι τοῦ σώματος δυσωπήθητι τὴν φύσιν· αἰδέσθητι τοὺς κοινοὺς τῶν ἀνθρώπων νόμους· αἰδέσθητι τῆς Ῥωμαϊκῆς ἀρχῆς τὰ κοινὰ δίκαια· μηδὲ καινόν τι παραχωρήσῃς ἐπεισαχθῆναι τῷ βίῳ διήγημα, ὅτι ποτὲ βασιλεύς, ἐπιείκειαν καὶ φιλανθρωπίαν ἐπαγγελλόμενος, φίλον ἀρχιερέα· καὶ σύντεκνον ποιησάμενος, ὑφ’ οὗ χερσὶν αὐτός τε καὶ ἡ βασιλὶς τὸ χρῖσμα τῆς βασιλείας ἐχρίσθη καὶ τὸ ἀξίωμα ἐνεδύσαντο, ὑφ’ οὗ λίαν ἐφιλήθη καὶ πρὸς ὃν ὅρκια καὶ πίστεις φρικώδεις ἔθετο, ὃν ὑπεραγαπᾶν καὶ στέργειν ἐπεδείκνυτο ἅπασιν, τοῦτον ἐξορίᾳ καὶ λιμῷ πικρῷ παραδοὺς καὶ μυρίοις ἄλλοις κατατήξας κακοῖς εὐχόμενον ὑπὲρ αὐτοῦ τῷ θανάτῳ παρέπεμψεν.
Τῷ αὐτῷ Ἐγὼ μὲν ᾤμην τῆς ὑμῶν κραταιουμένης βασιλείας πολλὰς αὐτῇ προσάγειν εὐχαριστίας ὑπὲρ τῆς εἰς ἡμᾶς εὐεργεσίας, ὑπὲρ φίλων, ὑπὲρ συγγενῶν, ὑπὲρ συνήθων, ὑπὲρ πάντων ἁπλῶς ὅσα πράττων αὐτὸς εἰς τὴν ἡμῶν θεραπείαν κόρον οὐκ εἶχες χαρίζεσθαι. εἰς τοῦτο γὰρ ἡμᾶς ἦγεν ἥ τε καθαρὰ πρὸς σὲ καὶ ἀληθινὴ διάθεσις καὶ τῶν μυρίων ὅρκων καὶ ὑποσχέσεων τὸ ἀνένδοτον, οὓς καὶ ἀκόντων ἡμῶν αὐτὸς ὅμως πρὸς ἅπαντας ὑποτείνων οὐ διέλειπες. νῦν δὲ εἰς τοῦτο τὰ τῶν ἡμετέρων ἐλπίδων περιέστηκεν, ὅτι κἂν ὀψὲ τοῦ καιροῦ, ὅμως εὐχαριστίαν τῇ σῇ προσάγομεν βασιλείᾳ. ἐπὶ τίνι, καὶ διὰ τί; ὅτι τὰς τῶν λῃστῶν καὶ κακούργων τιμωρίας, αἷς ἐναθλοῦντες ἡμεῖς καταδαπανώμεθα, εἰς τὸ μετριώτερον σχηματίζειν ἐπεχείρησας. ἀλλ’ ὅρα, φίλε, κἂν μὴ βούλει, βασιλεῦ, ὅτι τὸ πειρᾶσθαι πείθειν ἀνθρώπους οὐ μόνον οὐδὲν συντελεῖ πρὸς τὸ πεῖσαι θεόν, ἀλλὰ καὶ εἰς τοὐναντίον περιτρέπεται, καὶ τῶν ἀδεῶς ἐνταῦθα πραττομένων μᾶλλόν ἐστιν ἐκεῖθεν ἡ παντέφορος δίκη κριτής.
Γρηγορίῳ διακόνῳ καὶ χαρτουλαρίῳ τῷ Ἀμασιανῷ Ἀκούω τινὰς τῶν ἐναντίων εἰρήνην περιαγγέλλειν καὶ τοὺς ἁπλουστέρους ἐπιχειρεῖν ταύτῃ δελεάζειν τῇ προσηγορίᾳ. ἀλλ’ εἰ μὲν ἣν ὁ κύριος δίδωσιν, οὐκ ἐκείνους δεῖ περιαγγέλλειν, ἀλλὰ παρ’ ἡμῶν ταύτην ὀφείλουσιν ἐκμανθάνειν· εἰ δὲ ἣν καθελεῖν αὐτὸς ἐλήλυθεν (‘οὐ γὰρ ἦλθον’, φησί, ‘βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν’), ἵστωσαν ὅτι Χριστομαχοῦσιν, ὑπὸ τῷ τῆς εἰρήνης ὀνόματι τὴν κατ’ αὐτοῦ πολιορκίαν ἀνιστῶντες.
Τῷ αὐτῷ Εἴ τις δοξολογία, εἴ τις εὐχαριστία, ταύτην ἐξ ὅλης ψυχῆς θεῷ ἀνατίθημι, ὅτι με τοιαύταις ἡμέραις ἄρχειν ἀνθρώπων οὐ συνεχώρησεν, οὐδ’ ὀφθαλμοῖς ἐπιδεῖν πάθος· ἀπαράκλητον, ἐν αἷς τάφος μὲν ἀντὶ πόλεως ἡ Κωνσταντίνου, θρῆνος δὲ ἀντὶ ψαλμῳδίας οὐ τὰς οἰκίας μόνον, ἀλλὰ καὶ τὰς ἐκκλησίας ἔχει, τῶν μὲν ὁλοκλήρων εἰς ἔδαφος κειμένων (θέαμα, φασίν, ἐλεεινὸν καὶ διηγεῖσθαι μεῖζον πίστεως), τῶν δὲ τῷ μεγίστῳ μέρει κατενηνεγμένων, καὶ μηδενὸς τοῦ πάθους κρείττονος γενομένου, ἀλλὰ καὶ αὐτῆς τῆς γῆς τῷ ἀφορήτῳ σάλῳ καὶ κλόνῳ εἰς μέρη πολλὰ συγκαταρραγείσης καὶ τὰ ἐξ αἰῶνος τῆς πόλεως πάθη τῷ μεγέθει τῶν κακῶν ἀποκρυψάσης. νῦν μὲν γὰρ τὰ ἐμαυτοῦ μόνον σκοπῶ καὶ εἰς ἐκεῖνά μοι τὰ τῆς φροντίδος καὶ τῆς ἀγωνίας ἀποτείνεται τότε δὲ ἀνάγκη τρέμειν ἦν καὶ ὑπὲρ τῶν ἑτέροις ἁμαρτανομένων καὶ τοῖς ἐκείνων παθήμασι πικρότερον ἀποδύρεσθαι, καὶ μήποτε τῷ κοινῷ τῶν ἀδικημάτων δεδιέναι κοινὴν τῷ πλήθει τὴν τιμωρίαν καὶ αὐτοί, δοκοῦντες προεστάναι, συνδιενεγκεῖν καταδικασθῶμεν· ὧν ἁπάντων ἀνθρώπινοι μέν, ὡς ἐνόμισαν, ἐπιβουλαί, θεὸς δὲ τῇ οἰκείᾳ χάριτι καὶ φιλανθρωπίᾳ ἐρρύσατο.
Τῷ αὐτῷ Ἐγὼ μὲν οὐκ ἂν φαίην δίκας τίνουσαν τὴν πόλιν τῶν εἰς ἡμᾶς ἀδικημάτων ἀντὶ πόλεως πολυάνδριον γενέσθαι, παραινῶ δὲ μηδὲ τὴν ὑμῶν ὁσιότητα ταῦτα ἐννοεῖν. τίνες γὰρ ἡμεῖς, εἰ καὶ πεπόνθαμεν ἀδιήγητα, ἵνα τηλικαύτην ὀργὴν ἐκκαλεσώμεθα θεοῦ, ἄλλως τε δὲ καὶ τότε πλέον πάσχοντες νῦν ἐν οἷς ἐκεῖνοι πάσχουσιν τῷ κοινῷ νόμῳ τῆς συμπαθείας καὶ φύσεως ἢ ἐν οἷς αὐτῶν δεδρακότων ἐπάσχομεν; εἰ δ’ ὅτι τῶν ἀνὰ τὴν Ῥωμαϊκὴν ἀρχὴν ἐκκλησιῶν τὴν δόξαν ἀπέκειρον καὶ εἰς τὰ τῶν Χριστιανῶν μυστήρια ἐξωρχήσαντο, καὶ ἀρχιερεῖς καὶ ἱερεῖς θεοῦ θρόνων καὶ ἐκκλησιῶν πάσῃ μηχανῇ καὶ πάσῃ βίᾳ ἐξήλασαν, καὶ ἐν καιρῷ Χριστιανισμοῦ τὰς Ἑλλήνων πράξεις παρρησιάσασθαι παρεσκεύασαν, σιγῇ βαθείᾳ, μᾶλλον δὲ καταστροφῇ τελείᾳ τὰς θείας τελετὰς καὶ τὰ φρικτὰ παραδεδωκότες ὄργια—ἂν οὖν διὰ ταῦτα δίκας εἰσπράττωνται τοῦ τολμήματος, πρὸς τοῦτο οὐκ ἂν δυναίμην ἄλλως ἔχειν διισχυρίσασθαι, μέχρις ἂν τὸ ἐκεῖ δικαιωτήριον ἄλλα τινὰ μείζονα τῆς τηλικαύτης τόλμης ἐξημαρτηκότας παραστήσειεν.
Πρὸς τὸν ἐπερωτήσαντα πῶς δυνατὸν μὴ ἁλῶναι ψεύδει τὸν θεῖον ἀπόστολον, Ἰουδαῖον ἑαυτὸν καὶ Ῥωμαῖον ἀποφηνάμενον, καὶ ποτὲ μὲν Ταρσοὺς ἔχειν πατρίδα, ποτὲ δὲ ἐν τῇ Ῥώμῃ γεννηθῆναι Οὔτε Ἰουδαῖον οὔτε Ῥωμαῖον ἑαυτὸν εἰπὼν ὁ τῆς ἀληθείας μαθητὴς Παῦλος ἐψεύσατο· οὐδὲ γὰρ οἷόν τε ἦν αὐτὸν ἀληθείας ὄντα κήρυκα ἐπερείδεσθαι τῷ ψεύδει, μάλιστά γε κριτηρίῳ παριστάμενον καὶ δίκας ἀπάτης καὶ κακουργίας, ὧν ἦν καθαιρέτης, ὑπὸ Ἰουδαίων εἰσπραττόμενον. πῶς γὰρ ἂν καὶ ἐθάρρησεν ψεύδει χρήσασθαι καὶ τὴν κατ’ αὐτοῦ συκοφαντίαν οἷς ἐξηπάτα πιστώσασθαι; ἆρα γὰρ οὐχὶ τὸν παραυτίκα ἐδεδοίκει ἔλεγχον; οὐ τὸν μετὰ ταῦτα; οὐ συνεώρα δὲ ὅτι ἐκκαλυπτομένου τοῦ δράματος πρὸς τῷ μηδὲν ἀποκερδᾶναι καὶ διπλῆς ἑαυτὸν τιμωρίας ἔνοχον παραστήσειεν, ὧν τε τὸ Ἰουδαίων ἔθνος ἐπεκάλει καὶ ὧν αὐτὸς ἑαυτοῦ κατεψεύδετο; πῶς δὲ καὶ ὁ Λυσίας, ἀρχῆς ἐφεστὼς καὶ τἀληθὲς ἐξευρεῖν ῥᾴδιον ἔχων, ἀπέστη τοῦ τύπτειν, εἰ μὴ ἐπέπειστο; πῶς δ’ ἂν ἐπέπειστο ὑπὸ δεσμίου καὶ πένητος, εἰ μὴ τὰ τῆς ἀληθείας αὐτὸν ἐβιάζετο; πῶς δὲ καὶ Φήλικι γράφων εἰς Ῥωμαίους τελεῖν τὸν Παῦλον ἀπισχυρίζετο; ‘μαθὼν’ γάρ φησιν ‘ὅτι Ῥωμαῖός ἐστιν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην αὐτόν’.
Ἀλλ’ ἐκλάπη καὶ παρεσύρη Λυσίας. τίνι τέχνῃ καὶ πῶς ὑπαχθείς; ὁ Φήλιξ δὲ πῶς οὐκ ἐφώρασε τὸ κακούργημα, καίτοι καὶ χάριτας τοῖς Ἰουδαίοις ἐκθέσμους κατατιθείς, ἀλλ’ ἐν οἷς μὲν ἄνομος ἡ χάρις καὶ λόγον οὐκ ἔχουσα θερμὸς ὑπηρέτης, ἐν οἷς δὲ μετὰ τοῦ ὀρθοῦ λόγου χαρίσασθαι ἦν, ἐν τούτοις δὲ ἄρα ῥάθυμος καὶ ἀναπεπτωκὼς καὶ οὐδ’ εἰς ἀρχὴν τοῦ βουληθῆναι δικαίαν καταθέσθαι χάριν διανιστάμενος; καὶ τίνα ἂν ἔχοι ταῦτα πειθὼ καὶ ἀκολουθίαν, εἶτα αὐτοὶ δὲ παρόντες οἱ φονῶντες κατ’ αὐτοῦ καὶ πάντα λίθον κινοῦντες, τοὺς Ἰουδαίους λέγω, εἰ διὰ ψεύδους ὁ Παῦλος τὰς βασάνους ἐτεχνάζετο διακρούσασθαι, πῶς οὐκ ἔρρηξαν φωνὴν πληροῦσαν τὸ θέατρον; ‘ὁρᾶτε, ἄνδρες, ἡλίκον οἷον ἐψεύσατο; ἀπατεών ἐστιν, γόης ἐστίν, οὐκ ἔστι Ῥωμαῖος, εὗρεν ὅπως καὶ ὑμᾶς ἀποπλανήσας τὴν τῶν μαστίγων πεῖραν διαδράσειεν· ἀλλ’ ὑμεῖς ἐξ ὧν ἐτόλμησεν καὶ πρὸς ὑμᾶς τερατεύσασθαι, καὶ ὧν ἡμεῖς κατηγοροῦμεν λαβόντες τὰς πίστεις κοινοῦ λυμεῶνος τὴν κοινὴν τῶν ἀνθρώπων πολιτείαν ἀπαλλάξατε’.
ἀλλ’ οὐδὲν τούτων οὐμενοῦν οὔτε εἰπεῖν εἶχον οὔτε ἐτόλμησαν, οὐ τότε, οὐ μετὰ ταῦτα, καίτοι καὶ δικαστηρίου πάλιν αὐτοῖς κροτηθέντος καὶ τοῦ φίλου Φήλικος εἰς κρίσιν προκαθεζομένου· ἀλλ’ οὕτως ἦν ἐναργὴς καὶ ταῖς ἁπάντων δόξαις κρατοῦσα ἡ Παύλου ἀλήθεια, ὡς καὶ τῶν ἀναισχύντων Ἰουδαίων καὶ πάντα λέγειν εἰς τὸ πράττειν ἀποτολμώντων ἐμφράξαι τὰ στόματα. οὕτω μὲν οὖν πολλαχόθεν ψευδολογίας ἁπάσης ἀνώτερος Ῥωμαῖον ἑαυτὸν εἰπὼν ὁ θεσπέσιος ἀποδείκνυται Παῦλος.
Ἀλλ’ εἰ Ῥωμαῖος ἦν, φησίν, πῶς αὐτὸς ἐν ἄλλοις τε καὶ ἐν τῇ αὐτῇ δημηγορίᾳ Ἰουδαῖός τε εἶναι καὶ Ταρσοὺς ἔχειν πατρίδα διισχυρίσατο λέγων ‘ἐγὼ μέν εἰμι Ἰουδαῖος, Ταρσεύς, τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης’; πῶς οὖν ἐστιν ἀμφότερα συνδραμεῖν, καὶ Ῥωμαῖον καὶ Ἰουδαῖον τὸν αὐτὸν χρηματίσαι; πρὸς ὅ φαμεν ὅτι ἄτοπον οὐδέν· γένει μὲν γὰρ καὶ τῇ κατὰ τὸν Μωσαϊκὸν νόμον ἀγωγῇ Ἰουδαῖος ἐχρημάτιζεν, πατρίδα Ταρσοὺς ἔχων, ἐν ᾗ τὰς μητρικὰς αὐτὸς ἔλυσεν ὠδῖνας, τῷ δὲ τὸν αὐτοῦ πατέρα Ῥωμαϊκῇ φιλοτιμίᾳ ἢ καὶ χρήμασι Ῥωμαῖον ἐγγραφῆναι Ῥωμαῖος καὶ αὐτὸς ἐκαλεῖτό τε καὶ ἐτύγχανεν. διὸ καὶ τοῦ Λυσίου πρὸς αὐτὸν εἰπόντος ‘ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην’, αὐτὸς ἐπήγαγεν ‘ἐγὼ δὲ καὶ γεγέννημαι’· οὐκ ἐν τῇ Ῥώμῃ δηλονότι (οὐδὲ γὰρ οὐδ’ ὁ Λυσίας ἐν ταύτῃ γεννηθῆναι ἐμεγαληγόρει καὶ διετείνετο), ἀλλ’ ἐν ταύτῃ τῇ Ῥωμαϊκῇ κλήσει καὶ τῇ πολιτείᾳ, ἐν ᾗ κἀκεῖνος τελεῖν ἀπεσεμνύνετο· πρὸς ὃν καὶ ὁ θεῖος Παῦλος ἀποτεινόμενος ἔλεγεν, μονονουχὶ φάσκων καὶ καθαιρῶν αὐτοῦ τὸ φρόνημα, ὅτι ‘σὺ μὲν πρόσφατον καὶ ἀπὸ σοῦ προϊέναι ἀπαγγέλλεις τὸ ἀξίωμα, ἐμοὶ δὲ ἄνωθεν ἐρριζωμένον καὶ ἐκ πατρὸς καταγόμενον τῆς δόξης ταύτης καὶ τῆς προσηγορίας ἐκληρώθη τὸ προνόμιον’.
διά τοι τοῦτο κἀκεῖνος ἀκούσας καὶ βεβαιωθεὶς ὅτι Ῥωμαῖον ὄντα τύπτειν ἐπεχείρει, εἰς δειλίαν καὶ φόβον τὸ θράσος καὶ τὴν ὀργὴν διαλύων συνεστέλλετο· τιμῆς γὰρ ἀπήλαυον κατ’ ἐκεῖνο καιροῦ οὐχ ὅσοι μόνον ἰθαγενεῖς τῆς Ῥώμης ἐτύγχανον, ἀλλὰ καὶ ὅσοις αὐτῆς ἡ κλῆσις νόμῳ χαρίτων ἢ χρημάτων ἐπολιτεύετο.
Οὐδὲν οὖν δύσκολον καὶ τὸν θεῖον Παῦλον Ἰουδαῖον ὄντα καὶ Ῥωμαῖον χρηματίσαι· καὶ γὰρ καὶ κατ’ ἄνδρα, ὥσπερ ὁ Λυσίας, καὶ πόλεις ὁλόκληροι τὴν Ῥωμαίων κλῆσιν ἀλλογενεῖς οὖσαι εἰς ἑαυτὰς ἐφειλκύσαντο. καὶ ἵνα νῦν τὰ ἄλλα παρῶ, ἄκουσον Φιλιππησίων, ὅπως ἑαυτοὺς Ῥωμαίους ἀποσεμνύνουσιν· ἡνίκα γὰρ Παῦλος τὸ Πύθωνος πνεῦμα τῆς παιδίσκης ἀπήλασεν καὶ πρὸς ὀργὴν αὐτῆς οἱ κύριοι δέον εὐχαριστεῖν ἀνεφλέχθησαν. καὶ τοὺς εὐεργέτας εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας εἵλκυον, οὕτω φασίν· ‘οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες’, εἶτα ‘καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν’. ὁρᾷς ὅπως οἱ Φιλιππήσιοι Ῥωμαῖοί τε ἐχρημάτιζον καὶ Ῥωμαίους ἑαυτοὺς ἐξονομάζουσιν, τὸ μὲν ἔχοντες ἐκ πατρίδος, τὸ δὲ ἀπὸ ψηφισμάτων; τί οὖν ἐμποδών, μᾶλλον δὲ πῶς οὐ γεγένηται φανερὸν καὶ τὸν μακάριον Παῦλον Ἰουδαῖον ὄντα καὶ Ῥωμαῖον εἶναι;
Δῆλον δὲ κἀντεῦθεν ὡς οὐκ ἀπάτης ἦν ἢ ψεύδους πρόσχημα τῷ Παύλῳ τῆς Ῥωμαϊκῆς κλήσεως ἡ οἰκείωσις· εἰ γὰρ πρὸς ἄλλους μὲν Ἰουδαῖον ἑαυτὸν ἐκάλει, Ῥωμαῖον δὲ πρὸς ἑτέρους, εἶχεν ἂν ἡ τῆς ἀπάτης σκηνή τινα λόγον· εἰ δὲ πρὸς τοὺς αὐτοὺς ἀμφότερα διετείνετο, πῶς οὐ λίαν εὔηθες ὑπονοεῖν ὅτι ψεῦδος εἰπεῖν μελετήσας, ἐκεῖνο προὔθηκεν καὶ προδιωμολογήσατο δι’ οὗ μᾶλλον ἄν τις πεπλασμένα λέγων ἐξελέγχοιτο; θαρροῦντος γὰρ μᾶλλον ἦν ὡς ἀληθῶς τῇ τῶν πραγμάτων φύσει καὶ τὴν ἀλήθειαν ἔχοντος διαβολῆς ἁπάσης καὶ ὑπονοίας καὶ ψεύδους ἐναργεστέραν τε καὶ λαμπροτέραν τὸ πρὸς τοὺς αὐτοὺς καὶ ἐν ὁλοκλήρῳ δήμῳ Ἰουδαῖον ἑαυτὸν ἀνειπόντα καὶ τὴν πατρίδα ὅτι Ταρσεύς, Ῥωμαῖον ἐφεξῆς ἀποφήνασθαι καὶ μάλιστά γε, ὅτι οὐχ ἅπαξ οὐδὲ ὥσπερ λανθάνων τὸ Ῥωμαῖος ἐπήνεγκεν, ἀλλὰ καὶ δὶς καὶ εἰς τρίτον, καὶ τὸν χιλίαρχον δεδιττόμενος, ὃ μάλιστα καὶ εἰς ὀργὴν ἐκκαίει καὶ πρὸς ἀκριβεστέραν καὶ τούς γε μὴ βουλομένους ἀνακινεῖ καὶ διανίστησιν ἔρευναν.
Ἔστι τοίνυν τὸν θεσπέσιον Παῦλον διὰ πλειόνων, ὡς ἐδείχθη, Ῥωμαῖον εἶναι καταμαθεῖν· πρῶτον μὲν ἀπὸ τῆς προσούσης αὐτῷ ἀληθείας, καὶ ὅτι κῆρυξ αὐτῆς ἐγνωρίζετο δεύτερον ὅτι καὶ κριτηρίῳ παρεστηκὼς ἑαυτὸν Ῥωμαῖον ἀνεκήρυττεν καὶ τρίτον ὅτι εἰς ἀπάτην καὶ κακουργίαν συκοφαντούμενος, ἐν ᾧ οὐδὲ τὸν λίαν εὐήθη καὶ ἀναιδῆ ἐνῆν διαψεύσασθαι· καὶ ὅτι οὐχ ἁπλῶς ἀφῆκεν ταύτην τὴν φωνήν, καὶ θρυπτόμενος, ὅπερ ἄν τις ἴσως καὶ ὑπερόψαιτο, ἀλλὰ βασάνων ἑαυτὸν ἐξαιρούμενος καὶ τὸν ἄρχοντα δεδιττόμενος· ἔτι δὲ καὶ ἐξ αὐτοῦ τοῦ πεπεῖσθαι Λυσίαν καὶ ἀποσχέσθαι τῆς ὕβρεως· καὶ ἐκ τοῦ πρὸς Φήλικα δὲ διατείνασθαι ὅτι Ῥωμαῖον ὄντα τὸν Παῦλον τῆς Ἰουδαϊκῆς μιαιφονίας ἐξείλετο· οὐ μὴν ἀλλὰ καὶ ἐξ ὧν Φήλικι μηδ’ εἰς ἐξέτασιν ἐλθεῖν τοιαύτης ὑπονοίας ἐξεγένετο, καίτοι χαρίζεσθαι Ἰουδαίοις προαιρουμένῳ καὶ σπεύδοντι· καὶ τὸ σφόδρα ἀναντίρρητον, ὅτι οὐδὲ τῶν Ἰουδαίων ὁ δῆμος παρὼν καὶ φονῶν καὶ πάντα τολμῶν, οὐδ’ ἐκεῖνος ἐτόλμησεν ἐπὶ τούτῳ ψευδολογίας αὐτὸν γράψασθαι· πρὸς δέ γε τούτοις, ὅτι καὶ πρὸς τοὺς αὐτοὺς ἄμφω ἔφη, ὡς Ἰουδαῖός τε καὶ Ῥωμαῖος εἴη, ὅπερ οὐκ ἄν τις μὴ λίαν πεποιθὼς τῇ ἀληθείᾳ παρρησιάσοιτο· καὶ ὅτι διατεινόμενος καὶ ἐπιμένων τὴν προσηγορίαν προὐβάλλετο εἰ βούλει δὲ ὅτι καὶ κατ’ ἄνδρα καὶ κατὰ πόλεις τὴν Ῥωμαίων κλῆσιν, οὐ ταύτην λαχόντες πατρίδα, πολλοὶ ψηφίσμασιν ἐκληρώσαντο.
ἐξ ὧν· οἶμαι φανερὸν καὶ ἀναμφισβήτητον καθεστάναι ὡς ἐν ἀμφοῖν ὁ Παῦλος, εἴπερ τις ἄλλος, ἠλήθευεν, Ῥωμαῖον ἑαυτὸν καὶ Ἰουδαῖον ἀποφαινόμενος.
Τί οὖν, φησίν, οὐκ ἦν Χριστιανός; καὶ μάλιστά γε. πῶς οὖν οὐκ ἐκάλει ἑαυτὸν καὶ τούτῳ τῷ ὀνόματι; ἐνταῦθα περιττὸν ἦν· ὑπὲρ γὰρ ταύτης τῆς θρησκείας καὶ τῆς κλήσεως πάντα πάσχων καὶ ἐναθλῶν διεκαρτέρει καὶ ἔχαιρεν, αὐτός τε ἦν ὁ διδασκαλίαις καὶ πόνοις καὶ ἱδρῶσι πρώτην ἁπασῶν πόλεων τὴν Ἀντιόχειαν τῇ τῶν Χριστιανῶν κλήσει παρασκευάσας ἐγκαλλωπίζεσθαι.
Εἰ δὲ δεῖ τι καὶ ἱστορίας ἐπακοῦσαι, λέγεταί τις εἰς πολλὴν ἀρχαιότητα λόγος ἀνηγμένος, ὡς ἡ τοῦ Βενιαμὶν φυλὴ ἐν Παλαιστίνῃ ῥιζωθεῖσα μέχρι τῶν τῆς Ἰταλίας μερῶν τὰς βλάστας ὑπεξέτεινεν, αὐτῷ γένει Ῥωμαίων καὶ αὐτῇ Ῥώμῃ χαρισαμένη γένεσίν τε καὶ ὄνομα· ἐξ ὧν ὁ θεῖος Παῦλος, εἰς τὸ τοῦ Βενιαμὶν αἷμα ἀναγόμενος, Ῥωμαῖος ἂν εἰκότως χρηματίσειεν. ἐγένοντο γὰρ ἀπόγονοι τῷ Βενιαμὶν ἄλλοι τε οὐκ ὀλίγοι, ἐξ ὧν Ἄραδός τε καὶ πόλεις ἄλλαι καὶ χῶραι τὰς ἐπωνυμίας ἐκληρώσαντο, καὶ δὴ καὶ ἀνήρ τις ὄνομα Ῥῶς, ὃς ἐπὶ τὰ τῆς Ἰταλίας μέρη χωρήσας καὶ πολλοὺς ἐκεῖσε τοῦ σπέρματος φύσας καὶ ἐπὶ μέγα δόξης καὶ ἰσχύος ἀνελθών, Ῥώμην τε τὴν ἐπωνυμίαν ἕλκειν ἐξ ἑαυτοῦ καὶ τὸ Ῥωμαῖον γένος ἔδωκεν. τὰς γὰρ Ἑλλήνων ἐπ’ αὐτῇ αἰτίας πολλάς τε καὶ οὐδὲ πρὸς ἀλλήλας συμφωνούσας οἱ ταῦτα λέγοντες οὐδ’ ἀκούουσιν. ὁ τοίνυν Ῥῶς, ἀπόγονος μὲν ὑπάρχων τοῦ Βενιαμίν, πρόγονος δὲ Παύλου, εἰκότως τὸν ἄνδρα Ῥωμαῖον ἀπέφηνεν, ἐξ αὐτοῦ μὲν τὴν τοῦ πορρωτέρου γένους αἰτίαν, ἐκ δὲ τοῦ Ῥωμαϊκοῦ συστήματος τὴν ἐγγυτέρω φέροντα.
ἀλλ’ αὕτη μὲν ἡ ἱστορία ἡδὺ μὲν ἀκοῦσαι καὶ ἐπαφρόδιτος, οὐ μήν γε μετὰ τοῦ χαρίεντος καὶ τὴν πειθὼ ἐπιφέρουσα· πολλοῦ γὰρ ἂν ἔγωγε τῆς ἀπ’ ἀρχῆς ἀποδεδομένης μοι αἰτίας ταύτην προέταξα, εἰ μὴ λίαν ἀρχαία τε ἦν καὶ πολιωτέρα ἢ πιστεύεσθαι, μὴ τοῖς νῦν μόνον, ἀλλὰ καὶ τοῖς τότε ἀνθρώποις, καὶ οὐδὲν ἐχέγγυον ἔχουσα πρὸς τὸ ἐξελέσθαι Παῦλον τοῦ τύπτεσθαι.
Τούτοις οὖν διαλύσας σου τὰς καλὰς ἀπορίας (καλαὶ γάρ, ὅτι ἀπὸ καλῆς καὶ φιλοπόνου γνώμης καὶ φιλοθέου βλαστάνουσιν), καὶ εἴ τι ἄλλο σοι παραστῇ, θαρρῶν οὐχ ἡμῖν, ἀλλὰ Παύλῳ καὶ τῷ κοινῷ διδασκάλῳ Παύλου καὶ ἡμῶν, Χριστῷ τῷ ἀληθινῷ θεῷ ἡμῶν, ἐπερώτα, καὶ ἔρρωσο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.