Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Δογματικά ζητήματα, η υπεροχή του Προδρόμου και η ρητορική του Αποστόλου Παύλου

Θεολογική ανάλυση της σχέσης του Χριστού με τη Θεοτόκο, εγκωμιασμός του Ιωάννου του Βαπτιστού και υπεράσπιση της ρητορικής δεινότητας του Αποστόλου Παύλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 7 από 34

Τῷ αὐτῷ Ὅπερ ἔφησεν ἐν τοῖς εὐαγγελίοις· ὁ σωτήρ, ‘τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;’ οὐχ, ὡς ἄν τις ἀφρόνως οἰηθείη, ἐπαισχυνόμενος ὠδῖνας τὰς μητρικὰς ἢ τὴν μητέρα ἐκβάλλων τοῦ μητρικοῦ κλέους καὶ τῶν προνομίων τοῦτό φησιν· πῶς γὰρ ὅ γε καὶ πρὸ καιροῦ τῶν θαυμάτων διὰ τὴν πρὸς αὐτὴν αἰδῶ εἰς οἶνον μεταστοιχειώσας τὸ ὕδωρ καὶ κατ’ αὐτὸν τοῦ πάθους τὸν καιρόν, ὅτε τραύμασι καὶ λόγχῃ καὶ σταυρῷ καὶ ἥλοις κατετείνετο, πλείστην ὅσην περὶ αὐτῆς τὴν φροντίδα ἐπιδεδειγμένος, καὶ πρό γε τούτων οὐκ αὐτῇ μόνον τῇ γεννησαμένῃ ἀληθῶς, ἀλλὰ καὶ τῷ νομισθέντι ὑποτασσόμενος πατρί; ‘ἦν’ γάρ φησιν ‘ὑποτασσόμενος αὐτοῖς’ ἀλλὰ τί ταῦτα λέγω; ὁ μήτραν οἰκῆσαι μὴ ἐπαισχυνθεὶς καὶ τὸ ἔργον ἑκὼν ὑπελθών, πῶς ἂν ἔχοι λόγον τὴν κλῆσιν αἰσχύνεσθαι; καὶ ὁ τιμᾶν γονεῖς μετά γε τὸ θεῖον εὐθὺς νομοθετῶν, πῶς ἂν αὐτὸς ὑπεύθυνος ὀφθείη μητρικῆς καταφρονήσεως;

Οὐκ ἔστι τοίνυν, οὐκ ἔστιν εἰπεῖν ὅτι τὴν μητέρα ἐν αἰσχύνῃ ποιούμενος ὁ κοινὸς πλάστης ἡμῶν ἢ ὑπερορῶν, τὸ ‘τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;’ ἔφησεν, ἀλλὰ διὰ τῶν ῥημάτων τούτων ἕτερά τινα διοικονομεῖται μείζονα. καὶ γὰρ ὁ τὴν σωτηρίαν τῆς ψυχῆς τῶν ἄλλων ἁπάντων πολλαχοῦ διδάσκων προτιθέναι, καὶ μήτε πατέρα μήτε μητέρα μήτε τέκνα μήτε ἀδελφοὺς αὐτῆς προτιμᾶν, ἀλλὰ μηδὲ αὐτὸν σύμπαντα τὸν κόσμον, νῦν διὰ τῶν ἔργων αὐτῶν αὐτὸ τοῦτο περιφανῶς ἐπιδείκνυσιν. ἐπεὶ γὰρ διδάσκοντος αὐτοῦ τοὺς ὄχλους καὶ τὸν τῆς σωτηρίας λόγον ταῖς ἐκείνων ψυχαῖς ἐγκατασπείροντος ἐπέστησαν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ πρὸς ἐαυτοὺς τὸν εὐεργέτην καὶ κοινὸν σωτῆρα μετακαλούμενοι, εἰκότως οὐκ ἐπεστράφη τῇ κλήσει οὐδὲ ὑπήκουσεν, οὐδὲ καταλιπὼν τὴν διδασκαλίαν καὶ τὴν τῶν ἀκροατῶν ὑπεριδὼν σωτηρίαν τὴν μητρικὴν ἐντυχίαν προὐτίμησεν, ἔργῳ παιδεύων ὡς ἐπειδάν τις γεωργῇ ψυχικὴν σωτηρίαν, ὥσπερ ὁ γεωργούμενος μόνῳ προσέχειν ὀφείλει τῷ γεωργῷ, ἂν μὴ ἄρα παρὰ τὴν ὁδὸν ἢ ἐπ’ ἀκάνθαις ἢ πέτραις ὑποδέχεσθαι μέλλοι τὴν κατασποράν, οὕτω δὴ οὕτω καὶ ὁ γεωργὸς ὅλον ἑαυτὸν ἐπιδιδόναι τῷ πόνῳ καὶ τῇ γεωργίᾳ χρεωστεῖ καὶ μὴ πρὸς ἑτέρας καταμερίζεσθαι φροντίδας, μηδ’ ἂν μήτηρ ἤ τις ἄλλος ᾖ τῶν ἐγγυτάτω γένους ὁ πρὸς ἑαυτὸν ἐκεῖθεν μετακαλούμενος καὶ μεθέλκων.

τοῦτο δὲ οὐκ ἔστιν παρόρασις μητρός, ἀλλὰ πολλὴ πρόνοια καὶ σπουδὴ τῶν σῳζομένων· οὐδὲ γὰρ οὐδὲ τὸν τῆς διδασκαλίας καιρὸν εἰς τὴν τῶν συγγενῶν χρὴ καταναλίσκειν θεραπείαν. διὰ τοῦτο τοὺς μαθητὰς ἐπὶ πλέον οἰκειούμενος ὁ σωτήρ, ‘ἰδοὺ ἡ μήτηρ μου’ φησὶν ‘καὶ οἱ ἀδελφοί μου’· τοῦτ’ ἔστιν ‘οὗτοι δὴ οὗτοι τὸν πατρικὸν τῆς διδασκαλίας σπόρον τοῖς ψυχικοῖς ὑποδεχόμενοι κόλποις, τὸν μητρικὸν τόπον καὶ ἀδελφικὸν ἀναπληροῦσιν ἐμοί’. τοῦτο δὲ δῆλον ὡς οὐ φαυλίζοντός ἐστι τὴν τεκοῦσαν (πῶς γὰρ ἂν τοὺς τοιούτους ὡς εἰς μέγα κλέος εἰς τὸν μητρῷον ἀνέφερε κλῆρον;), ἀλλὰ μᾶλλον ἀξίως σεμνύνοντος καὶ τιμῶντος αὐτήν· ‘ἣν’ γάρ φησιν ‘πρὸς μητέρα καὶ ἀδελφοὺς στοργὴν καὶ διάθεσιν ὀφείλει τις κεκτῆσθαι, τῆς αὐτῆς ἀξιοῦνται καὶ οὗτοι, πληρωταὶ τῆς διδασκαλίας καὶ γεννητικοὶ τῶν ἐξ αὐτῆς φυομένων ἀγαθῶν ἔργων γινόμενοι’.

Σκόπει δὲ κἀκεῖνο, ὡς ἐπειδὴ προεῖπεν ‘ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος’, ἵνα μὴ δόξῃ βαρὺ καὶ δύσκολον ἐπιτάσσειν πρόσταγμα, αὐτὸς τοῦτο πρῶτος ἐκπληροῖ τῷ καθ’ ἑαυτὸν ὑποδείγματι ῥᾳδίαν παρασκευάζων τὴν μίμησιν, καὶ τῆς μητρικῆς θεραπείας προτίθησιν τὴν ὠφέλειαν καὶ σωτηρίαν τῶν πολλῶν, μονονουχὶ τοῖς ἔργοις φωνὴν ἀφιείς· ‘μὴ νομίσητε τὴν ἐμὴν ἐντολὴν βαρεῖαν εἶναι καὶ δυσεξάνυστον, ἐγὼ γὰρ ὑμῖν ὁ μηδενὶ τυγχάνων ὑπόχρεως πρῶτος τοῦ ἔργου ἀπάρχομαι, καὶ τῆς μητρικῆς θεραπείας, ὡς ὑμῖν ὁρᾶν πάρεστι, τὴν ὑμῶν προκρίνω σωτηρίαν· ὅπου δὲ πάντων δεσπότης ὑπάρχων καὶ δημιουργὸς τοῦτο περὶ ὑμᾶς αὐτοὺς οὐκ ὤκνησα ἐπιδείξασθαι, ἀλλὰ καὶ μητρῴας στοργῆς τὴν εἰς ὑμᾶς σπουδὴν προτίθημι καὶ διάθεσιν, πῶς οὐκ αὐτοὶ μᾶλλον ὀφειλέται καθεστήκατε τοῖς ὁμοίοις ἀμείβεσθαι καὶ πάντων ἔμπροσθεν ἄγειν τὴν περὶ ἐμὲ τὸν εὐεργέτην φιλίαν καὶ εὔνοιαν; καίτοι οὐδὲ ταῦτα δι’ ἐμέ—τί γὰρ εἰσοίσει πόθος ἀνθρώπινος τῷ πάντα νεύματι περιάγοντι καὶ οὐ δακτύλων ἔργον αὐτὴ φύσις ἀνθρώπων καὶ οὐρανὸς καὶ τὰ σύμπαντα; —ἀλλὰ καὶ ταῦτα, ὥσπερ καὶ τἄλλα, διὰ τὴν ὑμῶν αὐτῶν ἐπιζητῶ σωτηρίαν.’ οὐ χρὴ δὲ θαυμάζειν εἰ τὴν μητέρα τιμῶν ὁ Χριστός, ὡς προσῆκεν, ὅμως οὐδὲ ταύτην τῆς ἡμῶν ὑπερτίθησι σωτηρίας· καὶ γὰρ δὴ καὶ μητέρα ὅλως δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμῶν ἐκτήσατο σωτηρίαν.

ἄλλως τε δὲ ὁ μηδ’ ἑαυτοῦ φεισάμενος ὑπὲρ ἡμῶν, ἀλλὰ κἀκεῖνα τὰ μυρία πάθη ὑποστὰς καὶ τὸν ἐπονείδιστον ἐκεῖνον καὶ βίαιον θάνατον, ἵν’ ἀντὶ θανάτου ζωῆς ἡμᾶς ἀθανάτου δείξῃ κληρονόμους, οὐκ ἂν ἀπεικότως καὶ τῆς μητρικῆς συμπαθείας τὴν ἡμῶν ἡγήσατο προτιμοτέραν σωτηρίαν.

Εἰ βούλει δὲ κἀκεῖνο σκοπεῖν (πολύχους γὰρ ἡ τῶν θείων γραφῶν γεωργία καὶ πολλὴν ἀναδιδοῦσα τοῖς φιλοπονοῦσι τὴν ὠφέλειαν), οὐδενὸς τῶν ἄλλων ἐνδεέστερον ὄψει ὅτι τὸ ‘τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου;’ οὐ πρὸς τὴν μητέρα ἀποτεινόμενος εἴρηκεν ὁ σωτήρ. ἐκείνη γὰρ ἡ μακαρία παρθένος σεμνοπρεπῶς τε καὶ σὺν εὐλαβείᾳ ἔξω ἵστατο, οὐδὲ τὴν πρὸς τὸν υἱὸν παρρησιαζομένη εἴσοδον, οὐμενοῦν οὐδὲ τὴν διδασκαλίαν περικόπτουσα, αὐτὸν δὲ μόνον ἰδεῖν ἐπιποθοῦσα. πρὸς τίνα λοιπὸν ὁ δεσποτικὸς λόγος ὁρᾷ; ἢ δῆλον ὡς πρὸς ἐκεῖνον τὸν οὐκ ἐν καιρῷ καὶ θρασέως ἐπιφωνοῦντα καὶ ἀνακράζοντα, ‘ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε’. ἐκεῖνος γὰρ ὁ Ἰουδαῖος (οὐδὲ γὰρ ἔχομεν τούτου κυριώτερον ἐκ τῶν εὐαγγελίων ὄνομα), ὅτε τῷ δεσπότῃ προσεφώνει, οὐ μόνον οὐδὲν συνῆπτε ῥῆμα σεβασμιότητος, ἀλλ’ οὐδὲ τὸν πρέποντα καιρὸν ἀναμείνας, ἀλλὰ καὶ τὴν διδασκαλίαν περικόπτων καὶ πολλῇ χρώμενος τῇ αὐθαδείᾳ καὶ θρασύτητι τὸ ‘ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου’ προσέρριπτεν ‘ἔξω ζητοῦσίν σε’.

οἶμαι δὲ αὐτὸν τοῦτο δεδρακέναι, ὡσανεὶ καὶ ἀπὸ τοῦ γένους ἐπισκώπτειν τὸν κοινὸν τοῦ γένους σωτῆρα διαμηχανώμενον (οὐ γὰρ ἂν οὕτω θρασέως καὶ εἰς ἐπήκοον τῶν διδασκομένων τὸν ὀνειδισμόν, οἰκειότερον εἰπεῖν ἢ τὴν πρόσκλησιν, τοῦ δεσπότου ἐπεποίητο)· καὶ ταῦτα διεμηχανᾶτο καὶ συνεσκευάζετο ῥαθυμοτέρους τε περὶ τὴν ἀκρόασιν τό γε καθ’ ἑαυτὸν τὸ πλῆθος ἀπεργαζόμενος καὶ τὸ ἀξιόπιστον τοῦ διδασκάλου ἀπό γε τῆς συγγενείας ὡς ἐνόμιζεν ἐξευτελίζων καὶ ὑποτεμνόμενος. καὶ γὰρ καὶ ἀλλαχοῦ φαίνεται τὸ Ἰουδαίων ἔθνος, καὶ μάλιστα κατὰ τὸν καιρὸν τῆς τε διδασκαλίας καί γε καὶ τῆς θαυματουργίας, τῷ φθόνῳ διαπιμπράμενον καὶ πρὸς διαβολὰς καὶ ὕβρεις τοῦ δεσπότου ἐκτόπως ἀναφλεγόμενον. ‘οὐχ οὗτος’ γάρ ‘ἐστιν’ φησὶν ‘ὁ τοῦ τέκτονος υἱός;’ καὶ πάλιν ‘οἴδαμεν τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα’, καὶ ‘οὗτος οὐκ οἴδαμεν πόθεν ἐστί’, καὶ ‘οὐχὶ παρ’ ἡμῖν εἰσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ;’ καὶ πολλὰ τοιαῦτα βασκανίας ῥήματα. διὸ καὶ ὁ δεσπότης Χριστός, ἐλέγχων αὐτοῦ τὴν παράνοιαν καὶ δι’ αὐτοῦ τῶν ὁμοφρόνων τὸ σύστημα, εἰς τοιαύτην τινὰ διάνοιαν τὸν λόγον σχηματίζων τῆς ἀποκρίσεως ‘τίς ἐστιν’ φησὶν ‘ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου;’ τοῦτ’ ἔστιν ‘τί τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς εἰς ὀνειδισμὸν προφέρειν ἐμελέτησας; μάτην σοι διεμηχανήθη τὸ κακούργημα, εἰς τοὐναντίον σοι περιτραπήσεται τὸ σκευώρημα.

ἐγὼ γὰρ τοσοῦτον ἀπέχω τοῦ τῇ εὐτελείᾳ τῶν συγγενῶν ἐπαισχύνεσθαι, ὥστε οὐ μόνον τὴν κατὰ σάρκα γεννησαμένην ἀληθῶς μητέρα ἐπιγράφομαι, ἀλλὰ δὴ καὶ τούτους οὓς ὁρᾷς, τοὺς εὐτελεῖς καὶ ἀπόλιδας, τοὺς ἀοίκους καὶ πένητας, καίτοι μηδὲν κατὰ γένος προσήκοντας, οὐ παραιτοῦμαι ὡς μητέρα καὶ ἀδελφοὺς οἰκειοποιήσασθαι, ἂν ὦσι μόνον τὸ πατρικὸν διὰ τῶν ἐμῶν διδαγμάτων ἐκπληροῦντες θέλημα. ὥσπερ γὰρ ἐκείνην, μηδὲν τῇ θείᾳ φύσει προσήκουσαν (τί γὰρ κοινὸν ἀνθρωπίνῳ γένει καὶ θεότητι;) ὅμως θελήματι πατρικῷ σαρκωθεὶς ἐξ αὐτῆς μητέρα ἀνέδειξα καὶ πάντα τὰ μητρικὰ προνόμια μετά γε τῆς παρθενίας αὐτῇ συνετήρησα, οὕτω δὴ οὕτω καὶ τούτους, μηδὲν μηδὲ ἐκ τῆς κατὰ σάρκα προσεχοῦς φυλῆς ἐμοὶ δικαίωμα διασῴζοντας, ἂν μόνον λάβω πληρωτὰς τῆς ἐμῆς διδασκαλίας καὶ τοῦ πατρικοῦ θελήματος, εἰς τὸν τῶν ἀδελφῶν καὶ μητέρων ἀναβιβάζω κλῆρον καὶ τὸ ἀξίωμα.’ Ἐκ τοίνυν τῶν εἰρημένων οἶμαί σοι σαφῶς ἐπιγνωσθῆναι ὡς οὐδὲ διὰ τοῦ ‘τίς ἐστιν ἡ μήτηρ μου’ καὶ τῶν ἐφεξῆς οὐδαμῶς ὁ δεσπότης ἡμῶν καὶ σωτὴρ μητρικῆς ὑπεροψίας ἤ τινος ὀλιγωρίας ἐγένετο ἔνοχος, ἀλλὰ καὶ διὰ τούτων ὡς καὶ διὰ πάντων τῶν ἄλλων ἡ θεοτόκος ἐπιδέδεικται τῶν μητρικῶν γερῶν ἀξίως παρὰ τοῦ τεχθέντος ἐξ αὐτῆς ἀπολαύουσα.

Μιχαὴλ σπαθαροκανδιδάτῳ Τὴν τοῦ κήρυκος φωνὴν καθ’ ἣν ἐκεῖνος ἐκήρυττεν ‘οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ’, ὅπερ αὐτὸς διηρώτησας, κατὰ διαφόρους θεωρίας ὑπειλημμένην εὑρίσκομεν. οἱ μὲν γὰρ οὐ μόνον ἐγγύτερον, οἶμαι, τοῦ σκοποῦ, ἀλλὰ καὶ οἰκείως τῆς λέξεως, ὑπόδημα καὶ ἱμάντα οὐχ ἕτερόν τι παρ’ ὃ κατὰ κοινὴν χρῆσιν ἅπαντες ἴσασιν, ἀλλ’ αὐτὰ ἐκεῖνα νενομίκασιν, καὶ τὸν βαπτιστὴν διὰ τούτων ἀποφαίνεσθαι τὸ καθ’ ὑπεροχὴν τοῦ βαπτιζομένου ἀσύγκριτον. ‘τοσοῦτον’ γὰρ ‘ἐκεῖνον’ φησὶν ‘συνεπίσταμαι ἐν ὑπεροχῇ μεγέθους καὶ ἀξιώματος, οὐχ ὅσον ἐστὶ τὸ μέσον δούλου καὶ δεσπότου, ἀλλὰ καὶ εἴ τις ἄλλη διαφορὰ καὶ διάστασις μηδενὶ ἑτέρῳ ὑπερβολὴν ἀπολείπουσα· οὐδὲ γὰρ οὐδ’ εἰς τὴν ἁπασῶν ἐσχάτην δουλείαν ἄξιον ἐμαυτὸν ἐτάζεσθαι τίθημι’· τοιοῦτον γὰρ τὸ λύειν ἱμάντα τοῦ ὑποδήματος.

Οἱ δέ, ἀναγωγικώτερον ἴσως, ὑπόδημα μὲν τὸν κόσμον ὑποτίθενται, ἱμάντα δὲ τῶν ἐν αὐτῷ θεωρημάτων ὅσα δυσεύρετον ἔχει τὴν κατάληψιν καὶ τὸν τῆς ἀγνοίας δεσμὸν ἄλυτον. ὃν ὑπόδημα ποιοῦσι τοῦ Ἰησοῦ ὅτι διὰ παντὸς αὐτοῦ, φασίν, ἡ πρόνοια διαπεφοίτηκεν καὶ ὅλον αὐτὸν ἔχει περιλαβὼν καὶ συνέχων, μᾶλλον δὲ ποδὶ τῷ οἰκείῳ διιθύνει καὶ φέρει πανσόφως τοῦτ’ ἔστιν, οὐδὲ πολλῆς δεῖται τῆς ἐπ’ αὐτῷ βουλῆς καὶ προνοίας, ἀλλὰ διὰ τῆς ἐσχάτης καὶ τελευταίας ἐπισκοπῆς τὸ τηλικοῦτον καὶ τοσοῦτον συντηρεῖ τε καὶ διακοσμεῖ φιλοτέχνημα. αὕτη δὲ ὅσον κομψείᾳ τινὶ διεσχηματίσθη ἡ περίνοια, ἐπὶ τοσοῦτον οἶμαι τῆς ἀληθοῦς ἐννοίας διέστηκεν.

Ἕτεροι δέ τινες ὑπόδημα μὲν τὴν σάρκα σημαίνεσθαι (ταύτην γὰρ ὁ λόγος ὑπέδυ) φασίν, ἱμάντα δὲ τὴν γεγενημένην τῶν φύσεων πρὸς ἀλλήλας συνάφειαν, ἣν ὁ πρόδρομος οὐκ ἀποτολμᾷ λύειν, οὐδ’ ὅσοι τῆς ἐκείνου διδασκαλίας κατήκοοι· οὐδὲ γὰρ οὐδὲ θεμιτὸν ἀτόποις ἐννοίαις κατ’ ἰδίαν σχίζειν ὑπόστασιν ἀπὸ τοῦ λόγου τὸ πρόσλημμα.

Ἄλλοι δὲ παρὰ τούτους οὐχ ἁπλῶς τὴν σάρκα, ἀλλ’ αὐτὴν τὴν σάρκωσιν καὶ τὴν ἐνανθρώπησιν ὑπόδημα νενοήκασιν, ἱμάντα δὲ οὐ συνάφειαν φύσεων, ἀλλὰ τῶν περὶ τὴν σάρκωσιν καὶ τὴν ἐνανθρώπησιν ἀπόρων καὶ λογισμοὺς ἀνθρωπίνους ὑπερβεβηκότων τὸν σύνδεσμον, ὧν τὴν ἐπίλυσιν καὶ σαφήνειαν, οὐχ ὅτι τινὰς τῶν πολλῶν ἑαυτοῖς ἐπιτρέπειν χρὴ καὶ περιεργάζεσθαι, ἀλλ’ ἀκριβῶς κἀκεῖνο συνεπίστασθαι, ὡς οὐδὲ τοῖς κατὰ Ἰωάννην ἔν τε πράξει καὶ θεωρίᾳ τὸ ὑψηλὸν καὶ μετέωρον ἔχουσιν, οὐμενοῦν οὐδὲ τούτοις τῶν ἀπορρήτων ἐκείνων τὸ κρύφιον καὶ δυσκατάληπτον εἰς γνῶσιν ἀφίκοιτο. αὐτὸς γὰρ ὁ μείζων ἐν γεννητοῖς γυναικῶν, δι’ ὧν μὴ δύνασθαι λύειν τὸν ἱμάντα ὡμολόγησε, μηδ’ αὐτὸν ἱκανὸν ἂν γενέσθαι παρίστησιν τὰ τοιαῦτα τῶν ἀπορημάτων ἐπιλύσασθαι. τίνα δέ ἐστιν ταῦτα;

τίς ἡ τοῦ λόγου κένωσις, πῶς ὁ πλάστης ἑνοῦται τῷ πλάσματι, παρθένος δὲ πῶς ἂν τέκοι καὶ τὴν τῶν ὠδίνων λύσιν σφραγῖδα τῆς παρθενίας ποιήσαιτο· πῶς ὄγκον ἔχων ὁ σωτὴρ καὶ σῶμα, θαλάσσης νῶτα διέτρεχεν· πῶς δὲ τάφῳ καὶ κλείθροις καὶ σφραγῖσι περιέχεται, τούτων δὲ πάλιν ἀκινήτων φυλαττομένων ἐκεῖθεν προέρχεται, εἶτα δὲ καὶ τῶν θυρῶν κεκλεισμένων εἰς μέσους τοὺς μαθητὰς μετὰ τοῦ αὐτοῦ σώματος ἐπιφαίνεται καὶ πληγὰς καὶ τρώσεις τοῦ ἀπαθοῦς καὶ ἀφθάρτου ὄψεις ἐξερευνῶσι καὶ δάκτυλοι, βρῶσις δὲ καὶ πόσις τῷ ἀπροσδεεῖ καὶ ἀρρεύστῳ (πῶς ἄν τις ἐξείποι;) διαπράττεται σώματι. τούτων οὖν καὶ τῶν τοιούτων δεσμῶν οὐκ ἔστιν ὅστις, οὐχ ὅτι τῶν πολλῶν καὶ τυχόντων, ἀλλ’ οὐδ’ εἴ τις εἰς τὴν τοῦ προδρόμου διέβη τελείωσιν, οὐδὲν σαφῶς καὶ καθαρῶς ἐπιλύσεται· ἀλλ’ ἕτερος μὲν ἴσως ἑτέρου τοῖς ἀκροαταῖς ἐρεῖ τι ψυχαγωγικώτερον καὶ τῆς πολλῆς ἀπορίας παραμύθιον, ἡ δὲ χωρὶς ἐσόπτρων καὶ αἰνιγμάτων ἐν τούτοις ἀλήθεια τῶν ἐν βίῳ πάντων ὁμοίως ἀποκεχώρηκεν.

Ἀλλὰ ταῦτα μέν σοι τῶν κατὰ μνήμην σῳζομένων, οἶμαι, τὰ ἀξιολογώτερα ἔγραψα, σὺ δ’ ἐπικρίνας στέργοις τὸ ἄμεινον. εἰ δ’ ἐρυθριᾷς τὴν κρίσιν, ἐγώ σοι τὸ πρῶτον καὶ τὸ τελευταῖον τῶν ἐν μέσῳ προτίθημι· τὸ μὲν γὰρ καὶ τῆς ὑποθέσεως καὶ τῶν ῥημάτων ἐστὶν οἰκειότατον, τὸ δὲ τελευταῖον τῶν κατὰ θεωρίαν εὑρήσεις ἀναλογώτερον. ἔρρωσο.

Ἰωάννῃ πρωτοσπαθαρίῳ καὶ πρωτονοταρίῳ τοῦ δρόμου τὸ ἐπίκλην Χρυσοχέρῃ Οὐδὲν λυμαίνεται τῇ εἰκόνι Χριστοῦ τὸ λέγεσθαι τὸν υἱὸν ἀληθινὴν εἰκόνα τοῦ πατρός, ἢ τὸν ἄνθρωπον ἀληθῶς κατ’ εἰκόνα γεγενῆσθαι θεοῦ, οὐ μὴν οὐδ’ ἐπειδὰν λέγωμεν τοὺς κατ’ ἀρετὴν βεβιωκότας τὴν ἀληθῆ μορφοῦσθαι εἰκόνα Χριστοῦ. οὐ γὰρ ἐπὶ διαβολῇ τῆς τεχνητῆς εἰκόνος ταῦτα λέγεται, οὐδ’ ἵνα ψεῦδος αὐτῇ ἐπιγράφοιτο, ἀλλ’ ὡς ἂν αὐτῶν ἡ πρὸς ἄλληλα διαφορὰ ἐπιγινώσκοιτο. οὐδὲ γὰρ οὐδ’ ὅταν τὸν υἱὸν ἀληθινὴν σοφίαν προσαγορεύωμεν, τὴν ἐκ τῶν θείων γραφῶν σοφίαν τῆς ἀληθείας ἐξορίζομεν οὐδ’ ἐπειδὰν φῶς αὐτὸν ἀληθινὸν ἢ ζωὴν ἀληθινὴν ὀνομάζωμεν, τὸ ἡλιακὸν φῶς ἢ τὴν ἡμετέραν ἐνταῦθα ζωήν (ἵνα μὴ λέγω τὴν ἐκεῖθεν) ψευδοϋπόστατον ἀποφαίνομεν. οὕτως οὐδ’ ὁπηνίκα φαμὲν ἀληθινὴν εἰκόνα τὸν υἱόν, οὐχὶ τὰς εἰκόνας αἳ τὴν γένεσίν εἰσιν λαχοῦσαι διὰ μιμήσεως εἰς ψεῦδος ἐλαύνομεν, ἀλλὰ τὸ πρὸς αὐτὰς ἐκείνης καθ’ ὑπεροχὴν δηλοῦμεν διάφορον.

Ἄκουσον τοίνυν τὸν υἱὸν τῆς βροντῆς, ὅπως ἡμῖν ἄνωθεν βροντῶν τὴν τοιαύτην χρῆσιν τῶν λόγων ἐννοεῖν δίδωσιν· ἄμφω γὰρ ἐν τῷ εἰπεῖν ‘καὶ χάριν ἀντὶ χάριτος’ τήν τε παλαιὰν καὶ τὴν νέαν τῷ τῆς χάριτος ἐξονομάσας προσρήματι, εἶτα τὸ ὑπερανεστηκὸς θατέρας πρὸς τὴν ἑτέραν παριστῶν, ‘ὁ νόμος’ φησὶ ‘διὰ Μωσέως ἐδόθη, ἡ χάρις δὲ καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο’. δῆλον γὰρ ὡς ταῦτα λέγων οὐχὶ τὴν ἀλήθειαν ἢ τὴν χάριν τοῦ Μωσαϊκοῦ νόμου περιέκοψεν (αὐτὸς γὰρ ἦν ὁ μικρῷ πρόσθεν τῷ τῆς χάριτος αὐτὸν ἀποσεμνύνας ὀνόματι), οὐ μὴν οὐδὲ ψεῦδος αὐτοῦ κατηγόρησεν (οὐδὲ γὰρ ἐφ’ ὕβρει καὶ διαβολῇ τοῦ νόμου τὸ ‘ἡ χάρις δὲ καὶ ἡ ἀλήθεια’ τοῖς εὐαγγελικοῖς θεσμοῖς περιήρμοσεν· Ἡρακλέων γὰρ ἂν οὕτως εἴποι καὶ οἱ παῖδες Ἡρακλέωνος)· ἀλλ’ ἐπισημοτέραν δηλονότι καὶ τελειοτέραν τὴν τοῦ δεσπότου φιλοτιμίαν τῆς Μωσαϊκῆς νομοθεσίας παραστῆσαι βουλόμενος, τῆς χάριτος αὐτὴν καὶ ἀληθείας τῇ κοινῇ προσηγορίᾳ περιέλαβεν.

Ἀλλὰ καὶ Παῦλος ὁ θεῖος, ‘σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν’, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων ἀποφαινόμενος, οὐ τὸ εἶναι τὸν νόμον τύπον καὶ εἰκόνα τῶν μελλόντων ἀγαθῶν ἀπεκήρυξεν, ἀλλὰ διὰ τῶν ῥημάτων τούτων ἐνεδείξατο μᾶλλον τὴν χάριν ἢ τὸν νόμον τῶν μελλόντων ἀγαθῶν εἰκονίζειν τὴν ἀπόλαυσιν.

Ναὶ δὴ καὶ ὁ πολὺς ἐν τῇ τῶν θείων γραφῶν ἀναπτύξει καὶ διδασκαλίᾳ Ἰωάννης ὁ Χρυσόστομος πολλαχοῦ κεχρημένος τῷ τοιούτῳ σχήματι τῶν λόγων δείκνυται. τοὺς γὰρ θείους ὑπομνηματίζων χρησμοὺς καὶ εἰς τὰ πρὸς τὸν Νικόδημον εἰρημένα τῷ δεσπότῃ τὴν τῆς ἑρμηνείας γλῶτταν ἐπαφεὶς καὶ περὶ τῆς διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως καὶ τῆς ἀχρόνως ἐκ πατρὸς τοῦ υἱοῦ γεννήσεως τὸν λόγον κινῶν, ‘εἰ γὰρ καὶ αὐτή’ φησιν ‘ἡ γέννησις ἐπουράνιος, ἀλλὰ πρὸς ἐκείνην παραβαλλομένη τὴν ἀληθῆ καὶ ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἐπίγειος’. ἀκούεις ὅπως ‘πρὸς ἐκείνην’ φησὶ ‘τὴν ἀληθῆ’; τί οὖν; ἡ διὰ τοῦ βαπτίσματος οὐκ ἔστιν ἀληθής; καὶ τίς ἄν, εἰ μὴ τῶν σφόδρα μαινομένων εἴη, τοῦτο φάναι τολμήσειε; πῶς οὖν ἐκεῖνος ἔφη ‘πρὸς ἐκείνην τὴν ἀληθῆ’; τὸ ὑψηλότερον ἐκείνης καὶ θαυμασιώτερον ἐξυμνῶν, οὐ ταύτην τῆς ἀληθείας ἀποστερῶν. καὶ τί δὲ τοῦτό φημι;

ἄκουε μᾶλλον αὐτὸν τὰ αὐτὰ ἐμοί, οὐ τοῖς νοήμασι μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς ῥήμασι συμφθεγγόμενον καὶ τὴν τοιαύτην τῶν λόγων χρῆσιν ἡμῖν κἀν τοῖς τοῦ δεσπότου ῥήμασιν ἐγκειμένην ὑποδεικνύοντα· τοῦ γὰρ σωτῆρος τοῖς Ἰουδαίοις εἰπόντος περὶ τοῦ μάννα ὡς ‘οὐχὶ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἀληθινὸν ἄρτον’, αὐτὸς τὸν νοῦν ἀναπτύσσων τὸν δεσποτικὸν οὕτω φησίν· ‘ἄρτον δὲ ἀληθινὸν καλεῖ, οὐκ ἐπειδὴ ψευδὲς ἦν τὸ θαῦμα τὸ ἐπὶ τοῦ μάννα, ἀλλ’ ὅτι τύπος ἦν, οὐκ αὐτοαλήθεια’ καὶ μυρία ἄλλα.

Ἀλλὰ τί τὸν δεῖνα μάρτυρα ἢ τὸν δεῖνα καλῶ; κοινῶς ἅπαντες καὶ τῆς ἐκκλησίας οἱ τρόφιμοι καὶ τῶν θύραθεν οἱ λογιώτατοι, πλὴν τῶν εἰκονομαχούντων, ὡς ἔοικεν, ταύτην τοῦ λόγου τὴν χρῆσιν συνεπίστανται, καὶ γέμουσιν αἱ βίβλοι τὸ τοιοῦτο τῶν λόγων ἰδίωμα, ὡς ἐπὰν ὦσιν δύο τινὰ ἢ καὶ πλείονα καθ’ ὁμωνυμίαν ἢ καθ’ ἕτερόν τινα τρόπον τὴν αὐτὴν κλῆσιν ἐφελκόμενα ἢ καὶ ἄλλως ἔν τισι κοινωνίαις ἰδιωμάτων τυγχάνοντα, ἡνίκα τις περὶ τοῦ ἐν αὐτοῖς ὑπερέχοντος τὸν λόγον ποιήσασθαι βουληθῇ, τὰ κοινῇ προσόντα πᾶσιν κατ’ ἐξαίρετον ἐκείνῳ φέρων δίδωσιν, οὐχὶ τῶν ἄλλων αὐτὰ παντελῶς ἀφαιρούμενος, ἀλλὰ διὰ τούτου τὴν τοῦ προκειμένου ὑπεροχὴν πρὸς τὰ λοιπὰ ἐνδεικνύμενος. καὶ τοῦ λόγου ἀρκέσει παράδειγμα, οἶμαι, ἃ προείρηται· εἰ δὲ καὶ ἑτέρων βούλει παράθεσιν, αὐτὸς κατὰ σεαυτὸν τὰ βιβλία διερχόμενος ὅλην ἀπαρτίσεις βίβλον τῶν τοιούτων χρήσεων τὰ παραδείγματα ἐγγραφόμενος.

Κωνσταντίνῳ ἀδελφῷ Τὸ περὶ τοῦ προδρόμου ἐν ἐπαίνῳ καὶ κατ’ ἐρώτησιν εἰρημένον, ‘ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν’, τοὺς πλείστους τῶν πρὸ ἡμῶν ἀποφαινόμενον εἰπεῖν τὸν δεσπότην καὶ ψῆφον οἰκείαν φέρειν ὑπειληφότας ἐγνώκαμεν. τούτων δὲ οἱ μέν, συνάπτοντες τὸ ‘μικρότερος’ καὶ τὸ ‘ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν’, ὑφ’ ἓν ἀναγινώσκουσιν, καὶ τὸν ἐν αὐτῇ τῶν ἄλλων μικρότερον τοῦ Ἰωάννου τιθέασι μείζονα, βασιλείαν μὲν ἐνταῦθα τὸν μετὰ τὴν δεσποτικὴν ἀνάστασιν καιρὸν ἐξακούοντες, καθ’ ὃν μάλιστα τῷ σταυρῷ καὶ τῷ βαπτίσματι καὶ τῷ πνεύματι ἐτελειοῦτο καὶ ἐκρατύνετο τὰ τῆς πίστεως, μικρότερον δὲ τῶν ἐν αὐτῇ πολιτευομένων τὸν ἐλάσσονα, ὃς εἰ καὶ τῶν ἄλλων ἔχει τὸ ἔλαττον, ἀλλ’ οὖν τοῦ Ἰωάννου τὸ μεῖζον ἀποφέρεται. καὶ γὰρ ὁ μὲν πρόδρομος ἔτι, φασίν, ὑπὸ τῷ νόμῳ πολιτευόμενος ἐν γεννητοῖς ἐστιν γυναικῶν, καθ’ ὧν ἁπάντων καὶ τὰ πρεσβεῖα ἠνέγκατο, ὁ δὲ ἐν τῇ χάριτι καὶ ἐν γεννητοῖς ἐστιν πνεύματος καὶ ἀναγεγεννημένος ἄνωθεν. ‘ἔδωκε’ γὰρ ‘αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν’· ὧν ὁ πρόδρομος οὐδενός, φασίν, οὐχ ὅτι μείζων, ἀλλὰ καὶ τοῦ μικροτέρου ἐνδεέστερος. ἀλλ’ οἱ μὲν οὕτως.

Οἱ δὲ τὸν βαπτιστήν, οἶμαι, καὶ δικαίως, δυσωπούμενοι, εἰ τηλικοῦτον ὄντα μηδενὸς τῶν ἐν τῇ χάριτι τελειωθέντων ἰσοστάσιον, ἀλλὰ καὶ τοῦ μικροτέρου ποιήσωσιν εὐτελέστερον, πρῶτον μὲν τὸ ‘ὁ δὲ μικρότερος’ κατὰ διαστολὴν τοῦ ‘ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν’ ἀναγινώσκουσιν, ἔπειτα βασιλείαν οὐρανῶν ἑτοιμότερον τὴν δεσποτικὴν καὶ δευτέραν παρουσίαν ἐξακούουσιν, μικρότερον δὲ αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὃς εἰ καὶ μὴ κατὰ τὸν καιρὸν τῆς πρώτης αὐτοῦ παρουσίας μείζων τοῦ προδρόμου τοῖς πολλοῖς ἐνομίζετο, ἀλλ’ οὖν τηνικάδε πᾶσιν, καὶ τοῖς μὴ βουληθεῖσιν ἐπιγνῶναι πάλαι, μετὰ φοβερᾶς καὶ φρικώδους ἐπιγνωσθήσεται τῆς εἰδήσεως, κριτὴς πάντων καὶ βασιλεὺς παραγενόμενος.

ἀλλὰ καὶ οὗτοι μικρότερον εἰρῆσθαι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὐ κατὰ μίαν καὶ τὴν αὐτὴν παρεδέξαντο ἔννοιαν, ἀλλ’ οἱ μὲν τῷ χρόνῳ τῆς κατὰ σάρκα γεννήσεως (μησὶν γὰρ ὅλοις ἓξ ὁ δεσποτικὸς τόκος τοῦ προδρόμου ὑπελείπετο), οἱ δὲ τῷ μήκει τῆς ἡλικίας (ὑπερέχειν γὰρ τοῦ δεσπότου καὶ τῇ τοῦ σώματος ἀναδρομῇ τὸν βαπτιστὴν παραδέδοται), ἄλλοι δὲ τὸ ‘μικρότερος’ εἰρῆσθαι πρὸς τὴν τῶν πολλῶν ὑπόληψιν ἐξειλήφασιν (ὑπείληπτο γὰρ μείζων ὁ Ἰωάννης ἅτε δὴ θεῷ ἐκ βρέφους ἀνειμένος καὶ βίον ἄσκευον ἐκ σπαργάνων αὐτῶν καὶ ἐρημικὸν ἐπανῃρημένος καὶ διότι τὸν βαπτίζοντα τοῦ βαπτιζομένου ὁ πρόχειρος λογισμὸς ποιεῖν ἐθέλει σεβασμιώτερον)— ἀλλ’ οὗτοι μὲν κἂν ἐπὶ διαφόροις αἰτίαις μικρότερον τοῦ προδρόμου τὸν κηρυσσόμενον τοῖς πολλοῖς νομισθῆναι συγκατέθεντο, πλὴν ἀλλ’ ὁμοφώνως ἀναρρηθῆναι μείζονα τοῦ δούλου τὸν δεσπότην κατὰ τὴν οὐράνιον ἐκείνην καὶ φρικτὴν βασιλείαν ἀπεφήναντο.

Ἐγὼ δὲ τούτοις διαιτᾶν ἐμαυτὸν ἐξιστὰς καὶ τὸν ἄμεινον εἰπόντα φυλοκρινεῖν οὐ νομίζων ἐμόν, οὐδ’ ὡς ἀντείποιεν οἱ ἐπικληθέντες τοῦ βαπτιστοῦ πολλὴν καταγνῶναι ταπεινότητα, ὅτιπερ οὐδὲ τοῖς αἰτιασαμένοις ὑμῖν μέγα τι διανενόηται, μείζονα τοῦ δούλου τὸν δεσπότην ἀποφήνασι— ποῖον γὰρ κλέος δεσπότην δούλου μείζονα φαίνεσθαι, καὶ τότε κατὰ τὴν ἄφραστον ἐκείνην καὶ φρικτὴν παρουσίαν; —οὐδὲν οὖν τούτων λέγειν ἐμὸν εἶναι δικαιώσας, ἀλλὰ καὶ τοὺς ἄνδρας, ἀρχιερεῖς ὄντας μάλιστα καὶ θεοῦ θεράποντας, στέργων καὶ χάριν μεγάλην ὑπὲρ ὧν εἶπον ὁμολογῶν— οὐ γὰρ ὅσα ταῖς ἑτέρων διανοίαις ἔνστασιν ποιεῖ, ταῦτα καὶ τοῖς ἐξ ἀρχῆς εἰποῦσιν λαβήν τινα προξενεῖ· ἀγαπητὸν μὲν εἴ τις ἀρχόμενος ὑψηλῆς τινος θεωρίας ἐπὶ ποσόν τι τῆς ἀληθείας ἐφίκοιτο, οἱ δέ γε κλεινοὶ τῶν πατέρων ἡμῶν ἐπί γε τὸ πλεῖστον καὶ εἰς ἀκρίβειαν τὴν τῶν θείων χρησμῶν διάνοιαν ἀπεκάλυψαν—πλήν γε δὴ τοὺς ἄνδρας ἐν τοῖς μάλιστα τιμῶν καὶ θαυμάζων οὐδ’ ὅπερ ἐμοὶ παρέστη σιγήσομαι.

Ὁρῶ τοιγαροῦν ἐνταῦθα σκοπὸν τῷ δεσπότῃ οὐχ ἑαυτοῦ τὸν βαπτιστὴν ὑποβεβηκότα δεῖξαι, οὐδ’ ἄλλου τινός, μὴ ὅτι γε τοῦ μικροτέρου πάντων ἀτιμότερον, ἀλλὰ καὶ πᾶν τοὐναντίον ἐπαίνοις δοξάσαι. καὶ γὰρ τῶν προειρημένων τὸ μὲν ἀσύμφορον ἴσως, τὸ δὲ ταπεινόν· ἄν τε γὰρ τὸν κήρυκα εἰς ἐσχάτους ἐλαύνοις, οὐδὲ τοῦ κηρυσσομένου τὸ ὑψηλὸν διασώσεις, καὶ τὸ δοῦλον ἐλαττῶσαι μάλιστα νυνὶ παρέλκον καὶ μικρολογίαν οὐκ ἐκφεύγει. ἀλλ’ ὅ γε δεσποτικὸς σκοπὸς δῆλός ἐστιν εἰς ἔπαινον ἀφορῶν καὶ μάλα δικαίως τοῦ προδρόμου. ᾤκει μὲν γὰρ ὁ μέγας ἐκεῖνος ἄνθρωπος ὑπὲρ θείων νόμων τὸ δεσμωτήριον· ἀλλὰ τῶν μὲν κακῶν οἷς συνείχετο ὑπερεώρα, ἐδεδίει δὲ ἄρα οὐχὶ τὸ ξίφος οὐδὲ τὴν σφαγήν, ἀλλὰ μὴ τὸν θάνατον ὑπερχόμενος ὀλέθριον δόγμα ὑπολείποιτο τῷ βίῳ καὶ τὸ τοῦ δεσπότου μεγαλεῖον τῷ καθ’ ἑαυτὸν ῥαθύμῳ οὐκ ἐν μικροῖς ταπεινώσει.

πολλοὶ γὰρ μείζονα τοῦ κηρυσσομένου τὸν κήρυκα ὑπενόουν, ἐξ ὧν τινες καὶ τῶν αὐτοῦ μαθητῶν ὑπὸ φιλαυτίας τοῦτο ἔπασχον, τὴν ὑπεροχὴν τοῦ διδασκάλου εἰς αὔξησιν οἰκείας ἐπισπώμενοι δόξης· ἅπερ ὁρῶν ἐκεῖνος ὅλος ἐφλέγετο καὶ τὴν πονηρὰν ταύτην ὑπόνοιαν ὥστε καθελεῖν πάντα ἔπραττεν καὶ πολλάκις μὲν τοὺς μαθητὰς ἀπάγειν ἐπεχείρει ποικίλοις λόγοις τῆς ὑπολήψεως, ἐπεὶ δὲ τοὺς λόγους ἑώρα τῆς ἐκείνων γνώμης ἡττωμένους καὶ τὰ τῆς φιλονεικίας ἐπικρατέστερα, ἐπ’ ἄλλην εἶδεν ὁδόν, καὶ τὴν δι’ αὐτοψίας πειθὼ προσάγειν αὐτοῖς ἐμελέτησεν.

Καὶ ὅρα ὅπως ἐμφρόνως μεταχειρίζεται τὴν ὑπόθεσιν· πέμπει τοὺς μαθητὰς πρὸς τὸν ὑπ’ αὐτῶν ζηλοτυπούμενον, καὶ σχῆμα δοὺς ἐρωτήσεως τὴν ἑαυτῶν παρασκευάζει διὰ τῶν ὀφθησομένων σωτηρίαν καρπώσασθαι καὶ τὴν προτέραν πλάνην ἐν τῇ τῶν μαθητῶν διορθώσει καὶ τοῖς ἄλλοις ἐναποσβεσθῆναι καὶ διαρρυῆναι τέλεον. αὐτίκα γὰρ παραγεγονότων ῥήμασι μὲν τέως ὁ σωτήρ, ὁ καὶ ταῦτα τῷ βαπτιστῇ χαριτώσας λογίσασθαι, οὐδὲν πρὸς τὴν ἐρώτησιν ἀποκρίνεται (ᾔδει γάρ, ᾔδει τὸν ἐξ αὐτῆς μήτρας σκιρτήμασι καὶ μητρῴᾳ γλώσσῃ αὐτὸν προκηρύξαντα καὶ μυρίαις ὅσαις μετὰ ταῦτα λαμπραῖς μαρτυρίαις καὶ θεοπρεπέσιν ἀναρρήσεσι μηδεμιᾶς δεῖσθαι περὶ αὐτοῦ μαθήσεως), σημείοις δὲ παραδόξοις καὶ τέρασι τὸ ἀσύγκριτον αὑτοῦ παραστήσας τῆς θεότητος (τοῦτο γὰρ ὁ πέμψας ἐπραγματεύετο) ἐξ αὐτῶν ὀμμάτων τοὺς σταλέντας τοῖς θαύμασιν ἀνηρτήσατο καὶ λοιπὸν εὐπειθεῖς τῷ διδασκάλῳ καὶ τῆς αὑτοῦ θεότητος ἀναπέμπει κήρυκας.

Ἀλλ’ ὁ μὲν βαπτιστὴς οὕτω τοὺς μαθητὰς μεθιστῶν τῆς πλάνης καὶ δι’ αὐτῶν τοὺς ἄλλους ἀνθρώπους τῷ κοινῷ προσδραμεῖν ἐμεθόδευεν δεσπότῃ· ὁ δέ γε σωτὴρ τῆς τε ἄλλης ἀρετῆς τοῦ ἀνδρὸς εἰς ζῆλον τοὺς ἀκροατὰς προτρέπων καὶ τῆς τηλικαύτης αὐτὸν καὶ τοσαύτης ἀποδεχόμενος σπουδῆς καὶ προθυμίας, δεσποτικοῖς καὶ δικαίοις ἀμείβεται ἐγκωμίοις. οὐδὲ γὰρ οὐδ’ ἠνέσχετ’ ἂν ὁ προῖκα πᾶσι καὶ κοινὸς φανεὶς εὐεργέτης τῆς προκαταβληθείσης στοργῆς καὶ τοῦ μέχρι σφαγῆς διαπύρου πόθου ἀγέραστον μόνον τὸν βαπτιστὴν ἀποπέμψαι. ἀλλ’ αὕτη μὲν οἶμαι τῶν ἐπαίνων ἡ πρώτη αἰτία, οὐδὲν δὲ ταύτης ἐλάττων καὶ αὕτη. ἐπεὶ γὰρ τὸ ‘σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;’ ὁ μὲν ἐπὶ τῇ τῶν μαθητῶν διηρώτα σωτηρίᾳ, τὸ δὲ πρόχειρον τῆς ἐρωτήσεως τοῖς μὴ πρὸς τὸ εὐμήχανον καὶ σοφὸν τοῦ ἐρωτήσαντος διακύπτουσιν ἐξ ἀγνοίας τοῦτο πυθέσθαι τὸν βαπτιστὴν ὑποτίθεται, ἵνα καὶ ταύτης αὐτὸν τῆς ὑποψίας ἐκ περιουσίας ἐλευθερώσῃ (μεγίστη γὰρ ὡς ἀληθῶς κήρυκος διαβολὴ καὶ κατηγορία τοῦ κηρυσσομένου ἡ ἄγνοια), ἐπὶ τοὺς ἐπαίνους ἔρχεται καὶ πλείοσιν αὐτοὺς ἐξυφαίνει τρόποις· ἄτοπον γὰρ ὡς ἀληθῶς, εἰ δι’ ὧν ἄλλος προσεκέρδανεν ἂν ὁ βαπτιστὴς καὶ τῆς προτέρας διεκπίπτοι δόξης.

Διὸ πρῶτον μὲν ἔπαινον προάγει ἀπ’ αὐτῆς ἐκείνης τῶν ἀκροατῶν τῆς ψήφου, τρίτον ἀπὸ τῆς τῶν προφητῶν μαρτυρίας καὶ προρρήσεως, τῶν δὲ λοιπῶν δύο ἑκάτερον ἐκ τῆς ἰδίας καὶ δεσποτικῆς ἐπικρίσεως· ἀλλ’ ὁ μὲν δεύτερος τρόπος ἐκ τοῦ εὐθέος λέγει τὸν ἔπαινον, ὁ δὲ τέταρτος ἐκ τοῦ παρακολουθοῦντος ἀτοπήματος τοῖς ἐξ ἀγνοίας ὑπειληφόσι τὸν βαπτιστὴν προσενεγκεῖν τὴν ἐρώτησιν διαπλέκει τὸ ἐγκώμιον. ὁ μὲν οὖν πρῶτος καὶ ὁ τέταρτος τῶν ἐπαίνων τρόπος, ἐξ ἀναιρέσεως ὑφαινόμενος τῶν μηδαμόθεν μὲν τῷ βαπτιστῇ προσηκόντων, μάτην δὲ ἐνίοις ὑπειλημμένων, κατ’ ἐρώτησίν τε σχηματίζεται καὶ τὸ ἐναντίον ἀπαιτεῖ καὶ διδάσκει τῆς ἐρωτήσεως· οἱ δὲ μέσοι ἐπ’ εὐθείας τε τὴν εὐφημίαν καὶ σὺν ἀποφάσει ἀναγράφουσιν. ὥσπερ γὰρ ἐν τῷ ‘τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;’ οὐ κάλαμον εἶναι τὸν βαπτιστὴν ὁ κατ’ ἐρώτησιν ἐσχηματισμένος λόγος ἀποφαίνεται, τοὐναντίον δὲ κατασκευάζει πόρρω καθεστάναι πάντων ὅσοι καλάμου δίκην τὴν γνώμην σαλεύονται, οὕτω καὶ ὁ διὰ τοῦ ‘ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν’ παραπλησίως προαγόμενος οὐχὶ μικρότερον, οὐμενοῦν, ἀλλὰ μηδένα εἶναι τοῦ προδρόμου παρίστησι μείζονα.

οὐδὲ γὰρ οὐδὲ τῶν ἐπαίνων οὓς ἔπλεκεν ὁ σωτὴρ ἐξαίφνης ἂν ἀπεστέρησεν, οὐδ’ εἰς ἐσχάτους ἀθρόον τὸν ἐπαινούμενον ἔρριψεν, ἀλλὰ τὸν αὐτὸν εἱρμὸν φυλάττων οὐδαμοῦ συγχωρεῖ τὸν ἐν τῇ βασιλείᾳ μικρότερον τῆς ὑπεροχῆς Ἰωάννου νομίζεσθαι μείζονα.

Ἀλλ’ ὁ μὲν ἀπὸ τῆς τῶν ἀκροατῶν ψήφου πλεκόμενος ἔπαινος, πλατύτερον εἰπεῖν, τοιοῦτός τίς ἐστιν· ‘τί ἐξήλθετε εἰς τὴν ἔρημον; ἆρα κάλαμον ἰδεῖν ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλ’ ἆρα ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἢ δῆλον ὡς οὐδαμῶς· ὑμεῖς γὰρ αὐτοὶ δι’ ὧν πρὸς αὐτὸν διεπράξασθε καὶ τῷ πρὸς τὴν ἔρημον δρόμῳ τἀναντία τῆς δόξης ταύτης ἐμαρτυρήσατε, θαυμάσιόν τινα καὶ μικροῦ τοὺς ἀνθρωπίνους ὅρους ὑπερβεβηκότα τὸν ὡς ἀληθῶς τοιοῦτον ὄντα νομίσαντες. οὔκουν οὐδὲ νῦν ὁ τηλικοῦτος μεταβολῇ τινι καὶ ἀγνοίᾳ τὴν διὰ τῶν μαθητῶν ἐρώτησιν ἐμοὶ προσενήνοχεν, ἀλλὰ τοὐναντίον ἅπερ ἐδίδαξε λόγῳ καὶ διὰ τῆς ὄψεως αὐτῆς πιστωθῆναι τοὺς μαθητευθέντας σοφῇ μεθόδῳ συνδιεπράξατο. τίς γὰρ λόγος ἀνδρὶ τοσούτῳ μεταβολὴν ἐπελθεῖν τῶν κρειττόνων ἢ ἀλλοίωσιν; ὅπου γε πᾶσα ἡ πρὸς τὸ χεῖρον ἀπόπτωσις ἢ γνώμης ἀρρωστίᾳ ἢ φιληδονίας πάθει ἢ φιλαργυρίας καὶ τοῦ κενοῦ τούτου δοξαρίου ἔρωτι παραγίνεται οἷς παραγίνεται· δι’ ὧν καὶ ἡ πρὸς τὰ λοιπὰ τῶν παθῶν παρολίσθησις, οἷς ἄλλοι μὲν οὐκ ὀλίγοι, μάλιστα δ’ οἱ περὶ τοὺς βασιλείους οἴκους ἐπτοημένοι καὶ τοῦ κονιορτοῦ ἐκείνου ἁλώσιμοι. ὑφ’ ὧν ὁ Ἰωάννης οὐδ’ ἔστιν εὐχερὲς ἅπασιν εἰπεῖν οὐδ’ ὅσον ἀνάλωτος· οὐ γάρ ἐστιν, οὐκ ἔστι κάλαμος τὸν ὑπὸ τῶν ἀνέμων σάλον δεχόμενος.

ἐξέφυγε’ φησὶ ‘τῶν ἀστηρίκτων τοὺς τρόπους καὶ καλάμου δίκην ῥιπιζομένων τὸ νόσημα, οὐ μὴν οὐδὲ μαλακοῖς ἱματίοις οὐδὲ τοῖς ἄλλοις ἐκδεδιῄτηται οἷς οἱ περὶ τὰ βασίλεια διαθρύπτονται, χρυσῷ καὶ ἡδοναῖς καὶ φιλοδοξίᾳ δουλούμενοι· ἀλλ’ ἔρημος μὲν αὐτῷ οἶκος ἅμα λαμπρὸς καὶ παράδεισος καὶ βασίλειον, καμήλων δὲ τρίχες τῷ σώματι σκέπη, καὶ ζώνη δερματίνη περὶ τὴν ὀσφύν, δεσμοῦσά τε καὶ νεκροῦσα πάντα τὰ παρ’ ἑκάτερα ταύτης σωματικά τε καὶ ἀνθρώπινα σκιρτήματα. εἰ βούλει δέ, καὶ τροφὴ τὸ μηδὲ τροφῆς ἁπλῶς μετέχειν, ἀλλ’ ὅση πικρά τε καὶ ἄτροφος, καὶ οὐδὲ ταύτης ἐν μέτρῳ, ἀλλ’ ὥστε καὶ αὐτὴν τὴν ἀνάγκην διαπλανῆσαι τῆς φύσεως. οἷς πῶς ἂν ἐπιτολμήσοι τρυφὴ παρεισδῦναι ἢ ῥέουσα δόξα ἢ πλοῦτος, ὁ καὶ τῶν ἐχόντων καὶ τῶν εἰς τὸ ἀκούσιον οὐκ ἐχόντων βαρὺς καὶ πικρὸς τύραννος; καὶ ταῦτα δὲ οὐχὶ τὰ ἔργα μόνον βοᾷ, ἀλλὰ καὶ ὑμεῖς αὐτοί’ φησίν ‘ἀπὸ τῶν ἔργων, ἃ τοὺς ὑμετέρους ὀφθαλμοὺς καὶ τὴν γνώμην ἐφελκύσατο μάρτυρας, οὐδὲν ἔλαττον παρεστήσατε· ἔργοις γὰρ καὶ αὐτοὶ τὴν μαρτυρίαν εἰσηνέγκατε, ὡς καὶ τῶν ἀστηρίκτων τὴν γνώμην καὶ τῶν ἡδοναῖς καὶ δόξῃ καὶ πλούτῳ δουλουμένων, δι’ ὧν ἡ ἐπὶ τὸ χεῖρον μεταβολὴ καὶ ἀλλοίωσις καὶ ἡ ἄγνοια, ὁ βαπτιστὴς ὑψηλότερος.’ ἀλλ’ οὗτος μὲν ὁ ἀπὸ τῆς τῶν ἀκροατῶν ψήφου τῶν ἐπαίνων τύπος.

Τίς δ’ ὁ ἐφεξῆς; ἢ δῆλον ὡς ὁ ἐκ τῆς ἰδίας καὶ δεσποτικῆς ἀποφάσεως. ποίας ταύτης; ‘ναί,’ φησίν, ‘λέγω ὑμῖν ὅτι προφήτην ἐξήλθετε ἰδεῖν’, ὡς ἐκείνων τοῦτο σαφῶς δι’ ὧν ἔπραξαν καταθεμένων· ἵνα εἴπῃς, ‘οἶδα ὅτι οὔτε τὴν γνώμην εὐρίπιστον ἄνθρωπον οὔτε φιλάργυρον ἢ κενόδοξον οὐδὲ τρυφῆς ἐλάττονα εἰς τὴν ἔρημον ἰδεῖν ἐξεληλύθατε, ἀλλ’ ὑψηλόν τινα καὶ μετάρσιον καὶ τοῦ προφητικοῦ χαρίσματος μέτοχον, καὶ καλῶς ὑπειλήφατε, ναὶ γὰρ λέγω ὑμῖν ὅτι προφήτην ἐξήλθετε ἰδεῖν’. εἶτα καὶ οὐ μέχρι τούτου, ἀλλὰ καὶ περισσότερον ἀποφαίνεται προφήτου. ἐπειδὴ δὲ καὶ κριταὶ καὶ νομοθέται καὶ βασιλεῖς ἐπ’ ἀρετῇ μέγα κατέλιπον ὄνομα, ἵνα μὴ τῶν μὲν προφητῶν περισσότερος, τῶν ἄλλων δέ τινος νομισθῇ ἐνδεέστερος, μιᾷ κατὰ πάντων ἀποφάσει τὰ πρεσβεῖα φέρειν τὸν βαπτιστὴν ἀνεκήρυξεν, ‘οὐκ ἐγήγερται’ εἰπὼν ‘ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ’. ἀλλ’ οὗτος μὲν καὶ ὁ δεύτερος τῶν ἐγκωμίων τύπος.

Ὁ δὲ τρίτος μεταξὺ τῶν δεσποτικῶν ἐπαίνων τὴν προφητικὴν προβάλλεται μαρτυρίαν· ‘οὗτος γάρ ἐστι’ φησὶν ‘περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου’.

Λοιπὸς δὲ καὶ τελευταῖός ἐστιν περὶ οὗ μάλιστα καὶ ἡ σκέψις· ὅς, καθάπερ καὶ ὁ πρῶτος, ἐξ ἀναιρέσεως μέν ἐστι τῆς μηδαμόθεν προσηκούσης τῷ βαπτιστῇ ὑπολήψεως, κατ’ ἐρώτησιν δ’ ἀπορηματικὴν καὶ αὐτὸς οὐκ ἐξ εὐθείας οὐδὲ ἀποφατικῶς πρόεισιν, ἐκ δὲ τοῦ συμβαίνοντος ἀτοπήματος τὴν φαύλην ὑπόληψιν ἀναιρεῖ κἀκεῖθεν διαπλέκει καὶ συναπαρτίζει τῷ βαπτιστῇ τὸ ἐγκώμιον. τίς οὖν ἡ ψευδὴς ὑπόληψις; τὸ νομίσαι τινὰς τὸν βαπτιστὴν ἀγνοῆσαι τὸν κηρυσσόμενον καὶ διὰ τοῦτο προσενεγκεῖν τὴν ἐρώτησιν. τί δὲ τὸ ἑπόμενον ἄτοπον; τὸ ἐρρῖφθαι διὰ τοῦτο τῆς βασιλείας τῶν οὐρανῶν· ὁ γὰρ ἐν αὐτῇ πάντων μικρότερος τίνος ἄλλου μείζων εἴη ἂν πλὴν τοῦ πόρρω ταύτης ἀπεληλαμένου; διὰ τί δ’ ἀπορρίπτοιτο, οὐδὲ λόγου δεῖται· καὶ γὰρ ὁ μὴ πεπεισμένος ἀκριβῶς τὸν ἐκ παρθένου μὲν γεννηθέντα, ὑπὸ Ἰωάννου δὲ βαπτισθέντα, ὑπὸ δὲ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα καὶ ὑπὸ τοῦ συγγενοῦς ὑποδειχθέντα πνεύματος, τοῦτον λυτρωτὴν τοῦ κόσμου καὶ τοῦ ᾅδου καθαιρέτην εἶναι, δῆλον ὡς ὁ τοιοῦτος ἐκτός ἐστιν τῆς βασιλείας τῶν οὐρανῶν. πῶς γὰρ ἂν κληρονομήσειεν βασιλείαν ὁ μηδὲ τὸν ταύτης ἐπιστάμενος δημιουργὸν καὶ διανομέα καὶ κληροῦχον; εἶτα πῶς ἀναιρεῖται τὸ ἄτοπον; καὶ αὐτόθεν μέν—πῶς γὰρ οὐκ ἄτοπον τὸν ἄλλοις κηρύξαντα τὴν βασιλείαν αὐτὸν ἐκπεσεῖν ταύτης; — ἀλλά γε καὶ ἐκ τῶν ἔμπροσθεν εἰρημένων.

εἰ οὖν ἠγνόησε μὲν ὅνπερ ἐκήρυξεν ὁ Ἰωάννης, ἔδωκεν δὲ λήθῃ τὰ ἄνωθεν ἠκουσμένα, οὐκ οἶδεν δὲ ὃν ἐβάπτισεν, ἐρωτᾷ δ’ ἵνα μάθῃ τίς ἐστιν ὁ προσδοκώμενος, δῆλον ὡς οὐδὲ τῆς βασιλείας ὅλως, οὐδὲ καθ’ ἣν ὁ μικρότερος διαιτᾶται λῆξιν, οὐδὲ ταύτης ἀξιωθήσεται. ἀλλὰ τῶν λίαν ἀτοπωτάτων τοῦτο τά τε ἄλλα καὶ ἐκ τῶν ἄνωθεν εἰρημένων· ποῦ γὰρ προφήτης ὁ μηδὲ τὰ ἐν χερσὶν βλέπων; ποῦ δὲ προφητῶν περισσότερος ὁ καὶ αὐτὸν τὸν κηρυσσόμενον ἀγνοήσας; ἐν γεννητοῖς δὲ γυναικῶν μείζων πῶς ἂν ὁ μηδὲ τῆς βασιλείας ἄξιος; οὐκ ἄρα μικρότερος οὐδαμῶς τοῦ μικροτέρου τῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οὐδ’ ἄρα ἠγνόησεν ὃν ἐκήρυξεν· οὐδ’ ἵνα αὐτὸς μάθῃ, ἀλλὰ ἵνα τοὺς μαθητὰς διὰ τῆς αὐτοψίας βελτιώσῃ, τὴν διδασκαλίαν εἰς ἐρώτησιν ἐσχημάτισεν.

Ἀλλ’ ἡ μὲν τῆς ὅλης διανοίας ἀνάπτυξις αὕτη· ὁ δὲ δεσποτικὸς καὶ θεῖος χρησμὸς δριμεῖ τε καὶ συντετμημένῳ λόγῳ διὰ τοῦ κατ’ ἐρώτησιν ἀπορηματικοῦ τύπου τὴν ὅλην παρέστησεν ἔννοιαν εἰπών· ‘ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν;’ ταύτης γὰρ τῆς φωνῆς ἐξ αὐτῆς ἀκοῆς ἀπαντώσης καὶ τῇ τοῦ ἀτοπήματος ὑπερβολῇ οὐκ ἐώσης εἰς ἀπρεπῆ τινα ὑπόληψιν τοῦ τῆς ἀληθείας κήρυκος ἀπενεχθῆναι, εὐθὺς μὲν συνελαυνόμεθα εἰς τὸ συνιδεῖν τὸ σοφὸν καὶ ὠφέλιμον τῆς διὰ τῶν μαθητῶν ἐρωτήσεως, ἐκεῖθεν δὲ πάλιν εἰς τὴν τῶν ἐπαίνων ἀποδοχὴν ἔτι μᾶλλον ἐφελκόμεθα, καὶ οὐχὶ τοῦ μικροτέρου τῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐλάττονα τὸν βαπτιστὴν ψηφιζόμεθα, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ καὶ κριτῶν καὶ νομοθετῶν καὶ βασιλέων καὶ αὐτῶν πατριαρχῶν ὑπερανεστηκέναι, ὡς αὐτὴ σαφῶς ἀνεῖπεν ἡ ἀλήθεια, συντιθέμεθα καὶ μάλα εἰκότως. εἱρκτῇ καὶ μυρίᾳ κακώσει συνείχετο, τὴν ἐπὶ θανάτῳ τηρούμενος, ἄλλην ταῦτα ὑπὲρ θεσμῶν θείων διακαρτερῶν ἄθλησιν· καὶ ὁ πρὸς τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου διάπυρος αὐτῷ πόθος οὐκ ἐμαραίνετο, ἤνθει δὲ μᾶλλον καὶ διεφιλονείκει τῷ θανάτῳ ἐπὶ πλέον ἀναζωπυρεῖσθαι καὶ ἀπαθανατίζεσθαι, οὐδ’ ἔληγεν κηρύσσων καὶ χειρὶ καὶ γλώσσῃ καὶ πάσῃ μεθόδῳ τὸν οὐράνιον νυμφίον, πάντας ἐπιποθῶν αὐτῷ συναρμόσαι καὶ τῶν νυμφιακῶν παστάδων ἐνθεῖναι τὸν ἔρωτα.

ἐμοὶ δοκεῖ καὶ χαίρειν αὐτὸν πρὸς τὸ ξίφος καὶ ἀδημονεῖν τῇ βραδυτῆτι καὶ σπεύδειν πρὸς τοὺς ἐν ᾅδου, ἵνα κἀκεῖ φθάσῃ τοὺς ἄλλους τὸν προσδοκώμενον ἀνακηρύξαι καὶ προευαγγελίζεσθαι. ἆρ’ οὐκ ἐγκωμίων ταῦτα δεσποτικῆς ἀξίων γλώσσης; ἔβλεπε τὸ ξίφος, ἔβλεπε τοὺς δημίους, καὶ τὴν σφαγὴν κέντρον ἐποιεῖτο τοῦ δεσποτικοῦ φίλτρου, ὅλος πρὸς αὐτὸν ἐπιστρεφόμενος. ὄντως οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ἥψατο κορυφῆς δεσπότου, ἐκήρυξεν ἀπὸ γαστρός, ἐκήρυσσεν μέχρι θανάτου, εἵλκυσεν εἰς μετάνοιαν κόσμον· ἐῶ τὴν ἔρημον πολιτείαν καὶ τὴν καταιδέσασαν καὶ τοὺς ἀναισχύντους Ἰουδαίους ὑπερφυῆ δίαιταν καὶ διαγωγὴν καὶ τὴν ἐμφράξασαν αὐτῶν τὰ ἀπύλωτα στόματα ὑπὲρ ἄνθρωπον ζωήν. ἆρ’ οὐ δικαίως μείζων ἐν γεννητοῖς γυναικῶν; ἆρ’ οὐ κατ’ ἀξίαν τῆς δεσποτικῆς ἀπήλαυσε φωνῆς; ἆρ’ ὁ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων τοῦ τοιούτου ἐστίν;

Δεῖ τοιγαροῦν ἐκ τῶν εἰρημένων οὐκ ἀποφαινόμενον ἀναγινώσκειν τὸ ‘ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν’, ἀλλὰ κατ’ ἐκεῖνον τὸν τύπον καθ’ ὃν ἀναγινώσκεται καὶ τὸ ‘τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;’ καὶ σκόπει μοι συνετῶς, ὅτι οὔτε τὸ ‘ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν’ παρὰ τὴν πρόχειρον καὶ πᾶσιν ἐγνωσμένην διάνοιαν ἠναγκάσθημεν εἰς ἄλλο τι περινενοημένον ἐκβιάσασθαι οὔτε τὸ ‘μικρότερος’ προσθήκαις τισὶ περιεργοτέραις πρὸς ὁμολογίαν τοῦ ‘μείζων ἐν γεννητοῖς γυναικῶν’ συνδιεπλέξαμεν, μόνον δὲ τὸ ἐξ ἀρχῆς σχῆμα τοῦ λόγου εἰς τὸν κατ’ ἐρώτησιν τύπον ῥυθμίσαντες τὴν τοῦ δηλουμένου σαφῶς, εἰ καὶ πλέον ἢ κατ’ ἐπιστολήν, παρεστήσαμεν ἔννοιαν.

Γεωργίῳ διακόνῳ καὶ ὀρφανοτρόφῳ Εἰ μὲν ἀπὸ τῆς γνώμης κρίνεις τὰ πράγματα καὶ σκοπεῖς τὴν προαίρεσιν (οὕτω δὲ προσῆκεν, καὶ θείων χρησμῶν ἐστιν ἡ ψῆφος), ἔχεις ἡμᾶς, εἰ μὴ φορτικὸν εἰπεῖν, λαμπρῶς ἐπὶ σοὶ στεφανωθέντας. εἰ δὲ τοῖς ἔργοις δίδως τὸν στέφανον, ἡμᾶς μὲν οὐδ’ οὕτως οὐδὲν ζημιώσεις (οὐδὲ γὰρ οὐδὲ τοῦτο, καίτοι τῶν καιρῶν ἡμῖν ἀντιπνεόντων, ἐνελίπομεν)· ἐκεῖνο δέ σε συνιέναι χρή, ὅτι ταῦτα ψηφιζόμενος οὐχ ἡμᾶς μᾶλλον θατέρου τῶν στεφάνων ἀποστερεῖς, ἀλλὰ σεαυτοῦ ἑκάτερον ἀφαιρεῖς, ὅν τε προξενεῖ τὰ ἔργα καὶ ὃν πλέκει ἡ προαίρεσις.

Ἀμφιλοχίῳ μητροπολίτῃ Κυζίκου Ὅπερ Χριστὸς ὁ θεὸς ἡμῶν τῇ Μαγδαληνῇ Μαρίᾳ προσιούσῃ φησί, ‘μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου’, δοκεῖ μέν πως εἶναι δυσθεώρητον (τί δέ; ἆρα γὰρ μετὰ τὴν πρὸς τὸν πατέρα ἄνοδον, τότε μᾶλλον αὐτῇ ἐπιτρέψει τὸ ἐφάπτεσθαι;), τὸ δὲ τοιοῦτόν ἐστιν. ‘οὐκ ἔξεστί σοι’ φησὶν ‘ἐμοῦ ἅπτεσθαι· διὰ τί; οὔπω γάρ σοι δοκῶ πρὸς τὸ πατρῷον ὕψος ἀναβεβηκέναι καὶ τῆς ὑπερφυοῦς οὐσίας ἀναλαβεῖν τὸ ἀξίωμα, ἀλλ’ ἔτι ταπεινὰ λογίζῃ περὶ ἐμοῦ προσιοῦσά μοι καὶ τῶν ἀνθρωπίνων μέτρων οὐδὲν ὑψηλότερον· τὸ δὲ οὐχ ὅτι ἀξίαν οὐ ποιεῖ σε τῆς ἐμῆς δόξης ἐφάπτεσθαι, ἀλλὰ καὶ μακρὰν τίθησιν’. καὶ ὅρα ὅπως τὸ ‘μή μου ἅπτου’ εἰπὼν τὸ ‘οὔπω γὰρ’ συνεπήνεγκεν, διδοὺς ἐλπίδας αὐτῇ ὡς οὐκ εἰς τέλος τοῦ πόθου ἀπελαθήσεται, ἀλλ’ ὅτι καὶ μετ’ ὀλίγον ὧν ἐσπούδασεν ἐπιτεύξεται· ὡσανεὶ λέγων, ‘μεθ’ ἧς μὲν προσέρχῃ μοι γνώμης οὐκ ἔξεστί σοι προσιέναι μοι (οὐδὲ γὰρ ἂν τύχοις τῆς ἐφέσεως), ἂν δὲ ταῖς ὑψηλοτέραις καὶ θεοπρεπέσι διανοίαις σαυτὴν ἐπάρῃς τῶν ταπεινῶν, συγχωρηθήσεταί σοι καὶ ἡ πρόσοδος καὶ μειζόνων ἀξιωθήσῃ ἢ ὧνπερ ἤλπισας’.

καὶ γὰρ ἡ μὲν ἐβούλετο, οἷα δὴ καὶ πρότερον, ἀνθρωπικώτερον καὶ κατὰ τὸν τῆς οἰκονομίας τρόπον τῷ δεσπότῃ συναναστρέφεσθαι· πολλὰ γὰρ τοιαῦτα καὶ τῷ τάφῳ παρακαθημένη ἔπραττέν τε καὶ ἐλογίζετο, μύρα φέρουσα, δακρύουσα, μετάθεσιν ὑπονοοῦσα τὴν ἔγερσιν· ὁ δὲ ταύτην ἀπάγων τῆς ὁρμῆς καὶ τῶν τοιούτων διακαθαίρων ὑπονοιῶν, ἔτι δὲ καὶ τὸ ἄκαιρον ἐνδεικνὺς καὶ ἀδύνατον τῆς ἐγχειρήσεως, ‘μή μου ἅπτου’ φησίν, ‘οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου’· τοῦτ’ ἔστιν, ‘οὐ προσῆκεν τὴν σὴν ἀρέσκειαν τῆς κοινῆς προνοίας προτιμᾶν καὶ τοῦ τῆς οἰκουμένης συμφέροντος, οὐδὲ τὸν σὸν πόθον ἀφοσιούμενον τὴν ἐν ἐμοὶ πατρῴαν συνεπισκιάζειν ἔτι θεότητα καὶ ὡς ἀνθρώπῳ ψιλῷ ἔτι ἀνέχεσθαι προσιέναι μοι· ἦν μὲν γὰρ τῶν τῆς συγκαταβάσεως καὶ ταπεινοτέρων ὁ πρὸ τοῦ σταυροῦ καιρός, ὅτε καὶ σοὶ παρεχωρεῖτο τοῖς ταπεινοτέροις λογισμοῖς οἷον ἀναπαυομένην ὑποστηρίζεσθαι καὶ μὴ πρὸς τὰ μείζω κατ’ ἀρχὰς καὶ ἀθρόον ἐκβιαζομένην πάντων ἐκπίπτειν καὶ ὑποσύρεσθαι.

νῦν δὲ τῶν ὑψηλοτέρων καὶ θείων ἐφέστηκεν ὁ καιρός, θάνατος γὰρ εἰς νῖκος καταποθεὶς τεθανάτωται, καὶ ᾅδης τῶν ἀπ’ αἰῶνος νεκρῶν κενωθεὶς τῆς τυραννίδος ἐκβέβληται, καὶ λαμπρὰ κατὰ πάντων ἐχθρῶν διὰ τῆς ἀναστάσεως ἠγέρθη τὰ τρόπαια· χρὴ τοιγαροῦν καὶ σὲ πρὸς τὰ ὑψηλότερα καὶ θεοπρεπῆ τὸν νοῦν ἀναφέρουσαν μηκέτι τὰ πρότερα καὶ τὰ τῆς συγκαταβάσεως ἐπιζητεῖν μηδὲ τοῖς ταπεινοτέροις ἐναπομένειν καὶ συγκαταφέρεσθαι, τοῦτο δὲ κατορθοῦσα εὑρήσεις ἐξ ἑτοίμου καὶ οὐ σφαλλομένῃ γνώμῃ τὸ ποθούμενον· λαβοῦσα γὰρ ἃς οὔπω εἴληφας ὀρθὰς ὑπολήψεις, τότε μᾶλλον καὶ τῆς ἐνανθρωπήσεως τὸν ἄρρητον καὶ ὑπερφυᾶ θαυμάσεις τρόπον, καὶ πλέον ἢ ἐγώ σοι ἀπεῖπον εὐλαβουμένη ταπεινῶς μοι προσιέναι καὶ ἐφάπτεσθαι, ἀξίως καὶ τῆς ἐμῆς θεότητος καὶ τῆς σῆς ἐντελοῦς πίστεως ἐπιδείξεις τὸν εἰς ἐμὲ πόθον καὶ τὴν εὔνοιαν’. ὅτι γὰρ οὐχὶ τῆς ἐπαφῆς προηγουμένῳ λόγῳ καὶ καθ’ ἑαυτὸ τὸ γύναιον ἐκωλύετο, ἀλλ’ ὅτι ταπεινοῖς καὶ χαμαιπετέσι λογισμοῖς ἔτι διενοεῖτο προσάπτεσθαι, τεκμηριοῦσι σαφῶς καὶ αἱ συναντήσασαι τῷ δεσπότῃ δύο γυναῖκες, αἷς τό τε ‘χαίρετε’ ἡ πάντων χαρὰ λαμπρῶς προσφωνεῖ καὶ τῶν ἀχράντων ποδῶν τετελειωμέναις καὶ φρεσὶ καὶ χερσὶν ἐφίησιν ἅπτεσθαι.

Ἐπεὶ δὲ τέως ἐφάπτεσθαι τὸ γύναιον ἐκεκώλυτο, ἵνα μὴ διαμαρτοῦσα τῆς σπουδῆς εἰς λύπην καὶ λογισμοὺς ἐμπέσῃ—εὔκολον γὰρ τὸ γένος πρὸς ὀλιγοψυχίαν καὶ ὑπόνοιαν· ὡς παρεώραμαι, ὡς ἐξουθένημαι, οἴμοι λοιπὸν τίς γένωμαι; —ἵνα οὖν μὴ πρὸς ταῦτα δράμῃ, προλαβὼν αὐτὴν ὁ σωτὴρ ψυχαγωγεῖ καὶ ‘πορεύου’ φησὶ ‘πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς’, δυσὶ τρόποις διὰ τῶν ῥημάτων τούτων τὸν τάραχον ἀπελαύνων τῶν λογισμῶν καὶ πρὸς εὐθυμίαν αὐτὴν παρακαλῶν· ἑνὶ μὲν ὅτιπερ αὐτὴν εὐαγγελίστριαν ἐχειροτόνει τῆς ἀναστάσεως, ἑτέρῳ δὲ δι’ ὧν τὰ ἴσα καὶ τοῖς μαθηταῖς δι’ αὐτῆς ἐκείνης παρεκελεύετο. καὶ γάρ φησι ‘καὶ εἰπὲ αὐτοῖς, ἀναβαίνω πρὸς τὸν πατέρα μου’, ἵνα εἴπῃς ‘μὴ σὲ λυπείτω ὅτι προσάπτεσθαί μου διεκώλυσα· οὐ γὰρ παρορῶν ἢ ἐνυβρίζων τοῦτο ἔπραξα, ἀλλ’ ἡ τῶν πραγμάτων φύσις καὶ τῆς ἐμῆς προνοίας καὶ οἰκονομίας ὁ ἄρρητος θεσμὸς τοῦτο κρατεῖν ἐπὶ πάντων βούλεται, καὶ οὐδὲν ἕξεις ἔλαττον, εἰ μὴ καὶ πλέον, τῆς σῆς σπουδῆς οὐ συντελεσθείσης· ἰδοὺ γάρ σε καὶ κήρυκα πέμπω τοῖς μαθηταῖς τῆς ἐμῆς ἀναστάσεως, κἀκείνοις δὲ τὰ αὐτά σοι διακελεύομαι, εἰδέναι πρὸς τὸν πατέρα με ἀναβαίνοντα καὶ μηκέτι ταῖς προτέραις δόξαις ὑποφέρεσθαι, ταπεινὰ φανταζομένους περὶ ἐμοῦ καὶ ἀνθρώπινα, συνοδοιπορεῖν πάλιν ὡς τὸ πρὶν καὶ συνδιαφέρειν πόνους καὶ λύπας συνεχῶς τε ἐπιχωριάζειν καὶ συναλίζεσθαι’.

Σὺ δέ μοι σκόπει ὅπως καὶ ἀδελφοὺς ἐν τοῖς πρὸς τὴν γυναῖκα ῥήμασι τοὺς μαθητὰς ἐπωνόμασεν, θαρρεῖν αὐτὴν διὰ πάντων παρασκευάζων καὶ μηδὲν λυπηρὸν ὑποδέχεσθαι. ὁ γὰρ τῶν ἀδελφῶν τὴν κλῆσιν τοῖς μαθηταῖς χαριζόμενος, εἶτα ταύτην ἐκείνοις συναριθμῶν καὶ τῶν ἴσων ἀξιῶν, πᾶσαν αὐτῆς λύπην καὶ ὑποψίας ἐξέβαλε θόρυβον. σοφῶς δὲ λίαν καὶ θεοπρεπῶς καὶ τὸ ‘πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν’ κατὰ διαστολὴν προηνέχθη καὶ διάστασιν τῶν συλλαβῶν, τῷ συνδέσμῳ τῆς τῶν πραγμάτων διαφορᾶς καὶ ἑτερότητος ἐπιτρανουμένης. τῷ μὲν γὰρ ἰδιάζοντι τὴν φύσιν ἔδειξεν, τῷ δὲ κοινῷ τὴν χάριν ἐμήνυσεν· ὅσον δὲ φύσις χάριτος καὶ υἱοθεσίας διενήνοχεν, ἐν τοσούτῳ μέτρῳ τῆς ὑπεροχῆς καὶ ἡ πρὸς τὸν ἕνα καὶ μονογενῆ τοῦ πατρὸς κατ’ οὐσίαν σχέσις τῆς ἐκ φιλανθρωπίας καὶ οἴκτου πρὸς τοὺς ἄλλους σχέσεως ὑπερανέχει καὶ ὑπερίδρυται, καὶ ὁ μονογενὴς δὲ δηλονότι τῶν πολλῶν υἱῶν καὶ οὓς ἡ χάρις ἐκυοφόρησεν. διὸ ‘πατέρα μου’ εἰπὼν καὶ τὸ γνήσιον τῆς φύσεως τῷ ἰδιάζοντι ἀφορίσας, ‘καὶ πατέρα ὑμῶν’ ἐπενήνοχε, τὴν ἐκ φιλοτιμίας θέσιν καὶ εἰσποίησιν τῶν ἀποστόλων παραστησάμενος.

καὶ τὸ ‘θεόν μου’ δὲ ‘καὶ θεὸν ὑμῶν’ πρὸς τὴν αὐτὴν βλέπει διάνοιαν καὶ τῆς αὐτῆς γνώμης ἤρτηται· διὰ μὲν γὰρ τοῦ ‘θεόν μου’ τὸ συγγενὲς τοῦ ἑνὸς καὶ οἰκεῖον περιλαμβανόμενον ἀνακηρύττεται, διὰ δὲ τοῦ ‘θεὸν ὑμῶν’ τῶν πολλῶν τὸ δοῦλον καὶ ὑπήκοον καὶ τὸ δημιουργεῖσθαι κοινοποιούμενον ἐπιδείκνυται. δῆλον γάρ, δῆλον ἅπασιν ὅτι ὥσπερ ἐνίοτε τὸ ὑποβεβηκὸς καὶ παρηλλαγμένον ἢ τὸ ὑπερέχον διὰ τῆς ‘τοῦ ἐμοῦ’ φωνῆς ἐνσημαίνεται, οὕτω πάλιν καὶ τὸ ἴσον καὶ συγγενὲς καὶ γνησιώτατον διὰ τῆς αὐτῆς χαρακτηρίζεται λέξεως. ἀλλὰ ταῦτα μέν σοι πρὸς ὑποτύπωσιν διεχάραξα, τῆς μὲν ὑποθέσεως ταπεινότερον, τῆς δὲ κατ’ ἐπιστολὴν χρείας ἴσως οὐκ ἐνδεέστερον.

Θεοδώρῳ ἀδελφῷ Παροιμία λέγεται ἐπὶ τῶν σφόδρα λυπουμένων καὶ ἀγωνιώντων ‘αἵματι ἵδρωσεν’, ὥσπερ καὶ ἐπὶ τῶν πικρῶς ὀδυρομένων ‘αἵματι κλαίει’. εἰ μὲν οὖν κατὰ τοῦτόν τις πεπαρῳδῆσθαι νομίσοι τὸν τρόπον (οὐδὲ γὰρ τῶν τοιούτων μαθημάτων ὁ ἀνὴρ ἀνήκοος) καὶ τὸ παρὰ τῷ θεσπεσίῳ Λουκᾷ εἰρημένον, ‘ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος’, ἔχεις τὸ ζήτημα. εἰ δὲ περιεργότερον ἐπινενοῆσθαί σοι τοῦτο δόξει, ἀλλ’ οὖν ἐκεῖνο αὐτόθεν ἔχει τὸ εὔκολον, ὅτι ‘ὡσεὶ θρόμβοι αἵματος’ εἰπὼν οὐ θρόμβους ἱδρῶσαι ἀπεφήνατο αἵματος (οὐ γὰρ ἂν καθ’ ὁμοιότητα τούτων εἰρήκει γενέσθαι τοὺς ἱδρῶτας, τοῦτο γὰρ σαφῶς δηλονότι τὸ ‘ὡσεὶ θρόμβοι’ παρίστησιν)· θέλων δὲ μᾶλλον δηλῶσαι ὡς οὐχὶ λεπταῖς τισι νοτίσιν καὶ οἷον ἐνδείξεως χάριν ἐπιφαινομέναις τὸ δεσποτικὸν ἐνοτίζετο σῶμα, ἀλλ’ ὡς ἀληθῶς ἁδρῶν σταγόνων δίκην ὅλον τοῖς ἱδρῶσι περιεστάζετο, τοὺς τῶν αἱμάτων θρόμβους εἰς εἰκόνα τοῦ γεγενημένου παρείληφεν.

Ἐδήλου δὲ ἄρα, ὥσπερ καὶ διὰ τῆς ἐντεταμένης προσευχῆς καὶ τῆς πολλῆς ἀγωνίας, οὕτω καὶ διὰ τῆς τῶν ἱδρώτων παχύτητος, ὡς φύσει καὶ ἀληθῶς, ἀλλ’ οὐκ ἐπιδείξει καὶ φαντασίᾳ ἄνθρωπός τε ἐχρημάτισεν ὁ σωτὴρ καὶ τοῖς φυσικοῖς τῶν ἀνθρώπων καὶ ἀδιαβλήτοις ὑπηρετήσατο πάθεσιν· τοῦτο γὰρ αὐτὸ καὶ ὁ δεσπότης ἔργοις παριστάς, καὶ ὡς οὐχὶ κατὰ θείαν φύσιν, ἀλλ’ ἐν τῇ ἀνθρωπίνῃ τὸ πάθος ἐδέξατο, καὶ προσηύξατο καὶ ἠγωνίασεν καὶ τοὺς παχεῖς ἐκείνους καὶ παραπλησίους αἵματος θρόμβοις ἱδρῶτας ἐξίδρωσεν. μηκέτι οὖν σοι τοῦ εὐαγγελίου τόδε τὸ χωρίον περικεκόφθαι, κἄν τισι τῶν Σύρων ὡς ἔφης δοκῇ, εὐπρεπὲς νόμιζε, ἀλλ’ ὡς οὐδὲν ἀδύνατον, μᾶλλον δὲ καὶ λίαν ἀκόλουθον ἐν αὐτῷ περιεχόμενον καλῶς ἐπιγνούς, τοῖς ἄλλοις συντάσσων θείοις χρησμοῖς ἀναμφιβόλῳ γνώμῃ συναναγίνωσκε.

Θεοδώρῳ μητροπολίτῃ Λαοδικείας Πολλὰ μὲν εἰπεῖν ἔχων, δι’ ὧν ἐστι σαφῶς ἐπιγνῶναι ὡς οὐχὶ βαρὺς οὐδὲ ἀδύνατος, ἀλλὰ καὶ κοῦφος καὶ χρηστὸς ὁ δεσποτικὸς ἐκεῖνος χρησμὸς ὁ λέγων ‘πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ’, ἐκεῖνα τέως κατ’ ἐπιστολήν σοι ἐρῶ, ὅτι πρῶτον χρεωστοῦμεν οἱ τῆς χάριτος πλέον τι τῶν ἐν νόμῳ βεβιωκότων κατορθοῦν, καὶ οὐχ ὁμοίως πέφυκεν ἑκατέρῳ μέρει βαρὺ τῆς νομοθεσίας ἡ ἀκρίβεια, ἀλλὰ τὸ ἐκείνοις ἴσως δόξαν βαρὺ ἡμῖν σύμμετρον καὶ ἐλαφρόν, καὶ τὸ ἡμῖν τοιοῦτον ἐκείνοις οὐ τοιοῦτον. τοῖς μὲν γὰρ μόνον ἀπέτρεπεν ὁ νόμος ἃ μὴ θέμις ποιεῖν, δύναμιν δὲ οὐδεμίαν ἐχαρίζετο πρὸς τὴν τῶν νομοθετηθέντων ἐκπλήρωσιν· ἡμῖν δὲ μεγάλη γέγονεν ἡ διὰ τοῦ βαπτίσματος καὶ τῶν ἄλλων δωρεῶν ἐπικουρία, κουφίζουσα σχεδὸν ἅπαν τὸ δυσχερὲς καὶ τῶν πονηρῶν πνευμάτων τὴν ὁρμὴν οὐκ ἐῶσα τυραννίδι καθ’ ἡμῶν ἐπιτίθεσθαι, μόνῃ δὲ τῇ ἡμετέρᾳ ῥᾳστώνῃ καὶ οἷον ὑποκατακλίσει παραχωροῦσα αὐτοῖς τὴν ἐπίθεσιν. ὥστε εἰ μή τι ἀκριβέστερον ἡμῖν ἤπερ ἐκείνοις νενομοθέτητο, εἰς τοὐναντίον ἂν ἡ τοῦ θεοῦ δικαιοσύνη καὶ χρηστότης περιέστραπτο, ἡμῶν τε τῶν μεγίστης ἐπικουρίας τυχόντων κἀκείνων τῶν μηδεμιᾶς τοιαύτης ἀπολελαυκότων τὴν αὐτὴν ἀκρίβειαν καὶ τὸ τῆς πολιτείας παραπλήσιον ἀπαιτουμένων καὶ ἐν τῷ ἀνίσῳ τῆς δυνάμεως τῆς ἴσης ἐπιζητουμένης πράξεως.

ὥσπερ γὰρ ἄδικόν τε ὁμοῦ καὶ βαρύτατον, τὸν δύο τάλαντα λαβόντα ἐπὶ τῇ συντελείᾳ τῆς ἐργασίας δέκα ἀπαιτεῖν, οὕτως ὀλίγωρον καὶ ἐκ τοῦ ἐναντίου παράνομον τὸν πέντε τάλαντα λαβόντα εἰς τέσσαρα τὴν ὅλην πρᾶξιν συγκεφαλαιωσάμενον ἀποδέχεσθαι· ἀλλ’ ἕκαστον δεῖ ἀναλόγως τῇ ἰσχύι καὶ τῷ καταβληθέντι χαρίσματι τὴν ἐργασίαν εἰσπράττεσθαι· τοιοῦτον γὰρ τῆς ἰσότητος καὶ τῆς ἀδεκάστου γνώμης καὶ κρίσεως ὁ θεσμός.

Δῆλον τοιγαροῦν ἐκ τῶν εἰρημένων ὡς τοιοῦτον παρ’ ἡμῖν ὀφείλει νομίζεσθαι τὸ μὴ ἐμβλέψαι γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν οἷον παρὰ τοῖς ἐν τῷ νόμῳ τὸ μὴ μοιχεῦσαι. καὶ οὐχὶ τῶν λόγων μόνον τὸ ἀψευδὲς καὶ ἀκόλουθον ἐπιμαρτύρεται τοῦτο, ἀλλὰ καὶ διὰ τῶν ἔργων αὐτῶν ἐναργῶς ὁρᾶται· οὐ πλείους γάρ ἐστιν ἰδεῖν τῶν Μωσαϊκῶν τὴν πρᾶξιν πεφευγότας ἢ τοὺς ἐν τῇ χάριτι καὶ τῶν πρὸς τὴν πρᾶξιν ὠθούντων ἀνακεχωρηκότας, ὅπου γε πλεῖστοι ὅσοι τῶν παρ’ ἡμῖν οὐ μόνον περιέργους καὶ ἐρωτιῶντας ὀφθαλμοὺς ξένοις κάλλεσιν οὐκ ἐπέβαλον, ἀλλ’ οὐδὲ εἰς ὄψιν ἁπλῶς γυναικὸς ἐνητένισαν, μέχρι ψιλῆς θέας ἑαυτοῖς τὸ σεμνὸν συντηρήσαντες.

Δεύτερον δὲ ὅτι τοῖς μὲν ὑπὸ τῷ νόμῳ παιδαγωγουμένοις τὰ προστεταγμένα κατορθοῦσιν τὰ ἀγαθὰ τῆς γῆς ἆθλον προὐτείνετο, ἡμῖν δὲ βασιλεία οὐρανῶν, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀναβέβηκεν. ὥστε καὶ ἐκ τῆς τῶν ἐπάθλων διαφορᾶς τὸ ῥᾷστον καὶ χρηστὸν τῆς εὐαγγελικῆς ἐντολῆς ἐπιδείκνυται· οὐ γὰρ ὁμοίως ἐπίπονον δραμόντα στάδιον τυχεῖν κοτίνου καὶ δύο στάδια χρυσοῦ στεφάνου ἀξιωθῆναι· δῆλον γὰρ ὡς κουφότερος ὁ τῶν δύο σταδίων πόνος ἢ ὁ τοῦ ἑνός, τῇ ἀσυγκρίτῳ τοῦ ἐπάθλου ὑπεροχῇ καὶ λαμπρότητι τῆς ταλαιπωρίας κουφιζομένης καὶ μηδ’ αἴσθησιν ἐπιγίνεσθαι συγχωροῦντος τῆς διπλῆς συντριβῆς καὶ τῶν διπλῶν ἱδρώτων τῷ κάμνοντι.

Ἐπὶ τούτοις δὲ οὐδὲ μοιχείαν ἁπλῶς τὴν τοιαύτην διὰ τῶν ὀφθαλμῶν συμπλοκὴν διωρίσατο, ἀλλὰ μοιχείαν εἰπὼν ἐν καρδίᾳ καὶ τὸ δοκοῦν σφοδρὸν τῆς ἀποφάσεως καὶ ἀπότομον νόμῳ συμπαθείας ἀφάτου ἐκόλασεν. ἐν καρδίᾳ, φησίν, ἡ μοιχεία συνέστη, ἣν ὁ διὰ τῶν ὀμμάτων οἶστρος καὶ γαργαλισμὸς κατειργάσατο· ὃ πῶς ἄν τις φιλανθρωπότερον ἢ οὕτως εἴποι; ἔρριψας ὄμμα πορνικὸν ἐπὶ πρόσωπον γυναικὸς ἀλλοτρίας, ἐνετρύφησας οὐκ ἐξὸν ἀσελγεῖ καὶ ξένῳ θεάματι, βλέμμασιν ὑγροτέροις τὸν ἰὸν τοῦ πάθους ψυχαῖς ἐνέσταξας ἁπαλωτέραις, ἀνῆψας ἐκεῖθεν σφοδροτέραν λοιπὸν καὶ ἀκάθεκτον ἐν τοῖς λογισμοῖς τὴν φλόγα, μέχρι καρδίας ἡ πύρωσις διῆλθεν, εὐκαιρία μόνη πρὸς τὴν πρᾶξιν λείπει· πῶς οὐκ ἐμοίχευσας ἐν καρδίᾳ; ἀλλ’ εἶπεν μὲν ἴσως ἄλλος ἄν τις ὡς καὶ μοιχείαν τελείαν εἰργάσω, ἂν εἰς τὴν ἑαυτοῦ σε μάλιστα συνῄσθετο τοῦτο δεδρακότα (φιλεῖ γὰρ ἕκαστος, ὥσπερ ὅσα μὲν αὐτὸς εἰς ἄλλους ἥμαρτεν μέτρια ποιεῖν καὶ βραδύτερον ἐπισκοπεῖν, οὕτως ὀξύτερον τὸ εἰς ἑαυτὸν ἀδίκημα βλέπειν, καὶ τότε γίνεσθαι τοῦ ἀκροδικαίου)· ἐπέβαλες ὀφθαλμοὺς ὄψεσιν ἀλλοτρίαις, πορνικὰς δι’ αὐτῶν ἐκπέμπων ἀκτῖνας, ἀντανεκλάστησάν σοι πάλιν ἐκεῖθεν μιαρώτεραι βολίδες, ὅλον ἐκ μέσης δεσμήσας καρδίας αἰχμάλωτον ἕλκεις τὸ ζῷον τοῖς αὐτοῖς ἀνθελκόμενος βρόχοις, ἐτρώθης ἔτρωσας, κατεβλήθης κατέβαλες· πῶς οὐχὶ σαφὴς τοῦτο μοιχεία;

ἀλλ’ οὐχ ὁ φιλάνθρωπος ἡμῶν θεὸς οὕτως, ἀλλὰ μέχρι καρδίας, ἐν ᾗ καὶ τὸ πάθος ὑπέστη, περιγράφει τὴν ἁμαρτίαν· ‘ἐμοίχευσας’ γάρ φησιν ‘ἐν καρδίᾳ’. ὁρᾷς ὅπως χρηστῶς, ὅπως κούφως πάντα γνωματεύει, ὅπως ἡμῶν φείδεται;

Πρὸς δὲ τοῖς εἰρημένοις κἀκεῖνο λογίζου ὅτι οὐχὶ τιμωρίαν ἡμῖν ἐπινοῶν, ἀλλὰ τιμωριῶν ἐξαιρούμενος ταύτην ἀνεῖπε τὴν γνώμην· ὁ γὰρ τοῖς τοιούτοις ἐμφιλοχωρῶν ἀτόποις θεάμασιν ἐγγύς ἐστι καὶ πρὸς αὐτὴν τὴν πρᾶξιν ὅλος βαπτισθῆναι· ἵνα οὖν ἡμᾶς ἐξέληται τοῦ κολασθῆναι προαναστέλλει τὰς αἰτίας τῶν ἐφ’ οἷς εἰσπραττόμεθα τὰς τιμωρίας.

Ἴδοις δ’ ἂν μᾶλλον ἐπισκοπούμενος ὡς οὐχὶ ποινὴν ἀδυσώπητον οὐδὲ τιμωρίαν ἀλογοθέτητον, ψυχαγωγίαν δὲ μᾶλλον φιλάνθρωπον καὶ χειραγωγίαν σωτήριον διὰ ταύτης ἡμῖν τῆς ἐντολῆς μεθοδεύει. πῶς; ἐπεὶ γάρ, οἷα πολλὰ τὰ ἀνθρώπινα, καὶ χωρὶς μελέτης καὶ περιεργίας εἰς ἀτόπους ἐκφερόμεθα πράξεις, ἵνα ἐπειδὰν μηδὲν προμεμελετηκότες μηδὲ τοῖς λογισμοῖς τὸ πάθος στηλώσαντες, κατά τινα δὲ βίαν ἢ συναρπαγὴν ἢ δόλον εἰς τοιαύτην παρολισθήσωμεν πρᾶξιν, τηνικαῦτα μὴ καταπέσωμεν παντελῶς μηδ’ εἰς ἀπόγνωσιν ἑαυτοὺς ἀπορρίψωμεν, ἀλλ’ ἐννοοῦντες ὅτι μήτε μελέτης μήτε σπουδῆς μήτε λογισμῶν συγκαταθέσεως προηγησαμένης τῷ πτώματι παρεσύρημεν θᾶττόν τε αὑτοὺς ἐκεῖθεν ἀναστήσωμεν καὶ πρὸς μετάνοιαν δράμωμεν, μεγάλην ἐφευρηκότες ἀφορμὴν συγγνώμης τὸ μὴ μετὰ γνώμης πεσεῖν—ἵνα οὖν τούτοις τοῖς λογισμοῖς, ἐπειδὰν ἐξ ἐπιδρομῆς ἢ τέχνης τινὸς ἢ καὶ τυραννίδος ἁλῶμεν, ψυχαγωγεῖν ἔχωμεν ἑαυτοὺς καὶ προθυμότερον πρὸς τὴν διόρθωσιν εὐθυδρομῶμεν, ταύτην ὁ σωτὴρ ἀπεφήνατο τὴν γνώμην, ἐν τῇ τῶν χειρόνων αἱρέσει καὶ τῶν λογισμῶν τῇ συγκαταθέσει, ἀλλ’ οὐκ ἐν τῇ πράξει μόνῃ τὸ τῆς ἁμαρτίας περιστήσας. τοῦτο δὲ οὐ βαρύνοντός ἐστιν δίχα λόγου τὸ συνειδὸς τῶν ἁμαρτανόντων, ἀλλὰ βεβαρημένην τῶν οὐκ ἐκ μελέτης ἁλόντων ἀνακουφίζοντος τὴν συνείδησιν καὶ παρηγοροῦντος.

ὥσπερ γὰρ τοῖς δι’ ἐκείνων προελθοῦσι τῶν ἐρεθισμάτων μέγα καὶ δύσοιστον τὸ κατάκριμα—τί γὰρ ἐμελέτας; τί δ’ ἀνηρέθιζες τὰ πάθη καὶ τῆς φαύλης αἱρέσεως ὅλον σεαυτὸν ἐποίεις, ἑκὼν ἀποστὰς τῶν κρειττόνων, καίτοι τὸ θέλειν τὰ ἀμείνω ῥᾷον; παράκειται γὰρ καὶ ἐν ἑτοίμῳ πᾶσιν, ὡς καὶ Παῦλος βοᾷ, τὸ τὰ ἀγαθὰ θέλειν, καὶ οὐδὲν ἐργῶδες μισεῖν τἀναντία—ἀλλὰ γὰρ ὥσπερ τοῖς τοιούτοις τὸ τῆς κατακρίσεως χαλεπόν, οὕτως τοῖς μὴ διὰ τῶν ὁμοίων παρενεχθεῖσι προφθάνει τῆς τιμωρίας ἡ φιλανθρωπία, ἐν τῇ ταχινῇ μεταμελείᾳ ῥᾳδίαν τὴν συγγνώμην καὶ τὴν ἀθῴωσιν χαριζομένη.

Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον· σὺ δέ μοι καὶ πράξεις ἀτόπους ἐκτρέπου καὶ εἴδωλα τοῖς λογισμοῖς διὰ περιέργου καὶ ἐμπαθοῦς ὄψεως ἀνιστᾶν ἀπέχου, ἵνα σοι καὶ τοῖς τοιούτοις λόγοις τρυφᾶν, ἀλλὰ μὴ δυσχεραίνειν, περιγίνοιτο.

Τῷ αὐτῷ Οἶδα πολλοὺς τῶν πιστῶν ἀνδρῶν καιρὸν ζητοῦντας ἐφ’ ὃν τῆς οἰκείας ἀρετῆς τὸ μέγεθος ἐπιδείξαιντο, καὶ τοὺς μάρτυρας μακαρίζοντας ὅτι τυράννων ἔσχον ὠμότητα τὴν ἀνδρείαν αὐτῶν εἰς αἰῶνα στηλιτεύουσαν. ἐφέστηκεν οὗτος ὁ καιρός, εἰ καὶ πλέον ἢ ὅσον ἂν καὶ ὁ γενναιότατος ἤλπισεν· πείθομαι δὲ ὡς τελευταῖον καὶ μέγιστον τῆς ἰδίας ἀσθενείας καὶ τοῦ θράσους ὁ τῇ σῇ γενναιότητι ἐπαρθεὶς προσενεχθῆναι ἀείμνηστον τὸν ἔλεγχον δώσει, καὶ τὴν σὴν στερρότητα καταπλαγεὶς καὶ τῶν λοιπῶν ἐκτραπήσεται τὴν πεῖραν· ὡς ἅμα δύο τὰ μέγιστά σε δι’ ἑνὸς ἀγῶνος κατορθῶσαι, νικηφόρον τε ἀναρρηθῆναι καὶ τοῖς ἀδελφοῖς τῶν ἐπικρεμαμένων κακῶν τὴν ὑπερβολὴν καὶ τοὺς πολλοὺς πόνους ἰδίοις ἄθλοις κουφίσαι.

Τῷ αὐτῷ Γενναίων ὄντως ἀνδρῶν τὸ στάδιον δεῖται· μηδεὶς εἰσίτω θηλυδρίας· ἂν δ’ εἰσεπήδησεν, θᾶττον ἀποστήτω ἢ τῆς γνώμης ἢ τῶν παλαισμάτων, οὐ γὰρ τῶν τοιούτων οἱ πόνοι. ἀλλὰ μηδ’ ὁ χρυσῷ τὸν βίον βεβαρημένος, μηδ’ ὁ πρὸς κενὰς δόξας ἀνεπτερωμένος· τὸν γὰρ πρὸς τὰς τοῦ σώματος ἡδονὰς ἐπτοημένον οὐδ’ ἀποδύσασθαι πρὸς τὸν ἀγῶνα νομίζω, ἀλλὰ καὶ εὔχομαι πόρρω καθεστάναι, εἰ μὴ προλαβὼν ἐπλήρωσεν ἡμῶν ἐκεῖνος τὴν εὐχήν.

Θεοδώρῳ ἡγουμένῳ Οὐχ ὁ τὸ ῥεῦμα τῶν λόγων ἐν γλώσσῃ πηγάζων ἤδη καὶ χεῖρα δραστήριος, ὥσπερ οὐδ’ ὁ πράξει κρατῶν καὶ τὴν τῶν ῥημάτων πειθὼ σοβαρευομένην ἔχει τοῖς χείλεσιν. καὶ πολλὰ μὲν ἄλλοις εἰπεῖν ἔχω καὶ παντοδαπὰ παραδείγματα, πρὸς σὲ δὲ γράφων τὸν Ὁμηρίζοντα ἓν ὑποδείξας ἀρκεῖν ἡγοῦμαι. λιμὸς ἐπόνει τὸ στρατιωτικόν, οἳ τὴν σὴν Τροίαν πολιορκοῦντες περιεκάθηντο· καὶ ὁ μὲν Ὀδυσσεὺς σῖτον αἰτήσων πρὸς Ἄνιον ἀπεστέλλετο, ἐθάρρει γὰρ αὐτοῦ τῇ γλώσσῃ τὸ Ἀχαϊκόν· ὁ δὲ παραγεγονὼς ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσι πλεῖστα ἐπομβρίσας καὶ τούτοις κατακλύσας τὸν ἄνθρωπον, οὐ μόνον ὧν ἤλπισεν οὐδὲν ἐγεώργησεν, ἀλλὰ καὶ ὀχληρὸς εἶναι δόξας ὑπέστρεψεν, ἄπορον τὴν ζωὴν τοῖς εἰς αὐτὸν κεχηνόσι ποιησάμενος. Παλαμήδης δὲ ἐκεῖνος (οἶδας τὸν ἄνθρωπον, ὅσον Ὀδυσσέως ἀφωνότερος) τὴν πρεσβείαν μετὰ τὸν λιγὺν ἐκεῖνον ἀγορητὴν ἐθάρρησεν ὑποδύσασθαι· καὶ καταλαβὼν τὸν Ἄνιον ἐργαζόμενον εἶπεν μὲν οὐδέν, ἀποβαλὼν δὲ τὸ ἱμάτιον κοινωνὸς τοῦ ἔργου ἐγίνετο. ἐπεὶ δὲ μετὰ τοὺς πόνους τὸ δεῖπνον ἐκάλει, τῷ ἀνθρώπῳ συνηρίστησεν· καὶ τότε βραχὺ ῥῆμα προήνεγκεν, ὡς ἧκε σῖτον αἰτήσων στρατῷ φίλῳ καὶ λιμώττοντι· καὶ τυχὼν ἀπῄει χαίρων καὶ φέρων τοῖς ὁμοφύλοις ἀντὶ λόγων τὴν ὠφέλειαν.

καὶ σὺ τοίνυν μὴ πάντα θάρρει τοῖς λόγοις· βραχὺ γὰρ ἔργον σιγῶντος μετὰ συνέσεως μακροὺς ἐπιστομίζει λόγους πολλάκις, καὶ οὐδὲν τῶν ψόφων καὶ τῶν ἀσήμων φωνῶν πλέον ἔχειν ἐπιδείκνυσιν.

Τῷ αὐτῷ Τὴν Αἰσώπου γνώμην, ἣν ἀπέδωκεν διερωτήσαντος τοῦ Λακεδαιμονίου Χίλωνος (ἐξ ὧν γὰρ ποθεῖς ναμάτων τὸν τῆς παραινέσεώς σοι κιρνῶ κρατῆρα), μὴ μόνον εὐστόχως καὶ σοφῶς εἰρημένην, ἀλλὰ καὶ χρησιμωτάτην λίαν νόμιζε. ἔστι γάρ, ἔστιν ἐπ’ αὐτῶν τῶν πραγμάτων ἰδεῖν ἐναργῶς ὡς ὁ ἄρρητος καὶ ἀναλλοίωτος νοῦς ἐπαίρει μὲν συνεχῶς (ὅπερ ἐκεῖνος ἔφησεν) εἰς ὕψος τὰ ταπεινά, κατάγει δὲ εἰς ταπεινότητα τὰ ὑψηλά. καὶ τοῦτο συνεχῶς διαμελετῶν, κἂν ἄνω δοκῇς ἑστάναι, σκόπει τὰ κάτω καὶ ταπεινά, ἵνα μὴ ἀθρόον καὶ παρ’ ἐλπίδας πεσὼν εἰς ἀμηχανίαν ὅλως καταστῇς, καὶ ἰλιγγιῶντι καὶ περιδινουμένῳ ἐοικὼς γέλωτα μὲν κινήσεις (ὦ φύσις ἀνθρώπων τάλαινα) τοῖς σε νῦν ἐν κολακείᾳ μακαρίζουσιν, ὥσπερ λύπην ἡμῖν τοῖς ἐν παρρησίᾳ συμβουλεύουσι τὰ χρηστά, πολλὰ δὲ καταγινώσκων ἑαυτὸν τῆς προτέρας τῶν παραινούντων ὑπεροψίας οὐδὲν πλέον ἀνύσεις, πλὴν τοῦ τῶν καιρῶν ὀπίσω μεταγινώσκειν καὶ δυσφορεῖν.

Κωνσταντίνῳ πατρικίῳ Εὐσέβιος ὁ τοῦ Παμφίλου εἴτε δοῦλος εἴτε συνήθης ὅτι μὲν Ἀρειανισμῷ ἑάλω, βοῶσιν μὲν αὐτοῦ τὰ βιβλία, καὶ αὐτὸς δὲ μεταμελόμενος δῆθεν καὶ ἄκων τὴν νόσον ἀνομολογεῖ· κἀν τῇ μεταμελείᾳ δὲ μᾶλλον ἑαυτὸν δείκνυσιν ἀμεταμέλητον. οὐ γὰρ ἑαυτὸν ἐκστῆναι τῆς προτέρας κακοδοξίας δι’ ὧν ἔδοξεν ἀπολογεῖσθαι συνίστησιν οὐδὲ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συμφρονῆσαι συνόδῳ, ἀλλὰ τοὺς τοῦ ὁμοουσίου πρεσβευτὰς αὐτοῦ συνελθεῖν τῷ φρονήματι καὶ συνδιατεθῆναι τῇ γνώμῃ τερατεύεται· καὶ τοῦτο σαφῶς ἄλλα τε πλείονα παριστῶσι καὶ ἡ τοῖς Καισαρεῦσιν αὐτῷ γραφεῖσα ἐπιστολή. ἀλλ’ ὅτι μὲν ἀπ’ ἀρχῆς τὰς Ἀρειανικὰς δόξας ὑπέθαλπεν καὶ μέχρι τέλους οὐ διέλιπεν περιέπων, πολλοί τε συνεπίστανται καὶ ῥᾷόν ἐστιν λαβεῖν πολλαχόθεν· ὅτι δὲ καὶ τῆς Ὠριγένους νόσου μετέσχεν ἣν κατὰ τῆς κοινῆς ἡμῶν ἐκεῖνος ἐνόσησεν ἀναστάσεως, εἰ καὶ τοὺς πολλοὺς ὑπολανθάνει, ἀλλ’ οὖν αὐτὸς σὺν ἐρεύνῃ τοὺς ἐκείνου λόγους ἀναλεγόμενος οὐδὲν ἔλαττον αὐτὸν τῷ ὀλεθρίῳ τούτῳ ἀρρωστήματι ἢ ταῖς Ἀρειανικαῖς μανίαις κεκρατημένον ὄψει.

Σεργίῳ ἀδελφῷ Πότερον οἱ χλευάζοντες συνίεσαν λαλούντων γλώσσαις τῶν ἀποστόλων ἢ οὔ; εἰ μὲν γὰρ οὐ συνίεσαν, πῶς ἁπάσαις ἐλάλουν οἱ ἀπόστολοι; εἰ δὲ συνίεσαν, πῶς ἐθάρρησαν μέθην αἰτιάσασθαι, παρὰ πόδας τὸν ἔλεγχον ἔχοντες, αὐτῶν τῶν ἀκουόντων καὶ συνιέντων τὴν αἴσθησιν; οὕτω μὲν ἄν τις εἴποι, τὴν σὴν ἀπορίαν εἰς τὸ δριμύτερον μεταχειριζόμενος. ἐγὼ δὲ φαίην ἂν τοὐναντίον ὡς εἰ μὴ συνίεσαν, οὐδ’ ἂν εἰς μέθην τὸ θαῦμα διέβαλλον· τί γὰρ ἄν τις καὶ διαβάλλειν ἐπιχειροίη ὅπερ οὐδὲ τῶν λυπούντων αὐτὸν εἴη; ἀλλὰ συνίεσαν μέν, ἀπηρέσκοντο δέ· τὰ γὰρ μεγαλεῖα ἔλεγον ἐκεῖνοι τοῦ θεοῦ, ἐφ’ οἷς οἱ ἀγνωμονοῦντες νυττόμενοι χλεύην ἐπεχείρουν τὸ θαῦμα ἐργάζεσθαι. διὸ καὶ ὁ μακάριος Λουκᾶς ‘χλευάζοντες’ φησὶν ‘ἔλεγον’, οἱονεὶ διασύροντες, ἐνδιαβάλλοντες, ἐπισκιάσαι τὴν θαυματουργίαν μηχανώμενοι.

Πῶς οὖν συνιέντες εἰς μέθην ἀνέφερον τὰ λεγόμενα; ἀπὸ πολλῆς ἀπονοίας, ἐξ ὑπερβαλλούσης ἀνοίας· ἔθος γὰρ τοῖς τοιούτοις, ὅταν ᾖ μὴ καταθύμια τὰ λεγόμενα, κἂν ἄλλως πολὺ τὸ σωτηριῶδες ἔχῃ καὶ ὠφέλιμον, παραφορὰν τῶν εἰρημένων ἢ μέθην ἢ καὶ δαιμόνιον αἰτιᾶσθαι τοῦ λέγοντος, καὶ μήτε αὐτὸν ἐκεῖνον ἃ λέγοι συνιέναι μήτε μὴν τὸν ἀκούοντα, καίτοι καὶ τοῦ λέγοντος ἐπὶ τὸ ἄπταιστον φθεγγομένου καὶ τοῦ χλευάζοντος καὶ αἰτιωμένου μέχρι τοῦ ἀκούειν καὶ συνιέναι ὑγιῶς ἔχοντος. ἐκεῖνοι δὲ καὶ μᾶλλον ἐθάρρουν μέθην ἐγκαλεῖν, ὅτι τῇ ἰδίᾳ γλώσσῃ ἀκούοντες, τοὺς ἄλλους δὲ διὰ τὸ ἑτερόγλωσσον μὴ συνιέναι νομίζοντες, οὐδ’ ἔλεγχον τῆς συκοφαντίας εὑρεῖν ἐξ ἑτοίμου ὑπελάμβανον· αὐτοὶ μὲν γὰρ συνίεσαν, τοὺς δὲ συμπαρόντας, δι’ οὓς καὶ πρὸς μέθην τὸ θαῦμα κατέφερον, πόρρω τοῦ συνιέναι ἐτόπαζον. καὶ θαυμαστὸν οὐδέν· ὥσπερ γὰρ τῆς δεσποτικῆς ἐξουσίας ἐλαυνούσης τὰ δαιμόνια συνίεσαν μὲν καὶ ἔβλεπον τὰ παράδοξα, δέον δὲ ὑμνεῖν καὶ προσκυνεῖν εἰς βλασφημίας ἀπήγοντο, καὶ νόσους πάσας καὶ πάθη πάντα ὁρῶντες φυγαδευόμενα τῶν θαυμάτων τὴν ὑπερβολὴν καὶ τῆς εὐεργεσίας φθόνου καὶ συκοφαντίας καὶ φόνου ὕλην εἰργάζοντο, οὕτω καὶ νῦν, οὐκ ἔχοντες ἐξαρνεῖσθαι τὸ ὑπερφυὲς τῶν γλωσσῶν καὶ παράδοξον, ὅμως τῇ βασκανίᾳ ἀνερεθιζόμενοι μέθην κατασκεδάζειν τοῦ θαύματος οὐκ ἐνεκαλύπτοντο.

Καὶ σκόπει κακουργίας ὑπερβολὴν ἐν ἴσῳ τὴν ἄνοιαν ἔχουσαν· ἐπεὶ γὰρ ἀπίθανον ἦν καθ’ ὥραν μάλιστα τρίτην μέθῃ διδόναι τοὺς ἀποστόλους, ἀνθρώπους ἀρετῆς τε κήρυκας καὶ ἐν μέσοις φόβοις καὶ κινδύνοις ἐναπειλημμένους, ἐπὶ τὸ τοῦ πόματος πρόσφατον (καίτοι τῶν βοτρύων οὔπω πρὸς ὥραν ὄντων, ἀλλ’ ἄρτι τὴν γεηρὰν ἰκμάδα εἰς ἄνθος ἀποτριβομένων) καταφεύγουσιν καὶ τῇ ποιότητι τὴν ὕβριν συνδιαπλέκουσιν, ‘γλεύκους’ λέγοντες ‘μεμεστωμένοι εἰσίν’. ἐν οἷς γὰρ τὸ ἰταμὸν τῆς γνώμης ἀκατάσχετον, εἷς μόνος πρόκειται σκοπός, οὐχ ὅπως τι δέον καὶ μὴ καταγέλαστον εἰπεῖν, ἀλλὰ δι’ ὧν ἄν τις τύχοι τὸ μανιῶδες καὶ ἀλλόκοτον ἐμπλῆσαι τῆς ψυχῆς καὶ τὴν ἐπὶ τοῖς ὁρωμένοις ἀμηχανίαν παραμυθήσασθαι. διὸ καὶ ὅπερ ἔδοξαν ἐκ περινοίας εἰπεῖν εἰς πολλὴν αὐτῶν ἄνοιαν καὶ ἀπόνοιαν τελευτᾷ.

Μανουὴλ πατρικίῳ Ἴσως θαρρεῖς οἷς ἡμεῖς ἐπὶ τοῦ λαμπροῦ ὑμῶν θεάτρου προπηλακιζόμενοι ἐφθεγξάμεθα, ‘κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν’, καὶ διὰ τοῦτο πνέων καθ’ ἡμῶν οὐ λήγεις. ἀλλ’ ἡμεῖς μέν, ὥσπερ τότε τὴν μακαρίαν ἐκείνην εὐχὴν ἠξιώθημεν εὔξασθαι, οὕτω καὶ μέχρι νῦν ἀδιαλείπτως εὐχόμεθα· ἴσθι δέ, ὦ βέλτιστε, ὅτι καθάπερ ἡμῖν τοιούτοις ἀμείβεσθαι τοὺς ὑβριστὰς νενομοθέτηται, οὕτω καὶ ὑμῖν ἀποστῆναι τῆς μιαιφονίας, κἂν ὀψέ ποτε τοῦ καιροῦ, ἀνθρώποις οὖσιν, ἵνα μὴ λέγω Χριστιανοῖς, κεχρεώστηται. εἰ δὲ μή, ἡμεῖς μὲν οὐδὲ οὕτως τῆς ἡμετέρας εὐχῆς ἀποσταίημεν, ἵνα μὴ τῆς ἄνωθεν υἱοθεσίας ἐκπέσωμεν (τοῦτο γὰρ αὐτὸ καὶ νῦν ἡμᾶς πρὸς τὴν ὑμετέραν παραίνεσιν διανέστησεν), ὑμῶν δέ ἐστιν λοιπὸν ὁρᾶν (οὐ γὰρ ἂν ἀλλοτριώτερόν τι τῆς ἐμῆς εὐχῆς εἴποιμι) ὅπως καὶ ὑμῖν τὰ ἐκεῖθεν πρὸς τὸ συμφέρον μεθοδευθήσεται.

Θεοδότῳ σπαθαροκανδιδάτῳ κατὰ τοὺς Λαλακῶνας Λαμβάνουσι τὸ ὄνομα κυρίου τοῦ θεοῦ αὐτῶν ἐπὶ ματαίῳ, οἱ μὲν τῆς παλαιᾶς εἰδώλοις αὐτὸ περιάπτοντες καὶ περιτιθέντες καὶ οἱ ἐπιόρκῳ καθυβρίζοντες ὅρκῳ, καὶ δὴ καὶ οἱ εὐτραπελίαις ἤ τισιν ἄλλαις συνεφέλκοντες αὐτὸ ἀργολογίαις (τούτων γὰρ ἕκαστος ὡς ματαίᾳ κέχρηται τῇ τοῦ θεοῦ προσηγορίᾳ)· οἱ δὲ τῆς νέας, ἐπειδὰν παρὰ τὸν τεθέντα νόμον ὅρκῳ τὴν αὐτοῦ καθυποβάλλωσι κλῆσιν (δεῖ γάρ τι τελειότερον τοὺς ἐν τῇ χάριτι τῶν πρὸ ταύτης ἔχειν), ἔπειτα δὲ καὶ οἱ τὸν υἱὸν ἀλλοτριοῦντες τῆς πατρικῆς οὐσίας καὶ μετὰ τῶν κτισμάτων τιθέντες, εἶτα πάλιν ὥσπερ ἐκ μεταμελείας εἰς τὴν τῆς θεότητος αὐτὸν εἰσποιοῦντες κλῆσιν (κτίσματι γὰρ οὗτοι τὸ θεῖον ὄνομα περιτιθέντες ἐκτόπως αὐτὸ ματαιοποιοῦσιν), καὶ δὴ καὶ οἱ ταῖς ἐριστικαῖς ἁμίλλαις ὥσπερ τι τῶν τυχόντων αὐτὸ ὧδε κἀκεῖσε οἷα δὴ κύβοις παίζοντες περιστρέφοντες καὶ διακωδωνῶντες, ὅπερ μάλιστα ποιοῦσιν οἱ ταῖς αἱρετικαῖς ἐμματαΐζοντες λέσχαις. ἔτι δὲ λαμβάνουσι καὶ νῦν ἐπὶ ματαίῳ τὸ ὄνομα κυρίου τοῦ θεοῦ ἡμῶν οἱ ἀδιάφορον τολμῶντες λέγειν τήν τε Χριστοῦ εἰκόνα καὶ τὴν τοῦ Ἀντιχρίστου, ἤτοι τὰ εἴδωλα τῶν Ἑλληνικῶν σεβασμάτων.

πάντες γὰρ οἱ τοιοῦτοι ματαίαν καὶ ἀνωφελῆ τὴν δεσποτικὴν προσηγορίαν τό γε ἧκον εἰς τὴν αὐτῶν ἀποφαίνουσι τόλμαν· δεῖ γὰρ παντὶ τρόπῳ τὴν θείαν κλῆσιν φρικτήν τε καὶ σεβασμίαν ἡγεῖσθαι καὶ μήτε ὅρκοις ὅλως χραίνειν μήτε καθυβρίζειν ἐπιορκίᾳ, ἀλλὰ μηδὲ περιάπτειν εἰδώλοις, μηδὲ κατὰ τὴν Ἀρείου νόσον θεοποιεῖν τὴν κτίσιν κατὰ τοῦ κτίσαντος, μήτε μὴν ἀδιάφορον ἡγεῖσθαι τὸ ταύτης ἠξιωμένον τῆς κλήσεως καὶ τὸ κληρωσάμενον τὴν ἐναντίαν, μηδ’ αἱρετικαῖς πεττεύειν αὐτὸ λογομαχίαις, ἀλλὰ μηδὲ περιτταῖς τισι συνανακιρνᾶν καὶ συναναφύρειν ματαιολογίαις, ἐν μόναις δὲ ταῖς ἱεραῖς ἡμῶν εὐχαῖς τε καὶ τελεταῖς καὶ ταῖς προσηκούσαις διδασκαλίαις τὸ σωτήριον ἐκεῖνο καὶ θαυμαστὸν ὄνομα εἰς κοινὴν ὠφέλειαν παραλαμβάνειν. ἃ σὺ παραφυλαττόμενος φυλάξεις τε ἅμα καὶ καλῶς νοήσεις τὴν θείαν ἐκείνην νομοθεσίαν τὴν λέγουσαν ‘οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ’.

Εὐθυμίῳ μητροπολίτῃ Κατάνης Γενέσθαι μὲν ἐμοὶ σχολὴν ὥστε τὰ σὰ διηγεῖσθαι, ἀπεύχομαι· γενέσθαι δὲ ὥστε μηδ’ ἀκοῦσαι, προέλαβες. τί οὖν αἰτιᾷ ὅτι μηδ’ ἅπερ ἤλπισα ἤκουσα καὶ ὅτι σιγὴν ἐθέμην οἷς μηδὲ τὴν ἀκοὴν ἡδέως ἠνέῳξα; ἀλλ’ εἰ, διότι ὅλως τὴν ἀκοὴν τῶν τοιούτων ὑπέμεινα, τῆς περὶ φίλους ὀλιγωρίας γραφὴν ἔνοχος γράφεσθαι, τί ἂν δράσειαν οἱ τοιαῦτα δεδρακότες δι’ ὧν καὶ τοὺς φίλους τῆς ὑπὲρ αὐτῶν ἐν τῷ λέγειν παρρησίας ἀπεστέρησαν καὶ τῶν δυσμενῶς ἐχόντων τὰς γλώσσας οὐ καθ’ ἑαυτῶν μόνον, ἀλλὰ καὶ κατ’ ἐκείνων οἵ ποτε τῶν πεπλησιακότων ἦσαν ἠκόνησαν; τί οὖν δεῖ ποιεῖν; σόν ἐστιν, ὦ—πῶς σε προσείπω; —καὶ ἡμῖν ὑπὲρ σοῦ (εἴθ’ ὄφελες) τὴν παρρησίαν ἣν εἴχομεν ἀποδοῦναι καὶ μηδὲν ἀκούειν ἀηδὲς περὶ σοῦ, ἀλλὰ καὶ τοὺς κακῶς σε λέγοντας νῦν ἐπιστομίσαι, εἰς τὴν ἀρχαίαν ἐπαναδραμόντα κατάστασιν.

Μητροφάνει μοναχῷ καὶ ἡσυχαστῇ τῷ ἐκ Σικελίας Μέγα μὲν τὸ ἄλγος ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ θεοῦ, εἰς γὰρ τὴν οἰκουμένην ἐχύθη τὸ κακόν· μείζων δὲ ἡ χαρά, ἐν γὰρ τῇ ὑφηλίῳ θαυμάζεται ὑμῶν τὰ ἆθλα καὶ ἡ ἀρετή, καὶ παντὸς στόματός ἐστιν ἀντὶ παντὸς ἄλλου διήγημα οἱ λαμπροὶ ὑμῶν ἀγῶνες καὶ τὰ τρόπαια καὶ ὁ πολὺς ἐκεῖνος καὶ ἄξιος τῶν ὑπὲρ Χριστοῦ παθημάτων μακαρισμός.

Ἰωάννῃ πρωτοσπαθαρίῳ καὶ δρουγγαρίῳ τοῦ πλοΐμου Οὐ τοσοῦτον χαλεπὸν εἰ τυφλὸν ὁ Πλοῦτος, κατὰ τὸν καλῶς αὐτὸν κωμικευσάμενον Ἀριστοφάνην, ἀλλ’ ἐκεῖνο παγχάλεπον, εἰ καὶ αὐτὴ κάθηται τυφλὴ ἡ Δίκη, μὴ ἔχουσα δι’ οὗ τοῖς ἀδικουμένοις ἐπιβλέψει. ἀλλὰ νῦν διὰ τῆς σῆς ἀρχῆς εἰς τὸ ὁρᾶν ἐπανελθοῦσα, δειξάτω τὸν Πλοῦτον μὴ τυφλὸν μόνον, ἀλλὰ καὶ ἄφωνον· ὑπερηχείτω δὲ τὰ δίκαια, κἂν πένητος εἴη, τῶν χρυσῷ παντὸς δικαίου φωνὴν ἐθισθέντων ἀπελαύνειν τοῦ σεμνοῦ ταύτης καὶ περιβλέπτου βήματος.

Θεοδότῳ σπαθαροκανδιδάτῳ κατὰ τοὺς Λαλακῶνας Τὸ ἐμφωλεῦον τῇ ἀνθρωπείᾳ γαστρὶ πονηρὸν καὶ ἄξιον τὴν κοπροδόχον οἰκεῖν ἀκάθαρτον πνεῦμα οἱ μὲν τῆς εὐσεβείας λίαν ἐμφερῶς προσωνομάκασιν ἐγγαστρίμυθον, τῶν δὲ παρ’ Ἕλλησιν οἱ μὲν πλεῖστοι ἐντερόμαντιν, ἕτεροι δὲ ἐγγαστρίμαντιν ὀνομάζουσιν. Σοφοκλῆς δὲ ἄρα καὶ Πλάτων ὑπὲρ τοῦ δαιμονίου τῆς γαστρὸς τὴν οἴκησιν αἰσχυνόμενοι, ὁ μὲν ἅτε ποιητικός τις ὢν καὶ πολὺ τὸ ἄφετον ἐπὶ τῆς γλώσσης ἔχων καὶ αὐτόνομον ἀντὶ γαστρὸς αὐτῷ τὰ στέρνα χαρισάμενος στερνόμαντιν μετωνόμασεν· ὁ δὲ τὸ ἐμφανὲς ἴσως τοῦ ψεύδους ἐκκλίνων, ἑτέρᾳ δὲ μεθόδῳ κλέπτων τὴν ὕβριν, Εὐρυκλέα καλεῖ τὸ γαστρίοικον, οὕτω, φασί, κληθέντος πάλαι τινὸς ἐπὶ τῷ πάθει διαβοηθέντος, ἀφ’ οὗ καὶ τοῖς ἐφεξῆς τὴν προσηγορίαν νέμουσιν. ἔοικε γὰρ τὸ δαιμόνιον τοῦτο φῦλον οὐ γυναίων μόνον, ἀλλὰ καὶ ἀνδρῶν τῇ κόπρῳ φιλεῖν ἐγγαστρίζεσθαι· λαοπλάνον δὲ τοῦτο καὶ τῆς ἐσχάτης ἀπωλείας τοῖς προσέχειν αὐτῷ ἀναπεπεισμένοις πρόξενον. καλοῦσι δὲ αὐτὸ πολλοὶ τῶν Ἑλλήνων καὶ Πύθωνα. ὅπερ οἶμαι καὶ τῇ τῶν Φιλιππησίων παιδίσκῃ ἐγγαστριζόμενον τὸν ἐκ τῆς πλάνης ἔρανον τοῖς κυρίοις αὐτῆς, οἷα δὴ καὶ αὐτοῦ δι’ ἐκείνης δεσπόζουσι, κατατίθεσθαι. ὃ δὴ κακομηχάνῳ γνώμῃ καὶ τὸν θεσπέσιον Παῦλον ἐπαίνων ἐγκωμίοις μελετῆσαν ὑπέρχεσθαι, μισθὸν τῆς κολακείας τὴν ὑπερορίαν εὗρε τῆς ἀδίκου καὶ φίλης οἰκήσεως.

Ταρασίῳ ἀδελφῷ Τὸ ‘ἐφ’ ᾧ πάντες ἥμαρτον’, ὅπερ Παῦλος μὲν ὁ θεῖος ἔφησεν, σὺ δὲ μαθεῖν ᾔτησας, τούτου δὴ τὴν διάνοιαν οἱ μὲν ‘ἐφ’ ᾧ Ἀδάμ’, οἱ δὲ ‘ἐφ’ ᾧ θανάτῳ’ συνυπακούοντες ἀποδιδόασιν. ἐμοὶ δὲ οὐδέτερον δοκεῖ· οὐδὲ γάρ τι συνυπακούειν δεῖ, αὐτόθεν ἔχοντος τοῦ ῥητοῦ τὴν ἐντέλειαν. τὸ γὰρ ‘ἐφ’ ᾧ πάντες ἥμαρτον’ νῦν οὐ προσώπου τινὸς οὐδ’ οἷον προσώπου δεικτικόν ἐστιν, ἀλλ’ αἰτίας μάλιστα παραστατικόν, οἷον ‘ἐφ’ ᾧ πάντες ἥμαρτον’, διότι πάντες ἥμαρτον. καὶ μυρία μὲν καὶ παρὰ τοῖς ἔξω ἡ τοιαύτη συνθήκη τῶν λόγων, ἀρκέσει δ’ οὖν ὁ θεῖος Παῦλος αὐτὸς ἑαυτοῦ τὰς λέξεις ἑρμηνεύων. λέγει γὰρ ἀλλαχοῦ· ‘καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι’, εἶτα ‘ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι’. περίδηλον γὰρ ἐκ τούτου ὡς τὸ ‘ἐφ’ ᾧ’ αἰτίας αὐτῷ σημαντικὸν παρελήφθη, τοῦτ’ ἔστιν ‘διὰ τοῦτο στενάζομεν, οὐχ ὅτι ἐκδύσασθαι θέλομεν, ἀλλὰ διότι ἐπενδύσασθαι’. ἔστι γάρ, πλατύτερον εἰπεῖν, ὁ νοῦς τοῦ ῥητοῦ τοιοῦτος. ‘στενάζομεν ἐν τῷ σκήνει ὄντες βαρούμενοι’. ‘τί οὖν; ἀποδύσασθαι τὸ σῶμα θέλεις, ὃ χεῖρες ἔπλασαν θεοῦ καὶ ψυχὴν αὐτῷ θεῖον ἐμφύσημα συνηρμόσατο;’ ‘οὐχί,’ φησίν, ‘μὴ γένοιτο· οὐ γὰρ διότι οὐκ ἀποδύομαι στενάζω, ἀλλὰ διότι οὐκ ἐπενδύομαι’, ἐπένδυσιν καλῶν τὸ μετὰ τῆς ἀφθαρσίας αὐτὸ περιβαλέσθαι καὶ οἷον ἀπ’ ἀρχῆς διεπέπλαστο.

διὸ καὶ εὐθὺς ἐπάγει· ‘ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς’. οὐ διότι οὖν οὐκ ἀποτίθεμαι τὸ σῶμα στενάζω, ἀλλὰ διότι οὐ περιτίθεμαι αὐτὸ μετὰ ἀφθαρσίας καὶ ἀιδίου ζωῆς.

Οὐ μόνον δὲ ἐντεῦθεν δῆλον ὡς τὸ ‘ἐφ’ ᾧ’ αἰτίας ἐστὶν αὐτῷ δηλωτικόν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς τοῦ προκειμένου ῥητοῦ διανοίας· λέγει γὰρ ὅτι τοῦ Ἀδὰμ ἡμαρτηκότος, εἶτα θανάτῳ κατακριθέντος, καὶ τὸ ἐξ αὐτοῦ γένος εἰσεπράχθη τὸν θάνατον· ἀλλ’ οὐχ ἁπλῶς, φησίν, οὐδὲ ἀκρίτῳ λόγῳ, ἀλλὰ ‘ἐφ’ ᾧ πάντες ἥμαρτον’, τοῦτ’ ἔστιν, ἀλλὰ διότι πάντες ὡς ὁ γεννησάμενος ἥμαρτον. τοῦτο γὰρ αὐτοὺς κοινωνοὺς καὶ τῆς τιμωρίας ἀπέφηνε· καὶ γὰρ ἡ κοινωνία τῆς πράξεως εἰς τὴν κοινωνίαν αὐτοὺς τῆς καταδίκης συνήλασεν.

Τῷ αὐτῷ Τί δεῖ πλέον γράφειν ὑπὲρ οὗ γράφω; ἂν ἴδῃς τὸν ἄνδρα καὶ τὴν ἐν αὐτῷ ἀρετήν, οὐκ οἶδα πότερόν σοι δόξω ἐκείνῳ χαριεῖσθαι, ὅτι τῇ σῇ τοῦτον συνιστῶμεν δεξιότητι, ἢ σαυτῷ μᾶλλον, ὅτι σε τηλικούτου ἀνδρὸς καὶ τοσαύτης ἀξίου φιλανθρωπίας εὐεργέτην ὀφθῆναι παρεσκευάσαμεν.

Βασιλείῳ κοιαίστορι Οἶδά ποτε τὸ δίκαιον καὶ τὸν χρυσὸν ἐν τῇ σῇ διαμφισβητήσαντας ψυχῇ· ἀλλ’ οὐκ οἶδα εἴτε καταιδεσάμενος ἡμᾶς ὁ χρυσός, εἴτε σοῦ τὴν ἀρχὴν ἐν ἀρχαῖς τῷ ἀδωροδοκήτῳ τιμῶντος—πολλοὺς γὰρ ὁρῶ ταύτην τὴν μέθοδον θηράματι κερδῶν μειζόντων μετερχομένους—ὅμως ὁ χρυσὸς ἀπῆλθεν ἔχων τὸ ἔλαττον, καὶ τὸ δίκαιον λαμπρὰν ἀνεδήσατο τὴν νίκην. νῦν δὲ πάντα σέ φασιν χρυσῷ πράττειν· καὶ οὐ πείθομαι. χρυσός σοι, φασίν, αἱ χεῖρες, ἡ γλῶσσα, τὸ δίκαιον. ἀλλ’ ὥσπερ οὐ πείθομαι, οὕτως εἶναι καὶ ψευδῆ τὴν φήμην εὔχομαι· δείξει δ’ ὁ τὴν ἐπιστολὴν κομίζων πένης ἢ ψευδῆ ταύτην ἢ ὅπερ ἀπηυξάμην ὑπάρχουσαν.

Ἰωάννῃ πατρικίῳ καὶ στρατηγῷ Ἑλλάδος Ὅπερ ἠρώτησας, τί ἐστιν ‘μὴ ἑτεροζυγοῦντες ἀπίστοις’, διττὴν οἶμαι τὴν ἔννοιαν ἔχει· ἢ ὅτι οὐ δεῖ ὑμᾶς ἑτερορρεπῶς ἔχειν πρὸς τοὺς ἀπίστους κἀκείνων μᾶλλον τοῖς μύθοις προσέχειν ἤπερ τῇ τῶν πιστῶν διδασκαλίᾳ, ἢ ὅτι οὐ δεῖ ὑμᾶς ὡς οἰκείοις καὶ ἑταίροις ἑαυτοὺς τοῖς ἀπίστοις συζευγνύναι καὶ τὴν αὐτὴν τῆς ἀσεβείας αὔλακα τέμνειν. τοῦτο δὲ καὶ ὁ παλαιὸς ἀποθεσπίζει νόμος, ‘οὐ κατοχεύσεις τὰ κτήνη σου’ λέγων ‘ἑτεροζύγῳ’, ἢ οὐχ ὑποβαλεῖς τὰ κτήνη σου ἀνομοφύλῳ. προστάττει μὲν γὰρ διὰ τούτων μήτε εἰς γένεσιν μήτε εἰς ἄλλην τινὰ ἐργασίαν δεῖν τοῖς ἑτερογενέσι ζῴοις τὰ οἰκεῖα κτήνη συνάπτειν· τὸ μὲν γὰρ δύσχρηστον, τὸ δὲ τοὺς θεσμούς ἐστιν ἀνατρέπειν τῆς φύσεως. παρεγγυᾶται δὲ μᾶλλον διὰ τῆς ἐπὶ τῶν ἀλόγων νομοθεσίας ὡς παντὶ τρόπῳ προσήκει τοὺς λογικοὺς φεύγειν τὴν πρὸς τοὺς κατὰ πίστιν ἑτερογενεῖς καὶ ἑτεροφύλους κοινωνίαν, καὶ μήτε εἰς γαμικὴν ὁμιλίαν αὐτοῖς συνιέναι μήτε συνεργοὺς εἰς πνευματικὴν ἐργασίαν παραλαμβάνειν· διαφθερεῖ γὰρ ὁ τοιοῦτος καὶ τὸν σὸν πόνον μᾶλλον, ἀλλ’ οὐ συναυξήσει. τί δὲ δεῖ καὶ τὸ εὐγενὲς τῆς σῆς εὐσεβείας νόθοις γένεσιν συναναφύρεσθαι;

Ἀλλ’ ὁ μὲν νοῦς, ὥσπερ ἔφημεν, τοῦ ῥητοῦ διττὸς ὢν τὸν αὐτὸν τῆς ὠφελείας καρπὸν ἐκβλαστάνει, τὸ μέντοι διάφορον τῆς ἐννοίας διάφορον δηλονότι καὶ τὴν γραφὴν ἀπαιτήσει· ἣ μὲν γὰρ προτέρα βραχεῖαν τὴν μετὰ τὴν ἄρχουσαν συλλαβήν, ἡ δὲ δευτέρα μηκυνομένην εἰς δίφθογγον ἕξει. σὺ δέ μοι ἐν κυρίῳ ἔρρωσο.

Γεωργίῳ μητροπολίτῃ Νικομηδείας Θαυμάζω μάλιστα εἰ καὶ σοί, γραμματικευομένῳ καὶ ταῖς τῶν ποιητῶν λεσχηνεύοντι μελέταις, τὸ ἐγκομβώσασθαι βαρβάρου φωνῆς, ἀλλ’ οὐχ Ἑλληνικὴ λέξις ἔδοξεν. ὁ μὲν γὰρ μακάριος καὶ κορυφαῖος Πέτρος οὐδὲν περὶ τὴν ἐκλογὴν τῶν Ἑλληνικῶν ὀνομάτων σπουδάζων ταύτην τοῖς ἑαυτοῦ παρείληφε γράμμασιν· οὐ γὰρ ἠχώ τινα καὶ τέχνην ῥημάτων οὐδὲ λεξειδίων ψόφον καὶ κτύπον ῥημάτων, δι’ ὧν τινες τὰ τῶν μειρακίων ὑπογαργαλίζουσιν ὦτα καὶ κρότον ἑαυτοῖς ἐγείρουσιν ἐκεῖθεν, ἀλλὰ ψυχῶν σωτηρίαν τοῖς ἀκροαταῖς ἐνθεῖναι φροντίδα ἐτίθετο. σὲ δ’ οὖν Ἐπιχάρμου μάλιστα καὶ Ἀπολλοδώρου τοῦ Καρυστίου τῶν σῶν μεμνημένον ἐχρῆν περιπτύσσεσθαι μᾶλλον ἢ δυσχεραίνειν τῇ λέξει. ὁ μὲν γὰρ πολλαχοῦ καὶ κατὰ διαφόρους ἐγκλίσεις σχηματίζων τὴν λέξιν ἐχρήσατο ταύτῃ (‘ἐγκεκόμβωται’ γάρ φησιν καὶ ἀπαρεμφάτως ‘ἐγκομβώσασθαι’)· ὁ δὲ Καρύστιος ἐν Ἀπολιπούσῃ (εἰρήσθω γὰρ εἰς τὴ σὴν χάριν καὶ ἡ χρῆσις) ‘τὴν ἐπωμίδα’ φησὶ ‘πτύξασα διπλῆν ἄνωθεν ἐνεκομβωσάμην’.

οὓς ἐχρῆν ἀναλαμβάνοντα μὴ βαρβαροφωνίας τὸν τῆς ἀληθείας κήρυκα αἰτιᾶσθαι, ὑπερθαυμάζειν δὲ μᾶλλον ὅτι καὶ τῆς τοιαύτης σπουδῆς ὡς παιδιᾶς ὑπερορῶν, ὅμως κατὰ τοὺς τῶν Ἑλληνικῶν κριτὰς ὀνομάτων ἔστιν οὗ τὰς ἑαυτοῦ ἐπιστολὰς ἐξεδίδου, διδοὺς ἐκ τῶν τοιούτων ἐννοεῖν ὡς, εἴπερ ἔμελεν αὐτῷ λεξειδίων ἦχος καὶ τέρψις, ῥᾴδιον ἦν αὐτῷ κἀν τούτοις ὑπερθαυμάζεσθαι· καὶ εἴ γε ψυχῶν τινων σωτηρίαν ἐκ τῆς τοιαύτης σπουδῆς προϊοῦσαν συνεώρα, εἶδες ἂν αὐτοῦ τοὺς λόγους τῷ ἐμφύτῳ κάλλει, οὗ καὶ νῦν μέτοχοι, τοσοῦτον τῶν Πλατωνικῶν γοητευμάτων καὶ τῆς Δημοσθενικῆς κομψείας καὶ τῆς Θουκυδίδου μεγαλορρημοσύνης ἔχοντας τὸ ὑπερέχον ὅσον τῶν Ἀσιανῶν (οὐδὲ γὰρ ἂν ἡδέως εἴποιμι τῶν κακοζήλων, διὰ σέ) τούτους φασὶν ὑπερκεῖσθαι. καὶ δῆλον ἐντεῦθεν· ὁ γὰρ τὰ πολλῷ μείζονα καὶ ὑπερφυῆ λαβὼν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, εἰ κέρδος τι τοιοῦτον ἐφύετο ἐκεῖθεν, οὐκ ἂν οὐδὲ τῆς μειρακιώδους ταύτης ἔχων τὸ ἧττον ἐφάνη φιλοτιμίας, ἀλλὰ κἀν τούτοις τὸ κατὰ πάντων κράτος καὶ χωρὶς ἀγῶνος ἐδείχθη ἂν ἀναδεδεγμένος.

Εὐσχήμονι ἀρχιεπισκόπῳ Καισαρείας Τί δήποτε, διαπυνθάνῃ, βοῶν καὶ λεόντων ἀετῶν τε καὶ ἀνθρώπων μορφαῖς αἱ τῶν χερουβὶμ ὄψεις τοῖς θείοις προφήταις ἐνεφανίσθησαν; ἀλλὰ τὰς μὲν τοῖς πρὸ ἡμῶν ἀποδεδομένας αἰτίας οἶμαί σε μὴ ἀγνοεῖν, κἀκείνους δὲ παρορᾶν οἳ τοὺς λόγους ἔφασαν, ὧν ἐτάχθησαν ἔφοροι, διὰ τῶν σχημάτων ἐκείνων αἰνίττεσθαι· βοῶν γὰρ αὐτοῖς οὗτοι καὶ ἀνθρώπων ἀετῶν τε καὶ λεόντων, οὐκ οἶδ’ ἀνθ’ ὅτου, τὴν ἐφορίαν ἐγχειρίζουσι, Πλατωνικώτερον μᾶλλον δι’ ἑτέρων λόγων τὰς ἰδέας εἰσάγοντες ἢ εὐσεβέστερον παριστῶντες τὸ ζητούμενον.

Ἐγὼ δὲ φαίην ἂν ὡς οὐχ ὧν ἔφοροι τυγχάνουσιν, ταῦτα διὰ τῶν σχημάτων ἐμφανίζουσι (πολλοῦ γε καὶ δεῖ· εἷς γὰρ ἁπάντων δημιουργός τε καὶ ἔφορος), ἀλλ’ ἐκεῖνο τρανῶς ἐν τοῖς τύποις δεικνύουσιν, ὡς ὁ τὴν γῆν τε καὶ τὸν ἀέρα καὶ τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτοῖς ὑποστήσας (ἐν τούτοις γὰρ τῶν ἐμφαινομένων ζῴων τοῖς τύποις ὅ τε βίος καὶ ἡ γένεσις), αὐτός ἐστιν οὗτος ὁ καὶ τὰς ὑπερουρανίους δυνάμεις οὐσιώσας καὶ παραγαγὼν εἰς ὕπαρξιν.

Ἔπειτα δὲ διὰ τούτων ὁ λόγος διδάσκει ὅτιπερ καθ’ ὃν τρόπον ἄνθρωπός τε καὶ βοῦς καὶ λέων καὶ ἀετὸς καὶ τἄλλα τῶν κτισμάτων εὐχερῶς καὶ ῥήματι μόνῳ συνέστη, οὕτω δὴ οὕτω καὶ ἡ μακαρία φύσις ἐκείνη λόγῳ τοῦ κτίσαντος ἐκ τοῦ μὴ ὄντος ἤχθη πρὸς γένεσιν. τὸ γὰρ ἐν ἐκείνῃ τῇ ἀσωμάτῳ καὶ ἀσχηματίστῳ φύσει μορφάς τινας καὶ τοιαῦτα σχήματα παρυποδεῖξαι οὐδὲν ἕτερόν ἐστιν ἢ ἕνα τε καὶ τὸν αὐτὸν ἁπάντων ποιητὴν ὑπάρχειν ἐπιδεδειχέναι· καὶ ὅτι οὐδὲν ἐργωδέστερον ἢ τἄλλα τῶν κτισμάτων ἡ ἀσώματος καὶ νοερὰ φύσις ὑπέστη, ἐν πᾶσι παραπλησίως καὶ ἰσοσθενῶς τοῦ θείου καὶ ἀπειροδυνάμου δρῶντος βουλήματος.

Εἰ βούλει δέ, πρὸς τούτοις καὶ τρίτον ἄλλο διδάσκουσιν αἱ ἐν τοῖς χερουβὶμ ὁμοιώσεις· ὅτι ὥσπερ ἄνθρωπός τε καὶ ἀετὸς καὶ βοῦς καὶ ἁπλῶς ἕκαστον τῶν κτισμάτων τῷ δεσποτικῷ προστάγματι πειθαρχεῖ καὶ τὴν ἐκεῖθεν ἐντολὴν ὑποπτήσσει, οὕτω δὴ οὕτω καὶ πᾶσα ἡ ὑπερκόσμιός τε καὶ ὑπερουράνιος οὐσία τοῖς αὐτοῦ νεύμασιν ὑπείκει καὶ πρὸς ἅπαν τὸ κελευόμενον προθύμως ὑπηρετεῖται. τάχα δ’ ἄν σοι καθ’ ἑαυτὸν ἐπισκοποῦντι ἐκ τῶν εἰρημένων καὶ ἕτεραι προσεξευρεθήσονται αἰτίαι, αἷς ἂν ἡδέως ἐντύχοιμι.

Ἀλεξάνδρῳ κόμητι Εἰ τὴν Ἀλεξάνδρου τοῦ βασιλέως γνώμην ἔστεργες, οὐκ ἂν εἰς τὴν Ἀλεξάνδρου τοῦ χαλκέως ὕβριν ἐξέπιπτες. ὁ μὲν γὰρ οὐδὲ κατὰ τῶν ὑπηκόων ὡς ἔτυχε τὰς διαβολὰς προσεδέχετο, θάτερον δὲ τῶν ὤτων ἐν τῷ τοὺς κατηγόρους λέγειν ἀπέφραττεν, δεικνὺς ἐν τῷ συμβόλῳ ὡς καθαρὸν μονομεροῦς λοιδορίας καὶ διαβόλῳ γλώσσῃ ἀνεπίβατον εὑρήσουσιν οἱ κατηγορηθέντες τὸ κριτήριον. ὁ δὲ μηδὲ διαβολῶν δεηθείς, ἢ μηδ’ εὑρεῖν ἐλπίσας, οἶμαι, αὐτὸς κατὰ τῶν τὰ μέγιστα εὐεργετησάντων καὶ γλῶσσαι καὶ χεῖρες ἐγίνετο. ἀλλ’ εἰ μὴ προλαβὼν ἡμᾶς ὁ θεσπέσιος Παῦλος τὴν μέλλουσάν σοι τιμωρίαν διὰ τοῦ ὁμοτρόπου τρανῶς προεμήνυσεν, πάντως ἂν ἡμεῖς σοι ταύτην διὰ τῶν αὐτῶν ῥημάτων διεμαρτυράμεθα.

Νικολάῳ ἡγουμένῳ μονῆς τοῦ ἁγίου Νικηφόρου Ἀναγκαῖος μὲν ὁ φίλος· πῶς γὰρ οὔ; ἀναγκαιότερος δὲ ὁ τοῦ δικαίου λόγος. εὔχομαι μὲν ἀμφότερα συνδραμεῖν ὑπὲρ οὗ πρεσβεύεις, καὶ τὴν φιλίαν καὶ τὴν δικαιοσύνην· οὕτω γὰρ ἂν ἡδέως φίλῳ χαρισαίμην· εἰ δ’ οὖν, μηκέτι ἡμᾶς, ἀλλὰ τὸν διχάσαντα τὴν ἑαυτοῦ φιλίαν τῆς δικαιοσύνης αἰτιατέον. πάντως γὰρ οὐδ’ αὐτὸς ἀνέξῃ ἐμὲ φιλοῦντα μετὰ τῆς δικαιοσύνης τοῦ χωρὶς ταύτης ἀγαπηθέντος μὴ προκρίνεσθαι. ἐκεῖνο δέ μοι καὶ πρὸ τούτου εὖ οἶδ’ ὅτι σκοπήσαις, ὡς οὐκ ἂν θελήσαις ἐμέ τε δίκην ὀφείλειν ἐκεῖθεν τῆς οὐκ ὀρθῆς οὐδὲ ἴσης κρίσεως, ἐκεῖνόν τε διπλᾶς ὑπέχειν ποινάς, τοῦ τε πρώτου ἀδικήματος καὶ τοῦ ἐφ’ ᾧ τὴν δίκην διαφθείρας καὶ φυγὼν δεύτερον ἀδίκημα τῷ δίκην ὀφείλοντι παρ’ αὐτοῦ λαβεῖν ἤνεγκεν.

Ταρασίῳ πατρικίῳ ἀδελφῷ Εἰ τοῦ ἀνδρὸς πεῖραν λάβοις περὶ οὗ γράφω, οὐκέτι πρεσβευτὴν ὑπὲρ ἐκείνου ἐμὲ ἕξεις, ἀλλ’ ἐκεῖνον ὑπὲρ ἄλλων πολλῶν· οὕτω καὶ τῇ σῇ εὐμενείᾳ καὶ χρηστότητι καὶ τῇ ἐκείνου ἀρετῇ καὶ δεξιότητι πεποιθώς εἰμι.

Σεργίῳ πρωτοσπαθαρίῳ ἀδελφῷ Ἐρωτᾷς πῶς ἐστι λέγειν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, θεὸν τὸ πνεῦμα, καὶ μὴ εἰς ἀνάγκην περιίστασθαι τρεῖς ἀνθ’ ἑνὸς θεοὺς ἀνομολογεῖν. ἐγώ σοι σαφῶς καὶ συντόμως ἐρῶ. παραδείγματα μὲν γὰρ πολλὰ καὶ ποικίλα τοῖς θείοις ἡμῶν πατράσιν εἰς τὸ διαλῦσαι τὴν ἀπορίαν ταύτην ὑπ’ αὐτῆς τῆς ἀληθείας ὑπὲρ ἧς ἐσπούδαζον ἀφθόνως τε ἐχορηγήθη καὶ εἰς δέον διατέτακται· ὧν εἴ τις ἐπιμνησθῆναι θελήσειεν, βιβλίον ὅλον ἀντ’ ἐπιστολῆς ἂν γράψειεν. τοῦτο δὲ καὶ ἄλλως οἶμαι περιττόν· τί γάρ, ἐνὸν τοῖς ἀρχαίοις καὶ ἐξ ἑτοίμου προσομιλεῖν, σὺ δέ (οὐ γὰρ ἔχω πῶς ἀνεπαχθέστερον εἴπω) ἀντὶ τῶν πάλαι καὶ καλῶς γεγραμμένων καινῶν προσδέῃ γραφέων ἐξιδιουμένων τὰ πρὸ αὐτῶν καὶ ἀλλότρια;

Ἀλλὰ χωρὶς ἐκείνων τὸ σύντομον καὶ σαφὲς καὶ οὐδὲ χωρὶς τοῦ συμπείθειν μετὰ προσοχῆς ἄκουε. ἔχει δὲ ὧδε· θεὸν καλεῖς τὸν πατέρα, πότερον τεμὼν τὴν ὑπόστασιν καὶ ἀλλοτριώσας τῆς ἐν αὐτῷ καὶ κοινῆς θεότητος; ἢ οὐκ ἂν τολμήσῃς εἰπεῖν· οὕτω γὰρ ἂν εἴη τὸ τιμᾶν καὶ ὀνομάζειν θεὸν τὸν πατέρα τῆς ἐσχάτης βαρύτερον ὕβρεως, ἀποσπάδα τινὰ καὶ παραφυάδα νοεῖν τῆς ὁλικῆς καὶ ὑπερουσίου θεότητος, ἐξ οὗ πᾶσα θεία καὶ τοῖς ἐν διαιρέσει καὶ ῥεύσει τὸ εἶναι λαχοῦσιν ἕνωσίς τε καὶ συνοχὴ καὶ συνάφεια. ὁρᾷς πῶς ἂν ὀρθῶς ἐννοηθείης τε καὶ φήσαις θεὸν τὸν πατέρα; οὐκοῦν οὐδὲ τὸν υἱὸν θεὸν ὀνομάζων ἀφοριεῖς τῆς αὐτῆς θεότητος, εἴπερ μὴ κατ’ ἄλλην μὲν ἔννοιαν τὸν υἱόν, κατ’ ἄλλην δὲ τὸν πατέρα θεὸν ὑπεκρίνω ἀποφαίνεσθαι· οὐδὲ τὸ πνεῦμα δὲ δηλονότι, ἡ αὐτὴ γὰρ ἂν παρακολουθήσῃ κακόνοια. εἰ τοίνυν ἕκαστον τῶν τριῶν καθ’ ἑαυτὸ τῷ νῷ λαμβανόμενον καὶ θεὸς καὶ θεὸς καὶ θεὸς ὀνομαζόμενον, οὐδαμῇ οὐδαμῶς τῆς ἐνθεωρουμένης καὶ μιᾶς ἀπετμήθη θεότητος, εἰκότως ἄρα καὶ σὺν ἀλλήλοις λαμβανόμενα οὐ τρεῖς θεοί, ἀλλ’ εἷς τὰ τρία θεὸς δοξασθήσεται.

εἰ μὲν γὰρ θεὸς ἐλέγετο καθ’ ἑαυτὸ νοούμενον ἕκαστον ὡς εἰς ἰδίαν καὶ ἔκφυλον θεότητα ἀναγόμενον, εἰκότως ἂν σὺν ἀλλήλοις καὶ τρεῖς θεοὶ ὠνομάζοντο· εἰ δὲ ὡς εἰς τὴν αὐτὴν ὁμοτίμως καὶ μίαν θεότητα συναγόμενον θεὸς τῶν τριῶν ἐκαλεῖτο ἕκαστον, τίς ὁ βιαζόμενος τὰ μηδαμῇ μηδαμῶς τῆς ἐνθεωρουμένης αὐτοῖς καὶ συμπληρωτικῆς διαιρεθέντα θεότητος τρεῖς λέγειν θεούς, μᾶλλον δὲ πῶς οὐκ ἀνάγκη πᾶσα τὰ τρία λέγειν ἕνα θεόν, οὐδαμοῦ διαιρεθέντος οὐδενὸς τῶν τριῶν τῆς ἑνιαίας καὶ ἀτμήτου καὶ ἀδιαιρέτου θεότητος;

Ἀμφιλοχίῳ μητροπολίτῃ Κυζίκου Τρία σημαινόμενα τοῦ θεὸς ὀνόματος, ὅσα γε εἰς μνήμην ἧκε τὴν ἐμήν, κατὰ τὸ δόξαν οἶδα τῆς θείας γραφῆς. ἓν μὲν τὸ κυρίως καὶ πρώτως ὄν, οὗ ἐν τῇ χειρὶ πάντα καὶ ὃς ἁπάντων δεσπόζει ‘τὰ γὰρ σύμπαντα δοῦλα σά’.

Δευτέρᾳ δὲ τάξει καὶ μεθέξει τῆς πρώτης αἰτίας λέγοιτ’ ἂν καὶ τῶν ἀνθρώπων ἐκεῖνος θεός, ὃς ἐφ’ ὅσον ἐστὶν δυνατὸν γενητῇ φύσει εἰς μίμησιν ἑαυτὸν ἀρετῶν ἀσκήσει διαπλάττοι θεοῦ· καὶ γὰρ ὥσπερ κυρίως μέν ἐστιν ἀγαθὸν ἡ θεία καὶ παντουργὸς φύσις, κατὰ μέθεξιν δὲ καὶ τῶν ἀνθρώπων ὅσοι διακαθάρσει βίου τῆς ἐκεῖθεν ἀκτῖνος ἐνηυγάσθησαν τὰς μαρμαρυγάς, οὕτω καὶ θεὸς οὐ μόνον ἡ πάντων δεσπόζουσα καὶ κατεξουσιάζουσα φύσις, ἀλλὰ καὶ τοὺς ἀνθρώπους ἐστὶν ἰδεῖν ταύτης ἠξιωμένους τῆς ὀνομασίας. πρῶτος δὲ τῆς κλήσεως τυγχάνει ὁ τοῦ Σὴθ παῖς Ἐνώς, ἀνὴρ δι’ εὐσέβειαν καὶ χρηστότητα τρόπων ὑπὸ τῶν τότε ἀνθρώπων τῇ τοῦ θείου κλήσει τετιμημένος, ἐξ οὗ καὶ τὸ γένος ἅπαν θεοί τε καὶ θεῶν παῖδες ὠνομάσθησαν· καθά πού φησιν, ‘ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο’. υἱοὺς γὰρ θεοῦ δῆλον ὅτι τοὺς ἐκ τοῦ Ἐνὼς φύντας ἐκάλεσεν, οἳ ταῖς ἐκ τοῦ Κάιν ὡμιληκότες τό τε γένος ἐνόθευσαν καὶ εἰς ἀσέβειαν καὶ κακίαν συνωλίσθησαν. τὸ γὰρ λέγειν ἀγγέλους πεσεῖν, τὴν ἀσώματον φύσιν, εἰς ἔρωτας γυναικῶν, πεσόντων ἐστὶν ὡς ἀληθῶς εἰς μυθώδεις καὶ οὐδὲ κεχωρισμένους τοῦ ἀσεβεῖν λογισμούς.

ἐξ ἐκείνου τοιγαροῦν τοῦ γένους καὶ τῶν ἄλλων ἀνθρώπων ὅσοι δι’ ἐπιμελείας ἠθῶν τῷ θεῷ προσεγγίζειν ἐμελέτησαν, ναὶ δὴ καὶ ὅσοις ἀξιώματι τοῦ δικαίου κριτῶν ἀνελθεῖν καὶ ἀρχόντων τάξιν ἐξεγένετο, οὗτοι πάντες τῆς θείας κλήσεως τετυχήκασι· ‘θεὸς’ γάρ φησιν ‘θεῶν κύριος ἐλάλησε’, καὶ ‘ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες’, καὶ ‘ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν’ καὶ ‘ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ’, καὶ ‘θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς’. δῆλον γὰρ ἐκ τῶν εἰρημένων ὅτι θεοὺς ἡ θεία γραφὴ τούς τε τῆς ἀρετῆς φίλους καὶ τοὺς τῆς δίκης καλεῖ ὑπηρέτας.

Ἔστιν δὲ καὶ τρίτον παρὰ ταῦτα σημαινόμενον, τρόπῳ μέν τινι συναπτόμενον, τρόπῳ δὲ πλείονι διαιρούμενον τοῦ δευτέρου, καθ’ ὃ δίδοται Μωσῆς θεὸς εἶναι Φαραώ. εἴη δ’ ἂν ὁ τρόπος οὗτος τῆς προσηγορίας ἐξ ἀναλογίας εἰλημμένος· καὶ γὰρ ὥσπερ θεὸς ἐχρημάτιζεν Μωσεῖ ῥῖψαι τὴν ῥάβδον εἰς πίστωσιν τῶν ἐπηγγελμένων, οὕτως Μωσῆς Ἀαρὼν ἐκέλευεν ῥίπτειν τὴν ῥάβδον εἰς ἔκβασιν τῶν ἀπειλουμένων· καὶ Μωσῆς μὲν ὑπηρετεῖτο προστάγμασι θεοῦ, Ἀαρὼν δὲ Μωσέως ἐξεπλήρου τὰς ἐντολὰς εἰς Φαραώ, μαστίζων τὴν Αἴγυπτον καὶ προφήτης γινόμενος τἀδελφοῦ, ὃν ἐκεῖνος τρόπον ἐγίνετο τοῦ θεοῦ. διὸ οὐδὲ θεὸς Μωσῆς ἁπλῶς, ἀλλὰ θεὸς εἴρηται Φαραώ· πάντα γὰρ ἔπραττεν εἰς αὐτὸν ὥσπερ αὐτεξουσίῳ κράτει, ὑπηρετουμένου τοῦ Ἀαρών. ἀλλὰ κοινωνεῖ μὲν οὗτος τῆς κλήσεως ὁ τρόπος τῷ πρὸ αὐτοῦ τῷ τε ἐπ’ ἀνθρώπου καὶ ταύτην τεθεῖσθαι καὶ τῷ ἔχοντος ἀρετήν. διαφέρει δὲ ἄλλοις τε πολλοῖς καὶ ὅτι ἡ μέν, ἐξιδιωσαμένη Μωσῆν, αὐτοῦ γίνεται καὶ οὐκ ἔστιν ὥσπερ ἐκείνη κοινή· καὶ ὅτι ἐκεῖ μὲν θεὸς ἁπλῶς καὶ οὐχὶ τινὸς ὁ τὴν κλῆσιν ὑπελθὼν ἀπεδίδοτο, ἐνταῦθα δὲ τοὐναντίον θεὸς Φαραώ.

ὅτι δ’ οὐ κατ’ ἐκεῖνον τὸν νοῦν, ἀλλὰ καθ’ ὃν ἔφαμεν ὁ Μωσῆς εἴρηται θεὸς Φαραώ, γνώριμον μὲν ἐκ τῶν εἰρημένων, οὐδὲν δὲ ἔλαττον τεκμηριοῖ καὶ τὸ τὸν Ἀαρών, ἄνθρωπόν τε ὄντα καὶ ἀρετὴν ἀσκοῦντα, εἰ βούλει δὲ καὶ ταῖς τερατουργίαις ἐφεστηκότα, μηδαμοῦ κληθῆναι θεὸν Φαραώ.

Ἐπὶ γοῦν τριῶν διαφόρων ὑποκειμένων τῆς θείας τιθεμένης προσηγορίας, καὶ τοῦ μὲν κυρίως, τῶν δὲ καθ’ ὁμωνυμίαν λεγομένων, ἔστιν εὑρεῖν καὶ ἄλλο τι τῆς φωνῆς σημαινόμενον, οὐκέτι μὲν κατὰ δόξαν, χρήσει δὲ μόνῃ λαμβανόμενον τῆς θείας γραφῆς. τὰ γὰρ τῆς Ἑλληνικῆς θρησκείας σεβάσματα θεοὺς καὶ αὐτή, πολλάκις μὲν κατειρωνευομένη καὶ ἐπ’ ἐλέγχῳ τῶν προσκεκυνηκότων (‘βαδίζετε’ γάρ φησιν ‘καὶ βοᾶτε πρὸς τοὺς θεοὺς οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς’), πολλάκις δὲ καὶ εἰς μόνην δήλωσιν τοῦ προκειμένου, εἴωθε καλεῖν· ‘οὐκ ἔσονται’ γάρ ‘σοι’, φησίν, ‘θεοὶ ἕτεροι πλὴν ἐμοῦ’ καὶ ‘οὐ ποιήσετε ἡμῖν θεοὺς ἀργυροῦς καὶ χρυσοῦς’, καὶ μυρία ἡ χρῆσις.

Ἐπεὶ δὲ τέσσαρα τῆς θεὸς φωνῆς διεκρίθη τὰ δηλούμενα, εἰδέναι δεῖ ὡς ἐν τῷ προκειμένῳ σοι πρὸς μάθησιν ῥητῷ, ‘ἄνθρωπος ἄνθρωπος ὃς ἂν καταράσηται θεόν, ἁμαρτίαν λήψεται’ καὶ ἑξῆς, οἱ μὲν θεὸν ἐνταῦθα τὸν ἀληθῶς καὶ κυρίως θεὸν ἐξακούουσιν, οἱ δὲ τὸν ψευδωνύμως ἐπονομασθέντα λαμβάνουσιν· ἀρχὴν δὲ διάφορον ἑαυτοῖς ὑποθέμενοι καὶ τὰ ἑξῆς διαφόρως περαίνουσιν. οἱ γὰρ ὑπειληφότες θεὸν εἰρῆσθαι νῦν ὃν ἕκαστος τῶν δυσσεβούντων ἄγει σέβασμα οὕτω τὸν νοῦν ἀναπτύσσουσιν. οὐ δεῖ, φησίν, οὐδὲ τὸν Ἑλληνικαῖς θρησκείαις προσανακείμενον ἐξυβρίζειν ὅπερ σέβεται· εἰ γὰρ κἀκεῖνο δυσφημίας ἐστὶν ἁπάσης ἄξιον καὶ τῶν εὐσεβούντων ἑκάστῳ βδέλυγμα καὶ νομίζεσθαι καὶ ὀνομάζεσθαι δίκαιον, ἀλλ’ οὖν ὅ γε θεὸν νομίζων, εἶτα δὲ δυσφημῶν ἁμαρτίας ἐστὶν ἔνοχος, τῇ γὰρ ἑαυτοῦ γνώμῃ καὶ κρίσει θεὸν ὁ τοιοῦτος ἁλίσκεται βλασφημῶν καὶ δυσσεβείας ὑπεύθυνον ἑαυτὸν καθιστάς. τί γάρ, ἐνὸν ἢ μὴ σέβειν ἢ μὴ δυσφημεῖν, σὺ δὲ μιγνὺς τὰ ἀσύμβατα, ὅπερ σέβεις, τοῦτο δυσφημεῖς; κατέγνως; ἀπόστηθι. ἀλλ’ ἔτι προσέρχῃ ὡς θεῷ; πῶς οὐ πέφρικας δυσφημεῖν καὶ ἀραῖς ὑπάγειν τὸν ἔτι σοι λατρευόμενον; ‘ἄνθρωπος’ τοιγαροῦν ‘ἄνθρωπος ὃς καταράσηται θεὸν αὐτοῦ’ διὰ τοῦτο ‘ἁμαρτίαν λήψεται’, οὐχ ὅτι θεὸν ἐπηράσατο, ἀλλ’ ὅτι ὅνπερ ὡς θεὸν αὐτοῦ σέβεται, κατ’ αὐτοῦ καὶ γλῶσσαν ἀφῆκεν δύσφημον.

εἶτα ‘ὀνομάζων δὲ τὸ ὄνομα κυρίου θανάτῳ θανατούσθω’· ἂν δέ τις τὸν ἀληθῆ θεὸν καὶ πάντων δεσπότην ὑπ’ ἀρὰν καὶ βλασφημίαν ἀγαγεῖν τολμήσοι, θάνατος αὐτῷ τὸ ἐπιτίμιον. διττοῖς γὰρ οὗτος ἀτόποις συνείληπται· τό τε γὰρ οἰκεῖον ἐδυσφήμησεν σέβασμα καὶ τὴν ὕβριν κατὰ τοῦ σωτῆρος καὶ δημιουργοῦ τῶν ὅλων, ὃς πάσης ἐστὶν εὐφημίας καὶ δόξης ὑπεράνω, κατεσκέδασεν· ἁμαρτίας μὲν γάρ ἐστιν ἔνοχος, τοῦτ’ ἔστιν παροινίας καὶ ὕβρεως δίκην ὀφείλων, καὶ ὁ τὸ ἴδιον ἐπαρώμενος θρήσκευμα, εἰ καὶ ψευδωνύμως τὴν κλῆσιν ἐφέλκοιτο τῆς θεότητος, διπλῆς δὲ καὶ πολλαπλῆς τιμωρίας ὑπόχρεως ὁ τὸν τοῦ παντὸς δημιουργὸν καὶ θεὸν ὕβρεσι πλύνων καὶ ἀραῖς τετολμηκὼς ὑπάγειν· διὸ λίθοις τοῦ ζῆν ἡ βλάσφημος ἐκείνη κεφαλὴ ἀξία ἐκκόπτεσθαι, τῆς ἀκολάστου γλώσσης τὴν δίκην ὑπέχουσα. οὕτω μὲν οἱ πρότεροι τὸ ῥητὸν διασαφοῦσιν.

Οἱ δὲ μετ’ ἐκείνους ὧδε διηγοῦνται τὸν νοῦν. ‘ἄνθρωπος ἄνθρωπος ὃς καταράσηται θεὸν αὐτοῦ, ἁμαρτίαν λήψεται’· αὐτόθεν ἐστίν, φασί, σαφὴς ἡ διάνοια· ὁ γὰρ τὸν ἀληθῆ θεὸν ἐπαρώμενος ἢ ἄλλως ἐμπαροινῶν αὐτῷ ἔνοχός ἐστιν ἁμαρτίας, ἡ δὲ εἰς τιμωρίαν ἀπαραίτητον τελευτᾷ. τὸ δὲ ‘ὀνομάζων τὸ ὄνομα κυρίου τοῦ θεοῦ’ τοιοῦτον εἶναι· ἀπείρητο τοῖς Ἰουδαίοις τὸ τοῦ θεοῦ ὄνομα, ἄλλο τι παρὰ τὴν θεὸς φωνὴν νομιζόμενον, διὰ χειλέων ὅλως προφέρεσθαι, ἄφραστον δὲ καὶ ἀνέκφορον παντελῶς, πλὴν ὅσα γε τοῖς ἀρχιερεῦσι μόνοις ἐπὶ τιμῇ καὶ σεβασμιότητι τοῦ θείου, διετετήρητο. διὸ οὐδὲ γράμμασι τοῖς παρ’ αὐτοῖς διεγράφετο, ξένοις δέ τισι καὶ παρηλλαγμένοις γραμμάτων τύποις χαρακτηρίζοντες οἷα δὴ μυστικωτέροις συμβόλοις αὐτὸ παρυπέφαινον. τέσσαρα δὲ τὰ γράμματα ἦν, ἐξ οὗ καὶ τετράγραμμον αὐτοῖς ἐπωνομάζετο. ἐν ἴσῳ τοίνυν, φασίν, ὑπῆρχεν παρ’ Ἰουδαίοις ἀράσασθαί τε τὸν θεὸν καὶ ὀνομάσαι, τοῦτ’ ἔστιν τὸ ἄφραστον ὄνομα αὐτοῦ διὰ χειλέων καὶ μάλιστα κοιναῖς προσενεγκεῖν ἀκοαῖς, διὸ καὶ ἑκατέρῳ θάνατος ἐπέκειτο ἡ ζημία. ἀλλὰ ταύτῃ μὲν καὶ οὗτοι.

Τοῦτο δὲ τὸ ὄνομα καὶ χρυσοῦ πετάλῳ ἐγχαραττόμενον καὶ τῇ ἀρχιερατικῇ ταινίᾳ δεσμοῖς ἁρμοζόμενον τὸ τοῦ ἀρχιερέως ἐφρούρει τε καὶ ἐκόσμει μέτωπον, ἅμα μὲν φοβερὸν καὶ σεβάσμιον τοῖς ὁρῶσιν δεικνύν, ἅμα δὲ καὶ παρεγγυώμενον ἀεὶ δεῖν τὸν ἀρχιερέα τὸν νοῦν συνηνῶσθαι τῷ θεῷ καὶ μηδέποτε τῆς ἐκεῖθεν συναφείας καὶ μακαριότητος διασπώμενον ἐπὶ τὰ γήινα καὶ ἅπερ ἐστὶ τῆς ματαιότητος καταφέρεσθαι. τί δήποτ’ οὖν ἐστι τοῦτο τὸ ὄνομα; αὐτὸς ὁ τῶν ὅλων θεὸς διδάσκει. ἐπερωτήσαντι γὰρ τῷ Μωσεῖ τί τὸ ὄνομα αὐτοῦ, ἔφη· ‘ἐγώ εἰμι ὁ ὤν’, καὶ πάλιν ἐπιβεβαιῶν ὡς τοῦτο αὐτοῦ εἴη τὸ ὄνομα ὃ προεξέφηνεν, ‘ἐγώ’ φησιν ‘κύριος ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ’, εἶτα ‘καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς’· ἵνα εἴπῃς, μείζονός σε φιλοτιμίας ἢ τοὺς πατριάρχας, τοὺς σοὺς προγόνους, ἠξίωσα· τὸ γὰρ ὄνομά μου, ὅπερ ἐκείνοις οὐκ ἐδήλωσα, καίτοι τῷ Ἰακὼβ καὶ προσλιπαρήσαντι, τοῦτό σοι διεσάφησα ἀποφηνάμενος ‘ἐγώ εἰμι ὁ ὤν’. τοῦτο δὲ παρὰ μὲν Ἑβραίοις λέγεται Ἀιά, παρὰ δὲ Σαμαρείταις Ἰαβέ· γράφεται δὲ καὶ γράμμασι τούτοις, ἰώθ ἄλφ οὐαύθ ἤθ, δι’ ὧν δηλοῦται τὸ ἄναρχόν τε καὶ ἀτελεύτητον τοῦ θεοῦ. τοῦτο γὰρ παρίστησιν καὶ τὸ ὁ ὤν· αὕτη γὰρ ἡ φωνὴ μήτε πρὸ αὐτοῦ μήτε μετ’ αὐτὸν εἶναί τι κυρίως καὶ ὑπάρχειν ὅλως ἐνδείκνυται, ὅπερ τὸ ἀεὶ εἶναι καὶ ἀιδίως εἶναι συνίστησιν.

ἑκατέρᾳ τοίνυν προσομιλῶν ἑρμηνείᾳ οὐδετέραν οἶμαι διώξεις οὔτε ἀσαφείας οὔτε τοῦ μὴ περὶ πόδα εἶναι τὴν ἑκατέρωθεν διάνοιαν τῷ ῥητῷ. ἔρρωσο.

Τῷ αὐτῷ Ὡς καλή σου ἡ ἀπορία· γράφεις γὰρ ὡς εἰ μὲν ἄρρητον ὄνομα τὸ θεῖον καὶ γνώσεως μεῖζον, πῶς ἐπέκειτο θάνατος τῷ φθεγξαμένῳ ἡ ζημία; οὐδὲ γὰρ ἐνῆν οὐδὲ πολλὰ θελήσαντι φθέγξασθαι· εἰ δ’ ἐνῆν διὰ χειλέων προενεγκεῖν, πῶς ἄρρητον καὶ ἀνέκφραστον; ἀλλ’ ἔχεις, οἶμαι, προγεγραμμένην σοι καὶ λαμπρῶς τὴν λύσιν· τῷ γὰρ εἰπεῖν τὸν ὑπερουσίως ὄντα θεὸν ‘ἐγώ εἰμι ὁ ὤν’, ὄνομα τε αὐτοῦ εἶναι τοῦτο ἀνειπεῖν καὶ τῷ ταύτης τῆς φωνῆς Μωσέα διακοῦσαι, οὐκ ἀκοῦσαι δὲ μόνον, ἀλλὰ καὶ τοῖς ἀρχιερεῦσιν ἀπαγγεῖλαι, οὐκ ἀπαγγεῖλαι δὲ μόνον, ἀλλὰ καὶ χρυσῷ πετάλῳ γράφειν παραδοῦναι, ὅτι μὲν τῇ ἑαυτοῦ φύσει καὶ γνωστὸν ἦν καὶ ῥητὸν καὶ ὅτι τισὶ μὲν ἐπέγνωστο καὶ οὐκ ἄφραστον πρὸς ἀλλήλους ἦν, διὰ πάντων ὑπάρχει σαφέστατον· ὅτι δὲ δι’ ὧν τοῖς πολλοῖς οὔτε εἰς ἀκοὰς οὔτε εἰς γνῶσιν ἀφῖκτο, ἀλλὰ καὶ οἷς ἐπεγινώσκετο φυλακὴ προσῆν εἰς ἄλλους μὴ ἐξάγειν, καὶ τοῦτο δῆλον ὡς ἄρρητον αὐτὸ καὶ ἀνέκφραστον ἐδίδου καλεῖσθαι. ἄφραστον οὖν καὶ ἀνέκφορον ἡ θεία κλῆσις, οὐχ ὅτι φύσιν οὐκ εἶχεν ῥήμασι καὶ γλώσσῃ ῥηθῆναι (δῆλον γὰρ κἀξ ὧν νῦν παντὶ τῷ βουλομένῳ ῥητόν ἐστιν), ἀλλ’ ὅτι οὔτε πᾶσι ῥητὸν ἢ γνωστόν, οὐδ’ ὅτι οἷς ἐπεπίστευτο εἰδέναι, οὐδ’ ἐκείνοις ἦν δυνατὸν φόβῳ τοῦ θανάτου πρὸς ἄλλους λέγειν ἢ τρόπον ἕτερον εἰς γνῶσιν ἄγειν.

Ἔχεις τοιγαροῦν, ὦ βέλτιστε, ὅπως παρ’ Ἰουδαίοις ἄγνωστόν τε καὶ ἀνέκφραστον τὸ τοῦ θεοῦ ὄνομα ὑπῆρχεν καὶ ὅπως ἐνῆν βουλομένοις ἐνίοις αὐτῶν καὶ αὐτοὺς εἰπεῖν καὶ ἑτέρους εἰδέναι τε καὶ ἀναφθέγγεσθαι παραπλησίως αὐτοῖς ἐκδιδάσκειν, εἰ μὴ τῆς τιμωρίας ἐπικείμενος ὁ φόβος μείζων ἐγίνετο τῆς ἐπιθυμίας τῶν τὰ τοιαῦτα ζητούντων μυεῖσθαι. καὶ οὐδέν, ὡς ὁρᾷς, καθορᾶται οὔτε δύσκολον οὔτε εἰς ἀπορίαν τινὰ περιστῆναι βιαζόμενον.

Γεωργίῳ μητροπολίτῃ Νικομηδείας ‘Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ’ καὶ ἑξῆς· τοῦτο δὴ τὸ χωρίον, οὗ τὴν διάνοιαν ἀναμαθεῖν ἐπεζήτησας, ἔστι μὲν καὶ καθ’ ὑπερβατὸν ἐκλαβεῖν, ἵν’ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, ‘οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καρπόν τινα σχῶ καὶ ἐν ὑμῖν, ἀλλ’ ἐκωλύθην ἄχρι τοῦ δεῦρο’. καὶ ἡ μὲν ἀπηρτισμένη τοῦ ῥητοῦ σύνταξις τοιαύτη ἂν εἴη, σαφῆ καὶ τὸν νοῦν τῆς περιόδου παρέχουσα.

Ἀλλ’ εἴποι τις ἂν ὅτι ‘εἰ ἡ πίστις αὐτῶν ἐν ὅλῳ τῷ κόσμῳ κατηγγέλλετο (τοῦτο γὰρ αὐτοῖς ἐμαρτύρησεν πρὸ μικροῦ), τίνα καρπὸν ἤθελε παραγενόμενος αὐτὸς παρασχεῖν;’ ἀλλὰ πολὺν μὲν οὖν, ἐροῦμεν· εἰ γὰρ καὶ ἐπεπιστεύκεισαν ἐκεῖνοι καὶ διὰ τὸ λαμπρὸν τῆς πόλεως εἰς πάντας ἐχύθη τῆς αὐτῶν πίστεως ἡ φήμη, παμπόλλων ὅμως ἐδέοντο. καὶ τοῦτο δῆλον ἔκ τε τοῦ πρὸ ὀλίγου εἰπεῖν ‘εἰς τὸ στηριχθῆναι ὑμᾶς’ (τὸ γὰρ στηριχθῆναι τίνων ἄλλων ἢ τῶν σαλευομένων ἐστίν;) καὶ πάλιν ἐν τοῖς ἔμπροσθεν, ἡνίκα μὴ κρίνειν ἀλλήλους, ἀλλὰ καὶ τὰς διχοστασίας ἐκκλίνειν καὶ τὰ σκάνδαλα παραινεῖ· καὶ μυρία τις τοιαῦτα δι’ ὅλης ἴδοι τῆς ἐπιστολῆς, δι’ ὧν τὸ ἀτελὲς αὐτῶν καὶ νεοπαγὲς ἐπιδείκνυται. οὐδὲν οὖν ἀπεικὸς καὶ τὴν πίστιν αὐτῶν καταγγέλλεσθαι καὶ αὐτοὺς ἔτι πολλῆς δεῖσθαι τῆς ἐπικουρίας Παύλου καὶ τῆς διὰ τῶν αὐτοῦ ῥημάτων ἀρδείας καὶ καρποφορίας.

Ὅρα δὲ πῶς φησιν, ‘ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν’· τοῦτο μὲν δεικνὺς ὡς ὁ ἐκείνων καρπὸς οἰκεῖος ἐλογίζετο τῷ Παύλῳ καρπὸς καὶ οὕτως ἔχαιρεν ἐν τοῖς τῶν πλησίον ὡς εἴ τις ἄλλος ἐν τοῖς ἰδίοις κατορθώμασιν, ‘ἵνα τινά’ φησιν ‘καρπὸν σχῶ’, τὸν ἐκείνων καρπὸν καρπὸν οἰκεῖον τιθέμενος, τοῦτο δὲ πάλιν παριστὰς ὅτι τῆς αὐτῶν ἕνεκεν ὠφελείας τὴν πρὸς αὐτοὺς πορείαν ἐστέλλετο. ἄλλως τε δὲ καὶ εἴ τις ἀκριβῶς ἐπισκοποίη, Παύλου καρπὸς ἀληθῶς ἐστιν ὁ ἐκείνων καρπός· ἔργον γὰρ ἦν ἐκείνῳ καὶ σπουδὴ καὶ γεώργιον ἡ τῶν ἀνθρώπων σωτηρία καὶ τὸ καρποφοροῦντας αὐτοὺς παραστῆσαι τὴν εὐσέβειαν καὶ τὰς ἀρετάς. καλῶς οὖν φησιν, ‘ἵνα τινὰ καρπὸν σχῶ’, ἑκάτερον συντόμως τε λίαν καὶ σὺν τῷ εὐφυεῖ ἐπίδηλον ποιῶν, καὶ τὸ ἐκείνους τὴν ἐν κατορθώμασιν πίστιν καρποφορεῖν καὶ τὸ αὐτὸν αὐτοὺς ἐκείνους· ἐν γὰρ τῇ ἐκείνων καρποφορίᾳ ἡ τοῦ Παύλου λαμπρῶς ἐδείκνυτο γεωργία. ἀλλ’ εἰ μὲν καθ’ ὑπερβατόν τις εἰρῆσθαι τὸ χωρίον ἐκλάβοι, ἔχει τὴν διάνοιαν οὕτως ἐξηπλωμένην· καὶ γὰρ πολλή τις τοῦ τοιούτου σχήματος τῷ μεγάλῳ Παύλῳ ἡ χρῆσις, ὥσπερ καὶ τῆς ἐλλείψεως καὶ τῶν περιβολῶν καὶ δὴ καὶ τοῦ ἀπὸ κοινοῦ καὶ κατὰ πᾶσαν ἰδέαν ἡ μεταχείρισις.

Ἀλλ’ οὖν δυνατὸν καὶ μὴ καθ’ ὑπερβατὸν εἰληφότα, ἀλλ’ ὡς ἔχει τάξεως συντηρήσαντα, τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν νοῦν· ‘πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς.’ ‘διὰ τί οὖν οὐκ ἦλθες;’ ‘ἐκωλύθην’ φησὶν ‘ἄχρι τοῦ δεῦρο.’ ‘τίνος ἕνεκεν;’ ‘ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν.’ τοῦτ’ ἔστιν, διὰ τοῦτο ἐκωλύθην, ἵνα μὴ θᾶττον ἐλθὼν ἀκάρπους ὑμᾶς ἔτι καταλάβω· καταλαβὼν γὰρ ἀώρους ἐμεμψάμην ἂν ἐμαυτῷ μὲν τῆς ἀκαίρου ταχυτῆτος, καὶ ὑμῖν δὲ τῆς ἐν οἷς οὐκ ἔδει βραδυτῆτος. διὸ ἀνεβαλλόμην τὴν παρουσίαν ἐλπίζων τὴν γεωργίαν, ἧς οὐχὶ μήπω πρὸς βλάστην ὁρώσης, ἀλλ’ ἤδη καὶ τοῖς ἄνθεσιν ἐνυστερούσης, ὄκνος ἔχει παρεῖναι τὸν ταύτης ἐν ἀπολαύσει γενέσθαι ποθοῦντα. ἐπειδὰν δὲ μετὰ τὴν βλάστην καὶ τὰ ἄνθη ἐπιφαίνηται καὶ τελεσφορουμένη, τότε χαρᾶς καὶ εὐφροσύνης ὁ πρὸς αὐτὴν πληρούμενος δρόμος οὐκ οἶδε λογίζεσθαι πόνους οὐδὲ πρὸς ἄλλα τὴν σπουδὴν καταμερίζειν.

Τί οὖν; ἂν καὶ καρποφορῶσιν, τίς ἡ χρεία τῆς παρουσίας Παύλου; πολλὴ μὲν οὖν· οὐ γὰρ πάντα ἀνέμενεν τὸν καρπόν, ἀλλὰ τινά· ‘ἵνα’ γὰρ ‘τινὰ καρπὸν σχῶ’ φησιν ‘καὶ ἐν ὑμῖν’. ὥσπερ δὲ περιττὸν καὶ μάταιον τὸν τελείως καρποφοροῦντα εἰς καρποφορίαν παρακαλεῖν, οὕτως ἐπίπονον καὶ ὀκνηρόν, ἂν μηδὲ χρηστὰς ἐλπίδας ὑπάρχῃ λαβεῖν, ἐπὶ τὰ τέλεια παραινεῖν. εἰ δὲ καὶ καρπός τις ἦν, καὶ οὗτος τέλειος, ἐν αὐτοῖς, οὐδ’ οὕτως ἁπλῶς ἐνεκόπτετο τὴν παρουσίαν ὁ πτηνὸς ἐκεῖνος καὶ μετάρσιος ἄνθρωπος. ὀφειλέτην γὰρ ἑαυτὸν καὶ οἶδεν καὶ ἀποκαλεῖ οὐχ Ἑλλήνων μόνον καὶ βαρβάρων, ἀλλὰ καὶ σοφῶν καὶ ἀνοήτων, καὶ τῷ καθ’ ἑαυτὸν προθύμῳ οὐχ ἵστατο μὴ πλείω τῶν ὄντων ἐπιζητεῖν· ὥστε εἰ καὶ τοῖς ἔργοις ἐκόμων, αὐτὸς ἂν τὸ αὐτοῦ οὐκ ἀπέστη ποιῶν, ἀλλ’ ἐπέκειτο προσθήκην μειζόνων ἐπιζητῶν. ἀλλ’ οὕτω μὲν καὶ ἡ τοιαύτη τοῦ ῥητοῦ διασάφησις.

Ἔστι δὲ καὶ ἄλλως τὸ νόημα συνιδεῖν, ἁπλουστέραν μὲν ἴσως τὴν ἐξήγησιν ἐκδεχόμενον, οἰκειοτέραν δ’ οἶμαι καὶ τῆς Παύλου διανοίας καὶ τῆς λέξεως. ‘πολλάκις’ φησὶν ‘προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, ἀλλ’ ἐκωλύθην ἄχρι τοῦ δεῦρο’· διὰ τί; ‘ἵνα τινὰ καρπὸν σχῶ’· ἵνα εἴπῃς, ἐνελείπετό μοι καρπός τις, ὃν ἔδει συλλέξαι πρότερον, εἶτα πρὸς ὑμᾶς παραγενέσθαι. τίς οὖν ὁ καρπὸς ἐκεῖνος καὶ ἐν τίσι συνελέγετο; αὐτὸς ἐκεῖνος ἐρεῖ· ἐπὶ γὰρ τῷ τέλει τῆς ἐπιστολῆς ὥσπερ ἐπιλογιζόμενος αὑτῷ τὰ προοιμιασθέντα οὕτω φησίν· ‘διὸ καὶ ἐνεκοπτόμην ἐλθεῖν πρὸς ὑμᾶς’, ὅπερ εἰς ταὐτὸν ἥκει τῷ ‘καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο’, εἶτα ‘νυνὶ δὲ μηκέτι ἔχων τόπον ἐν τοῖς κλίμασι τούτοις (ἀλλὰ πεπληρωκὼς δηλονότι τὸ ἔργον) ἐλεύσομαι πρὸς ὑμᾶς’. ὁρᾷς ὅτι τὸ ἕως τοῦ νῦν μὴ ἐλθεῖν ὁ ἐν τοῖς κλίμασιν ἐκείνοις συλλεγόμενος ἐπεῖχε καρπός; ἀτέλεστον γὰρ τὸν ἐν ἐκείνοις πόνον λιπεῖν οὐκ ἦν τῆς Παύλου ψυχῆς καὶ σπουδῆς. καὶ ὅρα ὡς ἡ τοιαύτη ἀνάπτυξις τοῦ ῥητοῦ οὔτε τοῦ κατὰ τὸ ὑπερβατὸν ἐδεήθη σχήματος οὔτε μὴν ἔσχεν τινὰς ἀντιπίπτοντας λογισμούς, ἀλλὰ καὶ προσήρμοσται μᾶλλον τῶν ἄλλων ταῖς τε λέξεσιν καὶ τῷ τοῦ θεσπεσίου Παύλου σκοπῷ.

καὶ τὸ ‘ἐν ὑμῖν’ δὲ οὐδαμῶς ἐναντιοῦται· ἀρχὴ γάρ ἐστιν τῶν ἐφεξῆς καὶ οὐ συναπτόμενον πρὸς τὸ ‘ἵνα τινὰ καρπὸν σχῶ’· οἷον, ‘καὶ ἐν ὑμῖν ὀφειλέτης εἰμί, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις’. ἵνα γὰρ μὴ λέγωσι, ‘τί οὖν; τὸν μὲν ἐν τοῖς ἑτέροις κλίμασι καρπὸν διὰ σπουδῆς εἶχες συλλέγειν, ἡμῶν δὲ οὐδένα λόγον;’ ναί, φησίν, ‘καὶ ἐν ὑμῖν ὀφειλέτης εἰμί, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν’ τοῦτο σπεύδω, τοῦτο ἐπιζητῶ· πᾶσι χρεωστῶ καὶ οὐδείς ἐστιν ὑπὲρ οὗ μὴ πολλῇ συνέχομαι φροντίδι.

Ἀλλὰ ταῦτα μὲν τέως ἐπὶ τοσοῦτον· τῆς γὰρ ἑρμηνείας ὁ τρόπος ἀλλοιότερος ἢ ὃν ὁ τῆς ἐπιστολῆς ἐπιζητεῖ τύπος· διόπερ οὐδέτερόν ἐστιν καθαρῶς καὶ ὡς οἱ τῆς τέχνης νόμοι κατ’ ἐπιστολὴν ἑρμηνεύοντα πράττειν. ἂν δὲ καὶ τοῦ καθαρῶς ἑρμηνεύειν ὁ καιρὸς τὴν ἄδειαν δῷ, ἴσως θεοῦ βουλομένου καὶ τελειότερον ἐμοὶ μὲν εἰπεῖν, σοὶ δ’ ἀκούειν γενήσοιτο χάρις.

Τῷ αὐτῷ Θαυμάζεις εἰ τοιαύταις ἰδέαις τοῦ θείου Παύλου αἱ ἐπιστολαὶ σχηματίζονται (καί μοι μηδὲν τῆς ἀληθείας ἀχθεσθῇς), ὅτι οὔπω διέκυψας πρὸς τὸ βάθος τῆς ἐνούσης τῷ ἀνδρὶ σοφίας· εἰ δέ σε φιλοπονωτέρα περὶ τοὺς ἐκείνου λόγους λάβοι μελέτη, τῆς ἄνωθέν σοι δηλονότι ῥοπῆς εἰς εὐμένειαν ὁρώσης, θαυμάσαις ἂν μᾶλλον ὅπως σε τοσαύτης σοφίας διελάνθανε χάρις καὶ κάλλος ἐμφύτου λόγου θερμὸν ἐραστὴν οὐκ εἶχεν. καὶ οὔπω γε τὴν ἐν δόγμασιν καὶ πίστει λέγω σοφίαν (τοῦτο γὰρ οὐδ’ αὐτὸς ἡμῖν ἀμφισβητῶν ὤφθης), ἀλλ’ ὅση κράτος τε λόγων καὶ ἰσχὺν θαυμάζεσθαι παρέχει.

Πῶς οὖν ‘ἰδιώτης τῷ λόγῳ’; ὥσπερ καὶ τῶν ‘ἁμαρτωλῶν πρῶτος’, ὡς ‘ἔσχατος τῶν ἀποστόλων’, ὡς ‘ἔκτρωμα πάντων’, ὡς ‘περικάθαρμα τοῦ κόσμου’, ὡς ‘μὴ ὢν ἄξιος καλεῖσθαι ἀπόστολος’, ὡς ‘πάντων περίψημα’, ὡς ‘θέατρον ἀγγέλοις καὶ ἀνθρώποις’· τίς; ὁ ‘δυνάμενος ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολος’, ὁ ‘περισσότερον πάντων κοπιάσας’, ὁ καὶ πρὶν ἢ τὰς μητρικὰς ὠδῖνας λῦσαι τῷ θεῷ ἀφωρισμένος, ὁ τῶν ἀθεάτων θεατὴς καὶ τῶν ἀπορρήτων κατήκοος, ἡ ‘τῷ θεῷ Χριστοῦ εὐωδία’, ὁ ‘τὴν νέκρωσιν τοῦ Ἰησοῦ, ἀλλὰ καὶ τὴν ζωήν, ἐν τῷ σώματι περιφέρων’. ὥσπερ οὖν ἔκτρωμα καὶ περίψημα καὶ θέατρον καὶ περικάθαρμα ὁ τοσοῦτος καὶ τηλικοῦτος, οὕτω καὶ ἰδιώτης τῷ λόγῳ· καὶ γὰρ τούτων τὰ μὲν ἦν τῇ ὑπολήψει τῶν τοῦ κηρύγματος μὴ συνιέντων τὸ βάθος, τὰ δὲ καὶ αὐτὸς ἐδίδου φέρων τῇ τῶν ἠθῶν μετριότητι καὶ ἐπιεικείᾳ.

Τί οὖν; ‘ἐν σοφίᾳ ἀνθρώπων ἡ πίστις’ ἡμῶν; μὴ γένοιτο, ἀλλ’ ‘ἐν δυνάμει θεοῦ’, δι’ ἧς καὶ ἰδιῶται σοφίζονται. σοφία οὖν θεοῦ ἡ τοῦ αἰῶνος τούτου καὶ τῶν αὐτοῦ ἀρχόντων σοφία; καὶ τίς ἂν φαίη τοῦτο; ἡ γὰρ τοιαύτη σοφία τῇ τοῦ σταυροῦ μωρίᾳ μᾶλλον κατήργηται, ἡ τῶν δυσσεβῶν δογμάτων πλάνη, ἡ ταύτης ἐπίκουρος πιθανολογία, ἡ πλοκὴ καὶ τέχνη τῶν κακοσχόλων σοφισμάτων. θνητὴ ἡ ψυχή, ὅτι συμμερίζεται καὶ συμπάσχει τῷ σώματι. οὐκ ἔχει δημιουργὸν ὁ κόσμος, ὅτι οὐχ ὥσπερ τὸ πῦρ ἐθέλει οὐδὲ τὸ ὕδωρ φέρεσθαι. κοινὸς ὁ γάμος, ὅτι μᾶλλον οὕτως ἡ πόλις φιλάλληλος. ἐκ τῶν νεκρῶν οἱ ζῶντες, καὶ γὰρ ἐκ τοῦ ἵστασθαι καθεζόμεθα. πολλοὺς δὲ δεῖ καὶ θεοὺς εἶναι, ὅτι πλείονα τὰ προνοούμενα, καὶ φόβος καμεῖν τὸν ἕνα τῇ κοινῇ φροντίδι ἐνασχολούμενον· ἢ ὅτι τὸν πρῶτον ἀνάγκη πείθει παράγειν καταδεέστερον, ἵνα μὴ τῆς ἀρχῆς περιαιρεθῇ τὸ προνόμιον, καὶ τὸν δεύτερον πάλιν ὑφειμένον ἄλλον, καὶ τοῦτο εἰς ἄπειρον, τὰ μωρὰ ταῦτα καὶ παρανοίας ἐσχάτης ἐπέκεινα καὶ ψυχῆς ὄντως θνητῆς καὶ τοῦ κωνείου ἄξια, ταύτην τοῦ αἰῶνος τὴν σοφίαν Παῦλος, ὁ τὰ θεῖα τῷ ὄντι σοφὸς καὶ τὰ ἀνθρώπινα, διὰ τῆς ἐν μυστηρίῳ θεοῦ σοφίας τῆς οἰκουμένης ἀπήλασεν καὶ τὰς τῶν πιστῶν διανοίας ἀβάτους αὐτῇ συνετήρησεν.

ἡ τοιαύτη σοφία μωρία παρὰ τῷ θεῷ· τῶν ταύτῃ σοφῶν οἱ λογισμοὶ μάταιοι, καὶ ταῖς οἰκείαις πανουργίαις ἁλισκόμενοι τῷ ἁπλῷ τῆς ἀληθείας λόγῳ περιδράσσονται. ταύτην, ὥσπερ πάλαι, οὕτω δὲ καὶ νῦν ἅπας εὐσεβὴς διαπτύει λογισμός, τοὺς μακροὺς λήρους, τὰ ψυχικὰ βάραθρα, τὰ τοῦ πονηροῦ θήρατρα, τὸ μέγα τῆς ἀπωλείας ἐργαστήριον.

Τῶν δέ γε ῥημάτων καὶ τῆς δι’ αὐτῶν συνθήκης ἡ ὀρθότης τί λυμαίνεται τῇ εὐσεβείᾳ; τίνα βλάβην φέρει τοῖς χρωμένοις; πρὸς ποίαν ὑποσκελίζει μικρὰν ἢ μεγάλην πλάνην; εἰ δ’ ὁ τῆς φύσεως πλάστης αὐτὸς καὶ τῶν γλωσσῶν ὁ τεχνίτης, πῶς οὐκ ἔστιν ἀκόλουθον μᾶλλον τοὺς μαθητὰς τοῦ λόγου τῷ καθήκοντι κεχρῆσθαι λόγῳ; οὐκοῦν οὐ προσελάβετο μαθητὰς ὁ Χριστὸς ἰδιώτας; καὶ μάλιστα, φαίην ἂν ἔγωγε, καὶ εἰ βούλει γε καὶ τῶν ἰχθύων οὓς ἐθήρων ἀφωνοτέρους. ἀλλ’ ὥσπερ ἰδιώτας, οὕτω καὶ τελώνας καὶ ἁλιεῖς· μή τι τελώνας ἢ ἁλιεύειν ἀπέλιπεν; καὶ ποῦ τοῦτο θαύματος ἢ τῆς Χριστοῦ δυνάμεως ἄξιον; πῶς δ’ ἄν τις διαδύσῃ τὸν ἐπὶ τῶν ἔργων αὐτῶν ἔλεγχον; οὕτως οὖν οὐδ’ εἰς ἰδιώτας ἀφῆκεν οὓς ἐκεῖθεν προσείληφεν, ἀλλ’ ἀντὶ μὲν ἁλιέων ἁλιεῖς ἀπετέλεσεν ἀνθρώπων (‘δεῦτε’ γὰρ ‘ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων’), ἀντὶ τελωνῶν δὲ ψυχῶν χειμαζομένων σωτῆρας, καὶ ἀντὶ ἰδιωτῶν τῆς οἰκουμένης διδασκάλους, τῆς τε θείας καὶ οὐρανίου σοφίας ἐμπλήσας καὶ τῆς ἀνθρωπίνης ὅπου χρεία καλεῖ οὐδὲν ὑστερουμένους ἀποφήνας. ἐπεὶ πῶς Στωϊκοῖς, πῶς Ἐπικουρείοις, πῶς μυρίαις ἄλλαις πλάναις ἐπὶ λόγοις μέγα ὄνομα λιπούσαις κατὰ λόγους συνεπλέκοντο;

πῶς ὁ τοῦ λόγου δρόμος καὶ τῶν ῥημάτων ἡ εὔροια συνδεδραμηκότα τῷ θαύματι Ἑρμῆν νομισθῆναι τὸν Παῦλον τοῖς ἀκροαταῖς παρεσκεύασεν, καὶ εἴ γε μὴ φθάσας αὐτὸς τοὺς χιτῶνας διέσχισεν, καὶ γέρας ἂν αἱ θεῶν αὐτῷ θυσίαι δημοτελῶς προσεφέροντο;

ἐῶ νῦν τὴν ἄλλην αὐτοσχέδιον ἰσχὺν τοῦ λόγου, τὴν ἐν ἐκκλησίαις, τὴν ἐν δήμοις, τὴν ἐν δικαστηρίῳ, τὴν κατὰ συναγωγὰς Ἰουδαίων, τὴν ἐν ἀγορᾷ· διδάσκοντος, διελέγχοντος, παραινοῦντος, ἀπολογουμένου, διαμαρτυρομένου· ὅση κατ’ ἄνδρα, ὅση κατὰ πλῆθος, ὅση πρὸς δικαστάς, ὅση πρὸς συκοφάντας· ὡς εἷλε λέγων τὸν βασιλέα τῶν Ἰουδαίων, καὶ μικροῦ ἂν οὗτος εἰς Χριστιανοὺς μετετάξατο, εἰ μὴ τῆς ἀρχῆς καὶ τῆς ἁλουργίδος τὸ φύσημα, ὃ πολλοῖς πολλάκις εἰς τὰ καίρια ἐλυμήνατο, ἐμποδὼν αὐτῷ κατέστη πρὸς τὴν ἀκρίβειαν τοῦ κηρύγματος· ὡς ἔσχισε δημηγορήσας τοὺς κατ’ αὐτοῦ φονῶντας καὶ τοὺς διψῶντας τοῦ αἵματος ἀναλαβεῖν τὰς ὑπὲρ τῆς αὐτοῦ σωτηρίας φροντίδας ἀνέπεισεν· ὡς ἐπὶ τὸν Ἄρειον ἀνέβη πάγον ἀνδρῶν ἐν μέσῳ τοῖς λόγοις φλεγμαινόντων, Ἄρειον πάγον ἐκεῖνον οὗ καὶ θεοὺς παρ’ ἀλλήλων καὶ πρὸς ἀνθρώπους δίκας καὶ λαβεῖν καὶ δοῦναι· μῦθοι χαίρουσιν Ἑλληνικοὶ διηγούμενοι· ὅπως ἐκεῖσε καταστὰς οὐ πρὸς ἕνα λόγον ὑποσχεῖν, ἀλλὰ πρὸς ἅπαντας τοὺς ἐν ἀνθρώποις λογίους, εἴπερ Ἀθηναῖοι μὲν τότε τῶν ἄλλων ἀνθρώπων, Ἀθηναίων δὲ οἱ ἐν Ἀρείῳ πάγῳ τὸ κράτος εἶχον, οὕτω κατέσεισεν αὐτῶν τοῖς λόγοις τὰς ψυχὰς καὶ μετεσκεύασεν, ὡς πολλοὺς αὐτῶν τῆς ἐκείνου γλώττης καὶ τῶν ῥημάτων ἐκκρεμασθέντας, ῥίψαντας ἅπαντα διὰ βίου παντὸς πρὸς τὴν εὐσέβειαν μεθαρμόσασθαι καὶ μιμητὰς ὀφθῆναι τοῦ διὰ βάθους αὐτῶν ταῖς ψυχαῖς τὰ τῆς ἀρετῆς καὶ τῆς ὀρθῆς λατρείας ἐγχαράξαντος δόγματα.

Ἆρα ταῦτα καὶ τὰ τοιαῦτα χωρὶς λόγου τοῦ καθήκοντος; καὶ τίς ἂν αὐτῷ τὸν νοῦν βαρβαρίζοντι προσεῖχε καὶ μηδ’ ἐν αὐταῖς ὀρθῶς ταῖς φωναῖς φερομένου; πῶς δ’ οὖν ἃ μηδὲ λέγειν ᾔδει, ταῦτα φρονεῖν ὀρθῶς ἔδοξεν ἄλλοις, μή τί γε καὶ συμφρονεῖν αὐτῷ πειθομένους εἶχεν; ἀλλὰ χάρις ἄνωθεν ἐνήργει. κἄγωγέ φημι πάντων μάλιστα, χάρις ἄνωθεν, οὐ τέχνη· τὸ μὲν γὰρ ἐκ τέχνης ἀνθρώπινον καὶ κοινόν, τὸ δ’ ἐκ χάριτος οὐράνιον καὶ τῶν ἀποστόλων. χάρις ἐνήργει, ἀλλ’ αὐτό γε τοῦτο πρῶτον ἐνεργοῦσα, τὸ μηδὲν αὐτῆς ἀνάξιον φθέγγεσθαι τοὺς ὑπηρέτας· οὐδὲ γὰρ τοῦτο μικρὸν ἐνάγειν τοὺς ἀνθεστηκότας εἰς συναίσθησιν τῆς ἐνισχυούσης αὐτοὺς ἀμάχου δυνάμεως. καὶ γάρ πού φησι ‘θεωροῦντες δὲ οἱ Ἰουδαῖοι τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου’. ποίαν; ἢ τὴν ἐν λόγοις δηλονότι, δι’ ὧν αὐτοῖς καὶ τὴν ἀναίσχυντον ἐρώτησιν ἐπεστόμισαν. εἶτα τί; ‘καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον’. ἁλιεῖς ὁρῶμεν ἄφνω ῥήτορας, γραμμάτων τέχνην οὐκ ἔχοντας καὶ σοφίαν χειλέων προχέοντας. τί τοῦτο; πόθεν αὐτοῖς τὰ ὑπὲρ ἄνθρωπον περιγέγονεν; ἓν ἴσμεν, ὅτι τῷ Ἰησοῦ συνῆσαν. ὁρᾷς ὅπως εἰς θαῦμα τοὺς ἐχθροὺς οὐδὲν ἔλαττον τοῦ παρὰ πόδας τερατουργηθέντος ἡ τῶν λόγων ἰσχὺς ἐξεκαλεῖτο καὶ πρὸς ἐπίγνωσιν, εἴπερ ἤθελον, τῆς ἀληθείας προεβίβαζεν;

ὅρα καὶ ἑτέρωθεν, εἰς ὅσον αὐτῶν ἐδεδίεσαν τὸ ἐν λόγοις κράτος· ‘παρήγγειλαν αὐτοῖς τὸ καθόλου μὴ φθέγγεσθαι.’ τί λέγεις; ἂν μόνον χείλη ὁ ἀγράμματος κινήσῃ, αὐτίκα σοι μεταπίπτει τὰ τῆς δόξης, καὶ παλαιὸν οὕτω δόγμα τῆς μακρᾶς ἐπικρατείας ὑπεξίσταται τῷ ἰδιώτῃ λόγῳ, καὶ μεθίσταται λαὸς πρὸς νέαν γλῶτταν ὁ Μωσαϊκοῖς θεσμοῖς ἐντεθραμμένος καὶ ζῆν καὶ θνῄσκειν πρὸς τὴν ἐκείνων ἀρχαιότητα κεκροτημένος; ναί, φησίν, οὐ γὰρ ἰδιωτικὰ ὁ ἰδιώτης, ἀλλὰ σοφίας ῥήματα φθέγγεται, οὐδ’ ὡς ἀγράμματος βάρβαρα, ἀλλ’ ὡς διὰ πάσης τέχνης ἐλάσας κεχαριτωμένα καὶ εὔσημα. ἔστι τις αὐτῶν ἐγκαθημένη τοῖς χείλεσιν ἔμφυτος πειθώ, δι’ ἧς καὶ ῥητόρων ἔθνη καὶ ἰδιωτῶν ἀγέλαι ὥσπερ δεσμοῖς ἀλύτοις δεθέντα πρὸς τὸ κηρυττόμενον αὐτοῖς ἕλκεται. διὰ τοῦτο φθέγγεσθαι κωλύω, ὅτι ῥήμασιν ὀλίγοις πολλοὺς ἀφέντας τὰ πάτρια ἐκείνοις ὁρῶ προσχωρήσαντας· ὅτι μιᾷ πολλάκις ὁμιλίᾳ καὶ τοὺς σὺν ἡμῖν ἑκάστοτε κατ’ αὐτῶν ἱσταμένους καὶ πολεμιωτάτους ὄντας νῦν ὑπηκόων ἔχει καὶ μαθητῶν εὐγνωμόνων τάξις. τοῦτό με σιγᾶν αὐτοὺς ἐπιτάττειν περιίστησιν εἰς ἀνάγκην· διὰ τοῦτο μηδὲ στόμα αἴρειν οὐκ ἐπιτρέπω, διὰ τὴν ἐν λόγοις παρρησίαν, τὴν ἰσχύν, τὴν χάριν, τὴν ἔμφυτον πιθανότητα.

Εἶδες τοὺς Ἰουδαίους ὅσον ὁ διδασκαλικὸς τῶν ἀποστόλων λόγος ὑποπτήσσειν καὶ καταπεπλῆχθαι παρεσκεύαζεν; καίτοι Παύλῳ περισσότερον ἡ τοιαύτη περιήστραπτε χάρις. βούλει δέ σοι τὸν κορυφαῖον καλῶμεν μάρτυρα τῆς ἐνούσης τῷ ἀνδρὶ σοφίας; ‘καθώς’, φησίν, ‘ὁ ἀδελφὸς ἡμῶν Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν’, δῶρον θεῖον τὴν Παύλου σοφίαν καὶ εἰδὼς καὶ διαμαρτυρόμενος. εἶτα καὶ τὸ βαθὺ καὶ πυκνὸν τῶν γεγραμμένων οἷον ἀποθειάζων καὶ ἐξυμνούμενος, ‘ἐν οἷς ἐστι’, φησί, ‘δυσνόητά τινα’, ὡσανεὶ φρενὸς ὀξείας δεῖται, ῥοπῆς θείας, σοφῶν μαθητῶν, συνέσεως σταθερᾶς ὁ τῶν γραμμάτων Παύλου θερός. διὰ τοῦτο ‘οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι’ πρὸς τῷ μηδὲν κερδαίνειν καὶ σφᾶς αὐτοὺς διασφάλλοντες προσαπόλλυνται.

Εἰ δὲ καὶ γλωσσῶν ὁ Παῦλος, αἷς μηδ’ ἐνείθιστο μηδ’ εἰς ἀκοῆς ἀφῖκτο πεῖραν, τὴν χάριν ἐπλούτει κἀν ταύταις οὐδενὶ τῶν πρωτείων ἐξίστατο— ‘εὐχαριστῶ γὰρ τῷ θεῷ μου’, φησίν, ‘πάντων μᾶλλον γλώσσαις λαλῶν’— εἰ τοίνυν κἀν ταῖς ἐκφύλοις γλώσσαις ἄμαχον εἶχεν τὸ κράτος, τῆς τοῦ πνεύματος αὐτὸν σοφιζούσης ἐπιπνοίας, πῶς ἂν αὐτὸν διαφθείρειν λόγος, καὶ τότε οὖσαν ἐθάδα, δέξαιτο τὴν Ἑλλάδα, καὶ δι’ ὧν μὲν οὐ πολλοὺς ἔμελλεν εἰς εὐσέβειαν αἱρήσειν, ἐν ταύταις τὸ ἀριστεῖον ἔχειν, δι’ ἧς δὲ σχεδὸν ἅπαντας ἀνθρώπους, ἐν ταύτῃ γέλωτος αἰτίαν καὶ χλεύης παρέχειν;

Καὶ μὴν οὐχ οὕτως εὐχερὴς εἰς λόγους οὐδὲ τοῖς ἐχθροῖς ἐνομίζετο· ἃ δὲ τοῖς ἐχθροῖς εἰς ἔπαινον ὁρᾷ μαρτυρίας, οὐκ ἔστιν ὅστις οὐκ ἂν ἐκδυσωπηθείη, κἂν μέγα θέλοι φρονεῖν ἐπὶ τῷ πάντα φιλόνεικος εἶναι. καί μοι πρόσεχε τῇ μαρτυρίᾳ. ἐδίψα τὸ Ἰουδαίων ἔθνος τοῦ αἵματος Παύλου, ἐπεὶ τῷ οὐρανίῳ φωτὶ περιαστραφθεὶς ἐκεῖνος ὅλος μετέστη πρὸς ὃν ἐδίωκεν, ἐδίψα δὲ τότε μᾶλλον καὶ πρὸς τὴν μιαιφονίαν ἀνεφλέγετο, ὅτε τὰς συναγωγὰς αὐτῶν τὸ ἐκείνου κήρυγμα κεκενωμένας αὐτοῖς ἀπελίμπανεν· καὶ δὴ πᾶσα μὲν αὐτοῖς συκοφαντίας τέχνη, πᾶσα δὲ μηχανὴ ἐκεκίνητο. οὐκ ἀργυραῖ δὲ ἄρα λόγχαι μόνον, ὃ λέγεται, ἀλλὰ καὶ ψεύδους καὶ ἀπάτης καὶ ὀργῆς καὶ θράσους πρὸς τὴν τοῦ ἀνδρὸς σφαγὴν τοὺς ὁμοφύλους ἐξώπλιζον καὶ τὰς χεῖρας ἤδη ταῖς ἐλπίσι σταζούσας εἶχον θερμοῦ τοῦ μιάσματος. ἐπεὶ δὲ μάτην αὐτοὺς ἀνασκιρτῶντας καὶ χαίροντας αἱ ἐλπίδες ἀπέλιπον, κρείττονος τοῦ ἀριστέως ἁπάντων μηχανημάτων ταῖς ἀπολογίαις καθισταμένου, τελευταῖον πρὸς τὸ ἐν λόγοις κράτος καὶ τὸ ἀνεπηρέαστον ἀπορούμενοι ῥήτορά τινα μισθοῦ ποιοῦνται τῶν συκοφαντηθέντων συνήγορον, οὐκ ἂν ἔτι διαδῦναι τὰς ἐκείνου τέχνας καὶ πλοκὰς τῶν λόγων τὸν γραφόμενον, κἂν μυριάκις εἴη ἀναίτιος, οὐδ’ ὁπωσοῦν ἐν ἀμφιβόλῳ τιθέμενοι.

ἀλλ’ ὅ γε σοφὸς τῷ ὄντι Παῦλος ὅσα τε θεῖα καὶ ὅσα ἀνθρώπινα καὶ πρὸς τὸν οὕτω τῇ τέχνῃ καὶ τῷ μισθῷ παρεσκευασμένον διὰ τῆς ἄνωθεν δηλονότι χορηγουμένης αὐτῷ σοφίας καὶ χάριτος οὕτως ἀντεκατέστη τοῖς λόγοις καὶ διηγωνίσατο, αὐτὸν μὲν τρεψάμενος καὶ καταισχύνας αὐτῇ τέχνῃ καὶ μισθαρνίᾳ, τοὺς δὲ ἀρχιερεῖς καὶ ἱερεῖς καὶ ὅσοις ὁ κατ’ αὐτοῦ συνεκεκρότητο φόνος ἐκπλήξεως καὶ ἀμηχανίας ἐμπλήσας, ὥστε μὴ μόνον αὐτοῖς τῆς τοιαύτης ἐπιχειρήσεως μεταμέλειν, ἀλλὰ καὶ σιωπῆς, καίτοι πλέον τῷ θυμῷ ἠγριωμένοις, ὅλα δύο ἔτη καταδίκην σφίσιν ἐπιθεῖναι.

Ὁρᾷς ὅπως τοὺς ἐχθίστους καὶ ἄκοντας ἡ τῶν τοῦ ἀριστέως λόγων δύναμις εἰς μαρτυρίαν ἐξεβιάσατο; ὅτε δὲ καὶ τοῖς ἐχθροῖς ἡ Παύλου σοφία ἔργῳ καὶ λόγῳ διαβεβόηται, πῶς τοῖς ἐκεῖθεν τὰ τῆς εὐσεβείας μεμυημένοις οὐ διαφερόντως καὶ ἀξίως τιμηθήσεται; καὶ μή με νομίσῃς σοφίαν λόγων καὶ κράτος λέγειν καὶ δύναμιν τὴν περίεργον ταύτην καὶ σοβοῦσαν, καὶ κομμωτικοῖς φαρμάκοις καὶ ἄνθεσι τὸ ἔμφυτον κάλλος τοῦ λόγου νοθεύουσαν καὶ τοῖς ἐπιπλάστοις χρώμασι τὸ μειρακιῶδες καὶ ἔκλυτον πρὸς ἑαυτὴν ἐπιστρέφουσαν· μηδ’ αὖ ἐκείνην ὅση τὸ σκυθρωπὸν καὶ ἀμειδὲς ἐπ’ οὐδενὶ χρηστῷ ὑποδύεται, βαθεῖ τε τῆς ἀσαφείας ὑποκαθημένη σκότῳ καὶ τοὺς ἀμαθεῖς καὶ ἀγελαίους τῷ περὶ αὐτὴν ζόφῳ συγχέουσά τε καὶ καταπλήττουσα, τυφλοὺς ἐραστὰς ἐπισυρομένη καλλωπίζεται· οὐδ’ ὅση πρὸς τὸ ποιητῶν αὐτόνομον ἐκτραχηλίζεται, τὰς νεωτερικὰς ὁρμὰς ἑταιριζομένη καὶ διαπαίζουσα. ἀλλ’ ἐκείνην ἔγωγέ φημι, ὅση σώφρων μὲν ἀπαγγέλλειν, κοινὴ δὲ διδάσκειν, πρώτη δὲ παιδεύειν, μόνη δὲ συμπείθειν, εὔσημος δὲ διὰ τῶν συγγενῶν νοημάτων τὴν τῶν πραγμάτων φύσιν ἀναπτύσσειν, καὶ εἴ που χρεία ἐμφάσεως, μυστικῶς εὖ μάλα καὶ τελεστικῶς ἀνακαλύπτειν τὴν τῶν κεκρυμμένων ἀλήθειαν.

ταῦτα μὲν γὰρ τῆς ἐμφύτου καὶ κοσμίας καὶ βιωφελοῦς τοῦ λόγου σοφίας, ἐκεῖνα δὲ τῆς τερπούσης τὴν ἄλογον αἴσθησιν καὶ ταῖς παρατροπαῖς μᾶλλον καὶ τῷ νεωτερίζοντι χαιρούσης ἤθει, καὶ πρὸς μὲν ὠφέλειαν οὐδὲν ὁρώσης, εἰς κρότους δὲ καὶ κολακείας καὶ πολὺν λῆρον διαλυομένης. οὐκ ἦν ἄρα διὰ ταῦτα τῆς μεγαλονοίας Παύλου οὐδ’ ἐγγὺς ἀπομιμεῖσθαι ὃν σὺ τῆς ἐν λόγῳ δυνάμεως ἐπ’ αὐτῆς φέρων κεφαλῆς μονονουχὶ προσκυνεῖς, τὸν ‘ἦ δ’ ὃς’, τὸν ‘ἦν δ’ ἐγώ’, ὥς πού τις καὶ τῶν εἰς δόξαν οἰκείων αὐτὸν ἀπεσέμνυνεν, προσθείην δ’ ἂν ἔγωγε καὶ μάλα εἰκότως καὶ τὸν ‘ἐπεπόνθει ἐγὼ’ καὶ ‘ᾔδει ἐγὼ’ καὶ ‘ἠκηκόει ἐγώ’· καὶ τὸν—οὐκ οἶδ’ ὅπως ἄν τις οὐκ εἰς μακρὰν ἀηδίαν αὐτὸς ἐμπέσοι τὰ ἐκείνου διεξιών, ὃς ἐπὶ τοσοῦτον ταῖς τῶν ῥημάτων καινοτομίαις διαθρυπτόμενος ἐθηλύνετο ὡς μηδὲ προσώπων αὐτοῖς ἐμφάσεις ἔτι βούλεσθαι καταλιπεῖν, εἰς παράσημον δὲ τύπον ἀπαρεμφάτων τὸν χαρακτῆρα τούτοις μεταβιάζεσθαι. ἐῶ δὲ νῦν τὸν τὰ ‘λιπάσματα τῶν ὀφθαλμῶν’ κατὰ ψυχὴν μᾶλλον πεπονθότα ἢ φθεγξάμενον, καὶ τὰ τῆς ‘σαρκὸς πιστὰ ἐλπίσματα’ καὶ ‘εὐσταθῆ καταστήματα’ ἀθλιώτερον στέρξαντα ἢ ἐκληρήσαντα, καὶ πολλαῖς τοιαύταις λέσχαις καὶ κακαῖς ἄταις ἐνασελγαίνοντα. ὧν οὐδετέρου μιμητὴν εἰς λόγους, οὐδ’ εἴ τις τοιοῦτος ἕτερος, τὸν θαυμάσιον Παῦλον, οὐδὲ πολλοῦ δεῖ, ὥσπερ οὐδ’ εἰς πράξεις οὐδ’ εἰς σέβας θείην ἂν ἔγωγε.

οὐ μὴν ἀλλ’ οὐδ’ ἡ Γόργειος παιδιὰ καὶ μικροῦ παρισουμένη τοῖς ἐπὶ σκηνῆς τῶν χορευτῶν σκιρτήμασι καὶ λυγίσμασιν ἀπαγγέλλειν ἀξία τὸ βαθὺ καὶ βεβηκὸς τῶν ὑψηλῶν Παύλου νοημάτων· ἀλλ’ ἐκείνων γε τῶν λόγων τὴν γλῶτταν εἶχε κανόνα, οἳ τηλικούτων πραγμάτων τὸν νοῦν ἐκφέρειν ἐδύναντο κατ’ ἀξίαν, μηδὲν μήτε δολοῦντες μήτε ἐξυβρίζοντες. ‘ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ’· καὶ ‘τίς ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ἢ τίς προέδωκεν αὐτῷ καὶ ἀνταποδοθήσεται αὐτῷ;’ ‘Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα.’ ἐπὶ ταύτῃ τῇ σοφίᾳ τὸν διδάσκαλον ἐγὼ τῆς οἰκουμένης θειάζω, καὶ θειάζειν ἂν ἀξίως, εἰ μὴ τολμηρόν, εὐξαίμην δι’ ἧς τοιαῦτα ἐφθέγγετο, εὐσήμῳ μὲν καὶ σταθερᾷ λέξει τὸ νόημα παριστῶν, κοινὸν δὲ πᾶσι τὸ ὄφελος προτιθείς.

Τί δ’ ἂν εἴποις ἐνθεωρήσας αὐτοῦ τὸ καθαρὸν τῶν ῥημάτων, οὐ μόνον ὅσον εἰς ὀρθότητα φωνῆς καὶ συμμετρίαν ἥκει περιόδων ἐναρμονίως συστελλόμενον, ἀλλὰ καὶ εἴ τι πρὸς τὴν τῶν πραγμάτων ἀφήγησιν ἀπευθύνεται μηδὲν τῶν ἀναγκαίων ἔξωθεν ἐπισυρόμενον ἐφ’ ὅσον τε τὸ τετραμμένον τῶν ὀνομάτων καὶ ὅσον ἐπὶ τὸ σκληρὸν ἀπονεύει, διακρίνων καλῶς ἀποπέμπεται, καίτοι μεγέθει τὸ σαφὲς ὡς εἴ τις ἄλλος, μᾶλλον δ’ ὡς οὐδεὶς ἕτερος, δι’ ὅλων ἐγκερασάμενος; καὶ οὔπω τοῦτό φημι, ὅτιπερ τῷ συμβουλευτικῷ καὶ νομοθετικῷ διαποικίλλεται, οὐδ’ ὅτι περὶ θείων ὁ λόγος αὐτῷ πραγμάτων καὶ τῶν ἐν ἀνθρώποις μάλιστα τιμίων, ἀλλ’ οὐδ’ ὅτι λαμπρύνασθαι καὶ φαιδρῶς εἰπεῖν μιμητὴν οὐκ ἔχων. ‘

τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος’· ‘οὕτως τρέχω ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων’· καὶ ‘ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών· διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός’· καὶ ‘ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ’. θαυμαστὰ μὲν γὰρ ἄγαν καὶ ταῦτα (πῶς γὰρ οὔ;) ἔν τε τοῖς ἄλλοις καὶ τῆς ἐπ’ ἄκρον συνδρομῆς φαιδρότητός τε καὶ καθαρότητος. ἀλλ’ οἷος ἐν τῷ γνωμολογεῖν, ἐν τῷ κρίνειν καὶ εὐσταθῶς ἀποφαίνεσθαι, ἐλέγχειν ἔνθα δεῖ καὶ ὡς δεῖ, ἐπιτιμᾶν, διαμαρτύρεσθαι; ‘ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται’· ‘φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί’· καὶ ‘τοῦτο δέ φημι, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ’· ‘ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐβάσκανεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι;’

καὶ ‘μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται’· καὶ ‘ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει’· καὶ ‘μαρτύρομαι παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι’· καὶ ‘τολμᾷ τις πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;’ καὶ ἴσον ἐστὶν τὰ τοῦ μεγέθους συλλέγειν καὶ τὰς ἐκείνου συντάξεις εἰς ὁλόκληρον ἀναγινώσκειν, οὕτως αὐτῷ τὸ ἀξίωμα δι’ ὅλων κέκραται τῶν λόγων.

Ἀλλὰ τὸ ἦθος ὁποῖος; ‘Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ’· καὶ ‘ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων’· καὶ ‘ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος’· ‘ἐπιποθῶ σε ἰδεῖν μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνείκῃ’· ‘ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς’· καὶ ‘χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὄφελόν γε ἐβασιλεύσατε’· καὶ μυρία ἄλλα. ἆρ’ οὖν ἐνδεῖ τινος τῶν περὶ ταῦτα τὸν βίον ὅλον κατατριψάντων ὁ μηδὲ μέχρι τῶν ὀνομάτων οἶμαι τῆς ἐπιμελείας αὐτῶν ἀνασχόμενος, ἀλλ’ αὐτοσχέδιον ἔχων τὴν γλῶτταν ῥήτορα;

Ἀλλ’ ἄρα τὸ μὲν ἦθος αὐτῷ καὶ τὸ σαφὲς διὰ τοῦ μεγέθους οὕτω διαπρέπει κεραννύμενον, τοῦ τάχους δ’ ἐνδεῖ; καὶ τίς οὕτω πέφυκε συγκράτῳ κεχρῆσθαι γοργότητι; ‘θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς’· ‘πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ’· ‘τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ· τί γὰρ εἰ ἠπίστησαν; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει; μὴ γένοιτο’· καὶ ‘τί οὖν; προεχόμεθα; οὐ πάντως’· καὶ πάλιν ‘λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν’ Καὶ τί ἄν τις πελάγη θαλάσσης σταλαγμοῖς μετρεῖν ἐπιχειροίη; ἴσον γὰρ ἐκεῖνά τε σταλαγμῶν λογισμοῖς ὑποβάλλειν καὶ τὴν Παύλου σοφίαν πειρᾶσθαι λόγῳ διεξελθεῖν. οὐδὲ γὰρ οὐδὲ τὸ καλλωπίζον, καίτοι γε περιορῶν αὐτό, εἰς τέλος παρέδραμεν, ἀλλὰ τῆς μὲν ἐπιβολῆς γυμνώσας ἐν ᾗ ἄν τις καὶ ἐκαλλωπίσατο, τῷ ἐμφύτῳ δὲ περιβαλών, ὅπερ ἄν τις μόλις ἐλπίσειεν, οὕτως θαυμάσαι προήνεγκεν ὡς αὐτὸ τοῦτο κανόνα καὶ τύπον κάλλους ἀληθινοῦ τοῖς συνορῶσι προκεῖσθαι, πολλῷ τοῦ σεσοφισμένου καὶ κατ’ ἐπιτήδευσιν εἰς ὡραιότητα διαφέροντος. ἀλλ’ οὐδέν ἐστιν οἷον αὐτοῦ ἀκούειν. ‘πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν;

πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται, ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά’· πάλιν ‘εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τι σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν’· εἶτα ‘ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει’.

Οὕτως ὁ τῶν ἐπιστολῶν τοῦ μεγάλου Παύλου χαρακτὴρ ἀρετῆς ἁπάσης τῆς ἐν λόγῳ τὰς ἰδέας ἐμμορφούμενος καὶ τοῖς καταλλήλοις καὶ οἰκείοις ἐμποικιλλόμενος σχήμασιν, ἀρχετύπου καὶ παραδείγματος λόγον ἐπέχειν καὶ ζηλοῦσθαι ἄξιος, ἀλλὰ μὴ πρὸς ἑτέρων μίμησιν ἀναγεγράφθαι τοῖς γε σωφρονοῦσίν ἐστιν δίκαιος. οὐδὲ γὰρ οὐδὲ ῥᾴδιον εὑρεῖν ὃν εἰκονίσειεν· ἐπεὶ μηδὲ μελέτης καρπός, ἀλλ’ ἐπιπνοίας ὑπερφυοῦς τὰ Παύλου ῥήματα, ὁ τῆς σοφίας πλοῦτος, ἡ τῆς ἀληθείας καθαρὰ καὶ διαυγὴς καὶ ἡδονῆς σωτηρίου βρύουσα πηγή. τοῦτο τῆς ἄνωθεν φοβερᾶς ἀστραπῆς βραχεῖά τις λαμπηδών, τῶν ἀποστολικῶν χειλέων ἀποπάλλουσα, τοῦτο τῆς ἐν ἀσθενείᾳ τελειουμένης θείας δυνάμεως ἀπορροή τις μετρία, κόσμον ὅλον ἀρδεύουσα, τοῦτο τῆς ἐν ὀστρακίνοις σκεύεσιν ἐνεργουμένης χάριτος (ὢ φρικτῶν καὶ παραδόξων μυστηρίων) μαρτύριον ἀπαράγραπτον, ἐξ ἰδιωτικῆς γλώττης στάζουσα σοφία, ἐξ ἀμελετήτου στόματος κανὼν εὐγλωττίας, ἐξ ἀμαθῶν χειλέων τέχνη ῥητορείας.

Σὺ δὲ τί λέγεις; ἔτι σε λογισμὸς διστάζων τῆς ἐν λόγῳ Παύλου σοφίας ἢ διαπόρησις ἐνοχλεῖ, μᾶλλον δέ, ἆρ’ ἔτι σοι μικρολογηθήσεται εἰ σχήματα τὰς ἐπιστολὰς αὐτοῦ σχηματίσειεν; ἢ μακρὰ ἂν σαυτοῦ τῶν προτέρων καταγνοίης, ὅτι σε τοσούτων χαρίτων δωρεὰ διελάνθανεν; τί δ’ ἂν εἴποις ἐμβαθυνόμενος τῷ ἑτέρῳ μέρει τῆς ἐκείνου περὶ τοὺς λόγους δυνάμεως; οἷος ἐν τοῖς κεφαλαίοις τὴν τάξιν, τὴν σύνεσιν, εἰσάγων, οἰκονομούμενος, ὑποφέρων, ἀνθυποφέρων· ὅσος τῶν ἐπιχειρημάτων τὴν εὕρεσιν, τὸ ἐν ταῖς ἐργασίαις γόνιμον· ὅπως συμπείθειν ἕτοιμος καὶ πολὺς παραβολαῖς, παραδείγμασιν· ἡλίκος τοῖς ἐνθυμήμασιν καὶ τὴν ἄλλην τούτοις ἅπασαν συγγενῆ δύναμιν, ἅ σοι παράσχοι περιελθεῖν, κἂν μηδενὶ θελήσῃς ἑτέρῳ κατὰ μελέτην προσσχεῖν, εἰς ὡς ἀληθῶς ὀξὺν ἔρωτα καὶ θαῦμα γλυκύ, ἥ τε περὶ τῶν εἰδωλοθύτων τοῦ ἀνδρὸς εἰς ταῦτα μεταχείρισις καὶ ἐν ᾧ καθαιρεῖν ἐπιχειρεῖ τῶν μέγα φρονούντων ἐφ’ ᾧ γλώσσαις ἐλάλουν τὸ φύσημα, καὶ δὴ καὶ ὡς ὁ νόμος ὀφειλέτης ἦν παραχωρῆσαι τῇ χάριτι. ἀλλὰ περὶ μὲν τούτων ἱκανὰ καὶ ταῦτα κατὰ γράμματος ὁμιλίαν· εἰ δέ ποτε συνεσόμεθα (συνεσόμεθα δέ, θεῖόν μοι τοῦτο μήνυμα προαγορεύει), τότε πλατύτερον ἢ νῦν περὶ τούτων σοι διαλεξόμεθα.