Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Η θεία οικονομία, το ακατάληπτο του Θεού και λοιπές νουθεσίες

Επιστολές που αναλύουν τη σημασία της σαρκικής περιτομής του Χριστού, το ακατάληπτο της θείας ουσίας και τη μεγαλωσύνη της θείας οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 12 από 34

Γεωργίῳ μητροπολίτῃ Νικομηδείας Τὸ μὲν βαθύτερον τῆς προνοίας, δι’ ἣν Ἰησοῦς ὁ Χριστὸς καὶ θεὸς ἡμῶν σαρκὶ τὴν περιτομὴν ἔσχεν, εἰς τὸν ἀνεξερεύνητον αὐτοῦ τῶν κριμάτων βυθὸν τῆς ἀνθρωπίνης ἀναχωροῦν διανοίας καταδύεται. ἃ δὲ καὶ τῶν μακαρίων ἡμῶν πατέρων διδασκόντων καὶ αὐτοὶ διασκοποῦντες συνιδεῖν οὐχ εὑρίσκομεν ἄπορον· πρῶτον μὲν ἐπ’ ἐλέγχῳ τέμνεται τὴν σάρκα τῶν τὴν παλαιὰν δυσφημούντων διαθήκην καὶ τὸν ἐν αὐτῇ νομοθετήσαντα ὕβρεσι βαλλόντων. δι’ ὧν γὰρ τὴν ἐκεῖθεν δοθεῖσαν περιτομήν, ὡς οὐδ’ ἂν αὐτοὶ ἀρνηθεῖεν, ὁ ἀγαθός τε καὶ ἀληθὴς θεὸς ὑπέστη, τοῖς ἔργοις αὐτοῖς μαρτυρεῖ τὸν τῆς περιτομῆς νομοθέτην ἀγαθόν τε εἶναι καὶ ἀγαθῶν δοτῆρα καὶ τῆς αὐτῆς φύσεως κοινωνόν· οὐ γὰρ ἄν τινος ὄντος ἐναντίας, ἡ τῆς ἀγαθότητος πηγὴ τὰς ἐκεῖθεν τοῦ νόμου ῥανίδας διὰ τῆς σαρκὸς ἐπεδείκνυ προχεομένας. ἵνα οὖν τὰ ἀπύλωτα στόματα τὰ κατὰ τοῦ πατρὸς ἢ καὶ κατ’ αὐτοῦ γε τοῦ υἱοῦ τὴν βλασφημίαν λαλήσαντα ἐπιστομίσῃ (πάντα γὰρ τὰ τοῦ πατρὸς τοῦ υἱοῦ ἐστιν, καὶ ἃ ποιεῖ ὁ πατὴρ καὶ ὁ υἱὸς ποιεῖ), τέμνεται καὶ τὴν σάρκα τῆς ἀκροβυστίας, συνδιατέμνων αὐτῇ πολλῶν δυσσεβῶν αἱρέσεων ἀφορμάς.

Δεύτερον δὲ ἐκεῖνό μοι νόει. ἐτόλμησέν ποτε ὁ δυσσεβὴς Ἀπολινάριος τερατεύσασθαι ὡς ἡ προσληφθεῖσα σὰρξ τῇ προσλαβούσῃ θεότητι τὸ ὁμοούσιον συνδιέσῳζε· σάρκα γὰρ ἀνέπλαττεν ὡς ἠβούλετο, οὐχ οἵαν ἡ ἀνθρωπίνη φύσις οἶδεν, ἀλλ’ οἵαν ἡ φαντασία τῶν ἐξεστηκότων λογισμῶν ἐδημιούργει. ἡ τοίνυν τομὴ τῆς σαρκὸς καὶ τὸ πρὸς τὴν θεότητα λαμπρῶς ἀνακηρύττει ἑτεροφυὲς καὶ τὸ πρὸς τὴν ἡμετέραν σάρκα ὁμοούσιον παριστᾷ.

Τρίτον δὲ πρὸς τοῖς εἰρημένοις οἱ τῶν Μανιχαίων παῖδες φαντασίᾳ τὴν σάρκα τὸν Χριστὸν προσειληφέναι δόγμα ποιοῦνται· ἀλλ’ ὡς ὁρᾷς, προαποτειχίζεται τῇ περιτομῇ καὶ τούτων τὸ δύσφημον. φαντασία γὰρ τομὴν καὶ πάθος καὶ ῥύσιν ὁρωμένην αἵματος οὐκ ἀνέχεται, οὐδὲ τὰ τῆς ἀληθείας ἔργα τὸ πλάσμα καθαρῶς παραδέχεται.

Πάλιν Οὐαλεντῖνος κενοφωνεῖ οὐκ ἐκ τῶν παρθενικῶν καὶ ἀχράντων αἱμάτων τὴν ἑνωθεῖσαν τῷ λόγῳ σάρκα παγῆναι, κάτω δὲ τῆς εὐσεβείας πεσὼν ἄνωθεν αὐτῷ ποθεν καταβιβάζει τὸ σῶμα· ἀλλὰ καὶ τούτου πόρρωθεν, ὡς δῆλον, ἡ περιτομὴ τὸ θράσος προαποτέμνεται.

Καὶ πρὸς τούτοις περιτέμνεται, ἵνα τὸ βέβαιον τῆς δοθείσης ἐντολῆς παραστήσῃ· διαμένειν γὰρ αὐτῇ τὸ ἀπαράβατον μέχρι τῆς αὐτοῦ παρουσίας, ἐξ ὧν ὑπηρετήσατο μετὰ τοῦ ἀνεπιλήπτου συγκατασκευάζει. εἰ γὰρ ὁ μὴ δεηθεὶς ὅλως περιτομῆς ὅμως ὑπέρχεται ταύτην, σχολῇ γ’ ἄν τις ἁλοίη τῶν ὑπὸ τῷ νόμῳ ταύτην παρεωραμένος οὐκ ὀφείλων δίκας.

Πάλιν τῶν Ἰουδαίων ὁ δῆμος φιλαιτιώτατος ὢν καὶ τὰς μὴ οὔσας δεινὸς προφάσεις ἀναπλάττειν, εἰ μὴ τὴν περιτομὴν ὑποστὰς οὕτως αὐτοῖς τὰ σωτήρια εἰσηγεῖτο, τίνος ἂν οὐκ ἐνόμιζον περιδράττεσθαι δικαιολογίας διωθούμενοι τὴν διδασκαλίαν, ὅτιπερ ἀπερίτμητον ὄντα καὶ ἐξ αὐτῆς ἑστίας πάντα λύοντα θεσμὸν πῶς ἐνῆν παραδέχεσθαι σωτῆρα; ἵνα οὖν αὐτῶν ἀναχώρησιν πᾶσαν ἀποκλείσῃ καὶ τὸ οἰκεῖον ἁμάρτημα μηδεμίαν ἔχωσι χώραν εἰς τὸν ἀναίτιον περιτρέπειν, περιτεμόμενος τὴν ἀκροβυστίαν συναποτέμνει τῶν ἀχαρίστων πᾶσαν εὐπρόσωπον πιθανολογίαν.

Σκόπει δέ μοι κἀκεῖνο. εἰ μὲν μὴ περιτμηθεὶς ἔπαυε τὴν πρᾶξιν, τάχα ἄν τισιν ὁ δεσπότης ὡς ἑαυτὸν ἀπαλλάσσων αἰτίας καὶ τῆς ἰδίας προθέσεως προϊστάμενος τὴν τῆς περιτομῆς ἀναίρεσιν διὰ τῶν μαθητῶν ὑπενοεῖτο μεθοδεῦσαι· ἐπεὶ δὲ καὶ περιτέμνεται καὶ παύει τὸ ἔργον, καὶ ταύτην προαφαιρεῖται τὴν ὑπόνοιαν τῶν φιλαιτίων.

Σὺ δὲ μηδ’ ἐκεῖνο παραδράμῃς. τύπος ἦν καὶ σύμβολον τοῦ βαπτίσματος ἡ περιτομή· μήπω τοιγαροῦν τῆς ἀληθείας φανερωθείσης τὸν τύπον ἐπικρατεῖν ἔδει, ἐπιστάσης δ’ ἐκείνης ταύτην ὑποχωρεῖν. διὸ περιτέμνεται μὲν τὸ κρύφιον τῆς σαρκός, οὔπω τῆς ἐν χάριτι περιτομῆς φανερωθείσης· ἐκείνης δὲ τῷ δεσποτικῷ βαπτίσματι πάντα περιαυγαζούσης καὶ λαμπρὰν τὴν ἀλήθειαν ὑποδεικνυούσης τὰ ἐν σκιᾷ καὶ αἰνίγματι παρρησιάζεσθαι τόπον οὐχ εὑρίσκει.

Χωρὶς δὲ τῶν εἰρημένων ἀναμνησθῆναι κἀκεῖνο δεήσει. ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ τὰ ἔθνη πάντα ἐνευλογηθήσεσθαι ὅρκον καθ’ ἑαυτοῦ διδοὺς ὁ θεὸς τῷ δικαίῳ, ποιεῖται λογάδα πάντων ἐθνῶν τὴν ἐκείνου φυλήν, καὶ οἱονεὶ σφραγίζων αὐτὴν διὰ τοῦ φυλάρχου τῇ περιτομῇ τήν τε πίστιν ἐπισημαίνεται τοῦ πατριάρχου καὶ τὸ γένος ἅμα ἐν ἀφορισμῷ συντηρεῖ. ὁ τοίνυν ὅρκος παραβάσεως ἂν παρεῖχεν αἰτίαν, εὐλογουμένων μὲν ἁπάντων ἐθνῶν διὰ μόνου τοῦ κοινοῦ σωτῆρος Χριστοῦ, οὐ φέροντος δὲ τὸ ἐπίσημον τῆς Ἀβραμιαίας σπορᾶς, ἥτις ἦν ἡ περιτομή. ἵνα οὖν καὶ τῷ Ἀβραὰμ τὸ κεχαρισμένον πέρας ἡ ὑπόσχεσις ἀπολάβῃ καὶ τὴν κατὰ τῆς ἀληθείας ὑπόληψιν (ἡ δέ ἐστιν ὁ θεός) τῆς ψευδορκίας διαλύσῃ (‘ἐγὼ’ γάρ ‘εἰμι’ φησὶν ‘ἡ ἀλήθεια καὶ ἡ ζωή’), τέμνεται τὴν σάρκα τῆς ἀκροβυστίας, ἐν τῇ τῆς χάριτος ἀπαρχῇ καὶ εἰσαγωγῇ (αὕτη δέ ἐστιν ἡ κλῆσις καὶ ἡ εὐλογία καὶ ἡ υἱοθεσία τῶν ἐθνῶν) τὴν νομικὴν πολιτείαν συμπεριγράφων καὶ συνεκπληρῶν. καὶ πολλὰ ἄν τις ἕτερα τοιαῦτα κατὰ σχολὴν ἐπιθεωρήσοι, ὧν ὅ τε τῆς ἐπιστολῆς νόμος καὶ ἡ σὴ σύνεσις (τί γάρ; ἐκ τῶν εἰρημένων οὐκ ἐνῆν καὶ τὰ σεσιγημένα θηρᾶσαι;) ἐπεὶ μὴ ἡδὺ νομίζει, περιττὸν ἐκρίθη ἡ παράθεσις.

Τῷ φιλοχρίστῳ καὶ μεγάλῳ βασιλεῖ Βασιλείῳ ἀρξαμένῳ γράφειν καὶ ἀποριῶν τινων ἐπιζητήσαντι λύσεις Ἡ καλή σου περὶ τὰ οὕτω σοφὰ καὶ θεῖα μαθήματα φιλοπονία καὶ σπουδὴ οὐκ ἐμὲ μόνον πρὸς ἐπιστροφὴν αὐτῆς διανίστησιν, ἀλλὰ καὶ παντί γε, οἶμαι, ὅτῳ μὴ πάνυ τῶν καλῶν ἕτερος ἔρως τὸ φίλτρον ἐκλύων ἀντεπέστησεν τὸ ἀνέραστον θειάζειν τε καὶ κινεῖν, ἐπαίνου ἀξία καθίσταται, μάλιστά γε ὅτι καὶ τοσαύτας φροντίδας ἐγκεχειρισμένος οὐκ ἐνδίδως οἷς καθ’ ἑκάστην προνοούμενος ἐπαγρυπνεῖς οὐδὲ πρὸς τὴν τῶν πόνων ἄνεσιν καὶ ψυχαγωγίαν ἀφορᾷς, ἀλλὰ καὶ ἐπ’ ἐκεῖνα τοὺς λογισμοὺς εἰς τὸ δραστήριόν τε καὶ τὸ τῇ πατρίδι συνοῖσον ἀναστρέφεις καὶ τῶν οὕτω θαυμαστῶν καὶ φιλοσόφων θεωρημάτων τὸ βάθος διερευνώμενος οὐκ ἀνίεις, ἕως ἂν ὡς οἷόν τέ ἐστιν εἰς αὐτὴν τῆς ἀληθείας ἀναδραμεῖν σοι περιγένοιτο τὴν κορυφήν. καὶ μακαρίζω τοὺς ὁρῶντας ἐπὶ σοὶ ταῦτα καὶ ἀκούοντας, καὶ τότε λαμβάνω συναίσθησιν τῆς τῶν ἐχθρῶν ἐπηρείας, καὶ οἵου με καλοῦ καὶ ἡδίστου θεάματος ὁ φθόνος ἐστέρησεν, ἐν πολιτείᾳ ὁρᾶν φιλοσοφίαν χορεύουσαν, καὶ τότε τὴν ἡμετέραν καὶ ἧς ὁ καρπὸς τὰ οὐράνια.

ἡμεῖς μὲν οὖν κατὰ τοὺς Αἰγιέας οὔτε τρίτοι οὔτε τέταρτοι· εἰς ταύτην γὰρ τὰ ἡμέτερα τὴν λῆξιν, οὐκ οἶδα τὸ φύλλον, οὐκ οἶδα τὸ ὄστρακον, οὐκ οἶδα ἡ τῷ καδίσκῳ διὰ τοῦ κημοῦ καθιεμένη ψῆφος, οὐκ οἶδα εἴ τι ἄλλο—τὸ γὰρ Πυθόχρηστον λόγιον ἄλλως τε χαιρέτω καὶ ὅτι οὐδὲν πρὸς ἡμᾶς, πλὴν ὅτι παραπλήσιόν τι τῶν εἰρημένων, ὡς καὶ αὐτὸς ἂν φαίης—εἰς τὰ νῦν παρόντα τὸν ἡμέτερον βίον περιέστησεν.

Ἐμὲ μέν, ὅτε τὸ γράμμα ἧκεν, νόσος ἐμάστιζε χαλεπή, μικροῦ μηδ’ εἰπεῖν τι πρὸς τὴν αἴτησιν ταῖς ἐπικειμέναις ἀλγηδόσι τὴν ἄδειαν ἐμπαρέχουσα· ἀλλ’ οὖν ὡς ἐν νόσῳ πιεζόμενος ἐκεῖνο ἂν φαίην, ὅτι τὸ θεῖον κατὰ τὴν ἑαυτοῦ ὑπερούσιόν τε καὶ ἄληπτον οὐσίαν οὐκ ἀνθρωπίνην μόνην ὄψιν καὶ διάνοιαν ἐκφεύγει, ἀλλὰ καὶ αὐτὰς τὰς ἀνωτάτω καὶ πλησιαζούσας δυνάμεις, αἳ πολλῷ τῷ μέτρῳ τῆς ἀνθρωπίνης ὑπερανεστήκασι φύσεως, οὐ κατὰ τὸν παρόντα μόνον καιρόν, καθ’ ὃν τῷ πολυπαθεῖ τούτῳ σαρκίῳ δεδέμεθα, ἀλλὰ καὶ κατὰ τοὺς μέλλοντας αἰῶνας, ὅτε τὰ πολλὰ τῶν αἰνιγμάτων καὶ ἐσόπτρων ἀποσκευασαμένοις καὶ τὸ ἄφθαρτον ἀντὶ τοῦ φθαρτοῦ περιβαλλομένοις καθαρώτερόν τε καὶ τελειότερον ἐναστράπτει ἡ ἀλήθεια. τί γὰρ χρὴ λέγειν ὡς οὔτε Μωσῆς, ὁ εἰς τηλικοῦτον ὕψος ἀρετῆς ἀναδραμὼν ὥστε τά τε ἄλλα τῶν παραδόξων χάριν ἔχων εἶναι αὐτουργὸς καὶ γλώττῃ γεωργεῖν ὥσπερ ἄρουραν τὸν οὐρανὸν καὶ τροφὴν ἐκεῖθεν αὐτοσχέδιον πολλαῖς μυριάσιν ἐπαρκεῖν, οὔτε Ἠλίας, ᾧ τοῦ πυρὸς ἡ φύσις εἰς ἵππους ἐπιμερισθεῖσα καὶ ἅρματα τὴν πρὸς οὐρανοὺς αὐτῷ καθυπηρετήσατο ἄνοδον, οὔτε τῶν θείων καὶ μακαρίων προφητῶν ὁ χορὸς οὐμενοῦν οὐδεὶς ἔσχεν εἰς κατάληψιν ἐλθεῖν, τίς τέ ἐστιν καὶ ὅπως ἐστὶν ἡ ὑπερφυής τε καὶ ἀκήρατος φύσις τῆς θεότητος;

Ἀλλὰ γὰρ ὅτι μὲν ἔστι καὶ ὑφέστηκεν εἰς κατάληψιν ἡμῖν ἐχαρίσατο, εἰ καὶ τοῖς μὲν μᾶλλον ἐναυγάζει τὴν χάριν, τοῖς δὲ ἐπιδεέστερον, κατὰ τὴν ἀναλογίαν ἑκάστῳ τοῦ κατορθώματος, τί ποτε δέ ἐστιν ἢ ὅπως ποτέ ἐστιν, οὐδενὶ τῶν ἁπάντων ἑαυτὴν ἀπεγύμνωσεν· ἀλλὰ καὶ τῶν εἰρημένων ἁγίων ἔμπροσθεν, Μωσῇ μὲν ἐπιποθήσαντι τὸ ἀθέατον οὐ δεδώρηται, παραμύθιον δὲ πόθου τοῦ ἀτυχήσαντος, τῆς σαρκώσεως, καὶ τότε διὰ συμβόλων καὶ τύπων, ἐκκαλύπτεται τὸ μυστήριον, τοῖς δὲ ἐν τύποις τε καὶ ὁμοιώμασιν, ὅσα ἐστὶν ἰδεῖν ἀνθρώπῳ δυνατά, τὴν οἰκείαν δόξαν τὸ θεῖον ἐνήστραψεν. ὅτι δὲ θεὸν ἀνθρώπων οὐδεὶς ἑόρακεν οὔτε δυνήσεται ἰδεῖν, γέμει μὲν τὰς μαρτυρίας τὰ παλαιὰ καὶ ἱερὰ γράμματα, γέμει δὲ καὶ ἡ χάρις, καὶ βίβλος ἂν ὁλόκληρος εἴη ἡ τῶν ἐπιμαρτυρομένων λογίων τὴν γνῶσιν παράθεσις.

Καὶ μὴν καὶ ὁ τῶν τοῦ θείου ῥημάτων Παύλου μύστης καὶ κατήκοος, ὁ ῥήτωρ μὲν τοὺς λόγους, φιλόσοφος δὲ τὰ νοήματα, μᾶλλον δὲ καὶ τοῦ νοῦ καὶ τῆς γλώσσης τὴν ἄνωθεν ἀποστάζων χάριν καὶ τῆς θείας ἡμῖν σοφίας ἀναβλύζων τὴν ἄβυσσον, οὗτος οὖν ὁ μέγας Διονύσιος λαμπρῶς τε καὶ δριμέως μετέρχεται τὸ μηδαμῇ τὸ θεῖον, τί ποτέ ἐστιν, μηδέποτε ἀνθρωπίναις ὑποβάλλεσθαι καταλήψεσιν. ναὶ δὴ καὶ τοῦ μεγάλου τῆς εὐσεβείας ἀγωνιστοῦ, ὃς βίον τοὺς ἄθλους ἠνέγκατο (τὸν θεσπέσιόν φημι Ἀθανάσιον) πολλάς ἐστι λαβεῖν τὰς ῥήσεις αἳ τὸ θεῖον χωρίς τινος παραπετάσματος καὶ προβλήματος ἢ ὁμοιώματος ἄληπτον παντελῶς, ὅσα γε εἰς οὐσίαν καὶ φύσιν, τῷ ἀνθρωπίνῳ γένει ἀνακηρύττουσι. τὴν δὲ τῆς ἐκκλησίας βασίλειον στολήν, τὸν θαυμαστὸν καὶ μέγαν Βασίλειον, τὸν ἄριστόν τε ἅμα καὶ ἥδιστον τῶν ψυχῶν ἰατρόν, τίς οὐκ οἶδεν ὅτιπερ κατὰ τῆς Εὐνομίου λύσσης κιρνῶν τὸ φάρμακον ὡς ἕν τι τῶν παιωνίων ἀλεξημάτων καὶ τοῦτο δὴ τοῦτο τὸ τῆς θείας καὶ ἀρρήτου φύσεως ἄληπτόν τε καὶ ἀνεπινόητον παρεστήσατο; καὶ μὴν καὶ τῷ ἀπὸ τῆς θειότητος τῶν λόγων μᾶλλον ἢ διὰ τῆς κλήσεως κληρωσαμένῳ τὸ χαρακτηρίζεσθαι (τὸν θεολόγον οἶδα Γρηγόριον ὡς ἐνόησας), λόγοις ὅτι μάλιστα πυκνοῖς τε καὶ δριμέσι τοῖς ἐνθυμήμασιν ἰχνηλατοῦντι τὴν ἀλήθειαν, περὶ ταύτης ἀναγέγραπται τῆς ὑποθέσεως.

ἀλλά γε δὴ καὶ τῷ ῥήτορι τῆς ἐκκλησίας, μᾶλλον δὲ τῷ μετὰ Παῦλον τὴν περίγειον πᾶσαν τοῖς τοῦ κηρύγματος λόγοις καὶ τῆς ἄλλης παιδαγωγίας πολίσαντι, καὶ τούτῳ δὴ τούτῳ, οὗ τὸ στόμα οἱ λόγοι χρυσοῦν τῷ κόσμῳ ἐγνώρισαν, λόγος ῥέων πολὺ μετὰ τῆς ἀληθείας τὸ πειθήνιον, ὃς ὁ Περὶ ἀκαταλήπτου ἐπιγράφεται, οὐδὲν ἕτερον μᾶλλον ἢ τὸ προκείμενον σπουδάζει καὶ ἀποδείκνυσιν.

Καὶ μυρίους ἄλλους τῶν θείων ἡμῶν πατέρων εὕροι ἄν τις κατὰ σχολὴν ὁμογνώμονα τοῖς εἰρημένοις τὴν ψῆφον ἐξάγοντας· οὓς εἰ μὴ τὸ πικρὸν τῆς νόσου τὴν ὀδύνην ἐπέτεινεν, τάχα ἂν καὶ αὐταῖς λέξεσι τὴν γνώμην παρεῖχον δεικνύοντας. πλὴν ἀλλὰ σοί γε ῥᾴδιον ὑπόμνησιν λαβόντι τῶν τε εἰρημένων καὶ τῶν ἔτι λειπομένων τὰς μαρτυρίας εἰς ἓν ἀθροισάμενον τὴν ἐκ πάντων συμφωνίαν θαυμασίαν οἵαν θεάσασθαι. ἡμῖν δ’ ἀρκεῖ τὰ νῦν καὶ τῶν ἀσωμάτων μόνον ἡ φωνὴ παρατεθεῖσα, ἣν ἐπειδὴ τῶν ἀποστόλων ὁ χορὸς τὸν κοινὸν δεσπότην καὶ θεὸν ἡμῶν μετὰ τοῦ προσλήμματος ἀναλαμβανόμενον βλέποντες κατεπλήττοντό τε καὶ ἐτεθήπεσαν, διαρρήδην ἀπεφήναντο πρὸς αὐτούς· ‘τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν’. ἐπορεύετο δὲ δηλονότι τοῖς πατρικοῖς καὶ μετὰ τοῦ προσλήμματος ἐνιδρυθήσεσθαι κόλποις, ὥσπερ καὶ πρότερον ἐπὶ γῆς ὡρᾶτο πρόβλημα φέρων τὴν σάρκα καὶ τὴν ἀνθρώπου μορφὴν περικείμενος. οὐκοῦν καὶ εἰσαῦθις κατὰ τὴν αὐτὴν ἰδέαν τε καὶ φύσιν ἐμφανισθήσεσθαι εἰς γνῶσίν τε καὶ κατάληψιν ἀφικέσθαι τὸν κοινὸν δεσπότην ὁ ἱερὸς χρησμὸς ἐβεβαίωσεν. καὶ τότε ὅρα μοι, τίσιν;

οὐ γὰρ τοῖς τυχοῦσιν, οὐδ’ ὅσοι μικρῷ τῷ μέτρῳ τῶν ἄλλων ἀνθρώπων εἰς ἐπίπνοιάν τε θείαν καὶ θεωρίας ὕψος καὶ ταῖς ἄλλαις ἀρεταῖς ὑπερανέχουσιν, ἀλλ’ αὐτοῖς ἐκείνοις οἳ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γεγενῆσθαι συμπάσης τῆς ἀνθρωπίνης φύσεως ὑπ’ αὐτοῦ τοῦ πλάστου προεκρίθησαν.

Σὺ δέ μοι τά τε ἄλλα ἔρρωσο, καὶ ψυχὴν καὶ σῶμα θεῷ καθαρὸν συντηρῶν, εἴης τοῦ βίου τὰ κύματα ἱλαρὸν πνεούσαις αὔραις διαπερῶν καὶ τῆς ἐκεῖθεν ἅλμης ὑπερνηχόμενος.

Νικολάῳ ἡγουμένῳ μονῆς τοῦ ἁγίου Ταρασίου Ἡ τοῦ ῥήτορος τῆς ἀληθείας φωνὴ ἡ ‘ὡς πάντοτε καὶ νῦν δοξασθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς, εἴτε διὰ θανάτου’, πόθου μὲν αὐτὴ προχεῖται σεβασμίου τε καὶ ἱεροῦ, ἐλπίδος δὲ βέβηκεν φύσιν ἀγνοούσης θνητήν, τοιαύτην δὲ τὴν διάνοιαν ὑποδηλοῖ. πάντοτε ὁ Χριστὸς ἐν τῷ σώματι Παύλου ἐμεγαλύνετο, καὶ ὅτε δεσμοῖς αὐτὸν καὶ μάστιξιν ἐνταλαιπωρεῖσθαι συνεχώρει καὶ θανάτου πρὸ πυλῶν ἐρρῖφθαι καὶ ὅτε ἐξεῖλκεν αὐτὸν καὶ ἀνήρπαζεν ἐκ μέσων τῶν ἀνιαρῶν. οἷς μὲν γὰρ ἐναθλεῖν ἠφίετο καὶ τοῖς εἰς θάνατον ἄγουσι συνεπλέκετο πειρασμοῖς ἐβεβαιοῦτο καὶ ἐκρατύνετο τῆς εὐσεβείας τὸ κήρυγμα, λογιζομένων τῶν ὁρώντων τὰ Παύλου δεσμὰ καὶ τὰς θλίψεις καὶ τὴν ἐν αὐτοῖς ὑπομονὴν ἐκπληττομένων καὶ τῷ θαύματι πρὸς ἐπιστροφὴν διανισταμένων, ὡς εἰ μὴ θεῖόν τι καὶ πανάληθες τὸ παρ’ αὐτοῦ κηρυσσόμενον καθειστήκει, οὐκ ἂν ἑαυτὸν μυρίοις χαίρων καὶ ἀφορήτοις ἐδίδου κακοῖς, ἐνὸν παυσάμενον ἀπαλλάττεσθαι τῶν ἀλγεινῶν καὶ μὴ τὸν θάνατον εἰς ἀγῶνα καλεῖν· ἐμεγαλύνετο τοίνυν εἰκότως διὰ τούτων ὁ Χριστός, τοῦ κηρύγματος εἰς βεβαίωσιν τοῖς πολλοῖς ἀφικνουμένου καὶ ταῖς τῶν ἀνθρώπων ἐμπλατυνομένου ψυχαῖς.

Πάλιν δὲ ἡνίκα ἐξεῖλκεν αὐτὸν καὶ ἀνήρπαζεν κινδύνων ὀλεθρίων, αὐτόθεν ἐμεγαλύνετο· οὐδὲ γάρ τινος ἀνθρωπίνης ἦν ἐπινοίας, ἐκ μέσου χειρὸς φονώσης καὶ τοῦ αἵματος διψώντων κακῶν ἀπαθῆ πολλάκις ἀπολύεσθαι τὸν ἀγωνιστήν, ἀλλὰ θεία τις καὶ ὑπὲρ ἄνθρωπον χάρις ἦν ἡ παρ’ ἐλπίδας τὸν θεράποντα ῥυομένη καὶ διαλύουσα τὰ δεινά. πῶς γὰρ ἐλύετο τὰ δεσμά; πῶς ἐξέπιπτον αἱ ἁλύσεις; τὸ φῶς τίς ὑφῆπτεν τῷ οἰκήματι; πῶς περιήστραπτεν ὅλον τῇ αἴγλῃ πληροῦν, μηδεμιᾶς ὕλης ὑπηρετουμένης τῇ φλογί; πόθεν μόνον κατεσείετο τὸ δεσμωτήριον; πῶς ἀνεῴγνυντο αἱ θύραι; πῶς ἐκεῖνα τὰ μυρία καὶ παράδοξα ἐγεγόνει, εἰ μὴ τῆς πάντα κρατούσης ἡ δύναμις ἐπεδείκνυτο χειρός; δι’ ἀμφοῖν οὖν ὁ Χριστὸς ἐν τῷ σώματι Παύλου ἐμεγαλύνετο, ταῖς τε πικραῖς καὶ θανατηφόροις βασάνοις ἐγκαρτεροῦντος τοῦ κήρυκος καὶ δι’ ὧν ὑπερφυῶς ταῖς τῶν ἐπιβουλευόντων μιαιφονίαις καὶ παρὰ δόξαν ἀνάλωτον ἐτίθει καὶ ἀπεδείκνυεν τὸν ἀγωνιστήν. οὕτως οὖν καὶ διὰ τῆς ζωῆς, τοῦτ’ ἔστι τῶν ζῳοποιούντων καὶ διασῳζόντων, καὶ διὰ τῶν θανάτου παραιτίων πληγῶν καὶ βασάνων ἡ τῆς σοφίας καὶ δυνάμεως πηγή, Χριστὸς ὁ θεὸς ἡμῶν, ἐν τῷ Παύλου σώματι ἐμεγαλύνετο.

Οὐδὲν δὲ κωλύει τὰ τοῦ διδασκάλου ῥήματα καὶ πρόρρησιν ὑπογράφειν. ἐπεὶ γὰρ δεύτερον τῷ Νέρωνος βήματι παρέστη, καὶ τὴν μὲν πρώτην ἀπολογησάμενος ἠφείθη, τὸ δεύτερον δέ, πρὸς πάντα τῆς Νέρωνος ὠμότητος ἀσχέτῳ ῥύμῃ φερομένης, ξίφει τὸν βίον ἀπολιμπάνει, τοῦτο νῦν ἂν εἴη λέγων ὅτι ‘μεγαλυνθήσεται ὁ Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς’, ὥσπερ νῦν, ἐκ χειρὸς παλαμναίας καὶ φονώσης ἀφαρπάζων με, ‘εἴτε διὰ θανάτου’, ὡς ὕστερον ἔσται, μηδὲ τοῦ κεφαλαίου τῶν ἄθλων ἀποστεροῦντός με τοῦ ἀγωνοθέτου. ἔδει γάρ, ὡς ἔοικεν, μὴ προαποκαμεῖν τὸν ἀθλητὴν μηδὲ τὸν ὑπὲρ ἄνθρωπον δρόμον κοινῷ τῆς φύσεως διακοπῆναι θανάτῳ, ἀλλὰ καὶ αὐτὴν τὴν μετάστασιν, αὐτὴν τὴν πρὸς τὸ ποθούμενον ἔξοδον, ἆθλον εἶναι καὶ ἀγώνισμα κρείττω φύσεως γηγενοῦς. τοῦτο δὴ οὖν, τοῦτο ὁ μὴ ζῶν ἑαυτῷ, ἀλλὰ τῷ Χριστῷ, ὁ τοῖς πᾶσι πάντα καὶ γινόμενος καὶ ὤν, προϋποφαίνει καὶ προαναδιδάσκει τοὺς μαθητάς, ἵνα μὴ μετὰ ταῦτα (μέγα γὰρ ἦν ὡς ἀληθῶς καὶ πρώτη μετὰ θεὸν σωτηρία ἡ Παύλου ζωή) τοῦ πάθους ἀθρόον διαδοθέντος θόρυβός τις καὶ τάραχος τῷ ἀνελπίστῳ τὰς ψυχὰς αὐτῶν διασείσῃ καὶ εἰς ἀμήχανον ἀθυμίαν ἐμβαλὼν πᾶσαν αὐτοῖς ἐλπίδα συγκαταστρέψῃ καὶ πρὸς τὴν εὐσέβειαν καταστήσῃ ὀκνηρούς.

Ἔστι δὲ καὶ ἕτερον τῶν ῥημάτων θηρᾶσαι σκοπόν, εἰ μή τι ἄλλο, ἀλλ’ οὖν περὶ πόδα τέως ὑπάρχοντα τῷ ῥητῷ. τίς οὖν οὗτος; ὡς πάντοτε, φησίν, ἐν ὅλῳ τῷ τοῦ βίου διαστήματι ἐμεγαλύνετο ὁ Χριστὸς ἐν τῷ τοῦ Παύλου σώματι, πάσχοντος μὲν ἀνδρείως καὶ κρεῖττον ἢ κατὰ βίον φιλοῦντος τὸ ζῆν, ἀπαλλασσομένου δὲ καὶ ξένον ἀκοῦσαι καὶ πίστεως μεῖζον θνητῆς, οὕτω καὶ νῦν μεγαλυνθήσεται καὶ ἐν αὐτῷ τῶν ἀγωνισμάτων τῷ τέλει. μεγαλυνθήσεται δὲ ἔκ τε τοῦ μὴ παθεῖν τὸν ὑπασπιστὴν ὁμοίως καὶ ἐκ τοῦ παθεῖν· ἥκων γὰρ ὁ γεννάδας οὗτος ἐπ’ αὐτὸ τὸ τελευταῖον στάδιον τῶν ἄθλων, ἀφίεται μὲν τὰ πρῶτα τοῦ θανάτου καὶ τῆς σφαγῆς, λόγῳ ἀληθείας καὶ γνώμῃ θεοσεβεῖ διαλυσάμενος τὰς αἰτίας, μᾶλλον δὲ τῆς παντοκράτορος φιλοτιμησαμένης ἐνταῦθα δεξιᾶς· καὶ δῆλον ὅτι ἐμεγαλύνετο ἐν τῷ Παύλου σώματι ὁ Χριστός. πάλιν δὲ τὸ δεύτερον· οὐ γὰρ ἔδει τὸ περὶ τὸν Παῦλον θαῦμα φιλοτιμίας μόνον ὁρᾶσθαι δεσποτικῆς, ἔδει δὲ ἄρα καὶ τὰ ἐκείνου ἐναστράψαι λαμπρότερον. λοιπὸν ὁμόσε πρὸς πάντα διὰ τὸ κήρυγμα χωρεῖ, καὶ αὐτοῦ τοῦ ξίφους καὶ αὐτῆς τῆς σφαγῆς ὑπερορῶν καὶ μόνον ἕνα διώκων σκοπόν, πάντα δεύτερα τῆς ἀληθείας ἐλέγχειν καὶ πρὸς τὸν κηρυττόμενον ῥεόμενον τοῦ αἵματος ἀπελθεῖν· δι’ οὗ δῆλον ὅτι πάλιν ἐμεγαλύνετο ὁ Χριστός.

Θεοδώρῳ μητροπολίτῃ Λαοδικείας Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς—ἀλλὰ γὰρ οὐκ ἂν ἡδέως εἴποιμι τὸ λοιπόν. ἀλλ’ ἐγὼ μὲν σιωπῶ τῇ φωνῇ, σὺ δέ μοι σκόπει ὅπως μὴ διὰ τῶν ἔργων πλέον βοήσῃς τῆς ἐμῆς σιγῆς καὶ μάτην ἐλέγξῃς ἐμὲ δεξιωσάμενόν σε τῇ ἐμῇ σιωπῇ.

Τῷ αὐτῷ Οὐδ’ ἂν τὸν ἀφ’ ἱερᾶς, ὡς ἡ παροιμία, κινήσῃς, ἔσται σοί τι πλέον ὧν προείπομεν, ἕως ἂν ὀφθείης τὸν ἐν τοῖς λόγοις ἀγῶνα εἰς τὸν ἐπ’ αὐτοῖς τοῖς ἔργοις πόνον ἀμείβων· τὸ γὰρ λόγῳ πειρᾶσθαι τὰς αἰτίας λύειν, τῶν ἔργων ἀντιφθεγγομένων, οὐ μόνον οὐκ ἔστιν ἀποσκευάζεσθαι τὰ δίκαια ὀνείδη, ἀλλὰ καὶ προστιθέντος ἕτερα καὶ τὸ κάλλιστον τῶν ἐν ἡμῖν χρημάτων εἰς τὸ κάκιστον ἀλλασσομένου καὶ καταφυγὴν ἁμαρτημάτων καὶ ἀπάτης ὄργανον ἀποφαίνοντος τὸν λόγον καὶ οὐκ ἔχοντος, οὐδ’ ἄν ποτε μεταβολὴ γένηται τῶν τρόπων, δι’ οὗ μηδ’ ἐπ’ αὐτῇ τῇ ἀληθείᾳ λύσῃ τὰς ὠδῖνας τῆς γλώσσης μὴ λίαν ἀσχημόνως καὶ ἐπισφαλῶς.

Ἀφίημι νῦν ὅτι φαύλων πράξεων σκηνὴν εὐπρόσωπον ὁ πηγνὺς τὸν λόγον καὶ πιστεύων λήσειν, θρασύτερός τε τολμᾶν ὁ τοιοῦτος ἔσται τὰ χείρω καὶ τοῦ ἐπ’ ἀρετῇ λαμπροῦ ὁμοίᾳ τέχνῃ λαβεῖν ὄνομα ἐξ ὧν κἀκεῖνο οἴεται λανθάνειν ἑαυτὸν συμπείσει· καὶ λόγῳ ἑνὶ οὔτε τῶν χειρόνων ἀφέξεται οὔτε πρὸς τὰ κρείττω οὐ μὴ δέξηται οὐδέποτε ἐπιστροφήν, ἃ σὺ νῦν, ἐπεὶ μὴ πρότερον, κατὰ σεαυτὸν μελετήσας καὶ διασκεψάμενος, ῥῖψον μὲν τὴν διὰ λόγου τῶν αἰτιαθέντων ἀποστροφήν—συγκεχωρήσθω γάρ μοι τὰ νῦν καὶ κρεῖττον εἰπεῖν εὐχῆς—, ἀπάλειψον δὲ τὰ πρότερον τοῖς ὕστερον ἀγαθοῖς.

Ἀμφιλοχίῳ μητροπολίτῃ Κυζίκου Τῶν ἀποστολικῶν ῥημάτων ἡ προτεθεῖσα περικοπὴ διπλῆν ἐκφέρεται διανοίας ὁδόν· οἱ μὲν γάρ, τὸ ὑστέρημα λαβόντες οὕτως ἁπλῶς ὡς τὸ πρόχειρον ὑποβάλλει τῆς φωνῆς, φασὶ τὸν θεσπέσιον εἰρηκέναι Παῦλον ὅτι ‘τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ἀνταναπληρῶ’, καὶ βούλεσθαι δηλοῦν ὡς ‘εἴ τι ἐνέλιπε Χριστὸς τοῦ παθεῖν, ἐγὼ ἐν τῷ σώματί μου ἀνταναπληρῶ’. καὶ συνεπισχύοντες τὴν διάνοιαν ταύτην, ὥσπερ, φασί, δέδοται τοῖς ἀποστόλοις μείζονα τελεῖν ἢ κατὰ Χριστὸν σημεῖα, καὶ πάλιν, ὥσπερ αὐτὸς ὁ Παῦλος ὁρᾶται τῶν δεσποτικῶν ἐντολῶν ὑψηλότερόν τι διαπραττόμενος (ἐξὸν γὰρ αὐτῷ ἐκ τοῦ εὐαγγελίου τρέφεσθαι οὐκ ἐτρέφετο, καὶ τοιαῦτα ἕτερά τινα), οὕτω καὶ τὰ ὑστερήματα τοῦ δεσπότου ἐν τῷ οἰκείῳ ἀνεπλήρου σώματι. ἀλλ’ οὕτω μὲν τεθεωρήκασιν ἔνιοι.

Οἱ δὲ αὐτόθεν βαρὺ νομίζοντες τὸ ὑστερῆσαί τι τὸν Χριστὸν ἐν τῷ παθεῖν—τί γὰρ ὤφειλεν, τί δ’ οὐχ ὑπέστη, ἐπηρεαζόμενος, χλευαζόμενος, ἐπιβουλὰς φέρων, ἐνέδρας, ὕβρεις, ὀνείδη, οἴκοθεν, ἔξωθεν, καὶ τὸ τελευταῖον σταυρὸν καὶ κακούργων θάνατον; ὁ δὴ ταῦτα παθών, καίτοι ῥᾴδιον ἔχων τὸ φυγεῖν, καὶ πάντα προῖκα καὶ δωρεὰν δι’ ἡμᾶς, πῶς ὑστερῆσαι λέγοιτ’ ἄν τινος ἢ παραλιπεῖν ὅλως ὧν ἔδει παθεῖν; τὸ δὲ δύναμιν λαβεῖν μείζονα τέρατα τελεῖν, εἰ μὴ Χριστὸς αὐτὸς ἦν ὁ τῆς δυνάμεως χορηγός, οὐ τὴν εἰρημένην μόνον διάνοιαν περιθάλψοι ἄν, ἀλλὰ καὶ ἀτοπωτέραν πολλῷ δυσφημίαν ἀναρριπίσειεν ἄν, ἧς ἡ φυγή (ῥίζης γὰρ ἐκφύονται τῆς αὐτῆς) πρὸς τὴν ἡγησαμένην ἀναφέρεσθαι δικαία ἐστίν, καὶ οὐχὶ τῶν λαμβανόντων τὸ θαῦμα, ἀλλ’ ἡ τοῦ χορηγοῦντος χάρις τοῦ θαυμάζεσθαι τὴν ὑπερβολὴν ἔχει.

ὅτι δὲ ἐκ τοῦ εὐαγγελίου ἐξὸν τρέφεσθαι οὐκ ἐτρέφετο, ἔργον μὲν ἐπαινετὸν καὶ μακάριον (ἵνα γὰρ μὴ λαβὴν δῷ τοῖς ζητοῦσιν αἰτίαν εὑρεῖν, τῆς ἐξουσίας ἀφίστατο), δεσπότου δὲ κἀνταῦθα περιφρουρούμενος ἐντολῇ, δι’ ἧς κἂν νόμῳ καὶ φύσει πολλὰ τοῦ πράττειν ἐλεύθεροί ἐσμεν, τὸ τῶν πλησίον σκάνδαλον ἀντιπαραθεὶς ἔργῳ προὐτρέψατο τῆς ἐξουσίας ἄγειν σχολήν· ‘ἵνα’ γὰρ ‘μὴ σκανδαλίσωμεν αὐτούς’, φησίν, ‘πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ’. ἀλλ’ ἐπαινετὴ μὲν ἡ Παύλου πρᾶξις (πῶς γὰρ οὔ;), οὐδὲν δ’ ἐχέγγυον παρεχομένη πρὸς τὸ ὑστερῆσαί τι τὸν Χριστόν. διὰ γοῦν τοὺς εἰρημένους λογισμοὺς οὐκ ἀγαπῶντες ἔνιοι τὸ ῥηθὲν εἰς ἑτέραν δόξαν ἄγουσι τὸ ῥητὸν καὶ τὸ ὑστέρημα λέγουσι νυνὶ τοιοῦτον ἀναπτύσσειν τὸ σημαινόμενον.

Τρεῖς εἰσι τῶν πραττομένων αἱ τάξεις· τὰ μὲν γὰρ αὐτῶν ἐστιν μείζω, τὰ δὲ μέσα, τὰ δὲ τὴν ὑστάτην ἀπείληφε χώραν. τὸ γοῦν εἰπεῖν τὸν θεσπέσιον Παῦλον ὅτι ‘τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ἀνταναπληρῶ’ σημαίνειν φασὶν ὅτι ‘τὰ ὕστατα τῶν θλίψεων τοῦ Χριστοῦ καὶ τὴν ἐσχάτην ἐπέχοντα χώραν, ταῦτα ἐγὼ ἐν τῷ σώματί μου ἀνταναπληρῶ’· τοῦτ’ ἔστιν, ‘τὰ ἐμὰ πάθη τοσοῦτον ἀπέχει τοῦ παραβάλλεσθαι τοῖς Χριστοῦ, ὥστε οὐ μόνον τὴν πρὸς τὰ μείζω σύγκρισιν οὐ τολμᾷ, ἀλλ’ οὐδὲ τοῖς μέσοις συντάττεται, τοῖς ὑστάτοις δὲ καὶ τελευταίοις ἀγαπητὸν ἐμοὶ τὸ συνεξετάζεσθαι’· ὅσα γὰρ ἂν ἀνθρώπου φύσις ὑπὲρ Χριστοῦ πράξῃ καὶ πάθῃ, οὐδέν ἐστιν ἀντάξιον οὐδ’ ἐγγὺς ὧν αὐτὸς ὑπὲρ ἡμῶν ἔπαθεν. πολλὰ δ’ ἂν εἴη, φασίν, τῇ τοιαύτῃ συνᾴδοντα θεωρίᾳ· ‘ἐγὼ’ γάρ ‘εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων καὶ οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος’, καὶ ‘διώκω, εἰ καὶ καταλάβω’· καὶ ὁ ‘τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρων, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῇ σαρκὶ αὐτοῦ φανερωθῇ’, πῶς τοῦ πάντα προῖκα καὶ δωρεὰν πράξαντος καὶ παθόντος ὑστέρημα λέγοιτ’ ἂν ἀναπληρῶσαι; καὶ πολλὰ τοιαῦτα.

Καὶ λίαν μὲν ἦν ἁρμοζόμενον τὸ τῆς δευτέρας διανοίας εἶδος, εἰ μὴ πολλαχοῦ τὸ ὑστέρημα ἔν τε τῇ παλαιᾷ καὶ τῇ νέᾳ φερόμενον γραφῇ· ‘μή τινος’ γάρ φησιν ‘ὑστερήσατε;’ καὶ ‘οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν’· καὶ ‘λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι’· καὶ ‘ὑστερηθεὶς οὐ κατενάρκησα οὐδενός, τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοί’. καὶ ἐν πλείοσιν ἄλλοις τῆς φωνῆς εὑρισκομένης οὐκ ἔστιν ῥᾷον λαβεῖν τὴν τοιαύτην διάνοιαν δι’ αὐτῆς ἀναπτυσσομένην, ἀλλ’ ὥσπερ προείληπται, οὕτω καθορῶμεν τῷ ἔθει τῆς γραφῆς τὸ ὑστέρημα τὴν χρείαν παρεχόμενον τοῦ σημαινομένου.

Ἑκατέρας οὖν τῶν εἰρημένων ἐπιδισταζομένης ἐννοίας, εἰς τὸ ἀστασίαστον ἂν καὶ τρίτη δι’ αὐτῶν προκύψασα καὶ τὰς ἑκατέρωθεν λαβὰς μέθοδον ἐκεῖθεν συνευπορήσασα διαφυγεῖν τοιαύτη τις ἂν εἴη. δεῖ δὲ τῷ μὲν ὑστερήματι ὡς ἔθος χρῆσθαι τὸ γράμμα τὸ ἱερὸν καὶ μηδὲν περὶ τὴν λέξιν καινοτομεῖν· ἀνταναπληρώσει δὲ πῶς ὁ Παῦλος ἐν τῷ σώματι αὐτοῦ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ, τοῦτό μοι συνδιασκόπει λοιπόν. οὐχ ὅσα Χριστὸς ὀφείλων παθεῖν οὐχ ὑπήνεγκεν, οὐμενοῦν· οὐδὲ γάρ τι ὅλως ὑστέρησεν, ἀλλὰ καὶ ὑπερεπλεόνασεν ἡ χάρις αὐτοῦ εἰς ἡμᾶς. ποῖα οὖν ὑστερήματα ἀνταναπληροῖ; ὅσα, εἰ ἔτι τῷ ἀνθρωπίνῳ βίῳ ἐπεδήμει ὁ σωτὴρ καθ’ ὃν καιρὸν ὁ Παῦλος ἐκήρυσσεν, ἔπαθεν ἂν διδάσκων καὶ διὰ τῆς παρουσίας ἔτι τοῦ πλάσματος προνοούμενος, ἐκεῖνα νῦν πάσχων ὁ Παῦλος ἀνταναπληροῖ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ. τοῦτο γὰρ μᾶλλον ἐγγύτερον καὶ τῇ τοῦ ῥήματος ἐμφάσει· οὐ γὰρ ἁπλῶς φησιν ‘ἀναπληρῶ’, ἀλλ’ ‘ἀνταναπληρῶ’, τοῦτ’ ἔστιν ‘ἀντὶ τοῦ δεσπότου καὶ διδασκάλου ὁ δοῦλος ἐγὼ καὶ μαθητὴς τὴν ἐκείνου διακονίαν ὑπελθὼν καὶ τὰ ὑστερήματα τῶν θλίψεων αὐτοῦ ἀνταναπληρῶ· ἃ γὰρ ἐκεῖνος ὑπέστη μὴ παραθέμενός μοι τὴν διακονίαν, ἐπεὶ παρέλαβον ταύτην, εἰκότως καὶ τὰ ὑστερήματα τῶν θλίψεων αὐτοῦ ἐν τῷ σώματί μου ἀνταναπληρῶ’.

ὅτι δὲ διάδοχοι τῆς δεσποτικῆς διακονίας κατέστησαν οἱ μαθηταί, καὶ ἀλλαχόθεν μέν ἐστιν οὐ χαλεπὸν συνιδεῖν, ἀρκέσει δὲ κἀνταῦθα Παῦλος ἑαυτῷ· ‘τὰ’ γὰρ ‘πάντα’ φησὶν ‘ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς’, καὶ ‘ὑπὲρ Χριστοῦ πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ’. ὥσπερ οὖν τὸν τῆς καταλλαγῆς λόγον ἐκληρώσαντο οἱ μαθηταὶ καὶ πρεσβεύουσιν ὑπὲρ Χριστοῦ, οὕτω καὶ ἅπερ ἤμελλεν πάσχειν ἔτι τὴν διακονίαν αὐτὸς ἐκπληρῶν, αὐτοὶ ταῦτα ἐν τῷ σώματι αὐτῶν εἰκότως ἀνταναπληροῦσιν· καὶ τούτων μάλιστα Παῦλος, ὁ θαρρῶν τοῖς ἔργοις λέγειν· ‘οὐδενὸς τῶν ὑπερλίαν ἀποστόλων ὑστέρησα’. καὶ σκόπει ὅπως ἡ τῆς θεωρίας ταύτης ἐπιβολὴ οὐδὲν προϋπέσχετο κομψόν· τό τε γὰρ ὑστέρημα οὐκ ἐκβιάζεται, ἀλλ’ εἰς τὸ ἔθος ἀνῆκε φέρεσθαι τῆς γραφῆς, καὶ τὰ ὑστερήματα ὁ Παῦλος ἀναπληροῖ οὐχ ὅσα ἁπλῶς ὑστέρησεν, οὐδ’ ὅτι ὑστέρησέν τι ὁ σωτήρ (ὅπερ ἦν φορτικόν), ἀλλ’ ὅσα μὴ παραθέμενος τὴν διακονίαν Παύλῳ καὶ τοῖς ἄλλοις ὁμιληταῖς ἔπαθεν ἂν καὶ ὑπέστη, καθ’ ὃν τρόπον καὶ πρίν, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τῶν οὐρανῶν.

Ἀλλ’ ἐμοὶ μὲν ὅσον ἀφοσιώσασθαί σου τὴν καλὴν φιλοπονίαν εἰρήσθω ταῦτα· εἰ δέ τις καὶ ὀψιγόνων ἄμεινόν τι θεωροίη, ἐμοὶ δὲ ἄρα καὶ τοῦτο φίλον.

Βασιλείῳ σπαθαροκανδιδάτῳ Πελοποννησίτῃ Μαγνῆτις, ὅπερ ἠρώτησας, καλεῖται ἡ τὴν σίδηρον ἕλκουσα λίθος, ὅτι Μάγνητας ἄνδρας λιθοφόρους ἀρχηγούς φασι τῆς εὑρέσεως αὐτῆς γενέσθαι καὶ τῆς ἐνεργείας εἰς γνῶσιν ἐλθεῖν. λιθοφόροις γάρ, ὡς ἔοικεν, κρηπῖσιν ὑποδεδεμένοι οὗτοι, ἐπεὶ κατὰ γῆς σιδηρίτιδος ἠρέμα βαδίζοντες γένοιντο, βάρους τινὸς καὶ δυσκινησίας, προσεχομένων τῶν ψήφων τοῖς σιδηρίοις, ἀντελαμβάνοντο· θαῦμα δὲ προσπῖπτον αὐτοῖς καὶ πρὸς ζήτησιν τῆς αἰτίας ἀνακινοῦν τὴν εὕρεσιν παρασχεῖν τῆς ἐν τῇ λίθῳ δυνάμεως.

Οὐ μόνον δὲ Μαγνῆτις αὕτη καλεῖται, ἀλλὰ καὶ Λυδία καὶ Ἡρακλεία καὶ σιδηρῖτις· δεῖ γάρ σοί τι σπουδαιολογουμένῳ περὶ ταῦτα καὶ ἡμᾶς προσφιλοτιμήσασθαι. ἀλλὰ γὰρ σιδηρῖτις μὲν ἀπὸ τῆς ἐνεργείας ἧς περὶ τὰ σιδήρια ἐνδείκνυται· εἰ βούλει δέ, καὶ ἀπὸ τῆς ὄψεως, ἔχει γάρ τι ἐμφερὲς κατὰ τὴν χρόαν ἀργῷ καὶ οὔπω διακαθαρθέντι σιδήρῳ· ἀλλὰ καὶ διότι ἐξ ἀρχῆς εὑρῆσθαί φασιν αὐτὴν τοῖς τοῦ σιδήρου μετάλλοις ἀναμεμιγμένην.

Ἡρακλεία δέ, ὡς μέν τισιν ἔδοξεν, διὰ τὸ ἰσχυρὸν τῆς ὁλκῆς καὶ καρτερόν· μᾶλλον δ’ ἂν ῥηθείη τὴν ἐπωνυμίαν ἕλκειν διότι περὶ Ἡράκλειαν τὸ πρῶτον, ὥς φασιν, ἐφάνη. Ἡράκλειαν δὲ οἱ μὲν τὴν ἐν Πόντῳ ἱστορήκασιν, τοῖς δὲ ἡ ἐν Σαμοθράκῃ ἔδοξεν. εἰσὶ δὲ οἷς ἑτέρα τῆς Μαγνήτιδος ἡ σιδηρῖτις νομίζεται, ἣν καὶ λαμπρὰν ὅλως καὶ διαυγῆ φασιν εἶναι καὶ μαρμαρυγαῖς ἀργυριζούσαις χαρασσομένην δι’ ὅλου τοῦ σώματος. εἴη δὲ καὶ Λυδία, τὴν κλῆσιν ἴσως ἀπὸ τῆς πόρρω πατρίδος τῶν ἐφευρηκότων αὐτῆς τὴν ἐνέργειαν, ἢ εἴ τι ἄλλο τις ἀπὸ τοῦ πελάγους τῆς ἀρχαϊκῆς ἱστορίας καιρὸν λάβοι ἀναλέξασθαι.

Ἀλλ’ ἡμᾶς γε προσήκει τὴν ἑλκτικὴν τῆς λίθου ταύτης δύναμιν διασκοποῦντας καὶ τὴν συμπάθειαν καὶ τὸν οἷον ἔρωτα ὃν ἡ φύσις αὐτῇ πρὸς τὸν σίδηρον ἐνέθηκεν, ἀγάλλειν μὲν τῆς δημιουργίας τὸν ἀριστοτέχναν θεόν, αἰσχύνεσθαι δὲ τὴν τῶν ἀναισθήτων ἀλληλουχίαν καὶ συνάφειαν, ἐπειδὰν οἱ λόγῳ τιμηθέντες ἡμεῖς τὸν τῆς φιλοστοργίας καὶ ἀγάπης δεσμὸν οὐδ’ ὁμοίως ἐκείνοις φυλάττωμεν, καίτοι γε σαφῶς διδασκόμενοι ὡς, εἰ καὶ πάσης ἀρετῆς εἶδος εἴημεν περιειλημμένοι, ἄνευ τῆς εἰς ἀλλήλους ἀγάπης καὶ τοῦ πνευματικοῦ τούτου φίλτρου καὶ δεσμοῦ πάντα ἡμῖν διαρρυΐσκει καὶ οἴχεται.

Εἰ δὲ καὶ ἑτέρα τις λέγεται λίθος ἐναντίαν τῇ προειρημένῃ τὴν φύσιν λαχοῦσα, ἧς ἡμεῖς μὲν οὔπω εἰς πεῖραν ἀφίγμεθα, τὴν δέ φασιν ἀπωθεῖσθαι αὐτῇ προσαγόμενα τὰ σιδήρια, καὶ τοῦτο ἡμέτερον· οὐδὲ γὰρ οὐδ’ ἡμεῖς μόνον τῷ δεσμῷ τῆς πνευματικῆς ἀγάπης ὀφείλομεν ἡνῶσθαι καὶ συνδεδέσθαι πρὸς τὸ ὁμόφυλον, ἀλλ’ ἔσθ’ ὅτε καὶ ἀπωθεῖν καὶ ἐκτρέπεσθαι, ἐπειδὰν σκανδάλων καὶ προσκομμάτων ὑπελθόντες βίον ἐμποδὼν ἐπιχειρῶσιν ἵστασθαι πρὸς τὰς τῆς εὐσεβείας τρίβους ἡμῶν ἢ τοὺς τῶν ἀρετῶν ὑποσκελίζειν καὶ διαστρέφειν δρόμους. τοῦτο γὰρ καὶ τὸ κυριακὸν ἐπιτάττει λόγιον, ὡς εἰ καί τις εἴη φίλων καὶ οἰκείων ὁ μάλιστα, ὥστε καὶ συνεργεῖν ἡμῖν εἰς τὰς πολιτικὰς θεωρίας τε καὶ πράξεις ἴσα καὶ ὀφθαλμῷ δεξιῷ καὶ χειρὶ δεξιᾷ, καὶ τούτους ἐκτέμνειν καὶ ἀποτρέπεσθαι τῇ πάσῃ δυνάμει χρεών.

Κωνσταντίνῳ ἀδελφῷ Τρία ταῦτά ἐστιν οἷς τὸ ἀνθρώπινον τελειοῦται· κάθαρσις ἁμαρτημάτων, πίστις εὐσεβὴς καὶ ἀδίστακτος πρὸς μηδὲν καινὸν μηδὲ πρόσφατον ὑπαλλοιουμένη, ἀγὼν καὶ νίκη κατὰ τῶν παθῶν καὶ τοῦ διαβόλου. ἡ μὲν οὖν τῶν ἁμαρτημάτων κάθαρσις γέννησίς τίς ἐστι πνευματική, μᾶλλον δὲ ἀναγέννησις τὸν παλαιωθέντα ἀνακαινίζουσα ἄνθρωπον, καθὸ καὶ Παῦλος ἔλεγεν, ‘τεκνία, οὓς πάλιν ὠδίνω, ἕως ἂν Χριστὸς ἐν ὑμῖν μορφωθῇ’. διὰ ταύτης δὲ τῆς ἀναγεννήσεως καὶ υἱοθετούμεθα δοῦλοι ὄντες τῷ δεσπότῃ Χριστῷ, διὸ εἰκότως ἂν καὶ τεκνία καὶ παιδία οἱ ταύτης τῆς χάριτος ἠξιωμένοι καλοῖντ’ ἄν. οἱ δέ, τὴν ἀρχῆθεν προκατηγγελμένην εὐσέβειαν πρεσβεύοντες, ἤδη τὸ φρόνημα πεπολίωνται, μηδὲν καινὸν μηδὲ πρόσφατον μηδ’ ἀνθρωπίνης ἐπινοίας νεανίευμα ταῖς διανοίαις αὐτῶν εἰσδεχόμενοι· οἳ καὶ δικαίᾳ κρίσει πατρικῆς αὑτοὺς ἐπωνυμίας ἀξίους δεικνύουσιν. ἐπὶ δὲ τούτοις οἱ γενναίως καὶ ἀνδρείως τὰ πάθη καὶ τὸν ἐχθρὸν καταγωνισάμενοι καὶ στρατιωτῶν καὶ ἀθλητῶν ὡς ἀληθῶς ἔργα διαπραξάμενοι, πῶς ἢν ἐπ’ αὐτοῖς τοῖς ἔργοις νεανικήν τε καὶ ἀκμάζουσαν τὸν τόνον καὶ τὸν πόθον γνώμην ἐπεδείξαντο οὐχὶ καὶ τῆς κλήσεως αὐτῆς μετασχήσουσιν;

Ἔχεις οὖν, οἶμαι, διὰ τῶν εἰρημένων σαφῶς τὸ ζήτημά σοι διαλυόμενον· ‘γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ· γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς· γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν· ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα· ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς· ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν’. τεκνία μὲν γὰρ καὶ παιδία ποιεῖ ἡ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων χαριζομένη ἀναγέννησις καὶ τὸ τῆς υἱοθεσίας ἀξίωμα, δι’ ὧν τοῖς ἔργοις ἐπιγινώσκειν πατέρα τὸν θέμενον ὥσπερ ἰσχὺν προσειλήφαμεν, οὕτω καὶ χρέος ὑπήλθομεν· πατέρας γε μὴν καθιστᾷ ἡ τῆς ἀπ’ ἀρχῆς εὐσεβείας πολιά τε καὶ ἐν τῷ βεβαίῳ στηριζομένη ἐπίγνωσις· νεανίσκους δὲ τὸ κατὰ τοῦ πονηροῦ καὶ τῶν παθῶν κράτος. ἀλλ’ αὕτη μὲν ἡ τῶν ἀποστολικῶν λογίων διάνοια· ἡ δὲ τῶν ῥημάτων ἐπιμονή, ἡ μὲν ἀφηγήματος ἐπέχοι ἂν λόγον, ἡ δὲ ἐπαναμνήσεως, ὅπερ εἴωθε προσεχεστέρους τε τοὺς ἀκροατὰς παρασκευάζειν καὶ βαθύτερον τῷ μνημονικῷ τῆς ψυχῆς αὐτῶν ἐγχαράσσειν τὴν τῶν εἰρημένων διάνοιαν.

Ὃ δὲ τῷ κορυφαίῳ Πέτρῳ εἴρηται, ἂν ὀρθῶς ἐπισκοπήσῃς, οὐδὲν ἀπορούμενον περιόψει. ἐκεῖνος γὰρ εἰπὼν ‘καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν’, εἶτα ἐπαγαγὼν ‘καὶ ἔχομεν βεβαιότερον· τὸν προφητικὸν λόγον’, οὐχ ἑαυτῷ φησιν βεβαιότερον, ἄπαγε, μάλιστά γε προαναφωνῶν ὡς ‘ἐπόπται γενηθέντες τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεγαλειότητος ἐγνωρίσαμεν ὑμῖν τὴν τούτου δύναμιν καὶ παρουσίαν’—τί γὰρ ἂν εἴη τῆς αὐτοψίας καὶ τοῦ ἀκοὰς ἰδίας ἀναπετάσαι εἰς ὑποδοχὴν τῆς ἄνωθεν φωνῆς καὶ τὴν πατρικὴν ἐναυγασθῆναι μαρτυρίαν ἄλλο βεβαιότερον; —, <ἀλλὰ βεβαιότερον> ἐκείνοις φησὶν οἷς ἔγραφεν, ὡσανεὶ λέγων ‘εἴ τις ἐπιδιστάζουσαν οἷς μαρτυροῦμεν ἔχοι τὴν γνώμην, εἰς τὸν προφητικὸν ἀποσκοπείτω λόγον, βεβαιότερον ὄντα γε τῆς τῶν πολλῶν περὶ ἡμᾶς ἀμφισβητήσεως πάντως· οὐκέτι γὰρ καὶ οὗτος, ὡς ἄν τινες εὐχερέστερον περὶ ἄλλων ὑπολήψωνται, ἀνθρωπίνης προέρχεται δόξης’. ὅτι δὲ οὐχ ἑαυτῷ βεβαιότερον ἔφησεν, ἀλλ’ οἷς ἔγραφεν, σαφέστερον ὑποκατιὼν ἐκδιδάσκει· ἐπιφέρει γὰρ ‘ᾧ καλῶς ποιεῖτε προσέχοντες’ (προσέχοντες ὑμεῖς, φησίν, οὐκ ἐγώ) ‘ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν’.

Ταρασίῳ πατρικίῳ ἀδελφῷ Τὸ περίψημα δύναται μὲν οὕτως ἁπλῶς νυνὶ σημαίνειν τὸ ἐν ἀτιμίᾳ καὶ οἷον ὑπὸ τὰ ἴχνη κείμενον, ἐγγύτερον δ’ ἂν εἴη τῆς σημασίας ἡ ἀπολύτρωσις καὶ τὸ οἷον ὑπέρ τινων ἱερεῖον προθυόμενον· περίψημα γὰρ καλεῖν ἐκεῖνο μᾶλλον ὁ παλαιὸς οἶδε λόγος καὶ τὴν αἰτίαν τοιαύτην παρέχεται τῷ ὀνόματι. τὸ παλαιὸν ἐπειδάν τινων ἄνωθεν μηνιμάτων εἰς πεῖραν ἐνέπιπτον καὶ ποινὰς αὐτοὺς τῶν τετολμημένων ἀπαιτεῖσθαι συνῄσθοντο, ἀθρόοι περιστάντες τὸ ὁμόφυλον ἑνί τινι αὐτῶν, ὃς ἔμελλεν ἢ κλήρῳ ἀφορισθεὶς ἢ τῷ προθύμῳ τῆς γνώμης ἑκούσιος ὑπὲρ πάντων προθύεσθαι καὶ καθάρσιον αὐτῶν γίνεσθαι, τοῦτον χερσὶ περιψῶντες καὶ ἐπαφώμενοι καὶ οἷον ὑπομειλισσόμενοι ‘περίψημα ἡμῶν’ ἔλεγον ‘γενοῦ’.

Ἐκεῖθεν οὖν ὁ πολλὰ πολλάκις σοφῶς αἰχμαλωτίσας Παῦλος εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, οὐδὲν δὲ ἧττον καὶ τῶν ἔξω φωνῶν οὐχ ὅση κομψὴ {καὶ} γλῶττα καὶ εὔηχος, ἀλλ’ ὅση γνησία σημᾶναι καὶ παραστῆσαι τὸ προκείμενον, καὶ τὴν φωνὴν ταύτην συλλαβών φησιν ‘περίψημα’ πρὸς Κορινθίους γράφων ‘πάντων ἐγενόμην’. τῷ ὄντι γὰρ ὡς πάντων περίψημα, οὕτω διὰ παντὸς ἔπασχεν καὶ ἐταλαιπωρεῖτο καὶ τοῖς δεινοῖς κατετείνετο. ἐῶ τἄλλα, καὶ γὰρ εὑρίσκω φωνὴν αὐτοῦ ἐκείνου τῶν ἄλλων ἁπάντων ἀντίρροπον· ‘νὴ τὴν ἡμετέραν καύχησιν, καθ’ ἑκάστην ἡμέραν ἀποθνῄσκω’. ὁρᾷς ὅπως ἦν πάντων καθάρσιον καὶ ἱερεῖον καὶ περίψημα; οὐδὲ γὰρ ὑπὲρ Ἰουδαίων μόνον ἐπυρπολεῖτο τὰ ἔνδον καὶ ἐφλέγετο καὶ τὰ μυρία ἔξωθεν ἔπασχεν, οὐδ’ ὑπὲρ συγγενῶν, ἀλλὰ καὶ ὑπὲρ Ἑλλήνων καὶ βαρβάρων καὶ πάντων ἁπλῶς ἀνθρώπων, εἴ πώς τινα, ὡς αὐτὸς ἐβόα διασώσει. ὃ τοίνυν ἐγίνετο καθ’ ἑκάστην ἡμέραν, τοῦτο καὶ διὰ τοῦ λόγου ἀπαγγέλλει, πάντων περίψημα λέγων γεγενῆσθαι.

Βεβαιοῖ δὲ τὸ προκείμενον τοῦ σημαινομένου καὶ ἡ κατὰ πόδα συνέχεια τοῦ ῥητοῦ· ‘οὐ’ γὰρ ‘ἐντρέπων ὑμᾶς’ φησιν ‘ταῦτα λέγω’· οἷον, ‘οὐκ ὀνειδίζῳ τὴν εὐεργεσίαν οὐδὲ τὰς χάριτας’· ἀλλὰ τί; ‘ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ’· δεῖ γὰρ τὰ τέκνα πατρικῆς εὐεργεσίας μεμνῆσθαι. καὶ οὐχ ἁπλῶς τέκνα, ἀλλὰ καὶ ἀγαπητά· τοῦτ’ ἔστιν, ‘τοσοῦτον οἰκειοῦμαι ὑμᾶς καὶ τοσοῦτον τῆς ὑμῶν ἀγάπης ἐκκαίομαι, ὥστε καὶ περίψημα ὑμῶν οὐ παραιτοῦμαι γίνεσθαι, θῦμα καὶ ἱερεῖον καὶ καθάρσιον προσάγεσθαι ὑπὲρ ὑμῶν’. ναὶ δὴ καὶ ἡ ὀρθότης τῆς ἐν τῷ λόγῳ συνθήκης πρὸς τοῦτο μᾶλλον ῥέπει τῆς φωνῆς ἢ πρὸς τὸ ῥηθὲν τὴν ἀρχήν· ἐπεὶ τὸ μὲν ἠτιμωμένον καὶ κατάπτυστον πᾶσι μᾶλλον ἀποδίδοται κατὰ τὴν σύνταξιν, ἀλλ’ οὐχὶ πάντων· ὁ δὲ σοφὸς καὶ θεσπέσιος Παῦλος οὐ ‘περίψημα πᾶσιν ἐγενόμην’ φησίν, ἀλλὰ ‘πάντων’. οὐ μὴν ἀλλὰ καὶ τὸ προηγούμενον χωρίον τῆς λέξεως τῇ διανοίᾳ ταύτῃ συμφθέγγεται· εἰπὼν γὰρ ‘λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν’, ἐπήγαγεν ‘ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι’, τοῦτ’ ἔστιν ‘τί δεῖ καθ’ ἕκαστον τοὺς πόνους ἀπαριθμεῖσθαι καὶ τὰς θλίψεις καὶ τοὺς ἀγῶνας οὓς ὑπὲρ τῆς ὑμετέρας σωτηρίας ὑφίσταμαι; ἐν κεφαλαίῳ φάναι, ὡς περικαθάρματα ἐγενήθημεν τοῦ κόσμου, πάντων περίψημα ἕως ἄρτι’.

καὶ γὰρ καὶ τὸ ‘περικαθάρματα’ ῥηθείη μὲν ἂν καὶ κατὰ τοῦ ἐβδελυγμένου καὶ φευκτοῦ, μᾶλλον δ’ ἁρμόσειε νυνὶ τὰ καθάρσια καὶ τὰ ἱλαστήρια θύματα, ἃ ὑπὲρ ἄλλων εἴωθεν θύεσθαι, παριστᾶν.

Πλὴν ἐπεὶ μηδέτερον τοῦ σημαινομένου τῇ ἀληθείᾳ λυμαίνεται, ἕκαστος ᾧ μᾶλλον χαίρει, τοῦτο καὶ αἱρεῖσθαι οὐ κεκώλυται. ἄν τε γὰρ ὡς ἱερεῖον ὁ Παῦλος ὑπὲρ τῶν μαθητῶν ἐθύετο, τὸν δεσπότην ἐμιμεῖτο καὶ διδάσκαλον· ἄν τε διδάσκων καὶ παραινῶν καὶ πάντα ὑπὲρ τῆς αὐτῶν σωτηρίας πραγματευόμενος ὡς ἄτιμος καὶ ἐβδελυγμένος ἐνομίζετο, πρὸς τὸν αὐτὸν ἀφορῶν δεσπότην πάλιν ταῦτα ἔπασχεν, ὃς λοιδορούμενος καὶ ὑβριζόμενος καὶ πᾶν εἶδος ὑπομένων χλεύης τῆς τῶν ὑβριζόντων καὶ προπηλακιζόντων σωτηρίας καὶ προνοίας οὐκ ἀφίστατο.

Ἀλλ’ εἰς καιρὸν ἄρα τῆς μνήμης προῆλθεν καὶ ὃ πάλαι διηρώτησας, τί ποτε δηλοῖ τὸ ἐν τῷ εὐαγγελίῳ ῥηθὲν ‘καὶ ἐκολάφισαν αὐτόν’. τοῦτο δὲ κοινότερον μὲν τὸ ἐνέπαιξαν σημαίνει· παιδιᾶς δὲ εἶδός ἐστι τὸ κολαφίζειν, μεταλαβόντος τοῦ ἔθους ὥσπερ καὶ ἐπ’ ἄλλων πολλῶν τὸ β εἰς τὸ φ· ἡ γὰρ ἀττικίζουσα γλῶττα διὰ τοῦ β μᾶλλον τὴν λέξιν προφέρει. τὸ τοίνυν μιαιφόνον καὶ ἀχάριστον τῶν Ἰουδαίων ἔθνος ἐπὶ τοσοῦτον εἰς τὸν εὐεργέτην τοῖς θυμοῖς ἀνηρέθιστο ὡς μὴ μόνον χεῖρας αὐτῷ σφαγῆς ἀνατείνειν, ἀλλ’ εἰ καί τι ὅλως αὐτοὺς διαλάθοι χλεύης καὶ μυκτηρισμοῦ καὶ ἀσελγείας ὃ μὴ ἐντρίψειαν αὐτῷ, οὐδὲν ἡγοῦντο κατορθῶσαι μέγα· οὕτω καὶ τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον καὶ τὸν κάλαμον καὶ τὸν βασιλέα καὶ τὰ τοιαῦτα ἐνέπαιζον αὐτῷ.

Καὶ νῦν δέ φησιν ὁ μὲν ὑψηλὸς καὶ μέγας Ἰωάννης, ὥσπερ ἐπιτρέχων τὴν ὕβριν, ‘καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα’· ὁ δὲ θεσπέσιος Μάρκος καὶ Ματθαῖος (μικρὰ γὰρ ἡ τῶν ῥημάτων παραλλαγή) καὶ τὸ ὄνομα τῆς ὕβρεως λέγουσιν καὶ τὴν τῆς ὕβρεως πρᾶξιν· ‘ἐκολάφισαν’ γὰρ ‘αὐτὸν’ καὶ ‘ἤρξαντο περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτόν’, εἶτα καὶ ‘ἐρράπισαν’, καὶ ‘ῥαπίσμασιν αὐτὸν ἔβαλλον, καὶ ἔλεγον· προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;’ ὁ μέντοι γε θεσπέσιος Λουκᾶς τὴν μὲν τοῦ κολαφίζειν λέξιν παρῆκεν, ἐξαπλοῖ δὲ σαφῶς δι’ ὧν λέγει τῆς φωνῆς τὸ δηλούμενον· ‘καὶ οἱ ἄνδρες’ γάρ φησιν ‘οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες· καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες· προφήτευσον ἡμῖν, τίς ἐστιν ὁ παίσας σε;’ καὶ γὰρ τοιοῦτόν ἐστιν τὸ εἶδος τῆς παιδιᾶς· οἱ μὲν τοὺς ὀφθαλμοὺς χερσὶ περικαλύπτουσιν, οἱ δὲ πὺξ κατὰ κόρρης παίοντες ἐπερωτῶσι μηνῦσαι τὸν παίσαντα, κἂν μὲν τύχῃ τοῦ τυπτήσαντος, ἀφίεται, ἂν δὲ μή, ἐπιμένουσιν αὐτῷ τὰς πληγὰς ἐντείνοντες. τοῦτο οὖν δηλοῖ καὶ τοῦτο παρίστησιν ἡ κυριολεξία, τὸ ‘ἐκολάφισαν’.

ὅτι δὲ κόρον οὐδένα οὔτε ὕβρεως οὔτε ἀσελγείας τὸ Ἰουδαίων ἔθνος ἐλάμβανεν, ἐκπληττόμενος ὁ σοφὸς ἐπισημαίνεται μάλιστα Λουκᾶς· μετὰ γὰρ τὸ εἰπεῖν ὅτι ‘ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ περιεκάλυπτον’ ἐπάγει ‘καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν’.

Ἀλλὰ γὰρ περὶ μὲν τοῦ ‘ἐκολάφισαν’ καὶ ‘περίψημα’ καὶ ‘περικάθαρμα’ ἔχεις, οἶμαι, κατ’ ἐπιστολὴν οὐκ ἐνδεῶς· σὺ δέ μοι τὰ Χριστοῦ καὶ Παύλου κατὰ διάνοιαν φέρων πάθη καὶ τὰ ὀνείδη καὶ τοὺς πειρασμούς, ἵστασο γενναίως, μᾶλλον δὲ χαίρων, ἐννοούμενος τίνι συντάττῃ χορῷ καὶ τίνα κορυφαῖον ἔχεις, πρὸς πᾶσαν ἐπιφορὰν δυσχερῶν, ἄν τε δαίμονες ὦσιν, ἄν τε μορφαῖς ἀνθρώπων ὑποκρινόμενοι δαίμονας οἱ ἐπιτιθέμενοι.

Γρηγορίῳ ἀρχιεπισκόπῳ Συρακούσης Ἡ ὅσα καὶ ὅρια γῆς τὸ δόρυ παρατείνασα Ῥώμη καὶ τὸ κράτος δείξασα τῆς οἰκουμένης μέτρον, ὥσπερ τρισὶν ὀνόμασιν ἀγάλλεσθαι χαίρει, οὕτω καὶ τρεῖς ἀρχὰς τῷ ἐνιαυσιαίῳ χρόνῳ χαρίζεται. ὀνόματα μὲν οὖν ἐστιν αὐτῇ τελεστικόν τε καὶ ἱερατικὸν καὶ πολιτικόν· τελεστικὸν μὲν Ἀμώρ, ὃ σημαίνει ἔρως, ἱερατικὸν δὲ Φλώρα (ἀνθοῦσα δὲ τοῦτο παραδηλοῖ), πολιτικὸν δὲ Ῥώμα, ὅπερ ἀντιστρεφόμενον εἰς τὴν τελεστικὴν σχηματίζεται λέξιν, ἐξῆν μὲν οὖν τὸ ἱερατικὸν καὶ τῷ πλήθει κοινοῦσθαι, τὸ δὲ τελεστικὸν ὁ κοινώσας τῶν ἱερέων ἐσχάτην ποινὴν εἰσεπράττετο.

Τρισὶν οὖν ὀνόμασιν, ὥσπερ ἔφημεν, τιμωμένη καὶ τρισὶν ἀρχαῖς τὸν ἐνιαύσιον σεμνολογουμένη χρόνον, τὴν μὲν αὐτῶν ἱερατικὴν ἐκάλει, τὴν ἄλλην δὲ πάτριον, καὶ τὴν λοιπὴν πολιτικήν τε καὶ κυκλικήν, ἱερατικὴν μὲν οὖν, ἡνίκα τὸν Αἰγόκερων ὁ ἥλιος παριὼν εἰς αὔξησιν ἄγει τὴν ἡμέραν, αὕτη δὲ συμπίπτει πρὸς ἀκρίβειαν μὲν κατὰ τὸν καλούμενον Δεκέμβριον μῆνα, πρὸς αἴσθησιν δέ, καὶ μάλιστα Ῥωμαίοις, εἰς τὸν Ἰανουάριον διαβαίνει. τὴν δὲ πάτριον ὁ τῶν μηνῶν καλούμενος Μάρτιος ἀπεκληροῦτο, ὅτε καὶ ὅπλων κίνησίς τε καὶ παρασκευὴ ἐπεδείκνυτο Ῥωμαίοις. τὸν δέ γε Σεπτέμβριον μῆνα ἡ κυκλική τε καὶ πολιτικὴ ψῆφος, ὃ τὸ σὸν φιλόπονον ἐπεζήτησεν, ἀρχὴν ἀπέφαινε τοῦ ἐνιαυτοῦ· ὃ καὶ γλῶσσα μὲν ἑλληνίζουσα καλεῖν ἐπινέμησιν οἶδεν, Ῥωμαῖοι δὲ ἰνδικτιῶνα. καὶ ταύτην τὸ μὲν παλαιὸν πενταετηρίδος χρόνος ἀνεκύκλου, ὃν καὶ λοῦστον πατρίως ἐκάλουν· ἔπειτα δὲ τιμῶντες Ἄρη τὸν ὥς φασι πάτριον αὐτοῖς, ἐπεὶ τῶν ἀστέρων οὗτος πεντεκαιδεκαετίᾳ τὸν ἐλάχιστον δρόμον ἀνύων τὸν ἴδιον περαιοῦται κύκλον, ἰσόχρονον ἔθεντο καὶ τὴν ἐπινέμησιν ἤτοι τὴν ἰνδικτιῶνα θέσπισμα τελεῖσθαι. ἀλλὰ ταύτην μὲν τὴν αἰτίαν, ὡς ἂν ἡ ἐκείνων ἀρχαιότης φαίη, ὁ θεολογικὸς αὐτῶν καὶ κρύφιος τρόπος ὑπογράφει.

Οὐ πόρρω δὲ ταύτης καὶ ἡ λέγουσα ὅτι τὴν ἰσημερινὴν ὥραν πεντεκαίδεκα μορίοις τισὶ μαθὼν ἐγγὺς περιγραφομένην ὁ αὐταρχήσας Αὔγουστος Ῥωμαίων, καὶ τὴν ἀνακύκλησιν τοῦ ἐνιαυτοῦ εἰς τὸν αὐτὸν ἀριθμὸν ἐδικαίωσε περιορίζειν. πολιτικώτερον δ’ ἂν λέγοιεν καὶ οἱ διότι τοσούτοις ἔτεσιν Ἀντωνίῳ τῷ συνυπατευκότι τήν τε τῶν κοινῶν πραγμάτων μεταχείρισιν ἔσχεν, εἶτα καὶ μάχην συνῆψεν καὶ τὸ κατ’ αὐτοῦ τρόπαιον εἷλεν, ὅτε καὶ μηνὸς ἱσταμένου Σεπτεμβρίου ἡ Αἴγυπτος αὐτῷ δοριάλωτος κατέστη. ἐτέλουν μὲν οὖν καθ’ ἑκάστην ἀρχὴν ἐνιαυτοῦ ἰδιαζούσας τε θυσίας καὶ τελετάς, τιμῶντες καὶ ἱλασκόμενοι οὓς ἐνόμιζον αὐτοὶ θεούς, μάλιστα δὲ κατὰ τὸν Σεπτέμβριον μῆνα λαμπρότερον αὐτοῖς καὶ φιλοτιμότερον ἐπράττετο ταῦτα.

Ἐπεὶ οὖν τῆς παλαιᾶς Ῥώμης ἡ νέα τὸν κλῆρον ὑπῆλθεν καὶ κοινὸν ἐκτήσατο τὸ κράτος, μετέστησε δὲ τοῦ σεβάσματος τὸ πλάνον εἰς τὴν εὐσεβῆ τε καὶ θεῷ πρέπουσαν λατρείαν, συμμεθίστησι καὶ τὰς δαιμονίους τελετὰς καὶ θυσίας εἰς εὐσεβούσας τε καὶ θεοπρεπεῖς ἁγιστείας· καὶ διὰ τοῦτο τὴν πρώτην τοῦ Σεπτεμβρίου μηνὸς λιτανείαις τε δημοτελέσι καὶ ταῖς ἄλλαις ἱλαστηρίοις εὐχαῖς νόμον ἔθετο τὸν θεὸν ἐξιλεοῦσθαι, παρεῖναί τε τὸν ἀρχιερέα τοῖς τελουμένοις, τῶν ἱλαστηρίων καὶ σωτηρίων προηγούμενον ἱερουργιῶν τε καὶ θυμάτων.

Ἡ δέ γε ἐπωνυμία τοῦ ἐνιαυσίου κύκλου, ἡ μὲν ῥωμαΐζουσα φωνὴ τὸ μήνυμα σημαίνει (μηνύει γὰρ ἡ ἀρχὴ τὴν περίοδον, καὶ τοῦτο αὐτοῖς ἐστιν ἰνδικτιών), ἡ δὲ Ἑλλὰς φερωνύμως ἔθηκε τὴν ἐπινέμησιν. οὐ γὰρ εἰς ἀπαράβατον καὶ ὡρισμένον βάρος τὸ παλαιὸν οἱ φόροι τοῖς ὑπηκόοις ἐτάττοντο, ἀλλ’ ἡ τῶν καρπῶν γένεσις τὴν σύνταξιν αὐτοῖς ἐφιλανθρωπεύετο· σπανίζουσα μὲν γὰρ ἠλάφρυνεν, εὐθηνοῦσα δὲ οὐκ ἐβάρυνεν, καὶ διένειμεν ἀλύτως τοῖς φορολογουμένοις τὸ ἀνάλογον καὶ τότε ὅτε χρεία ἐκάλει· μηδενὸς δὲ ὄντος τοῦ βιαζομένου οὐδ’ ὅλως ὁ φόρος ἐπράττετο, ἀλλ’ ἐγίνετο κέρδος ὁ πόνος ὅλος τοῖς γεωργήσασιν. ἐξ οὖν τοῦ διανέμεσθαι τοῖς ὑπηκόοις τὴν σύνταξιν τὴν ἐπωνυμίαν ἔσχεν ἡ τοῦ ἐνιαυτοῦ περίοδος ἐπινέμησιν. οἱ δ’ ἀπὸ τῆς περὶ Ἄκτιον νίκης τὴν ἰνδικτιῶνα συμπλάττοντες εἰς τὸ λυπηρότατόν τε τῇ ἀκοῇ καὶ πειθοῦς ἀπέχον δοκοῦσί μοι τὴν λέξιν ἐκβιάζεσθαι.

Ἀλλὰ γὰρ ταῦτα μὲν κατὰ τὸ πρόχειρον τῆς μνήμης περὶ ὧν ἠρώτησας ἀπεδόθη· εἰ δέ τι καὶ τῆς σῆς περὶ τὴν ἱστορίαν βαθείας σχολῆς ἀνελκυσάμενος ἐπιδείξεις καὶ τοῖς εἰρημένοις προσθήσεις, καὶ τοῦτο ἡμῖν χαριέστατον ἔσται.

Ταρασίῳ πατρικίῳ ἀδελφῷ Πολιτείας ἡμέρου καὶ ἀστασιάστου κρηπῖδα πηγνὺς ὁ σωτήρ, ‘ἐάν τίς σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην’ τὴν ἐντολὴν ταύτην ὑποβάλλεται· αὐτὸς δὲ πληγὰς τὰς ἐξ ἀνθρώπων ἐπὶ κόρρης λαβών, ἀντὶ τοῦ στρέψαι ‘τί με δέρεις;’ ἠμείψατο· οὐδαμῶς, ὡς ἂν εἰς τὸ ἀπερίσκεπτον περιτραπείη τὸ περίεργον τῶν λογισμῶν, τοῖς ἔργοις τὸν λόγον καταστρεψάμενος, τρόπον δέ τινα μᾶλλον κἀν τῇ τοιαύτῃ πράξει τὸ ῥῆμα βεβαιωσάμενος. κἀκεῖ μὲν γὰρ ἡ παραίνεσις τὴν ἀμοιβαίαν τιμωρίαν περιέκοπτεν, δι’ ἧς εἰς τὸ ἄπειρον ἡ στάσις προέρχεται, διὸ τῆς πρώτης ἀντεπιχειρήσεως ἐξίστασθαι διετάξατο· καὶ νῦν δὲ τὸ αὐτὸ διεπράξατο, οὐ γὰρ ἀμύνης χειρὶ τὴν ῥαπίσασαν τῆς ὕβρεως δίκην εἰσεπράξατο, δικαιολογίᾳ δὲ μόνῃ ῥημάτων τὴν ἀδικίαν διήλεγξεν.

Ἀχθείη δ’ ἂν οἰκειότερον εἰς συμφωνίαν μᾶλλον τὸ νομισθὲν ἀντιφθέγγεσθαι, ὅτι ἐκεῖ μὲν τοῖς ἀδικοῦσιν εἰς τὸ σῶμα καὶ περὶ σῶμα μὴ δεῖν ἀπείρηκεν ἀντανίστασθαι, ἐνταῦθα δὲ πλάνης γραφὴν καὶ βλάβης ἀνθρώπων οὓς ὡδήγει τε καὶ διέσῳζε διωκόμενος, εἰ μηδὲ ῥήμασι διανέστη λύσασθαι ἃ κατασκευάζειν τοῖς ῥαπίσμασιν οἱ συκοφαντοῦντες ἐμηχανήσαντο, ἐκείνους μὲν εἰς ἄφεσιν ἀπέλυεν τοῦ ἐγκλήματος καὶ πρὸς θράσος μᾶλλον ἐπέτριβεν τῆς ἀνοσιότητος, αὐτὸς δὲ τῆς συκοφαντίας καὶ τοῦ ψεύδους ἅπερ αὐτοῦ δυσσεβῶς κατέχεον οὐκ ἂν τὰς αἰτίας ἀπελύετο. ποῦ τοιγαροῦν ἐναντία ταῦτα ἢ μαχόμενα; τὸν ῥαπίσαντά σε μὴ ἀντιρραπίσῃς, τὸν δὲ γραφόμενόν σε πλάνης ἢ δυσσεβείας, ἢ τὴν σωτηρίαν κηρύττοντα ὡς εἰσηγητὴν ἀπωλείας, τοῦτον μὴ ἐπιτρέψῃς ταῦτά σοι περιάπτειν μηδ’ ὑποκατακλιθῇς, μὴ φωνῇ, μὴ διαθέσει σιγώσῃ, μηδ’ ἄλλον εἶναι τρόπον ὑπαίτιος. ἀλλὰ τῷ μὲν τῆς ἀληθείας φιλοθεάμονι οὐδὲ πρόφασιν ἔτι τὰ εἰρημένα ἀμφισβητήσεως ὑπολείπει.

Τὸ δὲ ‘μὴ ποιεῖτε τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων’ καὶ ‘ὃ ποιεῖ ἡ δεξιά σου μὴ γνώτω ἡ ἀριστερά σου’ καὶ ‘ὅταν νηστεύῃς μὴ σαλπίσῃς ἔμπροσθέν σου ὥσπερ οἱ ὑποκριταὶ’ πρὸς τὸ ‘οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς’ τοσοῦτον ἀπέχει τοῦ μάχεσθαι ὥστε καὶ τὴν ὅτι μάλιστα συμφωνίαν κρίσει τῇ ἐμῇ κατασκευάζει. κακία μὲν γὰρ ἡ ἐπίδειξις καὶ τὸ θηρᾶσαι δόξαν, νέμεσίν τε σὺν δίκῃ καὶ ψόγον οὐ γραφόμενον ἀπὸ τῶν σπουδαίων κινοῦσα· ἡ δὲ φυγὴ τῆς κενοδοξίας ἀρετή τέ ἐστι καὶ σεμνοῦ ἤθους, καὶ τῶν συνετῶν ἀνθρώπων ἀποτίκτειν οἶδεν εἰς θεὸν τὴν εὐχαριστίαν, ὅτι βλέπουσι μὲν δοξοκοπίαν ἀτιμαζομένην, ἀρετὴν δὲ τιμωμένην. πῶς οὖν οἱ ἐνδεικνύμενοι δόξαν ἐξ ἀνθρώπων θηρῶνται ἐξ οὗ μᾶλλον αὐτοῖς ἕπεται ψόγος; καὶ πῶς ἀπέχουσι τὸν μισθὸν αὐτῶν; οὐκ ἀπό γε τῶν θεοφιλῶν καὶ σπουδαίων, τοὺς δὲ πολλοὺς καὶ ἀγελαίους διαπλανῶντες καὶ μηδὲν πλέον ἔχοντας διασκέψασθαι τοῦ φαινομένου. εἰ τοίνυν τὸ κενόδοξον φαύλους ποιεῖ καὶ τὴν ἐξ ἀνθρώπων νέμεσιν ἐγείρει, ἡ δὲ τούτου φυγὴ τἀναντία πράττει καὶ τοὺς ἐπιεικεστέρους εἰς δοξολογίαν θεοῦ παραπέμπει, πῶς οὐχὶ συστατικὸν εὑρίσκεται μᾶλλον τοῦ μὴ ἐπιδείκνυσθαι μηδὲ κενοδοξεῖν τὸ ‘οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων’;

Ἀλλὰ πῶς λάμψει τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, μηδὲν τῶν ἐν κρυφῇ πραττομένων συνιέντων, εἴρηται μὲν ἤδη, πλὴν οὕτω μᾶλλον· ὁ γὰρ βλέπων ἐν τῷ κρυπτῷ πατήρ, αὐτὸς τῆς ἔνδον ἀστραπῆς τὴν αἴγλην δυνατός ἐστιν εἰς τὸ φανερὸν ἐναυγάσαι. ἄλλως τε δὲ δυσὶν ὁ σπουδαῖος χαρακτηρίζεται τρόποις, καὶ δυσὶ μάλιστα γράφεται χρώμασι τὸ καθ’ ὁμοίωσιν τοῦ πλάστου, ἀρετῶν αἱρέσει καὶ κακίας φυγῇ. ἡ μὲν οὖν τῆς κακίας φυγὴ λάμπει πάντως ἔμπροσθεν τῶν ἀνθρώπων, κἂν ἔσω τις ὅση δύναμις κατέχῃ τὴν λαμπηδόνα· τὸ γὰρ μὴ χεῖρα κακὸν εἴναι, μὴ περὶ ὕβριν, μὴ περὶ χρήματα, μηδ’ ἀκρατῆ γλῶσσαν περὶ διαβολήν, περὶ ὅρκους, περὶ ὅμοια, καὶ ἁπλῶς ἐν πᾶσι μηδενὶ μηδεμίαν λαβὴν ἐμπαρέχειν, ταῦτα καὶ τὰ τοιαῦτα καὶ μηδαμῶς βουλομένων ἡμῶν λαμπρὸν ἀπαστράπτει καὶ μέγα φῶς τοῖς ἀνθρώποις. τοῦτο καὶ ὁ θεῖος Παῦλος, θεσμοὺς τῆς ἱερωσύνης ὑπογράφων Τιμοθέῳ, λέγει· ‘δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἐκ τῶν ἔξωθεν’· ἀλλὰ καὶ τὸ ‘ἀπροσκόπους γενέσθαι Ἰουδαίοις τε καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ πάσῃ τοῦ Χριστοῦ’ ἡ τῆς κακίας συνίστησι καὶ κατασκευάζει φυγή.

νηστεία δὲ καὶ πενήτων οἶκτος καὶ δάκρυον ἐξ ὀμμάτων καὶ προσευχῆς τόνος φιλεῖ μὲν τῆς ἐργασίας τὸ κρύφιον, οὐδὲν δὲ ἧττον μηνυτὴν μεγαλόφωνον καὶ κήρυκα διαπρύσιον τὴν τῆς κακίας ἔχει φυγήν, ἥτις τοῖς ἀνθρώποις προεκλάμψασα συνεφέλκεσθαί πως καὶ συνδιαλάμπειν φιλεῖ καὶ τῆς κρυφίου ἀρετῆς τὴν μαρμαρυγήν.

Εἰσὶ δ’ οὖν, εἰσί τινες ἀρεταὶ ἃς εἰς τὸ μέσον εἰκὸς πράττειν, καὶ μάλιστα τοὺς προεστηκότας· δικαιοσύνη φημὶ καὶ εὐσέβεια καὶ ἡ ταύτης πρόμαχος ἀνδρεία, καὶ ὅσαι συνέριθοι· διόπερ οὐδὲ ταύτας ὁ σωτὴρ τῷ λανθάνοντι περιγράφεσθαι κελεύει, νηστείαν δὲ καὶ ἐλεημοσύνην καὶ εἴ τι ὅμοιον. πλὴν ἐπὶ πασῶν γε τὸ πρὸς ἐπίδειξίν τε καὶ τὸ κενόδοξον ἐξορίζει, καὶ τοῦτο αὐτῷ τὸ κρύφιον βούλεται καὶ τὸ μὴ γνῶναι τὴν δεξιὰν τὰ τῆς ἀριστερᾶς. ὁ δὲ καθαρεύουσαν τὴν γνώμην ἔχων καὶ ἀνωτέραν τοῦ πάθους, ἄν τε ἐν οἰκίᾳ, ἄν τε ἐν ἐκκλησίᾳ, ἄν τε ἐν αὐτῇ μέσῃ πόλει πράττῃ τὸ καλόν, τῆς δεσποτικῆς ἐστιν ἐντολῆς ἀκριβέστατος φύλαξ. αὐτός τε γὰρ οὐ πρὸς ἐπίδειξιν οὐδὲ κενῆς δόξης προβολὴν τὴν πρᾶξιν ποιεῖται, καὶ τῷ ἔργῳ τοὺς ὁρῶντας εἰς τὴν τοῦ πατρὸς δόξαν ἐπιστρέφει. πλὴν ἐπείπερ οὐ πολλοὺς ὁρῶμεν ὅτι συνανυψοῖ ἑαυτῷ τὸ ὕψος τοῦ κατορθώματος (σφοδρὸν γὰρ ἀφίησι κάτωθεν ἡ κενὴ δόξα τὸ βέλος, καὶ δυνατὴ πολλάκις καὶ στερρὸν ἦθος διελάσαι καὶ πρὸς τὰ κάτω περιτρέψαι), ἀσφαλεστέρα πολλῷ ἡ ἐν τῷ κρυπτῷ, καὶ μάλιστα τῶν εἰσαγομένων, εὑρίσκεται ἐργασία, τοῖς δ’ ἔξω παντελῶς βέλους γεγονόσιν ἀκώλυτος ἡ ἐν φανερῷ καὶ δημοσίᾳ πραττομένη.

ἐπεὶ καὶ ὁ σωτὴρ ποτὲ μὲν εἰς μέσους καὶ ἐν ταῖς συναγωγαῖς τὰ θαύματα ἐπετέλει, ἔσθ’ ὅτε δὲ οὐκ εἴα δημοσιεύεσθαι ταῦτα· τὸ μὲν ὅτι καθάπερ καὶ τοῖς ἄλλοις πάθεσιν ἀπροσπέλαστος ὅλος ἦν, οὕτω καὶ τὴν κενοδοξίαν ἀπρόσιτον κατεῖχεν, τὸ δὲ κανόνα καὶ γνώμονα παρέχων ἡμῖν φεύγειν τε τὰς ἐπιδείξεις καὶ τοὺς πεπλανημένους τῶν πολλῶν διακρούεσθαι ἐπαίνους. τελειοτέρα μὲν οὖν καὶ τελείων, ὥσπερ ἔφαμεν, ἡ ἐν τῷ μέσῳ πρᾶξις, ἀσφαλεστέρα δὲ ἡ λανθάνουσα. ἐκεῖ μὲν γὰρ πολλάκις λαθοῦσα συνεισδύεται τῇ ἀρετῇ ἡ κακία, ἐνταῦθα δὲ τό γε ἐπ’ αὐτῇ τῇ κρυφίῳ πράξει ἀποτετείχισται παντελῶς αὐτῇ ἡ διείσδυσις. οὕτως οὐδαμῶς οὐκ ἔστιν ἐναντία τῶν δεσποτικῶν ῥημάτων ἡ νομοθεσία.

Ἴδοις δ’ ἂν καὶ ἄλλως οὐδὲν ἧττον τὸ ῥηθέν. ἐλέγχων γὰρ τοὺς Φαρισαίους ὁ σωτὴρ καὶ μεταρρυθμίζων αὐτῶν τὸ κατεσχηματισμένον καὶ ὕπουλον εἰς τὸ κόσμιόν τε καὶ τὸν χρηστὸν τρόπον, ἀπεῖπεν μὲν αὐτοῖς φεύγειν τὸ πρὸς ἀνθρώπους ζῆν, διώκειν δὲ ὅσα θεραπεύει θεόν. τοὺς οὖν τὴν κενοδοξίαν νοσοῦντας ἀπαλλάσσων τῆς νόσου πρὸς ἐκείνους φησίν· ‘μὴ ποιεῖτε τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων’ καὶ ‘ὃ ποιεῖ ἡ δεξιά σου, μὴ γνώτω ἡ ἀριστερά σου’ καὶ ὅσα ὅμοια, τοὺς ἐμπαθεῖς περικαθαίρων τοῦ πάθους, τοὺς ὑποκριτὰς ἐλαύνων τῆς σκηνῆς, τοὺς ὑπὸ ζόφῳ καὶ πλάνῃ πολιτευομένους εἰς τὸν ἀπλανῆ καὶ καθαρὸν τῆς ἀρετῆς βίον μετακαλῶν, ἐξ οὗ διαυγάζει ἡ ἀπάθεια καὶ ἡ ἀληθὴς δόξα καὶ ἡ λαμπρότης ἡ ψυχική. οὕτως οὐκ ἔστιν ἀλλήλοις ἐναντία τὰ θεῖα καὶ ἱερὰ λόγια, ὥστε τοὐναντίον οὐδ’ ἄν τινι γένοιτο τῶν ἔργων ἀπαστράψαι τὴν λαμπηδόνα, εἰ μὴ τῆς κενοδοξίας τὸν ζόφον πρότερον διασκεδάσῃ καὶ περιέλοι ἐξ ἑαυτοῦ.

Ἄλλως τε δέ, εἰ τὸ μὴ σκανδαλίζειν τὸν πλησίον σύνδρομόν ἐστι, μᾶλλον δὲ προηγούμενον τοῦ περιλάμψαι τοῖς ἔργοις τοὺς ἀνθρώπους, τὸ δὲ μὴ ποιεῖν πρὸς ἐπίδειξιν ἐν τῷ μὴ σκανδαλίζειν ὡς ἐν μέρει νόμος περιέχεται τῷ ὅλῳ, καὶ τὸ φεύγειν ἄρα τὴν κενοδοξίαν προπαρασκευὴ γίνεται τοῦ ἔμπροσθεν τῶν ἀνθρώπων διὰ τῶν ἔργων ἀναλάμψαι.

Ἀλλὰ γὰρ τὰ μὲν κυριακὰ λόγια σὴν ἐξαίτησίν τε καὶ χάριν διαφόροις ἐπιβολαῖς ἀντὶ τοῦ διαφωνεῖν ἐπεδείχθη μᾶλλον ἀσπαζόμενα τὴν συμφωνίαν. ἔστι δὲ καὶ δεσποτικῶν ἡ μίμησις νόμων, κἀκεῖθεν ἔχει τὴν πρόοδον τὸ πλείοσιν ἐπιχειρήμασιν μεθοδεύειν τὰ στασιάζειν ἀλλήλοις δοκοῦντα τῶν προβλημάτων· καὶ γὰρ αὐτὸς ὁ κοινὸς καὶ πλάστης καὶ διδάσκαλος καὶ σωτὴρ εἰσηγητὴς ὁρᾶται τοῦ κανόνος οἷς ἐποίησεν.

Οὐκ ἄχαρι δ’ ἴσως ἐν ταὐτῷ σοι συνδιεξαπλῶσαι καὶ τὴν θεωρίαν τοῦ τρίτου ζητήματος. ὅτε γὰρ τὸ ἀχάριστον καὶ ἀναίσχυντον ἔθνος τῶν Ἰουδαίων τῆς ἐν σαββάτῳ σιτολογίας τοὺς μαθητὰς αἰτίας εἰσέπραττεν, οὐχ ἑνί γε τρόπῳ τὸ ἐπηρεαστικὸν αὐτῶν ἐπεστόμισεν, ἀλλὰ πρῶτον μὲν τὴν ἀνάγκην αὐτοῖς ἀντεπέστησεν (τοῦτο γὰρ κατασκευάζεται τῇ κατὰ τὸν Δαυὶδ πράξει καὶ τῷ παραδείγματι, ὃς τοὺς ἄρτους φαγὼν οὐκ ἐξὸν τῆς προθέσεως αἰτίας ἀφίεται)· δεύτερον ἀπὸ τοῦ τόπου, ἤτοι παρὰ τὸ ἐν τῷ τόπῳ προνόμιον, παραδειγματικὸν μὲν καὶ τοῦτο, πλὴν τοῦ προτέρου βαθύτερον. ὥσπερ γάρ, φησίν, ἡ αὐτὴ πρᾶξις ἔξω μὲν τοῦ ἱεροῦ γινομένη πρὸς δίκην ὑπάγει, ἐν αὐτῷ δὲ τῷ ἱερῷ ἀνεύθυνον ἀπολύει, οὕτω καὶ σιτολογεῖν μέν τινας ἁπλῶς ἐν σαββάτῳ (δεδόσθω γὰρ ὑμῖν) ποιεῖ ἐν εὐθύναις, τοὺς δὲ τῶν ἀνθρώπων σωτῆρας καὶ διδασκάλους καὶ αὐτῷ τῷ τῆς ἱερωσύνης συνόντας δεσπότῃ καὶ νομοθέτῃ παντὸς αἰτιάματος ἀπαλλάττει· πολλῷ γὰρ μείζω τοῦ ἱεροῦ τὰ ἐνταῦθα.

ἔτι δὲ καὶ ἀπὸ τοῦ ἐλέου τὴν αὐτῶν ἀπόνοιαν στηλιτεύει· εἰ γὰρ μείζων μὲν ἡ θυσία τῆς παρατηρήσεως τῆς ἐν σαββάτῳ, ἐπίπροσθε δὲ τῆς θυσίας καὶ ὁ νόμος ὑμῶν τὸν ἔλεον ἄγει (‘ἔλεον’ γάρ φησι ‘θέλω καὶ οὐ θυσίαν’), οἱ τοὺς μαθητὰς ὁρῶντες λιμῷ καὶ ἀσιτίᾳ πιεζομένους, εἶτα ἀντὶ τοῦ ἐπ’ ἔλεον τραπῆναι δίκην εἰσπραττόμενοι παρανομίας, οὗτοι πολλῷ χαλεπωτέρᾳ παραβάσει τὴν σκιὰν τοῦ νόμου διεκδικεῖν εἰσιν ἑαλωκότες. οὐ μὴν ἀλλὰ καὶ τετάρτῳ τούτους ἀπορραπίζει λόγῳ, οὐ διὰ τὸ σάββατον τὸν ἄνθρωπον γεγονέναι λέγων, ἀλλ’ ἀνάπαλιν ἀνθρώπου χρείᾳ τὸ σάββατον ὑφεστάναι. ναὶ δὴ καὶ μέχρι πέμπτης πληγῆς τῆς ἀνοίας αὐτῶν τῇ μάστιγι τῶν λόγων καθικνεῖται, δεσποτικώτερον λοιπὸν καὶ μετ’ ἐξουσίας αὐτοὺς ἐπιπλήττων· ‘κύριος γάρ ἐστι’, φησίν, ‘ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου’. εἰ δὲ κύριος ὁ υἱός, υἱοὶ δὲ καὶ κληρονόμοι μάλιστα οἱ μαθηταί (οὗτοι γὰρ καὶ πρῶτοι ‘οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν’ καὶ τῆς ἄνωθεν υἱοθεσίας ἠξιώθησαν), οὐκέτι δουλεύσουσιν, ἀλλὰ κυριεύσουσιν τοῦ σαββάτου. ἐξ οὖν τῆς δεσποτικῆς ἐργασίας ταύτης, καὶ ὅση παραπλησία, δυναμωθέντες τε καὶ στοιχειωθέντες, ὥσπερ ᾔτησας, λόγοις διαφόροις τὴν τῶν σεπτῶν λογίων δοκοῦσαν διαφωνίαν εἰς ἀστασίαστον συνηγάγομεν συμφωνίαν.

Ἀλλὰ γὰρ τὰ παρ’ ἡμῶν σοι ἐπὶ τοσοῦτον· εἰ δὲ τὸ σὸν τῆς διανοίας τάχος καὶ τὸ ἐν φρονήματι συνετὸν καὶ τῶν ἱερῶν θεωρημάτων ὁ πλοῦτος καὶ ἡ ῥήτωρ τέχνη γλυκύτερά τε καὶ ὑψηλότερα προσεπιθεωροίη (προσεπιθεωρήσειε δ’ ἄν, εἰ μόνον βουληθείη, εἴπερ ἐγὼ τὸν ἐμὸν οὐκ ἀγνοῶ καὶ Ταράσιον καὶ ἀδελφόν), εἰς τὸ πληρέστατον ἂν εἴην τὴν ἀμοιβαίαν ἀπειληφὼς χάριν.

Ταράσιος πατρίκιος Φωτίῳ τῷ ἐμῷ δεσπότῃ καὶ ἀρχιερεῖ τοῦ θεοῦ Καὶ πῶς ἂν δεξαίμην εὐγενεῖ τόκῳ νόθους γονὰς ἐπεισάγειν καὶ κιβδηλεύειν κάλλος ἔμφυτον βαφαῖς ἐπεισάκτοις; ἀλλ’ ἐμοὶ μὲν οὐδὲν οὐδαμῶς ἐνδεῖν παρίσταται δόξα. καὶ τί δεῖ λέγειν ἐνδεῖν, ἀλλὰ μὴ σὺν παρρησίᾳ φάναι μηδ’ ἄλλοις ὅσοις ὁ βίος λόγος, μή τί γε ἡμῖν, προσθήκην τινὰ ὑπολείπειν; εἰ δ’ ὅσα γε πρὸς τὸ ἔνθεον καὶ ὀξυωπὲς τῆς σῆς διανοίας ἐνδεῖ, τοῦ οὖν ἑωρακότος τὸ λεῖπον, ἐκείνου ἂν εἴη προσαναπληρῶσαι καὶ τὸ παρεωραμένον, ἡμέτερον δὲ χαίρειν ὁρῶντας τὴν χάριν καὶ διδασκομένους ἃ πολλοὶ τῶν πρὸ ἡμῶν ποθήσαντες μαθεῖν οὐκ ἔτυχον (ἐρρέτω φθόνος) ἢ ἐνδεέστερον τῆς ἐπιθυμίας.

Φώτιος Ταρασίῳ πατρικίῳ ἀδελφῷ Οὐ νόθοι γοναὶ ἀδελφῶν αἱ γοναί, οὐδὲ κάλλους ἐπιβολὴ τὸ συλλαβέσθαι πόνων ὧν κοινὸν τὸ κέρδος, οὐδ’ ἡ ἀένναος πηγὴ τῶν καλῶν σου καὶ σοφῶν ῥημάτων τε καὶ θεωρημάτων ἀπορήσει ποτὲ προβολῆς τοιούτων ναμάτων. ὥστε σοι πρόφασις ἡ ἀναβολὴ καὶ τέχνη μὴ βουλομένου μᾶλλον ἢ μὴ δυναμένου.

Ταράσιος Φωτίῳ ἀρχιερεῖ τοῦ θεοῦ, τῷ ἐμῷ δεσπότῃ καὶ ἀδελφῷ Εἰ γνησίους καὶ ἀδελφοὺς τόκους αἱ τῶν ἀδελφῶν γοναὶ ποιοῦσι, τοῦτό με μᾶλλον, ὦ θειότατε δέσποτα, τοῦ ἐγχειρήματος ἀποτρέπει, ὅτι καὶ μᾶλλον ἐμοὶ τὴν κατηγορίαν ἐπιτείνει· τὸ γὰρ δι’ ὧν τὸ γνήσιον φύεται, ἐμὲ τὸ νόθον προβάλλειν (τίς δ’ οὐκ ἂν ὑποβολιμαῖος πρὸς τὰς σὰς γονὰς ἐλεγχθείη;) πῶς οὐ χαλεπωτέραν ἐστὶ τὴν ὕβριν ἐπισπᾶσθαι;

Φώτιος Ταρασίῳ πατρικίῳ ἀδελφῷ Ὁρᾷς οἷα πράττεις, μὴ θέλων συμπράττειν; εἰ γὰρ οἷς προτρεπόμεθά σε συνεργὸν γενέσθαι τὴν κατηγορίαν ὠδίνει, τὴν ἴσην, ἵνα μὴ λέγω τὴν μείζω, εἰς τὸν ἐπιτάξαντα ἀναφέρει. ὥστε μηκέτι προσφιλονεικήσῃς δι’ ὧν καὶ σαυτὸν καὶ ἡμᾶς αἰτίας οὐκ ἀπολύσεις.

Ταράσιος πατρίκιος Φωτίῳ ἀρχιερεῖ τοῦ θεοῦ καὶ ἐμῷ δεσπότῃ καὶ ἀδελφῷ Ἀλλὰ γάρ, εἰ καὶ τὰ δικαιότατα λέγειν ἔχων πρὸς πάντας ἀνθρώπους οὐδὲ τὰ μέτρια ἔχειν ἐξελέγχομαι πρὸς σέ, τί ἄν τις δρῴη; πῶς δ’ οὐ σιγῴην μᾶλλον; καὶ τίς ἂν ὀφθείη τοῦ παραιτεῖσθαι ταύτης μείζων αἰτία καὶ τοῦ μὴ βούλεσθαι συνάπτειν τῇ σῇ τὰ ἡμέτερα σοφίᾳ; πλὴν ἐπεὶ τοῦ μὲν παραχαράττειν καὶ κιβδηλεύειν ἡ γραφὴ τῆς βίας ἂν ἴσως λυθείη τῇ ἀποστροφῇ (καὶ οὐκ ἂν ἦν ἄλλως ἐκφυγεῖν), τοῦ <δὲ> διώκεσθαι θράσους τὴν αὐτὴν ἀναχώρησιν ὁρῶ, τῶν δὲ σῶν ἀγχιστρόφων λόγων καὶ ἀμφιδεξίων οὐκ ἔστιν, ἂν ἄρα σὺ μὴ βουληθῇς, τὰς λαβὰς διαδρᾶναι, διπλοῦ με περιστοιχίζοντος φόβου, δι’ οὗ μοι τὸν μείζω διαλύσασθαι νομίζω, τῇ σῇ πεισθῆναι προστάξει, τοῦτο νῦν καὶ ἄκων ἀναιροῦμαι, οὐκ ἰδίας τινὰς ἐπιχειρημάτων νεουργῶν εὑρέσεις—πόθεν γὰρ τοσαύτη ῥώμη καὶ τίς δύναμις; —ὥσπερ δέ τινας ἀποσπάδας ἐκ τοῦ σοῦ τῶν λόγων παραδείσου ὑφέλκων καί πως ὑπάρδων, εἰ καὶ θολεροῖς τοῖς νάμασι, καὶ ἁμῇ γέ πῃ φυτοκομῶ.

Φημὶ τοιγαροῦν ὡς, ἐπεὶ φῶς ἐστιν ὁ Χριστός—‘ἐγὼ’ γὰρ ‘φῶς εἰς τὸν κόσμον ἐλήλυθα’—χρέος εἶναι τοὺς ὅσοι κήρυκες αὐτοῦ καὶ τῆς εὐσεβείας ἐτάχθησαν ὑφηγηταί, τοῦ διδασκαλικοῦ καθαρῶς καὶ σπουδαίως προΐστασθαι λόγου, ὥστε λάμπειν καὶ καταυγάζειν τοὺς μαθητὰς καὶ διὰ τῆς ἐν τῷ κηρύσσειν ἐργασίας καὶ λαμπρότητος πρὸς δοξολογίαν ἐπιστρέφειν αὐτοὺς καὶ λατρείαν θεοῦ. καὶ ἴσως ἂν εἴη τὸ μὲν ‘οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων’ πρὸς τοὺς ἐργασίαν ποιουμένους τὸ θεῖον κήρυγμα καὶ τῆς ἐκκλησίας αὔξειν τὸ πλήρωμα καὶ τὴν εὐσεβῆ διδασκαλίαν εἰς τὰς τῶν ἀνθρώπων κατασπείρειν ψυχάς (πῶς γὰρ οὐκ ἂν λάμψοι καὶ περιαυγάσοι τῆς εὐσεβείας ὁ λόγος μηδενὶ περιθολούμενος πάθει μηδ’ αἱρετικῇ διαλυγαζόμενος δόξῃ, τὰς τῶν ἀκροωμένων ψυχάς;), τὸ δέ γε μὴ ποιεῖν τὴν ἐλεημοσύνην ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὅσα σύστοιχα, περὶ ὧν ἑαυτοὺς ταῖς ἀρεταῖς στοιχειοῦν ἀπαιτούμεθα εἰρῆσθαι καὶ καλοὺς καὶ ἀγαθοὺς εἶναι συνεισάγομεν σπουδήν.

Φαίη δέ τις οὐ χεῖρον ἴσως ὡς πράττει μέν τις εἰς μίμησιν ἑτέρους ἐκκαλούμενος, ἄλλος οὐκ ἔχων ἀνάγκην τελεῖν μιμητάς. ὁ μὲν πρότερος οὕτω πραττέτω, ὅπως ἴδωσιν οἱ μαθηταὶ τὰ καλὰ αὐτοῦ ἔργα καὶ δοξάσωσιν οἷς παραζηλοῦσι καὶ μιμοῦνται τὸν πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς· τοῦτο γὰρ καὶ ὁ Παῦλος, ὥσπερ ἔπραττεν, οὕτω καὶ λέγειν ἐκεχαρίτωτο, ‘μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ’. ὁ δὲ τῆς δευτέρας τάξεως διωκέτω τὸ κρύφιον, μυστικαῖς ἐργασίαις ἑαυτὸν οἰκοδομῶν καὶ καταρτιζόμενος καὶ τῷ συνιέναι μὴ δυνατὸς εἶναι διδάσκειν ἄλλους ἑαυτὸν περιστέλλων καὶ τῶν κατορθωμάτων ἀσφαλιζόμενος τῷ λανθάνοντι.

Ὅτι δὲ πρὸς μὲν τὴν οἰκείαν ὕβριν ἐπιεικῶς ἔχειν ὁ δεσποτικὸς παρεγγυᾶται λόγος, οὐχὶ δὲ τοὺς προπηλακίζοντας τὴν εὐσέβειαν ἀνεπαχθῶς καὶ ἀλύπως φέρειν, τεκμηριώσαιτ’ ἄν τις καὶ τούτοις. ὁ Χριστὸς φραγελλίῳ τοὺς ἱεροκαπήλους καὶ τὸν πατρικὸν οἶκον εἰς ἐμπορεῖον βεβηλοῦντας ἀπήλαυνε. καὶ Παῦλος τὸν ἐμποδὼν αὐτοῖς ἱστάμενον Ἐλύμαν τὸν μάγον καὶ τὸν δρόμον κωλύειν ἐπιχειρήσαντα τοῦ κηρύγματος πλυνόν τε ἐποίει καὶ ὕβρεσιν ἔβαλλε καὶ τὸ φῶς τῶν ὀμμάτων ἐξέκοπτε· καὶ τὸν ἐπὶ διαβολῇ πάλιν τοῦ θείου διδάγματος τύπτειν αὐτὸν ἐπαρθέντα, τὴν Ῥωμαίων αὐτῷ πολιτείαν ἐπισείσας τὸ θράσος εἰς δέος συνέστειλεν, οὐκ αὐτὸ τοῦτο <ἑαυτὸν> ἐξέλκων μαστίγων, τοῦ δόγματος δὲ τὴν ἐπιβουλὴν ἐκλύων. Πέτρος δὲ καὶ θάνατον ψεύδους εἰσεπράξατο, οὐχ ἅπαξ, ἀλλὰ καὶ δίς. ὥστε φανερὸν ἐκ τούτων ὅτι τὰς μὲν εἰς ἑαυτοὺς ὕβρεις καὶ τὰ ἀδικήματα φέρειν γενναίως δεῖ, μηδὲν ἀντιπράττοντας, τὰς δ’ εἰς τὸ θεῖον δυσφημίας τὸν δυνατὸν καὶ πρέποντα τρόπον προσῆκεν ἀεὶ διακρούεσθαι.

Ἀλλὰ ταῦτα μέν, ἵνα μὴ παρακοῆς ἁλοίην, ὁ συλληφθεὶς ἡμῖν φόβος ἀπέτεκε. καὶ εἰ μὲν ὑπηνέμια εἴη, τῶν ἐμῶν ἐστι βεβιασμένων ὠδίνων ὁ τόκος· εἰ δέ τι γενναῖον καὶ γονίμου διανοίας ἄξιον, τῆς σῆς ἂν εἴη μαιεύσεως, μᾶλλον δὲ τῆς σῆς καὶ γεωργίας, ὦ δέσποτα, καὶ σπορᾶς.

Φώτιος Ταρασίῳ πατρικίῳ ἀδελφῷ Ὡς γλυκύς μοι καὶ λαμπρὸς ὁ ἀγών· διπλῆν καὶ καλὴν νενίκηκα νίκην, καὶ νενίκημαι τὴν ἡδυτέραν. ἔχω μὲν γὰρ τὸν ἀνταγωνιστὴν ὑπὸ χεῖρας τὰς ἐμάς, αὐτῆς μοι τῆς ἱερᾶς σοφίας, ἣν καθ’ ἑαυτὸν ἐπέχων οὐκ ἐβούλετο κοινωνεῖν τοῖς φίλοις, ἐν τῷ προκύψαι καί πως τὰ δεσμὰ τῆς σιγῆς διαρρῆξαι τῷ κράτει μάλιστα συναραμένης, ἔχω δὲ καὶ τὰς ἐμὰς ψήφους, οὐχ ὅτι πάσης αἰτίας ἀφειμένας, ἀλλὰ καὶ τὰ κάλλιστά τε καὶ λυσιτελέστατα θεμένας. ἃ δὲ ἥττημαι, πῶς τὸ ἡδὺ τῆς ἐμῆς ψυχῆς καταστάζει, ὅτι λόγοι με καὶ θεωρίαι τοῦ φιλτάτου παρευδοκιμοῦσιν· ὃν ὅτιπερ ἂν ᾖ χρηστὸν ἐν ἀνθρώπου φύσει, τούτοις ἐγὼ πᾶσιν ἄμεινον ἐμοῦ καὶ πολλῷ πράττειν εὐξαίμην ἄν.

Ἀλλ’ ὅρα, μηδεὶς θόρυβος, μηδὲ θαυμάσῃς· ταῦτα γὰρ ἅ με θέλγει καὶ καθηδύνει καὶ θαυμασίαν οἵαν διάχυσιν ἐμποιεῖ τῇ ψυχῇ, βλοσυρὸν ὁρᾶν καὶ συνεσταλμένον ἐπὶ σὲ τὴν δίκην παρασκευάζει. τί δήποτε; ὅτι με τηλικαύτης ἐφιλονείκεις ἀποστερήσειν ὠφελείας καὶ ἀναβολαῖς μακραῖς οὐ δέον παρελύπεις. ἀλλ’ ἱλαρὸν ἐπόψεταί σε καὶ γλυκὺ προσμειδιῶσα, εἰ μηκέτι βραδὺν καὶ πλάττοντα προφάσεις περὶ τὰς ἀμοιβαίας χάριτας, καὶ τότε τοιαύτας οὔσας καὶ τηλικαύτας, καταλάβοι.

Πέτρῳ πατρικίῳ Προτάττει τῶν ἐπιστολῶν αὐτοῦ Παῦλος ὁ θεῖος τὸ ὄνομα, μηδὲ διᾶραι στόμα χωρὶς τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμενος· καὶ γὰρ αὐτῷ καὶ τὴν κλῆσιν ἡ χάρις ἐκαίνισεν, εἰς Παῦλον τὸν Σαῦλον ὥσπερ τοὺς τρόπους, οὕτω διαμειψαμένη καὶ τὰ ῥήματα. διό φησιν ‘Παῦλος’, ὁ καὶ αὐτὴν οἱονεὶ τὴν κλῆσιν ἐκ δεσποτικῆς φιλοτιμίας φέρων, ὁ πάντα πλουτήσας ἀπὸ Χριστοῦ, τὸ ὄνομα, τὴν πίστιν, τὸν πόθον, τὸν δρόμον, τὴν ἀποστολήν, τὰ πολιτεύματα.

Εἰκότως τοιγαροῦν καὶ ‘δοῦλος Χριστοῦ’· ὁ γὰρ προῖκα τοσαῦτα λαβὼν καὶ μηδὲν προκαταθέμενος πῶς οὐχὶ δοῦλος καὶ εἴ τι ἄλλο τοῦ διὰ τοσούτων τιμήσαντος; δοῦλοι μὲν γὰρ καὶ ἄκοντες ἅπαντες ὅσους ὁ δημιουργικὸς λόγος ἐκ μὴ ὄντων εἰς ὕπαρξιν θέμενος πρὸς τὸν δεσπότην ὁρᾶν ἀναγκάζει καὶ τοῦ πλάστου τὸ κράτος ἐπίστασθαι (καὶ γὰρ ἀνάγκη τὸ δημιούργημα δοῦλον εἶναι καὶ ὑπεξούσιον τῆς τοῦ δεδημιουργηκότος κυριότητος)· δοῦλον δὲ καὶ ὅσον τῆς τοῦ κρείττονος ἀπολαύει προνοίας καὶ τῆς ζωῆς ὥσπερ ἐκεῖθεν ἔχει τὴν ὕπαρξιν, οὕτω καὶ τῆς διαμονῆς τὴν συνέχειαν. εἶεν δ’ ἂν εὐγνωμονοῦντες δοῦλοι καὶ οἵτινες τυραννίδος πικρᾶς καὶ χαλεπῆς αἰχμαλωσίας μεγάλοις ἐλευθερωθέντες λύτροις τὸν λυτρωτὴν ἐπιγράφεσθαι δεσπότην ἐγνώκασιν.

Ἀλλ’ ὅ γε θεῖος Παῦλος οὐ τούτοις ἑαυτὸν τοῖς τρόποις ὑποτάξαι Χριστῷ μέγα ἐποιεῖτο (κοινά τε γὰρ ταῦτα καὶ οὐδὲν ἐξαίρετον οὐδὲ θαυμαστὸν ἐνδεικνύμενα), ἑτέροις δὲ μᾶλλον ἑαυτὸν διακοσμεῖ καὶ διαπλάττει δοῦλον πλείοσί τε καὶ μείζοσι, καὶ τὸ τῆς δουλείας καθαρὸν καὶ ὄντως ἐλεύθερον λαμπρῶς ἐπιδείκνυται. καὶ πρῶτον μὲν οἷς ἔσχεν ἰδίως φιλοτιμεῖσθαι, τοῖς δεδομένοις αὐτῷ παρὰ τοῦ πλάστου χαρίσμασι· δεύτερον τῷ ἐξῃρημένῳ τῶν ἄλλων ἀνθρώπων καὶ διαπύρῳ τῆς εἰς αὐτὸν ἀγαπήσεως· καὶ τρίτον τῇ ἀπροφασίστῳ τῆς ἀποστολῆς ὑπηρεσίᾳ καὶ τῷ ἀπαραβλήτῳ δρόμῳ τοῦ κηρύγματος· οἷς ἅπασιν τῆς αὐτοῦ δουλείας ἐλευθέρῳ φρονήματι τὴν ὡς ἀληθῶς ἐμφανίζει εὐγένειαν· καὶ πρός γε τοῖς εἰρημένοις τῇ ἀκριβείᾳ καὶ καθαρότητι τοῦ πολιτεύματος, δι’ ὧν ἑαυτὸν δοῦλον καὶ σῶμα καὶ ψυχὴν καὶ λογισμοὺς καὶ πάντα τῷ Χριστῷ παρεστήσατο, οὐδαμοῦ τὴν ἐκλογὴν αἰσχύνας οὐδὲ τὴν ἄνωθεν ψῆφον φαυλίσας, πανταχοῦ δὲ μᾶλλον θείαν ὡς ἀληθῶς ἀποφήνας καὶ τοῖς ἔργοις τὴν κρίσιν βεβαιωσάμενος, καὶ μηδὲν λιπών—τί δεῖ λέγειν τῶν ἐντολῶν ἀκατόρθωτον, ὅπου λαβεῖν ἐστιν ἃς καὶ ὑπερεβάλετο;

Δείκνυται τοιγαροῦν ὁ θαυμάσιος Παῦλος καθ’ ἕνα μὲν τρόπον δοῦλος ὡς τῆς δημιουργικῆς παλάμης φιλοτέχνημα, καθ’ ἕτερον δὲ ὡς τῇ ἐκεῖθεν προνοίᾳ τὴν ὕπαρξιν συνεχόμενος, εἶτα ὡς ἠγορασμένος τῷ δεσποτικῷ αἵματι. λοιπὸν ἐντεῦθεν τὰ ἰδιάζοντα· οὐδὲ γὰρ οὐδὲ μέχρι τούτων ἵσταται, οὐδ’ ἐν τοῖς κοινοῖς τὴν αὐτοῦ δουλείαν περιγράφει, ἀλλὰ καὶ χαρισμάτων πλοῦτον περιβαλλόμενος ἄλλης δουλείας ζυγῷ καὶ τρόπῳ ἑαυτὸν ὑποζεύγνυσιν, ἀντιδεξιοῦσθαι φιλονεικῶν οὐκ εἰωθόσι θεραπείαις τὸν καινοτέραις αὐτὸν φιλοτιμησάμενον χάρισιν. ναὶ δὴ καὶ ἀντὶ πάντων φιλεῖ τὸν δεσπότην φίλτρον ὑπερβολὴν οὐ λεῖπον καὶ μεῖζον ἢ κατὰ λόγον τοῦ θαυμάζεσθαι, καὶ πάντα σκύβαλα ἡγεῖται, ἵνα Χριστὸν τὸν ποθούμενον κερδήσῃ. ἀλλὰ καὶ ἀποστέλλεται κῆρυξ καὶ τὴν οἰκουμένην πληροῖ τῷ κηρύγματι, ἀπὸ Ἱερουσαλὴμ ὥσπερ ἐξ ἀφετηρίας τινὸς πρὸς τὰ τῆς γῆς πάντα δραμὼν πέρατα, καὶ μέχρις αὐτῶν τῶν Ὠκεανοῦ ῥευμάτων σαλπίσας τὸ εὐαγγέλιον. τοιαύτην δουλείαν Χριστῷ δουλεύειν ὁ Παῦλος ἠπίστατο. ἐφ’ οἷς ἕβδομος δουλείας ἐξανύεται τρόπος, δι’ οὗ τῆς ἐν Χριστῷ πολιτείας τοὺς θεσμοὺς καὶ τὰ νόμιμα καθαρῶς τε καὶ σπουδαίως, καὶ ὡς οὐκ ἄν τις ἕτερος, οὐ τότε, οὐχ ὕστερον, κατώρθωσέν τε καὶ διεφύλαξεν, ‘ὑποπιάζων τὸ σῶμα καὶ δουλαγωγῶν, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται’.

Αὗται τῆς δουλείας αἱ θαυμάσιοι καὶ κρείττους ἁπάσης ἐλευθερίας ἰδέαι, ταύτας ἀνέπνει, ταύτας οὐκ ἔληγε δουλεύων, ταύταις ἐναθλῶν ἐσεμνύνετο. διὸ καὶ γράφων δοῦλον ἑαυτὸν Ἰησοῦ Χριστοῦ ἀπογράφεται· ‘τοῦτό μου’, φησί, ‘τὸ ἀξίωμα, τοῦτο τῆς ἀρχικῆς ἐξουσίας τὸ ἐπίσημον, ἀπὸ τούτου βούλομαι πᾶσι γνωρίζεσθαι’. οἱ μὲν ἐν κόσμῳ ἀναστρεφόμενοι ἀπὸ τῶν ἐν κόσμῳ ἀξιωμάτων δηλοῦσθαι βούλονται, ὑπάτους ἑαυτοὺς καὶ στρατηγοὺς καὶ δημάρχους καὶ τὰ τοιαῦτα προγράφοντες· Παύλῳ δὲ ἀρκεῖ εἰς μέγεθος καὶ δόξης καὶ ἀρχῆς καὶ ἀξιώματος τὸ δοῦλον εἶναι Χριστοῦ, κἀκεῖθεν μᾶλλον ἢ ἀπό τινος ἄλλου γινώσκεσθαι. ἀλλ’ οὕτω μέν σοι τεθεωρήσθω ἡ αἰτία τοῦ τε προτάττεσθαι τὴν κλῆσιν τῶν ἐπιστολῶν Παύλου καὶ τὸ διὰ παντὸς δοῦλον ἑαυτὸν ἀναγράφειν Χριστοῦ.

Τὸ δὲ ‘ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει’ καὶ ἑξῆς τοιαύτην τινά μοι δοκεῖ τὴν θεωρίαν ἔχειν. ‘ὁρισθέντος’ φησὶν οἱονεὶ ἐπιγνωσθέντος εἰς γνῶσιν ἀνθρώποις ἐληλυθότος. εἰώθαμεν γὰρ ἢ ὀνόματί τινι καταλαμβάνειν τὰ πράγματα ἢ διά τινων ὁρικῶν λόγων εἰς τὴν αὐτῶν ἀφικνεῖσθαι ἐπίγνωσιν· νῦν οὖν ‘ὁρισθέντος’ φησὶν οὐχὶ τὸ παρά τινος εἰς υἱοθεσίαν ἀνειλῆφθαι, ἄπαγε, οὐδ’ ὅτι τὴν τοῦ υἱοῦ θεοῦ προσηγορίαν ἀπό τινος ἔσχεν θέσεως, ἀλλ’ ‘ὁρισθέντος’ φησὶν οἷον τοῦ διὰ τῶν περὶ αὐτὸν ἰδιωμάτων ἡμῖν ἐμφανισθέντος καὶ εἰς γνῶσιν καὶ κατάληψιν ὡς οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει περιελθόντος.

Πόθεν οὖν καὶ ἐκ τίνων ὁ τοῦ θεοῦ υἱὸς ἀφορίζεται καὶ τίσιν ἰδιότησιν χαρακτηριζόμενος εἰς γνῶσιν ἡμῖν ἔρχεται; ἐκ προφητικῶν, φησί, χρησμῶν· τοῦτο γὰρ παρίστησι διὰ τοῦ εἰπεῖν ‘ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις’· δεύτερον ἐκ τῶν δυνάμεων ἃς ὑπερφυῶς ἐτέλει· ‘τοῦ ὁρισθέντος’ γάρ φησιν ‘υἱοῦ θεοῦ ἐν δυνάμει’· εἶτα ἐκ τοῦ πνεύματος τοῦ ἁγίου, ὃ τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐχορήγει· ἀλλὰ καὶ ἐκ τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, ἐκ σπέρματος τοῦ Δαυὶδ γεγενημένον. καὶ γὰρ τούτων ἁπάντων ἡ συνδρομὴ διορίζει καὶ ἀποδιίστησιν αὐτὸν τῶν ἄλλων ἁπάντων, ὅσοις κατὰ χάριν γέγονεν υἱοὺς ἐπονομασθῆναι· καὶ δείκνυσι καὶ διδάσκει πάντας, αὐτὸν εἶναι τὸν ἀληθῶς καὶ φύσει υἱὸν τοῦ θεοῦ καὶ θεόν. ὅθεν δυνατὸν ἂν εἴη, καὶ οὐχὶ πλαγιασμῷ τῶν ῥημάτων μόνον, ἀλλὰ κατ’ εὐθεῖαν αὐτὰ συνείροντας, τὸ ἐξαίρετον τῆς υἱότητος τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ἀφορίσαι τε καὶ παραστῆσαι καὶ τὴν περὶ αὐτοῦ γνῶσιν καὶ εἴδησιν σαφῆ καὶ καθαρὰν τοῖς πιστοῖς παρασχέσθαι.

οἷον εἴ τις ἐρωτῴη ‘τί ἐστιν Χριστός;’, ῥᾷον καὶ οὐδὲν ἐργῶδες εἰπεῖν· ‘Χριστός ἐστιν ὁ διὰ τῶν προφητῶν μὲν προκηρυχθείς, καὶ γενόμενος κατὰ σάρκα ἐκ σπέρματος Δαυίδ, ὑπερφυέσι τε δυνάμεσι καὶ πνεύματος ἁγίου δαψιλεῖ τε καὶ ἀφθόνῳ χορηγίᾳ τὸ τῶν ἀνθρώπων γένος εὐεργετῶν, καὶ διὰ τῆς οἰκείας ἀναστάσεως τὸν θάνατον μὲν νεκρώσας καὶ τὸν ᾅδην σκυλεύσας, τοὺς ἀπ’ αἰώνων δὲ συναναστήσας ἑαυτῷ νεκρούς· οὗτός ἐστιν ὁ Χριστός, οὗτος ὁ τοῦ θεοῦ υἱὸς καὶ θεός, εἰς τούτου τὸ εὐαγγέλιον Παῦλος ἀφωρισμένος ἐγένετο’. τοῦτο παρίστησιν ἡ ‘τοῦ ὁρισθέντος υἱοῦ θεοῦ’ φωνή. πρόσθες, εἰ βούλει, πρὸς ἐξάπλωσιν καὶ δήλωσιν σαφεστέραν· ‘δι’ οὗ καὶ Παῦλος ἔλαβεν χάριν ἀποστολῆς, ἔθνη βάρβαρα πεῖσαι καὶ παρασκευάσαι ὑπακοῦσαι τῇ πίστει τοῦ Χριστοῦ’, τοῦτ’ ἔστιν εἰς αὐτὸν πιστεῦσαι καὶ λατρεύειν μόνῳ ὡς ἀληθινῷ θεῷ καὶ υἱῷ θεοῦ, ἀφέμενα τῶν πατρῴων ἐθῶν καὶ τῆς παλαιᾶς αὐτῶν καὶ δεισιδαίμονος πλάνης.

Τὸ δὲ ‘καυχάσθω ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ’, τῷ ἱερῷ ῥηθὲν Ἰακώβῳ, οὐ τοῦτο δηλοῖ ὡς μεγαλορρημονείτω, μεγαλαυχείτω, ἀλαζονευέσθω, οὐδὲν τούτων. τίθεται μὲν γὰρ ὡς ἔθος τὰ ῥήματα ταῦτα ἐπὶ τῆς τοιαύτης διανοίας, καὶ τὸ πρόχειρον τῆς λέξεως εἰς τοῦτο φέρει· ἀλλ’ οὖν νυνί γε τὸ ‘καυχάσθω’ φησὶν ἀντὶ τοῦ θαρρείτω, ἐλπιζέτω. μηδὲ γὰρ ὅτι ταπεινός, φησίν, ἀθυμείτω ὡς ἐν πενίᾳ τρυχόμενος ἢ τῇ παρὰ τῶν ἀνθρώπων ἀδοξίᾳ ὑβριζόμενος· καὶ γὰρ καὶ ὁ κύριος ἡμῶν τοὺς ταπεινοὺς καὶ εὐτελεῖς καὶ πένητας καὶ πτωχοὺς ἐξελέξατο, τοὺς πλουσίους καὶ δόξῃ καὶ γένει μέγα φρονοῦντας φρυάττεσθαι λιπών. οὔκουν ὀφείλει τις ἀθυμεῖν ὅτι ταπεινός, εὐφροσύνης δὲ μᾶλλον πληρούσθω, κοινωνὸν ἑαυτὸν καὶ μέτοχον τοῦ ἀποστολικοῦ χοροῦ διὰ τῆς εὐτελείας καὶ ταπεινότητος ἐννοῶν.

Ἀλλ’ ἴσως ἄν τις ὑποφέρων ἐρεῖ ὡς ἁρμόσειε τὸ νῦν εἰρημένον οὐ πρὸς τοὺς ἀρχομένους τότε πιστεύειν, ἀλλὰ μᾶλλον πρὸς τοὺς νῦν πιστούς· οὔπω γὰρ ἐκείνοις λαμπρὸν οὕτω καὶ ἀξιοθαύμαστον τὸ τῶν ἀποστόλων ὑπῆρχεν ἀξίωμα, ὡς ἀπὸ τοῦ κατ’ αὐτοὺς παραδείγματος εἰς μίμησιν ἀρετῆς καὶ ζῆλον τοὺς ἄλλους προκαλεῖσθαι. οὐδὲν δὲ ἄρα τοῦτο κωλύει· καὶ γὰρ καὶ τότε αὐτῶν τὸ τῆς ἀρετῆς μέγεθος σχεδὸν οὐδένα ἐλάνθανεν, ὅπου γε καὶ θυσίαις αὐτοὺς ἔνιοι, καίτοι τὰ Ἑλλήνων ἔτι θειάζοντες, γεραίρειν καὶ τιμᾶν ἐμελέτησαν. καὶ αὐτὸς δὲ Παῦλος ἐν παρρησίᾳ φησίν· ‘μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ’.

Ὕψος οὖν τοῦ ταπεινοφρονοῦντος ἀνδρὸς ἡ ταπεινοφροσύνη, ἐν ᾗ οὕτως ἐπερείδεσθαι δεῖ καὶ εὐθυμεῖν καὶ χαρᾶς πληροῦσθαι τὴν ψυχὴν ὡς εἴ τις ἄλλος τὸν σύμπαντα πλοῦτον καὶ τὴν ἀνθρωπίνην δόξαν εἴη περιβεβλημένος καὶ κατέχων χειρί. ὁ μὲν γὰρ οὕτω καὶ ἐν τούτοις ταπεινὸς τὸν θεὸν ὑψοῦντα ἔχει καὶ ἄνω τιθέντα (‘ὁ’ γὰρ ‘ταπεινῶν ἑαυτόν’ φησιν ‘ὑψωθήσεται’), ὁ δὲ ἀπ’ ἐναντίας ὑψούμενος τούτου τὸν θεὸν ἀντιτασσόμενον εὑρήσει καὶ ταπεινοῦντα καὶ εἰς γῆν αὐτῷ φυσήματι καὶ ματαίῳ κόμπῳ καταβάλλοντα. εἶδες ὕψος ἐσχάτης αἴτιον καταπτώσεως; εἶδες ταπείνωσιν εἰς οὐρανὸν ἀναφέρουσαν; πῶς οὐκ ἄν τις εὔθυμος εἴη καὶ καυχήσαιτ’ ἂν εἰκότως, τοῦτ’ ἔστιν τερφθείη καὶ θαρρήσει ἐπὶ τῷ ὕψει αὐτοῦ τῆς ταπεινώσεως;

Τί οὖν; οἱ πλούσιοι ταύτης ἐστέρηνται τῆς ἀναγωγῆς καὶ ὑψώσεως; οὐ τοῦτό φημι, ἐπεὶ καὶ ὁ κοινὸς δεσπότης οὐ τοὺς πλουσίους ἐκβάλλει τῆς βασιλείας, τοὺς δὲ προστετηκότας τῷ πλούτῳ καὶ ταῖς φροντίσιν ὅλως πρὸς αὐτὸν νεύοντας καὶ ἐπτοημένους, οἳ τὴν μέριμναν πᾶσαν τοῖς θησαυροῖς ἐνδησάμενοι ἔχουσιν ὡς ἐν δεσμωτηρίῳ τῇ γῇ καὶ τῷ χρυσῷ κατορωρυγμένας καὶ πεπεδημένας αὐτῶν τὰς ψυχάς· ὧν καὶ τὴν ἄνοιαν στηλιτεύων ὁ σωτὴρ ἔλεγεν· ‘ὅπου ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν’. τούτοις τοῖς πλουσίοις ἄβατος ἡ οὐράνιος πολιτεία· καὶ ‘εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν ἢ τούτους εἰς τὴν τῶν οὐρανῶν βασιλείαν’. πῶς οὖν εἰσελεύσονται οἱ πλούσιοι, καὶ κλῆρος αὐτοῖς ἔσται τὰ οὐράνια πολιτεύματα; ἂν μιμῶνται τὸν Ἀβραάμ, ἂν τὸν Ἰώβ, ἂν οἰκονόμοι καλοὶ τοῦ πλούτου, ἀλλὰ μὴ πικροὶ καθίστανται τύραννοι οὐδὲν ἔλαττον τοῦ ὁμοφυοῦς ἢ τῆς ἑαυτῶν σωτηρίας, πολλοῖς κλείθροις καὶ μοχλοῖς τὴν τῶν πενήτων παραμυθίαν ἐναποκλείοντες. πόθεν δὲ ὁ πλούσιος εἰς ταύτην τὴν πρᾶξιν ἀφίξεται, καὶ τίς ἡ αἰτία {καὶ} τοῦ κατορθώματος;

ἡ ταπείνωσις, φησίν· ἐὰν γὰρ ταπεινώσῃ ἑαυτὸν καὶ οὐ πρὸς φυσίωσιν ἐπαρθῇ οὐδ’ εἰς ἀπόνοιαν ἐμπέσῃ τῷ χρυσῷ καὶ πλούτῳ γαυρούμενός τε καὶ διογκούμενος, οἶδεν ὅτι τούτων οὐδέν ἐστιν ἴδιον αὐτοῦ, ὅτι γυμνὸς ἐξῆλθεν ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὅτι πάντα ἐστὶν τοῦ θεοῦ, ὅτι ῥᾷόν ἐστιν ἀφελέσθαι μὲν αὐτοῦ ταῦτα, εἰς ἑτέρους δὲ μετενεγκεῖν, ὅτι ταῦτα δίδονται οὐχ ἵνα στέρωνται τῶν ἀναγκαίων οἱ πλησίον, ἀλλ’ ἵν’ ἔχοιεν ἐκ τοῦ λαβόντος μεταλαμβάνειν, ὅτι μυρία ἄλλα. καὶ ταῦτα εἰδὼς καὶ τοῖς λόγοις ἀνελίσσων εὐχαριστεῖ τῷ δοτῆρι, οἶδεν ἑαυτὸν χρεώστην, πείθεται τοῖς τοῦ πλάσαντος αὐτὸν καὶ πλουτίσαντος νόμοις, ὡς ἀλλοτρίων τῶν ἰδίων προΐσταται καὶ ταῦτα οἰκονομεῖ, μᾶλλον δὲ ὡς μάλιστα ἰδίων, ἴδια καὶ λογιζόμενος καὶ ποιούμενος ὅσα τοὺς ὁμοπίστους καὶ ὁμοφυεῖς ἰσχὺν εἴληφε θεραπεύειν· οὕτω πράως τοῖς δεομένοις ἐπαρκῶν, οὕτω φιλανθρώπως, οὕτως οἰκονομικῶς, ὡς τῶν κοινῶν φύλαξ καὶ οἰκονόμος ταχθεὶς ἐκ θεοῦ.

Ὁρᾷς ὅπως καὶ τὸν πλούσιον ἡ ταπείνωσις λαμπρὸν καὶ ὑψηλὸν καὶ τῆς βασιλείας ἄξιον ἀποφαίνει; διὰ τοῦτό φησιν· ‘ὁ δὲ πλούσιος καυχάσθω ἐν τῇ ταπεινώσει αὐτοῦ.’ ἐν ταύτῃ, φησίν, ἐλπιζέτω τῇ ταπεινώσει, ἐν ταύτῃ θαρρείτω, διὰ ταύτης ὑψωθήσεται· εἰ γὰρ μὴ τοῦτο, φησίν, ἀπὸ τοῦ πλάστου κερδήσειεν, τί ἄλλο αὐτῷ ἐξ αὐτοῦ ἔσται, ἀπὸ γῆς, ἀπὸ πηλοῦ, ἀπὸ ψηφιδίων οὕτω μικρῶν, μᾶλλον δέ, ὡς ὁ ἱερὸς Ἰάκωβος φάναι, ἀπὸ μηδὲν ἄνθους χόρτου διαφέροντος, ὃ πρὸς ὥραν μὲν ἀνθεῖ καὶ τέρπει πολλάκις αἴσθησιν, ἐπικαίοντος δὲ τοῦ ἡλίου ξηραίνεταί τε καὶ ἀφανίζεται, μηδὲ λείψανον τῆς προτέρας εὐπρεπείας ὑπολειπόμενον; ὥσπερ οὖν τὸ ἄνθος τοῦ χόρτου, ἐν ᾧ τὸ ὡραῖον προβάλλει, φθείρεται καὶ ἀπόλλυται, οὕτω καὶ ὁ πλούσιος ἐν αὐτῇ μέσῃ τῇ εὐδαιμονίᾳ πορευόμενος, ἐν αὐτῷ τῆς πολυτελείας τῷ ἄνθει μαραίνεται καὶ διόλλυται.

μᾶλλον δὲ καὶ τοῦ ἐν τῷ χόρτῳ ἄνθους εὑρήσεις αὐτὸν ἀσθενέστερόν τε καὶ ἀδρανέστερον· τὸ μὲν γὰρ ἰδίῳ καιρῷ ἀνθεῖ καὶ ἰδίῳ μαραίνεται, ὁ δὲ πλούσιος ἐν αὐτῇ μάλιστα τῇ ἀκμῇ, ὅτε πανταχόθεν αὐτῷ βλαστάνει καὶ ἀνθεῖ τὰ ἡδέα καὶ δοκοῦντα εἶναι λαμπρὰ καὶ ζηλωτά, καὶ τῷ ὄγκῳ καὶ τῷ φυσήματι φλεγμαίνων τοῖς πολλοῖς ἐστι φοβερός, τότε δὴ τότε ἀθρόον’ πολλάκις ἢ θανάτου νόμῳ συλληφθεὶς ἐξ ἀνθρώπων ἀφανίζεται ἢ ναυάγιον αὐτὸν ποιεῖ ὑποβρύχιον, καὶ (τὸ καινὸν καὶ παράδοξον) οὐδ’ αὐτὸν ἔσθ’ ὅτε βυθίζον, ἀλλὰ τὸν χρυσόν, τὴν αὐτοῦ ψυχὴν καὶ ζωήν, καὶ τύραννος δὲ μᾶλλον ἢ κατ’ ἐκεῖνον χεὶρ τὸν πλοῦτον ἁρπάσασα ἔρημον αὐτὸν καὶ τῆς ὀφρύος καὶ τῆς ζωῆς ἐναπέλιπεν· θεραπόντων ἐπιβουλαί, λῃστῶν ἐνέδρα· τί ἄν τις οἷς ἐκεῖνος ἁλίσκεται καὶ διόλλυται φέρων ἀριθμῷ δοίη; οὕτω καὶ ἄνθους παθεῖν ὁ τοιοῦτος φαυλότερός τε καὶ ἑτοιμότερος.

Ἀλλὰ ταῦτα μὲν περὶ ὧν ἠρώτησας ἡ ἐπιστολή σοι διαλέγεται. σὺ δὲ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἔργοις καὶ δόγμασι δοῦλον σεαυτὸν παριστῶν καὶ τὸν πλοῦτον καλῶς οἰκονομῶν, ἐν τῇ τοιαύτῃ πεποιθὼς ἔσο καὶ εὐθύμει ταπεινώσει, καὶ τἄλλα τήν τε ψυχὴν καὶ τῷ σώματι ἔρρωσο.

Σισινίῳ σπαθαροκανδιδάτῳ Πελοποννησίτῃ Καὶ τῶν θείων λογίων, φασί, τοὺς νόμους παρορᾷς καὶ τῆς ἡμετέρας συμβουλίας ὀλιγωρεῖς. εὔχομαι μὲν ἐκφῦναι ταῦτα φθόνου καὶ τῆς πάντα τὰ καλὰ λοιδορουμένης καὶ διαπλυνούσης γλώσσης· εἰ δὲ τὰς εὐσεβεῖς καὶ μισοπονήρους ψυχὰς αἱ σαὶ πράξεις εἰς δικαίαν ἀγανάκτησιν κινοῦσαι μέχρις ἡμῶν ὑπηρετήσαντο τῇ φήμῃ, ἡ ἐσχάτη σοι ἄρα λείπεται παρ’ ἡμῶν συμβουλία.

Ἰωάννῃ ἀρχιεπισκόπῳ Ῥαβέννης Ὄκνος μὲν οἶδε προβάλλειν ἀσφάλειαν, ἀλλ’ ὅστις καίριος καὶ τὸ ῥᾷστον οὐκ ἔχει κατήγορον· τῶν δὲ καλῶν καὶ τιμίων προδότης ὁ ῥάθυμος, καὶ ἐν τῷ τῆς ἀσφαλείας προσχήματι τὴν σκηνὴν ἑαυτῷ τῆς ἀναχωρήσεως περιπήγνυσιν. εἰ μὲν οὖν μηδὲν ἐλυμήνατο τοῖς ἀναγκαίοις καὶ καλοῖς ἡ τοσαύτη σου διατριβή, τῆς ἀσφαλείας ὁ ὄκνος καὶ τὸ συνετὸν ἀξιόλογον· εἰ δ’ ἄνω καὶ κάτω πάντα τῷ βράδει γεγόνασιν, ἐγὼ μὲν οὐκ ἐρῶ, οὐδ’ ἀπαιτῶ δίκην, σοὶ δὲ λείπω τῷ πράξαντι καὶ τοὔνομα θεῖναι, εἰ μή τι ἄλλο, μᾶλλον δὲ τὰ ὀνόματα τῆς πράξεως.

Δωροθέῳ ἡγουμένῳ μονῆς Κεδρώνων Τὰ σταλέντα ἡμῖν ἐδεξάμην ἱερώσυνα· καὶ εἰ μὲν θεόγλωσσος ἦν μοι ἡ φωνή, προὔθηκα ἂν χρῆσαί σοι μᾶλλον ἢ ἐπεύξασθαι τὰ ἀγαθά· ἐπεὶ δὲ χρησμῳδεῖν οὐ θεόληπτος ἐγώ, ὃ μάλιστα πεποιθὼς πράξεσι ταῖς σαῖς ὁρῶ μοι δυνατόν—ἰσχύειν γὰρ ἐνεργουμένην πεπιστεύκαμεν εὐχήν— ἐπεύχομαί. σε τυχεῖν ὅσα ἂν εἴη τῶν ἐλπίδων οὐκ ἐλάττονα.

Τῷ αὐτῷ Ὁ μὲν σωματικὸς ἔρως ὄψει καὶ ὁμιλίᾳ καὶ συναναστροφῇ κρατύνεσθαι εἴωθεν, τούτων δὲ διαπεσὼν ἀμβλύνεται καὶ μαραίνεται· ἡ δὲ τοῦ θείου πνεύματος ἀγάπη, μηδενὸς αὐτῶν ἐν τῇ συναφείᾳ δεομένη, οὐδὲ διασπωμένη τούτων φέρει τὸ ἔλαττον. αὐτὸς οὖν ἀγαπήσας ἡμᾶς οὐκ ἰδὼν ἔχεις ἀφ’ ἡμῶν τὸ ἴσον ἐκ τῆς αὐτῆς κρίσεως· εἰ δὲ καὶ κατὰ τὴν ὑπόσχεσιν παραγένῃ, πλεονεκτήσεις ἡμᾶς τῇ παρουσίᾳ, εἰ καὶ τὸ ὅμοιον ἡμῖν οὐκ ἐν τῷ ἴσῳ τὸ ῥᾷστον ἔχει διαπεραίνεσθαι.

Περὶ τοῦ μὴ δεῖν πρὸς τὰ ἐν τῷ βίῳ λυπηρὰ ἐπιστρέφεσθαι Ἀγαθὸν ἀνθρώπῳ βίος ἄλυπος, χαλεπὸν δὲ τυχεῖν, μᾶλλον δὲ τοῖς γε τὴν κρίσιν μὴ ἔχουσιν ἀπ’ ὀρθῆς διαίτης προϊοῦσαν ἀδύνατον. οἷς μὲν οὖν ἡδόμεθα, τῷ πλάσαντι καὶ χορηγοῦντι τὴν ἀνεύθυνον ἡδονὴν χάρις· ἃ δὲ ἀνιώμεθα, ἐν ἑαυτοῖς ἐστιν εὑρεῖν, ὥσπερ τούτων τὸ αἴτιον, οὕτω καὶ τὸ φάρμακον τῆς ἰάσεως. τὰ γὰρ πλεῖστα τῶν λυπηρῶν οὐκ ἐξ ἑαυτῶν τὴν πληγὴν ἐπάγει, ἀπὸ δὲ τῆς ἡμετέρας κρίσεως λαμβάνει τὸ πλήττειν.

Ἐστερήθη τις πλούτου; τί δύναται ἡ στέρησις λυπῆσαι; ἀλλ’ ἐγὼ τὴν στέρησιν βαρὺ νομίζω; δῆλον ὡς αὐτὸς ἐγὼ καὶ τὴν οὐδὲν κατ’ ἐμοῦ κινοῦσαν ὁπλίζω πικρὸν ἀφεῖναί μοι βέλος. ὁ μὲν γὰρ φθόνος ἢ κοινόν τι πόλεως ἢ πατρίδος πάθος ἢ ἄλλο τῶν ἔξωθεν ἴσχυσέ με καὶ μὴ βουλόμενον πένητα ποιῆσαι· λυπῆσαι δὲ οὐδὲν τούτων οὐδαμῶς οὐκ ἂν δυνηθείη, εἰ μὴ ἐγὼ βουλοίμην. ἀλλὰ φίλτατοι παῖδες ἀπέστησάν μοι τῶν κόλπων, καὶ οὓς ὁρῶν ἡδόμην καὶ τὰς ἐλπίδας πάσας ἀνῆπτον τοῦ βίου, οὗτοι τὸ χρεὼν ἀθρόον ὑπῆλθον; οὐδ’ ἐκεῖνοι πλήττειν οἴδασιν ὅλως, μάλιστά γε φύσεως, ὥσπερ ἐν τῇ γενέσει, οὕτω κἀν τῇ ἐξόδῳ λειτουργήσαντες νόμοις· ἀλλ’ ἐγὼ τοὺς τὰ ἔσχατα ἠρεμοῦντας ὡς ἐν μεγάλῳ κλύδωνι καὶ σάλῳ ταλαιπωρουμένους τοῖς ἐμοῖς ποιῶν λογισμοῖς καὶ τὴν μηδὲν αὐτοῖς συνεισάγουσαν συμπάθειαν ἀνακινῶν, ἐμαυτῷ τὴν πληγὴν μηδὲν ὠφελῶν ἐπιφέρω. οἰκία δέ μοι συνέπεσε; τί οὖν; εἰ μὲν καταλαβοῦσα κἀμέ, οὐδὲν πρὸς ἐμέ, οὐδὲ γὰρ αἰσθάνομαι· εἰ δὲ πολλῶν πεσόντων ἐγὼ τοῦ πτώματος κρείττων ἐγενόμην, πῶς ἀντὶ τοῦ χάριν ἔχειν οἷς ἐρρύσθην ὑπὲρ ὧν ἄψυχα κεῖται δυσφορῶν οὐκ ἐμαυτῷ προξενῶ τὴν λύπην; οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· ἃ γὰρ ὡς ἐπὶ παραδειγμάτων τούτων εἴρηται κοινὰ πάντων ἐστίν, ὅσα καθ’ ἑκάστην ὁ βίος, τὰ μὲν ἄνω φέρων, τὰ δὲ κάτω, τὸν ἑαυτοῦ πολύστροφον ἑλίσσεται κύκλον.

Ἓν οὖν ἐστι μόνον τῶν ἐν τῷ βίῳ πάντων περὶ οὗ χρὴ καὶ τὴν ἀλγηδόνα βαρεῖαν δέχεσθαι καὶ σπουδὴν εἰσάγειν ταύτης ἀπαλλάττεσθαι· τὰ δ’ ἄλλα μικροῦ πάντα ὅσα συμβῇ, ἂν μὲν ἐγὼ κρίνω φαῦλα ταῦτα εἶναι, ὡς λυπηρά μοι ἐπιτίθεται· ἂν δ’ οὐκ ἐπιστρέφωμαι πρὸς αὐτά, οὐδὲν αὐτῶν ἰσχύει προσάψασθαι οὐδεμίαν μοι θλῖψιν. τί οὖν ἐστι περὶ οὗ με δεῖ φροντίζειν καὶ οὗ πρὸς τὴν ἀλγηδόνα ἐπιστρέφεσθαι; τὸ ταῖς ἀκίσι τῶν ἁμαρτημάτων ἀπαθῆ τὴν ψυχὴν καὶ ἀνάλωτον συντηρεῖν· κἄν τι προσάψηται ταύτης καὶ πρὸς μώλωπα τὴν πληγὴν ἐκτείνῃ, διανίστασθαι τὸ τραῦμα θεραπεύειν καὶ πρὸς ὑγίειαν ἀνακαλέσασθαι. τὰ δ’ ἄλλα πάντα, δόξα καὶ πλοῦτος, κάλλος καὶ ἰσχύς, δυναστεία καὶ ῥώμη σώματος, καὶ κράτος λόγων, τὸ τιμιώτερον, παῖδές εἰσιν ἐν βίῳ παίζοντες· μᾶλλον δὲ οὐδὲ παῖδες, σκηνὴ δὲ παίδων ὑποκρινομένη δρᾶμα καὶ εἴ τι τούτων ἀπατηλότερον.

Μιχαὴλ ἄρχοντι Βουλγαρίας Ὁσάκις ἂν τοῖς ποθεινοῖς καὶ ἠγαπημένοις τῆς ὑμῶν θεοφρουρήτου ἐξουσίας ἐντύχωμεν γράμμασι, τοσαυτάκις ἀναζωπυρούμεθα τῷ πνεύματι καὶ πλέον εἰς δόξαν τοῦ ἀγαθοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν διανιστάμεθα, οὐχ ὅτι μόνον ἐξ ἠγαπημένου λίαν καὶ πεποθημένου υἱοῦ δεχόμεθα γράμματα, οὐδ’ ὅτι τὰς θεοδωρήτους αὐτοῦ ὑγείας δι’ αὐτῶν ἀναμανθάνομεν (καίτοι καὶ ταῦτα μόνα ἱκανά ἐστι ψυχὴν φιλόθεον καὶ φιλάρετον ἐμπλῆσαι χαρᾶς καὶ εὐφροσύνης), ἀλλ’ ὅτι καὶ καθ’ ἕκαστον γράμμα προκοπὴν ἀρετῆς καὶ εὐσεβείας ἐπίδοσιν δι’ αὐτῶν σημαινομένην καταμανθάνομεν, φροντίδα ψυχικῆς σωτηρίας, εὐχῶν ἐξαίτησιν, φρόνημα πρὸς τὰ ἐκεῖθεν φερόμενον, ἄνθρωπον οἷον ἡ τοῦ δεσπότου καὶ πλάστου χείρ (εἴη δὲ φθόνος ἅπας πόρρω τῆς σῆς ἀπερριμμένος πολιτείας) ἀπ’ ἀρχῆς ἐπλαστούργησεν, ἐν τῷ παρόντι βίῳ γνωριζόμενον.

Ἀλλ’ εἴη θεός, ὁ μέχρι τοῦ νῦν τούτοις σε κατακοσμήσας καὶ στηρίζων τοῖς κατορθώμασι, καὶ μέχρι τῆς ἀπαλλαγῆς τοῦ βίου ἐπὶ τοῖς αὐτοῖς καὶ μείζοσιν μέτροις περιέπων καὶ συντηρῶν, ἵνα καὶ τῷ ὑπὸ τῆς σῆς θεοφρουρήτου ἐξουσίας διακυβερνωμένῳ ἔθνει καλὸν εἴης καὶ ἀείμνηστον διδασκαλίας ὑπόδειγμα καὶ τοῖς ἄλλοις ἅπασιν ἔθνεσιν ἀφορμὴ σωτηρίας καὶ ἐπιστροφῆς καὶ διορθώσεως καὶ ἡμῶν τῶν ταπεινῶν αἰώνιον σεμνολόγημα.

Μαρίνῳ ἐπισκόπῳ Καστέλλης Ῥωμαίων Ἀδικουμένων ἡμῶν ὅτε κριτῶν καθέδραν ἐπεῖχες ἴσως ἐπειράθης, ἀμύνασθαι δὲ τοὺς ἠδικηκότας λαβόντων ἡμῶν θεόθεν ἐξουσίαν εἰς πεῖραν ἐλθεῖν οὐκ ἠβουλήθης· εἰ δ’ ἐθάρρησας εἰς ὄψιν καταστῆναι, τότε ἄν—σὺν θεῷ δὲ φάναι—καὶ τῆς πάλαι ψήφου καὶ τοῦ νῦν ὄκνου, οὐκ ἐξ ὧν ἐδίδους δίκην, ἀλλ’ ἐξ ὧν ἀπήλαυες φιλίας, πολλὴν ἂν τὴν κατάγνωσιν ἐψηφίζου. καὶ ἵνα μὴ κενότης σοι λόγων δόξῃ τὰ εἰρημένα, ἀπαρχὴν ἀμύνης τιμίων ξύλων μερίδας χρυσῷ κατατεθειμένας τῇ σῇ πεπόμφαμεν ἱερότητι. σὺ δέ μοι ἔρρωσο καὶ μὴ ἀγνόει θεσμοὺς ἀληθοῦς φιλίας, ἥτις οὐκ ἐξ ὧν ἄν τις εὖ πάθοι, ἀλλὰ καὶ ἐξ ὧν κακῶς οὐδὲν ἔλαττον, ὥς γε τὰ κυριακὰ βούλεται λόγια, ἄριστά τε καὶ θεοπρεπέστατα φύεται.

Αἰτοῦμεν δὲ χάριν—καὶ ὅρα εἰς ὅσον εὐθὺς παρρησίας ἀνέδραμον— ἀλλ’ οὖν ἣν ἐμοί τε λαβεῖν ἀνεπαίσχυντον σοί τε παρέχειν ἄμεινον, ὡς εἴ τίς ποτε λυπῆσαι τὴν σὴν ἀρετὴν εἴθ’ ἑκὼν εἴτε ἄκων προαχθείη—γέμει δὲ τῶν τοιούτων τὰ ἀνθρώπινα—τὴν τῆς ἡμετέρας μετριότητος περὶ σὲ διάθεσιν πρὸς τὸν ἐξημαρτηκότα ποιεῖσθαι παράδειγμα, καὶ δίκην τὴν ἴσην ἀπαιτεῖν παρ’ αὐτοῦ ἣν αὐτὸς παρὰ τῆς ἡμῶν εἰσεπράχθης μετριότητος.

Γαυδερίχῳ ἐπισκόπῳ Βελιτέρνας Ῥωμαίων Οἱ χωρίς τινος ἡγησαμένης μάχης ἢ ἔριδος εἰς φιλίαν ἀλλήλους συνάπτοντες τὴν παρ’ ἀλλήλων ὡς ἐπὶ τὸ πολὺ διαμετρούμενοι εὔνοιαν καὶ τὴν προκαταβολὴν ἀναμένοντες ῥαθυμότερον τὸ φίλτρον πρὸς ἀλλήλους ὡς τὰ πολλὰ διασῴζουσιν. οἷς δὲ συνέπεσεν ἐκ προκατασχούσης ἀπεχθείας ἢ διαστάσεως εἰς ἀγάπην διαλύσασθαι, τοῦ ἠδικημένου μάλιστα τῆς καλῆς ταύτης κατάρξαντος διαθέσεως, οὗτοι τὸ φθάσαν αἰσχύνην, ὃ καὶ προσῆκεν, ποιούμενοι, αὐτὸ τοῦτο προτροπὴν σπουδαιοτέραν εἰς τοὺς τῆς ἀληθοῦς φιλίας νόμους εὑρίσκουσι. σπουδάζουσι γοῦν διὰ ταῦτα οἱ ἐξ ὧν τῶν παλαιῶν σκανδάλων ἡ αἰτία μάλιστα προελήλυθεν, οὐ μόνον μηδεμίαν τοῦ λοιποῦ τοιαύτῃ προφάσει χώραν ἐμπαρέχειν, ἀλλὰ καὶ τὰ φθάσαντα τῷ φιλοτίμῳ τῆς στοργῆς καὶ εὐνοίας εἰς λήθην βαθεῖαν ἀπελαύνειν.

Ἡμεῖς μὲν οὖν, ὡς ἂν καὶ αὐτὸς ἐνατενίζων τῇ ἀληθείᾳ βοήσῃς, πρὸς οὐ φίλην πάλαι διάθεσιν ἐν ἁγίῳ πνεύματι καθαρὰν φιλίαν σπενδόμεθα· σὸν δ’ ἂν εἴη συγκροτεῖν καὶ αὔξειν ταύτην, καὶ μὴ τῷ ῥέοντι τῆς στοργῆς σβέσαι μὲν ἀναρριπισθεῖσαν φλόγα τηλικαύτην θείου φίλτρου, ἀναθάλλειν δὲ παρασκευάσαι ἣν ὁ τῆς ἀγάπης νόμος ἐξ αὐτῆς ῥίζης ἀπέτεμε κακίαν καὶ πάσης καὶ μνήμης ἡμῶν ὑπερώρισε καὶ διανοίας. διὸ καὶ ταύταις ταῖς συλλαβαῖς οἷα δὴ χείλεσι διαθέσεως εἰλικρινοῦς περιπτυσσόμεθά σου τὴν ἱερότητα καὶ τῷ σταλέντι δώρῳ σύμβολον ἐπέχοντι δεξιώσεως τὴν σὴν ἐξοικειούμεθα μακαριότητα.

Ζαχαρίᾳ ἐπισκόπῳ τῶν Ἀναγίνων καὶ βιβλοθηκαρίῳ Ῥωμαίων Τῶν παλαιῶν τινά φασι—Θεοδέκτης οἶμαι τῷ ἀνδρὶ τοὔνομα— αἰτησάμενον ὧν ἐν χρείᾳ καθεστήκει μὴ μόνον εὑρεῖν τὸν φίλον πρὸς τὸ μέτρον τῆς αἰτήσεως διαναστάντα, ἀλλὰ καὶ φιλοτιμότερον διατεθέντα οὐκ ἐλάττοσι προσθήκαις τὴν αἴτησιν ἐκπληρῶσαι. τοῦτο μὲν ἴσως ἔργον ἦν τῆς Ἰσιδώρου φιλοτιμίας—οὕτω γὰρ ὠνομάζετο—οὐκ εὐστοχία δὲ τῆς τοῦ φίλου διανοίας· ὁ γὰρ τὴν αἴτησιν ὑποτείνων, ὡς ὕβριν λαβὼν τὴν προσθήκην, ἀπέπεμψε καὶ τὰ αἰτηθέντα, οὐ κρίνας ἀληθοῦς καὶ γνησίας ἀγάπης οὔτε τὸ δεόμενόν τινων παρὰ φίλου ὑπ’ αἰσχύνης τῆς χρείας ἐπιζητεῖν τὰ ἐλάττω, μάλιστα δυνατοῦ παρέχειν καθεστηκότος, οὔτε μὴν τὸν παρέχοντα αἰσχύνην ἐπιτιθέντα τῷ φίλῳ προσθήκῃ δώρων τὴν ὕβριν διορθοῦσθαι νομίζειν. ποῦ γάρ ἐστιν ὁ καθαρὸς τῆς φιλίας νόμος, ὅταν ὁ μὲν βαρύνειν, ὁ δὲ μὴ θαρρεῖν, καὶ τότε μὴ ψήφῳ λόγων ἀλλ’ ἔργων ἐνδείξει, καταγινώσκῃ τοῦ φίλου;

Ἵνα οὖν, ὦ φίλων ἄριστε, μὴ αὐτὸ τοῦτο καὶ ἡμῖν ἀπαντήσῃ, ἐκεῖνα μόνον ἅπερ ᾔτησας τῆς παλαιᾶς καὶ νέας φιλίας πεπόμφαμεν σύμβολα. εἰ δέ που καὶ ἑτέρων τινῶν δεήσῃ—ἀλλ’ ἴσως δόξω κἀγὼ νυνὶ τούτῳ τῷ ῥήματι τῆς ἀληθοῦς φιλίας ἐκφέρεσθαι—πλὴν ὁμοίους ἡμᾶς ὥσπερ νῦν εὑρήσεις. τὴν δ’ ὑπὲρ ἡμῶν σπουδήν, εἰ καὶ μὴ τῆς σπουδῆς ἄξιον ἠκολούθησε τὸ τέλος, ὡς εἰ καὶ μεῖζον ἀπέβη, οὕτως αὐτὴν ἀποδεχόμεθα. ἴσμεν γάρ, ἴσμεν ὡς ἐπὶ πᾶν ὅτι τὰ τέλη τὴν τῶν καιρῶν ὑποβάλλεται κρίσιν καὶ τῇ τῶν πραγμάτων φορᾷ φιλεῖ πως συμπεριάγεσθαι· τὸν ἀγῶνα δὲ καὶ τὴν σπουδὴν ὁ τῆς ἀληθοῦς ἀγάπης θεσμὸς οἶδε δοκιμάζειν, καὶ τὴν χάριν οὐ πρὸς ἄλλο τι τῶν ἔξωθεν συμπιπτόντων, ἀλλὰ πρὸς αὐτὴν ἀναφέρει τὴν ὁρμὴν τῆς γνώμης. ὅτι δὲ τὰ ἔργα πολὺ τῆς ὑμετέρας ἐπιμελείας οὐ μόνον κατόπιν, ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου συνέπεσεν, οἶμαι τὴν σὴν σύνεσιν καὶ χωρὶς ἡμῶν ἀκριβέστερον εἰδέναι· καὶ οὐκ ἂν ἀπεμνημόνευσα, εἰ μὴ κἀγὼ μὴ θαρρεῖν πάντα τοῖς φίλοις ὑπ’ ἀληθείᾳ δικαζούσῃ ψῆφον ὑφωρώμην.

Τὰ δ’ ἄλλα ἐρρῶσθαί σε τὴν ἱερὰν ἐπευχόμεθα κεφαλὴν καὶ πάντων ἐχθρῶν προσβολαῖς καὶ ἐπηρείαις ὁρατῶν τε καὶ ἀοράτων κρείττονα διατηρεῖσθαι, πρεσβευούσης τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν θεοτόκου καὶ πάντων τῶν ἁγίων, ἀμήν.

Κωνσταντίνῳ δουκί Πολλοὶ τῶν νέας πηγνυμένων φιλίας θεμελιοῦσι μὲν φιλοτίμως, τὸ δὲ ἐπισκευάζειν αὐτοῖς καὶ ἐποικοδομεῖν εἰς ἀφοσίωσιν τελευτᾷ. τὸ δὲ ἡμέτερον οὐ τοιοῦτον· οὔτε γὰρ χρείας ἐλπιζομένης προσύλου τινός, ὧν ὁ χρόνος κύριος ἀμείβειν καὶ μεταβάλλειν τὰς φύσεις, οὔτε παρούσης καὶ βιασαμένης τὴν πρὸς ὑμᾶς κυροῦμεν φιλίαν, ἀλλὰ καθαρῶς ὑμῖν ἐκ καθαρᾶς γνώμης ἀπὸ μόνης τῆς παρ’ ἡμῶν καθαρᾶς συναπτόμεθα προαιρέσεως. καὶ βραχὺ μὲν θεμέλιον ἀγάπης τὴν βραχεῖαν ταύτην ἐπιστολὴν καταβαλλόμεθα, τὸ κάλλος δὲ καὶ τὸ μέγεθος τῆς οἰκοδομῆς καὶ τὸν ὄροφον, προσθείην δ’ ἂν εἰ βούλει καὶ τῶν συνεργῶν τὴν σπουδὴν ἢ τὸ ῥάθυμον, ὁ καιρὸς ἐλέγξει, ᾧ πάντα μικροῦ δοκιμάζεται τὰ ἀνθρώπινα.

Οἱ δέ γε θεοστήρικτοι καὶ μεγάλοι βασιλεῖς ἡμῶν τὴν σὴν λαμπρῶς εὔνοιάν τε καὶ προαίρεσιν ἀποδεξάμενοι, οὐχ ἃ μόνον ᾔτησας ἐν κατορθώσει γεγενημένῳ τοῦ ἐπαγγέλματος, ἀλλὰ καὶ φιλοτιμίαις μεγαλοπρεπεστέραις ἀμείψασθαί σου τοὺς τῆς εὐγνωμοσύνης ἀγῶνας πρόθυμοι καθεστήκασι. σὸν ἂν εἴη λοιπὸν καὶ τοῖς ἐπηγγελμένοις πέρας ἐπιθεῖναι καὶ τῶν ἐπάθλων καὶ βραβείων ἐν ἀπολαύσει γενέσθαι, καὶ ἀπὸ σοῦ τὸ γένος μᾶλλον, καλὴν καὶ γενναίαν οὕτω πρᾶξιν ὑποβαλλομένου, ἢ τῆς πατρίδος ἐπιγινώσκεσθαι.

Πρὸς τὸν πολλάκις ὁμολογήσαντα γνησίαν ἀγάπην καὶ νόθοις Πρὸς τὸν πολλάκις ὁμολογήσαντα γνησίαν ἀγάπην καὶ νόθοις ταύτην ἐπινοίαις κιβδηλεύσαντα Ἐπειδὴ τῶν πρὸς ἡμᾶς σου συνθηκῶν—οὐκ οἶδα τῶν ἐξ αὐτῆς ὁρμῆς πεπλασμένων, ἐδήλου γάρ τι τοιοῦτον αὐτῶν καὶ ἡ γένεσις· οὐκ οἶδα τῶν μεταβολῇ μεταπλασθέντων γνώμης, καὶ γάρ ποτε καὶ τοιαύτης ἐπειράθημεν ἄλλοτε διαθέσεως—πλὴν ἀλλὰ γὰρ ἐπεὶ τῶν σῶν παρ’ ἡμῖν ὁρκίων κειμένων οὐδὲν ἔλαττον αὐτῶν λόγον ἔχεις ἢ εἰ μηδ’ ὅλως ἢ εἰ ἐπὶ τῷ πατεῖσθαι μᾶλλον προέβησαν—τοῦτο γὰρ ἀπαραγράπτῳ μαρτυρίᾳ, τὴν σὴν ἀπουσίαν (τί γάρ μοι τὰ ἄλλα καταλέγειν;) τοσούτῳ χρόνῳ παραμετρῶν βεβαιῶσαι διεσπούδασας—ἀπεστείλαμέν σοι ταῦτα, ἵνα μήτε μάτην παρ’ ἡμῖν κείμενα ὦσι μήτε μήν, ὡς ἀστραγάλοις οἱ παῖδες, οὕτω καὶ ἡμεῖς τοῖς ὅρκοις δόξωμεν ἐξαπατᾶσθαι, ὡς ἄν τις ἐκ Μακεδονίας βάρβαρος ἢ Λακωνικὸν ὄνειδος, ἀγνοοῦντες εἰς οἷον αὐτοῖς ταῦτα καταστρέφει τέλος, ἀλαζονεύσοιτο, μήτε σοὶ πάλιν, διαμελετᾶν ἐθέλοντι ἅπερ ἂν ἴσως ὑποβάλλῃ ἡ διάστασις, βάρος εἴησαν καὶ ἄχθος ἄλλως περιττόν, τὸν ἐξ ἀνθρώπων φόβον ἢ τὴν αἰδὼ ἐπισείοντα.

Ἄλλως τε δέ, εἰ μὲν αἱ παλαιαί σοι παρ’ ἡμῶν χάριτες, ἃς οὐκ ἐμὸν ἀριθμεῖν (οὕτω γὰρ ἂν μᾶλλον αὐτὰς οἶδα τὸν δίκαιον κριτὴν ἀριθμήσασθαι), οὐδὲ ἡ μετ’ ἐκείνας οὐδ’ ἡ παροῦσα συγγνώμη, εἰ ταῦτα οὐκ ἴσχυσαν ἐγκολάψαι τῷ πίνακι τῆς ψυχῆς τὴν ἡμετέραν καθαρὰν ἀγάπην, ἢ καὶ κοιλάνασαι ταύτην οὕτως ῥᾳδίως ἀπαλειφομένην ἔχουσι, λῆρος ἂν εἴη μακρὸς ἐπὶ χάρτῃ καὶ καλάμῳ καὶ μέλανι τὴν ἀληθινὴν ἡμῶν ἀγάπην ἐλπίζειν τῇ σῇ ποτε διαχαραχθῆναι ψυχῇ· ἄμεινον δ’ ἂν εἴη καὶ φθάσαι καιροὺς οὓς οἱ σοὶ λογισμοὶ ταῖς μελέταις ποιοῦντες ἐκείνοις τῶν συνθηκῶν τὴν ἐπιζήτησιν ταμιεύονται, καὶ προλαβεῖν γνώμην ἐνασχημονεῖν γνωρίμου μέλλουσαν, τὴν αἰτίαν προαφελόμενον (οὕτω γὰρ ἡμεῖς καὶ τοῖς οὐ φιλοῦσι προσφερόμεθα), μηδὲ μῦθον ἐφ’ ἡμᾶς γελάσαι τῇ κατοχῇ τούτων <τὸν> παροιμιαζόμενον Ὕλλαν κραυγάζειν. ἐν γὰρ τῷ πόντῳ τῆς ἀπιστίας τῆς ἀληθινῆς ἀγάπης σοι καταποθείσης, οἱ ταύτην εὑρεῖν ταῖς σαῖς συνθήκαις ἀναζητοῦντες οὐδὲν ἀγενέστερον, οἶμαι, μῦθον εἰσάγουσι τῷ βίῳ ἢ ὁ τὸν Ὕλλαν κραυγάζων, ἀλογωτάτην πρᾶξιν στηλιτεύοντα.

Διὰ ταῦτα τοιγαροῦν τὰς σὰς ἐνόρκους συνθήκας, ἢ εἰ μὴ δυσχεραίνεις τὰς κλήσεις ὧν τὴν μίμησιν στέργεις, τὰς Φοινίκων, ἀνεπέμψαμεν, οὐ συναποπεμψάμενοι καὶ τὴν ἀγάπην ἣν ἡμᾶς ὁ κοινὸς σωτὴρ καὶ πλάστης καὶ δεσπότης συντηρεῖν πρὸς πάντας παρεκελεύσατο, ὅσοι τε τοῖς ὁμοίοις τὸν πόθον ἀμείβειν σπουδάζουσι καὶ ὅσοις μᾶλλον τῆς ἀληθοῦς φιλίας ἡ σκηνὴ ἢ καὶ αὐτὸ γυμνὸν τὸ τῆς ἔχθρας προτείνεται.

Γεωργίῳ Νικομηδείας Κατεσχηματισμένη δέ πώς ἐστιν ἐπιστολή, πρὸς τῷ τέλει ἑτέρου προσώπου παραινετική, τὴν βαρύτητα διαλύουσα καὶ ὡς δῆθεν οὐ δι’ αὐτὸν τὸν δεχόμενον ταύτην, {νετική, τὴν βαρύτητα διαλύουσα καὶ ὡς δῆθεν οὐ δι’ αὐτὸν τὸν δεχόμενον ταύτην, ἀλλὰ δι’ ἕτερόν τινα γεγραμμένη.} Μυθοποιὸς ἦν ὁ Αἴσωπος, καὶ ὁ μῦθος αὐτῷ πολὺ τῷ βίῳ φέρων παρεῖχε τὸ χρήσιμον. οὗτος ἄλλα τε ἐλογοποίει δι’ ὧν τὰ ἤθη τῶν ἀνθρώπων εἰς τὸ κόσμιον ἀπὸ τοῦ πεπατημένου μετερρύθμιζε, καὶ δὴ καὶ μῦθος αὐτῷ οὐκ ἀγενὴς τοῦ οἴνου καὶ τὴν φύσιν καὶ τὴν βλάβην ἐποιήθη διηγούμενος. ὁ δὲ μῦθος οὕτως αὐτῷ διαπλάττεται.

Ὁ Διόνυσος, τρεῖς αὐτῷ κατ’ ἀρχὰς εὑρέθησαν βότρυες, ὧν τὸν μὲν πρῶτον ἑαυτῷ μερίδα τίθεται· ὁ δὲ δεύτερος, ἀλλ’ οὗτος δῶρον τῇ Ἀφροδίτῃ ἀφορίζεται· καὶ ὁ τρίτος δὲ τῆς Ὕβρεως μερὶς ὑπολείπεται, ἐξ οὗ καὶ ἡ διὰ λόγων ὕβρις, οὐ μὴν ἀλλὰ καὶ ἡ τοῖς ἔργοις ἐνασχημονοῦσα παροινία θέλει λέγεσθαι. ἐπιζητεῖς ἴσως, τί δὲ ταῦτα βούλεται; ὁ μὲν Διόνυσος οὐκ ἐβάκχευε, Βάκχας δὲ ἐπεσύρετο. πλὴν ἀλλ’ ἐπεὶ τῆς ἐπιστολῆς ἡ κατὰ μέρος ἱστορία μακρότερον, ὁ μὲν Διόνυσος αὐτὸς καθ’ ἑαυτὸν οὐκ ἐμαίνετο· ἔχει γὰρ τὸν πρῶτον τῆς ἀμπέλου βότρυν ὁ μέτρον τὴν χρείαν τοῦ οἴνου ποιούμενος. ὁ δὲ τῆς χρείας καταβλακευόμενος καὶ τὸν δεύτερον ἐκθλίβων βότρυν τοῦ τε μετρίου διέπεσε καὶ σφαλεὶς τὴν φύσιν τοῖς τῆς Ἀφροδίτης ὀργίοις ὑπάγεται, καὶ τελετὴ λαμβάνει τὸν ἄνθρωπον ἃ τῆς ἀσελγείας ὁρᾶται μυστήρια. καί γε σὺ μὴ λίαν εἰς οἰκτιρμοὺς πέσης, μηδὲ δακρύσῃς τῷ πτώματι· ὁ γὰρ τρίτος βότρυς ἐκεῖνος μάλιστα κινεῖ σὺν ἐλέῳ καὶ τὰ δάκρυα, καὶ γὰρ Ὕβρεως τὸν λαβόντα ποιεῖται· ἀνδράποδον καὶ αὐτῆς τῆς ἀνθρωπίνης συγγενείας ἀπάγει αἰχμάλωτον.

Ἄμεινον μὲν οὖν καὶ μακάριον μὴ γενέσθαι Διόνυσον· τί γάρ μοι πρὸς τὰς Βάκχας ἀφορᾶν καὶ τῇ τούτων δοκεῖ μανίᾳ συνεπιμαίνεσθαι καὶ τῷ ἐκεῖθεν θορύβῳ καὶ ταῖς φροντίσι διασπαράσσεσθαι; εἰ δ’ εὐχῆς ἔργον τοῦτο—ἔθος γὰρ καὶ χρόνος τῶν ἐν βίῳ πάντων δυσμαχώτατα—ἀλλ’ οὖν ἐφ’ ἡμῖν γε τὸ μὴ δεύτερον ἀποθλῖψαι βότρυν καὶ τὴν αὐτόθεν βλάβην ἐπισπάσασθαι. ὃς δὲ μήτε τῇ τοῦ δευτέρου λύμῃ σωφρονέστερος γέγονεν, ἀλλὰ δέον φεύγειν δυνάμει πάσῃ καὶ τὸν δεύτερον, ὁ δὲ καὶ τὸν τρίτον προσφέρεται, οὗτος ὡς ἀληθῶς Ὕβρεώς τε ποιεῖ ἑαυτὸν παίγνιον καὶ πάσης ἀνθρωπίνης πολιτείας ὑπερόριον. ὅρα ταῦτα καὶ σκόπει τὸν μῦθον ἐπὶ ταῖς τῶν πραγμάτων ἐνεργείαις τὴν ἀλήθειαν ἐκκαλύπτοντα καὶ ὑπ’ ὄψιν δεικνύντα τὸ βιωφελὲς τῆς παραινέσεως, καὶ φύλασσε σαυτόν, ἵνα μὴ μῦθος ἐπὶ σοὶ μᾶλλον ὁ μῦθος δειχθῇ πρὸς λῆρον διαλυόμενος.

Ἀλλὰ τί δεῖ μύθων καὶ Φρυγὸς καὶ βοτρύων καὶ τοιαύτης εἰσηγήσεως; ‘μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία’ καὶ ‘μὴ πλανᾶσθε· οὔτε εἰδωλολάτραι οὔτε ἅρπαγες οὔτε μέθυσοι βασιλείαν θεοῦ κληρονομήσουσιν’. οὐ μῦθος ταῦτα, τῷ κηλοῦντι τὴν ἀκοὴν κλέπτων καὶ παραμιγνὺς τῷ πλάσματι τὴν παραίνεσιν καὶ διὰ τοῦ θέλγοντος ἐκκαλούμενός τε καὶ διαμαλάσσων τὸ ἀπειθὲς τοῦ φιλοίνου καὶ δυσκάθεκτον· οὐ γὰρ δεσποτικὴν οὗτος ἔφερε ψῆφον τῷ κράτει τῆς ἐξουσίας τὸ φοβερὸν ἐπιφέρουσαν, ἀνθρωπίνης δ’ ἐπινοίας φιλανθρώπου μόνον ἐτύγχανεν νουθετήματα. ἀλλὰ τίς ἐκφέρει τὰ νῦν εἰρημένα ψηφίσματα; Παῦλος ἐκεῖνος ὁ μετάρσιος ἄνθρωπος, οὗ κατολιγωρεῖν τῶν δογμάτων οὐκ ἔνι, εἰ μή τις πρότερον τῆς Χριστιανῶν ἀγέλης ἀποσκιρτήσειε. Παῦλος τὸ τοῦ Χριστοῦ στόμα, ὁ στῦλος τῆς ἐκκλησίας, τῆς οἰκουμένης ὁ διδάσκαλος, καὶ πᾶς ὁ μαθητευθεὶς αὐτῷ τῶν ἁγίων χορός, οἳ δι’ ὧν τὸν κοινὸν νομοθέτην ἐτεθήπεσαν τὴν ἐντολὴν ἐνηγκαλίσαντο, καὶ στέρξαντες τὸν φόβον εἰς στοργὴν ὑψηλοτέραν ἀνελύσαντο.

Ἂ τοίνυν Ἑλλήνων μὲν μῦθοι, ἱεροὶ δὲ τῶν ἀποστόλων λόγοι, τῶν ἁγίων δὲ πάντων αἱ πράξεις ἀπαραιτήτου μὲν δίκης, ἀφύκτου δ’ ἀπωλείας καὶ λέγουσι καὶ δεικνύουσιν αἴτια, ὁ ταῦτα βίον ποιούμενος πῶς οὐχὶ τὸν βρόχον ἑαυτῷ καὶ ζῶν ἐπισύρει καὶ τὴν ἐσχάτην δίκην ἐν τῷ τῆς λογοθεσίας ἐκεῖθεν οὐκ ὀφλήσει κριτηρίῳ; τούτοις μὲν οὖν καὶ τοῖς παραπλησίοις τὸν ὡς σὺ καὶ καλεῖς καὶ νομίζεις φίλον κατεπᾴδων, καὶ πρό γε τούτων σαυτὸν ἱερὸν καὶ καλὸν παράδειγμα προτιθεὶς αὐτῷ εἰς τὴν τῶν νουθετουμένων παράκλησιν, εἰ μὲν ἀναλάβῃς τῆς μέθης, ἔχεις σεσωσμένον, εἰ δὲ μή γε, ἀλλ’ οὖν σαυτὸν σεσωσμένον καὶ τῆς ἀπειλῆς ἀπολελυμένον, ἣ τοῖς μὴ ἀναγγέλλουσι τὴν ἐρχομένην ῥομφαίαν κατὰ τοῦ ἀδελφοῦ αὐτῶν πικρὰν τὴν τιμωρίαν εἰσπράττεται. τὰ δ’ ἄλλα ἐν κυρίῳ ἔρρωσο.

Σταυρακίῳ σπαθαροκανδιδάτῳ, ἐπάρχοντι τῆς Κυπρίων νήσου Τῶν ἰχθύων ὁ κέφαλος ἐπὶ τοῖς ἕλεσι τὰ πολλὰ τὸν βίον ἀνέχει. οὗτος, ὡς ἡ θαλαττία πεῖρα βούλεται, γαστρός τε νεανικῶς κρατεῖ καὶ τὴν σώφρονα δίαιταν νηχομένῃ φύσει πολιτεύεται· διὸ ζῴῳ μὲν οὐδενί, οὐδὲ τῶν εἰς ἅλωσιν ἑτοιμοτάτων, ἐπιτίθεται, ἀλλ’ ἔστιν αὐτῷ πρὸς ἅπαν τὸ ἐν θαλάσσῃ γένος ἡ φύσις κηρύκειον καὶ σπονδαὶ τὸ ἔθος καὶ τῶν ὁρκίων τὸ ἀπαράβατον. τοσοῦτον δ’ αὐτῷ τῶν εἰρημένων ἡ φυλακὴ διεσπούδασται, ὥστε κἀπειδὰν ἀνέμων βία καὶ θαλάττιοι τάραχοι τῆς ἐθίμου νομῆς ἀπελαύνωσι, τὸν δὲ λιμὸς συνεπιτιθέμενος ἀπάγῃ τῆς πατρίδος, καὶ πλανᾶται κατὰ τροφῆς ζήτησιν ὁ κέφαλος, οὐδ’ οὕτως αὐτῷ τὰ τῆς πατρίδος παραλύεται νόμιμα, ἀλλὰ καὶ μετανάστης γενόμενος, καὶ τῆς τροφῆς, ἂν οὕτω τύχοι, πρὸ τῶν ὀφθαλμῶν πολλάκις ἐκκειμένης καὶ τοῦ λιμοῦ λῦσαι τοὺς νόμους ἐπαναγκάζοντος, οὔτε τῷ φαινομένῳ δελεάζεται οὔθ’ ὑπείκει τῷ βιαζομένῳ, ἀλλ’ ὡς ἔφημεν καὶ πρὸ τῆς ὄψεως ἐκκειμένου τοῦ θηράματος, αὐτὸς σωφρονεῖ, καὶ λιμοῦ καὶ γαστρὸς καὶ τοῦ κινοῦντος τὴν ὄρεξιν ἔξωθεν ἐπικρατεστέραν τὴν ἔμφυτον φιλοσοφίαν ἐπιδείκνυσιν.

διὸ ἂν μὲν ἔτι ζῇ τὸ προκείμενον, οὐ φθείρειν τὸ ὁμόφυλον ἀνεχόμενος, οὐδαμῶς τῆς θοίνης ἐφάπτεται· ἂν δὲ τῆς ζωῆς ἠρημωμένον πρόκειται, τῷ μηκέτι ὄντι μηδ’ ἀλγηδόνα λαμβάνοντι, τούτῳ τοῦ λιμοῦ τὴν βίαν παραμυθεῖται καὶ διαλύεται.

Ὁ μὲν οὖν κέφαλος ὁ ἰχθὺς οὐδὲ τῶν ἀναισθήτων σωμάτων, ἂν μὴ λίαν ὁ λιμὸς ἐπιτίθηται καὶ νικᾷ τὴν φύσιν, οὐμενοῦν οὐ προσάπτεται· σὺ δὲ ζῶντας ἀνθρώπους ὅλους αὐταῖς περιουσίαις, καὶ τότε τρυφῶν—τί γάρ με δεῖ λέγειν μηδεμιᾶς ἀνάγκης ἐπικειμένης; —ἀνέδην οὕτω καὶ πρὸς αὐτοῖς τοῖς τῆς πατρίδος ὀφθαλμοῖς χανδὸν καταπίνων καὶ ἀκορέστως καταβοσκόμενος, τίνα λόγον ἐκεῖθεν ἕξεις, ὅτε μηδ’ ἐνταῦθα πρὸς τοὺς ἰχθύας εὑρίσκεις χώραν παραβάλλεσθαι;

Ἰωάννῃ ἐπαγγειλαμένῳ τὸν μονάδα βίον, ἐναντία δὲ πολιτευσαμένῳ Εὐχὰς μὲν ἀναφέρομεν τῷ θεῷ μήτε ἀπάτης δίκην ὀφείλειν τινὶ μηδ’ αὐτοὺς ἄλλον ὀφείλοντα λαβεῖν· εἰ δ’ οὖν ἀνάγκη τις νικῶσα τὴν ἡμετέραν εὐχὴν θάτερον ἐπάγει τῶν δύο, ἑλοίμην ἂν ἀπατηθῆναι μᾶλλον ἢ ἐξαπατῆσαι. τὸ μὲν γὰρ ἀπάτῃ δοῦναι φίλον ἡμέτερόν τε δίκαιον ὄνειδος καὶ τὸ φαῦλον ἐλέγχει τῆς γνώμης καὶ ψυχῆς ἐσχάτη νόσος καὶ κακίας ἀκρόπολις· τὸ δὲ οὐχ ἡμέτερον, πλὴν ὅσα γε τῇ κοινωνίᾳ καὶ συμπαθείᾳ τῆς φύσεως, καὶ δοκοῦν μὲν ἡμῖν βλαβερόν, οὐκ ὂν δὲ ἡμῖν ἀλλὰ τῷ ἠπατηκότι ἀλιτήριον. ἐπεὶ δὲ τὰ πρὸς ἡμᾶς σου συμβόλαια τὴν εὐχὴν ἡμῶν ἐδίχασε καὶ τῆς ἀπάτης μᾶλλον ἢ τῆς ἀληθείας φίλην—οὐκ οἶδα πῶς φιλανθρωπότερον εἴπω—τὴν σὴν εὐχέρειαν καθυπέδειξεν, ὅς μοι λοιπὸν ὑπολείπεται τρόπος εἰς ὁλόκληρον τῆς εὐχῆς ἀποκατάστασιν, ἐκείνῳ δὴ ἅμα τε πρὸς ἀπαρτισμὸν τοῦ βουλήματος καὶ πρὸς ἄμυναν τοῦ ἠδικηκότος ἀποχρήσομαι.

Τίς οὖν οὗτός ἐστι; μηδ’ ἀπατηθέντα λῦσαι τὴν εὔνοιαν, μηδὲ κακίᾳ προέσθαι τὸ κατόρθωμα, μηδ’ ὀλιγωρίᾳ παρασχεῖν κατὰ τῆς ἀρετῆς ἀνταναστῆσαι τὴν ἅπαξ πεσοῦσαν τρόπαιον, μηδὲ τῇ τοῦ μέρους λύμῃ ἐπιχωρῆσαι συνδιαλυμανθῆναι καὶ ὃ τέως διαφυλάττεται καὶ διαφυλαχθείη γε ἀδιάφθορον· τοὐναντίον μὲν οὖν τῷ σωθέντι διαγωνίσασθαι καὶ τὸ διερρυηκὸς ἁμῇ γέ πῃ διανακτήσασθαι, ἵνα πανταχοῦ τῆς ἀρετῆς ἀκαταγώνιστα μένῃ κατὰ τῆς κακίας τὰ τρόπαια. ἔσται σοι γοῦν οὐδὲν ἔλαττον, ὧ καλὲ καὶ ἀγαθέ, ἢ εἰ καὶ μὴ ἐξηπάτησας ἡ παρ’ ἡμῶν ἀγαθουργία καὶ πρόνοια, καὶ ἀγαθοποιεῖν καὶ προνοεῖν οὐδὲν ἔλαττον—σὺν θεῷ φάναι τῷ ἐνδυναμοῦντι—ἢ πρότερον οὐμενοῦν οὐκ ἀμελήσομεν· ἐκείνου γάρ ἐστιν ἡ λέγουσα ἐντολή· ‘ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί;’ διὰ ταῦτα ἡμεῖς οὔτε τῆς εὐεργεσίας, οὐδὲ μετὰ τὴν ἀπάτην, τὴν σὴν ἐκβάλλομεν σύνεσιν. σὸν δ’ ἂν εἴη λοιπόν, ὅπως ἂν διαλύσῃς τὰ ἐπιφερόμενα τῷ ἐκεῖθεν λογοθεσίῳ, τὰ σὰ ἐπισκέψασθαι.

Κωνσταντίνῳ σπαθαρίῳ καὶ †δεσπότῃ† Οὔτε τῶν βασιλικῶν προσταγμάτων οὐδέν, ἃ κατενώπιον τῆς ἡμῶν μετριότητος διετάχθη σοι, φόροις ἀλλοτρίοις καὶ τέλεσι τὰς τοῦ θεοῦ ἐκκλησίας βαρύνειν ἐπέτρεπεν, οὔτε οἱ πρὸς ἡμᾶς σου λόγοι τοιαύτας ἐλπίδας ὑπέτεινον. νῦν δέ σέ φασι τοῦτο ποιεῖν καὶ τῶν δοθέντων ἐντολῶν ἀλογήσαντα καὶ ὀλιγωρίαν πολλὴν τῶν πρὸς ἡμᾶς σου ποιούμενον ὑποσχέσεων. εἰ μὲν οὖν κατεψεύσαντό σου τῆς ἀρετῆς, αὐτά σου τὰ ἔργα καὶ αἱ πράξεις τὸν ἔλεγχον δώσουσι, καὶ ὅσον συκοφάντας καὶ τοῦ ψεύδους ἐραστὰς τοὺς κατειπόντας σου παραστήσουσι, τοσούτῳ καλόν τε καὶ ἀγαθὸν καὶ κρείττω φθόνου καὶ διαβολῆς, ὅπερ ἡμῖν ἐράσμιον, ἐπιδείξουσιν· εἰ δέ γε ἀντὶ τοῦ συκοφαντεῖν οἱ κατειπόντες ἀληθεύειν, ὅπερ ἀπευχόμεθα, φανήσονται, οὐδὲν ἄλλο ἡμῖν ἢ τὸ τοῦ θεσπεσίου Δαυίδ, οὐκ ἐξονειδίζουσι μᾶλλον—καίτοι καὶ τοῦτο δίδωσιν ὁ καιρός— ἀλλὰ θρηνολογοῦσιν, ὑπολείπεται φθέγγεσθαι· ‘πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.’

Θεοφάνει ἀρχιεπισκόπῳ Καισαρείας Ὑπὲρ μὲν ὧν τὸ θεῖον τὰ μὲν ἐν ἀρχαῖς εἰς σωτηρίαν ὁρῶντα τῇ καθ’ ὑμᾶς ἁπάσῃ πολιτείᾳ ἐπεδείξατο, τὰ δὲ τοῖς τε φθάσασι καὶ τοῖς φυομένοις οὐ φαυλοτέρας ἐλπίδας, ἀλλὰ τὰς ἀμείνους ὑμῖν ἀνέχειν παρέσχετο, οἷάπερ ὑπ’ ὄψιν ἄγον τὴν ἐπὶ τοῖς μέλλουσι θυμηδίαν καὶ ἀπόλαυσιν, αὐτῷ τὸν ὀφειλόμενον αἶνον καὶ τὴν εὐχαριστίαν ἀνεπέμψαμέν τε καὶ εἰς ἀεὶ φέρειν ὑποχρέους ἀνωμολογησάμεθα, καὶ σοὶ περὶ τὴν χάριν τῶν εὐαγγελίων μὴ ἀγνωμονήσωμεν. ὅτι δὲ θλίψεις ἔτι μετρεῖς ἀδοκήτους καὶ συμφοραῖς ἀπηλγημέναις, ὡς ἂν ὁ λόγος φαίη, ἄλγος ἐγείρεις καὶ τῶν μηκέτι ὄντων ἀκμάζουσαν τὴν μνήμην ἔχεις καὶ δυσφορεῖς ἐφ’ ᾧ τὸ θεῖον, τοῦτο μὲν ὑφορωμένου σου τῶν νῦν ἐχόντων οὐχ ὅμοια, τοῦτο δὲ καὶ τῶν ἐχθρῶν, οἷα τὰ ἀνθρώπινα, τοιαῦτα ζητούντων ἰδεῖν ἐξ ὧν τοῦ φθόνου ῥαΐζουσι καὶ τὸν καιρὸν ἐκεῖνον εἴπερ τινὰ ἄλλον ἐπιτήδειον εἶναι πρὸς τὰς αὐτῶν ἐλπίδας νομισάντων, μηδέτερα μὲν τούτων προελθεῖν παρεχώρησεν, ἔτι δὲ μᾶλλον τὰ σὰ διακοσμῆσαι εὐδόκησε, δι’ ὧν σοὶ μὲν ἀντὶ τοῦ στερηθῆναι προσθήκη γέγονε δόξης, τοῖς δὲ μισοῦσιν ἀντὶ τῶν κρότων καὶ τῆς εὐφροσύνης αἰσχύνη καὶ ἀμηχανία κατέλαβεν, οὐκέτι ταῦτα ἐπαινεῖν οἶδα, οὐδ’ ἐπαινέσομαι.

πρῶτον μὲν δι’ ἅπερ εἶπον, ἃ καὶ σύ, πρὸς ἑαυτὸν ἐπιστρεφόμενος καὶ λιπὼν ἔξω πάντα τὰ ἀλλότρια (ταῦτα δέ ἐστιν ὅσα συγχεῖ καὶ διαταράττει τὸ κριτήριον), εὖ οἶδ’ ὅτι ψέγοντας μᾶλλον ἡμᾶς ἢ ἐπαινοῦντας καὶ αὐτὸς ἀποδέξῃ. δεύτερον οὐκ ἄν τις τὰ παρεληλυθότα λογοθετεῖ καὶ περὶ αὐτὰ τοὺς λογισμοὺς στρέφει καὶ πέπηγεν, εἰ μὴ τῶν ἐγκεχειρισμένων, ὅσα τε πάρεστιν ἤδη καὶ ὅσα τοῦ μέλλοντος τὰς ὠδῖνας διαλύει, τὴν ὀλιγωρίαν ἔχει· τοῦτο δὲ καταμαρτυρεῖ τῆς μὲν καταπιστευθείσης σοι θείας ὑπηρεσίας οὐχὶ τὴν ὀφειλομένην πρόνοιαν καὶ μελέτην ποιεῖσθαι, τῶν δὲ μηκέτι ὄντων ἀνεξάλειπτον φροντίδα. ἐπὶ τούτοις φοβερὸν καὶ μέγα καὶ θεῖον καὶ ἀγγελικῶν τάξεων τὸ τῆς ἀρχιερωσύνης ὡς ἀληθῶς προεληλυθὸς δῶρον· ἐφ’ ᾧ εἴ τις στένει καὶ λήθην οὐκ ἔσχε τῶν φθασάντων λυπηρῶν οὐδ’ ἀδοξίας καὶ διαβολῆς ἀλόγου νομίζει λύσιν, οὐκ οἶδα ἐφ’· ὅτῳ ἡσθείη οὐδ’ οἷον ἄλλο φάρμακον εὑρήσει ἀκεσώδυνον καθαῖρον ταῦτα καὶ ἀποσκευαζόμενον.

Καὶ τούτων πλείω λέγειν ἔχοντά με, οὐδὲ βουλόμενον ὅμως, μᾶλλον ἐπέσχε τὸ Σολομώντειον ἐκεῖνο, ‘δίδου σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται’. οὐκ οὖν τῆς σῆς ἀρετῆς οὐδὲ τῆς ἄλλης συνέσεως, οὔτε τῆς ἡμετέρας εὐχῆς οὐδὲ παραινέσεως, ἀλλ’ οὐδὲ τῶν περὶ σὲ ἐλπίδων οὔτε τὸ μεμνῆσθαι ταῦτα, οὐ μὴν οὐδὲ σκυθρωπάζειν οὐδὲ κατήφειαν ἔχειν, οὐδ’ ὡς μειζόνων ἐστερημένον τὰ κάλλιστα πάντων καὶ τιμιώτατα ἐπανῃρημένον ὀδύρεσθαι. καὶ οὔπω λέγω τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα, ἀλλὰ <τὸ> τοῦ φθόνου θραῦσαι μετὰ τοῦ μείζω δόξαν περιλαβεῖν τὰς ἀκίδας, τοὺς θορύβους φυγεῖν δι’ ὧν πολλάκις τὸ πρὸς τὴν ζωὴν ἐμαραίνετο φίλτρον, τὰς μηδὲν ὀχληρὸν κατὰ μηδενὸς πραττόντων ἡμῶν, ὅσα γε εἰς ἀνθρωπίνην σπουδὴν καὶ δύναμιν ἥκει, μηδέ τινας ἐπηρεαζόντων ἀνελπίστους καθ’ ἑκάστην αἰτιάσεις τε καὶ συκοφαντίας. πόσα ἄν τις εἴποι; ἀλλὰ πρὸς μὲν ἄλλους ἴσως, πρὸς δὲ σὲ καὶ τὰ ῥηθέντα, οἶμαι, περιεργότερον.

Τὸν δὲ στρατηγὸν καὶ τῆς δικαιοπραγίας καὶ τῆς ἀνδραγαθίας καὶ τῆς εὐσεβείας ἀποδεχόμενοι καὶ τῆς πρὸς σὲ καθαρᾶς διαθέσεως καὶ τῆς πρὸς ἡμᾶς εἰλικρινοῦς εὐνοίας τε καὶ ἀγαπήσεως—πῶς γὰρ οὐκ ἄν τις ἀποδέξαιτο ταῦτα; —τά τε ἄλλα καὶ διότι εἰς τὴν τοῦ θεοῦ ἐκκλησίαν τὸ κλέος καὶ τὴν τιμὴν διαβιβάζει καὶ διὰ τῆς ἐκκλησίας εἰς αὐτὸν ἐκεῖνον τὸν ταύτης νυμφίον, Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν—διὰ ταῦτα γοῦν εὐχόμεθα μισθὸν ἀντὶ τούτων τε καὶ τῆς ἄλλης καλοκἀγαθίας εὑρεῖν τὸ μηδέποτε τῶν τοιούτων καλῶν καὶ ἀγαθῶν ἀποστῆναι· οὕτω γὰρ αὐτῷ καὶ ἡ ἄνωθεν μακαριότης καὶ τὰ γέρα βεβαίως περιγενήσεται.

Ἡ δὲ πρὸς τὴν τοῦ θεοῦ ἐκκλησίαν τῶν διεσπασμένων τε καὶ διερρηγμένων ἕνωσις καὶ τῆς σῆς συνέσεως ἀπόδειξιν ἔχει καὶ τὴν ἡμετέραν τῶν ταπεινῶν εὐχὴν οὐκ αἰσχύνει. Τὸν δὲ σὸν πρεσβύτερον, ὃν εἶναι πρῶτον οὐ τάξις, ὡς γράφεις, ἀλλὰ συνήθεια γυμνὴ πραγμάτων παρέσχε—τοὺς γὰρ ἐφεξῆς οὐχ ἔχει—τῇ σῇ κρίσει καὶ δοκιμασίᾳ ἡ ἡμετέρα μετριότης ἐγχειρίζει. διὸ καὶ τῆς ἐπισκοπῆς, ἧς ἂν αὐτὸς ἐπιστατεῖν καταστήσεις, θεοῦ πνεύματος συνεργείᾳ ἐπιψηφίζεται κατέχειν τὰς ἡνίας.

Τὸν δὲ τοῦ Δασβέντου Ξυράφιον, ὡς τὸ σὸν ἐδήλου γράμμα, ἔτι τὰς τρίχας τοῦ Ἠσαῦ οὐκ ἐν τῷ δέρματι μόνον ἀλλ’ ἐν μέσῃ καρδίᾳ φύοντα καὶ οὐδὲν τούτων ἀποξυράμενον, ἀλλ’ ἀπ’ ἐναντίας τῇ γνώμῃ τὴν κλῆσιν φέροντα, οὐδ’ οὕτω, καίπερ ἄξιον ὄντα, τῶν τῆς ἐπισκοπῆς πρωτοτοκίων ἀπελαθῆναι ἡ ἡμετέρα βούλησις ἐπιτρέπει, ἀλλὰ παραινοῦμεν ἔτι ἀγωνίσασθαι ἀναδιδάξαι τε αὐτὸν καὶ νουθετῆσαι πρὸς τὸν Ἰακὼβ ἐπιστραφῆναι καὶ νοῦν ἀναλαβεῖν ὁρῶντα θεόν, καὶ μὴ γενέσθαι τοῦ πονηροῦ βρῶμα καὶ θήραμα. εἰ δὲ ἔτι τῆς πλάνης καὶ ἀπάτης τὸν τοῦ θεοῦ νοῦν προδίδωσί τε καὶ ἀντικαταλλάττεται—κατὰ γὰρ τὸν μακάριον Παῦλον ‘ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν’—οὐκέτι ἐσμὲν ἡμεῖς ἔνοχοι τῆς ῥομφαίας, ἥτις τοὺς μὴ ἀναγγείλαντας ταύτην ἐρχομένην κατὰ τῶν ἀδελφῶν ἀπαιτεῖ τὸ αἷμα καὶ τῆς σιωπῆς καὶ ἀμελείας τὴν δίκην εἰσπράττεται. ἀλλ’ αὐτὸς μὲν ἐφ’ ἑαυτὸν οὗτος, καὶ ἀνιωμένων ἡμῶν, ἑλκύσει τὴν πληγήν· πλὴν οὐδ’ οὕτως ἕτερον εἰς τὸν αὐτοῦ θρόνον ἀντικαταστῆναι διοριζόμεθα, πρὶν ἢ τὴν παραίτησιν ἔγγραφον τῆς οὐκ οἶδ’ ὅπως αὐτῷ περιτεθείσης ἀρχιερωσύνης ποιήσαιτο (ἐνεφέρετο γάρ σου τοιοῦτόν τι βούλεσθαι αὐτὸν καὶ τῷ γράμματι) ἢ συνοδικῇ ὑποβληθεὶς κρίσει τε καὶ ἐξετάσει τῆς τῶν κανόνων, ὥσπερ μέχρι νῦν συμπαθείας καὶ φιλανθρωπίας ἀπήλαυσεν, οὕτω πεῖραν λάβοι καὶ τῆς ἀκριβείας τε καὶ δικαιοσύνη.

Ὁποτέρου δὲ τῶν δύο προκεχωρηκότος, τηνικαῦτα, ὃν ἂν ἡ σὴ θεοφιλὴς ὁσιότης ἐπ’ ἐκλογῇ θείη—καὶ γὰρ καὶ τούτῳ σε τῷ προνομίῳ ὑπὲρ τοὺς πολλοὺς τῶν ὁμοταγῶν, μᾶλλον δὲ πάντων, σεμνύνειν αἱρούμεθα— τοῦτον δὴ τὸν παρὰ σοῦ ἐξειλεγμένον καὶ προκεκριμένον ἀντικαταστῆναι τῷ τοῦ Δασβέντου θρόνῳ καὶ τὴν ἐφορείαν ἀναλαβεῖν καὶ ἡμεῖς συναινοῦμέν τε καὶ καταπιστεύομεν. πλὴν ἐκεῖνον, εἰ ἄρα γε αὑτὸν τοιοῦτον μέχρι τέλους παραστήσει τὸν τῆς ἀπειθείας καὶ ἀποστασίας ἄνθρωπον, τὴν ἀξίαν δίκην λαβόντα, οὐδ’ οὕτως αὐτὸν ἀδείας ἐπιλαβέσθαι ὥστε βλάπτειν ἑτέρους παραχωρεῖν σε βουλόμεθα καὶ πρὸς τῇ ἑαυτοῦ ἀπωλείᾳ τὸ τοῦ Χριστοῦ διαλυμαίνεσθαι ποίμνιον, ἀλλ’ ἐν τῷ ἀσφαλεῖ γενέσθαι, ὡς ἂν μηδὲ βουλόμενον δύνασθαι λωβᾶσθαι τοὺς πλησίον καὶ τοῦ οἰκείου καὶ ψυχοφθόρου μεταδιδόναι νοσήματος, θρηνεῖν δὲ μᾶλλον τὰ αὑτοῦ καὶ ἀπολοφύρεσθαι ἀνθ’ οἵων οἷα ἠλλάξατο.

Περὶ δὲ τῶν συγγενῶν καὶ φίλων τῆς σῆς θεοφιλοῦς ὁσιότητος, ὅσα μὲν ἡμῖν πραχθῆναι θεὸς συνεργήσει, σπουδῆς λογίζου ταῦτα καὶ τοῦ πρὸς σὲ φίλτρου ζώπυρα· ὅσα δὲ μὴ γένηται, τὴν {σὴν} ἰσχὺν ἡττᾶσθαι καὶ τῇ ἀτονίᾳ τὸν ἀγῶνα καταβραβεύεσθαι τοῦ βουλήματος, οὐκ ὀλιγωρίας οὐδὲ τῆς σῆς αἰτήσεως παροράματα. τὰ δ’ ἄλλα ἔρρωσο καὶ τὰς σὰς εὐχὰς εἴη θεὸς διὰ παντὸς βεβαίας φυλάττων, τά τε ἄλλα καὶ ὅτι κοιναί εἰσι καὶ ἀμφοῖν αἱ αὐταί.