Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Ερμηνευτικές αποκρίσεις επί ευαγγελικών και παύλειων ρητών

Ενδελεχής θεολογική ανάλυση βιβλικών χωρίων, με έμφαση στο μυστήριο της Ενσαρκώσεως, το κατ' εικόνα Θεού και την ιστορία του Κάιν και του Άβελ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 10 από 34

Δευτέραν δὲ τίθησιν τοιαύτην· ἡ γυνή, φησίν, ὑπὸ τὴν ἐξουσίαν πέφυκε τελεῖν τοῦ ἀνδρός. ἐξ αὐτοῦ γὰρ ἔσχε κατὰ πρώτας τὰς σωματικὰς ἀρχὰς τῆς γενέσεως, καὶ πολλῶν μὲν ἐξουσιάζει καὶ ἄλλων ὁ ἀνήρ, τὸ δὲ ἐνδοξότερον αὐτοῦ καὶ τιμιώτερον τῆς ἐξουσίας καὶ ἀρχῆς ἡ γυνή ἐστιν· τοῦτο γὰρ λέγει ‘γυνὴ δὲ δόξα ἀνδρός ἐστιν’. ἐπεὶ οὖν τὸ ἐνδοξότερον καὶ ἐπισημότερον τῆς τοῦ ἀνδρὸς ἀρχῆς ἡ γυνή ἐστιν, κεχρεώστηκεν ὅσα τιμῶσιν ὡς ἀρχὴν τὸν ἄνδρα πράττειν· πράττοι δ’ ἂν ἔχουσα τὴν ἐξουσίαν αὐτοῦ ἐπὶ κεφαλῆς καὶ ἐπιδεικνῦσα τὴν ὑποταγὴν ἐν τῷ καλύπτειν μὲν τὴν ἰδίαν, ἐκεῖνον δὲ κεφαλὴν αὐτῆς νομίζειν καὶ εἰς ἐκεῖνον ὅλην ἑαυτὴν ὡς εἰς κεφαλὴν ἀναφέρουσαν ἀνατιθέναι. ἀναίσχυντον γὰρ καὶ ἀχάριστον μὴ οὐχὶ τοῦτον ἀρχὴν καὶ παραίτιον τῆς ὑπάρξεως εἰδέναι καὶ τὴν ἀρχικὴν τιμὴν ἀπονέμειν· εἰ γὰρ καὶ μηδὲν ἕτερον πολλῶν ὄντων ὑπολογίζοιτο μηδέ τινας ἀνθρώπων αἰσχύνοιτο τὴν ἀρχὴν αὐτοῦ καὶ τὸ ὑποτετάχθαι παραιτουμένη, ἀλλὰ τοὺς γοῦν ἀγγέλους, φησίν, οἳ ἐπόπται καὶ μάρτυρές εἰσιν τῆς ἐξ ἀνδρὸς γενέσεως αὐτῆς καὶ προόδου, δικαία ἂν εἴη δυσωπεῖσθαι καὶ αἰσχύνεσθαι ὑποκεῖσθαί τε διὰ τοῦτο τῷ ἀνδρὶ καὶ τῆς ὑποταγῆς σύμβολα τὸ ἐπὶ τῆς κεφαλῆς κάλυμμα φέρειν. τοῦτο γὰρ ἐδήλωσεν εἰπών· ‘διὰ τοῦτο ἡ γυνὴ ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους’.

ὁ μέντοι γε ἀνὴρ οὐκέτι τῷ αὐτῷ τῆς ὑποταγῆς ὑπόκειται νόμῳ, διὸ οὐδὲ χρείαν ἔχει καλύπτεσθαι τὴν κεφαλήν.

Ἀλλὰ ναί, φησίν, εἴποι ἄν τις, διὰ τί δὲ ὁ ἀνὴρ κεφαλὴν ἔχων τὸν Χριστὸν καὶ τῆς ἀρχῆς αὐτοῦ τὸ ἐνδοξότατον ὑπάρχων (εἰκὼν γὰρ καὶ δόξα θεοῦ, φησίν, ὥσπερ καὶ αὐτοῦ χρηματίζει ἡ γυνή), οὐχὶ καὶ αὐτὸς κατακαλύπτει τὴν κεφαλήν; πρὸς ὅν ἐστιν εἰπεῖν ὅτι δι’ αὐτὸ μὲν τοῦτο μᾶλλον οὐκ ὀφείλει κατακαλύπτειν, ἵνα καὶ αὐτὸς ἐν τῷ ἄρχειν καὶ κατεξουσιάζειν, ἀλλὰ μὴ τελεῖν ὑφ’ ἑτέρους τὸν κοινὸν εἰκονίζων δεσπότην δειχθῇ, οὗπερ ἔνδειξίς ἐστι τὸ φέρειν ἀκάλυπτον τὴν κεφαλήν. ὅτι μὲν γὰρ ἄρχει θεὸς καὶ κυριεύει, κεφαλὴ πεφηνὼς τοῦ ἀνδρός, οὐκ αὐτοῦ μόνον, ἀλλὰ καὶ συμπάντων, οὐδεὶς ἀμφιβολίας λόγος, διόπερ οὐδὲ συμβόλων εἰς τοῦτο καθέστηκε χρεία τὴν ὑποταγὴν ἐνδεικνυμένων· πᾶσιν γὰρ τὸ κατὰ πάντων αὐτοῦ κράτος καὶ ἡ δεσποτικὴ ἀνωμολόγηται κυριότης. ὅτι δὲ γυναῖκα ὑπὸ τὴν ἐξουσίαν δεῖ τετάχθαι τοῦ ἀνδρός, οὔτε πᾶσιν ὁμοίως φανερὸν αὐτήν τε εἰδέναι μάλιστα προσήκει καὶ τοῖς συμβόλοις ἐπιδεικνύναι. ἔνιαι γὰρ καὶ τὰ σύμβολα περιφέρουσαι πολλῶν τε κατεξανίστανται καὶ τὴν οἰκείαν τάξιν ἀμείβουσαι θορύβων καὶ ταραχῆς οὐ τὰς οἰκίας μόνον, ἀλλὰ καὶ πόλεις ἐπλήρωσαν· εἰ δὲ μὴ τοῦτο ἦν καὶ τὴν ὑποταγὴν μὴ προσετέτακτο φυλάττειν, τί ἂν ἐγεγόνει;

εὐλόγως ἄρα καὶ βιωφελῶς ὁ μακάριος Παῦλος τά τε ἄλλα διωρίσατο καὶ σοφοῖς τε καὶ φυσικοῖς, ἀλλὰ καὶ πολιτικοῖς συγκατεσκευάσατο ἐνθυμήμασιν ὡς ἀνδρὶ μὲν ἀκάλυπτον ἔχειν τὴν κεφαλήν, γυναικὶ δὲ οὐχὶ θεμιτὸν μὴ κατακαλύπτεσθαι.

Κωνσταντίνῳ σπαθαρίῳ καὶ ἀσηκρῆτις Τοῖς φιλομαθοῦσιν ἔγωγε (πῶς ἀνεπιφθονώτερον εἴπω;) χαρίεις εἰμί· διὸ τῶν ἠπορημένων σοι τὴν λύσιν μετὰ τοῦ ῥᾳδίου σύντομον εὑρήσεις. τὸ τοίνυν πρὸς τὸν ἀρχηγὸν τῆς ἀδελφοκτονίας εἰρημένον, ‘οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες· ἡσύχασον,’ διαφόρους ἴσθι δυνάμενον δέξασθαι τὰς ἀναπτύξεις. ὁ μὲν γὰρ ἀποφαντικῶς αὐτὸ εἰρῆσθαι ὑπειληφὼς τοιοῦτόν τινα τὸν ἐν αὐτῷ θεωρήσειεν νοῦν· ‘οὐκ ἂν ὀρθῶς προσενέγκοις ὅτιπερ μηδὲ διεῖλες ὀρθῶς’, τοῦτ’ ἔστιν, ‘ἐπεὶ μὴ διεῖλες ὀρθῶς, οὐδὲ προσήνεγκες ὀρθῶς, ἡ γὰρ ὀρθὴ προσένεξις τῆς ὀρθῆς ἤρτηται διαιρέσεως· διὸ ἥμαρτες, ἡσύχασον’. εἰ δέ τις οὐκ ἀποφαινόμενον, ἀλλ’ ἐν τύπῳ προενηνεγμένον ἐρωτήσεως τὸν λόγον ἐκλάβοι (καὶ γὰρ καὶ τοῦτο μάλιστα ἐγχωρεῖ), τοιοῦτον εὑρήσει τὸν νοῦν· ‘οὐχί’, φησίν, ‘κἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ ὅμως μὴ διέλῃς, ἥμαρτες;’ οἷον, ‘ἆρα γάρ, διότι ὀρθῶς προσήνεγκας, ὀρθῶς δὲ μὴ διεῖλες, οὐ δοκεῖς ἁμαρτεῖν;’ οὐδὲν γὰρ ἴσως κωλύει ὀρθῶς μὲν προσενεγκεῖν τὸν μὴ ἑτέρῳ τινί, μόνῳ δὲ θυσιάζοντα τῷ πάντων θεῷ, μὴ μέντοι διελεῖν ὀρθῶς τὸν μὴ τηροῦντα τὸν πρέποντα τῇ διαιρέσει θεσμόν· δεῖ δὲ τὸν ἀνεπιμώμως τοῖς θείοις ὑπηρετούμενον ὀρθῶς τε προδιελεῖν καὶ ὀρθῶς ὁμοίως προσενεγκεῖν.

Ἀλλ’ εἰ μὲν κατὰ μίαν περίοδον εἴη τὸ χωρίον τεθεωρημένον, τοιαύταις ἂν ὑπάγοιτο θεωρίαις· εἰ δέ τις οὐχ ἁπλῆν καὶ μίαν, ἀλλ’ οἷον ἐκ δύο τινῶν βραχυτέρων συγκειμένην ὑπολάβοι τὸ τοῦ ἀποφαινομένου σχῆμα καὶ οὕτω φυλάττουσαν τὴν περίοδον, καὶ τὸ μὲν αὐτῆς κατ’ ἔλλειψιν, τὸ δὲ αὐτοτελῶς εἰρῆσθαι, οὐδ’ οὗτος τῇ φύσει τῆς ἀληθείας λυμανεῖται· οἷον, ‘οὐχί, ἂν ὀρθῶς μὲν προσενέγκῃς, εὐδοκίμησας· ἂν δὲ μὴ ὀρθῶς διέλῃς, ἥμαρτες.’ καὶ γὰρ ὥσπερ τὸ ὀρθῶς προσενεγκεῖν εὐσεβές, οὕτω τὸ μὴ ὀρθῶς διελεῖν ἀσεβείας ὑπεύθυνον. καὶ ὁ μὲν τῆς τοῦ ῥητοῦ συντάξεως λόγος καὶ ἡ ἀπ’ αὐτῆς ἀναφαινομένη διάνοια ἐν τούτοις.

Ἀλλὰ γὰρ τὸ μὲν προσενεγκεῖν ὀρθῶς αὐτόθεν δῆλον, τὸ δὲ μὴ διελεῖν ὀρθῶς ἴσως δεῖται σαφηνείας. ἐκεῖνος τοιγαροῦν ὀρθῶς διαιρεῖ, ὁ μὴ τὰ τυχόντα δῶρα φέρων θεῷ, ἀλλ’ ὀρθῇ κρίσει διαιρούμενός τε καὶ διακρίνων καὶ δωροφορούμενος αὐτῷ τὰ πολλῷ τῶν ἄλλων προφερέστερα· πῶς γὰρ οὐχὶ τὰ πάντων ἐν ὑπεροχῇ τιμιώτερα τῷ γενεσιουργῷ καὶ δοτῆρι καὶ πάντων αἰτίῳ τῶν καλῶν θεῷ προσῆκεν ἐξαιρεῖν καὶ ἱεροθυτεῖν; τοιοῦτος δέδεικται καὶ Ἄβελ, εὐγνωμονῶν τε καὶ τὸ θεῖον καθαρῶς φιλῶν· καὶ γὰρ εἴρηται περὶ αὐτοῦ ὡς ἀπὸ τῶν πρωτοτόκων καὶ ἀπὸ τῶν στεάτων προσήνεγκεν, τοῦτ’ ἔστιν, ἃ τῶν ἄλλων ἔν τε τῷ πρωτότοκα εἶναι καὶ ἐν τῷ ὡς ἂν εἴποι τις ἐστεατῶσθαι καὶ καταλελιπάνθαι διέφερεν, ταῦτα προσέφερεν· τὸ γὰρ ‘ἀπὸ τῶν στεάτων’ τῶν εὐτραφῶν καὶ ἐστεατωμένων φησὶ καὶ τῇ πολλῇ πιμελῇ παρεχομένων τὸ ἐξῃρημένον καὶ ἄριστον. ἀλλὰ τοῦ μὲν προσενεγκεῖν ἀμφοῖν ἐγεγόνει ἡ φροντίς, τοῦ δὲ διελεῖν καὶ ἐκλέξασθαι τὰ ἀμείνω οὐκέτι ὁμοίως ἀμφοῖν, ἀλλ’ ὁ μὲν Ἄβελ, ὥσπερ διεῖλεν ὀρθῶς, οὕτω καὶ προσενήνοχεν· ὁ δὲ Κάιν ἢ οὐδὲ προσήνεγκεν ὀρθῶς, ὅτι μηδὲ διεῖλεν, ἢ εἰ καὶ δοίη τις ὀρθῶς προσενεγκεῖν, ἀλλὰ περί γε τὴν ἐξαίρεσιν καὶ ἐκλογὴν πλεῖστον ὅσον διήμαρτεν.

οὐδὲ γὰρ τὰ κρείσσω, τὰ δὲ μὴ τοιαῦτα προσήνεγκεν· καὶ δῆλον ἐξ ὧν τε θεὸς ταῖς αὐτοῦ θυσίαις μὴ ἐπέβλεψεν μηδὲ πυρὶ θείῳ, ὥσπερ τὰ τοῦ Ἄβελ, ὡλοκαύτωσεν (τοῦτο γάρ τινες ἐκδεδώκασιν) καὶ ἐξ ὧν τὸν ἔλεγχον τῆς οὐκ ὀρθῆς ἀπέτισεν διαιρέσεως. ἀλλὰ τὸ μὲν ‘οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;’ τοιοῦτον.

Τὸ δὲ ‘ἡσύχασον’, ἵνα εἴπῃς πρὸς ἡμαρτηκότα, ‘ἠρέμησον κατὰ σεαυτὸν καὶ διασκόπησον ἀκριβῶς τοῦ πεπραγμένου τὸ ἄτοπον, καὶ μετανοίᾳ τὸ ἁμαρτηθὲν ἐξιλέωσαι’· ἐν ἡσυχίᾳ γὰρ καὶ τῷ ἀταράχῳ τῶν λογισμῶν μᾶλλον συνορᾶται καὶ κρίνεται τὸ παροραθέν. τάχα δὲ καὶ προαναστέλλοντος ἦν τὴν ὁρμὴν τὴν ἐφ’ ᾧπερ αὐτὸς ἀθλίως ἐκβέβηκεν· ‘ἥμαρτες’, φησίν, ‘ἡσύχασον· μὴ προσθῇς ἕτερον τῷ ἀδικήματι· μέχρι τῆς εἰς ἐμὲ πλημμελείας περίγραψον τὴν ἀπόνοιαν· ἀδελφικῶν αἱμάτων μὴ τὰς χεῖρας μόνον, ἀλλὰ καὶ τὴν γνώμην καθαρὰν διαφύλαξον’.

Τὸ δὲ ‘πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις’ ἢ περὶ αὐτοῦ τοῦ προσενεχθέντος εἴρηται, οἷον ‘ἀνάξιον’ φησὶν ‘τῆς ἐμῆς ἐστι προσφορᾶς, διὸ ἀποστρέφεταί σοι, καὶ αὐτὸς αὐτοῦ ὥσπερ καὶ πρὶν ἢ προσενεχθῆναι κύριος ἔσῃ’· ἢ οὐχὶ τὸ προσενεχθέν, ἀλλ’ αὐτὸ τὸ διαμαρτηθὲν περὶ τὴν προσένεξιν ὁ λόγος δηλοῖ, τοῦτ’ ἔστιν ‘σὺ τοῦ ἁμαρτήματος, οὐκ ἄλλος γέγονεν αἴτιος, διὸ ἡ ἀποστροφὴ αὐτοῦ καὶ ἡ ἀναφορὰ πρὸς σὲ ἐπανήξει, καὶ σὺ αὐτοῦ ἄρξεις, ἀρχηγὸς ὀφθεὶς τῆς περὶ τὸ θεῖον ὀλιγωρίας, ἐξ οὗ καὶ τὰ λοιπὰ τῶν ἁμαρτημάτων προέρχεται’. εἰ δέ τις εἴποι καὶ ὡς παραψυχῆς ἕνεκα τοῦτο εἴρηται (ἐλελύπητο γὰρ ὁ Κάιν, εἰ καὶ μὴ διότι ἡμάρτηκεν, ἀλλ’ ὅτι τὸ ἧττον ἔσχεν ἐπὶ ταῖς θυσίαις παρὰ τὸν ἀδελφόν), οὐδὲ τοῦτο μακρὰν τῆς ἀπείρου καὶ ἀνεξιχνιάστου φιλανθρωπίας τοῦ θεοῦ· ὡς ἂν εἴποι φιλόστοργος πατὴρ πρὸς ἡμαρτηκότα παῖδα· ‘μὴ συμπέσῃς μηδὲ καταποθῇς τῇ λύπῃ, τοῖς δώροις σε παρευδοκιμήσαντος τοῦ ἀδελφοῦ· εἰ γὰρ καὶ ἐξ ὧν αὐτὸς ὁσίως ἔπραξεν δικαιοπρεπῶς προτετίμηται, ἀλλ’ οὖν ἀποστραφήσεταί σοι πάλιν καὶ ὑπὸ σὲ ἔσται καὶ τῷ προνομίῳ τῶν πρωτοτοκίων αὐτὸς πάλιν τὸ πρεσβεῖον ἕξεις, ἂν καὶ μεταμελείᾳ σαυτὸν τοῦ πταίσματος ἀνορθώσῃς· ἀναφαίρετον γὰρ ἔσται σοι τὸ κατ’ αὐτοῦ κῦρος ὅπερ εἴληφας ἐξ ὧν πρῶτος τὰς μητρικὰς ἔλυσας ὠδῖνας’. ἀλλὰ κατ’ ἐπιστολὴν ἱκανὰ καὶ ταῦτα οἶμαι.

Οἶδα δέ τινάς ποτε τῶν πάλαι τὰ τῶν Ἰουδαίων γεγραφότας, οἳ τὸ ἐλλόγιμον τῶν ἄλλων ἔχειν ἐδόκουν, διὰ τοῦτο εἰρῆσθαι τὸν Κάιν μὴ διελεῖν ὀρθῶς, διότι ἀπὸ τῶν ἀψύχων, ἀλλ’ οὐκ ἀπὸ τῶν ἐμψύχων ὥσπερ ὁ Ἄβελ τὰ δῶρα προσέφερεν· καθυστερεῖν γὰρ καὶ ἐλαττοῦσθαι πολλῷ τῶν ἐμψύχων τὰ ἄψυχα· διὸ καὶ τὸν τῶν ὅλων θεὸν τοῦ μὲν ἐφησθῆναι τοῖς δώροις ὡς ἐμψύχοις, τοῦ δὲ τὴν θυσίαν ὑπεριδεῖν ὡς ἐκ τῶν ἀψύχων εἰσκεκομισμένην. ἀλλ’ εἴπερ οὕτως εἶχεν, οὐκ ἂν ὁ Κάιν τὴν διαίρεσιν, ἀλλ’ αὐτὴν ἂν τὴν θυσίαν ὠνειδίζετο, ὅτιπερ ἀντὶ τῶν καρπῶν μὴ ζῷα προσήνεγκεν· ἀλλ’ οὐδαμοῦ φαίνεται τοῦτο ἡ θεία καταμεμψαμένη φωνή, ἀλλὰ τῶν μὲν δώρων οὐδὲν ᾐτιάσατο, ὑπὲρ δὲ τῆς διαιρέσεως τὴν μέμψιν ἐπήνεγκεν. ἄλλως τε δὲ εἰ ὁ μὲν ἀπ’ ἀρχῆς βίον τὸ γηπονεῖν, ὁ δὲ τὸ ποιμαίνειν ἐτίθετο, πῶς οὐκ ἄλογον ὑπολαμβάνειν ὑπ’ αἰτίαν γενέσθαι τὸν Κάιν διότι μὴ ἀπὸ τῶν ἀλλοτρίων, ἀλλ’ ἀπὸ τῶν οἰκείων προσήνεγκεν;

Κἀκεῖνο δέ τις προσθείη, ὡς οὐκ ἐν τῇ προσενέξει τῆς θυσίας μᾶλλον, ἀλλ’ ἀπ’ ἀρχῆς τῆς τῶν βίων αἱρέσεως ἔδει τὸν μὲν φαυλίζειν, ὅτι γηπονεῖν εἵλετο, τὸν δὲ ποιμαίνοντα ἀποδέχεσθαι· τὸ γὰρ τῶν ἐπιτηδευμάτων διάφορον ἀρχὴ καὶ αἰτία καθέστηκεν τοῦ τὸν μὲν ὡς ἐνόμισαν ἁμαρτεῖν, καρποῖς θυσιάζοντα, τὸν δὲ παρευδοκιμῆσαι, ζῷα τὰ δῶρα ποιούμενον. πῶς δὲ κἀν ταῖς νομοθεσίαις ὕστερον σεμίδαλίς τε καὶ στάχυες καὶ ἄρτοι προθέσεως εἰς προσφορὰν θεῷ ἐλογίζοντο; εἰ δὲ καὶ ‘καλὰ λίαν’ οὐχὶ τινὰ τῶν δημιουργημάτων, ἀλλὰ πάντα τῷ γενεσιουργῷ λόγῳ καὶ εἴρηται καὶ πεποίηται, τίνα λόγον ἔχει τοὺς ἀπὸ γῆς καρποὺς καὶ ἃ μᾶλλόν ἐστιν ἀνθρώπῳ τροφή, ἐν ἀτίμῳ μοίρᾳ καὶ βδελύγματι τὸν δημιουργήσαντα παραπέμπεσθαι; διὸ τῆς τοιαύτης ἐπιβολῆς τὴν προτεθεωρημένην ἐξήγησιν μᾶλλον ἐγκριτέον· αὕτη γὰρ καὶ οἷς ὁ τῆς καθαρᾶς ἡμῶν καὶ ἀναιμάκτου θυσίας λόγος ἠγνόηται δοκεῖ πως ᾄδειν ὁμόφωνα. ἐξ ὧν καὶ ὁ τῆς ἀποστασίας Ἰουλιανὸς κατὰ τῆς εὐσεβείας γράφων, ἀλλόκοτα μὲν καὶ μωρὰ γράφων ὅμως ἔδοξέν τι σοφὸν καὶ δυσεπιτίμητον αἰτιᾶσθαι Χριστιανούς, ὅτι μὴ ζῳοθυσίαις τὸ θεῖον γεραίρουσιν.

Ἀθανασίῳ μονάζοντι καὶ ἡσυχαστῇ Ἐπειδὴ κατὰ μίμησιν Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν σαυτὸν ἐσταύρωσας τῷ κόσμῳ καὶ τῷ κοσμοκράτορι, πέπομφά σοι τὸν σταυρόν, φυλακτήριον τῆς σταυρώσεως.

Εὐσχήμονι ἀρχιεπισκόπῳ Καισαρείας Συντέμνει τὴν ὑπόσχεσιν ὁ σωτὴρ διὰ τὴν ὀλιγοψυχίαν τῶν μαθητῶν, καὶ πρὸ τῆς Γαλιλαίας ἐν αὐτοῖς Ἱεροσολύμοις αὐτοῖς ἐμφανίζεται· καὶ οὐ δήπου τοῦτο τῆς ἐπαγγελίας ὑπάρχει παράβασις, οὐδὲ πολλοῦ δεῖ, ταχεῖα δὲ μᾶλλον ἐκ πολλῆς φιλανθρωπίας ἐκπλήρωσις. εἰ δ’ ἔτι τις ἀγνωμονῶν εἰς ψεῦδος ἕλκειν τὴν ἀλήθειαν ἐκβιάζοιτο, οὐκ εἶναι λέγων ἐπαληθεύοντος, ἐν μὲν τῇ Γαλιλαίᾳ παρασχεῖν τὴν ὄψιν ἐπαγγείλασθαι, ἐν Ἱεροσολύμοις δὲ ταύτην δωρήσασθαι, ἐκεῖνο μᾶλλον συνιέτω, ὡς εἴπερ εἰπὼν ὁ σωτὴρ ἐν τῇ Γαλιλαίᾳ δοῦναι τοῖς μαθηταῖς τὴν ἀπόλαυσιν τῆς μακαρίας θέας ἐκείνης, εἶτα μηδ’ ὅλως παρέσχεν, ἢ προσθεὶς ἐν Ἱεροσολύμοις μηδαμῶς αὐτοῖς ὀφθῆναι, ἔπειτα ὤφθη, οὐκ ἂν ἀφρόνως λίαν εἰς ὑπόνοιάν τις ἐξεφέρετο τοῦ ψεύδους· εἰ δὲ τὴν ἐν τῇ Γαλιλαίᾳ ἐπιφάνειαν προαγγείλας καὶ ταύτην ἐπλήρωσεν καὶ τὴν ἐν Ἱεροσολύμοις ἐχαρίσατο, ποῦ τῷ ψεύδει πάροδος κἂν γοῦν ἐν ψιλῇ τινι καταλείποιτο φαντασίᾳ; μᾶλλον δὲ πῶς οὐκ ἔστιν, ὡς ἄν τις εἴποι, διπλῆ τις τῆς ἀληθείας ἐκπλήρωσις, ὧν τε ὑπέσχετο καὶ ὧν μηδὲ ὑποσχόμενος ἐχαρίσατο;

Ὅρα δὲ κἀκεῖνο· εἰ μὲν ἁπλῶς ἦν προαγγείλας ἐν τῇ Γαλιλαίᾳ τοῖς μαθηταῖς ὁραθήσεσθαι, ὁ δὲ ἀλλαχοῦ πρότερον ὡράθη, συγκεχωρήσθω, καὶ μηδὲ χώραν ἔχον, τὸ ψεῦδος· εἰ δὲ ἀπελθόντας ἔφη ὄψεσθαι, οἱ δὲ οὔπω παρεγένοντο (οὐδὲ γὰρ ἦν αὐτοῖς ἐνεστηριγμένον τὸ τῆς ἀναστάσεως θαῦμα, ἵνα τὸν ἀναστάντα τὰ Ἱεροσόλυμα λιπόντες εἰς τὴν Γαλιλαίαν ἰδεῖν προσδοκήσωσιν), πῶς οὐκ ἀσύνετος σφόδρα τῆς ἐπὶ τῷ ψεύδει συκοφαντίας ἡ δόξα;

Χωρὶς δὲ τῶν εἰρημένων συνορᾶν μάλιστα δεήσει ὡς κἂν ἐν Ἱεροσολύμοις ἐπέστη καὶ ὤφθη τοῖς μαθηταῖς ὁ σωτήρ, ἀλλ’ οὖν οὐ κυρίως ἐκεῖνοι τοῦτον ἐθεάσαντο· πῶς γὰρ ἑώρων, οἵ γε πνεῦμα θεωρεῖν ἐδόκουν; εἰ δὲ καὶ ὕστερον ἐπίστευον, ἀλλ’ οὐδὲν οὐδ’ οὕτω μέγα τί γάρ, πλὴν ὅτι ‘πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει’, καὶ ὅτι αὐτὸς ὁ θανατωθεὶς καὶ ἀνέστηκεν; διὸ καὶ ἐπιτιμῶν αὐτοῖς ἔλεγεν· ‘τί τεταραγμένοι ἐστὲ καὶ διὰ τί λογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίας ὑμῶν;’ ὅπερ οὐκ ἦν ἐστερεωμένων ταῖς γνώμαις, οὐδ’ ἀκινήτοις χρωμένων περὶ τὴν ἀλήθειαν τοῖς λογισμοῖς, ἐν τῇ Γαλιλαίᾳ δὲ ἀληθῶς ἐθεάσαντο καὶ εἶδον· ἐκεῖσε γὰρ αὐτοῖς ἀποκαλυφθὲν ἐτρανώθη ὡς ὃν βλέπουσιν καὶ ὁρῶσιν, αὐτὸς μέν ἐστιν ὁ τοῦ θανάτου σκυλεύσας τὸ κράτος, αὐτὸς δὲ ὁ πάντων ἅπασαν τῶν ἐπὶ γῆς καὶ οὐρανῷ τὴν ἐξουσίαν καὶ κυριότητα ἀναδεδεγμένος, ὅτε καὶ τὸ μέγα καὶ ὑψηλὸν τῆς ἀποστολῆς ἀξίωμα τῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην περιεβάλοντο. τοιγαροῦν ἐν τῇ Γαλιλαίᾳ τὸν διδάσκαλον ὡς ἀληθῶς οἱ μαθηταὶ ἐθεάσαντο· κύριον γὰρ καὶ ἐξουσιαστὴν τοῦ παντὸς τῆς τε χάριτος τοῦ παναγίου πνεύματος χορηγὸν καὶ τῶν ἄλλων ἀγαθῶν ταμίαν τότε μᾶλλον ἢ πρότερον διδαχθέντες κατενόησαν. παναληθῶς ἄρα καὶ θεοπρεπῶς ἔφη ὁ Χριστός, κἂν ἐν Ἱεροσολύμοις ἑαυτὸν προϋπέδειξεν, ὅτιπερ οἱ μαθηταὶ τὴν Γαλιλαίαν καταλαβόντες ἐκεῖ αὐτὸν ὄψονται.

Στεφάνῳ ὀρθοδοξήσαντι ‘Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.’ τί δέ; τὰ σπονδεῖα τῆς τῶν Χριστιανῶν θρησκείας καὶ οἱ κρατῆρες καὶ αἱ θυΐσκαι καὶ οἱ τοῦ σταυροῦ τύποι, καὶ μυρία ἄλλα—ἐῶ γὰρ εἰπεῖν τῆς Μωσαϊκῆς θυσίας τὰ σύμβολα—οὐχὶ ἀργύριον καὶ χρυσίον καὶ ξύλα καὶ χρώματα καὶ ἔργα χειρῶν ἀνθρώπων; μὴ γένοιτο· οὐ γὰρ ἀργύριόν εἰσιν, ἀλλ’ ἐξ ἀργύρου, οὐδὲ χρυσίον, ἀλλὰ χρυσοῦ πεποιημένα, οὐδὲ ξύλα ἢ χρώματα, ἀλλ’ ὕλην μὲν ἔχει ταῦτα, ἕτερον δέ τί ἐστιν ἐκ τούτων θαυμάσιον οἷον συντετελεσμένον· οὐ μὴν οὐδ’ ἔστιν χειρῶν ἀνθρώπων παιζόντων περὶ τὴν ὕλην χωρίς τε πάσης ἐνεργείας θείας τὸ παρεμπῖπτον αὐτῶν ταῖς διανοίαις ἀναπλαττόντων. διὰ τοῦτο τὰ μὲν οὐδὲν ἕτερόν ἐστιν πλὴν αὐτὴ ἡ ὕλη περιυβρισμένη καὶ ὁ τῶν ἀνθρωπίνων χειρῶν ἀνεπίσκεπτός τε καὶ ἀλόγιστος πόνος· τὰ δὲ μορφάζεται μὲν ἐπὶ τῇ ὕλῃ καὶ τὴν χεῖρα ὑπηρετοῦσαν ἔχει, ἀλλ’ ἄνωθεν κινουμένην· ὑπηρετεῖται γὰρ ταῖς ἄνωθεν ἐπιπνοίαις καὶ λογισμοῖς ἔμφροσι καὶ πρὸς τὴν εὐσεβῆ κρίσιν ἀνηγμένοις.

Πρόσσχες, εἰκονομάχε, καὶ μὴ ἐπαισχυνθῇς μαθεῖν δι’ ὧν αἰσχύνης φρικτῆς ἀπαλλάττῃ καὶ δίκην ἄφυκτον φυγεῖν ἐξευρήσεις. ὥσπερ δὲ τὰ ἡμέτερα σπονδεῖα καὶ οἱ κρατῆρες καὶ αἱ θυΐσκαι καὶ οἱ τοῦ σταυροῦ τύποι καὶ τὰ παραπλήσια οὐ χρυσός, οὐκ ἄργυρος, οὐδὲ ξύλων ἢ χρωμάτων ὕλη, οὐδ’ ἔργα χειρῶν ἀνθρώπων, οὕτως οὐδὲ τὰ ἱερὰ ἡμῶν τῶν εἰκονισμάτων ἐκτυπώματα οὐκ ἔστιν ἀργύριον οὐδὲ χρυσίον οὐδὲ χαλκός, οὐ μὴν οὐδὲ χρώματα οὐδ’ ἔργα (μή τι γένηται) χειρῶν ἀνθρωπίνων· τῆς γὰρ ἀνέκαθεν ἀποστολικῆς τε καὶ πατρικῆς παραδόσεως τὸ θεῖον καὶ ἀδιάπτωτον κήρυγμα· οἷόν τις ἔμπνους σοφία τὴν ὕλην ἀπολαμβάνουσα καὶ κατὰ τοὺς ἰδίους καὶ ἱεροὺς θεσμοὺς ἐργαζομένη ταύτην καὶ τεχνιτεύουσα εἰκονίζει τε καὶ μορφοποιεῖ, οὐδὲν τῆς ὑλικῆς ἀκοσμίας ἢ τῆς ἀνθρωπίνης περιεργίας ἐν αὐτοῖς ἐῶσα παρρησιάζεσθαι· ὅλον δὲ τὸ ἔργον ἑαυτῆς δεικνῦσα καὶ ἀποφαίνουσα καθαρὰς ἡμῖν καὶ ἀκιβδήλους ἐν τοῖς σεπτοῖς εἰκονίσμασιν τὰς τῶν πρωτοτύπων ἐμφάσεις ἱεροπρεπῶς τε καὶ ἱεροτύπως παρέχεται.

Ἔχεις οὖν ὡς ἐν βραχέσιν, οἶμαι, δι’ ὧν τε σαυτὸν τὴν προγονικὴν εὐσέβειαν καρποφοροῦντα μᾶλλον ἐπιδείξεις καὶ τοὺς αἱρετίζοντας ἐπιστομίσεις· τῷ μὲν γὰρ τῆς ὕλης λόγῳ καὶ τῷ ὑποκειμένῳ, ὥσπερ τράπεζα θεοῦ καὶ τράπεζα δαιμονίων, θυσία τε θεία καὶ θυσία δαιμονιώδης, ὄργιά τε ἐθνῶν καὶ Χριστιανῶν μυσταγωγίαι, καὶ πολλὰ δὲ ἄλλα τῶν εἰς τὸ ἀκρότατον ἀντικειμένων παρ’ ὀλίγον ἔχουσι τὸ παρηλλαγμένον, χρήσει δὲ καὶ κλήσει ἐπιθειασμῷ τε καὶ τελεσιουργίᾳ καὶ μυρίοις ἄλλοις ἄφατον αὐτῶν ὑπάρχει τὸ διωρισμένον, οὕτω δὴ οὕτω καὶ εἴδωλα ἐθνῶν καὶ Χριστιανῶν εἰκόνες, ναός τε θεοῦ καὶ βωμὸς εἰδώλων, καὶ δὴ καὶ κνίσης Ἑλληνίου λειτουργικὰ σκεύη καὶ τῆς καθαρᾶς καὶ ἀναιμάκτου θυσίας ἡμῶν ἱερουργικὰ δοχεῖα. καὶ γὰρ καὶ τούτων ἑκάτερον τῶν εἰς ἀντίθετον συστοιχίαν ἀποκεκριμένων ὕλην μὲν ἔχουσιν ἔστιν ὅτε μηδ’ ὅλως ἔχουσαν τὸ διηλλαγμένον, κατὰ μέντοι τὰ μορφοῦντα καὶ εἰδοποιοῦντα καὶ τὴν ἑτερότητα ἐργάζεσθαι πεφυκότα ἄπειρος ὁρᾶται καὶ λόγῳ μόλις ῥητὴ ἡ ἐν αὐτοῖς ἀλλοτριότης.

Διὸ τὰ μέν, τῆς ὕλης οὐδὲν ἐπὶ τὸ ἄμεινον μετενηνεγμένα, ἀλλὰ καὶ πολὺ τοῦ χείρονος μετειληφότα, δικαίως ἂν ξύλα καὶ λίθοι καὶ χρυσὸς καὶ ἄργυρος ἢ ἔργα χειρῶν ἀνθρώπων ἐπονομάζοιντο, βέβηλά τε καὶ ἐναγῆ καὶ ἀκάθαρτα, τὸ μὲν ἐκ τῆς ὕλης, τὸ δὲ ἐκ τοῦ πλάττοντος, τὸ δὲ ἐξ ἐκείνων οἷς δυσσεβῶς καὶ ἀθέως ἀνιερώθησαν ἐξωνομασμένα. διὰ τοῦτο, κἂν ἔχῃ στόμα, τὴν ἀφωνίαν ὀνειδίζεται, κἂν πόδας, κἂν χεῖρας, τὴν ἀκινησίαν, κἂν ὦτα, κἂν ῥῖνας, κἂν εἴ τι ἄλλο, τὴν ἀναισθησίαν καὶ ἀπραξίαν καὶ τὸ μάταιον· ὧν γὰρ ἢ οὐδὲν ἢ δύστηνα καὶ ἐναγῆ τὰ ἀρχέτυπα καὶ ὁ τούτων πλάστης μετὰ τοῦ δυσσεβοῦς ἀθλιώτερος καὶ τὸ τῆς λατρείας ὅλον θεοστυγέστερον, τούτοις πόθεν ὅλως χάριτός τινος ἢ δόξης ἢ ἐνεργείας ἤ τινος σεμνοτέρας κλήσεως οἰκείωσις πορισθήσεται;

τὰ δέ γε ἅγια καὶ σεπτὰ τῶν Χριστιανῶν ἱερουργικά τε σκεύη καὶ τεμένη καὶ εἰκονίσματα καὶ τὰ ἄλλα τῆς θείας ἡμῶν θρησκείας σύμβολα, ἐπεὶ κἂν ὕλην οὐχ ἑτέραν ὑποβέβληται, ἀλλ’ οὖν γε πρὸς τὸ πολλῷ ἄμεινον μετεσκεύασται (χρήσει γὰρ καὶ κλήσει καὶ μυσταγωγίᾳ καὶ τῇ τῶν παραδειγμάτων θειότητι ὧν τοῖς χαρακτῆρσι διαμεμόρφωται καὶ μυρίοις ἄλλοις καθαγιασθέντα τετελείωται), διὰ τοῦτο οὐκέτι ξύλα οὐδὲ λίθος οὐδ’ ἄργυρος οὐδὲ χρυσός, οὐ μὴν οὐδὲ χρώματα γυμνὰ τῆς εἰδοποιούσης καὶ παρεδρευούσης δυνάμεώς τε καὶ χάριτος οὔτ’ ἂν ἐννοηθείη ποτὲ οὔτε παρονομασθήσεται, ἅγια δὲ μᾶλλον καὶ τίμια καὶ δεδοξασμένα καὶ σεπτά. τῆς γὰρ ἄνωθεν ἐνεργείας καὶ οἷς ἀνατέθεινται ὧν τε τὴν κλῆσιν καὶ τὸ εἶδος φέρουσιν ἐν μετουσίᾳ γενόμενα καὶ τὸν ἡμέτερον νοῦν πρὸς ἐκεῖνα διαβιβάζοντα διαπορθμεύοντά τε ἡμῖν τὴν ἐκεῖθεν ἀγαθοειδῆ καὶ θείαν εὐμένειαν, οὐκ ἐκ τῆς ὕλης ἂν εἰκότως κληθείη, οὐ μὴν οὐδ’ ἀπό τινος ἀπεμφαινούσης ἄλλης καὶ τοῖς ἀντικειμένοις ἁρμοζούσης ἰδιότητος, ἀλλ’ ὧν τε μετέσχεν καὶ πρὸς ἃ παρῆκται οἷς τε ὑπηρετεῖται καὶ ἀφιέρωται, ἐκεῖθεν εὖ μάλα καὶ λίαν ἐνδίκως καὶ γινώσκεται τοῖς εὐσεβέσιν ὄντως καὶ ὀνομάζεται.

Παύλῳ μητροπολίτῃ Λαοδικείας Εἰ μὴ χειμὼν ἦν, περὶ οὗ καὶ ὁ σωτὴρ ἔλεγεν, ‘εὔχεσθε μὴ γενέσθαι τὴν φυγὴν ὑμῶν ἐν χειμῶνι,’ χειμῶνα ἄν σοι λόγων καὶ δικαίως ἐπήγειρα, οὐκ οἶδα τὸν ἄφιλον ἐρῶ τρόπον ἢ τὴν οὕτω μακρὰν ἀποδημίαν καὶ τοῦ παλαιοῦ κόρακος ἐκείνου ἐγγὺς γενέσθαι φιλονεικήσασαν αἰτιώμενος. ἀλλ’ εἰ μὲν τὸ πτερόν σοι τῆς ἁγνῆς καὶ καθαρᾶς καὶ ὀξυπόρου περιστερᾶς ἔρρωται τῆς ἀγάπης, οὐδὲν ὁ χειμών, ὥσπερ οὐδέ τι ἄλλο· εἰ δέ τινα θραῦσιν (ἀλλ’ οὐκ ἂν πεισθείην) ἐκεῖνο πεπόνθοι, ἀνάγκη κάτω μένειν, ἕως ἂν ὁ ταρσὸς πάλιν ἄνωθεν βλαστήσῃ, καὶ μηδ’ ἐν εὐδίᾳ πρὸς ἡμᾶς μετεωρίζεσθαι, ἀλλ’ ἔρρωσό μοι, τὸν θεῖον ἔρωτα μᾶλλον ἐπὶ τοῖς προτέροις πτεροφυῶν ἢ τοὺς ἀρχῆθεν καὶ καλῶς προβεβλημένους ταρσοὺς ῥαθυμίᾳ περιθραυόμενος.

Γεωργίῳ μητροπολίτῃ Νικομηδείας Ὃν οὐδὲν δύναται χωρίσαι τῆς ἀγάπης θεοῦ, οὐ θάνατος ἀπειλούμενος, οὐ ζωῆς ὑπόσχεσις, οὐ τὰ ἐκεῖθεν ἁπλῶς, οὐ τὰ ἐνταῦθα, πῶς αὐτὸς ἑκουσίως ἀφίσταται, καὶ τότε ὑπὲρ τῶν κατὰ σάρκα συγγενῶν, καὶ οὐ μόνον τὸν χωρισμὸν ὑπομένει, ἀλλὰ καὶ ἐπιθυμεῖ καὶ ἐπιζητεῖ καὶ ἐπεύχεται χωρισθῆναι Χριστοῦ; ‘ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα’. οὕτω μὲν ἄν τις τὴν σὴν ἐπιτείνων ἀπορίαν ἐρεῖ.

Τί οὖν; πῶς συμβήσεται τὰ ἀσύμβατα; ἢ πρῶτον μὲν ἐκεῖνο φάναι ἐστίν, ὅτι οὐκ ἔστιν ταῦτα μαχόμενα· οὐ γὰρ ἐναντίον ἀδιαίρετος πόθος Χριστοῦ καὶ τὸ ἀγαπᾶν οὕτω τὸν πλησίον ὥστε καὶ τῆς ἰδίας ὠφελείας μὴ νομίζειν ἐλάττονα τὴν ἐκείνων σωτηρίαν, μᾶλλον δὲ καὶ συνᾴδει ταῦτα πρὸς ἄλληλα. ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐντολὴν πληρῶν δεσποτικήν, τὸ πρὸς τὸν δεσπότην φίλτρον καθαρὸν καὶ ἀκέραιον διασῴζει· ‘ἐν τούτῳ’ γὰρ ‘γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους’· καὶ πάλιν, ‘ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται’. κεφάλαιον γάρ ἐστιν καὶ σύνδεσμος καὶ ῥίζα τῶν ἄλλων ἁπάντων κατορθωμάτων ἥ τε τοῦ θείου ἀγάπη καὶ ἡ τοῦ πλησίον.

Ναί, φησίν, ἀλλ’ ἐνταῦθα προκρίνει μὲν τοὺς συγγενεῖς, εὔχεται δὲ θεοῦ χωρισθῆναι, ἵνα κερδάνῃ τούτους· ὁ δὲ Χριστὸς ἔφη, ‘ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος’. ἀλλὰ γὰρ πῶς ἔστιν τοῦτο φιλεῖν ὑπὲρ τὸν Χριστόν; εἰ μὲν γὰρ δι’ ἕτερόν τι Παύλῳ ἐστέργοντο, εἶχεν ἂν ὁ λόγος τὸ ἰσχυρόν, εἰ δ’ ἵνα γένωνται Χριστοῦ, οὐκ ἔχω συνιδεῖν ὅπως οἱ συγγενεῖς προτετίμηνται τοῦ δημιουργοῦ. τί γὰρ καὶ ἦν ἕτερον τὸ φιλεῖν ἐκείνους ἢ τὸ ὑποτάξαι αὐτοὺς καὶ προσοικειῶσαι τῷ κοινῷ δεσπότῃ; πῶς οὖν ἐστιν φιλεῖν ἐκείνους ὑπὲρ τὸν Χριστόν, ὅπου γε καὶ αὐτοὺς εἰς τὴν ὑπακοὴν καὶ ἀγάπην εἷλκεν τὴν αὐτοῦ; μᾶλλον δὲ ἀδεκάστῳ κρίσει τις ἐπισκοπῶν ἐντεῦθεν ἂν καταθεῷτο τρανῶς τὸν ἀναφλεγόμενον ἀεὶ τοῦ θείου ἔρωτος ἐν Παύλῳ πυρσόν· οὐ γὰρ ἠρκεῖτο ἑαυτὸν μόνον προσάγων, ἀλλὰ καὶ ἑτέρους, οὐ γλώσσῃ μόνον καὶ χειρὶ σημείων, ἀλλὰ καὶ βίῳ καὶ τρόποις ἅπασι καὶ μεθόδῳ πάσῃ ἔσπευδεν συνεισενεγκεῖν.

Καλῶς, φησίν, εἰ μὴ ἐχώριζεν ἑαυτὸν τοῦ Χριστοῦ· τὸ μὲν γὰρ θέλειν ἑτέρους προσενεχθῆναι οὐκ ἔστιν ἐπιτιμᾶν, τὸ δὲ χωρίζειν ἑαυτὸν ᾧτινι προσῆγεν ἄλλους οὐκ ἔστιν μὴ ἐπιτιμᾶν. τί οὖν φαμεν; ἢ ὡς οὐμενοῦν οὐκ ἐχώριζεν· οὐδὲ γὰρ εἶπεν ‘εὔχομαι χωρισθῆναι’, ἀλλὰ ‘ηὐχόμην ἄν’· τοῦτ’ ἔστιν, εἰ δυνατὸν ἦν, εἰ συνέβαινεν θείῳ πόθῳ πόθον ἔνθεον ἐκνικηθῆναι, εἰ ἔρως θεοπρεπὴς θεσπέσιον ἔρωτα παρηυδοκίμει, καὶ τοῦτον ἂν ὑπελθεῖν ἠγωνισάμην. πάντα μὲν γὰρ ἐπράττετο Παύλῳ, ἵνα πάντας Χριστῷ οἰκειώσῃ, μάλιστα δὲ Ἰουδαίους· οὗτοι γὰρ καὶ συγγενεῖς καὶ νόμοις ἠγμένοι καὶ πρὸς οὓς αἱ ἐπαγγελίαι ἄνωθεν καὶ ἐκ πατέρων, ἀλλὰ καὶ τῶν ἄλλων πλέον τῷ κηρύγματι ἀνθεστηκότες. διὸ καὶ ὁ περὶ αὐτοὺς ἀγὼν καὶ ἡ σπουδὴ καὶ ὁ πόνος μᾶλλον διὰ τοῦτο, ἵνα μὴ δόξῃ ὁ νόμος οὐδὲν τῇ χάριτι συνεισενεγκεῖν καὶ τὰς ἐκεῖθεν παιδαγωγηθείσας ψυχὰς οὐδὲν ἐπιτηδειοτέρας παρασκευάσαι· ἵνα μὴ ψευδεῖς, εἰ καὶ μάτην, αἱ πρὸς τοὺς πατέρας ἐπαγγελίαι νομισθῶσιν· ἵνα μὴ Χριστὸς ὑφ’ ὧν ἔδει μᾶλλον προσκυνεῖσθαι μᾶλλον βλασφημῆται· ἵνα μὴ καὶ τῆς ἔγγιστα συγγενείας εἰς τὸν κοινὸν δεσπότην ἐμπαροινούσης, μέρει τινὶ τοῦ προσεχοῦς αἵματος, καὶ τότε μεγίστῳ, δόξῃ καὶ αὐτὸς ἐμπαροινεῖν.

τοιαύτη γὰρ ἦν ἡ Παύλου ψυχή, διὰ πάντων ἤθελεν ὁλοτελῆ τὴν δόξαν καὶ τὴν λατρείαν προσάγεσθαι θεῷ, διὰ ἑαυτοῦ, διὰ τῶν ἐκ γένους, διὰ τῶν ἐθνῶν· οὐδενὶ μέρει ἐλλειπῆ παραστῆσαι τὴν τῆς ἀποστολῆς αὐτοῦ διακονίαν ἠνείχετο.

Μάλιστα δὲ αὐτὸν ἡ τῶν συγγενῶν ἠνία ἀπιστία καὶ τούτων περιεκαίετο, καὶ τοῦτο παριστάνων ἔλεγεν· ‘ηὐχόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι’. οὕτω με, φησίν, εἰπεῖν τοῦ πόθου τὸ κέντρον συνελαύνει, οὕτως ἡ τῆς στοργῆς φλὸξ τὰ σπλάγχνα ἐπιβοσκομένη βιάζεται ἀνακράζειν, οὕτως ὁ πρὸς Χριστὸν ἔρως καὶ τὸ σπεύδειν αὐτῷ πάντας ἱερῶσαι φρονεῖν ἀναπείθει· ηὐχόμην ἄν, εἰ ἐνεδέχετο, εἰ ἐνεχώρει, εἴ τις ἦν ἀπόστασις σωτήριος θεοῦ χαριζομένη συνάφειαν, εἴ τις χωρισμὸς συνδέων σφοδρότερον, εἴ τις ἀλλοτρίωσις οἰκειοῦσα τελειότερον· οὐδὲ γὰρ οὐδὲ τοῦτον τῆς Χριστοῦ δόξης καὶ τῆς τῶν ὁμοφύλων σωτηρίας οὐμενοῦν οὐκ ἄν γε παρῆλθον τὸν τρόπον. ἐπειδὴ γὰρ ἐκ τῶν ὄντων ἁπάντων τὴν εἰς Χριστὸν ἀγάπην ἐπεδείξατο, ‘πέπεισμαι’ λέγων καὶ τοῖς λόγοις διὰ τῶν ἔργων τὴν πίστιν ἐπάγων, ‘ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε κτίσις τις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν’.

ἐπεὶ οὖν σύμπαντα μὲν τὰ ὄντα καὶ μερίζων καὶ κεφαλαιούμενος διεξῆλθεν, οὕτω δὲ τὸν τοῦ πόθου ἔστησε δρόμον, λοιπὸν ἤδη καὶ ἐκ τῶν μὴ ὄντων μὲν μηδὲ γεγονότων, εἰς ὑπόθεσιν δὲ παραλαμβανομένων, οἷά τις κόρον οὐκ εἰδὼς ἐραστής, ἀεὶ δὲ νομίζων ἐλαττοῦσθαι τοῦ χρέους, καὶ τὸ λεῖπον προσφιλονεικῶν ἀναπληρῶσαι προσεπάγει, μονονουχὶ λέγων ὡς ‘καὶ αὐτὴν τὴν ἐλπίδα, αὐτὸν τὸν δρόμον, αὐτὴν τὴν σωτηρίαν κατεθέμην ἄν, εἰ Χριστὸς πλέον διὰ τῆς τοιαύτης ἐδοξάζετο πράξεως καὶ τὸ Ἰουδαίων ἔθνος ἐπιστρέφον διεσῴζετο’. τὸ δὲ τοιαῦτα καὶ φρονεῖν καὶ λέγειν οὔτε χωρισμός ἐστι (πόθεν;) οὔτε διάστασις, ἕνωσις δὲ μᾶλλον θαυμασία τις καὶ ὑπερφυὴς καὶ καινοπρεπεστάτη συνάφεια καὶ τοῦ πρὸς θεὸν καὶ ἀνθρώπους ἀπαραβλήτου φίλτρου ἐναργεστάτη παράστασις καὶ μόνης ὡς ἀληθῶς τῆς μακαρίας ἐκείνης καὶ οὐρανίου Παύλου ψυχῆς ἀπαράγραπτον γνώρισμα. ἀλλ’ ἡ μὲν πρώτη λύσις τοῦ ἠπορημένου οὐκ ἄν, οἶμαι λίαν οὐδὲ τῆς ἀποστολικῆς ἐκείνου γνώμης πόρρω τεθεωρημένη, τοιαύτη.

Ἐπεὶ δὲ οὐκ ἔστι μονοειδὴς ἡ Παύλου φυτεία, ἀλλ’ ἔσθ’ ὅτε πολυστέλεχοί τε καὶ διάφοροι ὡς ἀπὸ μιᾶς τοῦ γράμματος χώρας οἱ τῶν νοημάτων ὡραῖοι καρποὶ ἀναφύονται, φέρε τῷ λόγῳ συνεκκαρπούμεθα καὶ εἴ τι τοῦ ἐκεῖθεν γεωργίου ἄλλο ἄξιον. ὁρῶμεν τοιγαροῦν τὸν θεσπέσιον Παῦλον οὐχ ἁπλῶς οὕτω λέγοντα κεχωρίσθαι θέλειν ὑπὲρ τῶν ὁμοφύλων Χριστοῦ οὐδὲ μετὰ τὸ πιστεῦσαι διίστασθαι (τοῦτο γὰρ ἴσως καὶ φοβερώτερον)· οὐδὲ γὰρ ‘ἀπό γε τοῦ νῦν’ φησιν ‘εὔχομαι γενέσθαι ἀνάθεμα’, ἀλλ’ ‘ηὐχόμην εἶναι’, ὅπερ ἴσον ἐστὶ τοῦ λέγειν, ‘αἱρετώτερον ἡγούμην, τῷ Χριστοῦ κηρύγματι προσδεδραμηκότων ὑμῶν, ἐμὲ βραχύ τι προσδιατρίβειν ἔτι τοῖς τοῦ νομικοῦ γράμματος προθύροις καὶ τῇ σκιᾷ ὑποκαθῆσθαι, ἢ προλαβόντα καὶ ταχύναντα τὸν ἐπὶ τῇ πίστει δρόμον, ὑμᾶς οὕτως ὁρᾶν πολεμίως ἔχοντας καὶ ἀνεπιστρόφως πρὸς τὴν χάριν.’ καὶ γὰρ ἐκεῖνος μὲν ἐμβραδύνων οὐδ’ οὕτως ἂν οὐδὲν ὑστέρησε μέγα—ὅπου γε καὶ πολλῶν προκατειληφότων τί δεῖ λέγειν διευλαβούμενον ὡς οὐδενὸς ὑστέρησεν, ἀλλὰ μὴ παρρησιασάμενον τὴν ἀλήθειαν ὅτι πάντας τῷ δρόμῳ καὶ τῇ σπουδῇ ὑπερήλασεν; —ἀλλ’ ἐκείνῳ μὲν ἡ βραδυτὴς εἰς οὐδὲν ἀπήντα δύσκολον, φόβος δ’ ἦν οὐ μικρὸς περὶ τῶν οὕτω κακῶς ἐπὶ τῇ πίστει διακειμένων, μὴ καὶ διὰ βίου τὴν αὐτὴν νοσοῦντες πώρωσιν αἰώνιον αὑτοῖς τὸν ὄλεθρον συνεργάσωνται.

διὸ τὴν ἐκείνων προτιμᾷ σωτηρίαν τοῦ ταχύτερον αὐτὸν ἐντὸς γενέσθαι τῆς σωτηρίας.

Ἀλλὰ σύ γε προσέχων ὡς ἡ θεία πολλαχοῦ γραφὴ καὶ ἀντὶ κακώσεως καὶ τιμωρίας σωματικῆς τὸ ἀνάθεμα τίθησιν, οὐ χαλεπῶς κἀκεῖνο συνήσεις ὅτι τὰ τῶν κακούργων παθεῖν ὁ θεῖος Παῦλος ὑπὲρ τοῦ σεσῶσθαι τοὺς συγγενεῖς διὰ τῶν τοιούτων ῥημάτων ηὔχετο· καὶ οὐχ ἁπλῶς οὐδὲ τοῦτο, ἀλλὰ καὶ ἀπὸ Χριστοῦ δικάζοντος (τοῦτο γὰρ ἂν εἴη τὸ ‘ἀπὸ Χριστοῦ’) καὶ τὴν τιμωρὸν ἀφιέντος ψῆφον. τοῦτο δὲ μέγα μὲν καὶ θαυμάσιον (πῶς γὰρ οὔ;), οὐδεμίαν δὲ τοῦ πρὸς Χριστὸν πόθου ἢ τῆς συναφείας διάστασιν συνεισάγει οὐδέ τινα πάροδον ταῖς ἄνωθεν ἀφίησιν ἀπορίαις· οὐδὲ γὰρ οὐδὲ τὸ βούλεσθαί τινα ὑπὲρ τῆς ἑτέρων σωτηρίας τὰ ἔσχατα τῷ σώματι πάσχειν, κἂν ἄνωθεν ἕλκῃ τὴν κρίσιν, ἐλάττωσίν τινα τῆς θείας στοργῆς, ἵνα μὴ λέγω μάλιστα ὡς καὶ συναύξησιν, εἰσάγει. ἐδίδου τοίνυν ἑαυτὸν ὁ θεῖος Παῦλος, καὶ ηὔχετο πικραῖς ὑπελθεῖν καὶ βαρείαις τιμωρίαις, εἰ μόνον τοὺς ὁμοφύλους ἴδοι τὸν κατὰ Χριστοῦ φθόνον καὶ πόλεμον καταθεμένους, καὶ τὸ βαρὺ τοῦ νόμου καὶ παλαιὸν ἄχθος ἀποσεισαμένους ὑπὸ τὸν χρηστὸν τῆς χάριτος καὶ ἐλαφρὸν ζυγὸν γεγενημένους.

Ὑπόλοιπον δὲ τῶν εἰρημένων ἐστὶν ἰδεῖν ὡς εἴ τις καὶ μηδὲν ἔξωθεν τῶν γεγραμμένων ἐπιλογιζόμενος, αὐτὰ δὲ καθ’ ἑαυτὰ καὶ χωρίς τινος περινοίας μετερχόμενος, ἀδεκάστῳ κρίσει καὶ πνευματικαῖς, κατ’ αὐτὸν ἐκεῖνον εἰπεῖν τὸν θεσπέσιον, ἀνακρίσεσιν τὴν περὶ αὐτῶν ἐπιτρέψοι ψῆφον, οὐδ’ οὕτως οὐδὲν δυσχερὲς ἢ τῶν ἀπόρων ἐπόψεται. ἵνα γὰρ τὴν τοῦ πατριάρχου θαυμασίαν ἐάσω Ῥεβέκκαν, φοβερὰν ἀρὰν ἐφ’ ἑαυτὴν ἕλκουσαν ὡς ἂν τὸν παῖδα πείσῃ πατρικῆς εὐλογίας τέχνῃ τὸν κλῆρον ἰδιώσασθαι, ἀλλ’ ὅ γε Μωσῆς ὁ θεόπτης τὰ αὐτὰ ὑπὲρ Ἰουδαίων μικροῦ καὶ λέξεσι προαναφθεγξάμενος πῶς οὐκ ἀντὶ πάντων ἀρκέσει τὰς ἐπιφερομένας ἀπορίας τῶν τοῦ ἀποστόλου ῥημάτων προδιαλύσασθαι; τί γάρ φησιν; ‘εἰ μὲν ἀφεῖς αὐτοῖς, ἄφες, εἰ δὲ μή, ἐξάλειψον κἀμέ’—ἀλλὰ πόθεν; ὄντως συγγενὴς ἦν ἡ Μωσέως ψυχὴ τῆς Παύλου ψυχῆς· ‘ἐκ τῆς βίβλου’ γάρ φησι ‘τῆς ζωῆς’. τοῦτο δὲ τί ἐστιν ἄλλο παρὰ τὸ λέγειν ὡς ‘ἂν μὴ τοῖς ἐκ γένους καταλλαγείης καὶ σαυτῷ συνάψῃς αὐτούς’ (ὢ γνώμης ἄκρατον τὴν τῶν ἐξ αἵματος πρόνοιαν μεθυούσης), ‘χώρισον κἀμὲ ἀπὸ σοῦ’. εὔδηλον γὰρ ὡς ὁ ἐκεῖθεν ἀπαλειφόμενος τὸν χωρισμὸν συγκαταδικάζεται τοῦ θεοῦ, καὶ οὐδὲν διενήνοχεν εἰπεῖν ‘ἐξάλειψόν με τῆς βίβλου τῆς ζωῆς’ καὶ ‘χώρισόν με ἀπὸ σοῦ’.

ὢ παρρησίας οὐκ ἐκ θείας μόνης φιλοτιμίας, ἀλλὰ καὶ πόνοις οἰκείοις οὐχὶ τὸ ἀκατάγνωστον μόνον, ἀλλὰ καὶ τὸ εὐδόκιμον ἀπενεγκαμένης· ἐξεῖλέν τε γὰρ τὸν φυλέτην λαὸν τῆς δικαίας ὀργῆς ἡ φωνὴ καὶ τὸν εἰπόντα οὐκ ἀπήλειψεν τῆς τῶν ἀειζώων συγγραφῆς.

Ὡς οὖν Μωσῆς ταῦτα λέγων καὶ πράττων θαυμάσιος, οὕτως καὶ Παῦλος ἐν τοῖς ὁμοίοις σφοδρότερος ὀφθείς, ἐπὶ τοσοῦτον θαυμασιώτερος. ἢ οὐ δοκεῖ σοι ἀνάθεμα ποιεῖν ἑαυτὸν ὑπὲρ τῆς σωτηρίας τῶν συγγενῶν καὶ τρόπον τινὰ τῆς χάριτος διασχίζεσθαι, ὅτε Τιμόθεον περιέτεμνεν, ὅτε αὐτὸς ἐκεῖνος λαμπρῶς κηρύσσων τὸ εὐαγγέλιον Ἰουδαϊκὰς εὐχὰς ὑπεκρίνετο, τήν τε κόμην ξυρώμενος τῆς κεφαλῆς καὶ τὰς νενομισμένας θυσίας προσφέρων, καὶ οὐχ ὑπὲρ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ ὑπὲρ ἑτέρων, οἷς συνηγνίζετο, τὰς ἐπὶ τῇ θυσίᾳ κατατιθεὶς δαπάνας καὶ τὰ ἀναλώματα; ἵνα τί γένηται; ἵνα πάντας Χριστῷ κερδήσῃ, ἵνα τοὺς πλείονας προσάξῃ, ἵνα πάντως τινὰ σώσῃ. διὰ τοῦτο καὶ Ἰουδαῖος γίνεται καὶ τοῖς ἀνόμοις ὡς ἄνομος συνδιατίθεται καὶ συνασθενεῖ τοῖς ἀσθενοῦσιν, μηδὲν τούτων (ἄπαγε) μήτε ὢν ἐν κρίσει μήτε γινόμενος· καὶ τοῖς πᾶσι πάντα γίνεται, ἵνα πάντως τινὰ τῆς πλάνης ἀνελκύσῃ.

μιμητὴς γὰρ ἦν περιδέξιος, ἵνα τὸ κεφάλαιον εἴπω, τοῦ κοινοῦ σωτῆρος ἡμῶν καὶ δεσπότου, ὃς πάντα παθὼν ὑπὲρ ἡμῶν ἀφάτῳ πλούτῳ φιλανθρωπίας καὶ κενώσεως οὐδ’ ἁμαρτία οὐδὲ κατάρα κληθῆναι δι’ ἡμᾶς καὶ νομισθῆναι παρῃτήσατο, καίτοι πηγὴ πάσης εὐλογίας καὶ πάσης ἁμαρτίας ὑπάρχων ἀναίρεσις· ὃν διὰ βίου καλὸν παράδειγμα προστησάμενος ὁ γνήσιος ὡς ἀληθῶς μαθητὴς ἀεὶ τὸ θαυμαστὸν ἐκεῖνο καὶ πολυέραστον τῆς πολιτείας ἐν τῇ ψυχῇ μεταγράφων καὶ ἀνατυπῶν οὐκ ἀπέληγεν ἄγαλμα. ἀλλὰ γὰρ περὶ τοῦ διηπορημένου σοι τῆς χρείας οὐκ οἶδα εἰ ἔλαττον, τῆς δ’ οὖν ἐπιστολῆς καὶ ἐπὶ πλέον τὰς λύσεις δεχόμενος, ἔρρωσο.

Νικηφόρῳ φιλοσόφῳ μονάζοντι Τὸν μὲν τοῦ σώματος ἔρωτα ἐπτερωμένον οἱ σωματικοὶ γράφουσιν, γράφουσι δὲ καὶ τὸν θεῖον ὅσοι τὸ νοερὸν αὐτοῦ κάλλος ψυχαῖς καθαραῖς ἐνεμορφώσαντο· ἀλλ’ οἱ μὲν βαφαῖς καὶ χρωμάτων ἄνθεσιν, οἱ δ’ αὖ ἀρεταῖς καὶ λαμπροτέροις τοῖς κατορθώμασιν. ἑκάτεροι δ’ οὖν ὅμως μαρτυροῦσι δι’ ὧν γράφουσιν ὡς ἄφατον ἔχει τάχος καὶ προθεσμίας ὑπάρχει τύραννος καὶ ὑπερόπτης νόμων οἷς ἀναβολὴ διιθύνεται. ἴσθι τοιγαροῦν, ὦ τοῦ θεοῦ ἱερὲ ἄνθρωπε, ὡς καὶ ἡμᾶς ἡ τυραννὶς αὕτη κατὰ κράτος εἷλεν καὶ τὴν προθεσμίαν ἐβιάσατο, καὶ πρὸ τοῦ χρόνου τὴν σὴν παρουσίαν ἐπιζητεῖν κατηνάγκασεν. ἔρρωσο.

Ἰωάννῃ μητροπολίτῃ Ἡρακλείας Ἐμοὶ μὲν δοκεῖ καὶ δι’ ἄλλας πολλὰς ἀρρήτους τε καὶ ὑπὲρ νοῦν θεωρίας τὸν Χριστὸν καὶ θεὸν ἡμῶν, βασιλέα καὶ τοῦ παντὸς ὑπάρχοντα κύριον, δι’ ἑκουσίου μᾶλλον παθήματος, ἀλλὰ μὴ δεσποτικῇ καὶ αὐτοκράτορι ἐξουσίᾳ τὴν παγκόσμιον σωτηρίαν ἀπεργάσασθαι· οὐδὲν δὲ ἧττον οἶμαι καὶ διὰ τοῦτο, ὡς ἂν μάλιστα μέγα καὶ σαφὲς παραμύθιον τοῖς ἐν βίῳ ταλαιπωροῦσιν καὶ τὰ ἔσχατα πάσχουσι καταλείποι τὰ οἰκεῖα πάθη καὶ τὸν ἐπονείδιστον αὐτοῦ θάνατον. πρὸς ἃ καὶ σὺ ἀφορῶν χαῖρε μᾶλλον οἷς ἔχεις ὁ δοῦλος μιμεῖσθαι τὸν δεσπότην, ἀλλὰ μὴ δυσφόρει πρὸς τὰς τῶν στεφάνων ὑποθέσεις ὑπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν καὶ ἀκόντων παιδοτριβούμενος.

Λέοντι καὶ Γαλάτωνι ἀδελφοῖς ἀσηκρῆτις Τί δήποτε, διαπυνθάνῃ, τὸ ἐκ διαφόρων χρωμάτων ὕφασμα κίβδηλόν τε καλῶν καὶ ἀποτρέπων ὁ νομοθέτης τοὺς ὑπ’ αὐτοῦ παιδαγωγουμένους ἀμφιέννυσθαι, τὴν τοῦ μαρτυρίου σκηνὴν τοιούτοις ἐπιβλήμασιν προστάσσει καλύπτεσθαι, ἐν ᾗ θεός τε ὠπτάνετο καὶ τὰ τῶν ἁγίων ἀπέκειτο ἅγια; ἀκούοις δ’ ἂν κοινὸν ἐπ’ αὐτοῦ τε καὶ τῶν ὁμοίων λόγον ἀποδιδόμενον, ὡς τὰ τοιαῦτα νομοθετῶν ὁ θεῖος Μωσῆς ἀκριβῶς ἐδήλου μὴ χρῆναι γυμνῇ προσεδρεύειν τῇ λέξει τοῦ γράμματος μηδὲ τῷ προχείρῳ προσανέχειν τῆς καταλήψεως· τοῖς γὰρ διαφιλονεικοῦσι ταύτῃ τὸν νοῦν τῶν προσταττομένων λαβεῖν οὐκ ἄν ποτε θηράσιμος γένοιτο.

Τοιοῦτον γὰρ καὶ τὸ ἐν σαββάτῳ κελεύειν μηδὲν ὅλως ἐργάζεσθαι τοὺς δὲ ἱερεῖς ἐπιτρέπειν ἐπὶ ταῖς θυσίαις καὶ ξυλοκοπεῖν καὶ κρεανομεῖν καὶ σφαγιάζειν, οὓς ἔδει μᾶλλον τῶν ἄλλων, γνώμονας ὥσπερ καὶ ἀρχέτυπον τοῦ πλήθους ὄντας, τὸ τῆς νομοθεσίας φυλάττειν ἀκήρατον. ἔτι δὲ καὶ τὸ προστάττειν ἐκ λίθων τμητῶν μὴ κατασκευάζειν θυσιαστήρια, ὅτι μεμίανται, καὶ τοῦ μεμιάνθαι τὴν αἰτίαν ἐπάγειν τὸ ἐγχειρίδιον, ὅτιπερ αὐτοῖς τοῦτο ξυομένοις ἐπιβέβληται· τῷ ἐγχειριδίῳ δὲ καὶ αὐτὸ τὸ τιμιώτατον καὶ μέγιστον παρ’ Ἑβραίοις, τὴν περιτομήν, ἀπεργάζεσθαι, καὶ μὴν καὶ πάσας ἱερουργίας ἐγχειριδίοις τελεσιουργεῖσθαι καὶ καταρτίζεσθαι. καὶ δὴ κἀκεῖνο, τὸν μὲν ἁπτόμενον νεκροῦ ἀκάθαρτον εἶναι, εἶτα καθαίρεσθαι παρὰ τοῦ ἱερέως· τὸν δὲ μὴ δύνασθαι καθαίρειν ἄλλως εἰ μὴ διὰ θυμάτων, ἃ δὴ αὐτός τε νεκροποιεῖ πρῶτος καὶ ἅπτεται, καὶ ἀπὸ τῶν νεκρῶν αἱμάτων ἢ τῆς σποδοῦ περιρραίνει τὸν ὅτι νεκροῦ ἥψατο προσιόντα καθαρθήσεσθαι. αἰνίγματι γὰρ τοῦτο παντελῶς, εἴ τις ἐναπομένοι τῷ γράμματι, ἔοικεν.

τοιοῦτόν ἐστιν καὶ τὸ παντὸς ὁμοίωμα ποιεῖν ἀπείργειν τὸν Ἰσραήλ, αὐτὸν δὲ ταῦτα νομοθετοῦντα πρῶτον μὲν καὶ αὐτὴν τὴν κιβωτὸν κατὰ τύπον καὶ μίμημα ποιήσασθαι τῶν δειχθέντων αὐτῷ ἐν τῷ ὄρει, ἔπειτα τὰς εἰκόνας καὶ τὰ ὁμοιώματα τῶν χερουβὶμ διαγλύψαι τε καὶ τορεῦσαι, καὶ τοῖς παραπετάσμασιν προσεξυφᾶναί τε καὶ ῥαφιδεῦσαι ῥοΐσκων τε ὁμοιώματα τοῖς ἱεροῖς σκεύεσιν ἐντυπῶσαι· καὶ μυρία ἄλλα.

Ἐκεῖνο δὲ πῶς οὐ θαυμάσειέν τις, τοῖς τοῦ γράμματος προθύροις μόνον ἀναστρεφόμενος καὶ τοῖς ἔνδον κεκρυμμένοις τὸν νοῦν οὐκ ἔχων ἐνατενίζοντα, ὅτι τὸν μὲν ἀρτιγενεῖ λέπρᾳ τὸ σῶμα στιζόμενον, οὔπω δὲ τὴν ὅλην ἐπιφάνειαν διαφθαρέντα τῷ νοσήματι, ἀκάθαρτον καὶ μιαρὸν ἀποφαίνει, τὸν δ’ ὅλον τὸ σῶμα περισχεθέντα τῷ κακῷ καὶ βδελυγματίαν γενόμενον καὶ εἰδεχθῆ μὲν ὁραθῆναι, ἐγγὺς δὲ γεγονότα καὶ τοὺς φυσικοὺς συνδέσμους λύεσθαι, τοῦτον δὲ ἄρα καθαρὸν καὶ τῆς συναγωγῆς ἄξιον κρίνεσθαι;

Εἰ βούλει δὲ κἀκεῖνο τῶν ἐν νόμῳ βιούντων ἰδεῖν, ὡς οὐκ ἐξῆν μέν τινα παρὰ τὴν σκηνὴν ἀλλαχοῦ τολμᾶν θυσιάζειν (ἡ γὰρ εἰς αἷμα δίκη ἀπήντα τῷ παραβάντι), οὐ μὴν οὐδὲ ἔξω τοῦ ναοῦ μετὰ τὴν τούτου οἰκοδομὴν τὰς ἱερουργίας ποιεῖσθαι, τὸν δὲ θαυμάσιον Σαμουὴλ καὶ θυσιαστήριον τῆς σκηνῆς ἑστώσης πῆξαι, κἀκείνην μὲν λιπεῖν, ἐκεῖσε δὲ τὰς θυσίας ἀνενεγκεῖν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ τὸν ἱερὸν Ἠλίαν, τοῦ ἐν Ἱεροσολύμοις ναοῦ λαμπρῶς ἑστηκότος, ἐπὶ τοῦ Καρμήλου βωμούς τε ἐγεῖραι καὶ προσενεγκεῖν θυσίας. καὶ τούτων οὐδένα οὐχ ὅτι μὴ ἐγκληθῆναι, ἀλλὰ καὶ πρὸς θεοῦ τοῦ διὰ Μωσέως μηδὲν τούτων τολμᾶσθαι νομοθετοῦντος εὖ μάλα τε προσδεχθῆναι καὶ οὐρανίῳ πυρὶ τὴν τῶν θυμάτων ὁλοκαύτωσιν περιφανεστέραν τε καὶ παραδοξοτέραν ἢ συμπάσας τὰς ἄλλας αἳ τὸν νόμον εἶχον τῆς τελετῆς αὐτῶν καθηγούμενον ἀποφανθῆναι.

Εἶτα τὸν Σαμουὴλ πάλιν ἀρχιερωσύνης ὕψει καὶ προφητείας ἀνηγμένον χερσὶν ἱεραῖς τὸν Ἄγαγ ἀποσφάττειν, καὶ πρό γε αὐτοῦ τὸν Φινεὲς διπλῆς σφαγῆς, ἐμφυλίου τε καὶ ἀλλοφύλου, τὴν ἱερωσύνην δῶρον αἰώνιον ἀποφέρειν, οὐ μὴν ἀλλά γε καὶ πρόσθεν ἔτι λαμπρᾶς εὐλογίας καὶ τιμῆς μείζονος ἠξιῶσθαι τοὺς ὅσοι συγγενικῶν αἱμάτων τὰς χεῖρας ἐπλήρωσαν, καίτοι κοινῆς οὔσης τῆς αἰτίας τῶν τε τὴν δίκην εἰσπραττομένων καὶ τῶν ἀπαιτούντων—τούτους μὲν τοιούτοις ἄθλοις ἐπὶ τῇ τῶν αἱμάτων χύσει τιμηθῆναι, τὸν δέ γε βασιλέα Δαυίδ, ἀνάγκην ἔχοντα πολέμοις τοὺς ἀνθεστηκότας ἐπεξιέναι, διὰ τοῦτο τὸν ἐν Ἱεροσολύμοις νεὼν ἀναστῆσαι προθυμούμενον κεκωλῦσθαι καὶ τὸν μὲν Σαοὺλ καὶ τὸν Ἀχαάβ, ὅτι φιλανθρώποις ὄμμασιν εἶδον τοὺς ἑαλωκότας τῶν πολεμίων, ἐκπτώσει τε τῆς βασιλείας ζημιωθῆναι καὶ τὸν διὰ μαχαίρας θάνατον ἀπαιτηθῆναι, τὸν δὲ Δαυίδ, ὅτι δικαιοτέρᾳ κρίσει τοὺς παραπλησίως ἁλόντας ὑπῆγεν, ἀνάξιον κριθῆναι τῆς τοῦ ναοῦ ἀνεγέρσεως· εἰ βούλει δέ, καὶ ἄξιον μὲν πάλιν αὐτὸν τοῦτον ἐπιδειχθῆναι θυσιαστήριον ἐν τῇ τοῦ Ὀρνᾶ ἅλῳ ἀναστῆσαι καὶ θῦσαι παράδοξον θυσίαν, οὐρανίου πυρὸς τὴν ὁλοκαύτωσιν συγκαλλιεροῦντος, καὶ θυμὸν ἄσχετον ἐκ θείας ὀργῆς καὶ δικαίας ἅπαντα τὸν Ἰσραὴλ ἐπινεμόμενον ἐξιλεωσάμενον στῆσαι, τὸν αὐτὸν δὲ τοῦτον οὐδὲν πλέον εἰς αἵματα πολεμίων ἀδυσώπητον γεγονότα ἐξείργεσθαι τοῦ ναὸν θεῷ ἀνοικοδομῆσαι.

πῶς γὰρ ταῦτα καὶ τὰ τοιαῦτα ἡ τοῦ γράμματος κατὰ τὸ γράμμα ἀνάγνωσις αἰτίας τε καὶ ἐναντιώσεως ἀπαλλάξει καὶ τὸν πρέποντα εἱρμὸν ἐν αὐτοῖς θεωρούμενον ἐπιδείξει, ἀλλὰ μὴ καὶ πολλῆς ἐμπλήσει ταραχῆς τε καὶ ἀμηχανίας;

Ἐπὶ τούτοις πῶς ἂν ἔχοι λόγον τὸν μὲν γάμον θεὸν ἐπιτρέψαι εὐλογίας τε τῆς παρ’ αὐτοῦ ἀξιῶσαι, ἀκάθαρτον δὲ τὸν ὡμιληκότα κατὰ τοὺς θείους θεσμοὺς τοῖς τῆς φύσεως μυστηρίοις ἀποκαλέσαι, καὶ τοῖς ἱεροῖς μὴ προσιέναι εἰ μὴ καθαρθείη ἀποθεσπίσαι; πάλιν δὲ τὸ μὲν ὀστράκινον ἄγγος, ἐπὰν ἀκαθάρτου τινὸς ψαύσῃ, συντρίβεσθαι ὡς μηκέτι δυνατὸν εἶναι τῆς ἀκαθαρσίας τὸ μεμολυσμένον ἀπολύεσθαι, ἂν δὲ χαλκοῦν ἢ ξύλινον ᾖ, ῥᾳδίως τῆς ἀκαθαρσίας διὰ τοῦ ὕδατος ἀπαλλάττεσθαι; καὶ τὰ μὲν Ἐλισσαίου ὀστᾶ τῷ κοινῷ τῶν νεκρῶν νόμῳ εἰς ἀκαθαρσίαν ἄγειν, τοὺς δὲ πεπλησιακότας αὐτοῖς νεκροὺς καθαρὰς ἐκεῖθεν τῆς ζωῆς δέχεσθαι τὰς ἀκτῖνας καὶ πρὸς τὸ τοῦ βίου φῶς ἐκ τῶν ζοφερῶν πυλῶν ἐπανάγεσθαι τοῦ θανάτου; τί οὖν; ἐρεῖς ἀκαθάρτους ὅτι πλησιάσαντες ὀστέοις νεκροῦ τῆς ἀκαθαρσίας τοῦ θανάτου ἐκαθάρθησαν, ἢ καὶ προσοίσεις ὑπὲρ αὐτῶν οὐκ εὐχαριστήριον τῆς ἐγέρσεως, ἀλλὰ καθάρσιον τῆς ἁφῆς ἐξ ἧς ἀνέστησαν; καὶ πῶς οὐκ ἂν εἴη τοῦτο κατά γε τῶν γεγραμμένων τὸ φαινόμενον πολλὴ ἀμαθία καὶ ἄνοια;

Ἡ δὲ τῆς ὄνου σιαγὼν τριπλῆς ἀκαθαρσίας αἰτίαν πηγάζουσα, πῶς καθαροῦ καὶ ποτίμου νάματος διψῶντι τῷ ναζηραίῳ ἀνέδωκεν ῥύακας, ἴσοις τῆς ἀκαθαρσίας διαβοηθεῖσα θαύμασιν; ὄνου μὲν γὰρ ἦν καὶ νεκροῦ ὀστᾶ, καὶ τρίτον φόνων ὄργανα· οὐκ ἐν γῇ δὲ πλησίον ὕδατος, οὐδέ τινες νοτίδες ἀφανῶς ὑπαρδόμεναι τοῦ ὀστοῦ κατελείβοντο, ἀλλ’ ἀνδρὸς χειρὶ μαχητοῦ ὅπλον κατὰ πολεμίων ἐφέρετο, καὶ τοσαύτην πηγὴν ὑδάτων ἀνέβλυσεν ὥστε τὸν ἐν τοσούτῳ κόπῳ καὶ καμάτῳ καὶ τοσαύτῃ καιροῦ παρατάσει δεδιψηκότα ἀφθόνου καὶ δαψιλοῦς καὶ πέρα τῆς χρείας εὐμοιρῆσαι πόματος. ἀλλὰ τοιούτῳ μὲν τὰ τοῦ ἀκαθάρτου ζῴου καὶ νεκρὰ καὶ φονικὰ ὀστᾶ ὑπηρετήσατο θαύματι· τοῖς γὰρ ὄνομα πηγῆς τὴν ὄνου σιαγόνα ποιοῦσιν κἀκεῖθεν τῷ δεδιψηκότι φέρουσι τὸ νᾶμα, καίτοι τὸν προκείμενον λόγον κατ’ οὐθὲν λυμαινομένοις (δῆλον γὰρ ὡς καὶ αὐτοὶ τοῦτο λέγοντες πόρρω τοῦ γράμματος ἰχνηλατοῦσιν), ἕως ἂν ἡ τῶν παραδόξων ἔργων πίστις ἐνισχύῃ, οὐκ ἂν ἡδέως συμφήσαιμι.

Καὶ τί ἄν τις ἀπαριθμοίη τὰ τοιαῦτα; σχεδὸν γὰρ δι’ ὅλου τοῦ νομικοῦ γράμματος ἡ τοιαύτη τῶν αἰνιγματωδῶν θεωριῶν κατακέχυται θύελλα. ἀλλ’ ὅπερ καὶ ἀρχόμενος εἶπον, διὰ τούτων τε καὶ τῶν τοιούτων ἁπάντων ὁ σοφὸς νομοθέτης ἐναργῶς παρίστησιν ὡς ἄλλη μὲν ἡ κατὰ τὸ γράμμα καὶ τὸ πρόχειρον τῆς ἐπιβολῆς ἀπαγγελία, ὡς παραπέτασμα διηπλωμένη κρυφίων θεωρημάτων, ἑτέρα δὲ ἡ τοῦ πνεύματος καὶ ἐν τῷ βάθει κρυπτομένη θεοσοφία, ἧς ἡ τῶν Ἰουδαίων καὶ τῶν ἰουδαϊζόντων αἱρεσιωτῶν πληθὺς ἐκπεσοῦσα μακρὰν καὶ χαλεπὴν οὐ παύεται πλάνην πλανωμένη.

Παύλῳ μητροπολίτῃ Λαοδικείας Οὔτε τοὺς ἐν λόγοις ἀγνώμονας εὐεργετεῖν οἶδα λόγῳ, καίπερ ἐν τοῖς ἄλλοις (ὡς ἂν αὐτὸς φαίης) φιλοσοφώτερον αὐτὸ θεωρήσας, οὔτε σολοικίζουσιν (νῦν γάρ, εἴ ποτε, καιρὸς καὶ τοῦ παῖξαι) συνήθης εἰμὶ πείθεσθαι. ἕως ἂν οὖν εὐχάριστοι μὲν οἱ ἀγνώμονες καταστῶσιν, οἱ δὲ τοὺς καλοὺς κακῇ προφορᾷ ῥημάτων αἰκιζόμενοι λόγους Ἑλλάδα γλῶτταν τῆς ἀμουσίας ἀλλάξωνται, οὐκ ἂν ἑκών γε εἶναι τῶν τῆς ῥητορείας καινῶν μυστηρίων ἐπόπτας ποιήσωμαι. διὸ σὺ μὲν τὴν γλῶτταν Ἀττικαῖς μελέταις, ὁ δὲ σὸς φίλος εὐγνωμοσύνης τελεταῖς τὴν γνώμην καθάρας, σὺν θεῷ φάναι, τεύξοισθε τῶν ποθουμένων.

Ζαχαρίᾳ μητροπολίτῃ Χαλκηδόνος Γράφεις ἡμᾶς γραφήν, ἣν κἂν ἑτέρου γράφοντος δίκαιος αὐτὸς ἦσθα τοῦτον διώκειν ἀδίκου γραφῆς· καὶ γράφεις ἀπολογίαν, μηδενός σε διώξαντος δίκην· καίτοι συγγνώμη πᾶσα καὶ ἀπολογία μακρῷ τῷ μέτρῳ τῆς κατηγορίας διέστηκεν. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἔλεον αἰτεῖν καὶ λόγον ἀδικημάτων ἀπαιτεῖν· ὥστε μὴ πρότερον αἰτίαν ἔχων, εὗρες ἀπολογούμενος δι’ ὧν σεαυτὸν μακροτάτων λόγων ἔδειξας χρεώστην. οὐκ ἐπεκαλεσάμην ὅλως, καὶ τῶν Αἰσώπου λόγων οὐδὲν μετριωτέραν ὁρῶ τὴν ἀπολογίαν· οὐχ ἥμαρτον, οἶμαι, καὶ τῶν εἰς Σωκράτην ἐμπαροινησάντων ἀναισχυντοτέραν ὁρῶ τὴν κατηγορίαν.

Καὶ ὑπὲρ μὲν σαυτοῦ εἰς ἀέρα δέρων ἐπύκτευσας· καθ’ ἡμῶν δὲ ὀξὺν μὲν καὶ σφοδρὸν τὸν δρόμον, ἀλλ’ ἐπισφαλῆ καὶ ἀναίτιον διηγώνισαι· ἡ γὰρ τῶν ἐπαίνων αὔξησις οὐ μόνον οὐδὲν παραιτεῖται ὧν ὑβρίσμεθα, ἀλλὰ καὶ ἐπὶ τὸ μεῖζον ἄγει τὰ ἐγκλήματα. πίπτουσι μὲν γὰρ γεωργοὶ καὶ ναῦται καὶ στρατιῶται καὶ παλιγκάπηλοι· ἀλλ’ ἐάν τις τὸ ἐκείνων πτῶμα φίλῳ ἀληθείας περιάπτοι ἢ στρατηγῷ ἢ ἀρχιερεῖ θεοῦ, ἢ ἁπλῶς ἀνδρὶ τῶν πολλῶν ταῖς ἀρεταῖς τὸ ἐξαίρετον ἔχοντι, βαβαί, ἡλίκον οὗτος διὰ μηχανῆς κατασκευάζων ἀποφαίνει τὸ ἀτόπημα. οὕτω τοῖς ἐπαίνοις ὡς ἀνωτάτω φέρων ἡμᾶς εἰς τὸ βαθύτατον ἔρριψας, ἄνδρας ἐπηρεάζειν ἡμᾶς καὶ κακῶς ποιεῖν αἰτιώμενος οἷς οὐδὲν αἰτίας διαπέπρακται, καὶ τότε συμφοραῖς μυρίαις, καὶ τὸ βαρύτατον, ὑπὲρ ἀληθείας περιαντλουμένους καὶ πάντας τῶν παθῶν τῷ μεγέθει, καὶ αὐτοὺς τοὺς ἐπιτιθεμένους, εἰς ἔλεον ἕλκοντας. τίς γὰρ ὁ τοῖς τηλικούτοις, οὐ λέγω θλίψεις ἐπινοῶν, ἀλλὰ μὴ καὶ σφόδρα καμπτόμενος, οὐκ ἄδικος, οὐκ ὠμός, οὐ τὸν νοῦν καὶ τὴν φύσιν βάρβαρος, οὐ πᾶσαν περιῃρημένος λογικήν τε καὶ ἀνθρωπίνην μετὰ τῆς δυνάμεως αἴσθησιν;

Εἶεν· ἀλλ’ ἔδει σε, φησίν, μετακαλεσάμενόν με ψυχαγωγῆσαι, ἢ εἰ μὴ τοῦτο, τὸ γοῦν δεύτερον, ὡρμημένον ἐπιτρέψαι παραγενέσθαι· τὸ δὲ μηδέτερον προβῆναι τούτων πῶς οὐ τοῖς ἐσχάτοις με περιβάλλει κακοῖς καὶ πρὸς μῖσος ἀπάγει καὶ αὐτοῦ τοῦ ζῆν; ἀλλ’ ὦ καλὲ καὶ ἀγαθέ, εἰ μὲν ἠγνόεις ὅση καθ’ ἡμῶν ἡ κοινὴ τῶν διωκόντων κέχυται λύσσα καὶ οἵας πανταχοῦ γῆς σχεδὸν καὶ θαλάσσης τὰς ἐπιβουλὰς ἱστῶσι καὶ τὰ ἔνεδρα, τάχα ἂν εἰς ἄλλας προφάσεις ἔσχες λόγον ἀναφέρειν ὧν ἐβούλου τὴν ἀποτυχίαν καὶ ἐπαιτιᾶσθαι ὅτι μὴ στέργω στεργόμενος· τὸ δὲ καὶ γινώσκειν αὐτῇ πείρᾳ ταῦτα καὶ ἐκτραγῳδεῖν κἀν τοῖς γράμμασιν, εἶτα ζητεῖν αἰτίαν ἄλλην διὰ τί μὴ μετάπεμπτόν σε πεποιήμεθα μηδ’ ἐλθεῖν ἐξῃτηκότι κατενεύσαμεν, οὐ ζητοῦντός ἐστιν αἰτίαν, ἀλλὰ τὴν ἀληθεστάτην καὶ πρὸ ὀφθαλμῶν παρορῶντος καὶ προφάσεις ἐκμηχανωμένου δι’ ὧν οὐμενοῦν οὐκ ἔχοντας αἰτίαν δόξαις οὐκ ἂν ἀναισχύντως λίαν κακῶς ἡμᾶς εἰπεῖν.

Ἀλλ’ ἡ μὲν περὶ ἡμᾶς σκηνὴ καὶ τὸ θέατρον τοιαύτην ἔλαχε τὴν ὑποβάθραν· τὰ δ’ ἄλλα σπουδὴν ὁρῶ παιδιᾷ σπενδομένην καὶ κατήφειαν γέλωτι καὶ κωμικὸν χορὸν ᾄδοντα δάκρυα. τὸ μὲν γὰρ ὀδύρεσθαι τὰ συμβεβηκότα καὶ πρὸς πάθη καὶ νόσους καὶ τύχας καταφεύγειν, ψυχῆς ἐστιν ὀλοφυρομένης καὶ σπουδαζούσης ἀληθῶς εἴ τι καὶ προσείληφεν τῶν κηλίδων ἀπονίψασθαι· τὸ δ’ ἄλλον μὲν λέγειν τὸν ἡμαρτηκότα, ἕτερον δὲ τὸν ὑπὲρ ἐκείνου λέγοντα, ἵνα μὴ λέγω τέως, ‘τί οὖν ὑπὲρ ἑτέρου κόπτεις σεαυτόν; τί δέ σοι μέλει τοῦ κατὰ μηδέν σοι προσήκοντος; ἔα τοῦτον ἐν αἰτίαις εἶναι καὶ εἰ δέοι στρεβλοῦσθαι καὶ μαστιγοῦσθαι καὶ πάσχειν ἃ πάσχειν ἄξιος, κακὸν περὶ σὲ φανέντα καὶ μικροῦ τὴν ἀρετὴν ἐνυβρίσαντα’ —ἵνα οὖν μηδὲν τῶν τοιούτων λέγω (ἴσως γὰρ οὐδὲ δεῖ σπουδάζειν ἐν παικτοῖς), ἀλλ’ ἐκεῖνο πάντως εἰπεῖν πρεπωδέστατον, ὡς ἐκείνης ἐστὶ τῆς σοφίας τοιαύτας φέρειν τὰς ἀπολογίας ἧς Ἀριστοφάνης ὁ καλὸς κορυφαῖος καθέστηκεν. ἀλλ’ οὔπω τοῦτο χάριεν, καίτοι νὴ τὴν Χάριν Φιλιστιώνιον ὄν· ἀλλ’ ἐκεῖνο χαριέστατον, τὸ παίξαντα τὴν ἀπολογίαν ὡς ἐπὶ λίαν ἐσπουδασμένοις καὶ τὸ δίκαιον λαμπρὸν ἐπιδεδειγμένοις ὅρκον τε ἐπάγειν καὶ διαπυνθάνεσθαι ὡς ‘ἆρ’ ἔστι τις ἀνθρώπων, ἄλλου πταίσαντος, ἕτερον τὴν δίκην ἀξιῶν πράττεσθαι;’

οὐ γὰρ τὴν Ἀριστοφάνους μόνον σοφίαν, ἀλλὰ καὶ παντὸς ἐκείνου τοῦ γένους τέχνας πάσας καὶ πάσας μεθόδους τῇ καινοπρεπείᾳ τοῦτο δὴ τὸ σὸν ἀποκρύπτεται φιλοσόφημα. ἀλλ’ εἰ μὲν ἦν μὴ προτεθειμένος ὅρκος, μέχρι τοῦ θαυμάζειν τὴν κωμικὴν παιδιὰν ἐμαυτὸν ἐδίδουν ἂν καὶ τὰ δράματα· ἐπεὶ δὲ καὶ θεὸς οὐ δέον μέσῳ παιδιᾶς συμπροτέθειται, ἀνάγκη καὶ μὴ βουλόμενον λέγειν τἀληθῆ.

Ἔνοχον μὲν οὖν προηγησαμένης αἰτίας οὐκ ἄν σε φαίην, οὐδ’ αὖ πάλιν παντελῶς ἀνυπαίτιον, ἕως ἂν τὴν σὴν διάνοιαν διὰ τῶν σῶν φωνῶν λευκότερον ἀναμάθωμεν· ὅτι δὲ οὐδένα ποτὲ τῶν πώποτε ἀνθρώπων ἡ τοιαύτη παιδιὰ δίκης ἐρρύσατο, καὶ μάλιστα ἂν διαβεβαιωσαίμην, καὶ ὡς οὐκ ἔστιν οὐδεὶς τῶν ἡμαρτηκότων ἐκ τοῦ παίζειν ὡς ἄλλος μὲν ἥμαρτεν, ἄλλος δὲ τὰς ποινὰς οὐκ ἔστιν δίκαιος ὑπέχειν, μὴ δεδωκὼς ἃς ὦφλεν εὐθύνας· οὐ μὴν ἀλλ’ οὐδὲ τῶν κρινόντων εἴη ἄν τις ὅλως ὃς ἀφῆκεν τὸν τοιαύτην σκηνὴν ἀντὶ τοῦ στένειν ἐφ’ οἷς ἥμαρτεν προβεβληκότα. καί μοι, πρὸς αὐτῆς δίκης καὶ ἱερῶν ἀληθείας ὀργίων, ῥίψας τὴν σκηνὴν καὶ τὰ ὄντα λέγων (ἐμοὶ γὰρ μᾶλλον οἰκειότερον ἤπερ ἄλλοις τοιαῦτα προτείνειν), ἆρα φήσαις ἂν ἐνοχῆς, εἰπέ, δικαίας ἐκτὸς τὸν εἴ τις, ὑπὲρ ὧν ἐξυβρίσοι, ταύτην τὴν σὴν προβαλλόμενον δικαιολογίαν; ἀλλ’ οὐκ ἂν φαίης, οὐδ’ ἂν φαίης.

Ἀλλὰ ταῦτα μέν, ἵνα τε μὴ δόξωμεν ὁρκωθέντες σιγᾶν καὶ τὰ ψεύδη πρὸ τῆς ἀληθείας τιμᾶν, καὶ ἵνα μᾶλλον ἐπιγνῷς ὡς ἡδέως τε καὶ οὐ παρέργως τὴν σὴν ἀνελεξάμην ἐπιστολήν. διὸ καὶ τὴν σὴν γραμματικὴν ἀκρίβειαν παραινῶ μηκέτι τὸ ῥῆμα τοῦτο δοτικῇ συντάττειν, πλὴν εἰ μήπω περιπεποιημένην ἡ ἔννοια σύνταξιν ἀπαιτοίη· τότε γὰρ ἔξεστι καὶ πρὸς δοτικὴν ἀποδιδόναι, δηλοῦντα τῷ λόγῳ ὡς οὐχὶ σὲ παραινεῖν, ἕτερον δὲ διὰ τῆς παραινέσεως τὸ σοὶ ποιῶν κεχαρισμένον προῆγμαι βελτιοῦν. καὶ δὴ καὶ τὸ ‘δίκην ὑφ’ ἑτέρου εἰσπράττεται’ ἀντὶ τοῦ ‘παρ’ ἑτέρου’ παραφυλακτέον· βάρβαρα μὲν γὰρ οὐ λέγω σοι τὰ τοιαῦτα, βαρβαρικὰ δὲ καὶ αὐτὸς συνήσεις ἐπιστήσας· ἃ καὶ τὴν ἐπιστολήν, κεκαλλιεπημένην οὖσαν, ὑπενόθευεν. ἀλλ’ ἐπὶ τοσοῦτον μὲν ταῦτα.

Ἐγὼ δὲ Ζαχαρίαν τὸν ἐμόν, οὐκ ἀρχόμενος νῦν (ἄπαγε) φείδεσθαι, οὐδὲ τοῦ κολάζειν πεπαυμένος, οὐδὲ δυσωπηθεὶς νόσους καὶ πάθη καὶ τύχας καὶ περιστάσεις, οὐδ’ ἐπιβουλάς τε καὶ κακώσεις μικροῦ τὰς Φαλάριδος ἀνεκτοτέρας δεικνύσας, ἀλλὰ τὴν ἔμφυτον ἐμοὶ καὶ ἀρχαίαν διασῴζων γνώμην καὶ τὸ καθαρὸν καὶ ἀκήρατον περὶ τοὺς ἐμοὺς οὐκ ἐπιλελησμένος φίλτρον, καὶ περιπτύσσομαι πατρικῶς καὶ ἐναγκαλίζομαι ἱεροπρεπῶς, οὔτε τῷ πάλαι σφαλέντι, ὡς σὺ γράφεις, ἐπεμβαίνων καὶ τὸν ἄσειστον διαμεμενηκότα στέργων καὶ κατασπαζόμενος ἐν σπλάγχνοις Χριστοῦ. καὶ δέχομαι προσιόντα χαίρων καὶ πάντας κινδύνους ὑπερορῶν, οὐ τραγικῶν ἡμῖν διηγημάτων ἄγοντα φόρτον, ἀλλὰ τὸν οἰκεῖον νοῦν καὶ τὴν ἑαυτοῦ ψυχὴν προσύλου πάσης ἀχλύος φέροντα καθαράν· ἐν ᾗ τὸ βέβαιόν τε καὶ ἀμετακίνητον διὰ βίου ἔχοντά τε καὶ ἐνιδρυσάμενον τοῖς ἐκεῖθεν στεφάνοις λαμπρὸν λαμπρῶς εὔχομαι παραπεμφθῆναι.

Παύλῳ μητροπολίτῃ Λαοδικείας Οἱ δραπέται τούς ποτε τὴν πρᾶξιν αἰτιωμένους πείθοντες συνδραπετεύειν οὐ μόνον οὐδενὸς ὧν αἰτιῶνται ἀφίενται, ἀλλὰ καὶ διπλῆς αἰτίας σφᾶς αὐτούς, μᾶλλον δὲ πολλαπλῆς, ἐνόχους δεικνύουσιν. οὐ γὰρ ἡ κοινωνία τοῦ ἀδικήματος τὴν ἐλευθερίαν πραγματεύεται τῷ κατάρχοντι, ἀλλ’ ἡ τῶν παραζηλούντων μίμησις αὔξησίς ἐστιν ἀδυσώπητος τοῦ ἐξ ἀρχῆς ἀδικήματος. λιποταξίου δίκην ὄφλων καὶ φυγὰς καὶ ἀρχηγὸς καὶ πείθων ἄλλους μιμεῖσθαι, καὶ τὸ βαρύτερον, καὶ τοὺς ὅσοις ἦν ἡ τοιαύτη πρᾶξις πρὶν ὑπανδραποδισθῆναι μέγα ὅρκιον, ὅρα δὴ λοιπόν, ὅρα, μᾶλλον δὲ συνορᾶτε (δίδωμι γάρ σοι κοινωνὸν τῆς βουλῆς τὸν γνήσιον τῆς φυγῆς μαθητήν), τίνα μέλλεις λόγον ἔχειν, ὅτε σε τῶν τηλικούτων τὰς εὐθύνας βουληθείημεν πράττεσθαι. ἀλλ’ ἔρρωσο, καὶ μηκέτι μήτε σὺ δραπέτην ἔχε λογισμὸν μήτε δραπετεύειν ἄλλους ὑπόθελγε, καὶ τὰ τῆς ἀφύκτου καὶ φοβερᾶς δίκης εἰς μόνας ἀπειλὰς διαλέλυται.

Ζαχαρίᾳ μητροπολίτῃ Χαλκηδόνος Εὗρον, οἶμαι, τὴν τοῦ αἵματος ἀφαίρεσιν καὶ θερίας οὔσης τῇ τοῦ σώματός σου διαθέσει συμφέρουσαν. εἰ δὲ παρὰ δόξαν ἐστὶν τῶν νῦν ἐπιπολαζόντων ἰατρῶν, παράδοξον οὐδέν· οἷς γάρ, ἵνα μὴ νῦν τὰς ἄλλας αὐτῶν περὶ τὴν τέχνην ἁμαρτάδας, οἴμοι, λέγω, ἀλλ’ ἵππουρις μὲν νομίζεται τὸ πολύγονον, σέσελις δὲ τὸ Ἡράκλειον πάνακες, καὶ οἷα δὴ βατράχιον τὸ μικρὸν κρίνεται χελιδόνιον, καὶ ἀντὶ μὲν πεπλίου τιθύμαλλος, ὡς ποταμογείτων δὲ τὸ λειμώνιον, καὶ ὁ μὲν μέλας χαμαιλέων ὡς λευκὸς παραλαμβάνεται, ἀντὶ δὲ τῆς ἀνεμώνης ἡ ἀργεμώνη, καὶ μυρίων ἄλλων φύσεις βοτανῶν ξένοις ὑπηρετοῦσι καὶ καιροῖς καὶ χρείαις καὶ ὀνόμασι (ταῦτα δή, ταῦτα τὰ πρόχειρα, καὶ ἃ μηδὲ τοῖς ἐν προθύροις ἰατρικῆς προσῆκον ἦν ἐν ἀμφισβητήσει καθίστασθαι), τί θαυμαστὸν κἂν ἡ φλεβοτομία, χρειώδης οὖσά σοι, τούτοις νομισθείη ξενίζουσα; αὐτὸς δὲ τὴν συμβουλὴν δεχόμενος, σὺν θεῷ σωτῆρι φάναι, καὶ τὸν ἔλεγχον ἐκείνων τῇ πείρᾳ καὶ τὸ σὸν εὑρήσεις κέρδος.

Θεοφυλάκτῳ πρωτοσπαθαρίῳ Εὐξαίμην ἄν, εἴπερ ἐνῆν, μηδέποτέ σε περιπεσεῖν νόσῳ μηδ’ ἀκεστορίης ἐπιδεᾶ γενέσθαι τέχνης· εἰ δ’ ἄνθρωπον ὄντα καὶ νοσεῖν ἀνάγκη, ἀλλ’ οὕτω τε ῥᾳδίου τυγχάνειν τῆς θεραπείας καὶ τοιούτοις ἡμᾶς ἀμείβεσθαι δώροις, θεῷ μὲν μεγάλας ἀναφέροντα τὰς εὐχαριστίας, πένησι δὲ βοηθοῦντα, λύοντα δὲ καὶ τοῖς χρεωστοῦσι δίκας τὰς ὀφειλάς· ταῖς γὰρ τοιαύταις οὐδὲ κόρον ἴσμεν ἡδόμενοι μεγαλοδωρεαῖς.

Μιχαὴλ μητροπολίτῃ Μιτυλήνης Τὰ μὲν εἰς σὲ τῶν διωκόντων πάθη ἄλλος ἄν τις εἴποι μείζω παραμυθίας, ἐγὼ δὲ σοῦ βουλομένου φαίην ἂν μείζω εὐφημίας. ὥρα οὖν ἐπισκοπεῖν σε, πότερον ἂν ἕλοιο, τῶν σφόδρα ἐλεουμένων ἢ τῶν σφόδρα μακαριζομένων εἶναι· ἂν μὲν γὰρ εὐχαρίστως φέρῃς (οἶδα δ’ ὅτι φέροις), εὔχομαί σου τῶν στεφάνων καὶ τῶν παθῶν ἐπὶ πλέον κοινωνῆσαι· ἂν δ’ ὅπερ ἀπεύχομαι—ἀλλ’ οὐκ ἂν ἐρῶ· καὶ γὰρ πέπεισμαι ματαιολογήσειν. διό μοι πάλιν εἴησαν κοινὰ καὶ οἱ ἆθλοι καὶ τὰ ἔπαθλα. ἔρρωσο.

Μανουὴλ πατρικίῳ Οὐκ ἂν λάθοις, οὐδ’ ἂν λάθοις, τὸν ἀλάθητον ὀφθαλμὸν τοῦ θεοῦ, ἐκεῖνα πράττων καὶ κατασκευαζόμενος δι’ ὧν ἡμᾶς ἐξάγοις βίᾳ τοῦ ζῆν. ὁ γὰρ παρὰ τὸν ὁρισθέντα τῇ φύσει θάνατον ἕτερον τρόπον ἐλαύνων ἀνθρώπους τοῦ βίου, εἰ καὶ μὴ τῇ χειρὶ τὸ ξίφος φέρων βάπτοι τῇ σφαγῇ, ἀλλ’ οὖν ἀνδροφόνος ἐστίν, κἂν μήπω τὸν δήμιον ὁρᾷ. εἰ δὲ καὶ τὸ ταῦτα διαφυγεῖν χαλεπώτερα τὰ ἐκεῖθεν δικαιωτήρια ποιεῖ, μέχρι τίνος οὐκ ἀποστήσεις σαυτὸν τῶν ἐκεῖ σε πικρῶς οὕτω καὶ ὡς οὐκ ἂν ἔγωγε βουληθείην, οὐδ’ ἂν πλέον ἐπιβουλευθείην, μακρὰ καὶ μάτην οἰμώζοντα καὶ κατολοφυρόμενον παραπεμπόντων;

Μιχαὴλ μητροπολίτῃ Μιτυλήνης Ἄλλος ἄν τις ηὔξατο τυχεῖν στεφάνων τῶν σῶν ἄνευ τοῦ τὰ σὰ πάθη καὶ τοὺς σοὺς ὑπὲρ εὐσεβείας ἄθλους ὑπελθεῖν· ἐμοὶ δὲ τίμια τὰ πάθη τὰ σά, κἂν μήπω τις ἐκτείνων τὴν χεῖρα στεφάνους τῇ ἐμῇ προσάπτῃ κεφαλῇ. οὐ δεῖ τοιγαροῦν ἀθυμεῖν, οὕτω ζηλωτὸν καὶ μακάριον καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις καὶ τοῖς παθήμασιν ἀναφανέντα καὶ ἀναλάμψαντα. τὰ μὲν γὰρ ἐνταῦθα, κἂν νομοθετῶν, κἂν προφητῶν, κἂν εὐσεβῶν βασιλέων, κἂν ἄλλως ἀνδρῶν ἀληθείας φίλων σιγῷεν ἅπαντα στόματα τὴν ἐν αὐτοῖς ἐκτραγῳδοῦντα ματαιότητα, ἀλλ’ οὖν ὁρᾷς ὅπως τῇ διηνεκεῖ ῥεύσει καὶ μεταβολῇ οὐκ ἠρεμεῖ ἀλλοιούμενα, ἀλλ’ ἄνω καὶ κάτω φέρεται δόξα πᾶσα καὶ πλοῦτος καὶ τύχαι καὶ λαμπρότητες, καὶ οὐδέν ἐστιν τῶν παρόντων ὅπερ τὸν σώφρονα νοῦν ἐπισπασάμενον ὑποθέλξειεν. τῶν δὲ ἐκεῖθεν τά τε ἄλλα ὑπὲρ διήγησιν ὄντων καὶ τῷ ἀναλλοιώτῳ καὶ ἀρρεύστῳ τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν τοῖς ἀξίοις παρεχομένων, τίς πρὸς τὰ ἐκεῖθεν τὰς ἐλπίδας ἔχων ἱσταμένας καὶ τοὺς ὀφθαλμοὺς ἠνεῳγμένους τοῖς παροῦσι κακοῖς συμπεσεῖται, ὀνείροις ἴσα λυποῦσιν, καὶ ἐναθυμήσει τοῖς δι’ ὧν ἐστι λαμπρύνεσθαι ἀγωνίσμασιν;

ἄμεινον οὖν, οἶμαι, καὶ κρεῖττον λόγου παντός, ἐν ὀνείροις ἔχοντα τὰ χείρω τῶν καθ’ ὕπαρ ἀγαθῶν καὶ ἀνεκλαλήτων ἐν ἀπολαύσει γενέσθαι μὴ ληγούσῃ ἢ ὀνείροις μικρὰ καὶ πρόσκαιρα πλανηθέντα καὶ παίξαντα τῶν ἀδιαδόχων πειρᾶσθαι κακῶν.

Ἀρσαβὴρ πρωτοσπαθαρίῳ Οὐ πολλήν μοι δοκεῖ τὴν δυσχέρειαν ἔχειν ὅπερ σοὶ πολλήν, ὡς γράφεις, ἐμποιεῖ τὴν ἀπορίαν. πρῶτον μὲν γὰρ ἐν ἀνθρώπου φύσει καὶ μορφῇ πεφηνὼς ὁ ἐν μορφῇ τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων υἱὸς ὡς ἄνθρωπος τὰ πολλὰ τοῖς μαθηταῖς συνὼν διελέγετο, τὴν καθ’ ἡμᾶς φύσιν ἀληθῶς ἀναλαβεῖν ἐνδεικνύμενος. καὶ τί γὰρ ἄπορον τὸν κοπιῶντα καὶ ἱδροῦντα καὶ ὕπνῳ διαναπαυόμενον βρώσει τε καὶ πόσει τὴν τοῦ σώματος φύσιν, τὸ ὅλον εἰπεῖν, συνέχοντα ῥέουσαν, τοῦτον δὴ τοῦτον καὶ ἄγνοιαν τῆς μελλούσης ἡμέρας ἀναδέχεσθαι καὶ τὸ μέτρον, ὥσπερ δὴ τῶν ἄλλων, οὕτω δὲ καὶ τῆς ἀνθρωπίνης γνώσεως ἐξυβρίζειν οὐκ ἀνέχεσθαι; ὡς μὲν γὰρ δημιουργὸς ἁπάντων καὶ θεὸς ἅπαντα τῷ πατρὶ συνῄδει, ὡς ἄνθρωπος δὲ οὐδὲ τὴν ἀνθρώποις πρέπουσαν ἄγνοιαν οὐμενοῦν οὐκ ἠθέτει· ὃς γὰρ δὴ τὸ ὅλον εἵλετο λαβεῖν, πῶς ἕν τι τῶν περὶ ἐκεῖνο παρῃτήσατο μὴ λαβεῖν ἢ μὴ πιστοῦσθαι ὅτιπερ ἔχοι λαβών;

Δεύτερον δὲ κἂν εἰς ἀναβολὴν τὸν νοῦν τῶν εἰρημένων ἐρεῖ τις ἀφορᾶν καὶ τὸ μὴ βούλεσθαι τοῖς μαθηταῖς εἰπεῖν ἅπερ αὐτοῖς οὐκ ἦν τέως συμφέρον μαθεῖν, οὐδὲ τοῦτο τῆς φιλανθρώπου προνοίας ἡ μέθοδος παραιτεῖται· μεθοδεύοιτο δ’ ἂν ἐξ οἰκονομίας σχηματιζομένη τὴν ἄγνοιαν καὶ τὸ μᾶλλον δόξαι μὴ εἰδέναι ὑπὲρ τοῦ μὴ λυπεῖν τοὺς μαθητάς, τὸ ἐγνωσμένον μαθεῖν ζητοῦντας οὐκ ἐκδιδάσκοντα. ἐπεὶ πῶς ἄλλως ἂν ἔχοι λόγον τὰ μὲν πρὸ τῆς ὥρας εἰδέναι τε καὶ σὺν πολλῇ διδάσκειν τῇ ἀκριβείᾳ, αὐτὴν δὲ τὴν ὥραν, ἐκείνων ἐχομένην καὶ τὸ βραχύτατον μέρος οὖσαν, οὐκ ἐπιγινώσκειν; πῶς δ’ ἄν τι τῶν ὄντων τὸν ἀλάθητον καὶ θεῖον διαλάθοι νοῦν; ἢ τίνα λόγον ἔχοι τῶν μὲν παραγομένων αὐτὸν καὶ τῆς παραγωγῆς καὶ τῆς συνοχῆς τὴν αἰτίαν ἔχειν καὶ τὴν γνῶσιν, τὸν δὲ καιρὸν μόνον κρείττω τῆς ἐκείνου καταλήψεως ὑπάρχειν; καὶ τῆς μὲν κρίσεως αὐτὸν ἀνηρτῆσθαι τὸ κράτος (‘ὁ πατὴρ γὰρ οὐδένα κρίνει, τὴν δὲ κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ’), τῆς ὥρας δὲ τὴν διάγνωσιν καὶ κρίσιν τὴν αὐτοῦ σοφίαν καὶ κυριότητα διαφεύγειν; καὶ τί ταῦτα λέγω; ἆρ’ ὁ τὸν πατέρα εἰδώς, ὥσπερ ὁ πατὴρ τὸν υἱόν, ἡμέραν καὶ ὥραν, μικρά τινα καὶ εὐπεριόριστα διαστήματα, ἀγνοήσει;

ἢ δῆλον ὡς οὐκ αὐτὸς ὁ πάντα εἰδὼς καὶ πρὶν ὑποστῆναι, ἡ ἐνυπόστατος τοῦ πατρὸς σοφία, ὁ πάντα τὰ τοῦ πατρὸς ἔχων πλὴν τῆς ἀγεννησίας, οὐμενοῦν οὐδὲ τῶν τοιούτων τὴν ἄγνοιαν εἶχεν, ἀλλὰ τοῖς μαθηταῖς ἀσύμφορον οὖσαν ὑπερτιθέμενος τὴν γνῶσιν, κοινὴν ἐκ φιλανθρωπίας τὴν ἄγνοιαν ἐποιεῖτο καὶ πρὸς τὸ ἄλυπον αὐτοῖς συνδιετίθετο τὴν ἀπολογίαν;

Τρίτον δ’ ἂν ἴδοι τις κἀκεῖνο, ὡς τῷ πατρὶ διδοὺς ὁ υἱὸς ὡς αἰτίῳ τὰ πρεσβεῖα (πρέπει γὰρ υἱῷ φιλοπάτορι πάσης τε φύσεως καὶ εὐταξίας δημιουργῷ καὶ νομοθέτῃ καὶ τοῖς τῆς αἰτίας προνομίοις τιμᾶν τὸν πατέρα) καὶ τὴν τῆς ἡμέρας ἐκείνης καὶ ὥρας γνῶσιν, ὥσπερ δὴ καὶ ἄλλα πολλά, ἐκείνῳ προσανατίθησιν, οὐχ ἑαυτόν, ἄπαγε, ταύτης ἀποστερῶν, ὅτι μηδ’ ἄλλου τινὸς τῶν τιμίων τε καὶ καλῶν, ἀλλ’ ἐκεῖνον κἀν ταύτῃ προτιμῶν. καὶ οὐ δήπου τις τὸ εὔγνωμον τοῦ υἱοῦ ὑπόθεσιν ἀγνωμοσύνης ποιούμενος, εἶτα τὴν ἄγνοιαν περιάπτων αὐτῷ καὶ πρὸς τὰς τῆς λέξεως καταφεύγων συλλαβάς, τῆς βλασφημίας ἀπολυθήσεται. οὐδὲ γὰρ οὐδ’ ἡ τῆς λέξεως ἀκρίβεια, ὡς ὕστερον ἐπιδειχθήσεται, ἀφορμή τισιν εἰς τὸ μὴ βούλεσθαι τὰ ὀρθὰ φρονεῖν πορισθήσεται· εἰ γὰρ καὶ συγκεχωρημένον νῦν τὰς λέξεις δηλοῦν ἀγνοεῖν τὸν υἱόν, ὅμως οὐδὲν τῶν ἀτόπων παρεπόμενον εὐσεβῶς τὸν νοῦν θεωρήσαντες παρεστήσαμεν· ἀλλ’ οὖν οὐδ’ αἱ λέξεις τι χαριοῦνται τοῖς ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ μονογενοῦς τὴν ἄγνοιαν περιχαίνουσιν.

Ἐγὼ δὲ οἶδα πάλαι ποτὲ γέροντι σοφῷ τὰ θεῖα ἐνωμιληκώς, ὃς καίτοι τῶν ἔξω θεωρημάτων πολλὴν ἔχων τὴν ὀλιγωρίαν, ὅμως τοιαύτην τινὰ περὶ τοῦ προκειμένου διέγραφεν θεωρίαν. τὸ εἰδέναι διττὸν ἔλεγεν εἶναι, τὸ μὲν ἐπιστήμῃ, τὸ δὲ τῇ πείρᾳ· κατὰ μὲν οὖν ἐπιστήμην ὁμοίως εἰδέναι τῷ πατρὶ τὸν υἱὸν τὴν ἡμέραν ἐκείνην καὶ ὥραν, κατὰ πεῖραν δὲ οὐκέτι. τὸν μὲν γὰρ πατέρα καὶ εἰς πεῖραν ἐλθεῖν καὶ προλαβεῖν τὴν τοιαύτην γνῶσιν, ἡνίκα πᾶσαν ἐδεδώκει τῷ υἱῷ τὴν κρίσιν· ἐκεκρίκει γὰρ τότε ὁ πατὴρ τὸ τὴν κρίσιν ἅπασαν ἐγχειρίσαι τῷ υἱῷ καὶ ὅσον ἧκεν εἰς ψήφους τὰς αὐτοῦ ἐνεργῆσαι τὴν ἰδίαν κρίσιν καὶ συμπεράνασθαι, ὁ δέ γε υἱὸς δῆλον ὡς οὔπω κέκρικεν οὐδ’ εἰς ἔργον τὴν πρᾶξιν ἧς αὐτὸν ὁ πατὴρ ἀνεῖπεν κύριον ἤγαγεν. οὐκοῦν ὁ μὲν πατὴρ καὶ πείρᾳ τὴν ὥραν οἶδεν, ὁ δὲ υἱός, εἰ καὶ κατ’ ἐπιστήμην ὥσπερ ὁ πατήρ, ἀλλ’ οὖν οὔπω δὲ καὶ πείρᾳ· εἴσεται δέ, ἐπειδὰν δηλονότι τὴν κρίσιν οἴσῃ, τῆς κατ’ ἐπιστήμην εἰδήσεως εἰς τὴν κατὰ πεῖραν γνῶσιν προελθούσης. ἀλλὰ ταύτην μὲν ἐξεθέμην σοι τὴν ἑρμηνείαν, οὐ τὴν ἐν αὐτῇ θειάζων ἀλήθειαν, ἀλλ’ ὅπως ἀνδρὸς ἁπλότης τοσαύτη ποικίλην οὕτω καὶ περινενοημένην ὑπελθεῖν ἐφρόντισεν ἔννοιαν.

Ὅτι δὲ οὐδ’ αἱ λέξεις αὐταὶ καταφυγῆς εἶεν τόπος τοῖς δυσφημίαν ποιουμένοις τὴν ἄγνοιαν, ἐκ τῶνδε ῥᾴδιον μαθεῖν. ὁ μὲν οὖν ἱερὸς Ματθαῖος τὴν δεσποτικὴν φωνὴν ἀναγράφων, ‘οὐδεὶς οἶδεν’, φησίν, ‘τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, οὐδὲ οἱ ἄγγελοι, εἰ μὴ ὁ πατήρ μου μόνος’. σκόπει γὰρ λοιπόν, πρῶτον μὲν ὅπως εἰπὼν ‘οὐδ’ οἱ ἄγγελοι’ οὐκέτι προστίθησιν ‘οὐδὲ ὁ υἱός’· οὕτω γὰρ ἦν ἡ λέξις ἴσως ἀναχώρησις τοῦ δυσσεβήματος, εἰ καὶ τὸν υἱὸν τοῖς ἀγγέλοις προσθεὶς ἐπήγαγεν ‘εἰ μὴ ὁ πατήρ μου μόνος’. νῦν δὲ οὐχ οὕτω φησίν (πόθεν;), ἀλλὰ μέχρι τῶν ἀγγέλων παρατείνας τὴν ἄγνοιαν οὐκέτι ταύτῃ τὸν υἱὸν ὑπάγει, ὡς ἂν μὴ χώραν ἔχοι κατ’ αὐτοὺς τὸ ‘εἰ μὴ μόνος ὁ πατὴρ’ ἐπιφερόμενον τὴν πρὸς τὸν υἱὸν ὑπαγορεύειν διαστολήν· ἀλλὰ γὰρ κάτωθεν ἀπὸ τῶν ἀνθρώπων ἀνιὼν καὶ τοὺς ἀγγέλους φθάσας, οὐκέτι πρόεισι περαιτέρω, ἐκεῖσε δὲ συγκατακλείσας τὴν ἄγνοιαν, τὴν ὑπερούσιον καὶ δημιουργὸν οὐσίαν μακρὰν ἀπάγει ταύτης καὶ ὑπερτίθησιν. ἀνθρώπων μὲν γὰρ ἦν ἡ τῶν μαθητῶν ἐρώτησις, ἧς ἀπόκρισις ‘οὐδεὶς οἶδεν’ (ἀνθρώπων δηλονότι)· εἶτα ‘οὐδὲ οἱ ἄγγελοι’ (βαθμὸς οὗτος μετά γε τὸ ἀνθρώπινον ἡ τῶν ἀσωμάτων φύσις δεύτερος)· τί οὖν ὁ υἱός; εἰ μέν, ὥσπερ δὴ καὶ νόμος υἱῶν, τῆς πατρικῆς δόξης κληρονόμος καὶ φύσεως, μάτην περιχαίνεις τὴν ἄγνοιαν· εἰ δ’ οὐκ ἀνέχῃ, τρίτην σοι τῶν κτισμάτων ἀναπληρώσει τάξιν.

καὶ πῶς ὁ λόγος αὐτὸν ὑπεραλλόμενος ἐπὶ τὸν πατέρα διέβη; ἔδει γὰρ αὐτόν, εἰ μὴ ἡ τοῦ πατρός, ἀλλὰ τρίτη τάξις εἶχεν τὸν μονογενῆ, πρότερον εἰπεῖν ‘οὐδὲ ὁ υἱός’, εἶθ’ οὕτω τὴν γνῶσιν ἀναθεῖναι τῷ πατρί. νῦν δὲ ἀνθρώπων φύσιν καὶ ἀσωμάτων νόων διελθών, οὐκέτι διαβιβάζει τὴν ἄγνοιαν ἐπὶ τὸν υἱόν, ἀλλ’ εὐθὺς τῇ πατρικῇ φύσει, ἧς κληρονόμος γνήσιος υἱός, τὴν γνῶσιν μαρτυρεῖ.

Πόθεν οὖν σὺ τὴν ἄγνοιαν λαβὼν ἐφ’ ὕβρει κατασκεδάζεις τοῦ υἱοῦ; εἰ μὴ ἄρα σοι τοῖς ἀγγέλοις καὶ δούλοις ὁ μονογενὴς καὶ δεσπότης συντετάξεται, ὃ μέχρι νῦν οὐδεμία ὤφθη δυσσέβεια μελετήσασα. εἰ δὲ μὴ τοῦτο τολμᾷς, ὑπεξαίρεις δὲ τὸν υἱὸν τῆς ἀγγελικῆς οὐσίας, κἂν τῆς πατρικῆς οὐδέπω ἴσον ἀνέχῃ, οὐχ ἕξεις δήπουθεν, λαμπρῶς οὕτω τῶν λέξεων ἐπὶ τῶν ἀγγέλων ἀπαγγελλόντων τὴν ἄγνοιαν, οὐδαμόθεν αὐτῷ ταύτην περιάπτειν, κἂν μυριάκις εἰς ἄλλην τάξιν ἀπάγειν παρὰ τὸν πατρῷον κλῆρον ἐκβιάσῃ· καὶ οὕτω πάλιν, κἂν μὴ βούλῃ, τῇ καὶ κατὰ σὲ ὑπερφυεῖ καὶ ὑπερτάτω καὶ πατρικῇ γνώσει ὁ μονογενὴς τῷ πατρὶ συναπτόμενος τὴν σὴν ὑπερόριον ἐκμυκτηριεῖ καὶ τρίτην διάταξιν. ποῦ τοίνυν ἐνταῦθα φαίνεται κατὰ λέξιν ἢ διάνοιαν, ὡς ἡ τῶν αἱρετιζόντων παράνοια, τῷ υἱῷ ἡ ἄγνοια ἐπιπηδῶσα;

Ναί, φησίν, ἀλλ’ ἐπήγαγεν ‘εἰ μὴ ὁ πατήρ μου μόνος’. καλῶς γε λίαν καὶ σοφῶς, ἵνα μὴ νομίσῃς ὡς καὶ τοὺς ἀσωμάτους νόας διαδραμοῦσα χώραν ἔχοι καὶ μέχρις αὐτῆς τῆς πρώτης φύσεως προϊέναι· ταύτης γὰρ δή, ταύτης μόνης, τῆς δημιουργοῦ καὶ κυρίας τῶν ὅλων, ὥσπερ τὰ ἄλλα πάντα ἐν οἷς ἡ κτίσις γνωρίζεται, οὕτω δὲ καὶ τὸ τῆς ἀγνοίας διέρριπται ὡς πορρωτάτω. εἰ δὲ τὸ ‘μόνος’ ἔτι τάραχον κινεῖ, συνείτω μᾶλλον ὅτι ὧν τὴν ἄγνοιαν εἰπὼν διέστειλε τὸν πατέρα, πρὸς ἐκείνους διώρισε καὶ τὸ ‘μόνος’· ἐπεὶ τίνα λόγον ὅλως ἔχοι ἀγγέλοις μὲν ἐπιφέρειν τὴν ἄγνοιαν συνειδέναι, εἶτα τούτους ἀφέντα εἰς διαστολὴν οὗ μηδὲν κατεῖπεν υἱοῦ τὸ ‘εἰ μὴ ὁ πατήρ μου μόνος’ νομίζειν εἰρῆσθαι; ἔτι δὲ εἴπερ τὸ ‘μόνος’ θορυβεῖ, διὰ τοῦ ‘ὁ πατήρ μου’ τὸ θορυβοῦν διαλυέσθω· δῆλον γὰρ ὡς οὐκ ἂν πρὸς ἑαυτόν, οὗ τὴν φυσικὴν οἰκείωσιν ἀνεκήρυξεν εἰπὼν ‘ὁ πατήρ μου’, ἀλλὰ πρὸς ἐκείνους ὧν τὴν ἄγνοιαν ἔφη συναπεφήνατο καὶ τὸ ‘μόνος’. πῶς δ’ ἂν ἐν τῷ λέγειν ‘εἰ μὴ ὁ πατήρ μου μόνος’ ἑαυτὸν νομισθείη διαστέλλειν ὁ καὶ τοῖς λόγοις καὶ τοῖς ἔργοις ἐπ’ ἴσης βοῶν ‘ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν’ καὶ ‘πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν’; δῆλον γὰρ ὡς καὶ ἡ γνῶσις ἕν τι, καὶ τὸ βραχύτατον, ὧν ὁ γεγεννηκὼς ἔχει· καὶ μυρία ἄλλα.

Χωρὶς δὲ τῶν εἰρημένων, εἰ αὐτὸς ἦν ὁ μονογενὴς ὁ τοῖς μὲν τὴν ἄγνοιαν, τῷ πατρὶ δὲ διαιτῶν τὴν γνῶσιν, τίς ἡ περιττὴ σοφία αὕτη, ἑαυτὸν ἀξιοῦντα τῶν μειζόνων καὶ ἃ μόνῳ θεῷ ἀεὶ διαπρέπει, πράγματος εἰς πάντας ὕστερον καὶ σπουδαίους καὶ φαύλους ὁμοίως ἐκκαλυφθησομένου τῆς γνώσεως ἀνάξιον ἀποφαίνειν; ἆρ’ οὐ πανταχόθεν γνώριμον ὡς οὐδαμόθεν ἡ ἄγνοια τοῖς αἱρετίζουσι συνδραμεῖται; ὁ μὲν γὰρ κοινὸς διδάσκαλος καὶ τοῦ γένους σωτήρ, οὓς ἀφώρισε μαθητὰς παιδεύων τὰ οἰκεῖα συνιέναι μέτρα καὶ ζητημάτων ἀναχωρεῖν ἃ βίον μὲν οὐδένα βελτίω ποιεῖ, ὄγκου δὲ καὶ κενοῦ φυσήματος ἔσθ’ ὅτε πολλοῖς ὑπόθεσις γίγνοιτ’ ἄν, ἀλύπως τε αὐτοῖς τὰ τῆς ὠφελείας εἰσηγεῖσθαι διοικονομούμενος καὶ τῇ πειθοῖ μᾶλλον ἢ διὰ τῆς βίας, τοὺς ἀγγέλους αὐτοῖς προκομίζει εἰς παράδειγμα, ἵνα, ὧνπερ αἱ ἀσώματοι καὶ ὑπὲρ ἡμᾶς οὐσίαι τὴν γνῶσιν οὐκ ἔχοιεν, τούτων μηδ’ αὐτοὶ λαβόντες μήτε ἀνιᾶσθαι μήτε τῷ διδασκάλῳ μηδὲν ἐπικαλεῖν ἔχοιεν μὴ βουληθέντι διδάξαι ἃ μηδ’ ἡ τῶν ἀσωμάτων καὶ ὑπὲρ αὐτοὺς φύσις ἐγίνωσκε.

Τί οὖν; οὐκ ἤρκει τοῦτο τοῖς μαθηταῖς εἴς τε τὸ ἀλυπότατον αὐτοῖς τὴν τῆς αἰτήσεως ἀποτυχίαν διαθέσθαι καὶ τὰς γνώμας εἰς τὸ μηδὲν τῶν ὑπὲρ αὐτοὺς ἐρευνᾶν καταρρυθμίσαι; ἀλλ’ ἔδει ἄρα καὶ τὴν ἐνυπόστατον σοφίαν, τὸν υἱόν, εἰς τὴν ἐκείνων ὡς ἔοικεν περιενεχθῆναι ἄγνοιαν. καὶ τί παραμύθιον ἢ παράκλησις ποία θεοῦ ἄγνοια τοῖς λατρευταῖς, προνοίας τε τῆς ἐκεῖθεν καὶ σοφίας δεομένοις; μᾶλλον δὲ πῶς οὐχὶ βάθος ἀπογνώσεως καὶ δυσσεβὲς ἄλλως καὶ σκότος βαθὺ καὶ ἀθυμία ἐσχάτη καὶ πλάνη μηδ’ ἔλεον ἔχουσα, θεὸν ἔχειν ἀγνοίας ἥττονα καὶ τοῦτον ἀνομολογεῖν τοῦ σοφίσοντος δεῖσθαι καὶ τῆς ἑτέρου προνοίας, ἵν’ ἔχοι μαθεῖν ἃ μηδέπω τέως, ὥσπερ οὐδ’ ἡ λοιπὴ κτίσις, οἶδεν; εἰ μὲν γὰρ κατὰ τὸ ἀνθρώπινον παραδέχοιτό τις τὴν ἄγνοιαν, εἴρηται καὶ πρόσθεν ὡς οὐδὲν δυσχερὲς τὴν τῆς σοφίας πηγήν, τὸν ὅσα ὁ πατὴρ καὶ εἰδότα καὶ ἔχοντα, ὥσπερ τὰ ἄλλα ἀνθρώπινα, οὕτω καὶ τὴν ἄγνοιαν ὑποδύεσθαι· εἰ δ’ εἰς τὴν θείαν αὐτοῦ καὶ ἄχραντον φύσιν τὴν ἀπὸ τῆς ἀγνοίας ὕβριν ἀναφέροι, πῶς οὐ πανταχόθεν χαλεπόν τε καὶ μεῖζον συγγνώμης τὸ δυσσέβημα;

Σὺ δέ μοι κἀκεῖνο συνεπισκόπει. ἔφη που ὁ σωτήρ, ‘οὐδεὶς οἶδεν τὸν πατέρα εἰ μὴ ὁ υἱός’· τί οὖν; ἆρα τὸν πατέρα διὰ τὸ ‘οὐδεὶς οἶδεν’ καὶ διὰ τὸ ‘εἰ μὴ ὁ υἱὸς’ τῆς ἑαυτοῦ ὑπερορίσεις γνώσεως; καὶ πῶς οὐχὶ τοῦτο μανία λαμπρά; ἀλλὰ ταῦτα μὲν πρὸς ἀντιδιαστολὴν τῶν ὅσα μετὰ τὴν πρώτην ἐστὶν φύσιν νοήσεις, οὐδαμῶς δὲ κατὰ τοῦ πατρός, συνεπινοούμενον δὲ μᾶλλον αὐτὸν καὶ συνεισαγόμενον τῇ μνήμῃ τοῦ υἱοῦ. καὶ πῶς κἀπειδὰν ἀκούοις, ‘οὐδεὶς οἶδεν τὴν ὥραν, εἰ μὴ ὁ πατήρ’, οὐχὶ τὸν αὐτὸν θεσμὸν συντηρεῖς, καὶ τῇ μὲν τοῦ πατρὸς μνήμῃ συνεπινοεῖς τὸν υἱόν, τὸ δὲ ‘οὐδεὶς οἶδεν’ τῇ κτίσει νέμοις τῇ λογικῇ; καίτοι ἐνταῦθα μὲν καὶ κτισμάτων φύσιν κατ’ εἶδος ἀπηριθμήσατο, καὶ ἐγγύτερον ἦν τὸ ‘οὐδεὶς οἶδεν’ ἐπ’ ἐκείνων ἐκλαβεῖν, ἐν δὲ τῷ ‘οὐδεὶς οἶδεν τὸν πατέρα’ ἀπόλυτον φέρει τὴν φωνὴν καὶ οὐκ ἔχουσαν, ὅσον ἐκ τῶν προειρημένων, ἐφ’ ὧν μερισθῇ. εἰ οὖν ἐν τῷ ‘οὐδεὶς οἶδεν τὸν πατέρα εἰ μὴ ὁ υἱὸς’ φεύγεις τὸν γεννήτορα βλασφημεῖν, μηδὲ ἐν τῷ ‘οὐδεὶς οἶδεν τὴν ὥραν εἰ μὴ ὁ πατὴρ’ εἰς ὕβριν τοῦ γεννήματος περιτραπῇς. εἰ δὲ τὸ δεύτερον τολμᾷς, προτετόλμηταί σοι πολλῷ μᾶλλον καὶ τὸ πρῶτον· ἀμαθέστερον γὰρ ἑαυτὸν ἀγνοεῖν ἢ ἕτερόν τι μὴ εἰδέναι καὶ φοβερώτερον εἰς ὕβριν τοῦ δευτέρου τὸ πρότερον. εἰ δ’ ἐκεῖνο μανίας καὶ δυσσεβείας οὐδενὶ καταλείπει ὑπερβολήν, τί ἄν τις ἐρεῖ περὶ τούτου;

Πάλιν φησίν, ‘οὐδεὶς οἶδεν τὸν υἱὸν εἰ μὴ ὁ πατήρ’· καὶ οὐκ ἄν τις ἑαυτὸν ἀγνοεῖν καταψηφιεῖται τὸν υἱόν· εἰ μὴ μετὰ τῆς ἄλλης ἀτοπίας ἐλάττονα θείη καὶ τὴν γνῶσιν τὴν περὶ τοῦ πατρός, εἴ γε αὕτη μὲν τῷ υἱῷ κατείληπται, τῆς δὲ ἰδίας οὔπω ἐφίκετο. εἰ τοίνυν ἐν τῷ ‘οὐδεὶς οἶδεν τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ’ οὐδαμῶς τῆς περὶ αὑτὸν εἰδήσεως ἐξωθοῦσι τὸν υἱόν, οὐδ’ ἐν τῷ ‘οὐδεὶς οἶδεν τὴν ὥραν εἰ μὴ ὁ πατὴρ’ τῆς περὶ τὸν καιρὸν ἐκεῖνον προγνώσεως ἐξωθήσουσιν· εἰ δὲ ταύτης ἐλαύνουσι, προαπήλασαν κἀκείνης, κἂν οὔπω τεθαρρήκασι διδόναι τὰ χείλη τοῖς δυσσεβέσι λογισμοῖς ὑπηρετήσασθαι. τό τε γὰρ σχῆμα τοῦ λόγου, ἐφ’ ᾧ μάλιστα τὴν ἀπάτην ἑαυτοῖς συγκατεσκεύαζον καὶ τὰς τοῦ δυσσεβήσειν ἐλπίδας, ἂν εἶχον ὁμοιότατον· καὶ τὴν περὶ τὸν υἱὸν γνῶσιν, οὐδ’ ἂν πλέον ἐκμανεῖεν, οὐδ’ αὐτοὶ ἂν ἀρνηθεῖεν μὴ μακρῷ τῆς περὶ τὴν ὥραν ἐκείνην προγνώσεως θειοτέραν τε καὶ ὑψηλοτέραν εἶναι. ἀλλ’ ἡ μὲν τοῦ ἱεροῦ Ματθαίου ῥῆσις ἐν τούτοις τε καὶ τοιαύτην ἔχουσα τὴν θεωρίαν.

Ὁ δέ γε μακάριος Μάρκος πνεύματί τε τῷ αὐτῷ ἐμπνεόμενος καὶ τὴν αὐτὴν πλουτῶν χάριν καὶ τὸν αὐτὸν τοῦ κηρύγματος ἐμπεπιστευμένος λόγον, δῆλον μὲν ὅτι καὶ χωρὶς τῆς τοῦ ῥητοῦ διασκέψεως οὐκ ἂν οὔτε τῷ συνιεροφάντῃ καὶ συμμυσταγωγῷ οὔτε τῇ παρ’ αὐτῶν μὲν μυσταγωγηθείσῃ, διὰ πολλῶν δὲ καὶ νῦν ἐπιδεδειγμένῃ λαμπρῶς ἀληθείᾳ οὐδαμῶς ἂν μαχόμενα φθέγξαιτο· ὅμως δὲ καὶ ἡ τοῦ ῥητοῦ μεταχείρισις μᾶλλόν τε αὐτῶν τὴν συμφωνίαν καὶ τὸ πρὸς τὴν ἀλήθειαν ἐνάμιλλον παραστήσει. καί μοι συνόρα λοιπὸν ὡς οὗτος ὁ θεῖος ἀνὴρ οὐδὲ πρόφασίν τινα λιπεῖν τοῖς αἱρετίζουσι προνοούμενος, πάντα δὲ κατασείων ἐκ βάθρων αὐτῶν τὰ μηχανήματα, οὐδὲ τὸ ‘μόνος’, ὅπερ ἂν ἦν ἐκείνοις ἐνταῦθα προσκείμενον, εἰ καὶ μάτην, καταφυγὴ δ’ ὅμως τοῦ δυσσεβήματος, οὐδὲ τοῦτο τῇ οἰκείᾳ γραφῇ προσηρμόσατο, περιελὼν δὲ τὴν λέξιν καὶ συνεξελὼν αὐτοῖς τῆς πονηρίας τὴν πρόφασιν, ἄνεισι μὲν καὶ αὐτὸς ὥσπερ ὁ συνιεροφάντης ἐκ τῶν κατωτέρω, μέχρι δὲ τῶν ἀγγέλων φθάσας ἐκεῖσε περιγράφει τὴν ἄγνοιαν, συναπαρτίζων αὐτῇ καὶ τὴν τοῦ λόγου περίοδον.

ἀπ’ ἄλλης δ’ ἀρχῆς λοιπὸν ἀπαρχόμενος οὐ μόνον οὐδεμίαν ἄγνοιαν ἐπιφημίζει τῷ μονογενεῖ, ἀλλὰ καὶ πᾶν τοὐναντίον καθαρῶς αὐτῷ τὴν πατρῴαν γνῶσιν ἐπιμαρτύρεται· καὶ οὐ τὴν γνῶσιν μόνον, ἀλλὰ καὶ τὸν τρόπον συναναπτύσσει τῆς γνώσεως, τὴν τῶν ἄλλων φυσικῶν τε καὶ θεοπρεπῶν ἀξιωμάτων πηγήν, τὸν πατέρα, τοῦτον αἴτιον εἶναι τῷ υἱῷ καὶ τῆς γνώσεως θεολογῶν.

Τί γάρ φησιν; ‘οὐδὲ ὁ υἱὸς ἂν ᾔδει, εἰ μὴ ὁ πατήρ’· τοῦτ’ ἔστιν, ἐκεῖθεν πηγάζεται τῷ υἱῷ ἡ γνῶσις, ὅθεν αὐτῷ καὶ τῆς γεννήσεως ἡ αἰτία· οὐδὲ γὰρ ἄναρχος καὶ ἀναίτιος, ὥσπερ ὁ πατήρ, ἀλλ’ εἰς ἀρχὴν ἀναφέρεται καὶ συμφυὲς αἴτιον, τὸν γεγεννηκότα. ‘οὐδὲ ὁ υἱὸς ἂν ᾔδει, εἰ μὴ ὁ πατήρ.’ τί ταύτης τῆς μαρτυρίας λαμπρότερόν τε καὶ ἐμβριθέστερον; οἶδεν ὁ πατήρ; οἶδεν καὶ ὁ υἱός· εἰ λέληθέν τι τὸν υἱόν, ἐκ τοῦ πατρὸς ἕλκει τὴν αἰτίαν· ἀλλ’ οὐδὲν τὴν τοῦ πατρὸς διαφεύγει γνῶσιν, οὐδ’ ἄρα τοῦ υἱοῦ, κοινὸν ἡ φύσις, κοινὸν ἡ θεότης, κοινὸν ἡ οὐσία, τούτων δὲ ἡ κοινωνία καὶ τὰ ἄλλα θεοπρεπῆ ἀξιώματα κοινὰ ποιεῖ καὶ ἀδιαίρετα. οὓς θέλει ζωοποιεῖ ὁ πατήρ, καὶ οὓς θέλει πάλιν ὁ υἱὸς ζωοποιεῖ· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ διὰ τοῦ υἱοῦ, καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν υἱόν, εἰ μὴ διὰ τοῦ πατρός· γινώσκει ὁ πατὴρ τὸν υἱόν, ἀλλὰ καθὼς γινώσκει αὐτόν, αὕτω καὶ ὁ υἱὸς γινώσκει τὸν πατέρα· ὅσα ἔχει ὁ πατήρ, πλὴν τῆς ἀγεννησίας, πάντα ἔχει ὁ υἱός, ἀλλὰ καὶ ὅσα ἔχει ὁ υἱός, πλὴν τῆς γεννήσεως, πάντα ἔχει ὁ πατήρ, ‘τὰ’ γὰρ ‘ἐμά’ φησιν ‘σά ἐστιν καὶ τὰ σὰ ἐμά.’

ὧν δὴ μεμυσταγωγημένος καὶ μυσταγωγῶν ἡμᾶς ὁ θεῖος Μάρκος τὴν θεολογίαν εἴς τε τὸ ἀκριβὲς ἅμα καὶ σύντομον ἀφοριζόμενος τὴν διδασκαλίαν, ὡς ‘οὐδὲ ὁ υἱὸς ἂν ᾔδει’ διαπρύσιον βοᾷ, ‘εἰ μὴ ὁ πατήρ’· καὶ τὸ συνημμένον εἰπὼν τοῦ λόγου, ὡς αὐτόθεν ἅπασι δήλην οὖσαν καὶ μηδ’ ἀμφιδοξουμένην τινὶ τὴν μετάληψιν παρῆκεν. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδ’ οὐ μὴ γένηται, οὐδ’ ἂν αὐτὸς ὁ τῆς κακίας ἀρχιτέκτων πάλιν εἰς ἀκοάς τινων αὐτοῖς ἐρεύξοιτο χείλεσιν, ὃς οὐχὶ τῷ πατρὶ τὴν γνῶσιν ἐκείνης τῆς ἡμέρας καὶ ὥρας προσαναθήσει· τοῦτο δὲ διδούς, κἂν δυσχεραίνων οὐ λήξῃ, συγχωρήσει πάντως καὶ ἄκων τὴν αὐτὴν ἐνεῖναι γνῶσιν τῷ υἱῷ. τὸ γὰρ ‘οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ’, ἀπαραγράπτῳ λόγῳ τοῦ πατρὸς εἰδότος εἰς τὴν αὐτὴν συνάγει γνῶσιν τὸν υἱόν· ὥστε οὐδ’ ἔστιν εἰπεῖν ὅσον εἰς τὸ ἀκριβέστατόν τε καὶ θεοπρεπέστατον τὴν ἐν πατρὶ γνῶσιν κοινὴν ἀνακηρύττει καὶ τοῦ υἱοῦ.

Σὺ δέ μοι λοιπὸν τὴν τοῦ παναγίου καὶ θείου πνεύματος σοφὴν οἰκονομίαν καὶ πολυμερῆ συνεπιλογίζου, ὅπως ἐνεργοῦν ἐν ἑκατέρῳ τῶν εὐαγγελιστῶν δι’ ἑτέρας καὶ ἑτέρας λόγου συμφράσεως εἰς τὴν αὐτὴν αὐτοὺς τῆς εὐσεβείας ἔννοιαν συνάγει. ὁ μὲν γὰρ ἱερὸς Ματθαῖος τὸ ‘μόνος’ τοῖς λόγοις συνάπτων, οὐδαμῶς ἐντίθησι τὸ ‘οὐδὲ ὁ υἱός’, ἵνα μὴ δόξῃ τὸν υἱὸν τοῖς αἱρετίζουσιν τῆς μὲν πατρικῆς δόξης διαιρεῖν, εἰς δὲ τὴν τῶν ἀγγέλων τάξιν συνελαύνειν. ὁ δὲ θεῖος Μάρκος προτάξας τὸ ‘οὐδὲ ὁ υἱὸς’ καὶ ἀρχὴν τοῦτο δευτέρας περιόδου ποιησάμενος, ἀφαιρεῖται τὸ ‘μόνος’, ἵνα μὴ τοῦτο πάιν ἐνταῦθα προσκείμενον ἅρπαγμα τοῖς δυσσεβέσι γένηται καὶ οὐκ ἀρχὴ μᾶλλον ἑτέρας περιόδου <τὸ> ‘οὐδὲ ὁ υἱὸς’ νομισθῇ, τῆς προτεταγμένης δὲ πέρας καὶ συναπαρτισμὸς ῥᾳδιουργηθῇ· καὶ γὰρ ἐκείνως μὲν ἡ πατρικὴ γνῶσις τῷ υἱῷ κοινὴ καθίστατο καὶ αὐτοτελής, διὰ δὲ τῆς κακουργίας ἡ ἄγνοια δέχεται καὶ ὁ τῶν ἀγγέλων καὶ δούλων βαθμός (ὅπερ ἐστὶν τῶν θεομαχούντων σπούδασμα) τὸν δεσπότην καὶ δημιουργόν. ὧν τὸ κακοῦργον ἐκτέμνων ὁ εὐαγγελιστὴς τὴν τοῦ ‘μόνος’ πρόφασιν προδιακόπτει καὶ προαναιρεῖ.

οὕτως οὖν δι’ ἑκατέρου τῶν θεσπεσίων καὶ ἱερολόγων ἀνδρῶν τὰ τῶν αἱρετιζόντων ὁρῶν ἐμφραττόμενα στόματα καὶ τὰς λύσεις ὧν ἠπόρεις δι’ αὐτῶν ἐκείνων καταπλουτιζόμενος, τήν τε τῆς δυσσεβείας εἰς τὸ βεβαιότερον ἐκτρέπου κακόνοιαν καὶ τῆς εὐσεβείας θερμότερον αὑτὸν ἐραστὴν καὶ ὑπέρμαχον ἐπιδείκνυσο.