Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Η ασύγχυτη ένωση των δύο φύσεων, αναίρεση των αιρέσεων και η ληστρική σύνοδος

Συνέχεια της χριστολογικής υπεράσπισης, με αυστηρό έλεγχο των αιρετικών σοφισμάτων και καταδίκη του ληστρικού συνεδρίου της Εφέσου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 15 από 34

Τί ἔτι; τῆς ἀδιαιρέτου φωνῆς διευκρινηθὲν ἐπεγνώσθη τὸ μὲν κατὰ σχέσιν Νεστόριος ἀσπαζόμενος, τὸ δὲ καθ’ ὑπόστασιν τὸ τῆς ἐκκλησίας ἐξοικειούμενον φρόνημα. ὁ ἄνθρωπος τὸ παράδειγμα, τῆς αἱρετικῆς ἀπορίας ἡ καταφυγή, οὐ μόνον οὐδὲν αὐτοῖς ἐχαρίσατο πρὸς τὸ μίαν ἐπὶ Χριστοῦ φύσιν φαντάζεσθαι, ἀλλὰ καὶ δύο ταύτας ἐνθεωρεῖσθαι πολλὴν καὶ μεγάλην τὴν ἀφορμὴν παρασχεῖν τεθεώρηται, οὐχ οἷς μόνον αὐτοῖς τὸ ὀχύρωμα πολιορκίας εὑρέθη μηχάνημα, ἀλλὰ καὶ οἷς μᾶλλον τὰς δύο φύσεις ἢ τὴν μίαν ἐξεικονίζειν, ἂν ἄρα τι καὶ παραδειγματίζειν παρέχηται τὸ ἀκόλουθον.

Ἀλλὰ γὰρ ταῦτα μὲν τοῖς εὐγνωμονεστέροις ἱκανὰ οἶμαι παρακαλέσαι καὶ πεῖσαι ἀποστῆναι μὲν τῆς αἱρετιζούσης πλάνης, προσελθεῖν δὲ τῇ κοινῇ μητρὶ τῇ ἐκκλησίᾳ καὶ τὴν τῆς ἀληθείας γνῶσιν τῆς προλαβούσης πολυπλανοῦς ἀγνοίας ἀνταλλάξασθαι· ἐπεὶ δὲ οὐδὲν ἀπεικὸς καὶ εἰς ἀγνώμονας περιελθεῖν τὰ εἰρημένα, φέρε καὶ ἔτι τοῖς παραπλησίοις λόγοις περὶ τῶν αὐτῶν ἐμφιλοχωρήσωμεν. ἡ μὲν οὖν φύσις καὶ οὐσία καὶ τὸ εἶδος ὅσην ἔχει πρὸς τὴν ὑπόστασιν καὶ τὸ πρόσωπον καὶ τὸ ἄτομον τὴν διαφοράν, οὐδ’ ὅσοι μυστηρίων ἔξω τῶν ἡμετέρων ἑστήκασιν, οὐδὲ τούτοις ἠγνόηται. καὶ γὰρ ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ ἴδιον, τὸ καθόλου πρὸς τὸ καθ’ ἕκαστα, εἰ βούλει δὲ καὶ ἡ μορφὴ δι’ ἧς ἀπ’ ἀλλήλων τὰ ἑτεροειδῆ διαστέλλεται πρὸς ἃ ταύτῃ πέφυκεν ἐμπεριέχεσθαι, ταύτην τὴν ἀναλογίαν διασῴζειν πρὸς ἄλληλα καὶ ἃ διακρίνεσθαι ἡ σύγκρισις προεβάλλετο κοινόν ἐστι, καὶ μάλιστα τῶν θεοφόρων πατέρων ἡμῶν, ὁμολόγημα. οὕτω Βασίλειος ὁ θαυμάσιος ἐν τοῖς κατ’ Εὐνομίου ἱεροῖς ἀγωνίσμασι καὶ ἐν ἄλλοις οὐκ ὀλίγοις τὴν διαφορὰν τούτων ἀποδίδωσιν· οὕτω Κύριλλος ἐν τοῖς Θησαυροῖς· οὕτω Πρόκλος ὁ τὸν Κωνσταντινουπόλεως θρόνον ἰθύνας. καὶ τί μοι δεῖ τοὺς μαθητὰς λέγειν; οὕτω Παῦλος ὁ τῆς οἰκουμένης διδάσκαλος· ‘ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.’

δῆλον γὰρ ὅτι τὴν μὲν μορφὴν ἀντὶ τῆς οὐσίας παρείληφε, τὴν δὲ κένωσιν οὐ τῇ μορφῇ συνῆψεν, ἀλλὰ τῇ ὑποστάσει· ὅπερ ἐδήλωσε διὰ τοῦ ‘ἑαυτόν’. σκόπει γάρ· ‘ἐν μορφῇ θεοῦ’ εἶπε τὸν υἱόν, καὶ δῆλον ὡς οὐ τῆς αὐτῆς ὑπάρχει ὑποστάσεως ὁ υἱὸς τῷ πατρί, ἀλλὰ τῆς οὐσίας· ‘μορφὴν’ δὲ πάλιν εἶπεν ‘ἀπέλαβε δούλου’, καὶ οὐκ ἄδηλον ὡς οὐδένα τῶν ἀτόμων, ἀλλὰ τὴν ἐν ἀτόμῳ θεωρουμένην φύσιν.

Ἀλλ’ οὕτω μὲν τάξεώς τε καὶ διακρίσεως τῆς τε φύσεως καὶ ὑποστάσεως καὶ τῶν ὁμοστοίχων ἑκατέρᾳ φωνῶν τὸ ἀκριβὲς καὶ ἀσύγχυτον ἀναδεδεγμένων, πολλάκις τὸ τῆς καταχρήσεως αὐτόνομον καὶ τὴν φύσιν εἴωθεν ἀντὶ τῆς ὑποστάσεως παραλαμβάνειν. καὶ οὐ παρά γε τούτοις τὸ ἔθος παρρησιάζεται μόνον, οἷς τῶν ὀνομάτων ὁ πλοῦτος οὐδὲν ἔλαττον σπουδάζεται τῶν πραγμάτων, ἀλλὰ καὶ οἷς ἡ τῶν ὄντων θεωρία πολλῷ μᾶλλον προτιμᾶται τῆς τῶν ῥημάτων περιουσίας καὶ σοφία πρώτη νομίζεται ἡ ἀψευδὴς κατανόησις τῆς ἀληθείας. χρὴ δ’ οὖν τὰς λέξεις οὐχ ὡς ἡ ἀσέβεια βούλεται, ἀλλὰ πρὸς ὃ ὁ τῆς εὐσεβείας σκοπὸς ἀπευθύνεται καταρρυθμίζειν, καὶ εἰ μὲν ἑνός τινος ὑποκειμένου τῶν καθ’ ἕκαστα ἡ φύσις ἐρρήθη, κατὰ τὸ αὐτοδέσποτον τῆς καταχρήσεως εἰδέναι τὸ ὄνομα παρειλῆφθαι· εἰ δὲ δι’ ὧν ὑπέστη τὸ σύγκριμα, ταῦτα φύσεως ὠνομάσθη, κατὰ τὸ κύριον τῶν σημαινομένων τὴν φωνὴν παραδεδέχθαι καὶ τὴν κυρίως φύσιν καὶ οὐσίαν ἐνταῦθα δηλοῦσθαι. τὸ γὰρ ἀδεκάστως οὕτω καὶ σοφῶς διαιτᾶν καὶ τῆς ὀρθῆς ἐστιν ὑπολήψεως ἔχεσθαι καὶ τοῖς πατράσι διαφυλάττειν ἐστὶ τὸ αἰδέσιμον, καὶ μήτε τῆς πρὸς ἀλλήλους μήτε τῆς πρὸς ἑαυτοὺς μηδὲ τοῖς κακουργεῖν μελέτην ἔχουσι κατ’ αὐτῶν μηδεμίαν ἐναντιώσεως παρέχειν πρόφασιν.

Κύριλλος μὲν οὖν ὁ θεσπέσιος—ἡ πρώτη δὲ πρὸς Σούκενσον ἐπιστολὴ τὴν χρῆσιν φέρει—τὸ τῆς φύσεως ὄνομα κυριολογῶν ἐπὶ τῆς οὐσίας καὶ τοῦ καθόλου τίθησιν· ‘οὐ γάρ ἐστι’, φησί, ‘τῶν ἐφικτῶν εἰς θεότητος οὐσίαν ἤτοι φύσιν μεταχωρῆσαί τι δύνασθαι τῶν κτισμάτων· κτίσμα δὲ καὶ ἡ σάρξ.’ καὶ Νεστορίῳ γράφων οὕτω φησίν· ‘ἔφη μὲν γὰρ αὐτοῦ θεὸν τὸν πατέρα, καίτοι θεὸς ὢν φύσει καὶ τῆς οὐσίας αὐτοῦ’· καὶ γὰρ ἐπίδηλον ὅτι κατὰ ταύτην τὴν χρῆσιν, ὡς κἀν τῇ προλαβούσῃ, διὰ τῆς φύσεως τὴν οὐσίαν καὶ τὸ κοινὸν βούλεται σημαίνειν. καὶ πάλιν ὁ αὐτός· ‘ὅταν μὲν θεοπρεπῶς λέγῃ περὶ αὑτοῦ, “ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα” καὶ “ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν”, τὴν θείαν αὐτοῦ καὶ ἀπόρρητον ἐννοοῦμεν φύσιν, καθ’ ἣν καὶ ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ πατέρα διὰ τὴν ταὐτότητα τῆς οὐσίας.’ καὶ σκόπει ὡς τὸ μὲν ἐμὲ καὶ ἐγὼ καὶ τὸν πατέρα τὰς ὑποστάσεις ἐμφαίνουσι, τὸ δὲ ἓν καὶ ἐν τῷ υἱῷ τὸν πατέρα ὁρᾶσθαι τῆς φύσεως ἀναπτύσσουσι τὸ ἀπαράλλακτον. καὶ οὐκ ἄδηλον οὐδὲν ὡς κἀνταῦθα ἡ φύσις καὶ ἡ οὐσία ἡ τὰς ὑποστάσεις περιέχουσα παραλαμβάνεται. ἀλλὰ ταῦτα μὲν ἐκ πολλῶν ὀλίγα τῶν τοῦ θεσπεσίου Κυρίλλου μαρτυριῶν· αἱ δὲ τῶν ἄλλων πατέρων πολλαί τέ εἰσι καὶ κρείττους ἢ παρατίθεσθαι.

Οὕτω μὲν ἡ φύσις καὶ ἡ οὐσία τὴν κοινὴν καὶ καθόλου κυριολογούμενα σημαίνουσιν ἔννοιαν· ὅτι δὲ τῷ νόμῳ τῆς καταχρήσεως καὶ ἀντὶ τῆς ὑποστάσεως ἡ φύσις παραλαμβάνεται, Ἀθανάσιος ὁ πολύαθλος ἐκδιδάσκει ἐν οἷς πρὸς τὸν βασιλέα Ἰοβιανὸν ἐπιστέλλει, ῥήμασιν αὐτοῖς λέγων· ‘μίαν τοίνυν δεῖ λέγειν, μᾶλλον δὲ καὶ ὁμολογεῖν τοῦ λόγου φύσιν τε καὶ ὑπόστασιν σεσαρκωμένην.’ συντάττων γὰρ τὴν ὑπόστασιν τῇ φύσει ὁ πολλάκις δύο τὰς φύσεις ἀνομολογήσας ἐπὶ τῆς ὑποστάσεως φαίνεται τῇ φύσει κατακεχρημένος. καὶ ὁ Ῥώμης δὲ ἀρχιερεὺς Ἰούλιος, δι’ ὧν τοῖς κατὰ τῆς θείας τοῦ λόγου σαρκώσεως ἀπομαχομένοις ἐπιστέλλει, ὑπόστασιν μίαν ἐξονομάζει ἣν ἀλλαχοῦ μίαν ἀνεκήρυττε τοῦ λόγου φύσιν.

Καὶ τί με δεῖ τοὺς ἄλλους παράγειν οἳ τῷ τῆς φύσεως ὀνόματι πολλάκις τὴν ὑπόστασιν δηλοῦσιν; αὐτὸς ὁ νικηφόρος Κύριλλος τὸ τρίτον κεφάλαιον τῶν Ἀναθεματισμῶν γράφων, ‘εἴ τις’ φησὶν ‘ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς φύσεις ἤτοι τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, μόνῃ συνάπτων αὐτὰς συναφείᾳ τῇ κατὰ τὴν ἀξίαν ἤγουν αὐθεντίᾳ, καὶ οὐχὶ μᾶλλον συνόδῳ τῇ καθ’ ὑπόστασιν φυσικῇ, ἀνάθεμα ἔστω.’ καὶ οὐδεὶς ἄν, οὐδ’ ᾧ πρὸς πάντα ἀναισχυντεῖν νομίζεται τὸ σοφόν τε καὶ γενναῖον, οὐδ’ οὗτος ἂν ἀπειθήσῃ τὸ τῆς φύσεως ὄνομα μὴ τὰς ὑποστάσεις νυνὶ σημαίνειν·

Νεστόριος γὰρ ἦν ὁ τὰς ὑποστάσεις ἀλλ’ οὐ τὰς φύσεις ἀξίᾳ μόνῃ καὶ αὐθεντίᾳ συνάπτων. ναὶ μὴν καὶ πολλάκις εἰπὼν ὁ αὐτὸς μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην, καὶ βουλόμενος δηλοῦν τί ποτε ἡ φύσις σημαίνει ἐν ταῖς πρὸς Νεστόριον ἐπιστολαῖς (ἡ τρίτη δὲ περιέχει τὴν χρῆσιν) μίαν ὑπόστασίν φησι τοῦ λόγου σεσαρκωμένην, ἐκδιδάσκων ὡς διὰ τῆς φύσεως ἐν τῷ ‘μία’ λέγειν αὐτὸν ‘τοῦ λόγου σεσαρκωμένη’ τὴν ὑπόστασιν ὀνομάζει (πρόσεχε τοῖς εἰρημένοις)· εἶτα ἐπάγει, ‘εἷς κύριος Ἰησοῦς Χριστὸς κατὰ τὰς γραφάς’.

Οὕτως οὖν ἄλλοι τε τῶν ἱερῶν ἡμῶν πατέρων καὶ ὁ θεῖος Κύριλλος τῷ τῆς φύσεως ὀνόματι ὀνομάζειν τὴν ὑπόστασιν τῇ αὐτονομίᾳ τῆς καταχρήσεως οὐ παραιτεῖται. διὸ κἀν ταῖς πρὸς Νεστόριον ἀντιρρήσεσιν ‘ἀναγκαῖον οὖν ἡμεῖς’ φησι ‘τοῖς ἐκείνου μαχόμενοι τὴν καθ’ ὑπόστασιν ἕνωσιν γενέσθαι φαμέν, τῇ καθ’ ὑπόστασιν οὐδὲν ἕτερον ὑποφαίνοντες πλὴν ὅτι μόνη ἡ τοῦ λόγου φύσις ἤγουν ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος, ἀνθρωπείᾳ φύσει κατὰ ἀλήθειαν ἑνωθεὶς τροπῆς δίχα καὶ συγχύσεως, εἷς νοεῖται καὶ ἔστιν αὐτὸς Χριστὸς ὁ θεός.’ ποῦ τοίνυν εἰσὶν οἱ τὸ ‘μία φύσις τοῦ λόγου σεσαρκωμένη’ κατὰ τῆς ἰδίας σωτηρίας ἄνω καὶ κάτω περιφέροντες καὶ τὴν διαφορὰν διὰ τῶν μηδὲν αὐτὰς λυμαινομένων ῥημάτων ἀναιροῦντες τῶν φύσεων; τίνα διάδυσιν τῆς ἀπονοίας καὶ ἀναισχυντίας εὑρήσουσιν, ὅτε Νεστορίῳ μὲν ἡ χρῆσις μάχεται, τῆς εὐσεβείας δὲ μᾶλλον προΐσταται; ὅτε τὴν ἄκραν ἕνωσιν καὶ τὸ ἀδιαίρετον τῶν ἑνωθέντων ἀσφαλίζεται, οὐδετέρου δὲ τῶν συνελθόντων ἀπαρνεῖται τὰ ἰδιώματα; ὅτε τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν προσαγορεύει, ἀλλ’ οὐ τῷ μοναδικῷ καὶ ἑνιαίῳ τὰς φύσεις πλέον ἀπ’ ἀλλήλων ἢ Νεστόριος, ὡς ἡ αἱρετικὴ πλάνη τεχνάζεται, διατέμνει, ἢ πάντως γε τὸ εἰλικρινὲς οὐμενοῦν οὐδετέρα διασῴζει οὐδέ γε τὸ ἄτρεπτον;

Καὶ τὸν νοῦν ἐπίστησον συνετῶς ὡς τὸ λέγειν μίαν ὑπόστασιν τοῦ λόγου σεσαρκωμένην καὶ τὴν θείαν φύσιν συνεισάγει—θεωρεῖται γὰρ ἡ φύσις ἐν τῇ ὑποστάσει—καὶ τὴν ἀνθρωπίνην συμπεριλαμβάνει—ἀπαγγέλλεται γὰρ τῇ σεσαρκωμένῃ—καὶ τὰς αἱρετικὰς λαβὰς μᾶλλον διαφεύγει, καὶ οὔτε Ἀπολινάριον οὔτε μὴν Οὐαλεντῖνον οὐδὲ Μάνεντα παραχωρεῖ καταφεύγειν ἐπ’ αὐτὴν καὶ προκάλυμμα ποιεῖσθαι τῆς ἰδίας ἀποστασίας. οὔκουν οὐδαμῶς διαμάχεται τὸ μίαν λέγειν φύσιν τοῦ λόγου σεσαρκωμένην πρὸς τὸ λέγειν μίαν ὑπόστασιν τοῦ λόγου σεσαρκωμένην. ἂν μὲν γὰρ ἡ ὑπόστασις τῇ προσηγορίᾳ τῆς φύσεως ὀνομασθῇ, αὐτόθεν διαλύεται τὸ ἐναντίον τῇ ὁμολογίᾳ· εἰ δὲ τὸ ὁλικὸν καὶ κοινόν, οὐδ’ οὕτως ἡ ἐναντιότης παρρησιάζεται. οὐδέ γε αἱ ῥηθεῖσαι λογικαὶ θεωρίαι περὶ ἑκατέρας ἐκφωνήσεως διαφέρονται τοῖς νοήμασι πρὸς ἀλλήλας. καὶ γὰρ καὶ ἡ φύσις λέγοιτ’ ἂν σεσαρκῶσθαι διὰ τὸ τῇ ὑποστάσει ἀδιαστάτως ἐνθεωρεῖσθαι· τῇ γὰρ πρὸς τὴν ὑπόστασιν ἐμφύτῳ συνουσίᾳ, ἀλλ’ οὐχὶ τῷ οἰκείῳ <.....> σὰρξ ἀμέσως ῥηθεί<η> ἂν γεγονέναι, ἐπεὶ μηδ’ ὁ θεολόγος, ὃς μάλιστα τὴν τοῦ φρικτοῦ καὶ ἀπορρήτου μυστηρίου δύναμιν ἡμῖν ἀπεκάλυψεν, ὤφθη λέγων ‘ἡ τοῦ λόγου φύσις σὰρξ ἐγένετο’.

Λέγειν μὲν οὖν κατὰ τὸν ὀρθὸν καὶ διευκρινημένον λόγον τήν τε τοῦ λόγου φύσιν σεσαρκωμένην καὶ τὴν ὑπόστασιν ὁμοίως ἀκώλυτον, οὐχ ὅτι θατέρα μόνον φωνὴ σημαίνεται διὰ θατέρας, ἀλλ’ ὅτι καὶ ἡ φύσις διὰ τὸ τὸν λόγον σάρκα γενέσθαι λέγεται σεσαρκωμένη. ἀλλὰ ταῦτα μὲν πνεύματι καὶ πνευματικοῖς, ὡς ὁ τῆς εὐσεβείας νόμος κελεύει, ἥ τε μία τοῦ λόγου φύσις καὶ ἡ σεσαρκωμένη μία ὑπόστασις, συγκριθέντα τε καὶ διακριθέντα τῷ λόγῳ πεφιλοσοφήσθω· οὐ δήπου δὲ γενήσεται τῆς φύσεως ἡ κατάχρησις πρόφασις τοῖς Τριθεΐταις εἰς τὸ τὰς τρεῖς ὑποστάσεις καὶ τρεῖς ὀνομάζειν φύσεις. πρῶτον μὲν γὰρ ἡ κατάχρησις ἐπ’ ἐκείνου τοῦ χωρίου τάττεσθαι τὴν ἰσχὺν ἔχει ἐφ’ οὗ καὶ ἡ χρῆσις ἀπ’ ἀρχῆς μετενεχθεῖσα τῆς κυριότητος ἀνερρήθη. οὐ γὰρ ὥσπερ τὸ κυρίως ῥηθὲν ἐπὶ τῶν ὁμοίων πανταχοῦ τὴν αὐτὴν δύναμιν ἔχει, οὕτω καὶ ἡ κατάχρησις ἐφ’ ἕτερα μεταφέρεσθαι τὸ αὐτὸ προνόμιον διασῴζει. δεύτερον δὲ οὐδ’ ἐν καταχρήσει λέγεται τοῖς Τριθεΐταις ἡ φύσις, ἀλλὰ τῷ κυρίῳ τῶν σημαινομένων τὴν τοῦ κυρίου τῶν ὅλων φύσιν ἀποθρασύνονται κατατέμνειν καὶ τὴν ὁλότητα τῆς οὐσίας καὶ τῆς θεότητος εἰς μερικὰς οὐσίας καὶ θεότητας καταμερίζειν, ὡς ἂν τῇ τῶν μερικῶν ἑτερότητι φύσεων ἑτεροουσίους καὶ ἀλλοφύλους τὰς ὁμοφυεῖς καὶ ὁμοουσίους ἀναπλάσωσιν ὑποστάσεις.

Ἀλλ’ ὁ μὲν πρὸς ἐκείνους ἔλεγχος, εἰ καὶ μερίς εἰσι καὶ οὗτοι τῆς προκειμένης πλάνης καὶ κατατομῆς, ἰδίας ὅμως ἐξετάσεως καὶ διασκέψεως δεῖται, εἰς δὲ τὴν ἑξῆς ἀκολουθίαν ὁ τῆς προκειμένης ὑποθέσεως σκοπὸς ἐπανίτω. ἐπιόντι μοι γὰρ τὰ λοιπὰ τοῦ γράμματος ἀπήτησεν ἅμα γέλωτος καὶ πανουργίας ἀφορμή. τὸ μὲν γὰρ πειρᾶσθαι διαδύσεις τῆς ἀτόπου δόξης ἐπιμηχανᾶσθαι τὴν κακουργίαν ἀπήγγειλε, τὸ δ’ οὕτω σαθράς τε καὶ ἀλλοκότους ἀποστροφὰς ἐπινοεῖν ἐξεκαλεῖτο πρὸς γέλωτα. ῥᾳδιουργεῖται δὲ ἄρα τὸ καταφύγιον ὧδε. κατὰ δύο τρόπους τὴν μίαν ἔλεγεν ἡ μηχανὴ νοεῖσθαι φύσιν, τὴν μὲν ἁπλῆν καὶ ἀσώματον, ὡς Μιχαὴλ καὶ Γαβριήλ, τὴν δὲ ἡρμοσμένην καὶ σύνθετον, ὡς Ἀδὰμ καὶ Νῶε. εἶτα ἡμεῖς τοίνυν, ἐσεμνύνετο, μίαν φύσιν τοῦ λόγου φαμὲν οὐχ ἁπλῆν, ἀλλὰ σύνθετον, καὶ διὰ τοῦτο δίκας ὑπέχειν ἀσεβείας οὐκ ἐσμὲν τοῖς εὐσεβοῦσιν ἔνοχοι.

Ἀλλὰ τί τοῦτο, ὦ γενναῖε; πῶς σε τῶν ἐγκλημάτων ἀπολύσει ἃ πρότερόν τε εἴρηται καὶ νῦν ἐφεξῆς ἀναφύεται; εἰ μὲν γὰρ ἁπλῆν ἐρεῖς, αὐτόθεν τῆς ἐνανθρωπήσεως ἀπηρνήσω τὸ μυστήριον· εἰ δὲ σύνθετον, διδοὺς ἀρχὴν λαβεῖν τὴν ἐνανθρώπησιν διὰ τῆς μιᾶς φύσεως, εὐθὺς αὐτὴν ἀναιρεῖς καὶ τὴν ταύτης ἀθετεῖς συνάφειαν, ἀγνωμονέστερον τὰ διομολογηθέντα ἢ εἰ μὴ ὡμολόγησας ἐξομνύμενος. καὶ τὸ μὲν πρότερον—ἀλλ’ οὐκ ἄν τις ἐρεῖ χωρὶς τοῦ διστάζειν ἀσεβέστερον· τὸ δὲ δεύτερον ἀδιστάκτως κακουργότερον· εἰ δὲ καὶ ἧττόν τις ἂν δοίη τὴν μίαν σύνθετον ἔχειν φύσιν ἢ τὴν ἁπλῆν πρὸς ἀσέβειαν, ὅμοιόν τι καὶ οὗτος προκρίνων ταύτην ποιεῖ, ὡς εἴ τις δίκην φόνου φεύγων, ὁ δὲ μὴ ἔχων διαδῦναι οὐκ ἀνελεῖν προβάλλεται τὸν πατέρα ἢ τὸν υἱόν, οὐδὲ τὴν θυγατέρα· ἢ εἴ τις μοιχείας κρινόμενος καταφυγὴν τῆς ἀποφυγῆς εὑρηκέναι νομίζει, μὴ ἀδελφοῦ μηδὲ παιδὸς ἀπολογούμενος διορύξαι τοὺς γάμους. ὥσπερ γὰρ ἑκάτερος τούτων οὐχ ὅτι μὴ διπλοῖς ἐγκλήμασιν ἔνοχος, διὰ τοῦτο καὶ ὧν ἥμαρτεν ἀπολύεται οὐδ’ ἧς ὁ νόμος διωρίσατο ποινῆς ἀπαλλάττεται, οὕτως οὐδ’ ὁ μίαν λέγων φύσιν, κἂν μὴ ἁπλῆν εἰπεῖν εὐλαβηθήσεται, ἀναπλάττοι δὲ καὶ φαντασιοῦται τὴν σύνθετον, οὐδὲν ἔλαττον τῶν ἀσεβημάτων τὰς εὐθύνας εἰσπραχθήσεται.

Ἐῶ δὲ νῦν λέγειν ὡς ἐπὶ κρίσει τῆς ἀληθείας καὶ τῆς τῶν ῥημάτων εὐθύτητος πεῖραν δεδωκότων οὐδεὶς οὔτε τὸν Μιχαὴλ οὔτε τὸν Γαβριήλ, ἀλλ’ οὐδὲ τὸν Νῶε ἢ τὸν Ἀδὰμ φύσιν ὅλως κυριολογῶν προσηγόρευσεν. ὑποστάσεις μὲν γὰρ ταῦτα καὶ ὑπὸ φύσιν {εἶναι} τελεῖν ἐγνωσμένα, εἰ βούλει δὲ καὶ φύσιν τὴν αὐτὴν ἐν ἑαυτοῖς ἐνδεικνύμενα καὶ φύσιν ἔχειν καὶ μετέχειν φύσεως, τὰ μὲν τῆς ἁπλῆς, τὰ δὲ τῆς ὁπωσοῦν σοι δοκεῖ λέγειν—οὐ γάρ ἐστι τούτοις τοῦ παρόντος ἐμφιλοχωρεῖν καιροῦ—φύσις δὲ οὐδὲν τῶν εἰρημένων οὔτε ἐστὶν οὔτε λέγεται, ὅτι μηδὲ καθολικὴν ἔννοιαν οὐδέτερον αὐτῶν σημαίνει. οὐδὲ τῇ ἀπειρίᾳ τῶν ἀτόμων πέφυκεν ἡ φύσις συνδιασκεδάννυσθαι καὶ συγκατατέμνεσθαι, ὅπερ ἀκολουθεῖ τοῖς τὰς ὑποστάσεις φύσεις ποιουμένοις. καὶ οὐδὲ ἡ προειρημένη κατάχρησις τούτοις συνασπίσει· οὐ γὰρ τὰς ὑποστάσεις ἔλεγε φύσεις, ἀλλὰ τῇ προσηγορίᾳ τῆς φύσεως τὴν ὑπόστασιν ἐδήλου, ταῦτα δὲ πρὸς ἄλληλα παμπόλλην ἔχει τὴν διαφοράν. ἄλλο γάρ ἐστιν εἰπεῖν ‘ὁ Σωκράτης ἄνθρωπός ἐστι’ καὶ ἕτερον ‘ὁ Σωκράτης τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ δηλοῦται’. τὸ μὲν γὰρ πρότερον ἀληθές, τὸ δὲ δεύτερον ἄντικρυς ψεῦδος.

Παρεῖδον ἂν τὸν λῆρον τοῦτον, εἰ μόνης ἀμαθίας ἐνομίζετό μοι τόκος εἶναι· ἐπεὶ δὲ καὶ τοὺς ἀπὸ Νεστορίου καὶ τοὺς ἀπὸ Σεβήρου τῶν πεπλανημένων τὴν τοιαύτην εὑρίσκω κακουργίαν μεμελετηκότας, οὐ παντελῶς παριδεῖν ἐδικαίωσα. Νεστόριός τε γὰρ δυσσεβῶς καὶ ἀφρόνως δύο φύσεις λέγων ἐπὶ Χριστοῦ καὶ δύο τὰς ὑποστάσεις συναποφαίνεται, εἰς ταὐτὸ περιάγων τῇ φύσει, κἂν μὴ τῇ φωνῇ, τῷ δὲ πράγματι, τὴν ὑπόστασιν. ὡσαύτως δὲ καὶ οὓς ἡ Διοσκόρου καὶ Σεβήρου νόσος ἐπινέμεται, τὴν σύγχυσιν αὐτοῖς καταχέουσα, μίαν μὲν καὶ οὗτοι διομολογοῦντες τὴν ὑπόστασιν, καὶ ὥσπερ δεδιότες μὴ διόλου φανεῖεν θειάζοντες τὴν εὐσέβειαν, παραυτίκα καὶ μίαν φύσιν αὐτῇ συνεισάγουσι· καὶ ὥσπερ Νεστόριος τὰς φύσεις εἰς ὑποστάσεις ἀμείβει, οὕτω καὶ ἡ κατὰ διάμετρον πλάνη τὴν φύσιν μεθέλκει πρὸς τὴν ὑπόστασιν.

Ἀλλὰ τίς ἂν ἀρκέσοι χρόνος τῶν μακαρίων καὶ ἁγίων πατέρων ἡμῶν τὰς μαρτυρίας παρατίθεσθαι; αἳ τὴν μὲν φύσιν κοινόν τε καὶ καθολικὸν ὁμοφώνως ἀποθεσπίζουσιν, εἰδικὰς δὲ τὰς ὑποστάσεις καὶ ἐπὶ μέρους, καὶ τὴν μὲν πλειόνων περιεκτικήν, τὰς δὲ περιεχομένας, καὶ τὴν μὲν ὁμοτίμως ἐν πᾶσι θεωρουμένην, τὰς δὲ μυρίοις τρόποις καὶ περιστάσεσιν ἀπ’ ἀλλήλων διισταμένας· πρόσθες, εἰ βούλει, καὶ τὰς μὲν γινομένας τε καὶ ἀπογινομένας, τὴν δὲ τῆς ἰδίας ὑπάρξεως οὐκ ἐξισταμένην, καὶ τὰς μὲν αἰσθήσει μᾶλλον κρινομένας, τὴν δὲ κριτήριον τὴν διάνοιαν ἐπισταμένην. καὶ πόσην ἄν τις διαφορὰν ἀπ’ αὐτῶν εὑρήσει τῶν πραγμάτων ἀναφυομένην καὶ τοῖς μακαρίοις πατράσιν ἡμῶν γνωριζομένην καὶ τοῖς εὐσεβεῖν εἰδόσι παραδεδομένην; ὧν τὴν ἀκρίβειαν καὶ κρίσιν τὸ τῆς εὐσεβείας πλήρωμα παρειληφότες δύο μὲν τὰς φύσεις ἐπὶ Χριστοῦ χωρισμὸν οὐ δεχομένας οὐδὲ ἀλλοίωσιν ἱερολογοῦσιν, ἀτρέπτους δὲ καὶ ἀδιαιρέτους ὡσαύτως θεολογοῦντες μίαν ὑπόστασιν καὶ τὴν αὐτὴν πρεσβεύουσί τε καὶ θεοφρόνως δογματίζουσι, καὶ τοὺς ὅσοι προλήψει τῆς πλάνης μὴ τέλεον ἐπωρώθησαν μεταμαθεῖν τὴν εὐσέβειαν, ὥσπερ νῦν καὶ ἡμεῖς πολὺν τὸν ἀγῶνα προβαλλόμεθα, παραπλησίαν τῆς οἰκείας σωτηρίας τὴν ἐπιμέλειαν ἔχουσιν.

Ἀλλὰ γὰρ ὁ αἱρεσιώτης <........> ἐπιστολῇ φαινόμενος ὑπὲρ τοῦ κατὰ τὸν ἄνθρωπον παραδείγματος πάλιν ἀγωνίζεται, καίτοι πρὶν περιφανεστάτην τοῖς ἀγωνισταῖς τὴν ἧτταν ἀπηνέγκατο· εἰς γὰρ τοὐναντίον αὐτοῖς τὰ τῶν ἐλπίδων περιέτρεψεν. οὐ γὰρ μίαν φύσιν εἰπεῖν ἐβιάσατο τὴν εὐσέβειαν, τρεῖς δὲ τὴν αἵρεσιν προσηνάγκασεν. εἰ δέ τις τὰ ἀσυγχώρητα συγχωρῶν καὶ πρὸς τὸ λέγειν μίαν φύσιν συνελαύνειν δοίη τὸ παράδειγμα, ὡς τοῖς ἐναντίοις ἁρμοζόμενον, ἐν οὐδετέρῳ μέρει σῴζει τὸ εὐπαράδεκτον, μᾶλλον δὲ τοῖς μὲν μὴ πρὸς αὐτὸ καταφεύγουσιν οὐδὲν ἐπάγει τῶν παραλυπούντων, οὐδὲ γὰρ ἐπ’ αὐτῷ τὴν ἐλπίδα τῆς κατὰ τὴν δόξαν ἐτίθεντο βεβαιώσεως· τοὺς δὲ καταφεύγοντας μέγα σφάλλει, μεγάλας γὰρ ἐπ’ αὐτῷ τὰς ἐλπίδας ἔτρεφον.

Ἀλλ’ ἴδωμεν ἔτι ὅπως αὐτοῖς ὁ ἄνθρωπος τὸ παράδειγμα τῆς αἱρέσεως ἐπίκουρον γίνεται. ναί, φησίν, οὐ γὰρ λέγεται εἶναι δύο φύσεων σύνθετος ὢν ὁ Σωκράτης ἐκ ψυχῆς καὶ σώματος, ἀλλὰ μιᾶς· οὐκοῦν μηδ’ ὁ Χριστὸς λεγέσθω ἐκ θεότητος καὶ ἀνθρωπότητος εἷς προελθὼν δύο φύσεων, ἀλλὰ μιᾶς. βαβαὶ τῆς ἀμάχου τοῦ παραδείγματος πειθοῦς καὶ δυνάμεως· φεῦ τῆς πολλῆς ἐντρεχείας· εἰς ὅσον ἐλαύνουσιν οἱ ταῦτα λεσχηνεύοντες ἀμαθίας καὶ παρανοίας· πόσην καθ’ ἑαυτῶν ἐγχειρίζουσι τὴν ἐξουσίαν τοῦ γένους ἡμῶν τῷ ἀλάστορι.

ἐχρῆν γάρ, ἐχρῆν συνορᾶν ὡς ἕκαστος τῶν ἀνθρώπων μιᾶς λέγεται φύσεως ὡς ὑπὸ τὴν αὐτὴν φύσιν ἀναγόμενος— οὐδὲν γὰρ κωλύει πολλάκις λέγειν τὰ αὐτὰ πρὸς τοὺς νομίζοντας εἶναι σοφίας πλοῦτον συνεχῶς προτείνειν τὰ αὐτά—· εἰ οὖν σοι πολλοὺς ἀναπλάσεις Χριστούς, ἕξει σοι χώραν τὸ παράδειγμα, καὶ γὰρ ἀνάγκη κοινόν τι καὶ πλειόνων εἶναι περιεκτικόν, πρὸς ὃ διαβλέπων ὁ γεγυμνασμένος νοῦς ὑπὸ μίαν καὶ τὴν αὐτὴν ἀποφανεῖται φύσιν ὅσα τῷ αὐτῷ εἴδει συμπεριέχεται· ἐπὶ δὲ τοῦ κατὰ Χριστὸν μυστηρίου τῆς μὲν αἱρετικῆς ἀδολεσχίας ἴσως ἂν εἴη τοιοῦτόν τι φαντασιοσκοπεῖν, τῆς δὲ εὐσεβείας ἀνάγκη συνορᾶν ὅμοιον μηδέν, καὶ σύνδρομος μὲν τῶν συνελθόντων ἐγγὺς ἡ γένεσις, ὡς ἐπὶ τοῦ Σωκράτους, ἐπὶ δὲ τοῦ κατὰ Χριστὸν μυστηρίου τὸ μὲν αἰώνων ποιητὴς καὶ προάναρχον, τὸ δὲ καὶ χρόνῳ μετρεῖται καὶ κτίσμασι καταλέγεται, καὶ οὐκ ἔστιν οὐδὲ ῥᾷον εἰπεῖν ὅσον αἰώνων ἡ προσλαβοῦσα φύσις τοῦ προσλήμματος διέστηκε.

Χωρὶς δὲ τούτων, εἰ μὲν καθὸ σύνθετός ἐστιν ἁπλῶς ὁ ἄνθρωπος τῆς ἀτόπου δόξης ὑμῖν εἰς παράδειγμα προκομίζεται, πένητες ὑμεῖς τοῖς παραδείγμασι· μυρία γὰρ ἐν τοῖς οὖσίν ἐστιν ἃ τὴν σύνθετον ἐκληρώσατο φύσιν, ὧν ὡς ἔοικε τῆς χρήσεως ἀπορούμενοι ἐφ’ ἑνὶ μόνῳ σαλεύοντες οὐκ αἰσχύνεσθε. εἰ δὲ μὴ τὸ σύνθετον ὑμῶν ἐστιν ἡ καταφυγή, τὰ δὲ περὶ τὴν σύνθεσιν λογοθετούμενα, οὐκ ἔστιν ὅπως οὐκ ἀμαθίαν ἅμα καὶ ἀπόνοιαν οὐχὶ φωραθεῖεν οἱ τοιοῦτοι ὀφλισκάνοντες, τοσαύτην ἀλλήλων ἑτερότητα καὶ διαφορὰν εἰς ὁμοιότητα συνελαύνειν βιαζόμενοι καὶ παραδείγματι ζητεῖν ἀνομοίῳ κατανοεῖν καὶ ἀναμανθάνειν δόξαν εἰλικρινῆ καὶ ἀκίβδηλον. τὸ γὰρ ἐν αὐτῇ φαντάζεσθαι τῇ ἑτερότητι τὴν ταὐτότητα καὶ τὸ ἀπαράλλακτον κατεγνωσμένης ἐστὶ διανοίας καὶ οὐδὲν ἔλαττον τὴν ἄγνοιαν προβαλλομένης ἢ τὴν ἀπόνοιαν.

Καὶ γὰρ ἐπὶ μὲν τοῦ ἀνθρώπου οὔτε ἡ ψυχὴ τὸ σῶμα ἐν ἑαυτῇ οὔτε τὸ σῶμα ἐν ἑαυτῷ τὴν ψυχὴν ὑπεστήσατο, ἐπὶ δὲ τοῦ φρικτοῦ καὶ ὑπὲρ λόγον μυστηρίου ἡ τοῦ λόγου ὑπόστασις τὸ ἡμέτερον φύραμα ἐν ἑαυτῇ ὑπεστήσατο· καὶ Πέτρος μὲν ἢ Σωκράτης οὐκ ἂν ῥηθείη σωματωθεῖσα ψυχή, Χριστὸς δὲ ὁ ἀληθινὸς θεὸς ἡμῶν ὥσπερ ὁμολογεῖται θεὸς ἀληθινός, οὕτως ὁμολογεῖται καὶ σεσαρκωμένος θεός, οὐδὲν τῆς συνθέσεως γεγενημένης ἐμποδὼν εἰς τὸ μὴ καὶ καθ’ ὅλης τῆς ὑποστάσεως φέρεσθαι τῶν συνελθόντων τὰ ὀνόματα. καὶ συμπάσχει μὲν ψυχὴ ὡς ἐπὶ πᾶν τῷ σώματι καὶ συνδιατίθησιν αὐτὸ πάθεσι τοῖς καθ’ ἑαυτήν, ἀπαθὴς δὲ μεμένηκεν ἡ θεότης τοῦ σώματος πάσχοντος, ὡς καὶ ἐν αὐτῷ τῷ σταυρῷ τὸ μὲν τοῖς τοῦ θανάτου νόμοις ὑπηρετεῖν, τῆς δὲ καὶ ὅσον εἶχε κράτος ἀφαιρουμένης· καὶ πάλιν τοῦ ναοῦ λυθέντος, ὡς αὐτὸς ὁ σωτὴρ ἔφη, ἡ ἑνωθεῖσα θεότης οὔτε τῆς ψυχῆς διέστη οὔτε τοῦ σώματος, ἐφ’ ἡμῶν δὲ χωρισμός ἐστιν ὁ θάνατος τῆς ψυχῆς ἀπὸ τοῦ σώματος.

Ἔτι τὸ κρεῖττον πάλιν ὁ ἄνθρωπος κατὰ τῶν ἐξ ὧν τὴν σύνθεσιν ἔσχεν ἐκληρώσατο, ἐπὶ δὲ τῆς κατὰ Χριστὸν ὑπερφυοῦς ἑνώσεως οὐκ ἔτι τούτων οὐδὲν οὔτε λέγειν οὔτε διανοεῖσθαι σωτήριον. καὶ ψυχὴ μὲν καὶ σῶμα διὰ τὸ συνελθεῖν καὶ ἀποτελέσαι τὸν ἄνθρωπον εἰς γένεσιν ἔρχεται, οὔτε δὲ τὸ θεῖον ἐξ ἀιδίου εἶναι διὰ τοῦτό τις ἐρεῖ, οὐμενοῦν (οὐκ ἄν τις οὕτως εἰς μανίαν ἐλάσειεν) οὔτε τὴν ἀνθρωπίνην φύσιν εἰς γένεσιν προελθεῖν διὰ τὸ τὴν ἀπόρρητον ἕνωσιν ὑποστῆναι τοῦ λόγου πρὸς τὴν σάρκα· οὐ γὰρ νόμοις φύσεως ἡ σύνοδος αὕτη γέγονεν, ἀλλ’ ὑπὲρ λόγον καὶ ἔννοιαν, οὐδὲ γενέσεως ὑπηρετουμένη καὶ δημιουργίας εἱρμῷ καὶ βουλήματι, ἀλλ’ ἀφάτῳ φιλανθρωπίᾳ καὶ ἀνυπερβλήτῳ χάριτι καὶ αὐτοδεσπότῳ προνοίᾳ περὶ τὸ πλάσμα τοῦ πλάσαντος.

Καὶ μὴν καὶ τὸ παράδειγμα αὐτό τε ὅλον τῶν κτισμάτων ἐστὶ καὶ τῶν μερῶν ἑκάτερον καὶ τῇ γενέσει δουλεύει καὶ θατέρῳ μέρει πρὸς φθορὰν ἀπονένευκε· τῆς δὲ κατὰ Χριστὸν ἀπορρήτου κενώσεως ὁ λόγος ἄκτιστον μὲν οἶδε καὶ ἀγένητον τὴν θεότητα, τῆς κτίσεως δὲ τὴν ἀνθρωπότητα. ἀλλὰ καὶ οἷς ὁ ἄνθρωπος τῷ θανάτῳ διαλυόμενος ὑπόκειται πάθεσι, τούτοις ἐστὶν ἀνεπίδεκτος· διαφθορὰν γὰρ ἡ δεσποτικὴ σὰρξ οὐκ εἶδεν οὐδὲ κατελείφθη εἰς ᾅδου ἡ ὑπεραγία καὶ πανάχραντος ἐκείνη ψυχή. ἔτι δὲ ἐπὶ μὲν ἡμῶν ἑκάστου οὐδέτερον τῶν μερῶν ἀπ’ ἀρχῆς τῆς γενέσεως αὐτοτελὲς προελήλυθεν, οὔτε τὸ σῶμα οὔτε ἡ ψυχή, ἀλλ’ εἰς τὴν τοῦ συγκρίματος τελείωσιν τῷ δημιουργικῷ καὶ γενεσιουργῷ λόγῳ προάγεται· ἐπὶ δὲ τῆς κατὰ Χριστὸν θεοπρεποῦς συναφείας ὁ μὲν θεῖος λόγος ἐξ ἀιδίου τὴν ὕπαρξιν ἔσχεν ὑπερτελῆ καὶ τὴν ἀνθρωπίνην ὁλόκληρον, οὐχ ἡμίτομον, εἰ καὶ χρόνῳ μετρουμένην, προσέλαβε. καὶ μὴν καὶ καθό γε ψυχὴ καὶ σῶμα κτίσματα, μιᾶς φύσεως τῆς συναγούσης αὐτὰ πρὸς τὴν κτίσιν καὶ εἰδοποιούσης οὐδὲν ἀπεοικὸς λέγεσθαι· ἐπὶ δὲ τοῦ λόγου καὶ τῆς σαρκὸς ποῦ τοιοῦτον ὅλως λογισμοῖς ἀναστρέφειν, μήτι γε τῇ διανοίᾳ συγκατατίθεσθαι;

καὶ καθό γε χρονικῆς ὑπάρξεως ἥ τε ψυχὴ μετέσχε καὶ τὸ σῶμα, ἔχει τινὰ κοινωνίαν πάντως καὶ ὁμοιότητα δι’ ἧς καὶ ἡ μία φύσις παρεισδύεσθαι δύναται· ἐπὶ δὲ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος οὐδ’ ἔστιν εἰπεῖν ἐφ’ ὅσον αἱ διαφοραὶ τὸ κράτος ἄμαχον ἔχουσι καὶ δὴ καὶ ἐπὶ μὲν τοῦ κατὰ Χριστὸν μυστηρίου ἑκάτερον τῶν συντεθέντων. ὡς καὶ προείρηται, τῷ συνθέτῳ τῆς οἰκείας ὀνομασίας ὁμοτίμως μεταδίδωσι, θεὸς γὰρ τέλειος καὶ ἄνθρωπος ὁ Χριστὸς ἔστι τε κυρίως καὶ προσαγορεύεται· καὶ μὴν καὶ ἡ κλῆσις ἡ ἐπ’ αὐτοῦ κυριολογουμένη <...............> πέφυκεν ἄμφω τὰ συνελθόντα, τὸ γὰρ Χριστὸς καὶ Ἐμμανουὴλ καὶ τὰ τοιαῦτα τὰς ἡνωμένας ἅμα φύσεις ἐν τῇ προσηγορίᾳ τῆς ὑποστάσεως ἀναπτύσσει, τὸ χρισθὲν καὶ τὸ χρῖσαν, καὶ δὴ καὶ τὸν θεὸν καὶ τὸν ἄνθρωπον· ἐπὶ δὲ τοῦ παραδείγματος οὐμενοῦν οὐδ’ ἀμυδρὰν σκιὰν τοιαύτην λαβεῖν ἐστιν οὐδ’ ὅσον εἰς ἀφοσίωσιν.

Ἐπιλείψει με ἡ ἡμέρα τὴν ἀνομοιότητα τοῦ παραδείγματος ἐμφανίζοντα. καὶ ταῦτά φαμεν, οὐχ ὅτι συγχωροῦντες παραδειγματίζειν τῇ αἱρέσει τὸν ἄνθρωπον ἐξανύειν τι τῶν αὐτῇ σπουδαζομένων ἐπιστάμεθα (καὶ γὰρ ὅτι μηδὲν αὐτοῖς ἐπαμύνει, δι’ ἄλλων τε καὶ τῶν νῦν ῥηθέντων συνεπιδείκνυται), ἀλλὰ τὸ ἀμαθὲς καὶ διὰ τούτων ἢ κακοῦργον τῆς τοῦ παραδείγματος χρήσεως στηλιτεύοντες. καθ’ ἕτερον μὲν οὖν τρόπον διαφέρειν τοῦ παραδειγματιζομένου τὸ παράδειγμα, καθ’ ἕτερον δὲ προάγειν τὴν ὁμοιότητα, ἀπεικὸς οὐδέν· κατ’ ἐκεῖνο μέντοι παραλλάττειν καθ’ ὃ τὸ εἰκαζόμενον μεθείλκετο πρὸς τὴν ὁμοιότητα, καὶ τότε τοσαύταις καὶ τηλικαύταις παραλλαγαῖς ἀλλοτριούμενον, παντελῶς ἐστι μετὰ τοῦ ἀσεβεῖν ἀνόητον.

Καί γέ σοι τῆς μνήμης ὅρα μηδὲν ἀφαιρήσεται συντηρεῖν εἰς σωτηρίαν, ὅτι μηδαμῶς ὅμοιον ἐκείνοις τε καὶ τοῖς εὐσεβέσιν εἰς τοὐναντίον τὸ παράδειγμα περιίστασθαι. κατ’ ἐκείνων μὲν γὰρ ἄμαχον ἔχει τὴν ἰσχύν, ὅτι παρ’ αὐτῶν ὑπὲρ τῆς πλάνης ὥσπερ τεῖχος ἀπόρθητον προεβέβλητο· καθ’ ἡμῶν δὲ οὐδαμῶς, ἀλλ’ εἴ τις ἕλοιτο, καὶ ὑπὲρ ἡμῶν. οὐ γὰρ ἦν ἡμέτερον, ἀλλὰ τῆς αἱρέσεως κατὰ τῆς ἀληθείας προβολή τε καὶ σόφισμα, μάλιστα δ’ ὅτι καὶ ἡμεῖς πολλαῖς διαφοραῖς τὸ ἀπεμφαῖνον αὐτοῦ πρὸς τὸ παραδειγματιζόμενον παρεστήσαμεν καὶ οὐκ εἰς συμμαχίαν αὐτὸ προηγουμένῳ λόγῳ παρειλήφαμεν. διόπερ οὐδ’ ὅμοιος ὁ λόγος ἀντιστρέψαι, τῆς παρ’ ἐκείνων ἐπιβουλῆς μᾶλλον ὁρᾶν πρὸς εὐσέβειαν ἐθελούσης. οὐ γὰρ ἤρξαμεν ἡμεῖς ἀδίκου γλώττης οὔτε τὸ ἀνόμοιον πρὸς ὁμοιότητα συμβιβάζειν ἐσπουδάζομεν, ἀλλ’ ἀμυνόμενοι τοὺς ἄρξαντας ἀδίκων χειρῶν καὶ παραλυπεῖν ὡρμημένους τῶν δογμάτων τὴν ἀκρίβειαν ἐπεδείξαμεν κατ’ αὐτῶν οὐ μόνον τὴν οἰκείαν ἐπαναστρέφειν ἐπίνοιαν, ἀλλὰ καὶ εἴ τις ἐθέλοι χρῆσθαι ὑπηρετουμένην τῆς ὀρθοδοξίας τῷ φρονήματι. μεγίστη δὲ ὥσπερ αἰσχύνη τῶν ἐχθρῶν, οὕτως εὔκλεια τῶν πιστῶν, τοῖς τῶν ἀντιπάλων ὅπλοις αὐτοὺς ἐκείνους δεικνύναι καταβαλλομένους καὶ ταῖς οἰκείαις μηχαναῖς ἁλισκόμενον τὸ πολέμιον.

Ἀλλ’ εἰ δύο, φησὶ πάλιν ἡ αἵρεσις, ἐπὶ τοῦ ἀνθρώπου φύσεις δογματίζετε, ὁ Χριστὸς ὑμῖν καὶ μὴ βουλομένοις τριῶν ἀνακηρυχθήσεται φύσεων. τῆς ἀδολεσχίας, μᾶλλον δὲ τῆς ἀπονοίας καὶ ἀσυνεσίας. τοῦτο ἄρα ἦν, ὡς ἔοικε, τῶν Δαναΐδων ὁ πίθος, ὃν ὁ μῦθος ἔδωκε παροιμιάζεσθαι· ἡ δὲ αἵρεσις οὐκ ἀνεχομένη τὴν παροιμίαν ἀποσαλεύειν τῷ πλάσματι, ἔργῳ τὸν μῦθον ἐφιλονείκησεν ἀποκρύψασθαι καὶ ὑποχωρεῖν ἐκεῖνον τῷ καθ’ ἑαυτὴν ὑποδείγματι. καὶ διὰ τοῦτο καθ’ ὅσον αὐτῆς τοῖς ὠσὶν ἐπαντλεῖ τὴν ὠφέλειαν ἡ εὐσέβεια, ἐπὶ τοσοῦτον αὕτη κενοῦσθαι πᾶσαν εἰσάγει σπουδὴν καὶ μελέτημα, καὶ ἀβίωτον ἄρα ποιεῖται τὸν βίον, εἰ μὴ ἐκνικήσειεν ἀντὶ τοῦ πίθου τῶν Δαναΐδων τὰ τῆς συγχυτικῆς πλάνης ὦτα καὶ ὁ νοῦς ἀντεισαγόμενα παροιμιάζεσθαι.

Πλὴν πῶς ἀνάγκη τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ ἐπ’ αὐτοῦ τρεῖς ὁμολογεῖν τὰς φύσεις; διότι δύο φύσεων τὸν ἄνθρωπον, φησίν, οἶδε, ψυχῆς τε καὶ σώματος. σὺ δὲ οὐ δύο φύσεων λέγεις τὸν ἄνθρωπον, κἂν μὴ λέγῃς, ἀλλ’ ἡ τοῦ σώματος ψυχῆς ὑπάρχει σοι φύσις ἢ αὕτη τὴν τοῦ σώματος ἀντηλλάξατο; καὶ πῶς οὐ καλεῖς τὴν ψυχὴν σῶμα ἢ τὸ ἔμπαλιν τὸ σῶμα ψυχήν; μᾶλλον δὲ τί σοι τὸ διπλοῦν τῶν ὀνομάτων τὴν μίαν φύσιν συνδιαμερίζει τοῦ πράγματος, ἐξὸν αὐτὸ τὸ ἓν σημαίνειν εἴτε διὰ τῆς ψυχῆς εἴτε διὰ τοῦ σώματος, καὶ μὴ τῇ πολυωνυμίᾳ τῶν φωνῶν τὸ ὑπὸ τῶν διαφόρων ῥημάτων ἓν δηλούμενον ὑποκείμενον εἰς πολλὰ κατατέμνειν καὶ πάλιν ὁμοχρόνῳ μεταμελείᾳ τῆς ἐπινοίας ζητεῖν τὸ ἑνιαῖον καὶ ἄτμητον; οὐ γὰρ σοφός γε τῶν ὄντων θεωρὸς καὶ ἀξία θαυμάσαι τῆς ἀκριβείας ἡ αἵρεσις.

Ἀλλ’ οὐδέν σοι μέλει τῶν λογικῶν ἐφόδων οὐδὲ τῶν ἀσφαλεστάτων λογισμῶν εἰς ἐπιστροφήν σε μεθέλκει ἡ θεωρία καὶ κατάληψις; τῶν ἁγίων πατέρων τὰς μαρτυρίας καὶ χρήσεις ποῦ θήσεις, πῶς δὲ παραβλέψεις; ἢ καὶ ταῦτα ὁ νοῦς καὶ τὰ ὦτα, τῆς συγχύσεως ἡ ἀεὶ ἐπαντλουμένη καὶ μηδέποτε πληρουμένη συνεκπέπωκε Χάρυβδις; ἐκ δύο τοίνυν ὁ ἄνθρωπος καὶ δύο πέφυκε φύσεων, ἔχειν τε δύο φύσεις καὶ νοεῖται καὶ λέγοιτ’ ἂν κατά γε τὴν θεωρὸν τῆς ἀληθείας ἀκρίβειαν καὶ τὴν τῶν πατέρων παράδοσιν, ὧν ἐνίας τῶν χρήσεων πρὸ βραχέος ὑπεδείξαμεν. καὶ ἡμῖν μὲν οὐδαμῶς ἡ τριὰς ἐπακολουθήσει τῶν φύσεων· τοῖς δὲ ἀπὸ τῆς πρώτης διαφορᾶς τῶν συνελθόντων ἐπὶ τὰ ἐξ ὧν ἐκεῖνα συνετέθη φιλονεικοῦσι τὰς διαφορὰς ἀπαιτεῖν κἀκεῖθεν τὸ πλῆθος ἐπιφημίζειν τῶν φύσεων, ἐκείνους οὐ τρεῖς, ἀλλὰ μυρίαι φύσεις περιχορεύουσι, κορυφαίαν λαβοῦσαι τὴν μετὰ τὰς πρώτας καὶ ἀμέσους διαφορὰς τῶν δευτέρων {τὴν} πολυπραγμοσύνην καὶ ἀναζήτησιν. ἡμεῖς δὲ οὐκ ἀγνοοῦμεν ἐκεῖνα σκοπεῖν τῶν συνελθόντων εἰς ἅπερ τὸ σύνθετον ἀρξάμενον τῆς συνθέσεως εἰς ἐκεῖνα καταλήγει τελειούμενον, καὶ οἷς πρῶτος ὁ νοῦς τῶν προσεχῶν μερῶν τῆς τελειότητος ἐπιβάλλων καὶ τῶν ἑνωθέντων τὰς φυσικὰς ἀναθεωρῶν ἰδιότητας τὴν περὶ τοῦ συνθέτου καὶ ὅλου συνοπτικωτάτην τε καὶ οἰκείαν καὶ ἀσφαλῆ κατάληψιν προσλαμβάνεται.

Οὔκουν ἡμεῖς οἱ ἐπὶ τῶν πρώτων διαφορῶν παγίως τε καὶ εἰλικρινῶς στηριζόμενοι καὶ τὴν περαιτέρω διάλυσιν μηδὲν ἐνταῦθα προσήκουσαν παραιτούμενοι τρεῖς τὰς φύσεις παρεισάγειν ἐλεγχόμεθα, ἀλλ’ οἱ τῆς εἰρημένης θεωρίας διαμαρτάνοντες καὶ τὰς πρώτας διαφορὰς τῶν προσεχῶν μερῶν εἰς ἑτέρας πάλιν ἀναλύοντες κἀκείνας αὖθις εἰς ἑτέρας καὶ τῇ ἀπειρίᾳ τῆς προόδου μᾶλλον τὴν ἀμαθίαν τοῦ πράγματος ἢ τὴν γνῶσιν οἰκειούμενοι. ὁ Πέτρος ἐκ ψυχῆς καὶ σώματος σύγκειται· ἀρκέσει μοι τοιγαροῦν πρὸς τὴν τοῦ ὅλου καθαρὰν καὶ ἀνεπιθόλωτον καὶ συνεπτυγμένην κατάληψιν τὸ εἰδέναι τίνων μερῶν τὸ ὅλον ἐχρημάτισε σύγκριμα καὶ τίς ἑκατέρου τούτων ἡ φύσις καὶ ὅσας διαφορὰς πρὸς ἄλληλα διασῴζουσιν. ὃς δὲ ταῦτα ἐπιδιαιρεῖν ἐν τῷ ζητεῖν τοῦ συγκρίματος τὰ πρῶτα καὶ κυριώτατα μέρη νόμον ἀπαραίτητον τίθεται, κἀκεῖνα δηλονότι πάλιν τὰ μέρη τὴν αὐτὴν ἀπαιτήσει διαίρεσιν, ἀλλὰ καὶ ἐξ ὧν ταῦτα, τὴν ὁμοίαν, καὶ τοῦτο μέχρις ἂν τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἡ ἀπειρία λήθῃ παραπέμψειε· καὶ οὕτως αὐτοῖς οἰχήσεται τοῦ προκειμένου ἡ ἐπίγνωσις ἐν τῇ σφαλερᾷ καὶ ἀκαίρῳ φιλοτιμίᾳ τῆς διαιρέσεως.

Ὅρα γάρ· ὁ τὸ σῶμα εἰς φλέγμα καὶ χολὴν ἑκατέραν καὶ εἰς αἷμα διαλύων καὶ τοῦτο αὐτῷ νομίζων λογικῆς ἐπιβολῆς ζητοῦντι τὰ ἐξ ὧν ὁ Πέτρος συνέκειτο καὶ ἐν ᾧ ταῦτα ἐθεώρει καὶ τῆς ὁλότητος τὴν γνῶσιν λαβεῖν ἐπιζητήσει, ἆρ’ οὐχὶ καὶ τούτων ἕκαστον εἰς τὰ κοινὰ στοιχεῖα, πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα ἀπαιτηθήσεται συνδιαλύειν, τούτων δ’ αὖθις ἕκαστον εἰς τὸ εἰλικρινές, εἰς τὸ ἐπιμιξίας καθαρεῦον, καὶ ἔτι εἰς ὕλην καὶ εἶδος, καὶ μακρὸν καὶ ἀπέραντον πρὸς τὴν πρώτην ὑπόθεσιν λῆρον; καίτοι γε παρατρέχω, μὴ συναδολεσχεῖν ἐθέλων τοῖς παραληροῦσιν, ὀστοῦν τε καὶ νεῦρον καὶ σάρκα ὑμένα τε καὶ ἀδένα καὶ πιμελὴν καὶ τὰ ἄλλα ἐξ ὧν ἡμῶν συνδιαπλεκόμενον ἀποτελεῖται τὸ σῶμα· δεήσεται δὲ ἄρα ὁ τοιοῦτος ἰατρικῆς τε τριβῆς καὶ σχολῆς καὶ σοφίας μετεωρολόγου καὶ τῆς ἄλλης περὶ τὴν ῥέουσαν γενέσει καὶ φθορᾷ θεωρίας. τίς; ὁ τὸν Πέτρον ἐξ ὧν σύγκειται κατανοῆσαι γνώμην προθέμενος.

καὶ οὔπω τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν καὶ λογικὸν τῆς ψυχῆς εἶπον, εἰς ἅπερ ἡ πολυπράγμων, μᾶλλον δὲ ματαιολόγος διαίρεσις κατὰ τοὺς αὐτῶν προχωρήσει νόμους—ἡ γὰρ τῆς ψυχῆς ὀκταμερὴς διαίρεσις Ζήνωνά τε καὶ Στωϊκοὺς ἐπιγινώσκει—ἀλλ’ ὅπερ ὁ σύμπας τῶν φιλοσοφεῖν σεμνολόγημα ποιουμένων ἐπίσταται χορός, τριμερὴς ἡ ἀνθρωπίνη πέφυκε ψυχή, εἰς ἃ δὴ κατὰ τὸ ἐκείνων ἐπίταγμα τὴν διαιρετικὴν σοφίαν ἀπαραίτητον μὴ συμπαρατείνειν ἑαυτῇ· ναὶ δὴ καὶ ὅσαι διὰ τῶν τριῶν ἑκάστου φύουσι τῶν ἀρετῶν, πάθη τε ὅσα τούτοις προσπίπτει. ὡς δι’ ἀνάγκης τὸν μέλλοντα τὴν τοῦ Πέτρου γνῶσιν προσλαβεῖν μυριοφυῆ μὲν προσδιορίζεσθαι τοῦτον, πάσης δ’ ἀνθρωπίνης καὶ θείας σοφίας εἰς ἄκρον ἀνελθεῖν, ἵν’ ἐν καταλήψει τινὸς γένοιτο τῶν καθ’ ἕκαστα ἀνθρώπων.

Ὁρᾷς τίνες εἰσὶν οἱ τὸν Χριστὸν τριφυῆ, μᾶλλον δ’ ἀπειροφυῆ δογματίζειν ἀνάγκην ἑαυτοῖς ἐπιστήσαντες; ἀλλὰ γὰρ ὁ τῆς ὀρθότητος καὶ καιροῖς ἰδίοις νέμειν εἰδὼς τὰ πρόσφορα λόγος, σκοπῶν μὲν τὸν ἄνθρωπον καθ’ ἑαυτὸν καὶ συνεπισκοπῶν τὰ πρῶτα καὶ κυριώτατα μέρη ἐξ ὧν προσεχῶς ἡμῶν τὸ φύραμα συνεκράθη, τῶν τε δύο φύσεων ὁρᾷ τὸ διάφορον καὶ μιᾶς αὐτὸν πάλιν οὐ παραιτεῖται λέγειν φύσεως, πρὸς τὸ κοινὸν ἐκεῖνο καὶ πλειόνων περιεκτικὸν ἐπιστρέφων τὴν διάνοιαν. οὕτω δὲ καὶ ἐπὶ τοῦ ἑνὸς Χριστοῦ, τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, ἐξ ὧν προσεχῶς ἡ ἕνωσις γέγονε, ταῦτα θεωρῶν καὶ πανευλαβέσι λογισμοῖς ἐτάζων, δύο τὰς ἀχωρίστους καὶ ἡνωμένας καὶ ἀναλλοιώτους φύσεις καθορᾷ, οἷς καὶ κατὰ τὰς πρώτας ἐπιβολὰς ἐνομιλῶν ὁ νοῦς τοσαύτας εἶναι καθορᾷ τὰς φύσεις ὅσαισπερ ἐνέτυχε καὶ πρώτως.

κοινὸν δέ τι καὶ καθολικὸν μηδὲν θεωρῶν, ὅτι μηδὲ πέφυκεν ὅλως μηδ’ ἐπινοεῖσθαι ἐπὶ τοῦ Χριστοῦ, μιᾶς αὐτὸν λέγειν φύσεως οὐκέτι τόλμαν ἀναλαμβάνει, οὐ μὴν οὐδὲ περαιτέρω τῶν πρώτων μερῶν προβαίνων τὰς ἐξ ὧν ταῦτα συνετέθη πολυπραγμονήσει διαφοράς, εἰδὼς τὴν τοιαύτην ἐπιχείρησιν εἰς ἀπειρίαν καὶ τὸ παράλογον τελευτῶσαν· ἀλλ’ ἐκεῖνα νοήσει καὶ τούτοις ἐπαναπαύσεται ἐξ ὧν ὁρίζεται μὲν τὸ ἀόριστον, σαφῶς δὲ δηλοῦται τὸ προκείμενον σύνθετον, ἐκείνων δὲ καὶ τὴν ποσότητα σκοπήσει καὶ τὸν ἀριθμὸν ὁμολογήσει, ἀλλ’ οὐκ εἰς τὴν πολυμερεστάτην καὶ ἀσαφεστάτην ἀποπλανηθήσεται διαίρεσιν. διὸ τοῖς μὲν εὐσεβέσι δύο μόνον φύσεις ἐπὶ Χριστοῦ, θεότητά τε καὶ ἀνθρωπότητα, λέγειν πανταχόθεν περίεστιν ἡ βεβαίωσις· τοῖς δὲ φύσιν τὴν ἑνωθεῖσαν ἀπαραιτήτως πάλιν μετὰ τὰς πρώτας διαφορὰς ἐπιδιαιρεῖν ἡμᾶς ἀπαιτοῦσιν, ὡς τοῦτο τῆς τῶν πραγμάτων φύσεως νομοθετούσης, ἐπί τε τοῦ ἀνθρώπου ἀδιεξιτήτους τὰς φύσεις καὶ ἐπὶ τοῦ Χριστοῦ ματαιοφρονεῖν τε καὶ κενολογεῖν ἄφυκτον ἐπιβάλλει τὸν ἔλεγχον ἡ ἀλήθεια.

Τί ἔτι; ‘εἰ ὁ ἐκ τοῦ πατρός’, φασί, ‘λόγος, ὁ φανερωθεὶς τῷ κόσμῳ σάρξ, τὰς συνελθούσας φύσεις εἶχε κεχωρισμένας, ὁ ἐσθίων αὐτοῦ τὴν σάρκα ζωῆς οὐ μετέχει, μηδὲ μετάσχοι, κεχωρισμένας ἰδικῶς καὶ ἀνὰ μέρος, ὡς ἡ Νεστορίου πλάνη, φρονῶν.’ εἶτα· ‘εἰ δὲ ζωοποιός ἐστιν ἡ σάρξ, φανερὸν ὅτι οὐ κεχώρισται, ἀλλ’ ἥνωται τῇ θεότητι.’ τὸ μὲν ἐπιχείρημα τοιοῦτον, οὐκ ἔξω μὲν προενηνεγμένον ζήλου τὴν εὐσέβειαν προβαλλομένου, πόρρω δὲ τῆς ἐπιγνώσεως κατὰ τὸν θεσπέσιον Παῦλον φερομένου· ἡ δὲ τοιαύτη προαίρεσις μέρει μέν τινι τῆς αἰτίας ἀπολύεται, μέρει δὲ τῷ μεγίστῳ συνέχεται. τίς γὰρ τῶν εὐσεβούντων εἶπέ ποτε ἢ εἰπεῖν ἀνάσχοιτο τὰς συνελθούσας ἐν τῷ ἑνὶ Χριστῷ τῷ ἀληθινῷ θεῷ ἡμῶν φύσεις καθ’ ὕπαρξιν ἰδικὴν κεχωρίσθαι ἢ εἰς δύο διῃρῆσθαι τὰ ἑνωθέντα ὑποστάσεις ἢ ἀνὰ μέρος ἑκατέραν φύσιν διαφόροις ἀτόμοις ἐνθεωρεῖσθαι, ἢ ὡς ἄν τις δύναιτο λέγειν ὁμοδυναμοῦσι ῥήμασι τῆς αἱρέσεως τὴν ἀσέβειαν;

τὸ μὲν γὰρ εἰδέναι τὸ διάφορον τῶν συνελθόντων καὶ σῴζεσθαι τῇ καθ’ ὑπόστασιν συνόδῳ φύσεως ἑκατέρας τὰ ἰδιώματα συνομολογεῖν τε αὐτῶν τὸ ἀναλλοίωτον καὶ ἀσύγχυτον ὁ τῆς ἐκκλησίας θεσμὸς ἐκδιδάσκει· χωρισμὸν δὲ καὶ διαίρεσιν τῶν συνημμένων καὶ τῆς τοῦ Χριστοῦ μιᾶς ὑποστάσεως τὴν εἰς δυάδα τομὴν οὐδετέρους τολμῶντας λέγειν οἱ εὐσεβεῖς τὸ μὴ οὐχὶ τὴν ἐσχάτην δίκην ἀπαιτεῖν παρούσης ἰσχύος οὐκ ἂν βιωτὸν τὸν βίον νομίσαιεν.

Εἰ δέ τις Νεστορίῳ διὰ μάχης ἰέναι δοκῶν ἢ τῷ ἐκ Σαμοσάτων Παύλῳ, εἶτα κατὰ τῶν εὐσεβούντων τὰ χείλη κινεῖ, καὶ οἳ μάλιστα τροπαιοφοροῦσι κατ’ αὐτῶν, ἐπὶ τούτους μεταφέρειν τὴν παράταξιν ἐπιχειρεῖ, λέληθεν ἑαυτὸν μανίας λάφυρον γεγονὼς ἀντὶ τῶν πολεμίων καὶ ἐχθρῶν ἀριστέας βάλλων καὶ στρατηγούς. ὁ δὲ τρόπος οὗτος τῆς ἐπιβουλῆς καὶ παρανοίας μᾶλλον τῆς εὐσεβείας ἀνακηρύττει τὸ ἀμώμητον καὶ εἰλικρινές. ὁ γὰρ οἷς ἂν διαβάλλειν αὐτὴν πεποιθώς, τούτοις ἔλεγχον παρεχόμενος ὅτι συκοφαντεῖ, μάρτυς πάρεστι κἂν ἀκούσιος ὅτι πάσης ἡ εὐσέβεια καθαρεύει διαβολῆς. οὐ γὰρ ἄν, εἴπερ εἶχεν ὁ ἐπηρεαστὴς ἑτέραν τινὰ λαβήν, ταύτην μὲν ἐσίγα, δι’ ὧν δ’ ἔμελλε πικρὸς μὲν αὐτὸς ἐλέγχεσθαι συκοφάντης, λαμπρὰ δὲ τῆς ἀληθείας ἡ ἰσχὺς ἀναφαίνεσθαι καὶ τὸ κάλλος, τούτοις ἂν καταπολεμεῖν αὐτὴν ὑπεστηρίζετο καὶ ἐθάρρει. αἱ γὰρ τῶν ἐπιβουλευόντων μελέται καὶ σπουδαί, οὐκ ἔχουσαι δι’ ὧν αὐταῖς προχωρήσει ἡ ἐπιβουλή, ἐξ ὧν ἀποτυγχάνουσι τοῦ σκοποῦ, κρεῖττον διαβολῆς ἁπάσης καὶ μομφῆς παριστῶσι τῶν ἐπιβουλευομένων τὸ ἀκήρατον καὶ καθαρόν.

Νεστόριον τοίνυν ταῦτα δίδασκε· τῷ ἐκ Σαμοσάτων Παύλῳ ταῦτα ἐπιδείκνυε· Θεόδωρος ὅσον ταύτης σου τῆς ἐπῳδῆς καὶ Διόδωρος οὐκ ἀνέχεται δεῖσθαι, τοσοῦτο μᾶλλον ἐπιδεῖται, καὶ ὅσοι τῆς ἐκείνων μετεσχήκασι λώβης. εἰ δέ τις τοὺς ἐν τῇ κατ’ ἐκείνων παρατάξει συναγωνιστάς, μᾶλλον δὲ πρωταγωνιστάς, ὡς πολεμίων φάλαγγα πειρᾶται βάλλειν καὶ τιτρώσκειν χειρὶ καὶ γλώττῃ καὶ ποδὶ καὶ τὰ κατὰ τῶν κοινῶν ἐχθρῶν ἐπανατείνειν ὅπλα κατ’ αὐτῶν, οὗτος οὔτε τοὺς συμμάχους οὔτε τοὺς ἐχθρούς ἐστιν οὐδ’ ὅλως εἰδὼς οὐδὲ τὴν αἰτίαν δι’ ἣν αὐτοῖς ἀπομάχεται οὐδὲ συναίσθησίν ποθεν τῶν πραττομένων ἔχει. διὸ καὶ τὴν παρ’ αὐτοῦ σκέψιν εἰς ἀμφίβολον περιίστησι, πότερον τοῦ παλαιοῦ Μελάμποδος δεῖται καὶ τῶν Προίτου θυγατέρων τῆς ἰάσεως ἢ τὸν Τενέδιον εἰς ἑαυτὸν ἐκκαλεῖται πέλεκυν.

Ἡμεῖς δέ, ὦ βέλτιστε, τὴν Νεστορίου πλάνην οὐχ αἷς αὐτὴν αἰτίαις ὑπάγεις, ταύταις μόναις ὑπόδικον, ἀλλὰ καὶ μυρίαις ἄλλαις διελέγχοντες τῆς ἀτελευτήτου τιμωρίας ἔνοχον ἐπιδεικνύομεν. ἀρνεῖται γὰρ τὴν κοινὴν τοῦ γένους σωτηρίαν ὁ ἀνὰ μέρος μὲν καὶ ἰδίᾳ τὴν θείαν φύσιν, ἀνὰ μέρος δὲ καὶ καθ’ ἑαυτὴν τὴν ἀνθρωπίνην ὑφιστῶν καὶ τὴν μίαν ὑπόστασιν εἰς δύο διασπῶν· πλάνον τὸν σωτῆρα—φεῦ τῆς Χριστομαχίας τῶν ῥημάτων, πλέον τῆς δόξης—ἀποκαλεῖ, ὅτι μὴ προσλαβὼν τὸ ἡμέτερον φύραμα μηδ’ ἄνθρωπος γεγονὼς ἐβόα· ‘τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελάληκα ὑμῖν;’ σκηνὴν καὶ τραγῳδίαν τὰ Χριστιανῶν μυστήρια, οὐκ ἐν μιᾷ πόλει οὐδ’ ἐφ’ ἑνὶ θεάτρῳ, ἀλλ’ ἐν ὅλῃ θεατρίζει καὶ λοιδορεῖται τῇ οἰκουμένῃ.

εἰ μὴ γὰρ ὁ αὐτὸς ἦν ἄνθρωπός τε ἅμα καὶ θεός, πῶς ὀνομάζει μὲν ἑαυτὸν υἱὸν ἀνθρώπου, θεὸν δὲ πάλιν αὐτὸν ἐξ ἐρωτήσεως ἀνειπόντα τὸν κορυφαῖον τῶν μαθητῶν, αὐτὸν οὐκ ἄλλον, εὖ μάλα τῆς θεολογίας ἀποδεξάμενος ἀμοιβαῖς ὑπερφυέσιν ἀντεδεξιώσατο, τοῦτο μὲν ἐπὶ ταῖς ὁμολογίαις αὐτοῦ τὴν ἐκκλησίαν οἰκοδομηθῆναι καὶ μηδὲ τὰς τοῦ ᾅδου πύλας μηδέποτε κατισχύσειν αὐτῆς ἐπαγγειλάμενος, τοῦτο δὲ ἀποκάλυψιν αὐτοῦ τὴν ὁμολογίαν εἶναι διαμαρτυράμενος οὐ σαρκὸς οὐδὲ αἵματος, ἀλλ’ ἣν ὁ ἀόρατος καὶ ἀκατάληπτος ἀποκαλύπτει πατήρ, κλειδοῦχόν τε τῆς βασιλείας τῶν οὐρανῶν ἀναγορεύει, καὶ οὓς ἂν δήσειεν ἐπὶ τῆς γῆς, ἄλυτον φέρειν κἀκεῖθεν τὸν δεσμόν, οὓς δὲ πάλιν λύσειε, λελυμένους εἶναι τῶν συμπλακέντων τῇ ἁμαρτίᾳ δεσμῶν;

Πῶς· δὲ πάλιν τὸν λόγον ἐλευθέρᾳ γλώσσῃ καὶ λογισμοῖς οὐ συγκεχυμένοις ἐνανθρωπῆσαι Νεστόριος ἐρεῖ, ἐπειδὰν τὸν ἄνθρωπον εἰς ἰδίαν ὑπόστασιν τῆς τοῦ λόγου ὑποστάσεως ἀφορίζῃ καὶ ἀποδιιστᾷ; τίς δὲ τάφον ἐκένωσε; τίς ἡμᾶς τῆς παλαιᾶς τυραννίδος ἐλυτρώσατο καὶ τίς τὰ τοῦ ᾅδου καθεῖλε βασίλεια καὶ θανάτῳ τὸν θάνατον ἐθανάτωσεν; εἰ μὲν γὰρ ὁ τοῦ Νεστορίου ἄνθρωπος, ἐῶ τἄλλα τίς δὲ χάρις θεῷ, ἀνθρώπου τὴν σωτηρίαν τῷ γένει βραβεύσαντος; πῶς δ’ ὁ ἄνθρωπος τῆς ὑπευθύνου φύσεως μέτοχος ὢν τὴν ἀθῴωσιν αὑτῷ τε καὶ τοῖς ὁμοφυέσι κατεπράξατο καὶ πρὸς θεότητος ἔργον καὶ ἀξίωμα τῷ βάρει τῆς παραβάσεως ἀνέδραμε καθελκόμενος, καὶ κτίσματος φύσις τοῦ κτίστου καταπεσὸν καὶ συντριβὲν ἀνεκαίνισέ τε καὶ ἀνεσώσατο τὸ φιλοτέχνημα; καὶ πόσα ἄν τις εἴποι; εἰ δ’ ὁ θεὸς λόγος, τί κέρδος ἡμῖν περιγέγονεν; οὐ γὰρ τὸ ἡμέτερον τὸ ἀρχαῖον ἐχθρόν, ἀλλ’ ὁ πάντοτε κρατῶν ἐξενίκησεν, εἰ κεχωρισμέναι καθ’ ὑπόστασίν εἰσιν αἱ φύσεις, ἀλλὰ μὴ ὁ αὐτὸς θεός ἐστιν ἀληθῶς καὶ ἄνθρωπος ἀληθῶς, καὶ πέπονθε μὲν σαρκί, ἀνέστη δὲ δυνάμει τῇ θεϊκῇ, καὶ τάφον μὲν ὁ αὐτὸς ᾤκησεν—αὐτοῦ γὰρ τὸ σῶμα καὶ οὐκ ἄλλου—, εἰργάσατο δὲ τὴν σωτηρίαν ἡμῶν ὁ αὐτός.

εἰ μὴ τούτων ἑκάτερον τῆς ὑποστάσεώς ἐστι τῆς αὐτῆς καὶ τοῦ ἑνὸς Χριστοῦ, πῶς οὐχὶ δύο τοὺς κηδεμόνας ἡμῶν καὶ προνοητὰς καταγγέλλει ὁ ταῦτα θεομαχῶν, τὸν μὲν παθόντα δι’ ἡμᾶς, εἰ καὶ μηδὲν ὤνησε, τὸν δὲ νικήσαντα τὸν ἐχθρόν, εἰ καὶ μηδὲν ὑπὲρ ἡμῶν ἔπαθε, καὶ τοῦ μὲν θαυμάζει τὸ φιλάνθρωπον, τοῦ δὲ τῆς δυναστείας τὸ μέγεθος, ἐξ οὐδετέρου δὲ τὴν σωτηρίαν ἡμῖν, εἰ καὶ μήπω τῷ ῥήματι, ἀλλὰ τῇ γε δόξῃ καὶ τῷ φρονήματι περιγεγονέναι διατείνεται;

Καὶ μὴν εἰ παραστῆσαι μυριάδας ἀγγέλων ὁ σωτὴρ ἠδύνατο ὑπηρετεῖν αὐτοῦ τῷ βουλήματι, τὸν αὐτὸν δὲ καὶ ἄγγελος ἐπιστὰς ἐνίσχυε καὶ τῆς ἀγωνίας καὶ τῶν ἱδρώτων ἀνελάμβανε, πῶς οὐχ εἷς καὶ ὁ αὐτὸς ὁ ἐνανθρωπήσας λόγος, ὁ παριστῶν μὲν αὑτῷ τὰς μυριάδας ὡς θεός, ἐνισχυόμενος δὲ ὑπ’ ἀγγέλου ὡς τὴν ἡμετέραν σάρκα προσειληφώς; εἰ δ’ ὁ βαπτιζόμενος Ἰησοῦς, οὗτός ἐστιν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ—καὶ γὰρ ἡ πατρῴα φωνὴ τὸν βαπτιζόμενον ἀναγορεύει υἱὸν τοῦ γεννήτορος ἀγαπητόν, αὐτὸν ἀμφότερα καὶ οὐκ ἄλλον—πῶς οὐ μία ὑπόστασις ὁ Χριστός, ἀλλὰ δύο; ἔτι δὲ εἰ υἱός ἐστι τοῦ Ἀβραὰμ ὁ Χριστός, ἔστι δὲ ὁ αὐτὸς καὶ τοῦ θεοῦ, ὡς ὁ θεόπνευστος τὴν γενεαλογίαν ἀναγράφων θεολογεῖ Λουκᾶς, ποῦ χώραν ἕξει τῆς μιᾶς ὑποστάσεως ἡ εἰς δύο κατατομή; πάλιν εἰ ὁ αὐτὸς ἔλεγεν, ‘ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν’ καὶ ‘πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν’, ἔλεγε δὲ οὐκ ἄλλος, ἀλλ’ ὁ αὐτός, ‘ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα’, πῶς οὐκ ἐν τῇ αὐτῇ καὶ μιᾷ ὑποστάσει τὸ ἀψηλάφητον καθορᾶται καὶ ψηλαφητόν, τὸ πνεῦμα καὶ ἡ σάρξ, καὶ τὸ ὁμοούσιον τῷ πατρὶ καὶ τὸ ὁμοούσιον ἡμῖν;

εἰ τὸ ἀπαύγασμα τοῦ πατρὸς καὶ τῆς δόξης αὐτοῦ ὁ χαρακτήρ, ὅπερ ἐστὶν ὁ υἱός, ἐκένωσεν ἑαυτὸν καὶ μορφὴν προσέλαβε δούλου, καὶ ἄνθρωπος εὑρέθη κατὰ πάντα ὅμοιος ἡμῖν χωρὶς ἁμαρτίας, πῶς ἡ Νεστορίου διχοτομία τῆς ὑποστάσεως κατὰ τὸν καιρὸν τῆς παγκοσμίου κρίσεως αὐτὸν οὐ διχοτομηθῆναι παρασκευάσει καὶ τὸ μέρος αὐτοῦ θήσει μετὰ τῶν ὑποκριτῶν;

Χωρὶς δὲ τῶν εἰρημένων, εἰ ὁ λόγος σὰρξ ἐγένετο, οὐδεὶς δὲ τὸν λόγον ἑώρακε, τοῦ δὲ λόγου τὴν δόξαν ἐθεάσαντο οἱ μαθηταί, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, καὶ ἑωράκασιν αὐτὸν καὶ ἐψηλάφησαν ταῖς χερσί, πῶς οὐχὶ δι’ ἑκατέρας τῶν ἱερολογιῶν ἡ αὐτὴ καὶ μία ὑπόστασις ἀνομολογεῖται, ὡς μὲν σὰρξ ὁρωμένη καὶ ψηλαφωμένη, ὡς δὲ θεὸς ἀόρατος καὶ ἀπερίληπτος καὶ ἀψηλάφητος κατανοουμένη; εἰ δὲ τὸ ἀπ’ αἰῶνος μυστήριον ἀποκαλύπτεται τῇ φανερώσει καὶ ἐπιγνώσει τοῦ Ἰησοῦ, δι’ οὗ καὶ τοὺς αἰῶνας ὁ πατὴρ ἐποιήσατο, οὗτος δὲ ὁ υἱὸς καὶ οὐκ ἄλλος ἐκ σπέρματος γέγονε Δαυίδ, τίνα δίκην Νεστόριος ὑπέχων τὴν ἀξίαν ἀποτίσει, τὸν ἀμέριστον τῇ ὑποστάσει εἰς δύο καταμερίζων ὑποστάσεις;

Ἄνευ δὲ τῶν εἰρημένων, εἰ μὴ πέφυκεν ἡ ὑπόστασις τοῦ Χριστοῦ μία, πῶς ὁ Παῦλος ὁ τῶν ἀρρήτων μύστης καὶ τῶν ἀθεάτων θεατὴς ἀναβοᾷ, ‘Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας’; καὶ εἰ δύο ὑποστάσεις ὁ Χριστός, πῶς ἔσχεν ἐν γαστρὶ ἡ παρθένος ἐκ πνεύματος ἁγίου καὶ ἔτεκεν υἱόν, ὃς μετὰ τοῦ ἡμετέρου φυράματος θεὸς προῆλθεν ἰσχυρός, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος καὶ τῇ σαρκὶ καλυπτόμενος ἐπεγνώσθη; πῶς δὲ ὁ θεὸς ἡμῶν, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη; καὶ βίβλους ἂν πολυστίχους τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν ῥημάτων τε καὶ θεωρημάτων καὶ τῶν προφητικῶν χρησμῶν ἡ παράθεσις καὶ χρῆσις ἀναπληρώσει, δι’ ὧν ἡ σεσαρκωμένη τοῦ λόγου ὑπόστασις μία θεολογεῖται καὶ ἡ Νεστοριανὴ δυσσέβεια ἐξελέγχεται καὶ καταργεῖται.

Ἀλλ’ ἐρρέτω Νεστόριος καὶ ἡ Νεστορίου ἀπόνοια, καὶ σὺν Διοσκόρῳ καὶ Σεβήρῳ καὶ ὅσοι τὰς ἀσυγχύτους φύσεις συναλλοιοῦσι, κἂν μήπω τῇ φωνῇ, τῷ δὲ πράγματι, εἰς μίαν φύσιν, ἐκεῖθεν—οἴμοι—τῶν τολμημάτων τὴν συναίσθησιν ἕξουσιν, ἂν μὴ ἐνταῦθα, ὅτε καὶ ἡ μεταμέλεια τὸ ἀνόνητον καὶ ἡ τιμωρία τὸ ἀδυσώπητόν τε καὶ ἄφυκτον τοῖς τιμωρουμένοις ἐπάγει· καὶ καιρός ἐστιν, εἴπερ τις ἄλλος, συνιέναι ὡς οὕτω πλάνη διαπέπτωκεν ἑκατέρα τῆς ἀληθείας, ἥν τε Νεστόριος καὶ ἣν οἱ ἀπὸ Σεβήρου καὶ Ἰακώβου παρηνέχθησαν πλανᾶσθαι, ὥστε τῶν προειρημένων θεοπνεύστων λογίων αἱ παραθέσεις παραπλησίως, εἴπερ τις ἐθέλοι χρῆσθαι, διελέγχουσι τὴν κατὰ διάμετρον αὐτοῦ ἀπόστασιν. ἐρεῖς γάρ, ὑποδείγματος εἰπεῖν χάριν· εἰ μία φύσις ἐπὶ Χριστοῦ θεωρεῖται, πῶς ἡ καθ’ ἡμᾶς διὰ τοῦ σώματος τάφον οἰκοῦσα τῶν ὁμοφυῶν σωμάτων ἐκένου τοὺς τάφους καὶ τὴν τοῦ ᾅδου πᾶσαν ἐσκύλευσε δυναστείαν; καὶ γὰρ ὁ μίαν δοξάζων φύσιν οὐχ εὑρήσει λόγον συνήγορον οὐδαμόθεν ἐπὶ Χριστοῦ λέγειν ὡς νόμοις μὲν φύσεως τῆς ἡμετέρας ὁ λίθος ἦν τοῦ δεσποτικοῦ σώματος τάφος, κράτει δὲ θεότητος τοῖς ἐν ᾅδῃ κατεχομένοις παρεῖχε τὴν ἐλευθερίαν.

τῷ μὲν γὰρ μίαν πρεσβεύοντι τὴν ὑπόστασιν ἡ πρὸς τὴν δυάδα τῶν φύσεων καταφυγὴ καὶ θεωρία σαφεστάτη τοῦ ζητουμένου καθίσταται λύσις· ἡ δὲ τῆς μιᾶς φύσεως καινοτομία, οὐδαμῶς ὑποθέσθαι δυναμένη τὸ δυαδικὸν τῆς οὐσίας, αἷς ἦν ῥᾴδιον διαστέλλεσθαι τὰ θεῖα τῶν ἀνθρωπίνων, ἄφυκτον καθ’ ἑαυτῆς τὸν ἔλεγχον ἐπιφέρει. ὥσπερ δὲ ἐπὶ τοῦ νῦν ῥηθέντος ἐμεθοδεύθη θεωρήματος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἡ παραπλήσιος ἀκριβολογία ἀσφαλεστάτην μὲν ἐπιδείξεται τὴν ὑπὲρ τῆς εὐσεβείας ἱερολογίαν, ἐπισφαλεστάτην δὲ τὴν Ἰακώβου κακοδοξίαν.

Ἀλλ’ οὕτω μὲν τοῖς θείοις λόγοις ἑκατέρα τῶν αἱρέσεων τοῖς αὐτοῖς καταβαλλομένη τὸ συγγενὲς ἐπ’ εὐσεβείᾳ πρὸς ἑαυτὰς καὶ οἰκεῖον, κἂν ἐξ ἀντιθέτου γνώμης, ὁρᾶται προβαλλομένη. παρετίθετο δέ σου τὸ γράμμα καὶ μαρτυρίας ἀνδρῶν θεοφόρων, τῶν θεσπεσίων λέγω Γρηγορίων, ὧν θάτερον. μὲν ἡ σὺν παρρησίᾳ θεολογία τοῦ πνεύματος θεολόγον ἐπονομάζει, ἡ δὲ τῶν παραδόξων πράξεων ἐργασία τὸν ἕτερον θαυματουργὸν προσαγορεύει. ἔλεγον δὲ αἱ μαρτυρίαι ὅτι μίξιν οὗτοι καὶ ἕνωσιν ἀσυγχύτως τῶν δύο φύσεων ἐπὶ Χριστοῦ δογματίζουσιν. ἀλλὰ πῶς οὐκ ἂν εἴησαν αὗται δικαιότεραι συγκροτεῖν ἡμᾶς προενηνεγμέναι ἀντὶ τοῦ καθ’ ἡμῶν προβάλλεσθαι, καὶ τῆς εὐσεβείας μαρτυροῦσαι τὴν ἀκρίβειαν; καὶ γὰρ καὶ ἡμεῖς τὴν ἕνωσιν τῶν δύο φύσεων ἐπὶ Χριστοῦ πρεσβεύειν εἰλικρινῶς ἐπιστάμεθα, τὸ ἄτρεπτον αὐτῶν συντηροῦντες καὶ ἀσύγχυτον. σὺ δέ, εἰ βούλει (πάλιν γὰρ οὐκ ἄκαιρον ἡμῖν εἰσάγειν τὴν ἐπίκαιρον συμβουλήν) Νεστορίῳ ταῦτα εἰπέ, ἀπάγγειλον Παύλῳ, νομοθέτησον καὶ τοῖς ἀπὸ Σεβήρου καὶ Διοσκόρου, ἔστω σοι καὶ Ἰάκωβος ὁ Σύρος εἰ βούλει τῆς νομοθεσίας κατήκοος, ὃς οὐ μᾶλλον ἦν ὁμόφυλος τῷ προπάτορι Δωὴκ ἢ τὴν φαύλην προαίρεσιν καὶ γνώμην ὁμότροπος.

ὁ μὲν γὰρ κατὰ τοῦ Δαυὶδ καὶ τῶν νομικῶν ἱερέων τὴν τοῦ Σαοὺλ μιαιφονίαν παρώξυνεν, ὁ δὲ κατὰ τοῦ πρώτου ἡμῶν ἀρχιερέως καὶ νέου Δαυὶδ τὸ κατὰ σάρκα τοῦ θεοῦ λόγου τὴν οἰκείαν καὶ ἀκρατῆ γλῶσσαν προὔτεινε, τὰς ἐν αὐτῷ θεωρουμένας συναλείφων καὶ συνδιαφθείρων φύσεις, ἢ θατέραν πάντως ἀναιρεῖν ἀποθρασυνάμενος.

Ἀλλὰ γὰρ τὸ μὲν προτεθέν σοι τούτοις τε καὶ τοῖς τοιούτοις ἁρμόσει προβάλλεσθαι, ἵν’ εἰδεῖεν ὡς ἐπειδὰν ἡ ἕνωσις τὸ ἄτρεπτον οἶδε καὶ ἀσύγχυτον, οὐδὲ τῶν δύο φύσεων παραιτεῖται τὴν ἐκφώνησιν. ἐπίσταται γὰρ εἴπερ τι ἄλλο τῆς εὐσεβείας ἡ ἀκρίβεια, ὥσπερ τὴν σύγχυσιν καὶ τροπήν, οὕτω τὴν διαίρεσιν καὶ τὸν χωρισμὸν ἐπὶ τῆς ἐν Χριστῷ καθ’ ὑπόστασιν ἑνώσεως ἀπωθεῖσθαί τε καὶ τῶν αὐτῆς δογμάτων ποιεῖν ὑπερόρια. ταῦτα δὲ φιλοσοφοῦσα, σῴζεσθαι τὴν διαφορὰν τῶν ἡνωμένων συμφιλοσοφεῖ· τούτων δὲ σῴζουσα τὴν διαφοράν, συναναθεωρεῖ κἀκεῖνα ὑφεστάναι ὧν ἐγίνωσκεν ὑπάρχουσαν τὴν διαφοράν· ταῦτα δὲ οὐχ ἕν, ὅτι μηδὲ πέφυκε, συνορῶσα, ὥσπερ δύο ἐννοεῖν, οὕτω καὶ ἀριθμεῖν συνεπίσταται καὶ ὀνομάζει. ὀνομάζονται τοιγαροῦν αἱ δύο φύσεις, ὅτι καὶ ἀριθμοῦνται· ἀριθμεῖσθαι δὲ φύσιν ἔλαχον, διότιπερ ἡ τῶν ἰδιωμάτων διαφορὰ τὴν διαφθορὰν οὐχ ὑπέστη· τὰ δὲ τὸ ἄτρεπτον καὶ ἀσύγχυτον συνιστάνει· ἐκ δὲ τούτων ἡ τῶν ἑνωθέντων ὕπαρξις ἀναντιρρήτῳ διασῴζεται λόγῳ· ἡ δὲ τὴν οἰκείαν σωτηρίαν ἀπλανεστάτῃ κρίσει προβαλλομένη καὶ τὸν ἀριθμὸν καὶ τὴν δυάδα ἐν ἴσῳ τε τοῖς λογισμοῖς ἀναδέχεσθαι στηρίζει καὶ καταλλήλοις ῥήμασιν ἀπαγγέλλειν. οὐδὲν γὰρ ὀρθῶς τε καὶ ἀδιστάκτως ἐννοηθὲν τὴν διὰ τῶν λόγων δήλωσιν ἀπαρνεῖται.

Δύο δὲ τὰς φύσεις ὁμολογοῦμεν, οὐκ ἀνὰ μέρος διῃρημένας, οὐχ ὑποστάσεσι τεμνομένας, οὐχὶ τῆς ἑνότητος διισταμένας, οὐχὶ τὴν συνάφειαν τῶν ἑνωθέντων δόξῃ καὶ τιμῇ κατασοφίζεσθαι μηχανώμενοι καὶ ἀξίᾳ· ἕνα Χριστόν, ἕνα υἱόν, μίαν κηρύττομεν τὴν τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ὑπόστασιν. ἀκουέτωσαν Νεστόριοι καὶ Ἰάκωβοι· ἐρρέτω πᾶσα γλῶσσα συκοφαντίας· καταισχυνέσθωσαν αἱ ἀναίσχυντοι κατηγορίαι· καταδυέτωσαν εἰς ᾅδου πέταυρον οἱ τὸ φῶς σκότος λέγοντες καὶ τὸ σκότος τιθέντες εἰς φῶς. ἀνεπηρέαστος ἕστηκεν ἡ ἀλήθεια, κραταιοτέρα μᾶλλον ἐπιδείκνυται τὰς λαβὰς ἁπάσας κατὰ τῶν ἐπηρεαζόντων ἀναστρέφουσα. οἷς οὖν οὐκέτι πρόσχημα καὶ καταφυγὴ τῆς ἀτοπίας τοὺς πατέρας διδασκάλους ἐπιγράφεσθαι, οὗτοι μίαν ὑπόστασιν ὡς ἐκεῖνοι, ἀλλὰ μὴ μίαν φύσιν ὡς Μάνης καὶ Ἀπολινάριος καὶ φρονείτωσαν καὶ λεγέτωσαν, καὶ μήτε τὴν μίαν ὑπόστασιν εἰς δύο διαιρεῖν παραγέσθωσαν μήτε τὰς σῳζομένας ἐν τῷ ἑνὶ Χριστῷ δύο φύσεις ἀναιροῦντες μίαν ἀναπλάττειν καὶ δημιουργεῖν τόλμαν ἀτόλμητον μὴ δῆτα προσλαμβανέτωσαν· ἑκάτερον γὰρ ἀσεβὲς καὶ δόξης ἀπὸ θεοῦ χωριζούσης ὑπεύθυνον.

Σκόπει δὴ οὖν καθ’ ἑαυτὸν τοὺς λογισμοὺς ἀναστρέφων, ὦ φίλων καὶ συγγενῶν—εἴη δέ μοι καὶ ὁμοδόξων εἰπεῖν—σεμνολόγημα, καὶ τὸ λογοθέσιον τῆς ἀληθείας καθίζων ἀδέκαστον σεαυτῷ, ὡς Ἄρειος μὲν ὑπὸ παραπετάσματι τῇ συνθέτῳ φύσει τὴν μίαν τοῦ Μάνεντος ἐπεσκίαζεν, Ἀπολινάριος δὲ πάλιν τὸ προφανὲς τῆς Ἀρείου πλάνης ἀποκλίνειν προσποιούμενος τὴν σύνθετον μὲν οὐκ ἐξώμνυτο, ἵνα δὲ δόξῃ μὴ ὁμοδοξεῖν ἐκείνῳ; οὐχ ὡς Ἄρειος ἄψυχον τὴν σάρκα, ἔμψυχον δὲ συγχωρῶν, ἀφηνιάζων Ἀρείου μορφὴν ἀπατῶσαν περιεβάλλετο. ἀλλ’ ὥσπερ οὔτε Ἄρειον οὔτε Ἀπολινάριον οὐδὲν ὤνησεν ἡ μηχανὴ τὸ μὴ οὐχὶ τὴν ἐσχάτην δίκην ἀποτῖσαι, οὕτω κἂν ἄγγελός τις ἐξ οὐρανοῦ τὴν πρὸς ἐκείνους ἀναδεχόμενος μίμησιν προσθήκαις τισὶ τὴν αἱρετικὴν οἰκειουμέναις συγγένειαν καὶ παραλλαγαῖς τὴν μίαν φύσιν ἐπικρύπτειν καὶ συνεπισκιάζειν ῥᾳδιουργῇ, οὐδὲν ἧττον τὴν ἀπὸ Μάνεντος σπορὰν τῆς ἀσεβείας πρὸς γεωργίαν τελεσφορούμενος ἐξελέγχεται, καὶ δηλονότι τὴν ἴσην, ἵνα μὴ λέγω τὴν μείζω, δίκην εἰσπραχθήσεται.

Ὁ Ἑωσφόρος ὁ τὸ πρωὶ ἀνατέλλων, ὅτι δίκας ὑπέχουσι καὶ οἱ νόες ἁμαρτάνοντες, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἔστω σοι τοῦ λόγου μαρτύριον· ὃς καθάπερ ἀστραπὴ πεσὼν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν ἀντὶ φωτὸς ἐγένετο σκότος καὶ ζόφον οἰκεῖν ἀντὶ τῆς οὐρανίου δόξης καὶ λαμπρότητος κατακέκριται. ναὶ δὴ καὶ αὐ<τὸς> τῆς οἰκουμένης ὁ διδάσκαλος ‘κἂν ἄγγελος’ φησὶν ‘ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ παρειλήφειτε, ἀνάθεμα ἔστω’. εἰ δ’ ἄγγελος τὴν αἱρετικὴν εἰσηγούμενος πλάνην οὐδεμίαν ἀφορμὴν διαφυγεῖν τὴν δίκην πορίζεται, ἀλλὰ καὶ ἀποτρόπαιος τοῖς εὐσεβέσι πᾶσι καθίσταται, πῶς οὐ λίαν ἐλεεινὸν καὶ δακρύων ἄξιον ἀνδραρίοις ἐπακολουθεῖν πανταχόθεν τὸ κατεγνωσμένον ἐπίσημον ἔχουσι καὶ γνώμονας τούτους νομίζειν τῆς πίστεως, καὶ μίαν ἐπὶ Χριστοῦ σύνθετον φύσιν δογματίζειν, μάλιστά γε τοὺς θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν Χριστὸν πρεσβεύειν οὐκ ἀπαρνουμένους; ὅσῳ γὰρ τῆς εὐσεβείας ἐγγὺς οὗτοι γενόμενοι αὐτίκα ταύτης ἀποσκιρτῶσι, τοσοῦτον τῶν μηδὲ πλησιασάντων εἰσὶν ἀθλιώτεροι. οὐ γὰρ ἴσον ἐν ἀπολαύσει φωτὸς ὅλως γινομένοις ἀποστρέφεσθαι τὴν λαμπρότητα καὶ τοῖς μηδ’ ὅλως πειραθεῖσι μηδ’ εἰς ἔρωτα καθίστασθαι τοῦ τῆς εὐσεβείας ἀμαρύγματος.

καὶ τοῖς μὲν ἀκόλουθον γίνεται τοῖς προλαβοῦσι τὸ δυσσέβημα, ἀτελῆ γὰρ οὗτοι τὴν προσληφθεῖσαν φύσιν φανταζόμενοι ἀκολούθως οὐδ’ ἐν τῇ συνθέσει ταύτην διασῴζουσιν· οἷς δὲ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος ὁ Χριστὸς ὡμολόγηται, τῷ ἀτόπῳ συνεισάγεται καὶ τὸ ἀνακόλουθον, τὸ γὰρ ἑκατέρᾳ τελειότητι τὴν οἰκείαν ἐφαρμόττον φύσιν μὴ ἀνέχεσθαι, τὸ τέλειόν ἐστιν ἀνομολογεῖν εἰς τὸ ἀτελὲς περιίστασθαι. ὥστε εἴη ἂν τούτοις τὸ τέλειον τῷ ἀτελεῖ συνιστάμενον καὶ τὸ ἀτελὲς τοῦ τελείου τῇ φύσει παρατεινόμενον· καὶ πῶς οὐκ ἂν εἴη τοῦτο τῶν ἀτόπων ἀτοπώτατον;

Τί δὲ ἕτερον προβάλλεται τὸ τῆς ἐπιστολῆς πολυάσχολον; ‘τὸ ἡνωμένον οὐ κεχώρισται’, φησί. καὶ τίς τὸ ἡνωμένον, ὦ τᾶν, μὴ ἀπορρυεὶς τῶν φρενῶν κεχωρισμένον ἐρεῖ; τὸ γὰρ ἡνωμένον καθὸ ἥνωται πῶς κεχώρισται; οὐδὲν γὰρ ἕτερον ὁ τοιοῦτος λέγει ἢ ὅτι τὸ αὐτὸ ἡνωμένον τε καὶ μὴ ἡνωμένον κατὰ τὸ αὐτὸ προσῆκε παρανοεῖν. ὥσπερ δὲ τὸ ἡνωμένον τῷ ἀχωρίστῳ συνέχεται, οὕτω δὴ καὶ τὸ ἀσύγχυτον διακρατεῖται τῷ διαστέλλοντι· καὶ τὸ ἄτρεπτον τῆς τροπῆς μὲν τοῖς ὅροις οὐ περιέχεται, ἐπιστηρίζεται δὲ τῇ ἑτερότητι. ἥνωνται μὲν οὖν καθ’ ὑπόστασιν αἱ φύσεις καὶ χώραν ὁ χωρισμὸς διαστῆσαι τῆς ἑνώσεως οὐκ ἔχει· οὕτω γὰρ ἂν εἴη τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ κεχωρισμένον καὶ ἀχώριστον. διαφέρουσι δὲ πάλιν αἱ φύσεις ἀλλήλων αἱ ἐν τῇ μιᾷ λαβοῦσαι τὴν συνάφειαν ὑποστάσει, καθὸ μήτε τῶν οἰκείων ἰδιωμάτων τοὺς λόγους ἀπεσκευάσαντο μήτε σύγχυσιν μήτε ἀναίρεσιν μηδετέρα τούτων τῆς ἰδίας σωτηρίας παρεδέξατο· εἰ δὲ μή, ὁ αὐτὸς πάλιν ἐπαναστραφήσεται λόγος ὁ σῴζειν ἐν τῷ μὴ σῴζεσθαι τὰ ἰδιώματα καὶ ἐν τῷ ἀναιρεῖσθαι συνίστασθαι τὰ ἀναιρούμενα τοὺς τὰ τοιαῦτα φρονοῦντας ἐξελέγχων νομοθετεῖν καὶ μηδεμίαν συναίσθησιν ἔχειν ὁμολογοῦντας τὰ ἀντικείμενα.

Οἱ μὲν οὖν ἐπὶ Χριστοῦ τὸ δυαδικὸν τῶν φύσεων ἀσύγχυτόν τε καὶ ἀδιαίρετον φρονοῦντες αὐτὸν ἔχουσι τὸν σωτῆρα καθηγητὴν καὶ διδάσκαλον τοῦ σεβάσματος. αὐτὸς γὰρ οὐχ ἅπαξ οὐδὲ δίς, ἀλλὰ καὶ πολλάκις προσεῖναι τὴν ἐν αὐτῷ φύσιν διεμαρτύρατο, διαρρήδην ἄνθρωπον ἑαυτὸν εἶναι καὶ δεικνὺς καὶ ἀποφαινόμενος· καὶ πάλιν τὴν θεότητα δι’ ὧν αὐτοῦ πρὸς τὸν πατέρα τὸ ἓν καὶ τὸ ἀπαράλλακτον ἀνεκήρυττε καὶ τὴν πατρικὴν οὐσίαν ἐν ἑαυτῷ καθορᾶσθαι διδασκαλίαν προὐτίθετο, ἡνίκα μάλιστα τοῖς μαθηταῖς τὸ μακάριον ἐκεῖνο ποθοῦσιν ἀνεκάλυψε θέαμά τε καὶ θεώρημα.

οἱ δὲ τὴν μίαν σκηνοποιοῦντες φύσιν τῆς Οὐαλεντίνου καὶ Μάνεντος τραγῳδίας τὰ δράματα ὑποβάλλονται, εἰ καί τινες αὐτῶν αἰσχυνόμενοι τοὺς χορηγοὺς ὑπὸ προσωπείοις δραματουργοῦσι καὶ θεατρίζουσι τὴν ἀσέβειαν· ἢ εἰ βούλει, καὶ τῶν εἰρημένων προγενεστέρους τῶν Ἰουδαίων τοὺς ἀγνώμονας, οἳ καθ’ ἕνα τῶν πολλῶν καὶ οὐχὶ θεὸν ἐνανθρωπήσαντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δυσφημήσαντες νῦν μὲν λίθοις ἔβαλλον, τῆς θεότητος αὐτοῦ φιλανθρώπως παραδεικνύειν ἐπιχειροῦντα τὸ ἀξίωμα, νῦν δὲ τοῦ ὄρους κατακρημνίζειν ἀνεβακχεύοντο, ἄλλοτε δὲ καὶ τοὺς τεκόντας εἰς ἀναίρεσιν καὶ ὕβριν τῆς θεότητος ἐπεφέροντο καὶ τοῖς μὲν ταπεινοτέροις τὰ ὑψηλὰ καθέλκειν διηγωνίζοντο, τοῖς ὑψηλοτέροις δὲ οὐδὲν τῶν ταπεινοτέρων συνανυψοῦν οὔτε τῆς ἀλαζονείας οὔτε τῆς ἀπονοίας αὐτοὺς συνεχώρει τὸ βούλημα.

Ὁρᾷς τίνος μὲν διδασκαλίας ἡ εὐσέβεια καθέστηκε μάθημα, τίνων δὲ ἀρχηγῶν ἡ αἵρεσις προελήλυθεν; αἱ γὰρ περίνοιαι καὶ προσθῆκαι αὔξουσι μὲν καὶ περιθάλπουσι τὰ γεννήματα καὶ τὴν προτέραν αὐτῶν καλλωπίζειν ἀσχημοσύνην ἐκμηχανῶνται καὶ γύμνωσιν· οὐ μὴν ἀνεκτότερόν πως ἔχειν τὴν βλασφημίαν αὐτοῖς μεθοδεύουσιν οὐδὲ τὴν πρὸς ἐκείνους συγγένειαν παραγράφονται. ἀλλὰ γὰρ ἡ εὐσέβεια τῆς δεσποτικῆς διδασκαλίας περιπτυσσομένη τὸ ἀνόθευτον καὶ τῶν μαθητῶν αὐτοῦ πειθαρχοῦσα τῷ κηρύγματι, ἑκατέραν μὲν τῶν ἐκ διαμέτρου μαχομένων ἀλλήλαις καταδικάζει δυσσέβειαν καὶ τῆς οἰκείας ὑπερορίζει θεότητος, παραινεῖ δὲ πάντας μηδένα τῶν ἐπὶ γῆς ῥαββὶ μήτε νομίζειν μήτε ὀνομάζειν μηδ’ ὑποτρέχειν κλῆσιν Εὐτυχοῦς μήτε Σεβήρου μήτε Διοσκόρου μήτε τοῦ Σύρου Ἰακώβου ἀντὶ τῆς ἐπωνυμίας Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τοῦ λύτρον τὸ οἰκεῖον αἷμα δεδωκότος ὑπὲρ τῆς ἡμῶν ἀναρρύσεως, μηδὲ δι’ ἑτέρας προσηγορίας ἐν τῇ τῆς πίστεως ὁμολογίᾳ γνωρίζεσθαι. εἷς γάρ ἐστι καθηγητὴς ἡμῶν ὁ Χριστός, ὃς τὸ μυστήριον ἡμᾶς τῆς εὐσεβείας ἐμυσταγώγησε, δι’ οὗ σεσώσμεθα καὶ σῳζόμεθα οἱ ἀληθῶς ἐκείνου μαθηταὶ τὸν πόθον ἄσβεστον ἔχοντες καὶ εἶναι καὶ ὀνομάζεσθαι.

Στῆτε τοιγαροῦν μεθ’ ἡμῶν ἐπὶ τῆς πέτρας, ἥτις ἐπὶ τῇ τοῦ κορυφαίου τῶν μαθητῶν ὁμολογίᾳ ἐστερέωται. οὐκ ἔστιν εὑρεῖν θεμέλιον ἕτερον ἐν ᾧ τῆς κατὰ Χριστὸν οἰκοδομῆς ἡ ὀροφὴ καὶ τελείωσις ἐπιστηρίζεται. ἡ παράδοσις τῶν ἄλλων μαθητῶν τοῦ λόγου ἐποικοδομείτω ὑμῖν τὰ ἑπόμενα τῷ θεμελίῳ καὶ κατάλληλα. τῆς μιᾶς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἐναγκαλιζόμενοι τὸ φρόνημα περιπτύσσεσθε· τοῖς ἐχθροῖς αὐτῆς καὶ πολεμίοις εἰς σπονδὰς ἰέναι φοβερὸν ἡγεῖσθε καὶ προδοσίαν τῆς πίστεως. τὴν τῶν Ἰουδαίων ἀπόνοιαν καὶ τὴν ἀλαζόνα γνώμην ἐκτρέπεσθε· τὴν τοῦ Μάνεντος θεομαχίαν βδελύττεσθε· ἡ μίμησις Ἀρείου καὶ Ἀπολιναρίου κατὰ μηδὲν ὑμῖν ἐναποματτέσθω τῷ χαρακτῆρι τοῦ δόγματος·

Εὐτυχέα μυσάττεσθε· Διόσκορον καὶ Σεβῆρον καὶ Ἰάκωβον ὡς ἰὸν ἀσπίδων ὑπὸ τὴν γλῶτταν φέροντας ὡς πορρωτάτω διωθεῖσθε καὶ ἀπελαύνετε καὶ τὴν ἐξ αὐτῶν ἅπασαν πολύτροπόν τε καὶ πολυμερῆ διασπορὰν ὡς ἐπισπορὰν τοῦ πονηροῦ καὶ τὰ ζιζάνια φύουσαν τῷ πυρὶ τῆς ὀρθοδοξίας καταφλέγοντες ἀφανίζετε. οἴκοθεν οὗτοι προβάλλονται τὸ εἰδεχθὲς αὐτῶν καὶ ἐβδελυγμένον τοῦ φρονήματος· καὶ γὰρ εἰς τεκόντας καὶ τικτομένους κατατεμνόμενοι οὐδὲν ἔλαττον ἢ τὰ τῆς ἐχίδνης τέκνα κατεσθίουσι τοὺς γεννησαμένους καὶ διασπαράσσουσι, τὸν σπαραγμὸν αὐτῶν οἰκείαν ποιούμενοι γέννησιν καὶ μισθὸν ὥσπερ τοῦ τόκου τὴν φθορὰν τοῖς τεκοῦσι καταβαλλόμενοι· ἐξ οὗ καὶ τὸ πολύμορφον τῆς ἀσεβείας ταύτης καὶ πολυκέφαλον θηρίον καὶ ἀκέφαλον διαποικίλλεται.

Ἔτι δὲ ὑμῶν τῷ γράμματι περιείχετο ὡς ἑτέραν διδασκαλίαν παρ’ ἣν ὑμᾶς ὁ ἱερὸς Γρηγόριος ἐξεπαίδευσεν οὔτε παρεδέξασθε οὔτε παραδέχεσθαι νομίζετε ἀκατάγνωστον, ἀλλ’ ἐν τῇ αὐτῇ πίστει διαφυλάττεσθε, μηδαμῶς δεόμενοι συνόδου τοπικῆς πρὸς ὁδηγίαν τοῦ κρείττονος. ἀλλ’ ὁ μὲν θεῖος ἐκεῖνος ἀνήρ, ὦ βέλτιστε, τῆς εἰδωλικῆς πλάνης ὅτιπερ ὑμᾶς ἀπήλλαξεν εὖ ἐπιστάμεθα καὶ πρὸς θεογνωσίαν ἀπὸ τῆς παντελοῦς δεισιδαιμονίας μετέστησε καὶ τῶν τῆς εὐσεβείας μυστηρίων καθ’ ὅσον ἐνῆν δυνατὸν νεοπαγεῖ λαῷ καὶ γάλακτι μόνῳ τρέφεσθαι δυναμένῳ κατὰ τὸν θεῖον Παῦλον μετέδωκε· καὶ θαυμάζεσθαι μέν ἐστι τῆς περὶ ὑμᾶς προνοίας καὶ οἰκονομίας ἄξιος, θαυμάζεσθαι δὲ τῶν ὑπὲρ εὐσεβείας ἀγωνισμάτων καὶ τῶν μαρτυρικῶν ἱδρώτων καὶ τῆς ἄλλης ἀρετῆς καὶ τελειότητος· οὐ δήπου δὲ δεῖ τὴν δεσποτικὴν διδασκαλίαν ταῦτα ἐν ἐλάττονι μοίρᾳ τῆς τοῦ δούλου ποιεῖν εἰσηγήσεως ἢ ἀπ’ ἐναντίας οἴεσθαι φέρεσθαι, οὐ μὴν οὐδὲ τῶν πρώτων μαθητῶν τοῦ λόγου καὶ τῆς αὐτοψίας κατηξιωμένων. διαβολὴ γὰρ τοῦτο <τοῦ> θαυμαζομένου καὶ τῶν προλαβόντων ἐπαίνων ἀθέτησις.

Ἀλλὰ Γρηγόριος μὲν ὁ θαυμάσιος ἐκεῖνος πρέπουσάν τε τῷ καιρῷ καὶ διανοίαις ἄρτι καθαιρομέναις πολυχρονίου πλάνης καὶ τῶν εἰδωλικῶν μολυσμάτων τὴν διδασκαλίαν εἰσηγήσατο, πολλὰ δὲ τῶν εἰς ἀκρίβειαν ὁρώντων ἀνετίθει τέως θησαυρίζεσθαι, καιροῖς ἰδίοις τὴν ὠφέλειαν αὐτῶν ἀνακαλύπτεσθαι διοικονομούμενος. μαθητὴς γὰρ ἦν γνήσιος τοῦ εἰπόντος σωτῆρος ἡμῶν, ‘πολλὰ ἤθελον λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι’. καὶ τὸ μέγιστον, ὅρα πρὸς τίνας ὁ λόγος· πρὸς τοὺς σαγηνεύσαντας τὴν οἰκουμένην τῷ κηρύγματι. οὐκοῦν καὶ Γρηγόριος ὁ θεῖος πολλὰ μὲν ὑπέστελλε θεοσόφῳ προνοίᾳ τῶν ἀκριβεστάτης διασκέψεως δεομένων, οὐ μὴν ὑπεναντίον τι—μὴ γένοιτο—τῶν δεσποτικῶν θεσπισμάτων παρεισάγειν ὑμῖν ἐνενόησε, μὴ ὅτι γε παραδέδωκεν· ἀλλ’ οὐδὲ πατράσιν οἷς ὁμόφρων ὑπάρχειν μέγα κλέος ἐποιεῖτο, οὔτε τοῖς προλαβοῦσιν οὔτε μὴν οἷς ὁ χρόνος ἐπεδείξατο συνακμάσαι, οὐμενοῦν οὐδὲν μαχόμενον ὤφθη, ἀλλ’ οὐδ’ εἰς ὑπόνοιαν ὅλως τοῖς εὐσεβέσι κατέστη διαπράξασθαι. παραλιπεῖν δὲ αὐτὸν τῆς ἀκριβείας ἔνια διὰ τὰς εἰρημένας αἰτίας οὐδὲν ἀπεικός, μᾶλλον δὲ καὶ ἀναγκαῖον καθέστηκεν.

Καὶ μὴν καὶ εἰ μηδὲν ἦν τῶν τελειοτέρων ὅσα <ὁ> μέχρις αὐτοῦ διηκριβώσατο χρόνος παραλελοιπώς, οὐδ’ ἦν τὸ τοῦ ἔθνους νεοπαγὲς καὶ δυσανάγωγον ἐμποδὼν ἱστάμενον πρὸς τὰ ὑψηλότερα καὶ θειότερα τῶν μαθημάτων ἀνάγεσθαι, οὐδ’ οὕτως ἐνῆν δυνατόν, ὅσα τῷ μέλλοντι λογοθετηθέντα διεκρίθη καὶ πρὸς τὸ ἀναμφίβολον ἐκ τοῦ ἀμφιβόλου προελήλυθε, ταῦτα μήπω μηδ’ εἰς ζήτησιν καταστάντα ὡς ὁμολογουμένην τὴν γνῶσιν ἀπειληφότα πᾶσι προτιθέναι καὶ κοινὴν τὴν ἐξ αὐτῶν παρέχειν ὠφέλειαν.

Ἄλλως τε δὲ καὶ τῶν ζιζανίων ὁ σπορεὺς οὐ διαλείπει κατασπείρων ἐν τῷ δεσποτικῷ ἀγρῷ τὰ πονηρίας σπέρματα, ἀλλ’ ὥσπερ ἐν τῷ παρελθόντι χρόνῳ τῆς καθ’ ἡμῶν οὐκ ἐνέδωκε σπουδῆς, οὕτως οὐδὲ ἐν τῷ μέλλοντι. πῶς οὖν ἦν ἐκτεμεῖν τὰ ζιζάνια τοῦ πονηροῦ καὶ τὰς ἀκάνθας τῷ ἀρχιερεῖ δυνατόν, ὧν οὐδὲ τὴν βλάστην ἐθεάσατο; πῶς δὲ ἦν βλαστάνοντα ἰδεῖν ἃ πολλοῦ διερρυηκότος χρόνου ὕστερον ἐσπάρη τε καὶ εἰς ἀκάνθας ἐξέφυσεν; οὐκοῦν εἰ καὶ ῥᾷον ἦν αὐτῷ παραλιπεῖν τῶν παρόντων οὐδέν, ἀλλ’ οὐ δήπου καὶ τῶν μελλουσῶν παραφυάδων τὴν ἐκτομὴν ἀπαιτεῖσθαι δίκαιός ἐστιν. οὐ γὰρ τῶν προγεγονότων ἀλλὰ τῶν ἐπιγεγονότων θεοφόρων ἀνδρῶν ἔργον τοῦτο, οὓς ἡ τοῦ παναγίου πνεύματος πρόνοιά τε καὶ χάρις εἰς φῶς τε καθ’ ὃν τρόπον τοὺς προγεγονότας προήγαγε καὶ σοφίας ἐνέπλησεν, ὥστε τὰς τοῦ πονηροῦ παραφυάδας, ἃς λυμαίνεσθαι τὸ τοῦ Χριστοῦ λήιον ὁ τοῦ γένους ἡμῶν ἀρχαῖος ἐχθρὸς ἐγκατέσπειρε, ταύτας προρρίζους ἀνασπᾶν καὶ καθαρὸν ἀποδεικνύειν τῆς ἐκεῖθεν ἐπιμιξίας καὶ λύμης τὸ τῆς ἐκκλησίας γεώργιον. πῶς οὖν τὰς ὕστερον ἐπισυστάσας αἱρέσεις, ὅτι μὴ ταύτας ἀπεκήρυξε πρὶν ἢ ἐπιθέσθαι ὁ συχνῷ χρόνῳ πρὸς τὸν ποθούμενον ἁγιοπρεπῶς προαναλύσας, διὰ τοῦτο χρὴ περιθάλπειν καὶ τῆς ἀσεβείας στέργειν τὰ δόγματα;

ποία δὲ γενήσεται ὑμῖν καταφυγὴ ὁ προβεβιωκὼς θεοφόρος ἀνήρ, διότι μηδὲν ἐπὶ διαβολῇ τῶν ὑστερογενῶν αἱρέσεων μήτε εἶπε μήτε διωρίσατο; καίτοι γε τοῖς ἔργοις αὐτοῖς τὴν οἰκείαν εἴ τις οὐ ῥαθύμως ἐπιβάλλοι διάνοιαν, εὑρήσει τὰς ἐκείνου πράξεις, δι’ ὧν μέχρι θανάτου τῆς εὐσεβείας ὑπερήθλησεν, οὐδὲν ἔλαττον ἢ τοὺς τῶν ὁμοδόξων λόγους ἁπάσης μὲν κατηγόρους πλάνης, συνηγόρους δὲ τῆς εὐσεβείας. ὁ γὰρ τῶν ἐνεστηκότων ὀρθῶν δογμάτων ὑπεραθλήσας, οὗτος κἂν τοῖς συγγενέσιν οὐκ ἄδηλός ἐστι τοῦ καιροῦ μὴ κωλύοντος τοὺς ἴσους ἄθλους καὶ ἀγῶνας διενεγκεῖν.

Χωρὶς δὲ τῶν εἰρημένων, πολλῆς ἐστιν ὑπόθεσις ἀπωλείας τὸ ζητεῖν ἐκεῖνα τιμᾶν καὶ στέργειν ὧν οἱ προλαβόντες οὐκ ἐφώρασαν τὴν κακουργίαν, διὰ τοῦτο μηδὲ κατεδικάσαντο. εἰ γὰρ αὐτὸς ὁ σωτὴρ ἡμῶν πολλοὺς ψευδοπροφήτας ἐλθεῖν ἐν τῷ αὐτοῦ προηγόρευσεν ὀνόματι, καὶ τῶν μαθητῶν αὐτοῦ τὸ καλλώπισμα Παῦλος, τὸ στόμα τῆς ἀληθείας, ἐχρησμῴδησεν, ‘ἐλεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς μὴ φειδόμενοι τοῦ ποιμνίου’, καὶ Πέτρος ὁ τῶν μαθητῶν κορυφαῖος ἐν ἐσχάτοις καιροῖς ψευδοπροφήτας καὶ πλάνους ἐπαναστήσεσθαι τῇ τοῦ Χριστοῦ διεβεβαιώσατο ποίμνῃ, καὶ αὐτὴ δὲ τῶν πραγμάτων ἡ ἔκβασις ὁρᾶται τοὺς λόγους ἐπισφραγίζουσα, τί δεῖ ποιεῖν, ὦ βέλτιστε; παρορᾶν τοὺς λύκους τὸ ποίμνιον κατανέμεσθαι, διότι μετὰ Χριστὸν καὶ Παῦλον, εἰ βούλει δὲ καὶ Γρηγόριον, τῇ λογικῇ μάνδρᾳ καὶ ἀγέλῃ ἐπιπηδήσαντες ταῦτα διασπαράσσουσιν; ἀλλ’ ὡς διδασκάλους τοὺς φθορέας καὶ ἀπατεῶνας προσίεσθαι, διότι μήτε Παῦλος μήτε Γρηγόριος καταλαβὼν αὐτοὺς καὶ θεασάμενος τοῦ ποιμνίου ἀπεσόβησε καὶ τῶν λογικῶν θρεμμάτων τοὺς θῆρας ἀπήλασεν;

ἢ ὥσπερ ἐκεῖνοι τοὺς κατ’ ἐκεῖνο καιροῦ λυμεῶνας πᾶσι τρόποις καὶ πάσῃ δυνάμει κατηγωνίζοντο, οὕτω χρὴ μᾶλλον καὶ οἷς ἡ πρὸς ἐκείνους μίμησις οὐ διαψεύδεται τὴν ὁμοιότητα, τοὺς παραπλησίως λωβᾶσθαι καὶ λυμαίνεσθαι τὸν περιούσιον λαὸν κυρίου σπουδάζοντας καταβάλλειν ὁμοίως καὶ ἀποπέμπεσθαι καὶ τῆς λαθραίας καὶ ἐμφανοῦς αὐτῶν ἐπιβουλῆς κρείττω τὴν Χριστοῦ κληρονομίαν ἐργάζεσθαι, συναύξειν δὲ καὶ συνάγειν μᾶλλον τὰ τῆς δεσποτικῆς αὐλῆς πρόβατα καὶ εἰς ποίμνην μίαν ἅπαντας ὅσοις τὸ Χριστοῦ ἐπικέκληται ὄνομα συναγείρειν καὶ τὴν δόξαν αὐτοῦ μεγαλύνειν, καὶ ψαλμὸν καὶ ᾆσμα τὸ ἔργον ποιουμένους συνᾴδειν τῷ θεοπάτορι Δαυίδ, ‘ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ ἐπὶ σὲ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου’;

Οὐ τοίνυν τῆς αἰτίας ἐστὶν ὁ διδάσκαλος ὑμῶν ὁ κλεινὸς Γρηγόριος ἔνοχος, εἴ τι μετὰ ταῦτα τῶν ζιζανίων ὁ σπορεὺς ὑμῖν ἐγκατέσπειρε, καὶ διὰ τοῦτο μὴ παρὼν ἐκεῖνος μηδὲ τὰ νόθα τῆς εὐγενοῦς γεωργίας σπουδὴν εἰσηγάγετο διακρίνειν καὶ ἀποκαθαίρειν γεννήματα τῶν αἱρέσεων. μὴ οὖν δόξαν τῷ βίῳ καταλιπεῖν περὶ ὑμῶν ἀνύβριστον ἐκλογίζεσθε, ὡς κακοῖς τὸν εὐεργέτην ἀντὶ τοῦ γεραίρειν ἀμείβεσθαι διεγνώκατε, μηδὲ διαβολαῖς δεξιοῦσθε τὸν διδάσκαλον μηδὲ εἰς ὕβριν τὴν χάριν διαλύετε, μηδὲ ἀντὶ τοῦ καταγινώσκειν τῆς οἰκείας ῥαθυμίας τὸν οὐκ ἂν ὑποστάντα μὴ πάντα πράττειν τῆς ὑμῶν σωτηρίας, εἰ παρῆν, ἀμελείας γραφήν, εἰ καὶ μήπω τῷ ῥήματι, τῷ πράγματι δὲ καὶ πικρότερον γράφεσθε. ὁ γὰρ οἷς τὸ φαῦλον αἱρεῖται εἰς τὴν τοῦ καθηγητοῦ κρίσιν ἀναφέρων, οὗτος κἂν μήπω τὴν ψῆφον κατὰ τοῦ αἰτιαθέντος ἀφῆκε, τὴν τιμωρίαν ἀδυσώπητον αὐτῷ κατασκευάζει, τοὺς γὰρ ἀκροατὰς μᾶλλον πρὸς τὴν αὐτοῦ παρακαλεῖ καταδίκην. πολλοὶ μὲν γὰρ πολλάκις τῷ κατακριθέντι ἐλέου τοῖς λόγοις μεταδιδόασι· τὸν δὲ εἰς αἰτίαν μὲν καταστάντα, τὴν δὲ δίκην ἐκφεύγοντα δοῦναι, νεμεσῶσί τε καὶ ζητοῦσιν αὐτὸς ἕκαστος πρῶτα τὸ χρέος αὐτὸν εἰσπράξασθαι.

Διόπερ τὰς ὑβριστικὰς προφάσεις αὐτῶν τε καὶ τῶν διδασκάλων ἀφέντες, ἃ μὲν παρ’ αὐτῶν ἐπαιδεύθητε, τούτοις ἐμμένειν μηδὲν τίθεσθε προτιμότερον—ἐπὶ τοῦτο γὰρ καὶ ἡμεῖς ὑμᾶς προτρεπόμεθα—, ἃ δὲ ὕστερον ὁ ἐπηρεάζων ἐπιβουλαῖς ἐπιθέμενος διεπράξατο καὶ παρὰ τοῦ παιδαγωγήσαντος ὑμᾶς κρίσιν οὐκ ἔλαβεν—ὧν γάρ τις ἐπόπτης οὐ γέγονεν, οὐδὲ καταρρυθμίσαι ταῦτα πρὸς τὸ ἄμεινον δύναται—, ἀδεκάστῳ δὲ κρίσει τῶν μετ’ ἐκεῖνον ὁμοδόξων τε καὶ θεοφόρων πατέρων ὑπεβλήθη καὶ κατεδικάσθη καὶ τῆς ἐκκλησίας ἀπελήλαται, πῶς οὐ χρὴ μὲν ταῦτα συνεκτρέπεσθαι καὶ συγκαταδικάζειν, *** ἅπερ ἐπ’ ἀθετήσει τοῦ ψεύδους καὶ ἀναιρέσει παραδεδώκασιν, ἀλλὰ μὴ φάσκειν ἀνερυθριάστως ὡς ἡ καθ’ ἡμᾶς πολιτεία τοπικῆς οὐ δεῖται συνόδου οὐδὲ τοῦ χειραγωγοῦντος πρὸς εὐσέβειαν;

Πῶς δ’ οὐκ ἔστι θράσους ἐπέκεινα καὶ τύφου τῶν οὐρανίων ἁψίδων τοὺς ἐραστὰς καταβάλλοντος τὸ μὴ δεῖσθαι νομίζειν συνόδων ἱερῶν μηδὲ χειραγωγίας τινὸς πρὸς τὰ κρείττονα; εἰ γὰρ ἡ ἐνυπόστατος σοφία καὶ ἀλήθεια ἐπηγγείλατο, ‘ἔνθα εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν’, ἆρ’ ὁ μὴ τούτων δεόμενος οὐχ ὁμοίως ἐστὶν ἀπροσδεὴς καὶ οὗ ἡ παρουσία θεολογεῖν αὐτοὺς ἐποίει τὴν δόξαν αὐτοῦ; πῶς δ’ οὐκ ἂν ἁλοῖεν οἱ τοιοῦτοι περιφανῶς τἀναντία σφίσι καὶ νοοῦντες καὶ λέγοντες; οἱ γὰρ ἕνα ὄντα τὸν ἱερὸν Γρηγόριον εἰσηγητὴν ἔχειν τῆς πίστεως σεμνυνόμενοι, πῶς οὐχὶ τοὺς πλείους ἀθετοῦντες τὸν ἕνα διδάσκαλον οὐ συνεξομόσονται; ἡ γὰρ τῶν πλειόνων ὑπεροψία, τὸν Χριστὸν μάλιστα φερόντων ἐν μέσῳ, πολλῷ μᾶλλον καὶ τὴν τοῦ ἑνὸς αἰδῶ συνεκμυκτηρίσαι παρορμήσειεν. οὐ χρὴ τοιγαροῦν ἐπισκοπεῖν εἰ τοπική, ἀλλ’ εἰ τοὺς ἄνδρας τὸ τοῦ Χριστοῦ συνήγαγεν ὄνομα.

Καὶ ταῦτά φαμεν, οὐχ ὅτι παραλυπεῖν ἡ σφαλερὰ καὶ πεπλανημένη κατὰ τῆς ἁγίας τετάρτης συνόδου πρόληψις εὑρίσκει—οὐδὲ γὰρ οὐδὲ τοπική, πολλοῦ γε καὶ δεῖ—ἀλλ’ ὅτιπερ, εἰ καὶ ταύτην ἔφερε τὴν ἐπίκλησιν, οὐ διὰ τοῦτο δικαία προπηλακίζεσθαι, καὶ διότι Παύλῳ μᾶλλον τῷ ἐκ Σαμοσάτων ἤπερ ὑμῖν ἡ πρόφασις αὕτη καταφυγή, κἂν μηδαμόθεν τὴν ἀσυλίαν περιβάλληται. καὶ γὰρ ἐκεῖνον τὸν ἀλιτήριον τοπικὴ κατεδίκασε σύνοδος, τῆς καινοτομηθείσης αὐτῷ δυσσεβείας ἀπαιτήσασα τὰ ἐπίχειρα· καὶ πολλαὶ δὲ ἄλλαι σύνοδοι τοπικαὶ διαφόρους αἱρέσεις κατεδικάσαντο, οὐδὲν ἀνεκτότερον εὑρούσας εἰς τὸ μὴ διὰ παντὸς εἶναι κατακεκριμένας ἐκ τῆς τοπικῆς ἐπικρίσεως. τὴν μέντοι συγχυτικὴν καὶ τῶν φύσεων ἀναιρετικὴν αἵρεσιν οὐ τοπικὴ οὐδὲ μία, ἀλλ’ οἰκουμενικαί τε καὶ πλείους κατέκρινάν τε καὶ κατακρίνουσι σύνοδοι. οὐκ ἔστιν οὖν ἡ τετάρτη καὶ οἰκουμενικὴ σύνοδος τοπική, εἰ μή τις τὰ ἄνω κάτω ποιεῖν τῆς αὐτοῦ νομίζοι διανοίας γενναιότητα, καὶ τὴν μὲν τοπικὴν εἰς οἰκουμενικὴν φιλοτιμεῖται πλατύνειν ὁμήγυριν, ἔμπαλιν δὲ τὴν οἰκουμενικὴν συντελεῖν εἰς τοπικὴν μετριότητα.

Ἀλλὰ γὰρ ὁ ὑμέτερος λόγος, ὃς οὐδὲν ὅλως ἀνέχεται παρὰ τὴν διδασκαλίαν Γρηγορίου παραδέχεσθαι, οὐ μόνον τὰς τοπικὰς ὑπερορᾷ, ἀλλὰ καὶ μικροῦ συμπάσας τὰς οἰκουμενικὰς παραγράφεται, αἳ τῷ θεμελίῳ τῶν ἀποστόλων οὐ ξύλα οὐδὲ χόρτον οὐδὲ καλάμην πυρὸς ὑπεκκαύματα, τὰ κίβδηλα καὶ φρυγανώδη τῶν αἱρετικῶν ἐπεσώρευσε ῥήματά τε καὶ δόγματα, ἀλλὰ χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους, ἐκ τῶν δεσποτικῶν καὶ ἀποστολικῶν ἐντολῶν καὶ παραγγελμάτων ὡς ἐκ μετάλλων ταῦτα φιλοπόνως ἀνερευνησάμεναι καὶ μεταλλεύσασαι τὴν ἐν τῷ Χριστῷ θεμελιωθεῖσαν ἐκκλησίαν πανσόφως ἐπῳκοδόμησαν. πῶς οὖν ἐστιν ἀκατάγνωστον, μᾶλλον δ’ οὐκ ἐσχάτης ἀπονοίας, τῆς τούτων διδασκαλίας μὴ δεῖσθαι φάσκειν, ὧν ἡ οἰκουμένη πᾶσα καὶ δεηθεῖσα καὶ λαβοῦσα τὴν εἰς Χριστὸν πίστιν ἀκλόνητόν τε καὶ ἀσάλευτον διεσώσατο;

Εἰ μὲν οὖν τῶν εἰσηγουμένων ὑμῖν τὰ ψευδῆ καὶ πόρρω τῆς σωτηρίας ἀπάγοντα, τούτων οὐδέν φατε δεῖσθαι, τῆς ἡμετέρας παραινέσεως ἐν προοιμίοις γεγόνατε· εἰ δὲ τῶν τἀληθῆ καὶ σωτήρια διδασκόντων (οἴμοι τῆς ἀνεπιστρόφου πλάνης), ἑαυτοὺς ἠπατήσατε. εἰ γὰρ ἑνὸς ἀνδρὸς εὐσεβοῦντος γνώμη πολλὰ καὶ τῶν πρὸ τοῦ γενέσθαι μηδ’ εἰς ἐλπίδας ἀνηγμένων πολλάκις κατώρθωσε, πῶς παρορᾶν δεήσει τὴν τῶν πλειόνων εἰσήγησιν, ἐν οἷς τὸ πανάγιον ἐνήργει πνεῦμα καὶ ἐπανεπαύετο; ἑνὸς μὲν οὖν ἀνδρὸς θεοσεβοῦντος τὴν σωτήριον διδασκαλίαν ὁ παρορῶν ὅτι μὲν πρὸ τῶν ἄλλων ἑαυτὸν ἀδικεῖ, δῆλον· ἐκ πλειόνων δὲ τοιούτων συνειλεγμένης συνόδους ὁ τὴν ἴσην γνώμην ἐπιδεικνύς, κἂν τοπικὴν δέχηται τὴν ὀνομασίαν τὸ πλῆθος, πῶς οὐκ ἐπιδηλότερος εἰς κατάγνωσιν οὗτος; εἰ δέ τινες καὶ συνόδου προνομίοις οἰκουμενικοῖς μεγεθυνομένης τὴν κρίσιν καὶ τὰ ψηφίσματα παρὰ φαῦλον ἄγουσι καὶ χλευάζουσι καὶ πρὸς τὰ ἐκείνης ἀπαναισχυντεῖν θεσπίσματα διανίστανται, τίς ἀποστροφή, τίς δὲ μηχανὴ μὴ οὐχὶ πατραλοίας αὐτοὺς καὶ γινώσκεσθαι καὶ ὀνομάζεσθαι καὶ διὰ τῆς ἐκείνων ὕβρεως εἰς τὸν κοινὸν δεσπότην ἐμπαροινεῖν καὶ γραφὴν δικαίως Χριστομαχίας διώκεσθαι; καὶ γὰρ τοῦτο καὶ ἡ ἐνυπόστατος ἀλήθεια ἐπιστώσατο· ‘ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ.’

Ὅτι δὲ ἡ ἐν Χαλκηδόνι ἁγία τε καὶ θεοσύλλεκτος καὶ πολυάνθρωπος σύνοδος καὶ τὸν Εὐτυχῆ καὶ Διόσκορον καὶ Νεστόριον συγκαθελοῦσα καὶ τὰ νόθα τούτων καὶ ἀλλόκοτα φρονήματα καταβαλοῦσα οὐχ ὡς ἡ διαβολὴ λέγει τοπικὴν εἶχε τὴν συνέλευσιν, οἰκουμενικὴν δέ, ἔξεστιν ὑμῖν συνορᾶν, τί ποτέ ἐστιν ἀναμαθοῦσιν οἰκουμενική, καὶ τίς ἡ ὑπὸ τῆς τοπικῆς παραδηλουμένη. ἐκείνη τοιγαροῦν λέγεται τοπική, ἐν ᾗ μὴ πάντων τῶν ἀρχιερατικῶν πρώτων θρόνων μὴ πάρεισιν οἱ λογάδες, ἢ δι’ ἑαυτῶν ἢ διὰ τῶν ἀξίων ὄντων τὴν ἐκείνων ἀναπληροῦν χρείαν· ἐπειδὰν δὲ παρουσιάζωσιν οὗται, οἰκουμενικὴ καὶ οὐ τοπικὴ τὸ τοιοῦτον ἄθροισμα λέγεται τῶν ἀρχιερέων. ἐν ταύτῃ δὲ τῇ ἁγίᾳ καὶ πανευφήμῳ συνόδῳ θεῖοι μὲν ἄνδρες ὡς ἀληθῶς, βίῳ καὶ λόγῳ προλάμποντες, τοῦ πληρώματος τὸ σύστημα διεκόσμουν, νικῶντες ὥσπερ τῷ πλήθει, οὕτω δὴ καὶ τοῖς ποικίλοις ἀγωνίσμασι τὰς προλαβούσας τρεῖς ἁγίας καὶ οἰκουμενικὰς συνόδους. καὶ γὰρ τούτων ἑκάστη μιᾶς αἱρέσεως κατηγωνίσατο, οἱ δὲ διπλασίους κατεδικάσαντο, καὶ διὰ τοῦτο διπλοῦν ἤπερ ἐκεῖναι τὸν παρὰ τῶν ἐχθρῶν τῆς εὐσεβείας ὑπέστησαν πόλεμον.

ἔξαρχοι δὲ ταύτης τῆς ἱερᾶς ἐχρημάτιζον ὁμηγύρεως Ἀνατόλιος μέν, ᾧ τῆς βασιλίδος πόλεως οἱ ἀρχιερατικοὶ θεσμοὶ προσανέκειντο, Πασχασῖνος δὲ καὶ Λουκίνσιος, ἐπίσκοποι δὲ οὗτοι, καὶ πρεσβύτερον συνεπαγόμενοι Βονιφάτιον, τοῦ θεοφόρου Λέοντος, ὃς κατ’ ἐκεῖνο καιροῦ Ῥώμης ἀρχιεράτευε, τὸ προνόμιον ἔχοντες· οὗ κλέος μέγα καὶ τότε καὶ νῦν καὶ μετὰ ταῦτα ἡ ἐκκλησία συνεπίσταται. τρίτην δὲ τάξιν ἐπλήρου ὁ τῆς Θεουπόλεως πρόεδρος, Μάξιμος αὐτῷ ὄνομα· καὶ τετάρτην ὁ τῆς Ἱεροσολύμων, Ἰουβενάλιον αὐτὸν τὸ κύριον ἐπωνόμαζεν, ὃς καὶ σὺν Κυρίλλῳ τῷ θεσπεσίῳ τῆς ἁγίας τρίτης καὶ οἰκουμενικῆς συνόδου ἐγνωρίζετο πρόμαχος. μεθ’ ὧν καὶ τὸ πλήρωμα τοῦ ἀρχιερατικοῦ καταλόγου ὅσον τὴν δευτέραν τάξιν ἐπεῖχε τῆς Ἀλεξανδρέων συνεξητάζετο μεγαλοπόλεως· τὸν γὰρ τότε κατάρχοντα αὐτῶν οὐκ εἰς τὴν τῶν εὐθυνόντων, ἀλλ’ εἰς τὴν τῶν εὐθυνομένων χώραν κατέλεγε τὰ ἐγκλήματα· οἶδα ὅτι Διόσκορον οἴδατε, ὃς θρασὺς ὢν καὶ τολμητίας λῃστρικοῦ μὲν κατῆρξε συντάγματος καὶ φόνους ἀρχιερέων παλαμᾶσθαι οὐ φορητὸν ἡγεῖτο, οὐδὲ τοῖς ἀλλοτρίοις ἐπιπηδᾶν θρόνοις οὐδὲ τοῖς τοῦ πνεύματος νόμοις ἀπ’ ἐναντίας φέρεσθαι τῶν οἰκείων ἔργων οὐχ ὕβριν ἐνόμιζεν.

Ἀλλὰ γὰρ τῶν προειρημένων θεοφόρων ἀνδρῶν ὁ χορὸς ἅμα τῷ ἱερῷ Λέοντι ὀρθῇ μὲν καὶ ἀδεκάστῳ κρίσει, ἐξ εἰλικρινοῦς δὲ γνώμης καὶ ἀσφαλεστάτης τοῖς πρὸ αὐτῶν μακαρίοις ἡμῶν πατράσιν ἑπόμενοι καὶ τὰ αὐτὰ συμφωνοῦντες καὶ τὰς ψήφους ὁμοίας καὶ ἐφ’ ὁμοίοις ἔργοις τε καὶ πράξεσι φέροντες τὰς μὲν ἁγίας καὶ οἰκουμενικὰς τρεῖς συνόδους ἐπεκύρωσάν τε καὶ συνεκρότησαν, οὐδὲν αὐτῶν ἀφελόντες, οὐδὲν ἀπ’ ἐναντίας αὐταῖς παρενθέμενοι φρόνημα, οὐδὲν παραχαράξαντες, οὐδὲν φαυλίσαντες ἢ ὅλως παριδεῖν ὑπομείναντες, ἀλλ’ ὡς ὑπ’ αὐτοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἰθυνόμενοι καὶ τῶν σεπτῶν αὐτοῦ μαθητῶν καθηγούμενοι τὰ παραδεδομένα καὶ τυπωθέντα δεξάμενοί τε καὶ περιθάλποντες Εὐτυχοῦς καὶ Διοσκόρου τὴν πλάνην ἐξέτεμον, μίαν φύσιν ἐπὶ Χριστοῦ τολμηρῶς καὶ ἀφρόνως καὶ αὐτῶν οὐκ ἀναξίως τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἐπεισάγειν τῷ φρονήματι κενολογούντων καὶ πολλοὺς ἄλλους μετασχεῖν τῆς αἱρετικῆς λώβης μέγαν τὸν ἀγῶνα ποιουμένων. μεθ’ ὧν καὶ ὁ μεγαλορρήμων καὶ δύσφημος καὶ ὑψαύχην Νεστόριος δευτέρᾳ κρίσει τῶν τολμηθέντων τὴν δίκην εἰσπράττεται.

Ἑκατέραν γοῦν μερίδα τῆς ἀπάτης ἡ μεγάλη καὶ θεόφρων τετάρτη σύνοδος ἐξοστρακίσασά τε καὶ ἀποβαλοῦσα, δύο μὲν φύσεις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ ἀσυγχύτους ἀνωμολόγησε, τοὺς ἀπὸ Μάνεντος καὶ Ἀπολιναρίου καταισχύνασα, ἀτρέπτους δὲ καὶ ἀχωρίστους ταύτας ἐν τῇ αὐτῇ καὶ μιᾷ ὑποστάσει ἀνακηρύξασα καὶ τὴν Εὐτυχοῦς καὶ Διοσκόρου καὶ τὰς ἐκεῖθεν παραφυάδας ἐξ αὐτῶν ῥιζωμάτων ἀνασπάσασα. πῶς οὖν ἡ τοιαύτη καὶ τηλικαύτη σύνοδος καὶ διπλοῖς λαμπρυνομένη τροπαίοις τοπική; πῶς δὲ τοῖς εὐσεβεῖν ἑλομένοις οὐ λίαν σεπτή; πῶς δ’ οὐκ ἀξία ταῖς πρὸ αὐτῆς συντάττεσθαι τρισί, καὶ τῶν ἴσων, ἵνα μὴ λέγω μειζόνων, τυγχάνειν γερῶν; καίτοι γε ὅσαι κυροῦσι τῆς εὐσεβείας φρόνημα κοινόν τε καὶ καθολικόν, κἂν μὴ συνδρομὴ ταύτας τῶν ἀρχιερατικῶν πρώτων θρόνων ἐπικοσμῇ, οὐδ’ αὗται μᾶλλον τοπικαὶ ἢ καθολικαί· μέγα γὰρ προβάλλονται δικαίωμα τῆς κλήσεως μετασχεῖν οὗ τὴν δόξαν ἐβεβαίωσαν καὶ ἐπεκύρωσαν αὗται.

Ἀλλὰ ταῦτα μὲν πολλῷ πλέον ἢ κατὰ νόμους ἐπιστολῆς· τὸ δὲ αἴτιον ἡ τοῦ ὑμετέρου γράμματος ἐκ τοῦδε εἰς τόδε καὶ ἐξ ἑτέρου εἰς ἕτερον ποικίλη τε καὶ πολύτροπος μεταβολή, ὥσπερ σύμβολα παρεχομένη τῆς πολυμεροῦς τομῆς καὶ διαιρέσεως ἣν ἡ αἵρεσις ὁρᾶται προβαλλομένη. ἃ δὲ τὴν Εὐτυχοῦς ἀποσκευαζόμενος δόξαν σαυτῷ τὴν ὀρθὴν ἐνόμισας ὑπόληψιν περιθέσθαι, ἴσως μέν τι παρέχεται πρόσχημα ἀπολογίας, δέδωκε δ’ οὖν ὅμως τὸν ἔλεγχον καὶ πρότερον ἐφ’ ὁμοίαις καταφυγαῖς, οὐ δυναμέναις τὸν πρόσφυγα σῴζειν· καὶ νῦν δὲ δίκαιον εἰδέναι ὡς οὐκ ἀπαλλάττει τοῦ αἰτιάματος ἡ προσποίησις τῆς ἀπὸ τοῦ Εὐτυχοῦς διαστάσεως. οὐδὲ γὰρ οὐδ’ ἐν τοῖς ἤθεσιν ὁ μὴ πάντα φαῦλος, οὗτος ἐν ἀρεταῖς τέλειος· οὐδ’ ἀριστεὺς ὁ μὴ τοῖς πολεμίοις ὁμόσπονδος, ἀλλ’ ὃς τοὺς ἐχθροὺς βάλλει καὶ οὐκ ἀνίησι τιτρώσκων ἕως ἂν στήσῃ τὸ τρόπαιον, οὗτος ἄριστος. οὕτω δὲ οὐδ’ ὁ μὴ πρὸς πᾶσαν συμφυρόμενος αἵρεσιν, οὗτος ὀρθόδοξος, ἀλλ’ ὃς τὸ λεῖπον εἰς εὐσέβειαν προσλαβὼν ἀπαλλάττεται μὲν τοῦ ἐγκλήματος, ἀνάγεται δὲ εἰς τὴν τῆς πίστεως τελειότητα.

Τὸ μὲν οὖν μὴ σύγχυσιν μηδ’ ἀνάκρασιν λέγειν τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων πολλῶν μὲν ἄλλων αἱρέσεων χωρίζει, οὐ μὴν δὲ Μάνεντος ἀπάγει, ἕως ἂν ἡ μία φύσις τῇ δόξῃ συνεπεισάγηται. τοσούτῳ γὰρ ἐκεῖνος τοῦ σύγχυσιν ἢ φύρσιν ἢ ἀνάκρασιν τῇ μιᾷ φύσει περιάπτειν ἀπέχει, ὥστε οὐδ’ ἑτέραν ὅλως τινὰ κοινωνεῖν αὐτῇ καὶ συνάπτειν ἀνέχεται. οὔκουν εὐσεβείας τελείωσις οὐδὲ τοῦ Μάνεντος ἀλλοτρίωσις τῆς συγχύσεως ἢ φύρσεως ἢ ἀνακράσεως ἡ ἀναίρεσις, ἂν μὴ συμπεριληφθῇ τούτοις καὶ ἡ τῶν φύσεων δυάς, ἐν ἀχωρίστῳ καὶ ἀδιαιρέτῳ καθ’ ὑπόστασιν ἑνώσει προσκυνουμένη τε καὶ πρὸς τὸ τέλειον τοὺς προσκυνητὰς ἀναφέρουσα. φεύγεις Εὐτυχῆ; ἀλλ’ ἂν περισαίνῃς Διόσκορον, ἂν συναναφύρῃ Σεβήρῳ, ἂν ἀφορᾷς πρὸς Ἰάκωβον, τῆς αὐτῆς αἱρετικῆς σειρᾶς καὶ πλοκῆς περιεσχέθης τοῖς νήμασι καὶ πρὸς τὸν αὐτὸν τῆς ἀπωλείας κρημνὸν οὐκ ἐθέλεις ἔχειν αἴσθησιν ἀπαγόμενος. ἀγνοεῖς τὴν σύγχυσιν καὶ τὴν ἀνάκρασιν; μηδὲ τὴν σύνθετον μηδὲ τὴν μίαν φύσιν ἐπιγίνωσκε· οὐδὲν γὰρ τούτων οὔτε τῶν σεπτῶν εὐαγγελίων τὰ ῥήματα οὔτε τῶν ἀποστόλων, ἀλλ’ οὐδὲ τῶν ἐν εὐσεβείᾳ διαλαμψάντων πατέρων ἡμῶν ἡ διδασκαλία συνεπίσταται, οὐδεμία τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων ταύτην τὴν μάθησιν εἰσηγήσατο. ἐκεῖθεν αὗται προῆλθον αἱ φωναί, ὅθεν πολλάκις ὁ λόγος ὑπέδειξεν.

ἀκηδία γὰρ ὡς ἀληθῶς, ὧν οὐδ’ ἅπαξ ἦν ἄμεινον τὴν δυσφημίαν εἰπεῖν, ταῦτα τῇ συνεχείᾳ τῶν ῥημάτων ἀείμνηστα ποιεῖν. ἐκεῖθεν εἰσεκώμασαν ταῦτα καὶ ἡ κακία τὴν νομὴν ἔσχε καὶ ἡ αἵρεσις οὐκ ᾐσχύνθη παρρησιάσασθαι.

Σὺ δέ μοι, φιλίας καὶ συγγενείας—ἀλλ’ εἴης μοι καὶ ὁμοδοξίας— σεμνολόγημα, ὥσπερ βδελύττῃ τὸν σπορέα, οὕτω μυσάττου καὶ τὰ σπέρματα, μηδ’ ἐν τῇ θάλψει τῶν γεννημάτων σαυτὸν λάθοις καὶ τὸν γεννήτορα οἰκειούμενος, καὶ οὗ τὴν κλῆσιν ὁμολογεῖς ἀποστρέφεσθαι, τούτου τὴν πίστιν περιπτυσσόμενος ἐπιδείκνυσθαι. ὁμολογεῖς τὸν υἱὸν τοῦ θεοῦ ὁμοούσιον τῷ πατρί; πρόσθες ὅτι καὶ πρὸ σαρκώσεως καὶ μετὰ σάρκωσιν, καὶ γὰρ οὐκ οἶδ’ ὅπως ἡ σὴ τῆς πίστεως ὁμολογία οὐδὲ τοῦτο παραδραμεῖν ἀνεύθυνον ὑπελάμβανεν. εἶτα λέγεις ὁμοούσιον τῷ πατρί; συνομολογεῖν σε προσῆκεν ὅτι καὶ ἡμῖν, οὐδὲ γὰρ οὐδὲ τοῦτο συμπεριείληπτο. οὐ λέγεις κεχωρισμένην εἶναι τὴν τῶν φύσεων ἕνωσιν οὐδὲ εἰς θεὸν γυμνὸν οὐδὲ εἰς ἄνθρωπον ψιλὸν διακρίνεσθαι ταύτην ἰδικῶς; καλῶς γε φρονῶν, ἀλλὰ μὴ δι’ ἑτέρας ἐπινοίας λωβήσῃ τὸ φρόνημα, ἢ θατέραν τῶν φύσεων ἀπαρνούμενος ἢ νοθεύων ἑκατέραν διὰ τῆς μιᾶς φύσεως. ἀσύγχυτον ὁμολογεῖς τὴν ἕνωσιν καὶ ἀχώριστον; ἐπίμεινον ἀδόλως καὶ εἰλικρινῶς οἷς ὡμολόγησας, τῷ μὲν ἀχωρίστῳ διώκων Νεστόριον, τῷ ἀσυγχύτῳ δὲ τοὺς εἰς μίαν φύσιν συγχέοντας τὰ ἀσύγχυτα. οὐχ ἡ θεία τοῦ λόγου φύσις πρὸς τὸ ἀνθρώπινον ἠμείφθη, οὐχ ἡ ἀνθρωπίνη πρὸς τὴν θείαν μεταβέβληται.

ὀρθοδοξίας προθύροις ἐμβέβηκας· εἰπὲ καὶ τοῦτο, καὶ τῶν ἱερῶν τῆς εὐσεβείας ἀνακτόρων ἔνδον γενέσθαι σαυτὸν ἄξιον παρασκεύασον, ὡς οὐδετέρα τῶν φύσεων ὑπέστη διάλυσιν οὐδὲ διεφθάρη οὐδὲ ἀπέθετο τὸ ἰδίωμα, ἀλλὰ σῳζομένων τῶν ἑνωθέντων σῴζεται καὶ τὰ ἴδια, σῳζομένων δὲ τῶν ἰδιωμάτων ἡ διαφορὰ συνεισάγεται, τῆς δὲ διαφορᾶς γνωριζομένης ἡ δυὰς τῶν φύσεων πανευσεβῶς τε νοεῖται καὶ φιλαλήθως ἀπαγγέλλεται.

Εἰ δ’ ἑκατέραν τῶν φύσεων ὁμολογεῖς σῴζεσθαι, μήτε μεταβολῆς ταύτας ἀλλοιούσης μήτε πολλῷ μᾶλλον ἐπινοίας τινὸς τὴν ἀναίρεσιν ἐπεισαγούσης, ἀλλ’ ἐν τῇ μιᾷ ὑποστάσει Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἀχώριστοι καθορῶνται καὶ προσκυνοῦνται, πῶς ἡ μία καὶ μία φύσις πάλιν μία καὶ οὐ δύο, ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ φρονεῖς τε καὶ λέγεις τὰ ὑψηλὰ καὶ τὰ ταπεινά; εὐσεβείας μορφὴν καθορῶ, εἰκόνα τῆς ἀληθείας καὶ σφραγῖδα, τὸν χαρακτῆρά μοι προβαλλομένην τῆς ὀρθοδοξίας. καὶ γὰρ ἡ τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία τοῦ αὐτοῦ Χριστοῦ καὶ ἑνὸς τά τε θαύματα κηρύττει καὶ ὅσα γνωρίζεται τοῦ προσλήμματος, τὸν αὐτόν τε ὑπὲρ ἡμῶν κατὰ τὰς γραφὰς ἀποθανεῖν καὶ τὸν αὐτὸν δεσπόζειν τῆς κτίσεως, πηγὴν τῆς ἀθανασίας ἀένναον καὶ φῶς ἀνέσπερον ἀναβαλλόμενον ὡς ἱμάτιον, ἀλλὰ καὶ νεκροῖς συναρίθμιον, τὰ μὲν τῷ ἀδεσπότῳ κράτει τῆς ὑπερουσίου θεότητος, τὰ δὲ τῷ νόμῳ τῆς ἀνθρωπότητος. ἀλλ’ οὐδὲ δύο λέγεις υἱούς, οὐδὲ τοῦτό σε τῆς τῶν εὐσεβῶν χοροστασίας διίστησιν· οὐ λέγεις δύο υἱούς, τὸν μὲν θνητόν, τὸν δὲ τῆς ἀθανασίας δεσπόζοντα, μηδ’ ἄλλος τις εἰπεῖν φθάσοι ἢ τοῦ ᾅδου γενέσθαι καὶ τῆς ἀκορέστου γαστρὸς πλήρωμα. εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων ὁ αὐτὸς χθὲς καὶ σήμερον καὶ εἰς τοὺς αἰῶνας.

Μέχρι μὲν οὖν τούτων τοῖς ἴχνεσι τῶν πατέρων κατακολουθεῖν ἐν τοῖς προσεχῶς εἰρημένοις τὸ γράμμα ἐδείκνυτο· ὥσπερ δὲ πάλιν τῆς εὐθείας λαθόμενος τρίβου καὶ οὐ διὰ παντὸς ἀνεχόμενος τοῖς νόμοις αὐτῆς ἀπευθύνεσθαι, ἐπάγεις τῶν εἰρημένων ἐναντία· μᾶλλον δὲ οὐ σύ—μὴ γένοιτο—ἀλλ’ ἡ σφαλερὰ τοῦ γράφοντος χεὶρ καὶ ζητοῦσα δι’ ὧν τὸ τῆς εὐσεβείας γνήσιον νόθοις καὶ παρεγγράπτοις λογισμοῖς ἐπινοθεύσειε. γράφει γὰρ ὡς ‘οὐχὶ δύο φύσεων συνδρομὴν ὁμολογοῦμεν’. ὅρα γὰρ ὅπως μιγνύει τῷ μέλιτι τὸ ἀψίνθιον· τὸ μὲν γὰρ κεχωρισμένον ἀνὰ μέρος οὐδὲ ἡ εὐσέβεια κατὰ τῶν φύσεων ἀνέχεται, τὸ δὲ δύο, ὡς πολλάκις ἐπιδέδεικται, ταῖς δεσποτικαῖς φωναῖς τεθεμελιωμένον περιπτύσσεται. τὸ μὲν οὖν κεχωρισμένον ἂν εὐσεβῶς ἡ φωνή σοι καταγγέλληται, οὐδ’ ἡ παραγραφὴ ταύτης τῆς δυσσεβείας ὑπεύθυνος, οὐ χωρίζονται γὰρ ὑποστάσεσιν αἱ φύσεις, εἰ καὶ τοῖς ἰδιώμασι διαφέρουσι· τὸ δὲ δύο φύσεις μὴ συνομολογεῖν· ἐξομοσία τῶν εὐσεβέστερόν πως προῃρημένων καθέστηκε. καίτοι γε εἴ τις πέποιθε τῇ ἀναιρέσει τῶν φύσεων, ἀλλὰ μὴ στέργειν παρηνέχθη τὴν πλάνην τῷ ἔθει, οὐκ ἂν ἐν χρείᾳ καθίστατο τῆς τοῦ κεχωρισμένου προσθήκης, ἀλλ’ ἁπλῶς ἂν προῆγε τὸ φρικτὸν τοῦ δυσσεβήματος· τὸ δὲ τοῦ κεχωρισμένου παραπέτασμα καὶ τὸν δυσφημοῦντα ψυχαγωγεῖ καὶ τοὺς ἀμαθεῖς ἀκροατὰς ἐξαπατᾷ τῷ τεχνάσματι.

εὐσεβείας γάρ ἐστι φωνὴ τὸ μὴ κεχωρισμένας κατ’ ἰδίαν μήτε διεσπασμένας ἀπ’ ἀλλήλων τὰς ἅπαξ ἐπὶ Χριστοῦ συνελθούσας φύσεις ἀνομολογεῖν. οὐχὶ δύο φύσεων κεχωρισμένων, <ὡς> λέγει τὸ γράμμα, συνδρομὴν ἐπὶ Χριστοῦ, εἰ μὴ δόλου καὶ ῥᾳδιουργίας πρόβλημα ἦν ἡ φωνή, συνάπτειν ἐχρῆν, ἀλλὰ δύο φύσεων ἀχωρίστων καὶ ἀναλλοιώτων συνδρομήν· ὁ δὲ δύο φύσεων κεχωρισμένων μὴ ἀνεχόμενος ἕνωσιν εἰπεῖν καὶ κλέπτων ἐν τῷ κεχωρισμένῳ τῶν ἡνωμένων φύσεων τὴν διαφοράν, ἠλέγχθη περιφανῶς οὐχὶ τῷ κεχωρισμένῳ δυσανασχετῶν, τῶν φύσεων δὲ τὴν ἀναίρεσιν κακούργως ἐπινοῶν.

Ἀλλ’ εἴπερ ἦν κακουργίας καὶ δολιότητος καθαρεύουσα ἡ γνώμη καὶ †τῷ θεσμῷ† λαμπρυνομένη, ὡς τῶν Χριστιανῶν βούλεται ὁ θεσμός, τί τὸ κωλῦον ἦν καὶ φρονεῖν καὶ λέγειν, ‘οὐχὶ δύο φύσεων κεχωρισμένων ἕνωσιν ὁμολογῶ, ἀλλὰ δύο φύσεων ἀχωρίστων ἐπὶ τῆς αὐτῆς καὶ μιᾶς ὑποστάσεως σύνοδον ἀναθεωρῶ’; τοῦτο γὰρ καὶ τὸ ἀκόλουθον τοῦ λόγου δοξάζειν παραινεῖ· ὁ δὲ τοῦτο μὲν παρατρέχων, λαθεῖν δὲ τὴν μηχανὴν τέχνην ποιῶν, ὥσπερ ἐπεχείρει τὸ γράμμα, μόνον κύριον καὶ λυτρωτὴν ἐπάγον τὸν Ἰησοῦν—οἷα δὴ τῶν φύσεις ἀχωρίστους ἀνομολογούντων οὐκ εἰδότων μόνον κύριον καὶ λυτρωτὴν τὸν Ἰησοῦν οὐδὲ διανοίᾳ καὶ γλώσσῃ ταύτην δὴ τὴν θεολογίαν κρατύνειν εὐσέβειαν ποιουμένων—οὐδὲ τοῦτο συνιδεῖν ἔσχεν, ὅτιπερ ὅμοιόν τι ποιεῖ τῷ περὶ αὐτῆς μὲν τῆς ἐνσάρκου λογοθετουμένῳ παρουσίας, ὁ δὲ τοῦτο μὲν ὁμολογεῖν ἀποκλίνει τῇ σιωπῇ, διατεινόμενος δὲ παρρησιάζοιτο καὶ μέγα κέκραγεν ὡς ἕνα θεὸν δοξολογεῖ ἐν τριάδι προσώπων θεολογούμενόν τε καὶ προσκυνούμενον.

ἀλλ’ ὥσπερ ἐκεῖνον τὸν ἄθλιον ἡ περὶ τῆς τριάδος ὁμολογία τῆς κατὰ τὴν οἰκονομίαν ἀποσιωπήσεως, μᾶλλον δὲ παροινίας οὐκ ἀπολύει τοῦ αἰτιάματος— οὐδὲν γὰρ ἔλαττον καὶ αὐτὴ συνεξυβρίζεται μᾶλλον, ἀλλ’ οὐχὶ κουφοτέραν τὴν ὕβριν ἀποτελεῖ διαπραΰνουσα, πολλοῦ γε καὶ δεῖ· χείλη γὰρ ἃ τὴν οἰκονομίαν ἀθετεῖ οὐδὲ τῆς θεολογίας ἐστὶν ἄξια διηγεῖσθαι τὸ μυστήριον—πλὴν ἀλλ’ ὅμως οὐδ’ εἴ τις εὐθύνας ἀπαιτούμενος ὅτι μὴ δύο φύσεις ἀχωρίστους ἐπὶ Χριστοῦ λέγει, ὁ δὲ πρὸς τοῦτο μὲν οὐχ ὑπέχει λόγον, ἕνα δὲ μόνον κύριον καὶ λυτρωτὴν διατείνεται προσκυνεῖν, οὐμενοῦν οὐκ ἀπαλλάττει ἑαυτὸν τῆς αἱρετικῆς μοίρας καὶ τῆς ἐπ’ αὐτῇ κατακρίσεως. ἕνα κύριον καὶ λυτρωτὴν τὸν Ἰησοῦν ἐπίσταται προσκυνεῖν· οὐ μέμφομαι τοῦτο, εἰ καὶ τὴν μομφὴν οὐ φεύγει· ἀλλὰ γὰρ οὐδεὶς εὐθύνας ἀπῄτησεν ὅτι δύο λέγεις κυρίους, τὸ δὲ τῇ αἰτίᾳ ἐνεχόμενον, διότι μίαν φύσιν ἐπὶ τοῦ ἑνὸς Χριστοῦ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ἀνέπλαττε τὸ γράμμα. μὴ τοίνυν ἕνα κύριον καὶ λυτρωτὴν λέγων προσκυνεῖν ὁ τὴν αἰτίαν ἔχων λύειν τὸ ἔγκλημα νομιζέτω, ἀλλὰ τοῦτο καθαρῶς φρονῶν καὶ δύο τὰς ἐπ’ αὐτοῦ φύσεις ἀχωρίστους τε καὶ ἀναλλοιώτους συνομολογῶν κρείττω ἑαυτὸν εἶναι τῆς διαβολῆς ἐπιδεικνύτω. τὸ δὲ πάντα μᾶλλον ἢ ὑπὲρ ὧν αἰτίαν παρέχεται προβάλλειν ἀπολογίαν ἐπὶ τῆς ὁμοίας ἐστὶν ἀναστρέφεσθαι ματαιολογίας τε καὶ ἀπορίας.

Ἐπάγει δ’ οὖν τὸ γράμμα ὡς ‘οὐ λέγομεν ἀνθρώπου γυμνοῦ τὰ τυλώματα οὐδὲ γυμνὴν εἰσελθεῖν ἐν τῷ παραδείσῳ τὴν θεότητα, οὐδ’ ἄλλον μὲν ἐπὶ ξύλου κρέμασθαι, ἄλλην δὲ γλῶτταν ἀνοῖξαι τῷ λῃστῇ τὸν παράδεισον’. ἀλλ’ ὦ βέλτιστε, οὐδείς σε τούτων οὐδενὸς γραφὴν ἐγράψατο οὐδ’ ἄγνοιαν ἔσχε τὰ τοῦ Νεστορίου μηδαμῶς τῇ γλώσσῃ στέργοντα, οὐδ’ ὑπὲρ τῆς ἐκείνου δόξης τὴν σὴν σύνεσιν τὰς εὐθύνας εἰσπραττόμεθα, οὐδὲ τῶν ἄλλων αἱρετικῶν ὁ καθαρεύων, ἐφ’ ὧν μηδ’ ἔγκλησις ἠκολούθησε, τῆς διωκομένης καὶ ἧς ἐνέχεται διαλύεται τὰ ἐγκλήματα.

Διὸ ταῦτα μὲν καὶ τὰ τοιαῦτα καὶ πέρα τοῦ μέτρου τοῖς γε συνιοῦσι διεληλεγμένα ἐάσθω. τί δὲ ἕτερον ὁ γραφεὺς τοῖς δακτύλοις ἡμῖν ἀπαγγέλλει; ‘Νεστόριός φησιν· οὐχ ὁ λόγος τοῦ θεοῦ ῥάκη ἐνεδύθη, ἀλλὰ τὸ σῶμα τοῦ Ἰησοῦ’. φεῦ τῆς πολυστρόφου καὶ πᾶν ψυχῆς κίνημα πρὸς ἑαυτὴν ἐπισπωμένης ἀδολεσχίας. ποσάκις τὰ τοιαῦτα ἐρρήθη; ποσάκις τὴν ἐπιτίμησιν ἔσχε; τίνα δὲ λέγεσθαι νυνὶ λόγον ἔχει; τί δὲ πρὸς ἡμᾶς; σοὶ δὲ τίνα, ῥοπήν, εἰ βούλει, παρέχει; πλὴν ἆρά γε καθὸ λόγος ἐρεῖς ὁ τοῦ· θεοῦ λόγος ἐνεδύσατο ῥάκη; ἢ τοῦτο μὲν οὐκ ἂν φαίης, καθὸ δὲ ἐν ἑαυτῷ τὸ ἡμέτερον ὑπεστήσατο φύραμα. τίνων δέ σοι δοκεῖ φύεσθαι ῥημάτων ὑποθαλπόμενον τῇ πονηρᾷ γνώμῃ τὸ κακούργημα; ἆρ’ οὐκ ἐν τῷ τῆς προφορᾶς ἐνδεεῖ, ὃ Νεστόριος ἑαυτῷ χώραν ἐπενόει διαδύσεως; καὶ γὰρ τὸ μὲν εἰπεῖν ‘οὐ καθὸ λόγος, καθὸ δὲ ἄνθρωπος’ αὐτοτελῆ τε τὸν λόγον ἐποίει καὶ οὐδεμίαν δίδωσι τῇ αἱρέσει διάδυσιν. διὸ φεύγει μὲν ἡ αἵρεσις τοῦτο, προβάλλεται δὲ τὸ σῶμα τοῦ Ἰησοῦ, ὅπερ τῆς ἀληθείας εὐσεβῶς μὲν ῥηθὲν οὐκ ἐλαύνεται, δόλον δὲ παραδέχεσθαι τὸ ῥᾷστον οὐκ ἔχει ἀποκρούεσθαι.

Εἶτα Λέοντα παρατίθησι λέγοντα· ‘τὸ μὲν ἔλαμπε διὰ τῶν σημείων, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκε.’ καὶ τί ἄν τις ζητῶν πρὸς τὴν ὑπόθεσιν ἁρμόττον εἰπεῖν ἄμεινον εἰπὼν ἂν ὀφθείη καὶ τοῖς λογισμοῖς ὀρθὴν τὴν κρίσιν προενεγκάμενος; οὐ γὰρ τὸ μὲν τῆς θεότητος ἀπρόσιτον φῶς διὰ τῶν σημείων ἀπολάμπει, τὸ δὲ τοῦ προσλήμματος ὑποκείμενον καθορᾶται ταῖς ὕβρεσι; μὴ γὰρ ἡ θεότης τῷ ἀπαθεῖ καὶ ἀπροσπελάστῳ τῆς οἰκείας οὐσίας ἐδέχετο τὰ ἐμπτύσματα; μὴ γὰρ τῆς ἀπαθοῦς θεότητος ὑπῆρχε πάθη τῆς λόγχης καὶ τῶν ἥλων αἱ διατρήσεις, ἢ τῆς ἀρρεύστου φύσεως ἀνεδίδοτο διὰ τῶν τραυμάτων ἀπορρέον τοῦ κόσμου καθάρσιον αἷμα καὶ ὕδωρ; ἢ πάλιν ἡ ἀνθρωπίνη φύσις ἐσκύλευε τῷ οἰκείῳ λόγῳ καὶ τῇ ἐμφύτῳ δυνάμει τὰ τοῦ ᾅδου βασίλεια καὶ τοὺς νεκροὺς ἐδείκνυ τοῖς ζῶσιν εὐαγγελιζομένους τὴν ἀνάστασιν καὶ τοὺς τάφους ἐποίει παραδοξοτέρας γενέσεως καὶ πολλῷ κρείττονος ἢ ἡ πρώτη γεννήτορας; ἢ τὰ ἄλλα τῶν ὑπερφυῶν ἔργων ἡ σὰρξ ἆρα εἰς τὴν τῆς φύσεως κατερρύθμιζεν ὁμοιότητα, οὐχὶ δὲ ὁ σαρκωθεὶς λόγος καὶ τὸ φύραμα ἡμῶν ἐν ἑαυτῷ ὑποστησάμενος, ὁ εἷς καὶ μονογενὴς υἱός, ἐξ ἀιδίου μὲν τοῦ πατρός, ὑστέροις δὲ χρόνοις τῆς ἀειπαρθένου μητρός, οὐχ οὗτος τὰ μὲν κράτει θεότητος, τὰ δὲ νόμοις ἐτέλει τῆς ἀνθρωπότητος;

Καὶ οὔπω τοῦτο εἶπον, ὡς οὐ χωρὶς ῥᾳδιουργίας ἡ τοῦ ἱεροῦ Λέοντος χρῆσις προενήνεκται· πλὴν οὐδ’ οὕτω προκομισθεῖσα οὐμενοῦν οὐ παρέχεται τοῖς συκοφαντοῦσιν ὃ σπουδάζουσι, κατηγορίας πρόφασιν, ἐπικρατεστέρα γὰρ πανταχοῦ τῆς ἀληθείας ἡ ἰσχύς, καὶ ἐκ πάσης ἐπιβουλῆς ἀναφαίρετον φέρει τὸ τρόπαιον· ὁλοκλήρου δὲ προαγομένης ὅμως ἐπιδηλότερον ἂν διελέγχοιτο τὸ ἀναίσχυντον. ἔχει δὲ οὕτως· ‘ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ <ἴδιον> ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος.’ ἀλλ’ ἐπιστῆσαι προσήκει τοῖς εἰρημένοις· ‘ἑκατέρα μορφή’, φησίν, οὐ κεχωρισμένη θατέρας, ἀλλ’ ἡνωμένη· ‘μετὰ’ γὰρ ‘τῆς θατέρου κοινωνίας’ ἀνακράζει, οὐ διῃρημένη, ἀλλὰ συνημμένη. ἡ γὰρ κοινωνία τὴν διαίρεσιν ἀπωθουμένη τὴν συνάφειαν ἐπιδείκνυται κρατυνομένην.

Πῶς οὖν συμβιβασθήσεται τὸ κεχωρισμένον τῷ ἡνωμένῳ, ἢ ἡ θατέρου κοινωνία τὴν ἑτερότητα δογματίσει καὶ τἀναντία τῷ ἀδιαφόρῳ καὶ ἀπαραλλάκτῳ τὴν ὁμόνοιαν ἕξει; πῶς ἐστιν ὅλως τῆς τε Λέοντος ὀρθοδοξίας καὶ τῆς Νεστορίου κενολογίας οὕτω λαμπρῶς διεστηκότων συμφωνίαν ἐπιφημίζειν καὶ ζητεῖν ὁμοιότητα λαβεῖν ὧν οὐκ ἔστι μορφὴν ἐξευρεῖν πρὸς τὸ αὐτὸ παράδειγμα μεμορφωμένην; Νεστόριος μὲν θεὸν οὐκ ἐνδύων ῥάκει οὐδὲ τὸ σῶμα αὐτοῦ ἠνέσχετο ἐνδύειν, ἀλλ’ ὥσπερ τινὸς ἑτέρου τοῖς ἀλιτηρίοις αὐτοῦ τοῦτο διαπλάττων λογισμοῖς τὸ σῶμα μὲν ἐνδύει τοῦ Ἰησοῦ, οὐκ ἐνδύει δὲ τὸ σῶμα τοῦ θεοῦ λόγου. καίτοι γε πόσον ἦν εἰς ἀκολουθίαν ἄμεινον εἰπεῖν ὡς ὁ λόγος τοῦ θεοῦ ῥάκει οὐκ ἐνεδύθη, ἀλλ’ ὃ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐφόρεσε σῶμα, ἐκεῖνο καὶ τὴν τοῦ ἐνδύματος χρείαν ἐπεζήτει; ὡς γὰρ τροφῆς. οὕτω καὶ ἐνδύσεως αὐτοῦ τὸ σῶμα ἐδεήθη. ὁ δὲ τὸ μὲν ἀκόλουθον φεύγει, ἀντ’ ἐκείνου δὲ τὸ σῶμα παράγει τοῦ Ἰησοῦ, οὐκ ἀξιῶν ἐξ ὧν κακουργεῖ ἕνα τὸν λόγον εἶναι καὶ τὸν Ἰησοῦν, καίπερ εἰ μὴ δόλῳ τὸν λόγον ἐμηχανᾶτο πρὸς τὸ νόθον μετάγειν, οὐκ ἂν ἔλεγχον ἐπιτιμήσεως παρεῖχεν.

ἐκ δὲ τῶν ἄλλων αὐτοῦ κακουργημάτων, καὶ ὅτι μηδὲ τὴν καθ’ ὑπόστασιν ἕνωσιν μηδαμοῦ πρεσβεύων ὤφθη, δῆλός ἐστι δυσσεβῶν καὶ ταῖς ἄλλαις αὐτοῦ δυσφημίαις ὁμοτρόπως τὸν προκείμενον προενεγκάμενος λόγον καὶ δι’ αὐτοῦ βουλόμενος τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐκ θεοῦ θεὸν λόγον, εἰς δύο καταμερίζειν τὰς ὑποστάσεις καὶ τὴν κοινὴν σωτηρίαν τοῦ γένους, καὶ πρὸ ταύτης τὴν ἰδίαν, οὐκ ἐρυθριῶν ἀπαρνεῖσθαι. ἀλλὰ τὸ μὲν τοῦ ἀνθρωπολάτρου δυσσέβημα οὕτω κἀνταῦθα πεφώραται, ὁ δὲ ‘μορφὴν ἑκατέραν’, ὃ σημαίνει τὴν φύσιν, ἐνεργεῖν ἀνομολογῶν τὰ οἰκεῖα, διαμένουσαν ἀχώριστον θατέρας καὶ θεουργεῖν τὸν λόγον τῆς σαρκὸς οὐ κεχωρισμένον, πράττειν δὲ τὴν ἀνθρωπίνην φύσιν τὰ ἴδια, μηδαμῶς τῆς πρὸς τὸν λόγον ἑνώσεως διισταμένην, τίνα συγγενείας ὑπονοεῖσθαι παρέχεται πρόφασιν πρὸς δυσσέβειαν ἐν τῇ τῶν εἰρημένων ῥημάτων εὐσεβείᾳ; μᾶλλον δὲ πῶς οὐκ ἐπιρραπίζει καὶ καταβάλλει πᾶσαν γλωσσαλγίαν καὶ ἀναισχυντίαν Νεστορίου;

Σὺ δέ μοι πρόσεχε σὺν ἀκριβείᾳ τοῖς μετ’ ὀλίγον ἐπαγομένοις· ‘εἷς’ φησι ‘καὶ ὁ αὐτὸς υἱὸς τοῦ θεοῦ ἀληθὴς καὶ υἱὸς ἀνθρώπου τυγχάνει.’ προσέσχες; ἔγνως τὴν μορφήν; οὐκ ἔλαθέ σε τῆς εὐσεβείας ὁ χαρακτὴρ τὸ οἰκεῖον ἐμφανίζων κάλλος; ἆρα Νεστορίου ἐστὶν αὕτη ἡ φωνή, ἢ καθάπερ ἡ τοῦ ποιμένος κραυγὴ τοὺς λύκους διώκει τῆς μάνδρας, οὕτω καὶ Νεστόριον αὕτη τῆς τῶν πιστῶν ἀγέλης ἀπελαύνει;

Ὁ δὲ θεόσοφος Λέων ἐμφιλοχωρῶν ἔτι τῷ θεωρήματι, μᾶλλον δὲ προεπιστομίζων τοὺς ἀναισχυντοῦντας αὐτοῦ κατηγορεῖν, ὅπως ἐστὶν οὗτος υἱὸς θεοῦ καὶ ἀνθρώπου σαφέστερον διδάσκων, οὐκ εἰς ἑαυτὸν ἀναφέρει τοῦ δόγματος τὴν εὐθύτητα οὐδ’ εὕρεμα τῆς ἰδίας ὑποκρίνεται σοφίας οὐδὲ κλέπτει δόξαν ἀλλοτρίαν, ἀγνώμων φανεὶς περὶ τὸν διδάσκαλον, ἀλλὰ διαπρυσίως κηρύττει τίς ὁ ταύτης τῆς θεολογίας πέφυκε προβολεύς, καὶ τὸν τῆς βροντῆς βροντῆσαι ταύτην ἀπαγγέλλει. τοῖς γὰρ οἰκείοις †συνὼν† λόγοις τὰ ἐκείνου ῥήματα συνυφαίνων, μετὰ τὸ εἰπεῖν ‘ὁ αὐτὸς υἱὸς θεοῦ καὶ ἀνθρώπου’ ἐπάγει ‘θεὸς μὲν καθὸ ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος, ἄνθρωπος δὲ κατὰ τὸ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ θεὸς μὲν καθὸ δι’ αὐτοῦ πάντα ἐγένετο, ἄνθρωπος δὲ καθὸ γέγονεν ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον’.

ἆρ’ οὖν ἔστι τις ὃς τοῦ νοῦ τὸ ἀξίωμα ταῖς αἱρετικαῖς ἀπάταις οὐκ εἰς τὸ παντελὲς ἐδουλώσατο, ἀλλ’ ἔτι διασῴζει τὸ αὐτεξούσιον, ὃς ταῦτα διὰ τῶν ὤτων τῇ διανοίᾳ δεχόμενος καὶ τούτοις ἑαυτὸν οὐ ῥαθύμως συνδιατιθέμενός τε καὶ καταρτιζόμενος οὐ πόρρω μὲν τῆς Νεστορίου αἱρέσεως εἴπερ τι ἄλλο διεστάναι τοῦ θεόφρονος Λέοντος τὸ φρόνημα λαμπρῶς καὶ ἀναμφιβόλως ἀνακηρύξει, συνανακηρύξει δὲ καὶ ἃς Χριστὸς ὁ θεὸς ἡμῶν ἀχωρίστως ἐν αὐτῷ καθορᾶσθαι διαφόρους ἐφιλανθρωπεύσατο φύσεις, συνακολουθεῖν δὲ τούτων ἑκατέρᾳ καὶ τὴν οἰκείαν ἐνέργειαν;

Οὕτω γοῦν καὶ ἡ ἁγία καὶ πολυάνθρωπος ἐν Χαλκηδόνι σύνοδος τῶν ῥημάτων καταλαβοῦσα τοῦ ἱεροῦ Λέοντος εὐσεβοῦσαν τὴν διάνοιαν καὶ τὸν θεσπέσιον Κύριλλον ὁρῶσα συνήγορον ἐξ ὧν ἔλεγε, ‘τῶν φωνῶν αἱ μέν εἰσιν ὅτι μάλιστα θεοπρεπεῖς, αἱ δὲ πάλιν ἀνθρωποπρεπεῖς’, καὶ συμφώνους οὕτω τοὺς ὁμοδόξους ἄνδρας εὑρίσκουσα, τὰ αὐτὰ τούτοις καὶ φρονεῖν καὶ διδάσκειν ἀνεδέξατο. περιφανὴς γάρ ἐστιν ἐν τούτοις Κύριλλος, ὥσπερ καὶ Λέων, πάσας μὲν ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τὰς φωνὰς ἁρμοζόμενος, ἀλλὰ τὰς μὲν μᾶλλον τῷ ἑνωθέντι θεῷ λόγῳ προσηκούσας διοριζόμενος, τὰς δὲ τῷ προσλήμματι. οὕτως ἡ ἐξ ἐπηρείας καὶ συκοφαντίας πρὸς μὲν τὴν αἵρεσιν ἐπινοουμένη συμφωνία ἀντιστρόφῳ τῷ βουλήματι περιπέπτωκεν ἀτοπήματι· ἐξελήλεγκται γὰρ ἡ μὲν συμφωνία διαφωνία, λαμπρὰ δὲ συμφωνία ἡ ἀναπλασθεῖσα διαφωνία.

Τί δὲ ὑπόλοιπον ἠδολέσχει τὸ γράμμα; τὸ τὴν μίαν αὐτῷ φύσιν ἀναπλασθεῖσαν σύνθετον, οὐχ ἁπλῆν ἀπαγγέλλειν. καὶ πῶς οὐκ ἦν ὁρᾶν ἐθέλειν οὐδαμόθεν τῇ αἱρέσει ὡς ἡ μία σύνθετος αὕτη οὐδεμιᾷ τῶν ἁπλῶν ἐξ ὧν συνετέθη δύναται τὴν ταὐτότητα διασῴζειν; εἰ γάρ τις μηδὲ πρὸς αὐτὴν τὴν ἐνάργειαν τῶν πραγμάτων βούλοιτο τὸν νοῦν ἐπιβάλλειν καὶ σαφῶς ἀναμανθάνειν ὡς αἱ σύνθετοι φύσεις ἕτεραι πεφύκασι παρὰ τὰς ἐξ ὧν ἡ σύνθεσις ἀπετελέσθη, ἀλλ’ οὖν ἐκείνων τῶν ἀπορημάτων ἃ διὰ τῆς αὐτοῦ πρόεισιν ὁμολογίας λόγον ὑπεχέτω. εἰ τὸ σύνθετον εἰς ταὐτὸν συνέρχεσθαι δεῖ λέγειν τοῖς ἐξ ὧν συνετέθη, πότερον ἀμφοῖν ἢ θατέρῳ τούτων ἀποθεσπίζει; εἰ μὲν γὰρ θατέρῳ, κατάδηλός ἐστιν ἀπαρνούμενος τὴν πρὸς θάτερον κοινωνίαν· εἰ δ’ ἀμφοῖν, ἐπιθεωρητέον πότερον ἐν συνθέσει θεωρουμένης ἢ τὴν διαίρεσιν ἀναδεχομένης. εἰ μὲν γὰρ ἐν συνθέσει, οὐχ ἕτερόν τι λέγει ἀλλ’ αὐτὴν ἑαυτῇ τὴν σύνθετον φύσιν ἀποφαίνεται μὴ πρὸς ἑτερότητα διακεκρίσθαι, ὅπερ καὶ σύντομον ὂν τῶν μακρῶν ὅμως οὐδὲν διενήνοχε λήρων. εἰ δὲ ἐν διαιρέσει, εἰ μή τι ἄλλο, μηδ’ ὅτι τὴν ἀπὸ συνθέσεως ἁρμονίαν συνθεωρεῖν οὐκ ἐθέλει, ἀλλ’ αὐτό γε τὸ συντεθειμένον τῷ διῃρημένῳ τίς ἂν βιάσοιτο λόγος εἰς ταὐτότητος συνελθεῖν λόγον;

οὐκοῦν οὐδ’ ἐν διαιρέσει τὸ σύνθετον οὐδετέρῳ τῶν ἁπλῶν συνενεχθείη ἄν· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη οὐδὲ πλάσαι ῥᾴδιον οὐδενὶ ὡς τὸ σύνθετον τῆς ἁπλῆς τὸν αὐτὸν ὅρον καὶ τὸ ἰδίωμα ἐπιγινώσκει. εἰ δὲ μήτε τοῖς ἐξ ὧν συνετέθη ἅμα τὸ ταὐτὸν συνδιασῴζει τὸ συντεθειμένον μηδετέρᾳ τούτων, πᾶσιν ἐπίδηλον ὡς ἑτέρα μέν ἐστιν ἡ σύνθετος φύσις παρὰ τὴν θείαν, ἑτέρα δὲ παρὰ τὴν ἀνθρωπίνην, ἑτέρα δέ (φεῦ τῆς βαθείας πλάνης) καὶ παρ’ ἄμφω. ὥστε ὁ παρ’ ὑμῖν Χριστός, ὃν τῇ συνθέτῳ ἐναπέθεσθε φύσει, οὔτε θεός ἐστιν οὔτε ἄνθρωπος, ἀλλ’ οὐδ’ ἄμφω ἅμα θεός τε καὶ ἄνθρωπος. εἰς τοῦτο γὰρ τὰ αἱρετικὰ φρυάγματα τοὺς ἑπομένους κατεκρήμνισεν. ἀλλὰ τί ἂν εἴη τῆς ἀπωλείας ταύτης ἀφρονέστερον καὶ τὸν παρὰ τῶν ὁμοφυῶν οἶκτον καὶ ἔλεον ἀφαιρούμενον; τί δὲ ταύτης τῆς ἀθεότητος ἀθεώτερον;

Ἀπ’ ἄλλης δὲ ἀρχῆς, εἰ ὁμοούσιος μὲν ὁ υἱὸς τῷ πατρί, σύνθετος δὲ τὴν φύσιν, ἡ δὲ σύνθετος ἕτερόν τι παρὰ τὴν θεϊκήν, ἅμα τε τὸν πατέρα ὁ δυσσεβὴς λόγος οὗτος ἐξίστησι τῆς οἰκείας θεότητος καὶ ἁπλῆς—τρέποιτο δὲ τὸ βλάσφημον εἰς τὰς τῶν ἐνόχων κεφαλάς—καὶ τὸν υἱὸν εἰς τὸν μηδὲν αὐτῷ προσήκοντα κλῆρον τῆς ἁπλότητος κατηγορεῖ παρελθεῖν. τὸ μὲν γὰρ αὐτὸν ἕνα πρὸς τὸν πατέρα εἶναι τὴν αὐτὴν φύσιν ἑκατέρῳ προσεῖναι θεολογεῖ· τὸ δὲ τοῦ μὲν ἁπλῆν, ὅπερ ἐστί, λέγειν, τοῦ δὲ σύνθετον, ὅπερ οὐκ ἔστι, κενολογεῖν, νόθον ἐστὶ τὸ γνήσιον συκοφαντεῖν καὶ τὴν κοινωνίαν τῆς φύσεως θεώσει καὶ ποιήσει—ὢ βεβήλων καὶ ἀρρήτων ἀκουσμάτων—, ἀλλ’ οὐκ ἐν ἐμφύτῳ καὶ ἀπαραλλάκτῳ ταὐτότητι φέρειν ἐν ἑαυτῷ. καὶ μέντοι καὶ τὸ σύνθετον διὰ τοῦ υἱοῦ τὸ αὐτὸ τῆς ἀσεβείας θράσος κατὰ τῆς φύσεως διαβιβάζει τοῦ πατρός, ὥσπερ πάλιν τὴν ἁπλῆν, κἂν μὴ βούλοιτο, διὰ τοῦ πατρὸς κατ’ ἐκείνης ἣν σύνθετον ἀναπλάττων ἀφώριζε τῷ υἱῷ. οὐ γὰρ καλά γε ταῦτα οὐδὲ τῆς Σεβήρου καὶ Ἰακώβου καὶ τῆς ἄλλης ἐξαγίστου δόξης ἐπάξια;

Ἔτι δὲ εἰ ὁμοούσιος μὲν ἡμῖν ὁ Χριστός, ὁμοούσιος δὲ κατὰ τὴν αὐτὴν καὶ μίαν φύσιν τῷ πατρί (μίαν γὰρ φύσιν καὶ οὐ δύο τὸ τοῦ γράμματος ἐπὶ Χριστοῦ θεωρεῖσθαι δυσσεβὲς ἄνω καὶ κάτω θεσπίζει πρόσταγμα), πῶς ἡμῖν οὐκ εἰς τοὐναντίον τρέψεται ἅπαντα; σιγᾶν γὰρ ὅπερ ἄμεινον ἦν, μηδ’ ὑμῖν ἐπὶ νοῦν ἀναλαβεῖν τὸ ἄτοπον εὐλαβέστερον—πῶς γὰρ οὐκ ἄν τις ἀποτρέποιτο λεπτολογεῖν δι’ ὧν θεὸς μὲν τὴν ἐσχάτην ὕβριν ὑφίσταται, ἄνθρωπος δὲ δυσσεβέσι λογισμοῖς καὶ λόγοις λῃστεύει θεότητα; — ἀλλὰ γὰρ εἴπερ ἀδύνατον κατὰ τὴν αὐτὴν καὶ μίαν φύσιν <τῷ> πατρὶ καὶ ἡμῖν τὸν Χριστὸν ὑπάρχειν ὁμοούσιον, ἀνάγκη πάντως κατ’ αὐτὴν ὑμῖν τὴν ἀναπεπλασμένην ταύτην μήτε ἡμῖν μήτε τῷ πατρὶ συνδιασῴζειν τὸ ὁμοούσιον. καὶ ὀρθῶς γε ὑμῖν καὶ τὴν ἀκολουθίαν τῶν προκαταβληθέντων ἀτόπων συντηρῶν ὁ λόγος ἀπήντησεν· ἣν γὰρ φύσιν μήτε παρ’ ἡμῶν ὁ λόγος ἔλαβε μήτε τῆς πατρικῆς δόξης ἐξ ἀιδίου μετέσχηκεν, ὑμῶν δὲ ταύτην ταῖς φαντασίαις ἐγκυμονούντων καὶ διαπλαττόντων τὸ ἄσχετον τοῦ θράσους ἀπέτεκε, ταύτην οὔτε ὁ θεὸς καὶ πατὴρ ἐφορᾷ, μήτι γε περιβάλλεται, οὔτε φύσις ἡ ἀνθρωπίνη θεῖον οὖσα πλάσμα καὶ φιλοτέχνημα κακοτεχνίας ἐξοικειοῦται καὶ εἰδωλοποιίας ἀνάπλασμα.

Ἆρ’ ὑπολείπεταί τις ὑμῖν πόρος ἕτερος δι’ οὗ φρονεῖν ὁπωσδήποτε περιέσοιτο ὡς ὁ εἷς καὶ μόνος Χριστὸς ὁ θεὸς ἡμῶν, οὗ τὴν σύνθετον ἡ αἵρεσις κατεψεύσατο φύσιν, πρός τε τὸν πατέρα καὶ πρὸς ἡμᾶς διασώσοι τὸ ὁμοούσιον; κατὰ τί γὰρ πρὸς ἑκάτερον τῶν συντεθέντων ἐξοικειώσεται τοῦτο καὶ τὴν φύσιν ἐμφανίσει μὴ παραλλάττουσαν; κατὰ μὲν γὰρ τὴν σύνθετον, μακρὸς λῆρος ἐξελήλεγκται· ἀλλὰ κατά γε τὰς ἐξ ὧν συνετέθη; ἀλλὰ μὴν καὶ τοῦτο τὸν οἰκεῖον ἔλεγχον ἔδωκεν. οὐκοῦν κατ’ ἄλλο τι τῶν ἀλλοτρίων καὶ ὃ μηδ’ αὐτὸς ὁ αἱρεσιώτης λόγος ὑπεβάλετο μηδὲ ἡ σύνθεσις συμπεριέλαβεν; ἀλλὰ τοῦτον μὲν τὸν οὐ μᾶλλον δυσσεβείας ἢ ληρώδη λόγον οὐδενὶ τῶν πάντων οὐδ’ ἐπὶ νοῦν λαβεῖν γέγονεν ἄρα. μήποτε δὲ ἄρα κατὰ τὰ ἁπλᾶ δι’ ὧν ἡ σύνθεσις; εἰρήσθω γὰρ πάλιν τὸ αὐτό· θεὸς δὲ ἦν, ἀλλὰ μὴν ταῦτα καὶ ἄνθρωπος· ὧν ἡ φύσις, εἰ μὴ βακχεύομεν, οὐ μία οὐδὲ ἡ αὐτή. οὐκοῦν κατὰ θατέραν μὲν ὁ Χριστὸς ἡμῖν καὶ συναναφυόμενον παρέξει τὸ ὁμοφυές, κατὰ δὲ τὴν ἑτέραν καὶ ὑπερούσιον συναπτόμενος ἐπιδειχθήσεται τῷ πατρί· ὥστε τὸ μὲν διπλοῦν <καὶ> δυαδικὸν τῶν φύσεων τὸ ἀκόλουθόν τε συνεισάγει καὶ τοῖς τῆς εὐσεβείας ὅροις ἐμπεριέχεται, τὸ δὲ σύνθετον καὶ ἡ μία, ἡ τῆς αἱρέσεως τῶν ζιζανίων ῥίζα, τὰς τοσαύτας καὶ τηλικαύτας θεομαχίας ἀνεβλάστησεν.

ἀλλὰ γὰρ πῶς ἡ αὐτὴ καὶ μία σύνθετος φύσις τοῖς ἐναντίοις μεριζομένη τὸ ἑνιαῖον στέρξει καὶ ἀμέριστον, τοῦ κτιστοῦ μὲν εἰς ἄλλην αὐτὴν μεθέλκοντος καὶ βιαζομένου φύσιν, τοῦ ἀκτίστου δὲ εἰς ἑτέραν ἀνθέλκοντος καὶ ἀφορίζοντος τάξιν, καὶ τοῦ παθητοῦ μὲν εἰς τὸ τὰ πάθη φέρειν πεφυκέναι, τῆς ἀπαθείας δὲ τοῖς οἰκείοις νόμοις ἄψαυστον αὐτὴν τῶν παθῶν περιφρουρούσης; ὡσαύτως δὲ καὶ τοῦ ἀθανάτου καὶ θνητοῦ καὶ εἴ τι τούτοις κατὰ συζυγίαν ὁμόστοιχον.

Ἐπισκοπεῖν δὲ ἄρα καὶ τοῦτο χρή· εἰ τὸ ἐκ δύο φύσεων λέγειν τὸν Χριστὸν οὔπω τοῖς ἄλλοις ἡ αἵρεσις συναπώσατό τε καὶ συνεξωμόσατο, ἐπειδὴ καὶ τὸ λέγειν αὐτὸν ἐκ θεότητός τε καὶ ἀνθρωπότητος οὐκ ἀρνούμενον τὸ γράμμα δείκνυται, ὡσαύτως δὲ καὶ τὸ ἐν θεότητι καὶ ἀνθρωπότητι λέγειν, ὅπερ ἐστὶν ὁμολογεῖν ἐν δυσὶ φύσεσι, καὶ μὴν καὶ ἄνθρωπον ὁμολογεῖν τὸν αὐτὸν καὶ θεὸν ὑμῖν ἐν ὁμοίῳ συνδιασῴζεται ῥήματι— εἴθε δὲ καὶ φρονήματι—, πῶς οὐχὶ δύο φύσεις ἐν ἑαυτῷ φέρειν τὸν Χριστὸν ὁ τῆς ἀκολουθίας ἐκδυσωπεῖ λόγος καὶ τῆς ἀληθείας ἡ ἀκρίβεια;

Ἄλλως τε δὲ ὁ τὰς διαφορὰς τῶν φύσεων ὁμολογῶν—διτταὶ δὲ αὗται, καὶ τὴν κατὰ γένος πρὸς ἀλλήλας προβάλλονται ἑτερότητα—δύο καὶ μὴ βουλόμενος τὰς φύσεις ὧν ἡ ἑτερότης συγχωρήσει. οὐδεμία γὰρ ἑτερότης ἢ ἰδιότης ἑαυτῆς—πολλοῦ γε καὶ δεῖ—ἑτερότης, ὥσπερ οὐδὲ ἰδιότης· οὐδὲ ἔστι διαφορὰν ἐπινοῆσαι τοῦ ἑνὸς καθὸ συνέχεται τῇ ἑνότητι. ἂν οὖν ὥσπερ ὑμῖν ἐν τούτοις τῶν ῥημάτων ἡ εὐπρέπεια, οὕτω καὶ τῶν ἴσων καὶ ὁμοίων νοημάτων ἀπαγγέλλει τὴν διάθεσιν, λέγετε δὲ καὶ μετὰ τὴν ἕνωσιν τὰς ἰδιότητας μένειν τῶν φύσεων καὶ τὰς ἐμφύτους διαφοράς, δύο ἄρα καὶ ὑμῖν τὰς φύσεις [καὶ μὴ] βουλομένοις ἕπεται συγκατατίθεσθαι. τοῖς γὰρ συγκεχωρηκόσι διττὰς τὰς [δια]φορὰς καὶ τὰς ἰδιότητας, ἀνάγκη συγχωρεῖν καὶ τὰς φύσεις διττὰς θεωρεῖν [καὶ τὸ] μονοειδὲς μὴ προσίεσθαι.

Ἀλλὰ ταῦτα μὲν καὶ πέρα τοῦ μετρίου· εἰς τοῦτο γὰρ τὸν παρόντα πόνον προελθεῖν τὸ μακρότερον ὑμῶν τῆς Ἰλιάδος γράμμα καὶ ταῖς ἀλγεινοτέραις πολλῷ πλέον τραγῳδίαις πλατυνόμενον ἐξεβιάσατο. εἰ δέ τινα τῶν ἐν αὐτῷ διὰ τὸ πλῆθος, τυχεῖν διαίτης καὶ διορθώσεως δεόμενα λεπτομερεστέρας, παραλέλειπται, ἡ πρὸς τὸν θεοφιλέστατον καὶ ὁσιώτατον ἀδελφὸν καὶ συλλειτουργὸν ἡμῶν Ζαχαρίαν καὶ τῶν Ἀρμενίων τοὺς ὀρθοδοξήσαντας δευτέρα πάλιν σταλεῖσα ἐπιστολή—τοὺς κατοικοῦντας τὴν τετάρτην Ἀρμενίαν Ταρρωνίτας οἶδά σε μὴ ἀγνοεῖν ὅτι λέγω—αὕτη τὰ λείποντα προσαναπληρώσει· ἣν δεήσει, καρπόν τινα τῶν νῦν γραφέντων τελεσφορησάντων ἐν ὑμῖν, ἐπιζητῆσαι καὶ λαβεῖν καὶ μὴ παρέργως μηδὲ πρὸς ἀφοσίωσιν, χρόνῳ δὲ καὶ μελέτῃ ἀναλέξασθαι.

Ἐπεὶ δὲ κατά γε δύναμιν τὴν ἐμὴν καὶ τὰς δικαίας εὐθύνας ἡ αἵρεσις δέδωκε, καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ τετάρτη σύνοδος ἀνωτέρα πάσης συκοφαντίας ἐπιδέδεικται, καὶ ὁ ἱερὸς καὶ θεολόγος Λέων ἐκ τῶν θεολογικῶν ναμάτων τοὺς οἰκείους λόγους ἐπεγνώσθη ἀρυσάμενος καὶ λαμπρὰ παρέσχε καὶ ἀπαράγραπτα μαρτύρια, καὶ ἡ κατ’ αὐτοῦ κινουμένη γλωσσαλγία οὐδὲν ἔλαττον εἰς αὐτὸν ἢ εἰς τὸν ἱερὸν καὶ θεοφόρον ἀνατρέχει Κύριλλον, μᾶλλον δὲ κατὰ πάντων ἡμῶν τῶν θεοσόφων πατέρων καὶ αὐτῶν τῶν μαθητῶν τοῦ λόγου νεανιεύεται, διευκρίνηται δὲ καὶ τί ποτε βούλεται ἡ ‘τοῦ λόγου μία φύσις σεσαρκωμένη’, καὶ τὸ κατὰ τὸν ἄνθρωπον δὲ παράδειγμα τῆς δεούσης θεωρίας τε καὶ λογοθεσίας τετύχηκε, καὶ ὡς ἐκ τῆς τοῦ Μάνεντός τε καὶ Παύλου σπορᾶς αἱ Σεβήρου τε καὶ Ἰακώβου ἐπὶ λύμῃ τοῦ κοινοῦ τῆς ἐκκλησίας φρονήματος ἀνεβλάστησαν παραφυάδες καὶ ἄκανθαι καὶ τἄλλα ὅσα ὁ παρὼν λόγος διελήλυθεν, ὃ λοιπόν ἐστι, μεμνῆσθαι μὲν ταῦτα προλήψεως κεκαθαρμένῃ διαθέσει καὶ κρίσει διὰ παντὸς συμβουλεύω καὶ παραινῶ, μηδὲ παριδεῖν φιλοῦντος ἀληθῶς καὶ περικαιομένου τῆς σωτηρίας ὑμῶν πρὸς ὁμοίαν <......> εἰσήγησιν.

ναί, δέομαι καὶ παρακαλῶ, ὥσπερ τῆς τῶν Χριστιανῶν σωτηρίου τε καὶ πολυεράστου κοινωνεῖς κλήσεως, οὕτω καὶ τῆς ἀκριβείας τῶν ὀρθῶν δογμάτων κοινωνὸς εἶναι καὶ συναγωνιστὴς διάπυρος διεπείχθητι, μηδ’ ἐν μέρει μὲν τῇ μιᾷ τοῦ θεοῦ καὶ ἀποστολικῇ ἐκκλησίᾳ εἴης συναπτόμενος, ἐν μέρει δὲ διατέμνων καὶ διατειχίζων ἑαυτόν, μηδὲ τῶν τῆς οἰκουμένης δογμάτων τὰς ἐν γωνίᾳ δοξοκοπίας προτιμήσῃς. εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε τὸ κήρυγμα τὸ δεσποτικόν. οὐκ ἐπεδήμησε διὰ σαρκὸς τοῖς ἀνθρώποις ὁ κοινὸς τοῦ γένους σωτὴρ τοὺς Ἀρμενίους τοῦ κοινοῦ παραπτώματος ἀνασώσασθαι· ἐκείνης ἐστὶ τῆς θείας καὶ ὑπερουρανίου φωνῆς μετὰ τὸν τοῦ θανάτου θάνατον καὶ τῆς τοῦ ᾅδου τυραννίδος τὴν καθαίρεσιν, ἥτις ἅμα τε ἐθέσπισε καὶ ῥώμην ἄμαχον τοῖς μαθηταῖς παρεῖχεν εἰς τέλος ἄγειν τὰ θεσπίσματα· ‘πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.’ πάντα τὰ πέρατα κατέλαβε τῶν ἀποστόλων ὁ φθόγγος· οὐκ ἐν τῇ τῶν Ἀρμενίων γλώσσῃ περικλείεται ἡ εὐσέβεια, οὐδ’ ἐν διανοίαις ὀψὲ καὶ μόλις εὐσεβεῖν ὁπωσδήποτε μεμαθηκυίαις ἡ ὀρθοδοξία περιγράφεται.

Δυσωπήθητι τὴν τοῦ δόγματος ἀρχαιότητα· εὐλαβήθητι τοῦ Ῥωμαίων κράτους τὸ ὀρθόδοξον· ἔστω σοί τις αἰδὼς τῷ συνειδότι περιθαλπομένη τῆς ἄνωθεν καὶ ἐκ παλαιοῦ τεθεμελιωμένης ὑπὸ τοῦ θεοῦ τῶν Χριστιανῶν βασιλείας· ἐννόησον τὴν ἀνὰ πᾶσαν τὴν οἰκουμένην τῶν ἀρχιερέων θεοῦ συμφωνίαν τε καὶ ὁμοφροσύνην· φοβήθητι τὰς ἀρὰς τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων. ἀναμνήσθητι τῆς δεσποτικῆς ἐκείνης καὶ φοβερᾶς φωνῆς, ἣν τοῖς αὐτοῦ μαθηταῖς καὶ δι’ αὐτῶν τοῖς ἐκείνων οὐδὲν ἔλαττον ἐνεχείρισε διαδόχοις· ‘ὃ ἂν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.’ τὸ ἐκεῖθεν δικαιωτήριον ἀναλαβεῖν ἐπὶ νοῦν διανάστηθι καὶ νόμιζέ σοι πάντας κατ’ ἐκείνην τὴν φρικτὴν ἡμέραν κατὰ πρόσωπον παρεῖναί σοι τοὺς ἱερεῖς θεοῦ καὶ ἀρχιερεῖς, τὰς προειρημένας ἀρὰς κατὰ τοὺς ἀφύκτους δεσμοὺς προτιθέντας, ὡς παρῄνεσαν, ὡς παρεκάλεσαν, ὡς ἠπείλησαν, ὡς διεμαρτύραντο, ὡς πάντα πράξαντες—μὴ γένοιτο δὲ τοῦτο ῥηθῆναι μηδὲ ἐνταῦθα μηδὲ ἐκεῖθεν—ὡς οὐκ ἔπεισαν, οὐ μετέβαλον πρὸς τὴν εὐσέβειαν, ὡς εὗρον τὴν νόσον τῆς θεραπείας μείζονα, τῶν βοηθημάτων τὴν ἐνέργειαν ἄχρηστον· τὸ τραῦμα τῶν ἐμπλάστρων τὴν δύναμιν ἤλεγχε, μόνης ἐδεῖτο τομῆς ὀξείας καὶ βαθείας, οἴμοι, καὶ ἀποτόμου τῆς καύσεως.

Ἀλλ’ ὦ λόγε θεοῦ καὶ θεέ, ὁ σάρκα δι’ ἐμὲ τὴν ἐμὴν προσλαβὼν καὶ ἄνθρωπος χρηματίσας ἀψευδῶς, ὥσπερ θεὸς ἀληθῶς, ὁ ἐκ δύο φύσεων καὶ ἐν δυσὶ γνωριζόμενός τε καὶ θεολογούμενος, καὶ τούτων ἑκατέραν ἐν ἑαυτῷ ἀσυγχύτως τε καὶ ἀναλλοιώτως λαμπροῖς τοῖς ἔργοις ἐπιδεικνύμενος καὶ τοῖς διαφόροις συνέχων αὐτὰς ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει καὶ συντηρῶν ἰδιώμασιν, ἡ πηγὴ τῆς φιλανθρωπίας ἡ ἀκένωτος, ὁ ποταμὸς τοῦ ἐλέους· ὁ ἀένναος, τὸ ὕδωρ τὸ ζῶν τὸ ἁλλόμενον εἰς ζωὴν αἰώνιον, ἡ τὰ ὑπερουράνια καὶ οὐράνια καὶ ἐπίγεια πληροῦσα πρόνοια καὶ πρὸς οὗ μὴ ἔστιν ἄμεινον διακυβερνῶσα πάντα καὶ διεξάγουσα, ὁ εἰπών, ‘καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν’, αὐτός, ὦ δέσποτα, τὸν φωτισμὸν τῆς σῆς ἐπιγνώσεως καὶ καθαρᾶς λατρείας ἐναύγασον καὶ τῷ ἡμετέρῳ φίλῳ καὶ συγγενεῖ· μηδὲ γένοιτο αὐτὸν ταῖς εἰρημέναις εὐθύναις καὶ αἰτίαις ὑποπεσεῖν, μηδὲ σκυθρωπὸν καὶ πικρὸν καὶ ἀπαράκλητον δακρύουσιν ὄμμασι τῷ ἐκεῖθεν παρεστάναι κριτηρίῳ, ἀλλ’ εἴη μὲν τὰ ὀρθὰ τῆς ἐκκλησίας δόγματα συμφρονεῖν ἀναφέρων, εἴη δὲ καὶ τὸν βίον τῇ τῶν ὀρθῶν δογμάτων συνδιατιθέμενος καὶ συγκαταρτιζόμενος ἀκριβείᾳ, πάσης μὲν ἀνθρωπίνης ἐπιβουλῆς τὰς λαβὰς διαφεύγων καὶ δεικνύμενος κρείττων, πάσας δὲ μεθοδείας τοῦ ἐχθροῦ καταβάλλων τε καὶ ἀποσκευαζόμενος καὶ καθορώμενος ὑπεράνω καὶ σὺν ἡμῖν τῆς οὐρανίου καὶ ἀτελευτήτου καταξιούμενος βασιλείας.

Ἀλλὰ γὰρ τὰ μὲν τῆς εὐχῆς—ὅτι μηδ’ ἄλλο τι προσεπινοεῖν σωτηρίας φάρμακον, καίτοι πολλὰ μελετήσας, μὴ γέγονα δυνατὸς ἐξευρεῖν—ἐν τούτοις· τὸ μέντοιγε τὴν κοινὴν τῶν Χριστιανῶν ἐπίστασθαι βασιλείαν καὶ ὑποκλίνειν αὐτῇ ἑκούσιον τὸν αὐχένα καὶ ποιεῖσθαι τοῦτο σεμνολόγημα, μάλιστά γε νῦν ὅτε περιφανέστατον αὐτῆς τὸ κράτος ὁ τοῦ παντὸς βασιλεὺς καὶ κηδεμὼν διὰ τῆς τοῦ φιλοχρίστου βασιλέως ἡμῶν καθαρᾶς λατρείας καὶ εὐσεβείας εἰς πάντα τὰ πέρατα τῆς οἰκουμένης ἐξήπλωσε, καὶ μὴν καὶ τὸ πείθεσθαι τοῖς προστάγμασιν αὐτῆς ἀγαλλίαμα ψυχῆς καὶ εὐφροσύνης πρόξενον τίθεσθαι, τῆς σῆς ἀρετῆς ἀληθῶς τὸ μεγαλεῖον καὶ τῆς συνέσεως τὸ εὔστοχον παρίστησι καὶ δραστήριον. τὸ γὰρ ἅμα τε θεσμοῖς καὶ χρησμοῖς πειθαρχεῖν θείοις καὶ τὸ οἰκεῖον καρποῦσθαι συμφέρον καὶ τῇ κοινῇ πάντων συνάπτεσθαι κεφαλῇ, ἐπικρατέστερόν τε τῶν ἐχθρῶν καὶ τοῖς φίλοις αἰδεσιμώτερον διὰ μιᾶς καὶ τῆς αὐτῆς μεθοδεύειν ἐπιδείκνυσθαι πράξεως, πῶς οὐχὶ μαρτύριόν ἐστιν ἀπαράγραπτον πολιτικῆς ἀγχινοίας καὶ ἀρετῆς, συνέσεως δὲ τῆς εἰς ἄκρον ἡκούσης ἀπόδειξις;

ἀλλ’ ὦ φίλων ἀξιέραστον καύχημά τε καὶ καλλώπισμα, ὥσπερ τὴν κοινὴν τῶν Χριστιανῶν βασιλείαν ἐγκολπίῳ πόθῳ καὶ εἰλικρινοῦς ὑποταγῆς διαθέσει ἀσπάζεσθαι καὶ τιμᾶν διωμολόγησας, οὕτω καὶ τὴν κοινὴν τῶν εὐσεβούντων πίστιν, τὴν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης τὰς σωτηρίους ἀκτῖνας πυρσεύουσαν, σαυτῷ τε μάλιστα καὶ γένει τῷ σῷ καὶ τοῖς ὑπηκόοις λατρεύειν ἀνύστακτόν τε καὶ ἀπροφάσιστον καὶ χειρὶ καὶ ποδὶ καὶ φωνῇ καὶ πάσῃ δυνάμει ποίει σπούδασμα, ἧς χωρὶς οὐκ ἔστιν οὐδὲ μὴ γένηται βασιλείας οὐρανῶν οὐδένα ἐπιτυχεῖν.

<Ἐ>πιστολὴ πρὸς Ἀρμενίους <Ἀ>νδρῶν μὲν σωφρόνων καὶ τὰ καθ’ ἑαυτοὺς εὖ εἰδότων διατίθεσθαι καὶ μελετᾶν ἐσπουδακότων τὰ θεῖα μαθήματα, μηδὲν τῆς ἀληθοῦς δόξης προτίθεσθαι μηδ’ αἰσχύνῃ τοῦ δόξαι κακῶς εἰδέναι πρὶν μεταμαθεῖν τὴν εὐσέβειαν ἀναβάλλεσθαι· οἷς καὶ τὸ φιλεῖν τοὺς ἐλέγχοντας καὶ τῆς πλάνης μεθέλκοντας διεσπούδασται, ἀντάμειψιν ὥσπερ ποιουμένοις τῆς εἰς ἑαυτοὺς εὐεργεσίας τὴν εἰς τοὺς εὐεργετηκότας ἀγάπησιν. μοχθηρᾶς δὲ γνώμης καὶ φρενὸς φιλαπεχθήμονος ἀγαθὴν μὲν συμβουλὴν καὶ παραίνεσιν ὄνησιν φέρουσαν παρορᾶν, προλήψεσι δὲ πεπλανημένων φαντασιῶν ἴσα πέδαις δεδεμένοις συμποδίζεσθαι, κἂν πᾶς ὁ τῶν εὐσεβούντων λόγος τὸ ἐν ταύταις ψεῦδος ὡς μύσος ἐκτρέποιτο· ὧν ἐστιν ἔργον ἀντὶ μὲν ἀγάπης μῖσος, ἀντὶ δὲ εὐνοίας ἐπιβουλὴν καὶ ἀντὶ χάριτος μῶμον ἐπιρράπτειν καὶ διαβολὴν τοῖς μεταβιβάζειν αὐτοὺς ἐπιχειροῦσιν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα. τοῦτο γὰρ καὶ ἡ παροιμία διεμαρτύρατο λέγουσα· ‘ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε, ἄφρονα δέ, καὶ προσθήσει τοῦ μισῆσαι’· καὶ ‘ὁ ἐλέγχων τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν’ καὶ ‘μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε.’

Ἐπεὶ δὲ τὴν ὑμετέραν εὐλάβειαν οὐκ ἐν τῇ τῶν ἀπαιδεύτων καὶ μισοκάλων μοίρᾳ, τῆς δὲ τῶν σπουδαίων καὶ φιλομαθῶν μερίδος τιθέμεθα, σκοπὸς δὲ πάλιν τῷ παρὰ κυρίου τεθέντι σκοπῷ τὴν ἐπὶ δίκῃ τῆς ἀσεβείας ἐστιλβωμένην ῥομφαίαν τοῖς ἐφ’ οὓς ἥκει λαμπρῶς διαγγέλλειν τῷ κηρύγματι, μήποτε λαθοῦσα ψυχὴν ἡ ῥομφαία λάβῃ καὶ ποινὴν ὄφλειν ὁ μὴ σημήνας σκοπὸς τῆς οὐκ ἐν καιρῷ σιγῆς τε καὶ ῥᾳστώνης κριθῇ δίκαιος—σφοδρᾷ γὰρ ὀργῇ τὴν ἀπειλὴν συνάπτων ὁ τῆς φύσεως ἡμῶν καὶ πλάστης καὶ προνοητὴς οὑτωσί πως διὰ τοῦ προφήτου σαλπίζει θεός· ‘υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἐὰν μὴ διαστείλῃς μηδὲ λαλήσῃς τοῦ διαστείλασθαι τῷ ἀνόμῳ τοῦ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς μὲν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω’—ἵνα οὖν τὸν τοῦ φόνου λόγον εἰς τὴν τοῦ ῥυέντος αἵματος ἐκδίκησιν ὑπέχειν μὴ ὑπενεχθείημεν, καὶ ὅτι οὐδὲ εἰς τετρημένον πίθον ἀντλεῖν ὑπειλήφαμεν, μετὰ τὰς πρώτας ἐκείνας καὶ μακρὰς παραινέσεις, τῷ μακαρίῳ Παύλῳ κἀνταῦθα μαθητευόμενοι, καὶ δευτέραις ἔγνωμεν προσομιλῆσαί σοι, τῆς μὲν ἀντιγραφείσης ἡμῖν ἐπιστολῆς παρ’ ὑμῶν τὸν τῆς ἀγνοίας γνόφον ταῖς τῶν ἀπλανῶν δογμάτων αὐγαῖς οἷά τισιν ἡλιακαῖς ἀκτῖσι διασκεδάζοντες, τὸ δὲ τῆς εὐσεβείας φῶς τοῖς μὴ γνώμῃ τὰς ὄψεις ἠμαυρωμένοις τῆς ψυχῆς διαυγάζοντες.

Πολλῶν γὰρ ὁρωμένων τῆς εὐθείας τρίβου παρατρεπομένων, εὕροι τις ἂν τοὺς πλείους οὐκ ἀγνοίᾳ τῶν τοῦ κυρίου δικαιωμάτων—‘τὰ γὰρ δικαιώματα αὐτοῦ εὐθέα, καὶ ἡ ἐντολὴ δὲ τηλαυγής, φωτίζουσα ὀφθαλμούς’—προσπαθείᾳ δὲ μᾶλλον τῶν οἰκείων πονηρευμάτων εἰς τὸν κρημνὸν τῆς ἀπωλείας δρόμῳ προλαβεῖν ἀλλήλους φιλοτιμουμένους, οὓς οὐ μόνον τὸ περισῶσαι χαλεπόν τε καὶ ἐπίπονον, ἀλλὰ καὶ αὐτὸ τὸ πειρᾶσθαι χειραγωγεῖν οὐκ εὐπρόθυμον, ἅτε δὴ μὴ βουλομένων ἀνανεύειν τῶν ἐθελοκάκῳ ῥοπῇ κατολισθησάντων τῷ πτώματι. εἰ γὰρ καὶ τούτων ἔσθ’ ὅτε τινὲς μόλις τοῦ δεσμοῦ ῥαγέντος τῆς πλάνης ἀνειλκύσθησαν, ἀλλ’ οὐκ εὐέλπιδας ποιεῖ πρὸς τὴν τῶν ὁμοίων μεταχείρισιν τοῦ κατορθωθέντος παρ’ ἐλπίδα τὸ παράδειγμα. διὸ τούτους μὲν ἐῶμεν· οὐ γὰρ ῥᾴδιον ἕλκειν ἐφ’ ἃ μὴ προῄρηνται, κατασπῶντος αὐτούς, ὡς φθάσαντες ἔφημεν, πρὸς τὰ μοχθηρὰ τοῦ βουλήματος· ὧν οὐδ’ ὑπεύθυνος ἡ παραίτησις, φωτὶ πορευομένων τοῦ πυρὸς αὐτῶν καὶ τῇ φλογὶ κατακολουθούντων ᾗ ἐξέκαυσαν, περὶ ὧν καὶ ὁ θεῖος Παῦλος βοᾷ· ‘αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.’

τοὺς τοιούτους οὖν καὶ ἡμεῖς, ἐνδίκῳ κεχρημένοι κρίσει καὶ πατρῴους νόμους φυλάττοντες, παραιτούμεθα· τοῖς δέ γε τὰς ἀκοὰς μὴ κατὰ τὴν ἐθελοκωφοῦσαν ἀσπίδα πρὸς τὰς τῶν ἐπᾳδόντων φωνὰς ἀποφράττουσιν, ἀλλ’ ἑτοίμως ὑπέχουσιν—‘εἰς ὦτα’ γάρ φησι προσήκει λαλεῖν ‘ἀκουόντων’—ὁ τῆς εὐσεβείας λόγος ἠχήσει μέγα καὶ λαληθήσεται, εὖ δὲ οἶδ’ ὅτι καὶ ῥᾷστα παραδεχθήσεται καὶ πιστευθήσεται, ποτίμῳ τῆς ἀληθείας λόγῳ τὴν ἁλμυρὰν τοῦ ψεύδους ἀκοὴν τῶν ἀ<κροατῶν> ἀποκλυζομένων.

Ἐχρῆν μὲν οὖν σε, τῷ προτέρῳ γράμματι προσομιλήσαντα συνεχῶς καὶ τὸν ἐν αὐτῷ τοῦ ψεύδους ἔλεγχον ἐξακριβώσαντα συνετῶς, μήτε δευτέρων πόνων αἴτιον ἡμῖν ὀφθῆναι μηδ’ ἀντιλογίᾳ τὴν συμφωνίαν λυμαίνεσθαι καὶ τὴν τῶν πατέρων δόξαν πρεσβεύοντα τῶν Ἀκεφάλων φεύγειν τὰ πλάσματα, οἳ πανταχόθεν ἐξαπορήσαντες καλαμίνῃ ῥάβδῳ συντεθλασμένῃ, τῇ ψευδολογίᾳ καὶ ἀπάτῃ, κατὰ τὸν προφήτην ὑποστηρίζονται, μήτε λόγον συνήγορον μήτε νόμον ἐπίκουρον μήτε τινὰ τῶν ἁγίων τῇ σφῶν παρανοίᾳ συμφθεγγόμενον ἔχοντες, ἀλλὰ καὶ καθ’ ἑαυτοὺς στασιάσαντες ποικίλαις τῆς πλάνης τομαῖς ἐμερίσθησαν εἰς ἀπειρίαν τε τμημάτων τῆς τομῆς προχωρησάσης διεσπάρησαν, τὴν κατὰ τῶν ἀχαρίστων Ἰσραηλιτῶν ἀπειλὴν ἐν ἑαυτοῖς δεικνύντες ἐπαληθεύουσαν· ‘εἶπα’ γάρ φησι ‘διασπερῶ αὐτούς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν.’

ἐπεὶ δὲ μικρὸν ἡγήσω τὸ μιᾷ τοῦ λόγου πληγῇ, τῇ παρ’ ἡμῶν σταλείσῃ πρότερον ἐπιστολῇ, τὰ τῆς αἱρέσεως ἰδεῖν ὀχυρώματα καθαιρούμενα καὶ τὰ ταύτης στρατόπεδα ἐξ ἐφόδου μόνης Χριστῷ προσαγόμενα δοριάλωτα, οὐδ’ ἀπροστάτευτον αὐτὴν οὐδ’ ἀστρατήγητον ἔγνως καταλιπεῖν, ἀλλ’ ἐπεξῄεις ὅση δύναμις καὶ ἀντιμηχανᾶσθαι προείλου καὶ ἀντιμάχεσθαι, ἴσως ἵνα περιφανεστέραν πᾶσι τὴν ἧτταν ὑποδεικνὺς καὶ τὴν τῆς προδοσίας φύγῃς ὑπόνοιαν καὶ τὸ πείθειν ἕξεις τοῖς ὑπὸ σὲ ταττομένοις εὐοδούμενον, ὡς οὐ χρὴ πλέον φιλονεικεῖν τῆς δυνάμεως, ἀλλ’ ὑπείκειν ἑκόντας καὶ μεθίστασθαι τῷ κρείττονι, μηδὲ μάτην πρὸς οὐράνιον μάχην ὁπλιζομένους ψυχῶν πανωλεθρίαν ὑφίστασθαι—οὕτω γὰρ τὸ μὴ παραυτίκα πρὸς τὴν τῶν ὀρθῶν δογμάτων ἰδεῖν συγκατάθεσιν, ἀλλὰ καὶ πολέμου πρὸς αὐτὰ καὶ μάχης παρασκευὴν ἐπιδείξασθαι ὁ τῆς φιλίας ὅρος παρέσχε λογίζεσθαι— διὸ καὶ τὴν ἐπὶ τῇ συμπλοκῇ πρόσκλησιν περιχαρῶς προσηκάμεθα καὶ τοῦ λόγου τὰ βέλη τῇ προθυμίᾳ σὺν τῇ ἀληθείᾳ παρεθήξαμεν. αὐτοῦ δὲ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τονοῦντος ἡμᾶς καὶ στρατηγοῦντος τοῦ συντάγματος, δι’ οὗ καὶ χεῖρες διδάσκονται πρὸς παράταξιν καὶ δάκτυλοι γράφοντες κατορθοῦσι τὸν κατὰ τῆς αἱρέσεως πόλεμον, ἐπ’ αὐτὸν τὸν ἀγῶνα καὶ δὴ καθιστάμεθα.

Πρὸ δὲ τῆς κατὰ μέρος συνεξετάσεως ἐκεῖνό γε προταττόμεθα, δι’ ὅλου σχεδὸν κατεσπαρμένον τοῦ γράμματος, τὸ τἀναντία καὶ ῥήματι καὶ νοήματι φθέγγεσθαι βασάνῳ λόγων καὶ δοκιμασίᾳ κολάσαι, εἰς ἀνατροπὴν μὲν τῶν εἰρημένων, φυλακὴν δὲ τῶν ῥηθησομένων, καὶ μεταμέλειαν μὲν τῶν νενοημένων, ἀσφάλειαν δὲ τῶν ἐπινοουμένων, τὴν ἐπὶ τοῖς γεγραμμένοις ἀφεὶς βάσανον τοῦ λόγου. δεῖ γὰρ τὸν ἀρετῆς ἐρῶντα καὶ συνέσει τοὺς λογισμοὺς κοσμοῦντα καὶ πρεσβεύειν λόγου καὶ δογμάτων ἐγνωκότα μὴ μαχομένων ῥημάτων ἀσύμβατον ὁρμαθὸν συγκλώθειν, μηδὲ πραγμάτων ἀσυμβάτων ὡς συμπεφυκότων τὰς φύσεις βιάζεσθαι ἰσάζειν, ἑκάστου δὲ τῶν ὄντων κατάλληλον τῇ νοήσει μὲν τὴν κλῆσιν, τῇ φύσει δὲ τὴν νόησιν οἰκονομοῦντα, ὁμοφώνους τε φωνὰς ἀλλήλαις ἐπὶ τοῦ αὐτοῦ σκοπεῖν ἀφεῖναι καὶ τῶν ὑποκειμένων τὴν φύσιν διὰ τῆς ἐναρμονίου νοήσεως ἀσύγχυτον διασῴζειν.

Πῶς δ’ οὐ μαχ[όμενον καὶ ν]ηπ̣ίου τὰς φρένας ἀνδρός, ὀξείας οὕτω καὶ σφαλερὰς περιστρέφεσθαι στροφάς, ὥστε διδάσκαλον μὲν καὶ καθηγητὴν ἀποκαλεῖν, οὐ προσίεσθαι δὲ τὴν διδασκαλίαν καὶ ἀναισχυντεῖν, καὶ ὡς δρόσον μὲν πρωινὴν τὸ ἡμέτερον γράμμα τὰς ἀνίκμους ὑμῶν διανοίας ἀγαθοειδοῦς ἐμπιπλάναι γλυκύτητος ἀνομολογεῖν, παραγράφεσθαι δὲ τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον περιλαλεῖν, ἧς τὸ κῦρος τοῦ ἡμετέρου γράμματος ὁ σκοπός, ὡς τῶν πρὸ αὐτῆς συλλόγων καὶ τῶν ἐφεξῆς συνόδων καὶ τῶν εὐσεβῶν δογμάτων ἐξ αὐτῆς κατισχυόντων ἐλλαμπρύνεσθαι; πῶς δ’ οὐ λίαν ἀσύμβατα καὶ πολέμια, γῆν μὲν διψῶσαν ὑμᾶς αὐτοὺς περὶ ἑαυτῶν ἐλεεινολογεῖν, λιμνάζειν δὲ καὶ κυπρίζειν διὰ τῶν ἡμετέρων διδαγμάτων σεμνολογεῖν καὶ χλοάζειν πάλιν τοὺς ἀπεξηραμένους ὑμᾶς, ἀκρίτῳ δὲ καὶ ἀκυβερνήτῳ τῇ ὁρμῇ τοῦ κοινοῦ τῆς ἐκκλησίας καὶ τοῦ ἡμετέρου φρονήματος κεχωρισμένους ὑπάρχειν ἀποθρασύνεσθαι, πατράσι δὲ κατακολουθεῖν ἰδίοις, ὧν ὁ τόκος, κἂν ἄθεσμος ᾖ, ὡς εὐσεβείας γέννημα θαλπόμενος ὑμῖν περιπτύσσεται;

ἀλλ’ οὐκ ἐκθέσμων γεννημάτων πατέρας ὁ λόγος, τοὺς δὲ [κα]λ̣ο̣ὺ̣ς πατέρας ἐπερωτᾶν καὶ ἐπὶ γνησίοις ἐγνωσμένους τοῖς γεννήμασι καὶ μηδὲν τοῦ ἀληθοῦς παρενηνεγμένους κηρύγματος ἐγκελεύεται, παρ’ ὧν ἀναγγελλόντων μὲν τὸ μανθάνειν σωτήριον καὶ τὸ μὴ πειθαρχεῖν ἐπιζήμιον· ἐκφύλων δὲ προβλημάτων γεννήτορες πρωταίτιοι τῶν ἐπερωτώντων μολύνουσι τὴν ὑπόληψιν. ὥσπερ γὰρ καὶ καρπὸς σαπρὸς τοῦ δένδρου μηνύει τὴν σαπρότητα, οὕτω καὶ πατέρων ἀλλοφύλων ὁμολογία καὶ τοῦ δόγματος μηνύει τὴν φαυλότητα καὶ τῶν γεγεννημένων στηλιτεύει τὴν δυσγένειαν.

Πῶς δὲ πάλιν τὴν Ἀρμενίαν πᾶσαν ἡ ἀρδεία τῶν ἡμετέρων λόγων κατήρδευσε καὶ ἐμύρισεν, ἐξέθρεψέ τε καὶ ἐπηύξησε καὶ εἰς παράδεισον πολυανθῆ ἐπλατύνατο—ταῦτα γὰρ ὑμῶν ὑμνολογεῖτο τῷ γράμματι—καὶ πῶς πάλιν ἡμεῖς φεύγειν τῶν αἱρετικῶν προσταττόμεθα καὶ τῆς ἀληθοῦς πίστεως τὴν φυλακὴν ἐπιποθεῖν νουθετούμεθα; καὶ ταῦτα γὰρ ἡμῶν ἐν τοῖς αὐτοῖς κατεστίζετε. ἆρ’ οὐχὶ ταῦτα γέμει μὲν πολεμίων λογισμῶν, γέμει δὲ ματαίων φωνῶν, κατηγορεῖ δὲ καὶ τῶν τεκόντων, ἵνα μηδὲν εἴπω φαῦλον, ἀπερίσκεπτον περιφοράν;

Ἀλλὰ τί με δεῖ τὰ λοιπὰ τῶν ὁμοίων προσεπιδραμεῖν; οὐ γὰρ ἐπὶ τῷ τῶν ἐσφαλμένων πλήθει θριάμβου νόμῳ τὸ ἁμάρτημα βαρῦναί τε καὶ ὀγκῶσαι καὶ ἐξᾶραι σκοπὸς ἡμῖν, ἀλλ’ ἐπὶ τῷ τῶν τε̣τ̣ι̣μ̣η̣μένων ἐλέγχῳ καὶ τὸ πλημμεληθὲν παρασχεῖν τῷ πλημμελήσαντι συνιδεῖν τε καὶ διορθώσασθαι καὶ τὴν ἐπὶ τοῖς ὁμοίοις τῶν ἀδελφῶν περιστεῖλαι περιπέτειαν. οὐκοῦν τόδε μὲν τὸ ἀγνόημα—οὐ γὰρ ἂν φαίην ἐάσθω κακούργημα· ἃ δὲ καὶ μοχθηρίας ἔνοχον καὶ βλασφημίας ὑπεύθυνον καὶ ποικίλης πλάνης ἔμπλεων τὸν εἰδότα ποιεῖ, ἂν ἔτι μάλιστα τῇ πωρώσει θάλπῃ τὴν γνώμην ἐπὶ τοῖς τετολμημένοις ἀμεταμέλητον, ταῦτα δὲ ἄρα τῷ λόγῳ διερευνώμενος καὶ παντὸς ἀπογυμνῶν ἐπιτεχνάσματος, οὐδὲ τῶν ἐπιτιμήσεων καὶ τῶν δικαίων ἐλέγχων ἀφέξομαι, σοὶ μὲν ἴσως οὐδὲν τῶν ἀχαρίστων ἀπεργαζόμενος, εἴπερ, ἡμῖν ὡς ὑπείληπται κἀν τοῖς προοιμίοις εἴρηται, ἑτέροις πράττων καὶ τὴν τῶν πλησίον σωτηρίαν οἰκονομούμενος τὸν πρὸς τὰ γραφέντα παρ’ ἡμῶν τῇ σῇ εὐλαβείᾳ ταῖς ἀντιλογίας συνεκρότησας πόλεμον, δεικνύναι μηχανώμενος τῇ μὲν ἀντιλογία τὴν μάχην, ἐν δὲ τῇ μάχῃ τὴν ἧτταν, δι’ αὐτῆς δὲ τὴν ἀπορίαν, ὑπὸ δὲ τῆς ἀπορίας τὴν παλινῳδίαν κατὰ λόγον σε μεθαρμόσασθαι· εἰς ἐκείνων δὲ τὰς κεφαλὰς ἐμοί τε βάλλειν σοί τε προσήκει πάντα τὰ ἀφιέμενα ἐκλογίζεσθαι, ὧν οὐδὲ μετὰ ταύτας ἡμῶν τὰς σὺν ἐλέγχῳ καὶ ἐπιτιμήσει παραινέσεις ἡ μετάνοια περισπούδαστος.

εἴη δὲ μηδὲ τῶν ἄλλων τινὰ τοῖς βαλλομένοις ἁλῶναι μηδὲ τῇ ἐκεῖθεν εὐθύνῃ συντηρηθῆναι, ἀλλὰ κρίσει μὲν ἀπλανεστάτῃ, αἱρέσει δὲ κεκριμένῃ καὶ τὰς τῆς πλάνης ἄρκυς ἐκφυγεῖν, φυγεῖν δὲ καὶ τὰς ἐπὶ πλάνῃ δίκας. οὐ γὰρ ὅπως ἁλοῖεν, ἀλλ’ ὅπως διορθωθεῖεν βάλλειν ἐγνώκαμεν· ὧν γὰρ ἡ φυγὴ μὲν τοῦ ζῆν, ἅλωσις δὲ τοῦ τεθνάναι κατὰ πολὺ χαλεπώτερον, τούτων καὶ τοὺς φιλοῦντας ἐξέλκειν καὶ τῶν ἄλλων ὁντιναοῦν ἀποπηδᾶν ἐπευχόμεθα. ἀλλὰ τῶν ἐχομένων τοῦ λόγου καιροῦ καλοῦντος ἐχώμεθα.

Πιστεύειν τοιγαροῦν εἰπόντες ὀρθῶς καὶ τούτου π̣ί̣σ̣τ̣ε̣ι̣ς̣ [εἰση]γησάμενοι καὶ μνήμῃ τὴν ἀποδοχὴν τῶν τριῶν συνόδων ὡς δῆθεν κυρώσαντες, τῶν ἐφεξῆς τὰς μὲν ὅλας ἀμνηστίᾳ ἐξυβρίσατε, τὴν δὲ καὶ κακῶς εἰπεῖν καὶ πολλὴν κατ’ αὐτῆς συμφορῆσαι σωρείαν παλιμφήμων ῥημάτων ἀπηναισχυντήσατε, ὥσπερ ἡμῶν οὐχ ἵνα τἀληθῆ μαθόντες ἐπιστραφῆτε γραψάντων, ἀλλ’ ὡς ἂν αὐτῆς τε καὶ τῶν θείων νόμων κατορχήσησθε παρακαλεσάντων, οἳ καὶ παριστορίαις τὰς ἱστορίας περιτρέπειν ἐθελοθρησκείᾳ τε τὴν θεολογίαν ἐξυβρίζειν καὶ πατέρων διαβολαῖς τὰς τοῦ πνεύματος λύειν ἐντολάς, τὰς δὲ τῶν πατραλοιῶν κρατύνειν βουλὰς ἐμελετήσατε. καὶ πῶς οὐκ ἄν τις ἐπὶ τούτοις ἀλγήσας εἰκότως—‘ὁ γὰρ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με’ συνᾴδομεν τῷ Δαυίδ, ‘καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμέ’—ἁρμοσάμενός τε προσφόρως τὰς προφητικὰς ἐκείνας εἴποι φωνάς;

ὡς ‘ὢ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν καὶ μεθύσκων, ὅπως ἐπιβλέψῃ ἐπὶ τὰ σπήλαια αὐτῶν πλησμονὴ ἀτιμίας ἐκ δόξης’· καὶ ‘παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, ὃ οἱ ἀγρεύοντες θήραν κατέπηξαν’ καὶ ‘ἐγένοντο ὡς μετατιθέντες ὅρια, ἐπ’ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου’· ‘ὢ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα’· ‘ἠπείθησαν’ γὰρ ‘τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου’· καὶ ‘ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι’· ‘ὅτι οἱ ποιμένες ἠφρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν’· καὶ ‘ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἄβατον ἔρημον’· ‘διὰ τοῦτο τάδε λέγει κύριος· ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου καὶ ἐξώσατε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ’ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν’.

Ταῦτά τε καὶ ὅσα τῷ αὐτῷ ἐνεῖρται εἱρμῷ σὺν δίκῃ τις τῶν προειρημένων ἀρᾶσθαι κριθείη καὶ τὸν Δαυιτικὸν ζῆλον τὸ μέρος πληρῶν· τῷ ὄντι γὰρ πάγαι τοῖς ποιμαινομένοις καὶ θήρατρα, καὶ ποιμένων διαφθειρόντων καὶ ἀπολλύντων τὸ ποίμνιον, ἀφίστασθαι μὲν κηρυγμάτων τῶν πατρικῶν, καταφρονεῖν δὲ δογμάτων τῶν εὐσεβῶν καὶ τὰ ὦτα βαρύνειν τοῦ μὴ εἰσακούειν μηδὲ πείθεσθαι νόμῳ κυρίου, παραγωγαῖς δὲ πονηρῶν παρασύρεσθαι δαιμόνων καὶ τὴν ψυχὴν ὅλην ὑποτάσσειν ἐκείνων φέρεσθαι τῇ ῥύμῃ μηδ’ ἀνενεγκεῖν ἔτι βούλεσθαι τοῦ πάθους μηδὲ τῶν παρὰ σφίσι λαλουμένων τὸ ἀσυνάρτητόν τε καὶ ἀβέβαιον συνιέναι.

Πῶς γάρ τις τιμᾶν φήσειε συνόδους, ὅτε τὴν ὁμόψηφον ἐξυβρίζει; πῶς δὲ τὰ ἐκείνων δόγματα κρατύνειν ὧν τὸ κῦρος διαπτύει; κῦρος γὰρ ὡς ἀληθῶς καὶ σφραγὶς τῶν πρὸ αὐτῆς τριῶν ἡ ἐν Χαλκηδόνι σύνοδος ὑπάρχει, τετάρτη μὲν οὖσα τῇ τάξει, οὐδεμιᾶς δὲ τὰ δευτερεῖα φέρουσα τῇ ἀξιώσει. Ἀρείου τε γὰρ παραπλησίως τὴν ἀπόνοιαν ἐπιρραπίζουσα τὴν παραπληξίαν ἐξοστρακίζει Μακεδονίου· καὶ Νεστορίου τὴν φρενοβλάβειαν ἐξο̣ρίζουσα τοὺς ἐκ διαμέτρου τὴν ὁμότιμον βλασφημίαν ἐκτετοκότας Εὐτυχῆ καὶ Διόσκορον, τὴν ἀλληλοπρόξενον τοῦ σκότους ξυνωρίδα, τῆς αὐτῶν ἅμα κενοφωνίας ἀναθεματίζει. ἑκατέρα γὰρ τῶν προσεχῶς ῥηθεισῶν αἱρέσεων τὴν σωτηρίαν ἡμῶν ἐφάπαξ ἀρνεῖται καὶ πρὸς τὸν αὐτὸν κρημνὸν τοὺς πειθομένους αὐταῖς ἀκοντίζει, ἀλλ’ ἡ μὲν τῷ δυαδικῷ τῶν ὑποστάσεων ἀμέτοχον τὴν ἡμετέραν φύσιν τῆς θείας οὐσίας τερατολογοῦσα, ἡ δὲ τῷ ἑνιαίῳ τῆς φύσεως τὴν τῆς ἑτέρας ἀναίρεσιν ἀποτολμᾶν οὐκ αἰσχυνομένη.

Πῶς οὖν τις τὴν ἐν Χαλκηδόνι σύνοδον ἀθετῶν τὰς ἄλλας ἐρεῖ περιπτύσσεσθαι, ἢ πῶς ἐκείνας παραδεχόμενος τὴν κυροῦσαν οὐ προσίεται; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, οὐδ’ ἂν Σεβῆρος καὶ Πέτρος καὶ Θεοδόσιος καὶ Τιμόθεος, οὐδ’ ἂν Ἰωάννης ὁ μάτην ὄντως πονῶν καὶ Κόνων καὶ Εὐγένιος καὶ ὁ λοιπὸς αὐτῶν τῆς συμμορίας λόχος ῥαγήσονται κράζοντες· οὐ γὰρ τῷ κτύπῳ τῶν φωνῶν, τῇ δὲ φύσει τῶν ὄντων ἡ ἀλήθεια χαρακτηριζομένη ἐμφανίζεται. ὥσπερ γὰρ εἴ τις καὶ πρὸς ὑμᾶς ἔλεγε τῶν ἱερῶν συνόδων τὴν μὲν πρώτην τιμᾶν, τὴν δὲ δευτέραν ἀθετεῖν, οὗτος ἂν καὶ παρ’ ὑμῖν ψευδολογίας ἤνεγκε γραφὴν καὶ οὐκ ἂν αὐτόν, πολλὰ κεκραγότα καὶ διομνύμενον, ἐν τῇ τάξει τῶν πιστευομένων παρεδέχεσθε, ἢ πάλιν ἄν τις τὰς μὲν δύο παραδέχεσθαι, τὴν δὲ τρίτην ἀποστρέφεσθαι, οὐδὲ περὶ τῶν προτέρων ἀξιόπιστον ὑπελαμβάνετε, οὕτω καὶ ἡμεῖς, ἄν τινες τὰς μὲν τρεῖς σεμνολογῶσι, τὴν δὲ τετάρτην μὴ ὁμολογῶσι· καὶ κριτὰς ὑμᾶς ἐπ’ ἄλλους προλαβόντες, οὐκ ἀδικεῖν ἐσμεν ὑπειλῆφθαι ἄξιοι τὴν αὐτὴν κρίσιν ἐφ’ ὑμᾶς ἣν ἐφ’ ἑτέρους ὑμεῖς ποιούμενοι ἔθεσθε, οὐδὲ περὶ μιᾶς ὡς ἐπαληθεύουσι πεισθησόμεθα.

Δέχῃ τὰ τῶν τριῶν; μηδὲ τῆς τετάρτης ἔξαρνος ἔσο· συνᾴδει γὰρ καὶ συμφθέγγεται. φεύγεις ταύτης τὰ δόγματα; τί προσεταιρίζῃ τὰς συγγενεῖς; ἀλλὰ τοῦτο ποιεῖς, ἵν’ ἐν τῷ σχήματι τῆς ἀποδοχῆς τῶν τριῶν ὁ τῆς ἀσεβείας πλάνος [ἀ]νυπόπτ[ω]ς ἐγκεραννύμενος τοῖς ἀπειροτέροις εὐπαρακόμιστος γένηται καὶ σαυτῷ δόξῃς τῶν μειζόνων κακῶν ἀπαλλαγὴν ἐν τῷ μὴ κατὰ πάντων τὸν μῶμον ἀναιδῶς ἐπαντλεῖν πραγματεύεσθαι; καὶ οὐχ ὁρᾷς ὅτι καὶ τοὺς Ἑλλήνων σοφοὺς οὐδὲν ὤνησεν ἡ τοῦ θείου παραδοχή, τὴν τῆς προνοίας νοσοῦντας ἀνατροπήν; τί δὲ τῶν Ἰουδαίων ὁ δῆμος ἀπώνατο, τὸν μὲν πατέρα τιμῶν, κατὰ τοῦ υἱοῦ δὲ φονῶν; πῶς δὲ μᾶλλον οὐκ ἄθλιος, ἐν τῇ μιαιφονίᾳ τοῦ υἱοῦ καὶ τὴν τοῦ πατρὸς δραματουργῶν;

Ἄρειος δέ, ὁ τὰ Χριστιανῶν θεοπρεπῆ τε καὶ σωτήρια δόγματα ταῖς Ἑλληνικαῖς τερθρείαις μιγνύναι τε καὶ κατασπᾶν ἐπιχειρήσας, τίνα τῆς βλασφημίας παραμυθίαν ἐπορίσατο, τὴν ἀτιμίαν τοῦ υἱοῦ τιμὴν ὁριζόμενος τοῦ πατρός; ποίας δὲ μᾶλλον οὐ γέγονε δίκης ἔνοχος, ἐν τῇ δυσφημίᾳ τοῦ γεννήματος δι’ ἴσου καὶ τὸν γεγεννηκότα δυσφημῶν; ‘ὁ’ γὰρ ‘μὴ τιμῶν τὸν υἱὸν οὐδὲ τὸν πατέρα τιμᾷ’, καὶ ‘ὁ ἀθετῶν ἐμέ’, αὐτός φησιν ὁ θεῖος λόγος, ‘ἀθετεῖ τὸν πέμψαντά με’. καίτοι γε Ἄρειον εἴ τις ἀνήρετο τὰ κυριακὰ προσίεσθαι λόγια, οὐκ ἀδιστάκτως ἂν καὶ σὺν προθυμίᾳ πάσῃ προσίεσθαι ἔλεγεν, ἀλλά γε δὴ καὶ τοὺς τὸν ὅμοιον μὴ προσιεμένους τρόπον ὡς τῆς ἀληθείας ἐχθροὺς ἡγεῖσθαι διισχυρίζετο, παραπλησίως δὲ τούτοις καὶ τὰς ἀποστολικὰς ἐντολὰς ἀσπασίως τίθεσθαι καὶ σωτήριον τὴν φυλακὴν ὥσπερ ὀλέθριον τὴν ἀποστροφὴν ἐπιγράφεσθαι; ἀλλ’ ἐπὶ τὴν πρώτην παρεγράφετο σύνοδον, τῷ πατρὶ τὸν υἱὸν ὁμοούσιον δογματίσασαν, {καὶ} οὔτε τῶν εὐαγγελικῶν θεσμῶν ἡ ὁμολογία οὔτε τῶν ἀποστολικῶν ἐντολῶν ἡ εὐλογία τὸ μὴ οὐχὶ δοῦναι τὴν ἀξίαν δίκην ἐφ’ οἷς τὴν πρώτην ἐβλασφήμει σύνοδον οὐκ ἐξείλαντο. τί δὲ Μακεδονίῳ τῶν συνοισόντων ἐγένετο, πρὸς μὲν τὴν πρώτην τὰ πολλά γε μὴ μαχομένῳ, ὑπὸ δὲ τῆς δευτέρας βαλλομένῳ;

Νεστορίου δὲ τὴν βλασφημίαν ἡ τῆς πρώτης καὶ δευτέρας σεμνολογία συνόδου ὑπεύθυνον ἆρα παρέστησεν, ἀλλ’ οὐχ ἡ τρίτη τοῦτον, ἀρρήκτοις δεσμοῖς τοῦ ἀναθέματος ἐμπεδήσασα, τῇ ἐκεῖθεν κρίσει κατάκριτον παρεπέμψατο, μήτε τὰς ὁμολογηθείσας αὐτοῦ τοῖς χείλεσι συνόδους διευλαβηθεῖσα μήτε τῇ ἐκείνου διὰ γλώττης εὐφημίᾳ συμπαρενεχθεῖσά τε καὶ δυσωπηθεῖσα; ᾔδει γάρ, ᾔδει σαφῶς τὰς μηχανορράφους τῶν αἱρετιζόντων διανοίας οὐκ ἐν τῷ τοῦ λόγου φθόγγῳ τὴν ἐντακεῖσαν αὐταῖς ἀσέβειαν ἀποξυομένας, ἀλλ’ ἐν τῷ τῶν εὐσεβῶν δογμάτων εἰλικρινεστάτῳ καὶ ἀπὸ καρδίας πόθῳ καὶ τοὺς εὐσεβοῦντας ἐπερειδομένους καὶ τοὺς δυσσεβεῖν παρενηνεγμένους τῆς πλάνης ἀπαλλασσομένους, τῆς ἀπλανεστάτης δόξης περιδράσσεσθαι καταξιουμένους. τοῦτο δὲ οὐχὶ τῷ τὰς μὲν τῶν ἱερῶν συνόδων ἐφορᾶν, τὰς δὲ περιορᾶν περιγίνεται, ἀλλ’ ἐν τῷ τὰς ὁμολόγους ἁπάσας ἰσοτίμως καὶ ἀπροσποιήτως πε̣ριπτύσσεσθαι· ὁ γὰρ κατά τινος τῶν ὁμοψήφων ἐμπαροινῶν καὶ τὰς ἄλλας, κἂν μὴ τῇ φωνῇ ἐπιρρήτους ἐρεῖ, συνεκφαυλίζει πάντως καὶ συναποβάλλεται. ὥσπερ γὰρ ὁ περὶ μιᾶς τούτων ἀπαθῶς τε καὶ ἐμφρόνως ὑπεραθλῶν τοὺς ὑπὲρ ἁπασῶν στεφάνους ἀκλονήτοις ἐλπίσιν ἀναδήσασθαι δίκαιος, οὕτως ὁ καθ’ ἡστινοσοῦν τὴν γλῶσσαν ἀκονῶν ὡς κατὰ πασῶν μεμηνὼς ἀναγράπτοις ψήφοις διώκεσθαι ἄξιος.

οὔκουν ἡ τρίτη σ̣ύνοδος Νεστορίου, τὰς πρὸ αὐτῆς οὐ δυσφημοῦντος, ἐφείσατο, ἀλλ’ ὅτιπερ αὐτῇ μὴ συμφωνεῖν παρενήνεκται, ὡσεὶ καὶ κατὰ πασῶν ἐδυσφήμει, καταβέβληται. καὶ ἡ τετάρτη δὲ τὸν Εὐτυχῆ καὶ Διόσκορον, τὰς μὲν τρεῖς ἴσως οἰκειουμένους, πρὸς αὐτὴν δὲ διαμαχομένους, ἅμα Νεστορίῳ τὴν ἴσην τιμωρίαν ἐτιμήσατο· ὧν δὲ τὴν γνώμην οἱτινεσοῦν ἐκμιμήσαιντο, οὗτοι καὶ τὴν ὁμοίαν δίκην τιννύντες οὐ παρὰ δίκην ἀποτίσουσιν.

Οὕτως οὐδενὶ τῶν αἱρετιζόντων ἐπήρκεσεν εἰς τὴν τῶν ἐγκλημάτων διάλυσιν ἡ πρὸς τὰς ἀνεγκλήτους δόξας μετάβασις, οὐδὲ τῶν ἐφ’ οἷς οὐδεὶς ἐπεκάλεσε τὸ ἀνεύθυνον τῶν ἐπικληθέντων παρέσχετο τὴν ἀθῴωσιν. τοὐναντίον δὲ πᾶν περιέστραπται τῷ μὲν μηδὲν ἔχειν εἰπεῖν ἐφ’ ᾧπέρ τις ἐπικαλεῖ τῆς βαρύτητος στηλιτευομένης τοῦ ἐγκλήματος, τῷ δὲ πρὸς ἄλλα μεταχωρεῖν καὶ μηχανῇ μὲν πειρᾶσθαι διαδιδράσκειν τὸν ἔλεγχον, μὴ μέντοι τῆς ἐληλεγμένης πλάνης ἀφέμενον οἰκειοῦσθαι τὴν εὐσέβειαν, ἐθελοκάκου μάλιστα τῆς γνώμης δεικνυμένης καὶ τιμᾶν αἱρουμένης πρὸ τῆς ἀσφαλεστάτης σωτηρίας, εἰ τὰ τῆς φιλονεικίας μόνον κρατοίη, τὸν ἐπίδηλον ὄλεθρον· τὸ δὲ καὶ λήσειν οἴεσθαι, παιδικαῖς οὕτω περιστροφαῖς καὶ ῥᾳδιουργίαις ἐμματαΐζοντα, καὶ τότε δὴ τότε τοῖς περὶ πίστεως λόγοις ἐγγυμναζόμενον, ὁμοῦ τε τῆς ἐσχάτης φρενοβλαβείας καὶ τῆς ἐπιρρήτου δεισιδαιμονίας σαφῶς παρέχεται τὴν ἀπόδειξιν. τοιγάρτοι προσῆκεν οὐδαμῶς ἀπολογίζεσθαι θεραπείαν εἶναι τῆς περὶ τὴν τετάρτην σύνοδον παροινίας τὴν εἰς τὰς πρὸ αὐτῆς χρηστολογίαν, ἀλλὰ δυσφημίαν κἀκείνων εἶναι τὴν κατ’ αὐτῆς γε παλιμφημίαν, ὥσπερ τὴν ἐκείνων ὕβριν ἀναίρεσιν ταύτης· οὐδὲ τῷ δόξαι μηχαναῖς φεύγειν τὰς ἀπολογίας ἀνεύθυνόν ἐστιν ἐπιδείκνυσθαι τὴν παρανομίαν, ἀλλ’ ἐκεῖνος ὁ τοιοῦτος ἁλίσκεται μάλιστα ταῖς αἰτίαις ἃς ὁ λόγος ὑπέδειξε πρὸ βραχέος.

<Τ>όμος δεύτερος Ἀλλ’ ἴσως ἄν τινες φαῖεν ἐκείνων τῶν λόγων ἀνανταγώνιστον εἶναι τὸ κράτος οἳ τὴν αὐτὴν ἐπὶ τῶν ὁμοίων φυλάττουσιν ἀκολουθίαν καὶ μὴ τισὶ μὲν ῥοπὴν παρέχειν ἱκανοὶ πρὸς εὐφημίαν, οἷς δ’ οὐδὲν τὸ μέσον, μηδ’ ἰσχὺν παρεῖναι, εἴ που τύχοι, πρὸς τὴν τῆς κατηγορίας ἐλευθερίαν· ὧν γὰρ ὕπαρξίς τε καὶ πρᾶξις οὐκ ἀλλάττουσα, περὶ τούτων <οὐ> τὰς αὐτὰς κρατεῖν οὐκ ἄν τις φιλονεικήσειεν ἀποδείξεις. εἰ δὲ τοῦτο, οἷς ἄν τις τὴν ἐν Χαλκηδόνι σύνοδον γεραίρειν ἀξιώσῃ, τοῖς αὐτοῖς δήπουθεν καὶ τὴν ὑπὸ Διοσκόρῳ συστᾶσαν ἀπαιτεῖν ἐσμεν δίκαιοι συνευφημεῖσθαι· ταύτης δὲ μενούσης τῆς ἀκολουθίας καὶ τῆς ἔμπροσθεν κρατούσης τεχνολογίας, οὐδὲν ἐμποδὼν τοὺς μὴ οὐχὶ ταύτην παραγραφομένους μηδὲ τῶν τριῶν φείδεσθαι παραστῆσαι διεληλεγμένους, ὥσπερ δὴ συνεπεράνθη τοὺς τὴν τετάρτην ἀποστρεφομένους οὐδὲ τῶν ἄλλων τινὰ συνόδων προσίεσθαι.

Ἐγὼ δέ, ὅστις μὲν ἂν ᾖ ὃς ταῦτα μετὰ παρρησίας ἐρεῖ καὶ συμβάλλειν ἀλλήλαις ταύτην κἀκείνην ἐπὶ νοῦν ἥκῃ μὴ ἐγκαλυπτόμενος, οὐχ ὁρῶ· τοσοῦτον εὐθὺς καθισταμένων τῆς μὲν ἐδείχθη τὸ νόθον τε καὶ παράλογον καὶ μοχθηρόν, τῇ δὲ τὸ γνήσιον μετὰ τῆς χρηστότητός τε καὶ τῶν τῆς ἐκκλησίας θεσμῶν μέχρι καὶ σήμερον ἐπανθεῖ. τεκμηριοῖ δὲ τὸ μηδ’ ὑμᾶς αὐτοὺς θαρρῆσαι ταύτην ἐντάξαι καὶ τετάρτην ἀριθμῆσαι ταῖς ὁμολογηθείσαις ὑμῖν συνόδοις τρισίν. εἰ δὲ τὴν ὑμετέραν ὁρμὴν οὕτως ἡ πανταχοῦ κρατοῦσα δικαία ψῆφος ἀναστέλλειν ἐγένετο δυνατή, καὶ βουλομένων ὑμῶν εἴ τις ἐδίδου καὶ πρώτην ἀποφαίνειν τὴν λῃστρικήν, οὐδὲ τετάρτην ἀριθμεῖν τὸ τῆς αἰσχύνης μέγεθος ἐᾷ, σχολῇ γε ἂν ὀφθεῖεν ὑποστάντες ἕτεροί τινες μὴ τετάρτην ἁπλῶς, ἀλλὰ καὶ τῆς ὡς ἀληθῶς τετάρτης δι’ ἴσου τιθέναι καὶ μὴ διαλλάττουσαν ἐπ’ ἄμφω ζητεῖν τὴν ἀξίωσιν.

Οὐ χαλεπὸν δὲ καὶ ἄλλως τῶν εἰρημένων λαβεῖν τὴν ἀσφάλειαν. τὸ γάρ τοι τῶν αἱρετιζόντων, καίπερ πλείστων ὅσων καὶ διαφόρων αὐτόθεν φυέντων, μηδαμῶς μηδένα θαρρούντως ἔχειν ἐγκαλλωπίζεσθαι μηδὲ μητέρα τοῦ σφετέρου φρονήματος ἐπιγράφεσθαι ἧς τὰ δόγματα κατασπάζεται, πολὺν κατ’ αὐτῆς ἐστι, καὶ παρ’ οἷς ἔδει τὸν κρότον ἀκμάζειν, τὸν μῶμον ἐξευρεῖν ἀφιέμενον· καὶ αὐτὸ δὲ τοῦτο τὸ κατάρξαι τινὰς λόγου χάριν, ἀλλὰ μὴ προσηκούσης ἕνεκα δόξης μηδ’ ἐξ ἐμφύτου πρὸς αὐτὴν σεβασμιότητος, ἀπὸ τῆς τετάρτης καὶ ταύτην σεμνύνειν ἐπί τε τὸν ἐκείνης κλῆρον ταύτης ἐγγράφειν τὴν δυσγένειαν ἀποπειρᾶσθαι, μηδένα δὲ τῶν ὀρθοδοξούντων ὦφθαι, μὴ ὅτι γε διὰ τῶν τῆς αἱρετικῆς οἰκείων τὴν ὀρθόδοξον σεμνολογοῦντα, ἀλλὰ μηδ’ ἐν παραβολῇ συνόλως ὑπομένοντα ποιεῖσθαι, πολλοῦ γε καὶ δεῖ, καὶ τῆς τ[ετάρτη]ς [.....] λαμπρῶς τὰ προνόμια δεδεῖχθαι καὶ τοῦ λῃστρικοῦ συλλόγου τὸ ἀκλεές τε καὶ κίβδηλον σφοδρῶς ἐληλέγχθαι. ἐκ δὲ τῶν αὐτῶν ἄν τις ἐπισκοπῶν τῆς μὲν τὸ αἶσχος, τῆς δὲ τὸ κλέος ῥᾳδίως συνορᾷ· οἷς μὲν γὰρ ἀπὸ τῆς ἐν Χαλκηδόνι τὴν ὑπὸ Διοσκόρῳ περιχρωννύουσιν, ἀπ’ ἐκείνης δὲ ταύτης οὔτε κατειπεῖν οὔτε κοσμῆσαι διενοήθησαν, τῆς μὲν καὶ παρὰ τῶν ἐχθρῶν ἐστι καὶ ἀκόντων τὸ διαπρεπές τε καὶ ἐπώνυμον ἀναγράφεσθαι, τῆς οἰκείας δὲ καὶ παρὰ σφῶν ἀνομολογεῖται τὸ ἀλλόφυλόν τε καὶ ἀπροστάτευτον.

ἃ δὲ τοσοῦτον ἀπ’ ἀλλήλων διεστήκασιν ὅσον ἀνατολὴ καὶ δύσις ἀπέχουσιν ἢ φωτὸς καὶ σκότους τὸ μέσον ἐστήρικται, ὁ ταῦτα <.............. .......> ἀγαγεῖν καὶ τὴν ὁμοίαν ἐφ’ ἑκατέρας κρατύνειν ὑπόληψιν, οὗτος τοὺς διαλογισμοὺς διαπεφευγὼς ὑπὸ δικαίῳ κριτῇ ἐγγὺς ἐγένετο τοῦ στηλιτεύειν ἑαυτόν, μᾶλλον δέ, μετὰ τοῦ προφήτου φάναι, ταῖς ἐπαράτοις φωναῖς παρέστησεν ἔνοχον, ‘οὐαὶ’ διακεκραγότος ‘τοῖς λέγουσι τὸ γλυκὺ πικρόν, τοῖς τιθεῖσι τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς’.

Ἀλλ’ ἐκείνοις μέν, καὶ λεγόντων ἄλλων καὶ μὴ λεγόντων, ἐθελοκακοῦσιν ἀκολουθεῖ τὰ ἐπίχειρα· ἐγὼ δέ, χωρὶς τῶν ῥηθέντων, εἴ τινες ἐν ἐπαίνῳ τὴν ἐν Ἐφέσῳ ποιοῖντο, εἰ μὲν οἷς ἐλῄστευον, καταγνώσομαι, εἰ δ’ οἷς ἄκοντες συναπήχθησαν, εἰς ὅ τι δεῖ αὐτοὺς ἐπιστρέφοντας ὄψομαι, εἰ δ’ οἷς τινες οὐδὲ συνέθεντο, ἐπαινέσομαι. τὸ γὰρ κατ’ ἐκεῖνο καιροῦ συναγειρόμενον πλῆθος τρισὶ τούτοις ἀπ’ ἀλλήλων διετέμνετο; τῶν μὲν φονώντων, τῶν δὲ βίᾳ καὶ οὐχ ἑκόντων συμφωνούντων, τῶν δὲ καὶ διαρρήδην ἀντιπιπτόντων. ὧν οἱ μὲν τὴν νενομισμένην δίκην ἔδοσαν, ὥσπερ Διόσκορος· οἱ δὲ συγγνώμης μεταγνόντες ἐφ’ οἷς ἄκοντες παρηνέχθησαν ἔτυχον, οἷα δὴ φόβῳ κολάσεων ἀλλ’ οὐ μοχθηρίᾳ προαιρέσεως ἀντὶ τῶν ἀμεινόνων τοῖς φαύλοις συνυπαχθέντες· ἀνθρώπινον γάρ ἐστιν, ἀνθρωπίνοις πάθεσιν ὑποκλιθεῖσι, τῆς μετανοίας ἀπὸ καρδίας προτεινομένης, ἀντὶ τοῦ χαλεπαίνειν τοῖς ὁμοφυέσι νέμειν τὸν ἔλεον, καὶ δῆλον ὡς πρόσεστι τῇ φιλανθρώπῳ ταύτῃ πράξει καὶ τὸ διὰ τῆς θείας ἐντολῆς ἔχειν τὴν πρόοδον· οἱ δὲ καὶ γερῶν αὐτοῖς ἐπαξίων ἠξιώθησαν, καθάπερ ἥ τε Ῥωμαίων ἐκκλησία καὶ ὁ ταύτης πρόεδρος καὶ ὅσοις ἄλλοις ἡ γνώμη καὶ τοῦ ζήλου τὸ ἔνθεον τῆς τυραννίδος ἐπεκράτησεν.

ὥστε δι’ ὧν μὲν ὁ ἄνωθεν ἐκκλησιαστικὸς θεσμὸς καὶ τῆς τετάρτης συνόδου τὰ δίκαια συντηρῶν τοὺς χειρῶν ἀδίκων ἄρξαντας, εἰ καὶ μὴ πᾶσιν οἷς ἠδίκησαν, ἐζημίωσε, τῆς δικαιοσύνης ὁμοῦ καὶ χρηστότητος ἐναργῆ παρέσχετο τὰ γνωρίσματα, καὶ τύπους ἐπιεικείας τυπωσάμενος καὶ τοῖς δεινοπαθήσασιν ἐπαρκέσας· δι’ ὧν δὲ τοὺς μεταμεληθέντας ᾠκειώσατο, τῆς φιλανθρωπίας τὰς πύλας ἐπλάτυνεν, ἔργῳ τὸν σωτήριον συντελεσάμενος λόγον ἅτε δὴ τοὺς πρὸς αὐτὸν ἐπιστραφέντας οὐκ ἔξω βαλλόμενος οὐδὲ τὴν ἀπόνοιαν τῆς μετανοίας προλαβοῦσαν ἐπιδειξάμενος· δι’ ὧν δὲ τὰ πρεσβεῖα τῇ Ῥωμαίων συνετήρησεν ἐκκλησίᾳ εὐθαρσῶς ἀνδρισαμένῃ καὶ τῶν ἄθλων οὐκ ἐστέρησε τῶν ὀφειλομένων ἐπ’ οὐδενὶ τῶν ἀνομημάτων συνολισθησάσης, τὸ μεγαλοπρεπὲς ἐμφρόνως καὶ μεγαλόψυχον μετὰ τοῦ δικαίου ἐπεδείξατο.

Τίνας δὲ σὺ καὶ τῶν Ἐφεσίων ἔγνως ἐπαινεῖν; εἰ μὲν τοὺς τοῦ δράματος ὑποκριτάς, πλέον ἐκείνων ἀδικεῖς, ὅτι καὶ δόντων ποινὴν αὐτὸς ἐπαινεῖν ἀναισχυντεῖς· οἷς γὰρ τοὺς ἀδικοῦντας ἐπαίρομεν, αὐτοὶ τὰ χείρω πράττειν ᾑρημένοι ἐλεγχόμεθα. εἰ δὲ τοὺς ὅση δύναμις ἀντισχόντας καὶ παρ’ ὀλίγον ἐλθοῦσαν τὴν παρανομίαν κρατῆσαι κωλύσαντας καὶ νόμου λαβεῖν ἰσχὺν καὶ βαθμοὺς ἀναβῆναι κατασπάσαντας, ἡμέτερον ἔργον ποιεῖς καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον συγκροτεῖς· αὕτη γὰρ αὐτοῖς καὶ τὸ γέρας ἐκύρωσε καὶ τὸν ἀγῶνα, τέως ἀμφιδοξούμενον, μεγίστων ἐπάθλων ἀπέδειξε πρόξενον.

Ἀλλὰ τί σοι περὶ τῶν ὑπαχθέντων μέν, ἀνενεγκόντων δὲ μετὰ ταῦτα, δοκεῖ; πότερον τῶν ἀγαθῶν ἢ τῆς τῶν φαύλων μοίρας ἐρεῖς; εἰ μὲν γὰρ χρηστούς, οὐ μακρὰν ἵστασαι τῆς συνόδου φρονῶν· συγγνώμην γὰρ αὐτοῖς κἀκείνη μεταμεληθεῖσιν ἐδωρήσατο καὶ τοῦ τῆς ἱερωσύνης χαρίσματος οὐκ ἐχώρισεν. εἰ δὲ μοχθηρούς, τὴν σὴν σύνοδον κωμῴδει· τούτων γὰρ αὐτῆς μετά γε Διόσκορον οἱ μὲν ὑπῆρχον τὰ ἀκροθίνια, οἱ δὲ τοῦ λοιποῦ συλλόγου τὸ πλεῖστον μέρος καὶ σωφρονέστερον· ἐκείνην οὖν μᾶλλον λοιδορεῖς ὑπὲρ ἧς τούτων κατηγορεῖς, καὶ τεχνάζων αὐτῆς τὴν ἀθῴωσιν πολὺ πλέον αὔξεις τὰ ἐγκλήματα.

Πότε δέ σοι καὶ οὗτοι κακοί; εἰ μὲν οὖν ἐν ᾧ καιρῷ ἡ ἐν Χαλκηδόνι συνεκεκρότητο σύνοδος, τοὺς αὐτούς σοι λογίζου πρότερον ὄντας πατέρας καθ’ ὧν νῦν τὰς ὕβρεις προχέεις, μετὰ τοῦ μηδ’ οὕτω λαβὴν οὐδ’ ἥντινα τῇ συνόδῳ προσάπτειν· οὐ γὰρ τῶν νεμόντων, ἀλλὰ τῶν λαμβανόντων τὴν συγγνώμην ἦσαν, οὐδὲ τῶν διδασκόντων, ἀλλὰ τῶν ὑπακουόντων, οὐ μὴν οὐδὲ τῶν δογματιζόντων, ἀλλὰ τῶν προθύμως ἀκολουθούντων καὶ τῷ ἑτοίμῳ τῆς συμφωνίας τὴν προτέραν παρανομίαν, ἣν ὑπέστησαν βίᾳ, στηλιτευόντων. ἂν μὲν οὖν κακοί, ὑμῖν εἴησαν κακοί, οὐδὲν δὲ τῇ συνόδῳ βλαβεροί· ἂν δὲ χρηστοί, τῇ συνόδῳ μὲν χρηστοί, ἐπὶ μέγα δὲ τῇ λῃστρικῇ χαλεποί. εἰ δὲ κατὰ τὴν Ἔφεσον λέγεις αὐτοὺς τοῦ προσήκοντος ἐκπεσεῖν, ὀρθὸς ἂν ἦσθα διαιτητής, ἂν καὶ δι’ ὃ πονηροὺς ἐτίθεις, τοῦτο καταγνόντας ὁρῶν, οὐ φαύλους †ἀνθρώπων† ἀποφανεῖς.

ἀρίστων μὲν γὰρ ἀνδρῶν καὶ τῆς θείας προνοίας ἠξιωμένων καὶ περὶ πράξεις αἳ ταύτην ἐπιδαψιλεύουσιν ἐγγεγυμνασμένων καὶ τῆς εἰς ἄκρον διὰ τούτων τελειότητος ἐληλακότων, μήτ’ εὐμηχάνως ἐσκευασμέναις ἀπάταις κλαπῆναι μήτ’ ἀπειλῆς βέλεσι τρωθῆναι, μήτε μὴν πληγῶν καὶ τραυμάτων οἷς ἡ Ἐφεσίων ἐκομψεύετο πάθεσιν ἐνδοῦναι, ἀλλὰ τούτων τε πάντων καὶ τῆς οἴκοθεν πρὸς τὰ χείρω ῥοπῆς κρείττους φανέντας τὸν τῶν ἀρετῶν πλοῦτον καὶ τὸν τῶν δογμάτων λόγον ἐν παντὶ μὲν δόλῳ, πάσῃ δὲ συμφορᾷ καὶ πάσαις ἀνάγκαις ἀκαπήλευτόν τε καὶ ἄσυλον καὶ ἀνεπιβούλευτον ἐς ἀεὶ διασῴζειν. τῶν αὐτῶν δ’ ἂν εἴη καὶ τοὺς οἷς τῶν πλησίον ὑπεραίρουσι μὴ συμπαρεκτεινομένους, ἀλλ’ ἐλαττουμένους φιλανθρώπῳ προσίεσθαι γνώμῃ καὶ συμπαθεῖ δεξιοῦσθαι προσοικειώσει, ἐπειδάν, ὅσον ἡττῶνται τὴν αἴσθησιν εἰληφότες, ἐπὶ τὴν ὀρθοῦσαν τὰ πταίσματα μετάνοιαν ὦσι πεφευγότες· οἷς καὶ τοὺς ἐν Ἐφέσῳ μὲν ἐπταικότας, ἐν Χαλκηδόνι δὲ κατωρθωκότας συναριθμῶν, τοῦ προσήκοντος ἂν εἴης μάλιστα κατεστοχασμένος καὶ τῆς ἄκρας ἀρετῆς οὔ τί γε κατηραγμένος.

Ἴσον γὰρ ἔγωγε κρίνω, καὶ τὰ λόγια θεσπίζοντα εὑρίσκω, κατορθωμάτων τε πεπτωκέναι καὶ τοὺς πεπτωκότας μεταμελομένους συγγνώμης στερίσκειν. ἐν ᾧ γάρ τις οὐκ ᾤκτειρε, ταύτῃ πέπτωκεν· ἐντολῶν τε γὰρ κατεφρόνησε καὶ τῆς φύσεως ἐπελάθετο. ἀλλὰ τῶν μὲν τὴν πρώτην τάξιν λαχόντων καὶ τῷ τῶν ἀγγέλων βίῳ παραμετρουμένων οὕτω πως ὁ τρόπος ὑπερίδρυται τῶν ἄλλων· δεύτεροι δὲ μετ’ αὐτούς εἰσι δευτέρου τάγματος θιασῶται οἳ τοῦ μὲν παθεῖν καὶ πεσεῖν οὐκ ἐκράτησαν ἀνολιγώρως, ἀνέστησαν δὲ πεσόντες καὶ τῇ τῶν ἔργων φιλοπονίᾳ καὶ τῶν πόνων ἀφθονίᾳ οὐ μακρῷ τῶν πρώτων λείπονται τῆς ἀπαθείας. καὶ τούτων οἱ μέν, οἴκοθεν τοῦ πταίσματος ἀνασφήλαντες καὶ σπουδῇ πρὸς τὴν μετάνοιαν, τὸ σοφὸν τοῦτο καὶ πανακὲς φάρμακον δραμόντες, οἳ καὶ πρώτην ὡς ἐν δευτέροις ὁσιοῦνται πληροῦν κληρουχίαν, τῆς ἐξ ἧς ὠλίσθησαν ἐπελάβοντο πολιτείας, ἢ τῆς ἐγκειμένης τῇ φύσει πρὸς τὸ κρεῖττον ὀρέξεως ἀναπτερωθέντες ἢ καὶ τῶν παρὰ σφίσι πάλαι καλῶς πραττομένων, οἷς ἄρα τοῦτο διήνυστο, τῇ ἀναμνήσει προσεπιρρωσθέντες.

ἄλλοι δὲ καὶ τὰ χρηστὰ συμβουλευόντων καὶ παραινούντων ἑτέρων ὑπακούσαντες προθύμως καὶ τὸν ἐγγὺς καταστάντα σβεσθῆναι ταῖς πανσόφοις συμβουλίαις ζωπυρήσαντες σπινθῆρα, ἀμείνονος βίου φαιδρὰν ἀνῆψαν τὴν φλόγα, τῷ μὲν ἑτέρωθεν ὀρθωθῆναι τῶν αὐτόθεν ἀνασωθέντων τούτῳ μόνῳ διενηνοχότες, εἰς τὸν αὐτὸν δὲ καὶ βαθμὸν καὶ κλῆρον ὡς τοὺς αὐτοὺς διαθλήσαντες καὶ κόπους καὶ πόνους ἀνάγραπτοι γεγονότες.

Οἱ δὲ ἐν οὐδεμιᾷ τῶν εἰρημένων ἐξεταζόμενοι πολιτογραφίᾳ, ἀλλὰ καὶ πίπτοντες μὲν ἀφειδῶς, ὀρθούμενοι δὲ οὐδαμῶς, οὗτοι δ’ ἂν εἶεν οἷς ὑπείληπται καὶ συκῇ παρεικάζεσθαι ξηραινομένῃ καὶ ἀμπελῶνι τὸν φραγμὸν περιῃρημένῳ καὶ τοῖς παραπορευομένοις εἰς ἁρπαγὴν προκειμένῳ, ναὶ δὴ καὶ πρὸς ταῖς ῥίζαις τὴν ἀξίνην κεῖσθαι καὶ πυρὸς γενέσθαι τροφὴν ὥσπερ τὸ ἄχυρον καταδικασθῆναι καὶ τῷ ἐξωτέρῳ σκότει, ἐν οἷς βρυγμὸς ὀδόντων καὶ σκωλήκων πλῆθος, εἰς ἀπέραντον δίκην κατακοντισθῆναι· ὧν, ὥσπερ τὰς ἀπειλὰς καὶ τὰς τιμωρίας, οὕτω καὶ τὰς πράξεις καὶ τὰς ὑπονοίας χρεὼν ἀπεχθάνεσθαι, μηδὲ τὸ αὐστηρὸν μὲν τῶν κολάσεων ὀρρωδεῖν, τῶν δὲ κολαστέων ἔργων ταῖς πράξεσιν ἐγκαρτερεῖν. οὐδὲ γὰρ οὐδ’ ἐκ τοῦ φοβερὰς εἰδέναι τὰς ποινὰς τὴν πεῖραν αὐτῶν ἐστιν ἐκφυγεῖν, ἀλλ’ ἐργασίᾳ κρειττόνων εὐσεβείᾳ τε δογμάτων θείων εἴ που δέοι καὶ ὑπεραθλήσει ἀνώτεροί τε τῶν τιμωριῶν καὶ τῶν ἀτελευτήτων γερῶν οὐκ ἀνάξιοι ἐσόμεθα.

Εἰ δ’ ἄγε νῦν καὶ ὑμῶν ἕκαστον μάλιστα προσήκει, ταῖς ἀληθείαις ἐπερειδομένους καὶ ταῖς τῶν εὐκρινηθέντων μελέταις τὴν διάνοιαν ἐνασκουμένους καὶ παντὸς ἄλλου τὴν τούτων φυλακήν τε καὶ συντήρησιν προτιμωμένους, ἐν εὐφημίαις μὲν τὴν ἐν Χαλκηδόνι σύνοδον ποιεῖσθαι καὶ πολλῷ τῷ θαύματι τῆς εἰς ἀρετὴν ἡκούσης καὶ θεοσέβειαν τελειότητος, δι’ ὧν τὸ ταύτης πλήρωμα τῆς πρώτης καὶ οὔσης καὶ ῥηθείσης ταξιαρχίας δεξιοστατοῦν ἔστη τῇ χοροστασίᾳ, καὶ τοὺς ταύτης ἐραστὰς καὶ τῶν δογμάτων μαθητὰς καὶ τῶν κατορθωμάτων μιμητὰς τῆς παραπλησίου τυγχάνειν κληροδοσίας· οὓς δὲ αὐτὴ σὺν δίκῃ καὶ ὁμοφροσύνῃ τῶν ἀνὰ πᾶσαν τὴν ὑφ’ ἡλίῳ τὰς ἐκκλησιαστικὰς φροντίδας ἐγκεχειρισμένων ἐφόρων τε θείων καὶ οὐ μισθωτῶν νομέων κατέκρινε καὶ κατεψηφίσατο, τούτους ὡς ἔκθεσμά τε καὶ ἀλλόφυλα κυησαμένους διδάγματα καὶ ταῦτα θάλπειν καὶ ἐκτρέφειν ἐπ’ ὀλέθρῳ καὶ λύμῃ τῶν τῆς ἐκκλησίας σπερμάτων τε καὶ γενν[ημάτ]ων ἐπαρθέντας, παντὶ τρόπῳ καὶ πάσῃ δυνάμει διαπτύειν τε καὶ μυσάττεσθαι, ταύτῃ τε συγχειρισαμένους καὶ κρατήσαντας τὰ βρεφοπρεπῆ καὶ ἀτελεσφόρητα τούτων κυήματα, ὡς ἄλλα Βαβυλώνια κυήματα τῇ στερρᾷ καὶ ἀκαταλύτῳ τῆς πίστεως προσαράσσειν πέτρᾳ καὶ πολὺν ἐντεῦθεν τὸν μακαρισμὸν καὶ τὴν ἀντιμισθίαν ἀνταμείψεσθαι.

Ἀλλὰ γὰρ ταῦτα μὲν κοινοτέροις τε καὶ συνεπτυγμένοις λόγοις περὶ τῆς οἰκουμενικῆς τετάρτης ἐπήλθομεν συνόδου.

<Ἰ>ωάννῃ λογοθέτῃ <Ἡ> μὲν παροιμία φησίν, ‘ὅρα μακροῦ βίου τέλος’. ταύτην δὲ οἱ μὲν τὸν πατέρα <..................> οἱ δὲ τῷ τοῦ πατρὸς τιμηθῆναι ἀξιώματι. Σόλων μὲν οὖν ὁ πατήρ, <......................> παρεῖχε τὸ περιβόητον. ὁπότερον δ’ ἂν τῶν εἰρημένων κρατοίη, ἡ παροιμία τοῦ κράτους ἔχει τὸ ἀναμφήριστον. τὸ μὲν γὰρ ἡμέτερον τέλος ἴσως ἐπὶ θύραις· καὶ γὰρ ὁ βίος μακρός, ὅς ἐστιν ἐγγὺς τῆς εἰς ᾅδου πορείας. τὸ δὲ σὸν μάλιστά γε ἐνευθηνοῦντι, εἰ καὶ μακρῷ τῆς κατὰ Κροῖσον εὐδαιμονίας ταπεινότερον, οὔπω μακρόν.

Οὐκοῦν ὅρα μακροῦ βίου τέλος· καὶ τοῦτο ὁρῶν εὖ τε μάλα τὰ ἀνθρώπινα, ὅτι μὴ πρότερον, νυνὶ συνιείς, σαυτοῦ δὴ γενοῦ, καὶ τὴν καθ’ ἡμῶν ἔκλυσον ἄσχετον ὁρμήν. ἔσται μὲν γὰρ ἴσως καὶ δι’ ἄλλων ἡμῖν τὸ μαρτύριον· σὲ δὲ ἀντὶ μαθητοῦ προδότην ὀφθῆναι, ἀντὶ τοῦ φιλίαν ἀνομολογοῦντος δημίου τάξιν καὶ σφαγέων ἐπιζητεῖν, τίς ἀνάγκη συνελαύνει καταλαβεῖν;

Ἀλλ’ ἔρρωσο τὴν ψυχήν, εἰ βούλει—ὁρᾷς ὅπως ἁπλοῦς εἰμι καὶ ἀρχαῖος; —λιπὼν οὖν τὸν προδότην καὶ τὸν δήμιον καὶ τοὺς σφαγέας, πρὸς τὸν ἡμέτερον ἐκ διωκτῶν καὶ φονώντων ἐπιστρέφου Παῦλον. εἰ δὲ μή, τί λοιπὸν ὑπολείπεται ἄλλο; τί δ’ ἄλλο ἢ τὸ χωρίον σε προσεπικτήσασθαι δίκης ἀδεκάστου καὶ ἱερᾶς δικαζούσης τὸ Ἀκελδαμᾶ;

<Μ>ιχαὴλ ἐκ θεοῦ ἄρχοντι Βουλγαρίας <Ε>ἰ δάκρυσιν ἐγράφετο γράμματα, δάκρυσιν ἂν χρησάμενος ἀντὶ μέλανος καὶ τοῖς μὴ παροῦσι παρέσχον ἴχνη τοῦ πάθους θεάσασθαι· νῦν δ’ οἴμοι καὶ ταύτης ἡ φύσις χηρεύει τῆς χάριτος. ὢ πληγῆς βαρείας, ὢ τομῆς χαλεπῆς, τὸν μὲν ἐχούσης ὅσα γε τὰ ἀνθρώπινα μὴ αἰσθανόμενον, τὸν δὲ πικρῶς διατεμούσης καὶ ἀπολιπούσης ἐν ἡμιθνήτῳ σώματι ἀνιώμενον καὶ τῆς γλυκείας τοῦ φιλτάτου συναφείας ἐλεεινῶς διασπώμενον. πλήν γε τὸ πένθος, ὅπερ ἐνέτηξεν ἡμῶν ταῖς καρδίαις ὁ λιπὼν ἡμᾶς πνευματικὸς υἱός, ὁ πιστὸς ἐν βασιλεῦσιν, ὁ φίλοις αἰδέσιμος, τοῦτο μέν ἐστί τε συνέχον καὶ παρ’ ὅλον οἶμαι τὸν βίον ἔσεται μὴ λυόμενον, κἂν ἡ τῶν εὐγενεστάτων τε καὶ εὐσεβεστάτων καὶ τῆς αὐτοῦ βασιλείας διαδόχων ἀρετή, οἷς ἐξευγενίζειν αὐτοῦ τὰς πράξεις ἐν τῷ μιμεῖσθαι διανίσταται, καταπραΰνειν τε καὶ ἐπιμαλάττειν τὸ ἄλγος ἐπιχειρῇ· ἐξ οὗ καὶ γράφειν τῇ σῇ περιβλέπτῳ ἀρχῇ τῆς πολλῆς καὶ βαθυτάτης ἀναφέροντες λύπης προήχθημεν.

Πρῶτον μὲν γὰρ ἀγαθοῦ πατρὸς ἀγαθοὶ φύντες παῖδες οὐ μᾶλλον τῇ διαδοχῇ τῆς ἀρχῆς ἢ τῆς ἀρετῆς ἐνωραΐζονται, καὶ τῶν ἄλλων χαιρόντων οἷς ὁ πατὴρ καὶ παρελθὼν ἐνευδοκιμεῖ, αὐτοὺς ἀνία καὶ φόβος ἔχει, μήποτε τῶν ἐκείνῳ κατωρθωμένων φανῶσιν ἐλάττους καὶ δεύτεροι νομισθῶσι τοῖς πολλοῖς τῆς ἄλλης ἐπιεικείας καὶ τῆς εἰς πάντα οἷς ἐκεῖνος τῶν ἄλλων ἐκράτει συνέσεώς τε καὶ τελειότητος. διόπερ οὐδὲ περὶ τῆς ὑμῶν περιβλέπτου μεγαλειότητος ὁ τυχὼν αὐτοῖς ἐπῆλθεν ἀγών, ὥστε μὴ μόνον τῆς πρὸς ὑμᾶς ἐκείνου δευτέρους νομισθῆναι διαθέσεως, ἀλλ’ ὅσα γε δυνατὰ καὶ κρείττους ὀφθῆναι καὶ τὸ φίλτρον ἐπιδεῖξαι ἡλίκον οἷον, ἅτε δὴ πατρόθεν τε καὶ οἴκοθεν πολυπλασιαζόμενον. διὸ καὶ αὐτίκα τῆς βασιλείας τὸ σκῆπτρον θεόθεν δεξάμενοι ἀντὶ δεξιᾶς καὶ χειλέων οἷα δὴ τοὺς τῆς φιλίας θεσμοὺς ἐν γράμμασι προτεινόμενοι καὶ δι’ αὐτῶν συνάπτοντες ἑαυτοῖς τὴν σὴν ἀρετὴν καὶ εἰς ὁμοφροσύνην συνάγοντες καὶ ὁμόνοιαν, μέγα κλέος ἡγοῦνται σχέσιν ἀδελφικὴν καὶ φίλτρον ἄδολον, ὃ μετὰ τῆς γνώμης ἡ φύσις χαρίζεται, ἐν ἀλλήλοις ὁρᾶσθαί τε καὶ παρὰ πάντων ἐπιγινώσκεσθαι.

διὸ τιμῶσι μὲν τὴν ὑμετέραν ἀρετὴν ἐν λόγοις, θαυμάζουσι δὲ ἐν συλλόγοις καὶ τοῖς ἔργοις τοὺς λόγους προβάλλειν τὴν πίστιν πολλὴν σπουδὴν συνεισάγουσι, μεμφόμενοι μὲν τοὺς εἴ τινές ποτε αἰτίαν λύπης παρασχόντας ἢ παρασχεῖν ἐπιχειροῦντας τῇ ὑμῶν θεοκυβερνήτῳ ἀρχῇ, ἀποδεχόμενοι δὲ καὶ προσοικειούμενοι τοὺς συλλαμβάνοντας πᾶν μὲν σκάνδαλον ἐκ μέσου μέρους ἑκατέρου περιαιρεθῆναι, πᾶσαν δὲ εἰρήνην καὶ ὁμόνοιαν ἐμπλατύνεσθαί τε καὶ ἐμπολιτεύεσθαι καὶ τῶν ἔμπροσθεν εὐσταθέστερόν τε καὶ κραταιότερον, ὃ καὶ θεοῦ χάριτι, ὃς φιλανθρωπίας ἀφάτῳ πλούτῳ μετὰ τῶν ἄλλων παρ’ ἡμῖν ὀνομάτων καὶ εἰρήνη κατηξίωσε καλεῖσθαι, τῶν σκανδάλων ἐκποδὼν καθισταμένων, οἷα δὴ κοινῇ συμφέρον καὶ σωτήριον ἀταλαιπώρως προελθεῖν.

Χρὴ τοιγαροῦν καὶ τὴν ὑμετέραν θεοκυβέρνητον ἐξουσίαν τὴν ἴσην καὶ ὁμοίαν ἀναδεξαμένην διάθεσιν τῇ κοινῇ καὶ σωτηρίῳ συνεισενεγκεῖν εἰρήνῃ. ἃ τηλικαύτῃ πρέπει συνεισάγειν εὐσεβείᾳ τε καὶ συνέσει καὶ τελειότητι, ὡς ἂν ἑκατέρωθεν τῆς καθαρᾶς καὶ τελείας ἀναφυομένης ἀγάπης ὁ σύνδεσμος αὐτῆς καὶ ἡ συμπλοκὴ ἀρραγὴς καὶ ἀδιάλυτος εἰς τὸν αἰῶνα διαφυλαχθείη. ἴσως μὲν οὖν περιττὸν ἡ παραίνεσις δόξει οἷς ὁ τῆς εἰρήνης δρόμος καὶ ὁ ἀγὼν πρὸ παντὸς ἄλλου σπουδάζεται, πλήν γε φίλον ἐστὶ πατράσιν φιλτάτων τέκνων, κἂν ἐγγὺς τύχωσιν ἥκοντα τοῦ σπουδαζομένου, ἐνωραΐζεσθαι μὲν οἷς ὁρῶσι, τῆς δὲ τὸ τέλος καταλαβεῖν ἐπιταχυνούσης παραινέσεως μὴ ἀφίστασθαι.

Ἅπερ οὖν ἐνταῦθα τοῖς φιλτάτοις καὶ πνευματικοῖς ἡμῶν τέκνοις, τοῖς πανευσεβάστοις ἡμῶν καὶ θεοπροβλήτοις βασιλεῦσι, συνεισάγειν οὐ παραιτούμεθα, πρὸς αὐτὸ τοῦτο καὶ τὴν ὑμετέραν θεοφρούρητον καὶ δεδοξασμένην ἐξουσίαν προτρέπειν ἡμέτερον χρέος εἶναι λογιζόμεθα. ὥσπερ γὰρ ἀχωρίστους ὑμᾶς ἔχομεν τῇ εὐσεβείᾳ καὶ τῷ πνευματικῷ φίλτρῳ κἀν τῷ ὑπερεύχεσθαι, οὕτω καὶ τὰς παραινέσεις ἀχωρίστους εἶναι πρέπειν καὶ κοινὰς ἐν κρίσεως ἀδεκάστου νόμῳ καὶ πνευματικῆς φιλίας ὅρῳ τιθέμεθα.