Ἔργον
Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια
Η Αγία Τριάδα, η θεία ουσία και η ενανθρώπηση του Λόγου
Υψηλή θεολογία για την υπερούσια φύση του Θεού, τον τριαδικό τρόπο υπάρξεως και την αναγκαιότητα της σαρκώσεως του Υιού για τη σωτηρία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Αγία Τριάδα, η θεία ουσία και η ενανθρώπηση του Λόγου
Υψηλή θεολογία για την υπερούσια φύση του Θεού, τον τριαδικό τρόπο υπάρξεως και την αναγκαιότητα της σαρκώσεως του Υιού για τη σωτηρία.
Περὶ θεολογίας ζητήματα τῷ αὐτῷ Ἄρρητον μὲν τὸ θεῖον, ὥσπερ καὶ ἄληπτον, διότι μηδ’ ἔστιν μηδ’ ἐπινοίαις ψιλαῖς προϋφεστηκότα τινὰ λαβεῖν δι’ ὧν ὁ λόγος προϊὼν τὴν γνῶσιν καὶ κατάληψιν τοῦ μακαρίου ἐκείνου καὶ ἀφθέγκτου παράσχοι θεάματος· ἄρρητον δὲ καὶ ἄληπτον ὄν, ἀπὸ τῶν ὑστέρων ὅμως, ὥσπερ ἀπό τινος τῆς ἐκεῖθεν εἰ καὶ ἀμυδρᾶς ἀπαυγῆς ἐν αὐτοῖς κατιούσης καὶ δι’ αὐτῶν ἡμῖν τὴν διάνοιαν ἐνατενίζειν πρὸς τὸ ἀμήχανον ἐκεῖνο κάλλος παρασκευαζούσης, δυνατόν ἐστί τινας θεοπρεπεῖς φαντασίας εἰσδέξασθαι. καθ’ ὃν γὰρ τρόπον οἱ ζόφῳ παχεῖ περικεχυμένῳ ἐγκαθήμενοι βραχεῖάν τινα τῶν ἡλιακῶν ἀκτίνων καὶ ἀμυδρὰν λαμπηδόνα παραδέχονται, οὕτως οἱ τῷ σαρκίῳ περικεκλεισμένοι ἐκ τῆς ἀπαυγῆς ἐκείνης τοῦ νοητοῦ ἡλίου εἰς ἔννοιάν τινα καὶ φαντασίαν θεοπρεπῆ ὥσπερ ἀπό τινος κατοπτρικοῦ μηχανήματος τοῦ τε πόθου καὶ τῆς συζητήσεως σκιοφανεῖς ἀκτῖνας ἕλκοντες, ἀνάγεσθαι δύνανται. ὃν μὲν οὖν διασῴζει λόγον ὁ ἥλιος ἐν τοῖς αἰσθητοῖς, τοιαύτην ἂν περὶ τοῦ θείου δύναταί τις ἔννοιαν ὡς ἐξ εἰκόνος ἐν τοῖς νοητοῖς δοῦναι καὶ λαβεῖν.
Ἀλλὰ γὰρ καὶ ἐξ ἀποφάσεως τῶν ὄντων ἁπάντων εἰς θεωρίαν ἀναγόμεθα τῆς ἐξῃρημένης τῶν ὄντων οὐσίας τε καὶ θεότητος· ὃ γὰρ μηδέν ἐστιν τῶν πάντων, κρεῖττον δὲ τοῦ παντός, τοῦτ’ ἂν εἴη θεός, ὃς προήγαγέν τε ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τὸ πᾶν καὶ τῆς τῶν προηγμένων διαμονῆς καὶ ἐναρμονίου κινήσεως τὴν πρόνοιαν ἔχει.
Καὶ πρό γε τούτων, ὅτι ἔστιν θεός, κοινῇ πᾶσιν ἐγκατέσπαρται ταῖς ἀνθρωπίναις διανοίαις, τῆς ἐκεῖθεν αὐγῆς ὡς δι’ ἐμφάσεων διανιστώσης ἡμῶν τὸν νοῦν καὶ φωταγωγούσης, εἰ καὶ μὴ πρὸς τὸ εἰδέναι τί ποτέ ἐστιν θεός, ἀλλ’ οὖν γε μὴ ἀγνοεῖν ὅτιπερ ὅλως ἐστίν. εἰ γὰρ πλῆθος ἅπαν, εἴτε τὴν τοῦ συνεχοῦς ὀνομασίαν δεχόμενον, εἴτε τῷ διωρισμένῳ περιγραφόμενον, ὥσπερ εἰς ἄπειρον δύναται τέμνεσθαι καὶ σκεδάζεσθαι, οὕτω καὶ πρὸς ῥοὴν καὶ διαφθορὰν ἀποφέρεσθαι, μετοχῇ πάντως ἑνός τινος ἐξήρθη τοῦ μὴ ταῦτα παθεῖν αὐτίκα τοῦ προελθεῖν, ἀλλὰ μονῆς ἀπολαύειν καὶ συνοχῆς· μετοχῇ δ’ ἑνός, οὐ τοῦ κυρίως καὶ ὑπερουσίου ἑνός, ἐπεὶ οὐδὲ τμητὰ καὶ σκεδαστὰ οὐδὲ ῥεούσης ἂν ὅλως εἴησαν καὶ φθειρομένης φύσεως, ἀλλ’ ἑνὸς μετοχῇ ὃ δὴ σκιάν τις ἀμυδρὰν εἰπὼν τοῦ κυρίως καὶ ὑπερουσίου ἑνὸς ἐγγὺς ἂν εἰκασίας γένοιτο τῆς μηδὲν ἀνατυπουμένης τολμηρόν. τοιοῦτον δέ ἐστιν τὸ παρ’ ἡμῖν ἕν, οὗ καὶ τὸ πλῆθος ὥσπερ εἴρηται μετέχον τμητὸν μέν ἐστιν καὶ σκεδαστὸν καὶ ῥευστόν, οὔπω δὲ τῇ προόδῳ συνδιερρύηκεν, ὥσπερ οὐδὲ διατέτμηται. ταύτῃ τοι καὶ αὐτὸ τὸ πλῆθος, ἀόριστον ὂν καὶ ἀνείδεον τῇ γε φύσει τῇ οἰκείᾳ, δι’ ἐκείνου τε περιορίζεται καὶ εἰδοποιεῖται· τετρὰς γὰρ καὶ ἑπτὰς καὶ δεκὰς καὶ τριακὰς τοῦ παρ’ ἡμῖν ἑνός εἰσιν ὥσπερ ἰνδάλματα καὶ προβολαί, τὸ πλῆθος ἑνοποιοῦσαι καὶ εἰδοποιοῦσαι καὶ περιορίζουσαι.
Ὡσαύτως δὲ καὶ εἰ τὸ ἡνωμένον ἅπαν οὐχ ἑαυτὸ ἑνοῖ, ἀλλὰ τῇ ἑνότητι ἥνωται, καὶ αὐτὸ ἄρα τῇ τοῦ ἑνὸς μετοχῇ τὸ ἡνωμένον ἔχει σῳζόμενον, ἑνὸς δὲ κἀνταῦθα οὐ τοῦ κυρίως καὶ ὑπερουσίου ἑνός, ἀλλ’ ὥσπερ εἴρηται τοῦ ἀπολαύοντος τῆς ἐκεῖθεν σκιᾶς.
Ἔτι δὲ εἰ ἔστιν μὲν ἐν τοῖς οὖσι λαβεῖν τὸ ἄρχον καὶ τὸ ἀρχόμενον, καὶ αὐτὸ δὲ τὸ ἄρχον τὴν τοῦ ἀρχομένου τάξιν ὑποδυόμενον, δῆλον ὅτι τὸ ἄρχον οὐκ ἂν εἴη κυρίως ἄρχον, διὰ τοῦ ἄρχεσθαι καθαιρούμενον τῆς ἀρχῆς· εἰ δὲ τοῦτο, ἔστιν τις ὑπερανῳκισμένη καὶ ἄναρχος ἀρχή, ἐξ ἧς τὸ ἄρχον τὴν ἀμυδρὰν τοῦ εἰκάσματος δεξάμενον σκιὰν τὴν σχέσιν εἵλκυσεν καὶ τὴν ὀνομασίαν τῆς ἀρχῆς.
Καὶ ἄλλως δέ, ὥσπερ ἐστὶν τελευταῖόν τι λαβεῖν ἀρχόμενον μόνον, οὐκ ἄρχον δέ, οὕτως ἐστὶν ἀναθεωρεῖν ὡς ἔστιν τις ὑπερτάτη καὶ ἐξῃρημένη τῶν ἄλλων ἁπάντων ἄναρχος ἀρχή, ἥτις ἂν ἐφαρμόζουσα εἴη τῇ ὑπὲρ νοῦν καὶ ὑπὲρ ἔννοιαν πᾶσαν θεότητι καὶ θεαρχίᾳ.
Εἰ δέ ἐστιν ἐν τῇ τῶν ὄντων φύσει καὶ ἀγαθὸν εὑρεῖν, μᾶλλον δὲ πολλὰ καὶ ποικίλα τὰ ἀγαθά (ὃ γὰρ μὴ ἀπολαύει τινὸς ἀγαθότητος, ἀλλ’ εἰς ἄκρατον ἥκει κακίας, οὐδ’ ὑφεστάναι ὅλως δύναται· σκεδασθείη γὰρ ἂν αὐτίκα καὶ διαφθαρείη, εἴπερ ἡ φθορὰ καὶ ὁ σκεδασμὸς τοῦ κακοῦ), δῆλον ὡς ἔστιν τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον μετέχοντα τἀγαθοῦ. εἰ δέ ἐστιν τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον μετέχοντα τἀγαθοῦ, οὐκ ἀμφίβολον οὐδ’ ὅτι ἀπὸ τῶν μετασχόντων κατὰ πρώτην ἢ κατὰ δευτέραν ἢ καὶ κατ’ ἄλλην τινὰ τάξιν ἀγαθύνεται τὰ μεταλαμβάνοντα· πάντα δ’ ὅμως ὑπερανῳκισμένης τινὸς ἀγαθότητος χορηγίᾳ καὶ ἀπολαύσει τὴν τοῦ ἀγαθοῦ ἐν ἑαυτοῖς χάριν φέρει. εἰ δὲ τοῦτο, ἔστιν τις ἄρα ὑπεράγαθος ἀγαθότης, ἐξ ἧς τοῖς ἀγαθυνομένοις ἡ τοῦ ἀγαθύνεσθαι κατὰ ἀναλογίαν τῶν δεχομένων παρέχεται δωρεά.
Ἐκ τοίνυν τῶν εἰρημένων φανερόν ἐστιν δυνατὸν εἶναι θεωρίαν θηρᾶσαί τινα, ὅτι τε ἔστιν θεός, καὶ οὗτος ὑπερούσιον ἓν καὶ ὑπεράρχιος ἀρχὴ καὶ ὑπεράγαθος ἀγαθότης ὡς πηγὴ ἀγαθότητος. καὶ ἄλλων δ’ ὥσπερ ἰνδαλμάτων τινῶν καὶ εἰκασμάτων, καθάπερ ἐξ ἀρχῆς εἴρηται, δυναμένων ἀπὸ τῶν ὑστέρων παραληφθῆναι, δι’ ὧν ἐστιν εἰς τὸ ἀμήχανον ἐκεῖνο καὶ ἀνέκφραστον κάλλος τῆς ὑπερουσίου καὶ ὑπερφυοῦς θεότητος ἐνατενίζειν, μάλιστά γε καὶ ὅτι μηδὲ χαλεπὸν διὰ τῆς προειρημένης μεθόδου τοιαῦτα συλλέγειν, πρός γε τὴν παροῦσαν χρείαν καὶ τὴν συνέχουσαν ἡμᾶς τῶν ὑπογραφέων ἐρημίαν καὶ τῶν βιβλίων τὴν αἰχμαλωσίαν ἱκανά σοι καὶ ταῦτα.
Διὰ τί μέχρι τριάδος τὸ θεῖον προάγεται, καὶ οὔτε ἐντὸς περιγράφεται οὔτε πορρωτέρω παρατείνεται; {οὔτε πορρωτέρω παρατείνεται;} Ὁ μὲν οὖν ἐν ἀπορρήτοις λόγος καὶ νικῶν τὴν ἐν ἐσόπτροις καὶ αἰνίγμασι γνῶσιν ὁρίοις ἂν ἄλλοις εἴη θεοπτικωτέρας τε καὶ οὐρανίας μυσταγωγίας θαλαμευόμενος· ἃ δὲ βλέπειν διὰ τοῦ παρασκηνίου καὶ τῶν πηλίνων ἀκοῶν δυνατὸν ἐνωτίζεσθαι, ταῦτα δὲ ἄρα προτιθέντες, κἂν ὕστερα ᾖ, διὰ τῶν πρώτων θηρᾶν οὐκ ἔχοντες τὸ ζητούμενον, οὐκ ἂν ἐν εὐθύναις τῶν σεσιγηκότων ἐσόμεθα.
Ἓν μὲν οὖν αὐτῶν ἐστι καὶ ἱερώτερον φάναι, ὡς ὁ μυστικὸς καὶ ἀσίγητος ὕμνος τῶν χερουβὶμ διὰ τῆς τριαδικῆς ἁγιότητος εἰς μίαν συναγόμενος κυριότητα τὴν τριαδικὴν τῆς θεαρχίας ὑπογράφει τελειότητα. καὶ τῶν ὀνομάτων δὲ ἡ ἁπλότης κατὰ συνέχειαν προαγομένη καὶ μηδὲν μέσον συνεπεισάγουσα, ἀλλὰ καὶ τὸ τοῦ ῥήματος ἀπαράλλακτον, οὐκ ἔλαττον μὲν εἰκονίζει τὴν τῆς ὑπερουσίου οὐσίας ἁπλότητα, παραπλησίως δὲ ἐκδιδάσκει καὶ τὸ τῶν ὑποστάσεων πρὸς ἀλλήλας ἀδιάστατον καὶ τὸ συμφυὲς αὐτῶν καὶ κατ’ οὐσίαν ἀπαράλλακτον.
Ἔτι δὲ ἐπεὶ τοῖς τελείοις ἥ τε ἀρχὴ καὶ ἡ μεσότης καὶ ἡ τελειότης πρόσφορον, πρῶτος δὲ τῶν ἄλλων πάντων ἀριθμῶν ὁ τρεῖς ἀπεκληρώσατο ταῦτα, εἰκότως ἀπὸ τῶν γνωρίμων ἡμῖν σύμβολά τινα καὶ ἴχνη ἡ ἄρρητος καὶ ἀνεπινόητος θεότης τῆς ἐπιγνώσεως αὐτῆς ἐλλάμψαι προνοουμένη, διὰ τῆς τριαδικῆς οὐκ ἀπηξίωσεν ἐμφανίζεσθαι θεολογίας.
Ἔτι δὲ καὶ διότιπερ ὅσα θεοπρεπῆ καθορῶμεν ἐν τῷ θείῳ εἰς τρία συγκεφαλαιοῦσθαι φύσιν ἀπ’ ἀρχῆς εὑρίσκομεν εἰληφότα, καὶ οὔτε εἰς ἐλάττονα οὔτε εἰς πλείονα συναγόμενα. εἰς ποῖα δὴ ταῦτα; εἰς οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν· οὔτε γὰρ ὅσιον θεότητος τὴν δύναμιν ἀφελεῖν, οὐ μὴν οὐδὲ τὴν ἐνέργειαν, καὶ πολλῷ μᾶλλον οὐδὲ τὴν οὐσίαν· οὐ μὴν οὐδ’ εἰς ταὐτόν ἐστιν καὶ μίαν ὑπόστασιν συναγαγεῖν ταῦτα καὶ λόγον ἕνα καὶ τὸν αὐτὸν ἀποδοῦναι δυνάμεώς τε καὶ οὐσίας, ἢ δυνάμεως καὶ ἐνεργείας, ἢ ἐνεργείας καὶ οὐσίας, ἀλλ’ οὐδὲ (πολλοῦ δεῖ) τοῦ συναθροίσματος αὐτῶν.
Τριῶν οὖν ὄντων εἰς ἃ τὰ ἄλλα τῶν θεοπρεπῶν ὀνομάτων τε καὶ ἰδιωμάτων συγκεφαλαιοῦται καὶ ἀνάγεται, εἰκότως τὸ θεῖον οὔτε ἐντὸς τῆς τριάδος περικλείεται οὔτε μὴν ταύτης ὑπερεκτείνεται. πῶς δ’ ἀναχθείη καὶ τίνα εἰς ἕκαστον τῶν θεολογουμένων τριῶν ἐννοιῶν, οὔτε ἔργον εὑρεῖν οὔτε μὴν εὑρόντα μὴ καὶ ἄλλους ποιῆσαι τῆς ὠφελείας κοινωνούς. αὐτίκα τὸ ὑπερούσιον, τὸ ἀγαθόν, τὸ ἀσχημάτιστον, τὸ ἕν, τὸ ἄποσον καὶ τὰ ὅμοια τὴν οὐσίαν εἴη ἂν παραδηλοῦντα, εἰ καὶ τὰ μὲν ἀμέσως, τὰ δέ τινος συνεπιθεωρουμένης μεσότητος· τὸ δὲ αὐτεξούσιον, τὸ αὐτοδέσποτον, τὸ κύριον, τὸ δημιουργικόν, τὸ παντοδύναμον καὶ τὰ παραπλήσια ἐν τῇ τῆς δυνάμεως περιλαμβάνεται θεωρίᾳ· ἡ δημιουργία δὲ καὶ ἡ πρόνοια καὶ ἡ σωτηρία καὶ τῶν χαρισμάτων ἡ διανομὴ καὶ ἡ δωρεὰ καὶ τὰ σύστοιχα τὴν ἐνέργειαν διαφόροις καὶ μυστικοῖς ῥήμασιν ἱερολογοῦσιν. εἰ δ’ ἔστιν τινὰ τῶν θεοπρεπῶν ὀνομάτων τε καὶ νοημάτων οὐκ εἰς ἓν τῶν τριῶν μόνον, ἀλλὰ δι’ ὅλης ἥκοντα τῆς τριάδος, οὐ μόνον οὐδὲν τοῦτο μάχεται τῷ τῆς ἀληθείας λόγῳ οὐδὲ τῇ θεωρίᾳ τῆς τριαδικῆς θεολογίας, ἀλλ’ ἐπὶ πλέον τε μᾶλλον αὐτῶν τὸ ἀσφαλές τε καὶ ἀνεπίληπτον βεβαιοῖ, ἀλλὰ καὶ δευτέρων λογισμῶν δίδωσιν ἀφορμήν, δι’ ὧν τὸ θεῖον ἐπιδείκνυται εἰς τριαδικὴν εὐλόγως ἀναπλούμενον περιοχήν.
Ὡσαύτως δὲ κἂν εἴ τις δι’ ἑτέρας ἐπιβολῆς εἰς τριαδικὴν δείξῃ συναρίθμησιν τὰ θεοπρεπῆ τῶν ὀνομάτων τε καὶ νοημάτων περατούμενα, οὐχ ἑξάδα διὰ τοῦτο, οὐμενοῦν οὐδὲ πολλοῦ δεῖ, ἀλλ’ οὐδὲ πλῆθος ἑνάδος ἤ τινος ἄλλης πληθύος παρασχεῖν αἰτίαν λάβοι συνεπιφέρεσθαι, τοὐναντίον δὲ τὸ τῆς τριάδος ἀπαράγραπτον διαφόροις ἐπιδείξει λόγοις βεβαιούμενον καὶ τὸ ἀμετάθετον ἐπὶ μᾶλλον παραστήσει τῆς θεολογίας καὶ ἀναλλοίωτον. τὸ γὰρ μὴ μιᾷ θεωρίᾳ τὸ πρὸς συστολὴν ἀρρεπὲς καὶ ἐξάπλωσιν τῆς ὑπερφυοῦς τριάδος καταλαμβάνεσθαι, πολλαχόθεν δὲ τὸ ἀμετακίνητον αὐτῆς καὶ ἐστηριγμένον ἀνακαλύπτεσθαι, πῶς οὐκ ἂν εἴη τῆς ἐξ ἀρχῆς ἀποδοθείσης αἰτίας βεβαίωσις ἀνεξέλεγκτος; εἰ μὲν γὰρ ἐπ’ ἄλλου καὶ ἄλλου ὑποκειμένου, ἀλλὰ μὴ ἐπὶ τῆς αὐτῆς καὶ ἑνιαίας θεότητος ἡ τριαδικὴ συγκεφαλαίωσις διαφόροις θεωρίαις ἐπεδείκνυτο, οὐδὲν ἐκώλυεν τῷ πλήθει τῶν ἐνθυμημάτων μὴ συμπληθύνεσθαι καὶ τὸ ἀπλήθυντον τῆς θεότητος· εἰ δὲ ὁσάκις ἐπισκοπῆσαι χαριτωθείημεν, ἐπὶ τῆς αὐτῆς ὑπεραγάθου τριάδος τὸν ἱερὸν τοῦτον καὶ ἀριθμοῦ κρείττονα καταλαμβάνομεν ἀριθμὸν οὔτε συστελλόμενον οὔτε μὴν ὑπεραπλούμενον, πῶς οὐχὶ μᾶλλον τὸ πλῆθος τῶν ἐπιχειρημάτων ἀπαράγραπτόν τε καὶ παναληθέστατον τὸ ἀπλήθυντον ἡμᾶς καὶ ἀναφαίρετον τῆς τριαδικῆς θεολογίας οὐκ ἐκδιδάσκει;
Ἔστι μὲν οὖν καὶ ἕτερα δι’ ὧν ἡ τριὰς κατὰ τὴν ὁμοιότητα τοῦ τεθεωρημένου λόγου παραδείκνυται, ὥσπερ καὶ τὰ τοιαῦτα· νοῦς, νοητόν, νόησις· εἶτα λόγος καὶ πνεῦμα καὶ τὸ ἐξ οὗ ταῦτα πρόεισιν· ἀλλὰ γὰρ καὶ ὑπεράρχιος καὶ πρώτη καὶ ἔμφυτος ἀρχή, καὶ ὧν κατὰ τὸν λόγον τῆς συμφυΐας καθέστηκεν ἀρχή, ἐξ οὗ καὶ ἡ ἐν τοῖς οὖσιν ἅπασιν κατὰ δεσποτείαν καὶ κυριότητα πρόεισιν ἀρχή· ἔπειτα γεννήτωρ, γέννημα, πνεῦμα, οὐ γὰρ ἄγονον ἡ πηγὴ καὶ αἰτία πάντων τῶν γεννωμένων, οὐδ’ ἄπνους ἡ χορηγία πάντων τῆς πνοῆς οὐδὲ τῶν αὐτῆς δημιουργημάτων ἐνδεέστερον, ἔτι δὲ ζωογονοῦν πρώτως καὶ πρῶτα, ὑπερφυῶς μέν, κατὰ δὲ τὴν ἔμφυτον αὐτῆς καὶ ὑπὲρ λόγον ἰδιότητα. δεῖ γὰρ προηγεῖσθαι τῶν δημιουργίας λόγῳ καὶ δεσποτείας προαχθέντων τε καὶ ζωογονουμένων τὴν προάναρχον τῶν ὑπερφυῶν τε καὶ ὁμοουσίων φύσιν καὶ ζωὴν καὶ ἧς ἀπαύγασμα καὶ μιμήματα ἡ ἄλλη πᾶσα καθέστηκεν φύσις καὶ ζωή· ἐπεὶ κἀν τοῖς περιγείοις ἡ φύσις τῆς τέχνης προΐδρυταί τε καὶ προκάθηται, ἣν ἀνάγκη πάλιν οὐκ αὐτοδέσποτον οὐδ’ ἄναρχον οὖσαν πρὸς ἑτέραν ἁπασῶν τῶν φύσεων δημιουργὸν καὶ ἐξῃρημένην αὐτῶν ἀφθέγκτοις ὑπεροχαῖς τῆς γενέσεως ἀγαλματοποιεῖσθαί τε καὶ συνίστασθαι. πολλὰ δ’ ἂν καὶ ἕτερα εἴη πρὸς τὴν αὐτὴν θεωρίαν διοικονομεῖσθαι δυνάμενα.
Οἶδα δέ τινας εἰπόντας καὶ ἑτέραν τινὰ συμβολικὴν θεωρίαν. ἀρρεπές, φασί, τὸ θεῖον, καὶ ζυγῷ δικαιοσύνης τὴν πρόνοιαν πάντων ταλαντεῦον· ἐπεὶ οὖν καὶ ὃ τοῖς ἀνθρώποις ἐπινενόηται κριτήριον τῶν ἴσων τε καὶ ἀνίσων—ζυγὸν δ’ αὐτὸ κυριολογοῦσιν—ἀλλὰ γὰρ τούτῳ τὰ παρ’ ἑκάτερα δύο πέρατα τῆς κατὰ τὸ μέσον κεραίας ἐξήρτηται, καὶ τριαδικῷ μὲν ἰδιώματι τὸ κατὰ τὰς ὑποστάσεις διάφορον ἐπιδείκνυται, μία δὲ τούτων ἐστὶν καὶ ἡ κρίσις καὶ ἡ ἐνέργεια, καὶ ταύτῃ τριαδικὴν ἐν ἑαυτῷ καὶ μοναδικὴν θεωρίαν εἰκονίζει, οὐκ ἔσχεν ὕβριν ὁ τῶν ὅλων κριτὴς καὶ ζυγοστάτης θεὸς διὰ τῶν ἡμῖν συντρόφων φωνῶν τὴν ἀκατάληπτον αὐτοῦ θεογνωσίαν παραγυμνοῦσθαι καὶ ἀναπτύσσεσθαι.
Σὺ δ’ ἂν ἐπιθεωρήσαις ὡς ἐπ’ οὐδενός ἐστι λαβεῖν τῶν ἄλλων ἀριθμῶν πλὴν τῆς τριάδος ἀπαραλλάκτῳ καὶ ἑνιαίᾳ ἰσότητι τὰ ἄκρα τῷ μέσῳ συναπτόμενα· ὃ τοίνυν ἐν ἀριθμοῖς τὸ ἴσον καὶ ἀπαράλλακτον καὶ ἀδιάστατον ἐν τῷ ἀσυγχύτῳ ὑπογράφει καὶ ἱεράν τινα φαντασίαν τῆς ἡμῶν θεολογίας ἐνοπτρίζει, εἰκότως ἐφιλοσόφησεν ἡ μυσταγωγὸς τῆς ἐκκλησίας χρῆσις δι’ ἐκείνου μᾶλλον ἢ δι’ ἑτέρου τινὸς ἀριθμοῦ τὴν ἀναπλουμένην τῆς τριαδικῆς μοναρχίας ἐκδιδάσκειν.
Ἀλλὰ γὰρ δεῖ κἀκεῖνο λαβεῖν χειραγωγίαν ἐσόμενον εἰς τὸ κατανοεῖν τὸ τῆς τριάδος ἀπλήθυντόν τε καὶ ἀκαινοτόμητον. ποῖον δὴ τοῦτο; εἰ ἕκαστον τῶν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραχθέντων ἐξ ὕλης ἐστὶ καὶ εἴδους, ἢ ἐξ ἀναλογούσης γε πάντως ὕλῃ καὶ εἴδει στοιχειώδους δυάδος, ἀναγκαῖον τῆς δυαδικῆς συναριθμήσεως τῶν κτισμάτων, ἅτε δὴ χαμαιπετοῦς καὶ προσύλου, τὴν ἄυλον καὶ ὑπερούσιον καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς φύσιν ὑπεραναβεβηκέναι· εἰ δὲ τοῦτο, εἰκότως ἄρα κατὰ τὴν ἐν δυάδι ἀρίθμησιν οὐδαμῶς ἀνέχεται τὸ θεῖον συναπαρτίζεσθαι, τῇ δὲ τριαδικῇ θεολογίᾳ, κάτω λιπὸν τὴν ὕλην καὶ τὰ τῆς ὕλης, ἐνιδρυόμενον, τὴν μετ’ αὐτὴν ἀρίθμησιν οὐ προσίεται, ἵνα μὴ πρὸς τὸ χυδαῖόν τε καὶ ἀνίδρυτον κατενεχθείη, τῆς πρώτης περιοχῆς ἀπορρυὲν καὶ πρὸς ἑκάστην ἐπίνοιαν ἀνθρωπίνην διασκεδαζόμενον.
Τριὰς δὲ καὶ οὐχὶ δυὰς ὁ θεός, ἵνα μὴ τὴν αἰτίαν καὶ ἀρχὴν τῆς τομῆς καὶ τοῦ σκεδασμοῦ ἐν ἑαυτῷ φέρων τὴν ἑνιαίαν καὶ ἄτμητον καὶ πηγὴν πάσης ἑνότητος ἐνυβρίσῃ φύσιν. οὐδὲ τέσσαρα δὲ πολλῷ μᾶλλον· διπλῆ γὰρ ταῦτα τομή, ἡ μὲν τὴν γένεσιν προκαταλαβοῦσα, ἡ δὲ τὴν ἐξ ἐκείνης συντεθεῖσαν τέμνουσά τε καὶ διαλύουσα. οὐδὲ τὰ πέντε δ’ ἂν ἔχοι χώραν καθορᾶσθαι, οὐδὲ τὰ ἑξῆς· τὰ μὲν ὅτι δεύτερα τῆς τριάδος καὶ τῆς κατ’ αὐτὴν ἀμεροῦς ἐννοίας ὑποβέβηκεν, τὰ δὲ ὅτι τοῦ σκεδασμοῦ καὶ τῆς τομῆς καὶ τῆς ὕλης, ὅσον εἰς σύνθεσιν πρόεισιν, πλέον μετέχει. οὐκοῦν εἰκότως ἡ θεολογία τὴν μὲν τριάδα πρὸς ἐκφαντορίαν τῆς ἐν τῇ φύσει παραλαμβάνει κρυφιότητος, τὸ δὲ ἕν, διότι οὐδενὶ οὕτως ἄλλῳ τὸ ὑπὲρ νοῦν κρύφιον τῆς θεότητος ὡς τῷ ἑνὶ θεολογεῖται καὶ παραδείκνυται καὶ διότι πηγὴ συμφυΐας ἁπάσης ὑμνολογεῖται τὸ θεῖον, ἑνότητος.
Ἔτι δὲ ἡ δυὰς τά τε ἴχνη τοῦ μὴ ὄντος ἐν ἑαυτῇ πρώτη μάλιστα φέρει (λύσεώς τε γὰρ πρὸ τῶν ἄλλων αὕτη πηγὴ καὶ τομῆς καὶ σκεδασμοῦ) καὶ πᾶσιν αἰτία φέρειν ἐν ἑαυτοῖς τῆς φθορᾶς τὰ προοίμια· ἡ τριὰς δὲ τὸ ἄτμητον εἰκονίζει πρώτη καὶ ἀσκέδαστον, καὶ εἴ τι ἄλλο μετέχει τῆς ἀδιαιρέτου τε καὶ ἀσκεδάστου φύσεως, ἐξ αὐτῆς μετειληφὸς ἐπιγινώσκεται. διὸ τὸ θεῖον εἰκότως τῆς ῥοῆς καὶ λύσεως καὶ φθορᾶς αἰτίαν ἀπεσείσατο, διὰ δὲ τῆς εἰκονιζούσης τριάδος τὸ ἄρρευστόν τε καὶ ἀσκέδαστον καὶ ἀδιάλυτον ἐπιγινώσκεσθαι κατηξίωσεν. καὶ γὰρ τὸ μὲν τὴν αἰτίαν τῆς τομῆς καὶ ῥύσεως τῶν ἄλλων ὁμοταγῶν παθῶν ὑπεριδεῖν οἰκεῖον θεότητος, τὸ δὲ τὴν τριάδα μὴ ὑπεριδόντα, πρώτως εἰκονίζουσαν τἀναντία πάντα τῶν εἰρημένων παθῶν, εἰς ἀπειρίαν τὸν ἀνθρώπινον νοῦν πλανᾶσθαι μὴ παραχωρεῖν, φιλανθρωπίας τέ ἐστι τῆς πρεπούσης θεῷ καὶ τῆς περὶ ἡμᾶς προνοίας περιφανεστάτη παράστασις.
Πῶς λέγομεν ἓν καὶ τρία τὸ θεῖον; Ἓν καὶ τρία τὸ θεῖον θεολογοῦμεν· τὸ ἓν δὲ καὶ τὰ τρία ἐπὶ τῆς ὑπερφυοῦς ταύτης θεαρχίας ἡ καθ’ ἡμᾶς ἱερολογεῖ θεολογία, οὐ τὸ ἓν ἐν ἀριθμοῖς ἢ τὰ τρία κυρίως ὥσπερ ἐπὶ τῶν κατὰ φύσιν καὶ κυρίως ἀριθμητῶν παραλαμβάνουσα (ἀριθμοῦ γὰρ παντὸς καὶ ἑνάδων αἳ τὰ τοῦ ἀριθμοῦ μέρη καὶ πάσης ἄλλης ἀναπληροῦσι ποσότητος παντελῶς ἡ ὑπεράρχιος ἀγαθαρχία ἀρρήτῳ μέτρῳ ὑπερίδρυται), ἀλλὰ διὰ μὲν τοῦ ἑνὸς τὴν κρυφιότητα αὐτῆς καὶ τὸ ἄφθεγκτον καὶ ἀνεκφοίτητον καὶ (πῶς ἄν τις εἴποι;) τὸ συννεῦον εἰς ἑαυτὴν καὶ σεσιγημένον τῆς φύσεως καὶ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ νοήσεως συμβολικῶς ἐνδίδωσιν ἀναπτύσσεσθαι· τὸ δὲ τρία τὴν ἐκφαντορικὴν αὐτῆς ἀγαθότητα καὶ πρόοδον καὶ ἐξάπλωσιν ἱερολογικῶς μυσταγωγεῖ καὶ ἀνακαλύπτει, οὐχ ὅλην τὴν αἴγλην ἐναυγάζουσα, ἀλλ’ ὅσην ἡ ἀνθρωπίνη φύσις δυνατὴ παραδέχεσθαι, δι’ ὧν ὅ τε δημιουργὸς καὶ ἡ αὐθυπόστατος δύναμίς τε καὶ πρόνοια τῇ ζωογόνῳ καὶ συνεκτικῇ τοῦ παντὸς συνεκλάμπει καὶ συναναφαίνεται ἐνεργείᾳ. ἡ γὰρ ἐν τῷ ἀφράστῳ τῆς κρυφιότητος μονὴ καὶ παντελὴς ἀκινησία, ὥσπερ δὴ τοῖς τῆς σιγῆς θαλάμοις ἐναποκρύπτεται, οὕτω δὴ καὶ διανοίας πάσης, ὅτι μηδ’ ἔστιν νοῦς εἰς τὰ ὑπὲρ νοῦν ἀνιών, ἀνακεχώρηκεν.
ἐν μὲν οὖν τοῖς πρώτοις ἡ θεοπρεπὴς φαντασία τὴν μονὴν καὶ στάσιν καὶ τὸ ἀκίνητον καὶ τὴν ταὐτότητα, καὶ ὅσον ἐστὶν δυνατὸν ἀνθρωπίνῃ φύσει δέξασθαι τὰς ὑπερανῳκισμένας αὐγὰς τῆς ἐκεῖθεν ἐλλάμψεως, τῆς μονῆς καὶ στάσεως καὶ ἀκινησίας τὸ συνῃρημένον ἐποπτεύει· ἐνταῦθα δὲ τὴν ἑνοειδῆ καὶ θεουργὸν ἑτερότητα καὶ τὴν ἀδιάστατον ἐν ἀκινήτοις ὑποστάσεσι κίνησιν ἀρρήτως τε καὶ ῥοῆς χωρὶς ἁπάσης θεοπρεπῶς πηγάζοντα ὡς ἐκ πηγῆς τῆς κρυφιότητος ἱεροπρεπῶς ἐπιβλέπει. ἓν οὖν τὸ θεῖον καὶ τρία οὐ κατὰ τὴν ἀριθμητικὴν τεχνολογίαν.
Τοῦτο δὲ ἄρα καὶ πρὸ ἡμῶν ὁ τῶν ἀπορρήτων μύστης ὑπὸ τοῦ τὰ ἀνέκφραστα μυσταγωγοῦντος ὁ μέγας μυηθεὶς Διονύσιος αἰνιττόμενος ἔλεγεν ὡς ὁ παντὸς νοητοῦ καθ’ ὑπεροχὴν αἴτιος ‘οὔτε ἕν ἐστιν οὔτε ἑνότης’, ὑπερτιθεὶς αὐτὸν τῶν ἐν ἡμῖν ἁπάντων τιμίων, καὶ δὴ καὶ δῆλον ὡς πρὸ τῶν ἄλλων καὶ τῆς συναριθμήσεως· καὶ πάλιν ‘ὁρῶμεν τὴν θεαρχίαν ἱερῶς ὑμνουμένην, ὡς μονάδα μὲν καὶ ἑνάδα διὰ τὴν ἁπλότητα καὶ ἑνότητα τῆς ὑπερφυοῦς ἀμερείας ἐξ ἧς ὡς ἑνοποιοῦ δυνάμεως ἑνιζόμεθα καὶ τῶν μεριστῶν ἡμῶν ἑτεροτήτων ὑπερκοσμίως συμπτυσσομένων εἰς θεοειδῆ μονάδα συναπτόμεθα καὶ θεομίμητον ἕνωσιν. τριάδα δέ’— πρόσεχε, οὐ γὰρ ὡς ἀριθμητήν φησιν, ἀλλὰ ‘διὰ τὴν τρισυπόστατον τῆς ὑπερουσίου γονιμότητος ἔκφανσιν, ἐξ ἧς πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐστίν τε καὶ ὀνομάζεται’. καὶ πολλὰ τοιαῦτά ἐστιν εὑρεῖν παρὰ τῷ θεσπεσίῳ τῶν ἀθεάτων θεωρῷ καὶ τῆς Παύλου μυσταγωγίας ἐπαξίῳ.
Ὅτι δὲ οὐ τῶν κυρίως ἀριθμητῶν ἡ τριάς, ἔκ τε τῶν εἰρημένων ἐστὶν θεωρεῖν καὶ ἄλλοι διάφοροι δηλοῦσι λόγοι. καὶ γὰρ ἐπὶ τῶν κυρίως ἀριθμητῶν, οἷον ἀνθρώπων φέρε εἰπεῖν ἢ ἀγγέλων ἢ μυρίων ἄλλων, δυνάμεθα λέγειν καὶ ‘τριὰς ἀγγέλων’ καὶ ‘τριὰς ἀνθρώπων’, ἀλλὰ καὶ ‘τρεῖς ἄγγελοι’ καὶ ‘τρεῖς ἄνθρωποι’· ἐπὶ δὲ τῆς ὑπὲρ πάντα νοῦν καὶ ἀριθμὸν ὑπεραγίας τριάδος οὔτε ‘τριὰς θεῶν’ εἴπειεν ἄν τις εὐσεβῶν, ἀλλ’ οὐδὲ ‘τρεῖς θεοί’. πάλιν τὰ ἐν τῇ ὑπεραγίᾳ καὶ ὁμοουσίῳ τριάδι λαμβανόμενα πρόσωπα φανερὸν ὡς δι’ ἀλλήλων τὰς ἰδιότητας ἀχράντους καὶ ἀκηράτους διασῴζοντα χωρεῖ· πληροῖ τὰ πάντα ὁ πατήρ, πληροῖ τὰ πάντα καὶ ὁ υἱός, ὡσαύτως καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ ἀνάπαλιν ἔνθα πάρεστι τὸ πνεῦμα, ἐκεῖ καὶ ὁ υἱὸς καὶ ὁ πατήρ, ἀλλὰ καὶ ἐν οἷς πάρεστιν ὁ υἱός, συμπάρεισι καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα· ἐπὶ δὲ τῶν κυρίως ἀριθμητῶν οὐδέν ἐστι τοιοῦτον οὐδὲ ἐννοεῖν.
Ἔτι δὲ ἐπὶ τῶν κυρίως ἀριθμητῶν καὶ προσθήκη γίνεται καὶ ἀφαίρεσις τῶν ἀριθμουμένων, ἐπὶ δὲ τῆς ὑπερουσίου καὶ ἀκαταλήπτου τριάδος πῶς ἂν ὅλως ἐννοηθείη τοῦτο; καὶ πολλὰ ἄν τις ἐπιθεωρήσειε τοιαῦτα.
Περὶ τῶν αὐτῶν τῷ αὐτῷ Τὸ ἓν καὶ τὰ τρία ἐπὶ τῆς θεαρχικῆς θεολογούμενα φύσεως οὐκ ἀριθμός ἐστιν κυρίως οὐδ’ ἀρχὴ ἀριθμοῦ, ἀλλὰ τὸ μὲν ἓν σύμβολόν τέ ἐστι τῆς ἀπερινοήτου κρυφιότητος καὶ αἰνιγματίζει τὸ ἄρρητον τῆς ὑπάρξεως, τὴν ἐκφαντορίαν δὲ τὰ τρία διαπλοῖ καὶ παραγυμνοῖ τοῖς μεριστοῖς τὴν γνῶσιν τῆς ἀμερίστου καὶ ἀκαταλήπτου θεότητος. ἐκφαίνεται γὰρ ἡ ὑπὲρ νοῦν καὶ πᾶσαν κατάληψιν οὐσία, τῇ τοῦ πατρὸς ἀναπλουμένη καὶ υἱοῦ προσηγορίᾳ καὶ πνεύματος, ὥσπερ ἐπὶ τὸ κρύφιον καὶ ἀκατανόητον συστέλλεται τῷ ἑνί, τῆς ὑπερφυοῦς μηδ’ ἐπινοίᾳ στερουμένη κρυφιότητος. καὶ τῶν ὀνομάτων ἀλλήλων διισταμένων ἡ ἄρρητος δι’ αὐτῶν καὶ ἀσυναίρετος θεολογεῖται τῶν νοουμένων συνάφεια καὶ τὸ ἀπλήθυντον οὐκ ἐξιστάμενον τῆς ἑνότητος πρόεισιν ἀπληθύντως τῇ τριάδι πληθυνόμενον· καὶ τὸ μὲν τὰ τρία βλαστάνει, τὰ δὲ τῆς τοῦ ἑνὸς ἁπλότητος καὶ συναφείας οὐ διίσταται. διὸ καὶ ἀκοινώνητον ὡς ἀληθῶς ὁ θεός· οὐδὲν γὰρ τοιοῦτον ἐν τοῖς κτίσμασιν. εἰ δὲ ἓν μόνον ἦν ἢ τρία τὸ θεῖον, μυρίους ἂν συνεπήγετο κοινωνούς, καὶ ἡ κτίσις τὸν κτίστην ἐδείκνυ τοῖς ἑαυτῆς συνταττόμενον ἰδιώμασι.
Τῷ αὐτῷ Εἰ ὁ θεὸς καὶ ἡ θεότης ἐν πᾶσι τοῖς οὖσι καὶ διὰ πάντων, τί θαυμαστὸν εἰ καὶ ἐν ἀνθρώποις ὡς ἄνθρωπος; τὸ μὲν οὖν ἐν πᾶσιν εἶναι τά τε ἄλλα καὶ τῆς δημιουργίας ὁ λόγος ἐπίσταται· τὸ δὲ ἐν ἀνθρώποις ἡ διὰ φιλανθρωπίαν τοῦ κτίσματος πρόσληψις καὶ τῆς γεννήσεως ἣν αὐτὸς ὑπέστησε μετοχὴ καὶ κοινωνία, δευτέρας τιμῆς ἀπολαυούσης μετὰ τὴν πρώτην. ὧν τὴν μὲν ἡ δημιουργὸς χείρ, τὴν δὲ προελθὼν αὐτὸς ἐχαρίσατο. ὥσπερ οὖν, διότι τὰ ὄντα ἐκ μὴ ὄντων ὑπέστησε, δημιουργὸν αὐτὸν λέγομεν, εἰ καὶ κρείττων πολλῷ δημιουργίας ἡ πρόοδος, οὕτω καὶ διὰ τὸ τοὺς ἀνθρώπους ἐξῃρημένῃ τῶν ἄλλων εὐεργετῆσαι προνοίᾳ, εἰ καὶ κρείττων ἐστὶν ἀνθρωπίνης γεννήσεως ὁ ἐκ παρθένου τόκος καὶ ἡ ἄφραστος γέννησις, γεννηθῆναί τε λέγομεν τὸν προάναρχον καὶ ἄνθρωπον χρηματίσαι τὸν πλάστην τῆς φύσεως. οὐκ ἄνθρωπον δὲ θεοποιοῦμεν, ἄπαγε (ἀδύνατόν τε γὰρ ὡς ἀληθῶς τοῦτο καὶ λόγου κρίσιν οὐχ ὑφιστάμενον), ἀλλὰ θεὸν ὁμολογοῦμεν προελθεῖν ὡς ἄνθρωπον, ὅπερ ῥᾷόν τέ ἐστι θεῷ τῷ τὴν φύσιν πλαστουργήσαντι καὶ πολλὴν φιλανθρωπίας ἀνακηρύττει διάθεσιν.
Πῶς ἐστι δυνατὸν ὅλως ἐννοεῖν τὸ θεῖον σαρκωθῆναι; Θεοῦ μὲν οὐδὲ θείας ἐλλάμψεως οὐδένα τοσοῦτον κεκενωμένον εἶναι νομίζω, ὃς μὴ πανταχοῦ παρεῖναι τὸ θεῖον ἀδιαστάτως μηδὲ τὰ πάντα πληροῦν ἐμφύτῳ καὶ κοινῇ κατέλαβεν ἀντιλήψει. εἰ δὲ πᾶσι πάρεστιν ὁ θεὸς τοῖς οὖσιν, οὐδὲν τῆς ὑπερφυοῦς αὐτοῦ φύσεως, ἐκ τῆς περὶ τὰ δημιουργήματα αὐτοῦ παρουσίας συναλλοιουμένης ἐκείνων ἀλλοιουμένων, οὔτε τοῖς καθ’ ὑπόβασιν ἑτέρου πρὸς ἕτερον ἐλαττώμασι συνελαττουμένης, οὐδὲ ταῖς ἐν τοῖς κτίσμασιν ἀναφυομέναις κηλῖσιν ἐνυβριζομένης, ἀλλ’ ἐν τῇ ἀφράστῳ καὶ ἀπερινοήτῳ τῆς μακαριότητος ὑπεροχῇ καὶ ἀπαθείας ὑπεριδρυμένος πάρεστί τε τοῖς οὖσι καὶ συνέχει ταῦτα καὶ διεξάγει, πῶς ἂν ἀδύνατον εἴη ἢ τίνα φέρον ὕβριν τῷ ἀνθρωπίνῳ παρεῖναι φυράματι καὶ τὴν ἀπόρρητον αὐτοῦ φιλανθρωπίαν καὶ πρόνοιαν διὰ τῆς σαρκώσεως ἐπιδείξασθαι; μᾶλλον δὲ πῶς οὐ καλόν, πῶς δ’ οὐχ ἁρμόδιον;
Ἀλλ’ ὁ λόγος οὗτος, ἴσως ἄν τις τῶν ἀδύνατον τὴν σάρκωσιν καὶ θεοῦ ἀναξίαν λογιζομένων ὑποκρούσειεν, οὐ μόνον ἐνανθρωπίσαι τὸ θεῖον φρονεῖν ὑποτίθεται, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων κτισμάτων τὴν φύσιν ὑπελθεῖν καὶ πρὸς οὐσίωσιν ἀναδέξασθαι. ἀλλά γε τῆς σῆς διανοίας τὸ εὔστροφον, ὦ γενναῖος, ἀποδεχόμενος, οὐκ ἀποδέχομαι τῆς ἄλλης ἐπιβολῆς, ὅτι μὴ θᾶττον ἐπέγνως μηδὲ προσέσχες βεβαίως τὴν ἐξ ἀρχῆς θέσιν ἐξαρνούμενος· ὁ γὰρ ἀδύνατον διατεινόμενος θεὸν σαρκοῦσθαι καὶ ἀνθρωπίνην μορφὴν ἀναδέχεσθαι τοσοῦτον διὰ τῆς δευτέρας ἀπορίας φαίνεται τοῦτο συνομολογῶν, ὡς οὐδὲ τῶν ἄλλων κτισμάτων οὐδενὸς τὴν φύσιν ἀναλαβεῖν αὐτὸν ἀποφαίνεται, καὶ ὁ καθ’ ἑνὸς ὁρῶν τὸ ἀδύνατον κατὰ πάντων ὁμοῦ τὸ δυνατὸν ἐψηφίσατο, ὥστε τὸ δυνατὸν εἶναι θεὸν σαρκωθῆναι οὐδὲ παρὰ σοὶ τῶν ἀδυνάτων—
Διὰ τί θεὸς ἐσαρκώθη; Ἐπειδὴ λίαν ὀλίγων ἐστὶ διὰ νοῦ καὶ θεωρίας εἰς φαντασίαν ἀνελθεῖν τοῦ θείου θεοπρεπῆ (καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ οἱ δοκοῦντες εἰς ἄκρον τῆς ἐν ἀνθρώποις ἐλάσαι σοφίας πρὸς σφᾶς τε αὐτοὺς καὶ πρὸς ἀλλήλους ἐπὶ μέγιστον διηνέχθησαν), διὰ τοῦτο ἐνηνθρώπισεν ὁ θεός, ἵνα μὴ μόνον οἱ πλέον τι κατὰ γνῶσιν τῶν ἄλλων ἔχειν δοκοῦντες, ἀλλὰ καὶ ὁ πολὺς ἄνθρωπος ὁ τῇ αἰσθήσει μᾶλλον ἢ τῷ λογισμῷ χειραγωγούμενος, δι’ ὧν ὁρᾷ τε καὶ ἀκούει πρὸς τὴν εὐσεβῆ τοῦ θείου καὶ σωτήριον ἔννοιαν ἀνατρέχειν ἔχοι, διὰ τῶν αἰσθητῶν ἐπὶ τὸ νοητὸν ἀναβαίνων καὶ ἀπὸ τῶν διὰ μέσης τῆς σαρκὸς θεουργουμένων ἐπὶ τὴν τῆς ὑπερφυοῦς καὶ ἀσωμάτου θεότητος θεωρίαν. καὶ τοῦτο δῆλον ἐκ τῶν ἐκβεβηκότων· ἐξ οὗ γὰρ θεὸς ἐνηνθρώπισε καὶ τὰ παράδοξα καὶ ὑπερφυῆ τῶν ἔργων τὴν ἡμετέραν φέρων μορφὴν ἐπετέλεσεν, τὰς ἀλλοκότους καὶ πολυπλανεῖς φαντασίας ὁ ἄνθρωπος ἀπορρίψας καὶ μακρὰ χαίρειν εἰπὼν τοῖς μακροῖς λήροις καὶ τοῖς εἰδωλικοῖς ἀναπλάσμασι, τὸν ἐν σαρκὶ φανέντα θεὸν τοῦτον ἀληθινὸν θεὸν ἀνομολογεῖ τε καὶ προσκυνεῖ, διὰ τῆς ἐν σώματι μὲν παρουσίας αὐτοῦ καὶ τῶν ὑπὲρ λόγον ἔργων ὄψει καὶ ἀκοῇ καταμαθεῖν αὐτὸν ἀξιωθείς, διὰ δὲ τῆς τοιαύτης γνώσεως εἰς τὴν τῆς ἀθεάτου φύσεως ἐπίγνωσίν τε καὶ θεωρίαν ἀναχθείς.
Ἀλλ’ ἓν μὲν τοῦτο· δεύτερον δὲ ὅτι οὐδαμῶς ὁ ἰσχυρὸς ἐδεσμεῖτο, μὴ δυνατωτέρου τὸν ἀγῶνα τοῦτον καὶ τὸν ἆθλον ὑποδυσαμένου· τρίτον ὅτιπερ ἡ ὄψει καὶ ἀκοῇ προκειμένη διδασκαλία τῆς πόρρωθεν καὶ δι’ ἑτέρων μέσων ἀπαγγελλομένης ἐπικρατεστέρα τε πολλῷ καὶ ἀκριβεστέρα. εἰ βούλει δέ, ὅτι καὶ πολλῷ εὐχερεστέρα καὶ ῥᾳδίως ἐξανύεσθαι δυναμένη ἡ διὰ μιμήσεως τῶν ἀρετῶν πρᾶξις τῆς ἄνευ μιμήσεως ἀπαιτουμένης· μίμησις δ’ ἀνθρώποις οὐκ ἂν εἴη τὸν ἀνθρώπινον ἀνυψοῦσα βίον, μηδενὸς ταύτην πράττοντος ἀνθρωπίνως· πρᾶξις δ’ ἀνθρωπίνη πῶς ἂν εἴη, τῆς ἐνανθρωπίσεως τοῦ λόγου μὴ γεγενημένης; φιλανθρώπως ἄρα καὶ ἀνυπερβλήτῳ προνοίᾳ ἡ τοῦ λόγου γέγονεν ἐνανθρώπισις καὶ ἡ μεθ’ ἡμῶν θεοποιὸς ἀναστροφὴ καὶ πολιτεία.
Διὰ τί ὁ υἱὸς ἐσαρκώθη, καὶ οὐχ ἑτέρα τῆς τριάδος ὑπόστασις; Τί δήποτε ὁ υἱός, καὶ οὐχ ἑτέρα τῆς ἁγίας τριάδος ὑπόστασις τὴν ἡμετέραν ἀναλαβὼν ἐσαρκώθη φύσιν; τί δήποτε; ἵνα ὁ ἄνω υἱὸς καὶ κάτω μείνῃ υἱός, ἐκ τῶν ἀχράντων καὶ παρθενικῶν σαρκούμενος αἱμάτων, καὶ ἡ ἀναλλοίωτος φύσις μηδεμίαν παραλλαγὴν ἀπὸ τῆς παραλλαττούσης σχέσεως ἢ ἀλλοίωσιν ἐλεγχθῇ δεξαμένη.
Ἓν μὲν οὖν τοῦτο· ἕτερον δέ, τὸν δημιουργὸν ἔδει συντριβὲν τὸ δημιούργημα, οὐκ ἄλλον, ἀλλ’ αὐτὸν ἀναπλάσαι· εἰ δ’ ἄλλος μὲν ἔπλασεν, ἄλλος δ’ ἀναπλάττει, ὃ μὲν ὁ πλάσας εἶχεν, οὐκ ἔχει, ὃ δὲ ὁ ἀναπλάσας χαρίζεται, τοῦτο μὴ ἔχειν τὸν πλάσαντα ἡ τοῦ ἑτέρου χρεία παραδεικνύει. ἀλλ’ οὐδὲν τοιοῦτον ἐν τῇ θεαρχικῇ καὶ παντοκρατορικῇ τριάδι· δημιουργεῖ ὁ υἱός, συμπάρεστιν καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα· ἀναπλάττει πάλιν ὁ υἱός, εὐδοκεῖ καὶ συνεργεῖ τῇ ἀναπλάσει καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα. μία τῶν τριῶν ἡ βουλή, τὸ κράτος ἕν, οὐχ ἑτέρα ἡ ἐνέργεια, ἡ βασιλεία μία.
Πάλιν ἐπεὶ λόγος ὁ υἱὸς τοῦ πατρός, τοὺς εἰς ἀλογίαν καταπεσόντας τὸν λόγον ἦν ἀνακαλεῖσθαι προσῆκον· λόγῳ γὰρ ἡ ἀλογία ῥυθμίζεται, καὶ πρὸς τὸν λόγον τὴν ἀναφορὰν ἡ διόρθωσις τῶν ἐκπεσόντων τῆς χάριτος ἔχει.
Ἡ σάρκωσις τοῦ υἱοῦ δῆλον ὅτι πρὸς μόνην τὴν τῶν ἀνθρώπων ἀφορᾷ σωτηρίαν. εἰ τοίνυν ὁ πατὴρ προσέλαβεν τὴν ἀνθρωπίνην φύσιν ἢ τὸ πανάγιον πνεῦμα, οὐ μόνον οὐδὲν ἂν ἀπώνατο τὸ ἡμέτερον γένος, ἀλλὰ καὶ πρὸς τὸ χαλεπώτερον ἑαυτοὺς παρεῖχον ἀποτεταμένους. εἰ γὰρ ὁ σάρκα περικείμενος καὶ τῷ βίῳ παρὼν ἔλεγεν ‘ἐγώ εἰμι ὁ πατὴρ τοῦ θεοῦ’, ἢ τῆς ἐν σαρκὶ παχύτητος φαινομένης ἔλεγεν ‘ἐγώ εἰμι τὸ πνεῦμα’, πῶς ἂν ὁ Ἰουδαῖος ὅλως ἠνέσχετο καὶ αὐτῆς τῆς φωνῆς ἀκοῇ μόνῃ παραδέξασθαι τὸν ἦχον; οἳ γὰρ τοῦ σωτῆρος λέγοντος ἑαυτὸν υἱὸν εἶναι τοῦ θεοῦ, ὃ δὴ κἀκεῖνοι πολλάκις ἐρρήθησαν, τοῖς θυμοῖς ἀναφλέγοντες ἑαυτοὺς εἰς φόνον τὴν ὀργὴν ἐξῆγον καὶ ἐβόων, ‘περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλ’ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν’, τί ἂν τῶν ἀτόπων παρῆλθον, τί δ’ οὐκ ἐτόλμων, τίνα δὲ διδασκαλίαν ἢ νομοθεσίαν ὑπέμειναν παραδέξασθαι, εἰ πνεῦμα ἅγιον ἢ πατέρα τοῦ θεοῦ ὁ τὴν σωτηρίαν τοῦ γένους πραγματευόμενος ἑαυτὸν ἀνωμολόγει; οὐκοῦν δι’ οὗ μᾶλλον συνηπίστατο τὴν σωτηρίαν ἡμᾶς κερδαίνειν, δι’ ἐκείνου καὶ τὴν σάρκωσιν καὶ τὴν ἀνάκλησιν ἡμῶν ἡ φιλάνθρωπος καὶ παναγία τριὰς ἐμεθόδευσεν.
Ἄλλως τε δὲ τοὺς εἰς ἀλογίαν ἀπονεύσαντας καὶ παραπεπτωκότας οἰκειότερον ἦν διὰ τοῦ λόγου τῆς ἀλογίας ἀπαλλαγῆναι· διὰ τοῦτο γὰρ οἰκονομεῖται καὶ τῇ τῶν ἀλόγων ἀνακλιθῆναι φάτνῃ ὁ τοῖς χερουβὶμ ἐποχούμενος, καὶ μέσον ἀλόγων ἀναπεσεῖν ἐσπαργανωμένος ὁ δημιουργὸς συμπάσης τῆς κτίσεως.
Ἐννοήσαις δ’ ἂν εἰκότως ὡς ἔδει καὶ τὴν ἀπαράλλακτον καὶ φυσικὴν εἰκόνα τοῦ πατρὸς τοὺς κατ’ εἰκόνα μὲν θεοῦ καὶ χάριτι γεγονότας, παραχαράξαντας δὲ καὶ κατακιβδηλεύσαντας τὸ ὁμοίωμα, διὰ τῆς ἀπαραλλάκτου καὶ φυσικῆς εἰκόνος εἰς τὴν ἀρχαίαν ἐπαναχθῆναι μορφὴν καὶ εὐπρέπειαν.
Σὺ δὲ καὶ τοῦτο λογίζου. ἐπεὶ κριτὴς ζώντων καὶ νεκρῶν ὁ υἱός (‘τὴν’ γὰρ ‘κρίσιν πᾶσαν δέδωκε’ φησὶν ‘τῷ υἱῷ’), διὰ τοῦτο τὸν μέλλοντα κρίνειν καὶ δικάζειν τοὺς βεβιωκότας, τοῦτον αὐτὸν καὶ νομοθέτην ἔδει καὶ εἰσηγητὴν ὁρᾶσθαι τῶν πρακτέων, οὐ ῥήμασι πρὸς τὴν μίμησιν παρακαλοῦντα (πολλοῖς γὰρ τοῦτο καὶ ἄλλοις μελέτη καὶ σπούδασμα κατέστη, καὶ ἄλλως δυσκατόρθωτον τῷ πλήθει τοὺς λόγους ἔργῳ περαίνειν), διὰ δὲ τῶν κατὰ τὴν πρᾶξιν ὑποδειγμάτων, ὧν ἄν τις αὐτουργὸς γένοιτο καὶ διδάσκαλος διὰ τοῦ βίου, ὥσπερ τὰς προφάσεις τοῦ παρολισθαίνειν πάσας ἀφαιρῶν ὁ παραινῶν ὁρᾶται, καὶ τὴν μίμησιν εὐχερεστέραν παρέχει. ἀλλὰ καὶ τὸ φίλτρον ὃ τοῖς μανθάνουσι καὶ μιμουμένοις διασῴζει μᾶλλον ταύτῃ γινώσκεται ἐπιδεδειγμένος.
Ναὶ δὴ καὶ διότι σοφία καὶ εἰκὼν ἔμψυχος καὶ ἀπαράλλακτος τοῦ πατρὸς ὁ υἱός, ἔδει τὴν κατ’ εἰκόνα μὲν θεοῦ μεμορφωμένην καὶ ἐξωραϊσθεῖσαν ψυχήν, νόθοις δὲ βαφαῖς καὶ κιβδήλοις χρώμασιν εἰς τὸ τῆς ἁμαρτίας δυσειδές τε καὶ ἄμορφον μεταμορφωθεῖσαν, διὰ τοῦτο τοῦτον ἐχρῆν ταύτην ἀπαλλάξαι τοῦ αἴσχους καὶ οἷα γραφικὴν ἐπιβαλόντα χεῖρα τῷ διερρυηκότι καὶ λελυμασμένῳ χαρακτῆρι ἀναμορφῶσαί τε καὶ εἰς τὸ ἀρχαῖον ἀναζωγραφῆσαι κάλλος, καὶ τὴν φιλανθρώπως μὲν διαμορφωθεῖσαν, ἀφρόνως δὲ περιυβρισθεῖσαν καὶ ἀμαυρωθεῖσαν εἰκόνα πρὸς ἑαυτόν τε ἐπιστρέψαι καὶ εἰς τὴν ἀρχαίαν πάλιν εὐγένειαν ἀποκαταστῆσαι.
Ἀλλὰ γὰρ εἴ γε τὸ πνεῦμα ἢ ὁ πατὴρ ὑπὲρ ἡμῶν, ἀλλ’ οὐχ ὁ υἱὸς ἐσεσάρκωτο, οὐδὲν ἄν, ὅσα γε τῆς ἀνθρωπίνης ἀντιπιπτούσης ἀσθενείας ἢ τῆς γνώμης εἰς τὸ κακουργεῖν ὑποφερομένης, τῶν εἰς σωτηρίαν αὐτοὺς ἀνακαλουμένων διεπέπρακτο· πῶς γὰρ Ἰουδαίων ἀκοαῖς ἀνεκτὸν ἦν, εἰ σαρκὶ παρὼν ὁ σώσων ἔλεγεν ὡς ὁ τῷ Μωσεῖ χρηματίσας ἐν ὄρει Σινᾷ καὶ πατὴρ τῶν ὅλων καὶ γινωσκόμενος αὐτοῖς καὶ ἀνακαλούμενος, αὐτὸς οὗτος ὡς ἄνθρωπος τοῖς ἀνθρώποις συναναστρέφεται, καὶ αὐτὸς ἐκεῖνος εἴη ὁ πάλαι τὰς πλάκας αἳ τοὺς θείους θεσμοὺς ἔφερον δακτύλῳ διαγράψας καὶ πληγαῖς τὴν Αἴγυπτον ὑπὲρ αὐτῶν μαστίξας καὶ τὴν ὑγρὰν τῆς θαλάσσης φύσιν πεζοπορεῖν ἀβρόχως αὐτοὺς χαριτώσας, καὶ ὅσα ἄλλα πρὸς ἀναγωγὴν θεοσεβείας τὸ θεῖον αὐτοῖς ἐδημιούργει θαύματα; πῶς ἂν ταῦτα λέγοντος ἐπείθοντο; τί δὲ τῶν ἀτόπων πράττειν οὐκ ἂν ἠρεθίζοντο; εἰ γὰρ υἱὸν λέγοντος ἑαυτὸν τοῦ σωτῆρος, καίτοι γε καὶ αὐτὸς ὁ ἀχάριστος καὶ ἀγνώμων Ἰσραὴλ πολλάκις υἱὸς ὠνομάζετο, οἱ δὲ καὶ πρὸς ταύτην τὴν φωνὴν ἀπεπήδων καὶ τῆς ἀληθείας κατεγόγγυζον καὶ βλασφημίας αἰτίαν περιῆπτον τῷ λέγοντι, εἰς ποῖον ἂν κολοφῶνα κακῶν οὐκ ἀνέδραμον, εἰ πατέρα ἑαυτὸν ἀνεκήρυττεν ὁ τὴν ἡμετέραν ἀναλαβὼν σάρκα καὶ σῶσαι παραγεγονὼς τὸ ἀνθρώπινον;
διὰ τοῦτο τοίνυν, ὅσα γε λογισμοῖς ἀνθρωπίνοις λαβεῖν, οὐχ ὁ πατὴρ ἄνθρωπος γίνεται, ἀλλ’ ὅ γε υἱός, ὡς ἂν μάλιστα εὐπαράδεκτον τοῖς ἀνθρώποις τὸ σωτήριον γένηται κήρυγμα, καὶ τὸ δεσποτικὸν καὶ φιλάνθρωπον ἔργον καὶ πάντα λόγον οἰκτιρμῶν καὶ προνοίας ὑπερβαῖνον εἰς πέρας ἐξενηνεγμένον εἴη.
Ὡσαύτως δὲ κἂν εἰ τὸ πνεῦμα τὸ ἅγιον ὑπέστη τὴν σάρκωσιν, ἡ αὐτὴ ἂν ἦν τοῖς Ἰουδαίοις τῆς ἀγνωμοσύνης καὶ ἀπιστίας γινομένη πρόφασις καὶ τοῦ δυσχεραίνειν καὶ ἀπαυθαδίζεσθαι καταφυγή, δοκοῦσα τὴν διαβολὴν ἀποτρέπεσθαι· εἰ γὰρ καὶ ἀμυδράν τινα τὴν περὶ τοῦ παναγίου πνεύματος δόξαν ταῖς ἑαυτῶν διανοίαις περιέφερον, ἀλλ’ οὖν ὅτι κρεῖττον τῆς ἀνθρωπίνης φύσεως καὶ κοινὸν οὐδὲν σαρκὶ καὶ πνεύματι, τούς τε τῶν προφητῶν χρησμοὺς ἀκούοντες ἀνεμάνθανον καὶ θειότητά τινα περὶ αὐτοῦ ἐφαντάζοντο, τοῦτο μὲν ‘πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με’ τοῦ Ἡσαΐου καταγγέλλοντος, τοῦτο δὲ τοῦ Δαυὶδ ‘τὸ πνεῦμά σου τὸ ἀγαθὸν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ’, καὶ ‘πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος’ Μωσέως τὴν κοσμογένειαν ἀναγράφοντος, καὶ μυρία ἄλλα· ἐξ ὧν θειοτέραν μὲν ἢ κατὰ ἄνθρωπον τὴν τοῦ πνεύματος φύσιν ἀνελογίζοντο, εἰ καὶ πρὸς τὴν αὐτοῦ καθαρῶς θεολογίαν οὐκ ἀνήγοντο. μᾶλλον δὲ οἱ Φαρισαῖοι διεγέλων ἂν καὶ διεχλεύαζον τὸ μυστήριον, καὶ χερσὶν ἂν καὶ ὀδοῦσιν, εἴ τις αὐτοῖς ἐδίδου, τὸν ἐπιφανέντα διέσπων τε καὶ διεσπάρασσον, ἅτε μηδ’ εἰς ὕπαρξιν ὅλως ἐλθεῖν, ὥσπερ μηδ’ ἀγγέλων φύσιν, ἀνεχομένοις λέγειν ἢ λογισμοῖς ἀναδέχεσθαι.
ἐπεὶ οὖν ἥ τε τοῦ πατρὸς καὶ ἡ τοῦ πνεύματος σάρκωσις τοῖς Ἰουδαίοις παντελῶς ἦν ἀπαράδεκτος, καὶ ἡ σωτηρία τοῦ γένους, ὅπερ ἦν ὁ σκοπὸς καὶ ἡ πρόνοια τοῦ θείου καὶ δι’ ἣν ἡ κένωσις τοῦ ἀκενώτου πέρας οἷον ἔσχε σαρκωθέντος τοῦ υἱοῦ, πολλῷ ἐνέδει τοῦ δέξασθαι, εἰκότως ὁ υἱὸς καὶ κατὰ πολλὴν ἄλλην σοφίαν, ἄρρητόν τε καὶ ἀνθρωπίνοις λογισμοῖς ἀκατάληπτον, εὐδοκίᾳ μὲν τοῦ πατρός, ἐνεργείᾳ δὲ τοῦ παναγίου πνεύματος τὴν ἡμετέραν ἀναλαβὼν σάρκα τὴν κοινὴν τοῦ γένους σωτηρίαν ἐπραγματεύσατο.
Διὰ τί, ὁμοφυοῦς καὶ ἰσοτίμου τῆς τριάδος κηρυττομένης, ὁ μὲν πατὴρ λέγεται διὰ τοῦ υἱοῦ καὶ διὰ τοῦ πνεύματος δημιουργεῖν, οὐκ ἔμπαλιν δέ; Εἰς ἀπορίαν τινές φασιν ἐνίους ὑπάγεσθαι, τίνος χάριν, τῆς ὑπεραγίας τριάδος ὁμοφυοῦς τε καὶ τὸ ἰσότιμον κεκληρωμένης, καὶ μάλιστά γε τῆς θείας τοῦτο διατρανούσης γραφῆς, δημιουργὸς μᾶλλον ὁ υἱὸς ὑπ’ αὐτῆς δοξολογεῖται ταύτης καὶ ἀνακηρύσσεται ἤπερ ὁ πατήρ (εἰ γὰρ καὶ ὁ πατὴρ εὑρίσκεται, ἀλλ’ ἐπὶ μᾶλλον ὁ υἱός)· πῶς δὲ πάλιν δι’ υἱοῦ μὲν λέγεται δημιουργεῖν ὁ πατήρ, οὐκ ἔμπαλιν δέ, οὔτε διὰ τοῦ πατρὸς ὁ υἱός, οὐ μὴν ἀλλ’ οὐδὲ τὸ πνεῦμα οὔτε διὰ τοῦ πατρὸς οὔτε διὰ τοῦ υἱοῦ; ἢ διὰ τοῦ πατρὸς μέν ἐστιν καταλαβεῖν, παράδοξον μὲν ἀκοῦσαι, νοῆσαι δὲ οὐ παράδοξον, ὅτιπερ ὅ τε υἱὸς καὶ τὸ πνεῦμα εἰ καὶ μὴ δημιουργεῖ, ἀλλ’ οὖν ἐφ’ ἑτέροις ἔργοις ἀποστέλλων αὐτὸν ὅμως ἐνεργεῖ. πῶς οὖν οὐκ ἄδοξον τὸ παράδοξον; καὶ τίς ὁ δόξαις ὑπάγων αὐτό; οὐκ ἄλλος, ἀλλ’ αὐτὸς ὁ ἀποστελλόμενος πατήρ· λέγει γὰρ τῇ προφητικῇ τοῦ Ἡσαΐου χρώμενος φωνῇ· ‘ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραήλ, ὃν ἐγὼ καλῶ· ἐγὼ θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστιν· ἐγὼ τῇ χειρί μου ἐθεμελίωσα τὴν γῆν, καὶ τὸ πνεῦμά μου ἐστερέωσεν τὸν οὐρανόν’ (ὅρα πῶς δημιουργῶν διὰ τοῦ υἱοῦ καὶ πνεύματος δημιουργεῖ)· ‘ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην’.
ταῦτα διὰ τοῦ προφήτου εἰπὼν ὁ τῶν ὅλων θεὸς καὶ διὰ τῶν εἰρημένων ἐμφανῆ καταστήσας ἑαυτὸν ὅτιπερ ὁ ταῦτα λέγων αὐτός ἐστιν ὁ πατήρ (καὶ γὰρ δεξιὰ μὲν αὐτοῦ ὁ υἱός, πνεῦμα δὲ αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον· ὢ ῥημάτων κεκρυμμένων, μᾶλλον δὲ διανοίας οὐκ ἐμφανοῦς μέν, ἐμφανιζομένης δὲ ῥᾳδίως εἰς κατάληψιν), ἐπάγει, ‘καὶ νῦν κύριος ἀπέστειλέν με καὶ τὸ πνεῦμα αὐτοῦ’. οὐκοῦν τὸ πνεῦμα, ὥσπερ ὁ υἱὸς ἐκεῖνο, οὕτω καὶ αὐτὸ ἐξαποστέλλει τὸν πατέρα· καὶ δὴ καὶ ὁ υἱός, ὃς νῦν κύριος εἴρηται, ὡσαύτως ἀποστελλόμενος παρὰ τοῦ πατρὸς νῦν ἀποστέλλει τὸν πατέρα· εἶπεν γάρ, ‘καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ’.
Δῆλον οὖν ἐκ τούτων καὶ τοῖς μὴ λίαν ὀξυδορκοῦσιν ὅτιπερ ἡ ἀποστολὴ οὔτε τὸν υἱὸν εἰς ἐλάττω κατάγει φύσιν καὶ τιμήν, οὐ μὴν ἀλλ’ οὐδὲ τὸ πνεῦμα, ὅπου γε καὶ αὐτὸς ὁ πατὴρ ἀποστέλλεσθαι λέγεται παρ’ ἑκατέρου. ἀποστέλλει ὁ πατὴρ τὸ πνεῦμα, ἀποστέλλει καὶ ὁ υἱός· ἀποστέλλει τὸν υἱὸν καὶ τὸ πνεῦμα (‘πνεῦμα’ γὰρ ‘κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με’), ἀποστέλλει καὶ τὸν πατέρα· οὔκουν ἐλαττοῦται διὰ τῆς ἀποστολῆς τὸ πνεῦμα. οὐκ ἀποστέλλει δὲ μόνον, ἀλλὰ καὶ χρίει τὸν υἱόν· πῶς οὖν ἡ ἀποστολὴ καταβιβάσει τὸ πνεῦμα, οὐ μόνον αὐτοῦ ταύτην ἀνταποδιδόντος τῷ υἱῷ, ἀλλὰ καὶ προστιθέντος τῷ χρίσματι; βαθὺς ὁ λόγος, ἀλλ’ εἰς ὅσον ἥκει βάθους τὰ τῶν αἱρετικῶν ἀποφράττει στόματα. ἐπισκόπει δὲ καὶ τοῦτο. ἐπὶ τὸν υἱὸν μένει, ἐγείρει αὐτὸν ἀπὸ τῶν νεκρῶν· ἆρα ταῦτα δευτέραν, ἀλλ’ οὐχὶ τὴν πρώτην ἢ τὸ ἀποστέλλειν τάξιν κατείληφεν; ἀλλ’ οὔτε ταῦτα τὸ πνεῦμα ποιεῖ τοῦ υἱοῦ ὑπερκείμενον οὐδ’ ἡ ἀποστολὴ καταβιβάζει τῆς ἰσοτιμίας τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἀποστελλόμενον.
Ἀλλὰ τὸ χρίειν, ἐρεῖς, καὶ ἀποστέλλειν καὶ ἐγείρειν μετὰ τὴν οἰκονομίαν, μετὰ τὴν σάρκωσιν· εἰ γὰρ καὶ προείρηται, ἀλλὰ χρησμοὶ τὸ μέλλον ἐκήρυττον. μενοῦν γε, ἐννόει δὲ ὡς καὶ τὸ ἀποστέλλεσθαι τὸ πνεῦμα παρὰ τοῦ υἱοῦ, ἡνίκα ἐδίδασκεν ὁ σωτὴρ ἐκ τοῦ πατρὸς αὐτὸν ἀπεστάλθαι καὶ μηδὲν ἀφ’ ἑαυτοῦ λέγειν, τηνικαῦτα καὶ τὴν ἀποστολὴν οἰκειοῦται τοῦ πνεύματος, ὅτε αὐτὸς ἀπεστέλλετο καὶ τὸ ἀποστέλλειν ἀνεδέχετο. ὁρᾷς ὡς ταῦτα πάντα οἰκονομίας ἐστίν, ἀλλ’ οὐκ αὐθεντείας τὰ ῥήματα; νόει τὸ τῆς οἰκονομίας, καὶ διάκρινε τὸ τῆς αὐθεντείας. ἡ ἀποστολὴ οὐ λύει τὸ ὁμοούσιον, τὸ ὁμοφυὲς οὐ τρέπει πρὸς ἑτερότητα· ὅτε ἐξῆλθεν ἐκ τοῦ πατρὸς καὶ ἧκεν ὁ υἱός, τότε ἀποστέλλει καὶ τὸ πνεῦμα. οὔτε ἐν τῇ ἐξελεύσει διάστασις οὔτε ἐν τῇ ἀποστολῇ χωρισμός· ἐξῆλθεν μένων καὶ ἀπέστειλεν παρ’ ἑαυτῷ ἔχων. ἀνιστᾷ τὸν Χριστὸν τὸ πνεῦμα, οὐχ ὡς ἀτονούσης τῆς ἐν αὐτῷ θεότητος, ἀλλ’ ἵνα τὴν ἐνέργειαν τοῦ πνεύματος τῆς ἐν τῷ υἱῷ νοήσῃς οὐκ ἀλλοτριουμένην θεότητος.
Εἶτα τὸ πνεῦμα μὲν ἀποστέλλει τὸν πατέρα, οὐ πολλάκις δέ, ἵνα διὰ μὲν τοῦ ἀποστέλλειν ὅλως τῆς αὐτῆς μὴ διαπέσῃ κατὰ τὴν αἱρετικὴν γλωσσαλγίαν ἰσοτιμίας καὶ θεότητος, διὰ δὲ τοῦ μὴ πολλάκις τὸ ἐν τῇ τριάδι αἴτιον μὴ νομισθῇ κοινὸν τῶν τριῶν. διὰ τοῦτο λέγεται μὲν πολλάκις ὁ πατὴρ διὰ τοῦ πνεύματος ἐνεργεῖν, ὡσαύτως δὲ καὶ διὰ τοῦ υἱοῦ, πολλάκις μέν, ἵνα τὸ αἴτιον τῷ πατρὶ βεβαιωθῇ, οὐ πολλάκις δὲ τὸ πνεῦμα διὰ τοῦ πατρός, οὔτε ὁ υἱός, ἵνα μὴ διὰ τοῦ πολλάκις ἐνεργεῖν διὰ τοῦ πατρὸς τὸ πνεῦμα καὶ τὸν υἱὸν ἡ κακομήχανος καὶ πολύτροπος λύσσα τῶν αἱρετικῶν εἰς ἐλάττω τάξιν τὴν ὑπόστασιν ἢ τὴν δόξαν καταβιβάσῃ τοῦ πατρός, ἤ, τό γε προχειρότερον, τὴν τοῦ αἰτίου περιέλοι τιμήν. ἀποστέλλει ὁ πατὴρ καὶ τὸ πνεῦμα καὶ τὸν υἱόν, ἀποστέλλει τὸν πατέρα καὶ τὸ πνεῦμα καὶ ὁ υἱός, ἰδοὺ τῆς φύσεως τὸ ἰσότιμον· ἀλλὰ πολλάκις ὁ πατὴρ ἀποστέλλει, ἰδοὺ τοῦ αἰτίου τὸ ἐξαίρετον. οὕτως ἐν τῷ ἀπαραλλάκτῳ τῆς οὐσίας τὸ πατρικὸν ἴδιον ἐκλάμπει καὶ συνεκλάμπεσθαι δίδωσι τῶν ἐξ αὐτοῦ προεληλυθότων τὸ ὁμοφυὲς καὶ ἰσότιμον.
Λέγεται τοίνυν δι’ υἱοῦ τὴν κτίσιν ἐκ μὴ ὄντων ὑποστῆναι, ἀλλὰ καὶ τῆς παλαιᾶς ἀνακηρύττεσθαι νομοθέτην, τῆς θείας πόρρωθεν προνοίας ἐπιστομιζούσης τε καὶ πρόρριζον τὴν ἀπόνοιαν ἀνασπώσης τῶν εἰς ἀντικειμένας ἀρχὰς δύο τολμώντων τὴν παλαιὰν ἀναφέρειν καὶ τὴν νέαν. εἰ γὰρ τὸν υἱὸν τῆς ἐκκλησίας λαμπρῶς ἀνομολογούσης τούς τε παλαιοὺς χρησμοὺς ἀποφῆναι καὶ τῆς νέας τὸν αὐτὸν εἰσηγητὴν γεγονέναι, καὶ πρό γε τούτων τὴν τῶν κτισμάτων φύσιν ἐκ μὴ ὄντων οὐσιῶσαι, ὅμως οὖν τὸ Μανιχαίων μισόχριστον καὶ θεομάχον ἔθνος καὶ οἱ Μαρκίωνες οὐ φρίττουσιν εἰς ἑτέραν μὲν ἀρχὴν τὸ εὐαγγελικὸν κήρυγμα ἀνάγειν, εἰς τὴν μαχομένην δὲ τὰ Μωσαϊκά, τίνα ἂν παρέδραμον βλασφημίας ὄγκον, εἰ τῶν παλαιῶν μὲν γραμμάτων ἀφωρισμένος νομοθέτης ὁ πατὴρ ἀνεκηρύττετο, ἀφωρισμένος δὲ τῆς χάριτος ὁ υἱός;
Ἀλλὰ ταῦτα ἑτέρου καιροῦ μᾶλλον καὶ ὑποθέσεως ἄλλης· δεῖ δὲ πάλιν εἰς τὴν ἀπ’ ἀρχῆς ἀπορίαν ἐπανελθεῖν, πῶς ὁ μὲν πατὴρ διὰ τοῦ υἱοῦ δημιουργεῖ, ὁ δὲ υἱὸς οὐκέτι διὰ τοῦ πατρός. ἡ γὰρ εἰρημένη λύσις ἔλυσε μὲν λαμπρῶς τὸ μέρος τῆς ἀπορίας, ἐπέτεινε δὲ μᾶλλον τὸ λοιπόν. πλὴν ἐπείπερ ἄμεινον μὴ μόνον ταῖς εὐλόγοις ἐπερείδεσθαι θεωρίαις, ἀλλὰ καὶ τῇ τῶν λογίων χρήσει καὶ διδασκαλίᾳ κατασφαλίζεσθαι ταύτας— χρησμοῖς γὰρ τοῦ παναγίου πνεύματος τὰ ἡμέτερα περιεχόμενα, ὅσον προσλαμβάνουσι τὸ κράτος, τοσοῦτον νικᾶν ἀνάγονται τὸν μῶμον—
Διὰ τί πνεῦμα μὲν πατρὸς καὶ πνεῦμα υἱοῦ ἱερολογοῦμεν, οὐκέτι δὲ πατέρα πνεύματος οὐδὲ υἱὸν ἀποδίδοσθαι συνομολογοῦμεν; Ἡ ὑπεράρχιος καὶ ὑπέρθεος τῶν θεαρχικῶν ὑποστάσεων θεότης τὰ πλεῖστα μέν, ὥσπερ τῷ ἀκαταλήπτῳ, οὕτω δὴ καὶ τῷ ἀφθέγκτῳ περιστέλλεται, οὐ τῇ κατὰ τὴν φύσιν μόνον θεωρίᾳ, ἀλλά γε δὴ καὶ τῇ ἀνεπινοήτῳ τῶν ἰδιωμάτων ὑπεριδρυμένῃ κρυφιότητι· καὶ πολλῷ δὴ μᾶλλον αἰτιολογεῖσθαι γηγενῶν διανοίας ἀνακεχώρηκεν. πλὴν ἔστιν ὧν, φιλανθρώπως τῆς ἐκεῖθεν αἴγλης ἡμῖν τὰς ἀκτῖνας ἐναστραπτούσης, ὡς διά τινος ἐσόπτρου τῆς εἰλικρινοῦς ἡμῶν ἐφέσεως καὶ τῆς ἐν τῇ πίστει διαυγείας, τὴν ἐπίγνωσιν φωτιζόμεθα. τὸ γὰρ παντελῶς ἀθεώρητον καὶ ἀνέραστον καὶ οὐδὲ σπινθῆρα καταβαλεῖν πόθου καὶ εἰς φλόγα τὸν πόθον ἀνάψαι καὶ πρὸς ἑαυτὸ ἐφελκύσασθαι οὐδεμίαν παρέχον ἐπιτηδειότητα· σπάνιον δὲ τῆς ἄνωθεν κατιούσης ἐπιπνοίας καὶ τὴν ὑψηλοτέραν μάθησιν παρεχομένης τὸ χρῆμα καὶ δεόμενον κεκαθαρμένης διανοίας καὶ τῆς τῶν πολλῶν ἀνακεχωρηκὸς ὑπολήψεως.
ὅσα δὲ καθορᾶν ἡμῖν τῶν ἄνωθεν προϊόντων τὸ ἀσθενὲς τῆς φύσεως οὐκ ἐνδίδωσιν, ἐκ τῶν καθ’ ἡμᾶς καὶ συνήθων ἀνάγεσθαι πρὸς τὴν ὑπὲρ ἔννοιαν αὐτῆς θεωρίαν χάριν ἡμῖν παρασχεῖν ἡ φιλάνθρωπος ἀγαθότης κατηξίωσεν, δι’ αὐτῶν ἡμᾶς χειραγωγοῦσα καὶ ἀνάγουσα εἰς τὴν περὶ πατρὸς καὶ υἱοῦ καὶ πνεύματος θεοπρεπῆ φαντασίαν, καὶ τὸν ἡμῶν θεῖον ἔρωτα δι’ ἀναλογίας ψυχαγωγοῦσα καὶ ἀναπλοῦσα πρὸς γνῶσιν, ὑπὸ τῆς παντελοῦς ἀγνωσίας στενοχωρούμενον.
Διὰ ταῦτα τοιγαροῦν καὶ πνεῦμα μὲν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πανάγιον πνεῦμα λέγειν οὐκ ἐπιδιστάζομεν, ἐπειδὴ κἀν τοῖς καθ’ ἡμᾶς τόν τε πατέρα καὶ τὸν υἱὸν πνεῦμά τε ἔχειν ὁρῶμεν καὶ συνομολογεῖν ἐπιστάμεθα· τὸ μέντοι πνεῦμα υἱὸν ἢ πατέρα ἔχειν οὔτε λέγειν ἀνεχόμεθα οὔτε λογισμοῖς παραδεχόμεθα. ἐκ δὴ τῆς τῶν καθ’ ἡμᾶς ὁμολογουμένων ἀναλογίας εἰς τὴν ὑπὲρ ἡμᾶς ἱερολογίαν τῶν ὑπερουσίων τε καὶ ὑπερθέων θεαρχικῶν ὑποστάσεων ἀναγόμενοι εἰκότως πνεῦμα μὲν πατρὸς καὶ υἱοῦ λέγειν διδασκόμεθα, πατέρα δὲ πνεύματος ἢ {τὸ} υἱὸν οὐκέτι μαθεῖν ὑφιστάμεθα.
Τί δήποτε, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοουσίων τε καὶ ὁμοταγῶν κατά γε δύναμιν καὶ βουλὴν καὶ κυριότητα πεφυκότων, ἐν τῇ συναριθμήσει τὴν πρώτην τάξιν ὁ πατὴρ ἐπέχει; Ἄλλος μὲν οὖν ἄν τις ἴσως θεολογικωτέραις ἐποχούμενος ἐννοίαις καὶ τῆς ἄνωθεν αἴγλης τὰς ἀκτῖνας ὑποδέχεσθαι διὰ τῆς τῶν ἀρετῶν τελειότητος ἐπιτηδειότερον ἑαυτὸν παρασκευάσας, εἰς ὑψηλοτέραν ἀνηγμένην θεωρίαν τὴν αὐτοῦ κατάληψιν ἐπιδείξει καὶ λόγον ἀποδώσει τῶν ἠπορημένων ἐφ’ ὃν οὐ ῥᾴδιον ἀναβαίνειν ὅσοις τῶν γηΐνων ἀπαλλαγὴ μὴ γέγονεν ἀναστρέφεσθαι. ἐμοὶ δέ, μηδὲν τῶν ὑψηλοτέρων ἐμαυτῷ συνειδότι καὶ τῆς κατὰ τὴν παροικίαν ἀγωγῆς οὔπω τοῖς λογισμοῖς μεταναστάντι, ἃ δὴ πάρεστιν ἔκ τε τῆς τῶν λογίων μελέτης καὶ τῆς ἐν αὐτοῖς γυμνασίας τῆς ἄνωθεν ἡμῖν συνεφαπτομένης περιγεγονότα προνοίας τοῖς ὅσοι κοινὴν τὴν εὐσέβειαν καὶ τὸν ἐπ’ αὐτῇ ζῆλον κεκτημένοις ἰσοστάσιον εἰς κοινὴν ὠφέλειαν προθεῖναι τὸ πρόθυμον οὐ περιοφθήσεται.
Ὁμοφυῆ μὲν οὖν ἐστιν πατὴρ καὶ υἱὸς καὶ πνεῦμα, καὶ τὸ τῆς βουλῆς καὶ δυνάμεως καὶ βασιλείας ἐνορᾶν ἐστιν αὐτοῖς ἀπαράλλακτον, καὶ δὴ καὶ τῶν ἄλλων θεοπρεπῶν τε καὶ ὑπερφυῶν ὀνομάτων δι’ ὧν ἡ ὑπεράρχιος καὶ ὑπέρθεος θεαρχία κατονομάζεται. ἀλλ’ οὖν ὁ πατὴρ αἴτιος τῶν ἐξ αὐτοῦ πεφυκότων, τοῦ μὲν κατὰ τὴν γέννησιν, τοῦ δὲ κατὰ τὴν ἐκπόρευσιν εἰς αὐτὸν ὡς εἰς ἀρχὴν συμφυοῦς τε καὶ συνανάρχου προαγωγῆς ἀναφερομένων.
Ἀλλ’ αὕτη μὲν ἡ ἀπόδοσις τὸν πατέρα δείκνυσιν εὐλόγως τῶν ἐξ αὐτοῦ προτετάχθαι, οὐκέτι δὲ καὶ διότι τοῦ πνεύματος ὁ υἱός. κοινοτέρᾳ δὲ μεθόδῳ προεληλυθὼς ὁ λόγος ἂν φανείη ὁ τὴν συναρίθμησιν τῆς ὑπεραγίας τριάδος εἰς τὴν τῆς ἐπιγνώσεως ἑκάστου καταρρυθμίζων τάξιν· πατὴρ μὲν γὰρ ἀνθρώποις κατ’ ἀρχὰς εἰς γνῶσιν ἧκεν, ἔπειτα υἱός, καὶ διὰ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον.
εἰ γὰρ καὶ ὑπ’ ἀλλήλων τῶν θεαρχικῶν ὑποστάσεων τοῖς ἀνθρώποις ἡ γνῶσις ἑκάστου ἀπεκαλύφθη, πατρὸς μὲν οὐρανόθεν τὸν υἱὸν ἐπιδεικνύντος, τοῦ πνεύματος δὲ τῇ ἐπιφοιτήσει συμμαρτυροῦντος, υἱοῦ δὲ πάλιν τὸν πατέρα δοξάζοντός τε καὶ περιφανέστερον θεολογοῦντος, καὶ μὴν καὶ τὸ πνεῦμα τοῖς μαθηταῖς ἀποστέλλοντος, ἀλλὰ γὰρ καὶ τοῦ πνεύματος τὸν υἱὸν κυριολογοῦντος—‘οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ’—εἰ οὖν καὶ δι’ ἀλλήλων ἡ ἑνὸς αὐτῶν ἑκάστου πρόεισιν ἐκφαντορία καὶ κατάληψις, ὡς ἂν καὶ διὰ τούτων εἰς τὸ τῆς συμφυΐας ἀπαράλλακτον τὸν νοῦν ἀνάγειν εὐοδούμενον ἔχοιμεν, καὶ ὅτιπερ οἷς καθαρῶς τε καὶ εἰλικρινῶς μίαν τῶν μακαρίων καὶ δημιουργικῶν ὑποστάσεων εἰδέναι κεχάρισται, τούτοις καὶ τῶν λοιπῶν ἡ γνῶσις συνδιασῴζεται—ὁ γὰρ εἰδὼς τὸν πατέρα οἶδεν καὶ τὸν υἱόν, καὶ ὁ τὸν υἱὸν ἐπιγνοὺς κατὰ τὴν ὡς ἐν ἀνθρώποις τῆς γνώσεως τελειότητα, οὐδὲ τῆς ὁμοίας ἐπιγνώσεως τοῦ πατρὸς ἀπεστέρηται, ὡσαύτως δὲ καὶ τοῦ πνεύματος, ὃ τὰ βάθη τοῦ θεοῦ διερευνᾷ καὶ ἀποκαλύπτει τοῖς ἀνθρώποις τὰ κρύφιά τε τῶν μαθημάτων καὶ τελειότερα, ὁ τούτου τὴν μάθησιν εἰλικρινῆ λαβὼν οὐδὲ τῆς θεολογούσης τὸν πατέρα θεοσοφίας, οὐ μὴν οὐδὲ τῆς τὸν υἱὸν συμμυσταγωγούσης ἠλλοτρίωται— ἀλλ’ οὖν εἰ καὶ οὕτω ταῦτα ἐναρμονίῳ συναφείᾳ διαπλέκεται καὶ ἀναπλοῦται, οὐκ ἄδηλον ὡς ἡ μὲν τοῦ πατρὸς φωνὴ χρόνῳ πρότερον ἀνθρώποις ἐπεγνώσθη καὶ μᾶλλον ἤπερ ἡ τὸν υἱὸν δηλοῦσα συνήθης ἀκοαῖς ἐγεγόνει.
Τὸ δέ γε ῥῆμα τοῦ πνεύματος, εἰ καὶ μᾶλλον ἢ τὴν τοῦ υἱοῦ κλῆσιν ἡ Μωσέως ἐδίδασκεν ἱστορία, πλὴν οὐκ ἦν οὕτω δυνατὸν ὥσπερ ἡ τοῦ υἱοῦ προσηγορία τὸ αὐθυπόστατον συνεισάγειν, ἐπ’ ἄμφω τὴν ῥοπὴν τῆς φωνῆς ἀδιάφορον ἐχούσης, ἐπί τε τῶν αὐθυποστάτων φέρεσθαι καὶ ἐπὶ τῶν μέρους τινὰ λόγον τῆς ὑποστάσεως ἀναπληρούντων· καὶ τοσοῦτον ἐνέδει τὴν θεοπρεπῆ μάθησιν τοῦ πνεύματος ἡ κλῆσις παρέχειν, ὡς καὶ τῶν ἀνθρώπων μερὶς οὐ βραχεῖα τοῖς Μωσαϊκοῖς ἐγκαταγηράσασα νόμοις οὐδαμῶς ἔσχεν ἀνασχέσθαι τὴν τοῦ παναγίου πνεύματος ὑπόστασιν ὁμολογεῖν, ὥσπερ οὐδὲ τὴν τῶν ἀγγέλων φύσιν. οὕτω τῶν Μωσαϊκῶν γραμμάτων τὸ περὶ τὴν ὀνομασίαν τοῦ πνεύματος πρόχειρον ἄχρηστον καὶ αὐτοῖς γε τοῖς Ἰουδαίοις κατέστη, ὡς κατ’ αὐτό γε τοῦτο μὴ μόνον αὐτοῦ προτάττεσθαι τὸν υἱόν, ἀλλὰ καὶ ὅσα εἰς τὴν τοῦ υἱοῦ κλῆσιν συνάγεσθαί τε καὶ ἀνάγεσθαι δύναται ἀφορμὴν ὑπερεχούσης τάξεως, εἰ καὶ μὴ φύσεως, εὑρίσκειν, διότι τῶν Ἰουδαίων οὐδενὶ πρὸς ἀμφισβήτησιν περιέστη, ὁ λόγος λέγω καὶ ἡ δεξιὰ καὶ ἡ δύναμις καὶ τὰ ὅμοια· οὐδεὶς γὰρ τούτων ἔξαρνος ὤφθη οὐδ’ ἐφαρμόζειν ἀπηνῃσχύντησεν λέγεσθαι ταῦτα τοῦ πατρός, εἰ καὶ ὅπερ τούτοις ἐστὶν πρόβλημα καὶ συγκεφαλαίωσις, τὸ πρόσωπον τοῦ υἱοῦ οὐχ ὁμοίως συνομολογεῖται πᾶσιν.
Ταύτῃ ἄρα εἰκότως τὴν δευτέραν κατὰ τὴν ἀρίθμησιν ὁ υἱός, ἀλλ’ οὐχὶ τὸ πνεῦμα ἐπέχει τάξιν· οὐ μὴν ἀλλὰ καὶ διότι μετὰ τὴν χάριν, ἥτις τὸν υἱὸν ἐθεολόγησε διαρρήδην, ἡ τοῦ πνεύματος εἰλικρινὴς μάθησις προῆλθε. καὶ γὰρ ἡνίκα πυρίνων γλωσσῶν οὐρανόθεν ἐπιδημίᾳ πολυγλώσσους φωνὰς ἐδημιούργει τοῖς ἀποστόλοις τὸ πνεῦμα καὶ παντὸς ἔθνους ῥήτορας αὐτοσχεδίους κατεσκεύαζε τοὺς ἀγραμμάτους, τότε δὴ τότε μᾶλλον γέγονεν ἀνθρώπων γένει τῆς αὐτοῦ θεότητος εἰς ἀκριβεστέραν εἴδησιν ἀνενεχθῆναι.
Οὐκοῦν ὡς μὲν τῆς τοῦ πατρὸς φωνῆς ἀνθρώποις προεγνωσμένης, τὸν δὲ υἱὸν τῆς χάριτος θεολογησάσης, τῆς δὲ τοῦ παναγίου πνεύματος θεότητος τὸ ἀξίωμα μετὰ ταῦτα διὰ τῆς ἐν τοῖς ἀποστόλοις θεοπρεποῦς ἐνεργείας ἀνακαλυφθείσης, εἰκότως κἀν τῇ συναριθμήσει τὴν αὐτὴν συνδιασῴζουσι τάξιν. ἡ δὲ γνῶσις οὕτω προελθεῖν διῳκονομήθη, ὡς ἂν μὴ ἀθρόον ὁ τῇ τῶν εἰδώλων πλάνῃ προσανακείμενος ἄνθρωπος, τριάδα σαφῶς προσώπων ἀκούσας, δυσανέλκυστος καὶ δυσανάγωγος τοῦ κατὰ τὴν εἰδωλολατρείαν ὀλισθήματος γένηται. εἰ γὰρ καὶ τῆς τριάδος κατὰ πρόοδον οὕτω καὶ δι’ αἰνιγμάτων τε καὶ παραπετασμάτων κατ’ ἀρχὰς μυσταγωγουμένης, μόλις μετέστη τῆς πολυθεΐας τὸ ἀνθρώπινον, πῶς ἂν ἐμφανῶς τε καὶ ἀθρόον καταγγελλομένης ἡ ἐκείνων δεισιδαιμονία πᾶσαν διδασκαλίαν καὶ παραίνεσιν εἰς μοναρχίαν χειραγωγοῦσαν οὐχ ὑπερεῖδέν τε καὶ ἀπώσατο καὶ τὴν συνέχουσαν ἀπώλειαν τῆς κηρυττομένης σωτηρίας οὐ προέθετο; οὐκοῦν εἰκότως ἡ τοῦ πατρὸς ἀπεκαλύφθη πρῶτον γνῶσις, καὶ κατὰ προκοπὴν ἡ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, ἐκεῖθέν τε τῆς ἐν τῇ γνώσει τάξεως τὸ ἱερὸν ἡμῶν καὶ θεοπρεπὲς τῆς μυσταγωγίας κἀπὶ τῆς συναριθμήσεως ἀκολούθως τὸ αὐτὸ συνεφειλκύσατο προνόμιον.
Ἄλλως τε δὲ πατέρα ἡμῶν ὀνομάζειν τὸν θεὸν οὔτε δύσφημον οὔτε λυπηρὸν ἀκοῇ, ἀλλ’ ἀνὰ χεῖρά τε καὶ τὴν παρρησίαν οὐκ αἰσχυνόμενον· υἱὸν δὲ ἡμῶν ἀποφαίνειν τὸν υἱὸν ἢ {τὸ} πνεῦμα τὸ ἅγιον πνεῦμα οὔτε διανοίᾳ ἀνεκτόν, ἀλλά γε μετὰ τῆς ἀσεβείας καὶ τὸ ἀλλόκοτον ἡ φωνὴ συνεφέλκεται. οὐκοῦν τὸ ὄνομα τοῦ πατρὸς τῇ τε συνήθει χρήσει καὶ τῷ ἐμφύτῳ τῆς ἐπιβολῆς ὁ ἀνθρώπινος νοῦς οὐκ ἐργῶδες ἔχει παραδέχεσθαι· ἡ δὲ γνῶσις αὐτοῦ προκαταλαβοῦσα καὶ τῶν ἱερῶν λογίων τὴν διδασκαλίαν εἱρμῷ παρέστησεν προϊοῦσαν ἐκ τῆς πρὸς τὴν φωνὴν συνηθείας, οὐ δυσχερῶς ἡμῖν ἐνιέναι τὴν τῶν ὑπερφυῶν προνοησαμένη μάθησιν.
Εἰ βούλει δέ, καὶ διότι πάλιν οὔτε λόγος ὁ ἔμφυτος οὔτε μὴν ἡ διὰ τοῦ ἔθους χρῆσις οὐμενοῦν οὐκ ἐθέλει τὸν πατέρα προελθεῖν τοῦ υἱοῦ, ἀλλ’ οὐδὲ τοῦ πνεύματος, ἀεὶ δὲ τὸ ἔμπαλιν οἶδεν καὶ τοὺς πειθομένους διδάσκειν οὐχ ὑποστέλλεται· ἐξ οὗ δὴ καὶ ἡ συναρίθμησις τὸν πατέρα τοῦ υἱοῦ καὶ τοῦ πνεύματος προτάττειν παραλαβοῦσα τὴν μάθησιν οὐκ ἐνύβρισε. διὰ τοῦτο δὲ ἄρα καὶ δεξιὰ μὲν λέγεται καὶ λόγος καὶ δύναμις καὶ σοφία τοῦ πατρὸς ὁ υἱός, καὶ τὰ παραπλήσια· ὁ δὲ πατὴρ καίτοι μηδὲν πρὸς αὐτὸν τὴν φύσιν φέρων παραλλάττουσαν οὔτ’ ἂν θεωρεῖσθαι οὔτε λέγεσθαι εἰς λόγον ἔλθοι τοῦ υἱοῦ· εἰς γὰρ τὸν υἱὸν οὐκ ἀναγόμενος ὡς εἰς ἀρχὴν καὶ αἰτίαν, οὐδ’ ὅσα εἰς αὐτὸν ἐκεῖνος ἀναφερόμενος ἐξοικειοῦται. ἔνθεν ἄρα καὶ τὸν πατέρα θεολογοῦντες διὰ τοῦ υἱοῦ πράττειν ἢ καὶ διὰ τοῦ πνεύματος ὅσα πέφυκεν ἡ μακαρία φύσις καὶ ὑπέρθεος ἐνεργεῖν, οὐχὶ δὲ τὸ ἀνάπαλιν ἀναδεχόμεθα λέγειν. οὔτε γὰρ τὸν υἱὸν οὔτε τὸ πνεῦμα διὰ τοῦ πατρὸς ἐνεργεῖν μυσταγωγούμεθα δογματίζειν.
Χωρὶς δὲ τῶν εἰρημένων οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ ὅσοις ἡ τῶν εἰδώλων πλάνη λατρεία ἡδύ τε καὶ ἐπίχαρι καλεῖν τὸν θεὸν ἑαυτῶν πατέρα· καὶ ἵνα τὸ τῶν ποιητῶν αὐτόνομον παραδράμω, ἀλλ’ οὖν ἀκούειν ἐστὶ τὸν Ἀρίστωνος (ὃς ἄκρον ἄωτον οὗτος τῆς ἐν Ἕλλησι φιλοσοφίας) μετὰ πολλῶν καὶ ἄλλων τὴν αὐτὴν σπουδὴν ἀναδεδεγμένων πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς τὸν θεὸν ὑμνολογοῦντα, ὃν καὶ εὑρεῖν ἔργον τε εἶναι καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον ἐφιλοσόφει. καὶ τοῖς Ἰουδαίοις δὲ πρόχειρός τε ἦν καὶ γλυκεῖα ἡ φωνὴ καὶ σεμνότητος ἀφορμή· διὸ καὶ τὰς ὀφρῦς ἀνασπῶντες, ἀνθ’ ὧν ἐρυθριᾶν καὶ συνεστάλθαι τοῦ θράσους ἔδει, ‘ἡμεῖς’ ὥσπερ ἐπιγαυριῶντες τῷ ῥήματι ἔλεγον ‘ἕνα πατέρα ἔχομεν, τὸν θεόν’. ὁρᾷς ὅπως ἡδύ τε καὶ ἐπαφρόδιτον τῇ ἀνθρωπίνῃ φύσει πατέρα καλεῖν ἑαυτῶν τὸν θεόν; περὶ δὲ τοῦ υἱοῦ ἢ τοῦ πνεύματος τί ἄν τις τοιοῦτον λαβεῖν εὑρήσει ἢ εἰπεῖν οὐκ ἐρυθριάσει; καὶ διὰ τοῦτο ἄρα κατ’ ἀρχὰς οὐκ ἦν ὁμοίως τὸν υἱὸν ὥσπερ τὸν πατέρα καταγγέλλεσθαι ῥᾴδιον, ἀλλ’ ἑτέραις ἰσοδυναμούσαις φωναῖς τοῖς οὐκ ἀναξίοις ἡ περὶ αὐτοῦ μυσταγωγία παρεδίδοτο, βραχίονι λέγω καὶ δεξιᾷ καὶ σοφίᾳ καὶ τοῖς παραπλησίαν ὑποβαλλομένοις τὴν δύναμιν, ἡ δὲ τοῦ υἱοῦ προσηγορία σιγῆς ὁρίοις ἐθαλαμεύετο. διὰ τί;
διότι τὸ μὲν υἱὸς αὐτόθεν τε καὶ αὐτίκα διαφορὰν προσώπου συνεπιφέρεται, ὃ τοὺς ἀσθενεστέρους ἢ φιλοτιμουμένους τὸ φιλόνεικον πρὸς τὸ πολύθεον ὑποσκελίζει καὶ ὑποσύρεται· ἡ δεξιὰ δὲ καὶ ὅσα ἐφάμιλλα, μικροῦ τὴν ῥοπὴν ἐξισάζοντα, διαφοράν τε παραδηλοῦν ὑποστάσεων καὶ πρὸς τὴν αὐτὴν καὶ μίαν συνάγεσθαι, οὐκέτι τοῖς πρὸς εἰδωλολατρείαν κεχηνόσιν ἀφορμὴ τῆς ἴσης βλάβης ἐγίνετο.
Καὶ μέντοι καὶ τοῦ πνεύματος ἡ φωνὴ ἐπιμερίζεσθαι δυναμένη πρός τε τὸ αὐθυπόστατον καὶ πρός γε τὸ ἐνυπόστατον, οὐχ ὥσπερ ἡ ὀνομασία τοῦ υἱοῦ τοὺς μὴ βουλομένους αὐτὸν καθ’ ὑπόστασιν αὐτοτελῆ παραδέχεσθαι συναναγκάζει καὶ μετάγει πρὸς συγκατάθεσιν, ἀλλ’ ἔτι δεῖται τῆς διὰ τῶν λογίων κατασκευῆς καὶ συνεπικρίσεως. διὰ τοῦτο ἄρα εἰ καὶ τὸ πνεῦμα ἧττον μὲν ἤπερ ὁ πατήρ, μᾶλλον δὲ ἤπερ ὁ υἱὸς κατ’ ἀρχὰς ἐκηρύττετο, οὐ δίδωσιν αὐτῷ τοῦ κηρύγματος ἡ τάξις τὴν αὐτὴν ἐν τῇ συναριθμήσει κατάστασιν· ὁ μὲν γὰρ πατὴρ καὶ υἱὸς κηρυττόμενοι τὸ αὐθυπόστατον ἀνεπιμερίστως εἰσάγουσιν, ἡ δὲ τοῦ πνεύματος φωνή, δυναμένη μὲν ὁμοίως δηλοῦν τὸ αὐθυπόστατον, οὐχ ὁμοίως δὲ πρὸς μόνην ὑπόστασιν ἀποδίδοσθαι, οὐ συνδιασῴζει τοῦ προτάττεσθαι τὸ ἀξίωμα.
Ἔτι δὲ εἰ διὰ τοῦ υἱοῦ τὸ πνεῦμα τοῖς μαθηταῖς ἀπεστέλλετο, τῆς ἀποστολῆς τὴν φύσιν οὐδὲν ἐλαττούσης, ἀλλὰ τὸ ἀπαράλλακτον συντηρούσης, ἡ κατὰ συναρίθμησιν τάξις τῶν κατὰ τὰς ὑποστάσεις ἰδιωμάτων συνδιευκρινεῖν τε καὶ συνανακηρύττειν δύναιτ’ ἂν τὸ ἀναλλοίωτον καὶ ἀσύγχυτον.
Καὶ μὴν καὶ διότι μάλιστα τὴν θεολογίαν τοῦ πνεύματος παρὰ τοῦ υἱοῦ μεμαθήκαμεν· ἐκπορεύεσθαι γὰρ αὐτὸ τοῦ πατρός, καὶ πρὸς ὁμοταγῆ τάξιν ἀνηνέχθαι τῷ τε πατρὶ καὶ τῷ υἱῷ, καὶ ὅτι τῶν τελειοτέρων αὐτὸ χρηματίζει διδάσκαλος· ἃ γὰρ τοὺς μαθητάς, τῆς ἀνθρωπίνης ἀσθενείας οὔπω τὰ τελεώτερα παραδεχομένης, οὐκ ἐμυσταγώγησεν ὁ σωτήρ, τὸν παράκλητον αὐτοῖς ἐκείνων γενέσθαι διδάσκαλον ἐπηγγείλατο. ταύτης οὖν τῆς εἰλικρινοῦς περὶ τοῦ πνεύματος θεολογίας καὶ πρὸς ἣν τὸ ἀνθρώπινον οὐκ ἀνήγετο, ὁ υἱὸς ἐπιδημήσας ὁρᾶται καθηγησάμενος.
Διά τε οὖν τὸ προκαταλαβεῖν τὴν γνῶσιν τοῦ πατρός, καὶ ὅτι ἐξ αὐτοῦ τὴν πρόοδον ὅ τε υἱὸς καὶ τὸ πνεῦμα ἔχει, καὶ τὰ μὲν ἐξ αὐτοῦ προελθεῖν δύναται λέγεσθαι, ὁ δὲ οὐκέτι, καὶ τὸν μὲν ἐν ἔθει χρηματίζειν τοῖς ἀνθρώποις ἐξοικειοῦσθαι καὶ ἑαυτῶν ἐπιγράφεσθαι, τὰ δὲ οὐδ’ ἐπινοεῖσθαι δύναται, καὶ ὁ μὲν γλυκύ τε καὶ ἐπίχαρι τῷ πλάσματι ἐπιγράφεσθαι, τὰ δὲ πάροδον οὐδεμίαν ἐπιδέχεται, καὶ διά γε τὰ ἄλλα τῶν εἰρημένων, τοιαύτην αὐτῶν τὴν συναρίθμησιν, ὁμοουσίων ὄντων καὶ ὁμοφυῶν, ἡ ἐκκλησία διασῴζειν ὡς ἐπὶ πᾶν ἀνεδέξατο.
Ἀλλὰ γὰρ αὕτη μὲν τέως κατὰ τὸν στοιχειώδη λόγον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἡ θεωρία τῆς συναριθμήσεως· ἡ δὲ τελειοτέρα καὶ ἀκριβεστέρα διάσκεψις ἰδιαζούσης πραγματείας λόγον ἀπαιτεῖ καὶ ἀπεκδέχεται.
Διὰ τί τοῦ γένους ἡ ἀνόρθωσις οὐχὶ διά τινος τῶν ἀσωμάτων δυνάμεων ἢ δι’ ἀνθρώπου ψιλοῦ, ἀλλὰ διὰ τῆς τοῦ λόγου κενώσεως γέγονεν; Ζητοῦντας οἶδά τινας τῶν φιλολόγων, διὰ τί μὴ τοῦ κοινοῦ πτώματος ἡ διόρθωσις δι’ ἑνὸς τῶν ἀνθρώπων ἐγένετο· τὸ γὰρ ὁμοφυὲς ἀγωγὸν μᾶλλον καὶ πρὸς πειθὼ πλησιαίτερον. ἀλλὰ γὰρ οὐκ ἐργῶδες αὐτοῖς, εἰ καὶ μὴ πρότερον, νῦν γοῦν καθορᾶν ὡς καὶ ταῦτα μὲν τῇ τοῦ λόγου σαρκώσει περιείληπται, ἃ δὲ τὸ θαυμαστὸν ἐκεῖνο τῇ κενώσεως πλουτεῖ οὐδέν ἐστιν εὑρεῖν, εἰ τῶν ἀνθρώπων τὸ γένος εἷς αὐτῶν ἐλευθερῶσαι τῆς κατὰ πάντων τυραννίδος ἐπεχείρησεν.
Ἀλλὰ πρῶτον μὲν ὁ τὴν τηλικαύτην πρᾶξιν ὑπελθεῖν ἀναδεχόμενος καὶ τὴν πάντων σωτηρίαν σοφίας πλούτῳ καὶ ἀνυπερβλήτῳ φιλανθρωπίᾳ κατεργάσασθαι οὐ τῶν δεομένων αὐτὸς τῆς ἀλλαχόθεν σωτηρίας καὶ ἀνορθώσεως χρηματίζειν ὤφειλεν· ἀνθρωπίνη δὲ πᾶσα φύσις ὑπόχρεως μὲν τοῦ ἁμαρτήματος, πολλῆς δὲ δεομένη τῆς ὁμοίας προνοίας τε καὶ καθάρσεως· καὶ πῶς ἂν ὁ ἐν τῇ αὐτῇ τῆς θεραπείας χρείᾳ καθεστὼς ἑτέροις ἠδύνατο διοικονομεῖν τὴν κάθαρσιν καὶ χορηγὸς εἶναι τῆς ἰάσεως;
Δεύτερον δέ, θεοῦ καὶ θεῖον ἔργον καὶ καινὸν ὑπὸ τὸν ἥλιον πῶς ἂν ἦν ἀνθρώπῳ διαπράξασθαι; εἰ δέ τινα θέσθαι φιλοτιμία λάβοι καὶ ὅπερ οὐχ οἷόν τε προελθεῖν, θᾶττον ἂν τὸ πτῶμα καὶ ῥᾳδίως ἢ πρὸς ἑαυτὸ ἐπανέστρεφεν ἢ πρὸς τὸ χεῖρον ηὐξάνετο, τὸ μὲν οὐ μέγα κακὸν ἡγουμένων τῶν τῆς εὐεργεσίας ἀπολελαυκότων ὁμοιοπαθῆ δι’ ἀχαριστίας ἄνθρωπον ἄγειν, τὸ δὲ τὴν τῷ θεῷ πρέπουσαν τιμὴν ἀνάπτειν ὡρμημένων τῷ σεσωκότι. οἳ γὰρ Μωσέα, καθ’ οὗ πολλάκις ἐγόγγυζον καὶ τὴν ἄνωθεν δι’ αὐτοῦ κατιοῦσαν σωτηρίαν τῶν ἐν Αἰγύπτῳ κακῶν ἐποιοῦντο χείρονα, ὅμως θεὸν ἀνειπεῖν μετὰ θάνατον ἐμελέτησαν, ὡς μυστικοὶ καὶ ἱεροὶ λόγοι διδάσκουσιν, δι’ ἣν αἰτίαν καὶ ὁ τάφος ὀφθαλμοῖς Ἰουδαίων μέχρι νῦν ἀθέατός τε καὶ ἀνεπίγνωστος ἔμεινεν (ἀγχίστροφος γὰρ ὁ ἐχθρὸς κακουργῆσαι καὶ διὰ τῶν ὅπλων τῶν τε δεξιῶν καὶ τῶν ἀριστερῶν ἐξαπατῆσαι τὸ ἀνθρώπινον), πῶς οὐκ ἂν τὸν μείζονος ἀπαλλάξαντα τυραννίδος, εἰ καὶ τῆς αὐτῆς φύσεως ᾔδεισαν, οὐ θεὸν ἀνηγόρευσαν; ἵνα νῦν παραδράμω Παῦλον τοῖς Ἑλληνισταῖς θεοποιούμενον. τοῦτο δὲ δῆλον ὡς οὐκ ἦν τοῦ πτώματος ἔγερσις, ἀλλὰ χαλεπωτέρα καὶ ἀδιόρθωτος ἔκπτωσις· καὶ γὰρ χρεωστεῖν οὐδ’ ἄλογον ἂν ἴσως ἐδόκει, ὃν τρόπον τὰ δημιουργήματα τὸν δημιουργὸν διὰ σεβασμιότητός τε καὶ θειότητος ποιεῖται, οὕτω δὴ οὕτω καὶ τὸν σεσωκότα τοὺς σεσωσμένους, καὶ τοὺς συντριβέντας τὸν ἀναπλάσαντα.
ταύτῃ τοι οὐδ’ ἀγγέλων φύσις τὴν τοῦ γένους ἡμῶν σωτηρίαν ὑποδέχεται, ἀλλ’ ὁ πλάσας αὐτὸς ὁρᾶται δημιουργὸς καὶ τῆς ἀναπλάσεως.
Ἄλλως τε δὲ οὐδὲ δούλων ἐστὶν οὐδὲ κτισμάτων, ὥσπερ οὐδὲ λύειν βασιλικὰς καὶ δεσποτικὰς ἐντολάς, οὕτως οὐδ’ ἄγειν ἐπὶ τὸ ἄμεινον· καὶ μὴν ἄνθρωπος ὁ Χριστὸς γεγονώς, μετὰ τῶν ἄλλων καλῶν, μᾶλλον δὲ καὶ πρὸ πολλῶν ἄλλων εὐεργεσιῶν, τοὺς πατρικοὺς νόμους καὶ οἳ τηνικαῦτα τοῖς Ἰσραηλίταις μᾶλλον ἥρμοζον, ἐπὶ τὸ τελεώτερον μεταρρυθμίζει· ‘ἐρρήθη’ γάρ φησιν ‘τοῖς ἀρχαίοις, οὐ φονεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν τάδε· οὐ μοιχεύσεις, ἐγὼ δὲ τάδε· ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ἐγὼ δὲ τάδε’· καὶ τὰ μυρία ἐκεῖνα ἃ πρὸς τὴν ἀτέλειαν τῶν ἀκροατῶν ἐνενομοθέτητο πάλαι, ἐπὶ τὸ κρεῖττόν ἐστι τῇ δεσποτικῇ ἐπικρίσει ὁρᾶν ἀνηγμένα.
καὶ τοῦτο διά τε ἄλλα μυρία καὶ διότι, τῶν παλαιῶν νόμων ἀμετακινήτων παντελῶς μενόντων, καὶ ἡ πολιτεία ἡ αὐτὴ λόγον εἶχεν ἀναγκαῖον τοῖς νόμοις συνδιασῴζεσθαι· ἡ δὲ οὐδὲν τῶν ὑπερφυῶν καὶ ἅπερ ὕστερον ὑπερέλαμψεν οὔτε δύναμιν ἐπλούτει παραδέξασθαι (ὥσπερ οὐδὲ πρότερον, μυρίων αὐτὴν παιδαγωγησάντων νομοθετῶν καὶ δημαγωγῶν καὶ προφητῶν καὶ πολλῶν ἄλλων ἱερῶν διδαγμάτων) οὔτ’ ἂν εἰς τέλος προέβαινεν τὸ ἐγχείρημα, ἀλλὰ μάτην, εἴπερ ἐν τοῖς αὐτοῖς ὁ ἀνθρώπινος διέμενεν βίος, ἡ τῆς σωτηρίας προϊοῦσα σπουδὴ καὶ ἐπιχείρησις διηλέγχετο, τῆς μὲν ἀνθρωπίνης φιλοτιμίας οὐδὲν ἐξανυούσης μέγα, ἅτε μήτε δυνατὸν τὴν δούλην κτίσιν μηδὲ τόλμης ἀνεύθυνον, τοῦ δημιουργοῦ καὶ δεσπότου νόμους μετακοσμεῖν ἐπιχειρεῖν· τῷ μέντοι γε τὴν σωτηρίαν διὰ σπλάγχνα ἐλέους κατεργαζομένῳ τοῦ πλάσματος ἥ τε τῶν δεσποτικῶν νόμων μετακόσμησις πρέπουσα, τὴν δεσποτικὴν ἐξουσίαν κατὰ φύσιν ἔχοντι, καὶ τῆς πολιτείας ῥᾳδία τε καὶ ἁρμόδιος ἡ πρὸς τὸ βέλτιον ἀνανέωσις.
Ἔτι γε μὴν τῆς τοσαύτης καὶ τηλικαύτης ἀγάπης ἡ ἔνδειξις, ἣν διὰ τὸ κενωθῆναι δι’ ἡμᾶς τὸν ἀκένωτον ἔγνωμεν, πόθεν ἂν εἰς γνῶσιν ἡμῶν ἀφῖκτο, ἢ τῆς περὶ ἡμᾶς αὐτοῦ προνοίας τὸ μέγεθος ἐγνωρίζομεν, εἰ δι’ ἑτέρου τινὸς ἐδικαίου τὴν κοινὴν τοῦ γένους σωτηρίαν ἡμᾶς δέξασθαι;
Οὐ μέντοι γε οὐδ’ ἀγγελικῆς φύσεως ἐνεργεῖν τὸ μέγα τοῦτο καὶ παγκόσμιον μυστήριον, οἳ κατὰ τὰ ὅρια τῶν ἐθνῶν ἀνὰ ἕκαστος αὐτῶν τὴν ἐπιστασίαν ἐκληρώσαντο, ἀλλ’ οὐχὶ τοῦ παντὸς γένους τὴν κυβέρνησιν, μή τί γε τὴν ἀνάπλασιν ἐπιστεύθησαν. οὐ μὴν ἀλλ’ οὐδὲ πολλῷ μᾶλλον ἀνθρώπου ψιλοῦ, εἰ καὶ ταῖς ἀρεταῖς πρὸς τοὺς ἄλλους φέρει τὸ διάφορον· ὁρᾶν γάρ ἐστιν αὐτῶν τοὺς ἐπιφανεστάτους πολλάκις ἑνὸς ἔθνους, οὐδὲ μεγίστου, καταπιστευθέντας παιδαγωγίαν καὶ κυβέρνησιν, καὶ οὐδὲ ταύτην ἀμέμπτως μέχρι τέλους ἐξανύσαντας. Μωσέα τοῖς λογισμοῖς, εἰ βούλει, λάβε, καὶ τὸν μετ’ ἐκεῖνον Ἰησοῦν, καὶ ὅσοι ἄλλοι τὴν ἐπιστασίαν τοῦ ἔθνους ἐνεχειρίσθησαν.
Ναὶ δὴ πρὸς τούτοις καὶ τὸ μέγιστον τῶν ἀνὰ πάντα τὸν αἰῶνα θαυμαστῶν καὶ ὡς ἀληθῶς ὑπερθαύμαστον εἰς εὐτέλειαν ἂν καὶ οὐδὲν θαῦμα παρεχομένην πρᾶξιν ἐξέπιπτεν. κτίσεως γὰρ κτίσει συνιούσης καὶ προσλαμβανούσης τὸ ὁμόδουλον, οὐδὲν οὔτε τῶν ἀπορρήτων παρέπεται οὔτε θαῦμα τῷ ἀκαταλήπτῳ καὶ τῷ πλούτῳ τῆς φιλανθρωπίας τὴν ἔκπληξιν παρεχόμενον. τί γὰρ ἄγγελον θαυμαστόν, τί δὲ τῶν ἀλήπτων, ἀνθρώπου φύσιν προσοικειώσασθαι; κτίσματα γὰρ ἄμφω καὶ ὁμόδουλοι καὶ τροπῆς μετέχοντες, εἰ καὶ ὁ μὲν μᾶλλον, ὁ δὲ τετίμηται τὸ ἐπ’ ἔλαττον· εἰ δὲ τρεπτὸν ἑκάτερος, ἄδηλον τέως, τῆς ἑνώσεως γεγενημένης, εἰ μὴ πρὸς τὴν ἐπικρατοῦσαν τροπὴν τὸ ἐπ’ ἔλαττον αὐτῆς μετασχὸν λάβοι τὴν ῥοπήν, ἢ εἴπερ ἐπικρατήσοι τοῦ πλείονος τὸ ἐπ’ ἔλαττον.
Ἀλλὰ γὰρ μικροῦ με παρῆλθεν ἡ αἰτία δι’ ἣν μάλιστα, εἴπερ ἄγγελος ἢ ψιλὸς ἄνθρωπος ἀνασώσασθαι ἡμᾶς τοῦ πτώματος προεβέβλητο, οὐχὶ σωτηρίας μᾶλλον ἀπηλαύομεν, ἀλλὰ τοῦ καλλίστου καὶ τιμιωτάτου καὶ τῆς ἀνεκφράστου δόξης τὸ γένος κατέπιπτεν. πῶς δὴ καὶ διὰ ποίαν αἰτίαν; ὅτιπερ οὐκ ἦν ἡμῖν δυνατὸν οὐδὲ ἐγγὺς τυχεῖν οἷς νῦν τοῦ λόγου σαρκωθέντος ἐντρυφῶμεν καὶ ἀπολαύομεν τῶν ὑπὲρ ἔννοιαν. ποῦ γὰρ ἢ πῶς ἂν τῷ ἡμετέρῳ γένει ἐκεχάριστο, ἀνθρωπίνης φύσεως ἢ ἀγγελικῆς τὴν περὶ ἡμᾶς οἰκονομίαν ὑπερχομένης, ἐν δεξιᾷ τοῦ θεοῦ καὶ πατρὸς ἱδρυνθῆναι καὶ πάσης ἀγγελικῆς καὶ ἀρχαγγέλων χοροστασίας ὑπεράνω γενέσθαι, καὶ τιμῆς καὶ δόξης ἀπολαῦσαι τοσαύτης καὶ τηλικαύτης ὡς καὶ αὐτῶν τῶν ἄνω δυνάμεων καὶ ἐγγυτάτω θεοῦ ἑστηκότων ἐπιθυμούντων μὲν εἰς τὴν ἡμετέραν δόξαν, ἧς διὰ τοῦ φυράματος ἀπολαύομεν, παρακύψαι, μείζονα δὲ τὴν ἐπιτυχίαν τῆς ἐπιθυμίας εὑρισκόντων; ταύτης δέ γε τῆς μακαρίας καὶ ἀνεκφράστου καὶ ὑπὲρ ἔννοιαν λήξεως τοῦ ἀνθρωπίνου γένους τὴν στέρησιν ὑπομένοντος, ἅτε δὴ μηδὲ τοῦ φυράματος ἡμῶν δι’ ἀνθρωπίνης ἢ ἀγγελικῆς ἑνώσεως τῆς δόξης ἐν ᾗ νῦν ἐκλάμπει τὴν ἀπόλαυσιν προσειληφότος μηδὲ πρὸς τὴν τοιαύτην ἡμῶν ἀναδραμόντων ἰσχὺν καὶ ῥώμην καὶ τῆς τιμῆς τὸ ἐξαίρετον, τίνα ἂν παρῆκεν ὁ ἐχθρὸς καθ’ ἡμῶν τόλμαν;
τίνας δ’ οὐκ ἂν ἐκίνει μηχανάς, δι’ ὧν πάλιν ἐλπίδας ἔτρεφεν ὑποχείριον λαβεῖν τὸ γένος καὶ ὑπὸ τὴν ἀρχαίαν αὐτοῦ καθελκύσαι τυραννίδα; κατὰ τίνων δὲ τὸ κράτος ἀναλαβεῖν οὐκ ἐπήρθη καὶ τὸ φρύαγμα τοῦ προτέρου μεῖζον οὐκ ἂν ἐπεδείκνυ καὶ τὸν οὐρανὸν αὐτὸν πολυπραγμονεῖν οὐχ ἡγεῖτο τόλμαν;
Διὰ γοῦν ταῦτα καὶ πολλὰ τοιαῦτα θεοσόφως ἄρα καὶ θεοπρεπῶς ὁ τοῦ θεοῦ λόγος καὶ υἱὸς καὶ θεὸς ἀληθινός, καὶ οὐχ ἕτερός τις παρ’ αὐτόν, τὴν ἡμετέραν προσειληφὼς σάρκα τὴν κοινὴν τοῦ γένους σωτηρίαν ἀπειργάσατο.
Τί δήποτε κατὰ τὸν μέλλοντα αἰῶνα κριτὴς μόνος καθέζεται ὁ υἱός; Πᾶσα μὲν δημιουργία καὶ πᾶσα πρᾶξις ἣν ἐνεργεῖν λέγεται μία τῶν ὑποστάσεων τῶν θεαρχικῶν κοινὸν ἔργον ἐστὶ καὶ τῶν ἄλλων, ὅσα γε εἰς τὴν ὁμοίαν πρόνοιαν ἧκεν καὶ τὸ τῆς ἐξουσίας καὶ ἀγαθότητος ἀπαράλλακτον καὶ ἑνιαῖον τῆς βουλῆς. τῷ δέ γε υἱῷ τῆς μελλούσης κρίσεως ἀφορίζεται τὸ ἀξίωμα διὰ πολλὰς καὶ θεοπρεπεῖς ἐννοίας, οὐχ ὡς ἀφεστώτων τοῦ πατρὸς ἢ τοῦ πνεύματος τῆς συνεργίας, τὸν δὲ υἱὸν κρίσιν ἀναδεξαμένων ταύτης ἔχειν τὴν ἡγεμονίαν· πρῶτον μὲν διότι δημιουργὸς καὶ οἰκονόμος αὐτὸς λέγεται τῶν τε δημιουργημάτων ἃ κατ’ ἀρχὰς ἐκ μὴ ὄντων ὑπέστη καὶ τῆς μετὰ τὴν συντριβὴν τοῦ ἀνθρωπίνου γένους ἀνανεώσεώς τε καὶ ἀναπλάσεως. ἔδει δὲ ἄρα, ὃς τὴν δημιουργίαν καὶ πρόνοιαν τῆς ἀνθρώπων φύσεως καθ’ ἑκατέραν προαγωγὴν ἀνεδέξατο, τοῦτον αὐτοῖς καὶ κριτὴν καθεστάναι· συνέχεται γὰρ καὶ συνδιαπλέκεται τῇ δημιουργίᾳ μὲν ἡ πρόνοια, τῇ προνοίᾳ δὲ ἡ τῶν προνοουμένων κρίσις καὶ ἐξέτασις. διόπερ εὐλόγως τε καὶ δικαίως, ᾧ τὸ κτίζειν καὶ ἀνακαινίζειν πρᾶξις γέγονεν, πρὸς τοῦτον καὶ τὴν κρίσιν τοῦ πλάσματος ἀναφέρεσθαι.
Δεύτερον δέ, εἰ νομοθέτου μάλιστα τὸ κρίνειν τοὺς οἷς κατὰ χάριν ἐνομοθετήθη πολιτεύεσθαι, τοῦτο δέ ἐστι τὸ γένος τὸ ἀνθρώπινον, νομοθέτης δὲ μάλιστα τῆς καινῆς διαθήκης ὁ υἱός, εἰ καὶ τῆς πατρικῆς βουλῆς καὶ συνεργίας καὶ τοῦ παναγίου πνεύματος ἡ κοινωνία μὴ διασχίζοιτο, εἰκότως ὁ υἱὸς κριτὴς τῶν νομοθετουμένων καθίσταται.
Εἰ δὲ καὶ διότι τὸ ἀνθρώπινον φύραμα προσελάβετο διὰ πείρας τε τῆς ἀνθρωπίνης φύσεως κατέστη καὶ διπλῆν τὴν περὶ τῶν κρινομένων ἐκτήσατο γνῶσιν (ὥς που καὶ ὁ θεῖος Παῦλος βοᾷ, τὸν περὶ ἡμᾶς ἔλεον αὐτοῦ καὶ τὸν ὑπὲρ ἡμῶν ἱλασμὸν ὑμνολογῶν· ‘ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθῆσαι’), οὐδὲ τοῦτ’ ἂν εἴη πόρρω θεωρίας θεοσεβοῦς.
Ἴσως δ’ οὐκ ἀπεικὸς καὶ τοῦτο λογίσασθαι, ὡς ἐπειδήπερ ἐταπείνωσεν ἑαυτὸν ὁ υἱὸς εἰς ἄφραστόν τε καὶ ἀνεκδιήγητον ταπείνωσιν, σαρκὸς παραπλησίως ἡμῖν μετασχὼν καὶ αἵματος, ἡ τοῦ παντὸς κρίσις αὐτῷ παρατίθεται, τῆς πολλῆς ἐκείνης ἀνυψοῦσα ταπεινώσεως καὶ τὸ κατὰ τὴν θεότητα λαμπρῶς ἀξίωμα διαγγέλλουσα.
Καὶ τό γε τῶν εἰρημένων οὐδενὸς ἔλαττον, ἐπειδήπερ κατὰ τὴν παγκόσμιον ἀνάστασιν οὐ ψυχαὶ γυμναί, συνηνωμέναι δὲ τοῖς οἰκείοις σώμασι κοινωνοῦσι τῆς ἀναστάσεως καὶ οὕτω τῷ τῆς κρίσεως παρίστανται βήματι καὶ ἐν τοιαύτῃ καταστάσει τοῦ συγκρίματος τὴν δίκην ὑπέχουσιν, ἔδει πάντως αὐτῶν καὶ τὸν κριτὴν ἐν τοιαύτῃ μορφῇ προκαθέζεσθαι, ὡς ἂν καὶ τοῖς κρινομένοις εἴη δύνασθαι τὸν κρίνοντα ὁρᾶν καὶ τὴν κρίσιν διὰ τῶν ἐγνωσμένων αὐτοῖς ῥημάτων καὶ προάγεσθαι καὶ τὴν τῶν κριμάτων γνῶσιν εἰς τὸ σαφέστατον ἀκοαῖς τε καὶ ταῖς διανοίαις ὑποδέχεσθαι· τὴν δέ γε μορφὴν τὴν ἡμετέραν οὐδεμιᾷ τῶν ὑπερφυῶν ὑποστάσεων ἑτέρᾳ ἀλλ’ ἢ τῇ τοῦ υἱοῦ πάντες ἴσμεν ἐφαρμόττουσαν.
Εἰ πανταχοῦ τὸ θεῖον, πῶς διαβολὴ τοῦ μυστηρίου καὶ γυναικὸς μήτρᾳ παρεῖναι; ναί, φησίν, παρεῖναι μὲν γαστρὶ γυναικός, ὡς καὶ πανταχοῦ, οὐδεμία διαβολή· σαρκωθῆναι δὲ θεὸν ἐξ αὐτῆς πῶς οἷόν τέ ἐστιν; Οὐκοῦν, ὦ βέλτιστε, καὶ αὐτὸς τῆς μὲν κατὰ τοῦ μυστηρίου διαβολῆς καὶ ἄκων ἐξέστης, λανθάνεις δ’ αὑτὸν ἀντὶ πολεμίου εἰς τὴν τῶν φίλων τάξιν μεταβαίνων· ὁ γὰρ ἀφεὶς μὲν τὴν διαβολήν, ἀπόδειξιν δὲ τοῦ προκειμένου ζητῶν, οὐ δι’ ὧν ἂν ἀπαχθείη τῆς δόξης φιλονεικεῖ, ἀλλ’ οἷς ἂν καὶ αὐτὸς ταύτην προσδέξηται. καίτοι τῷ πρὸς ταῦτα παρασκευαζομένῳ ἤρκει συνιέναι τὴν ἀλήθειαν, καθαρθέντος τῆς διαβολῆς τοῦ προβλήματος· δι’ ὧν γάρ τις ὡς ἄτοπον φεύγει, εἰ τοῦτο κατίδοι μὴ μόνον οὐδεμίαν ἔχον ἀτοπίαν, ἀλλὰ καὶ λόγου συμβαῖνον ἀνάγκην, πῶς οὐχὶ μετὰ τὴν ἀποβολὴν τῆς διαβολῆς οὐκ ὀφείλει περιπτύσσεσθαι τοῦτο; ἀδύνατον ἀρετή; ἀλλ’ ἔδειξα πολλοὺς μετιόντας· οὐκοῦν τὸ δυνατὸν ἀντεισήχθη, καὶ τὸν πρὶν φυγάδα νυνὶ ταύτης εἶναι δεῖ πολίτην. βλαβερὸν ἡ ἀνδρεία; ἀλλὰ λυσιτελοῦν εἴπερ τι ἄλλο παρέστησα τὸν βίον· οὐκοῦν γέγονεν ἐραστόν, τὴν βλάβην οὐκ ἔχον, ὃ μισητὸν ἐδόκει διὰ τὴν βλάβην. ἀδύνατον θεὸν γαστρὶ παρθένου παρεῖναι; συνωμολόγησας ὅτι μᾶλλον ἀδύνατον μὴ παρεῖναι· τίνος λοιπὸν ἑτέρας κατασκευῆς τὸ προβληθὲν δεῖται;
Ἀλλὰ χρή με, φησίν, μαθεῖν καὶ πῶς οἷόν τέ ἐστιν σαρκωθῆναι· μᾶλλον δέ, εἰ τὸ παρεῖναι σάρκωσις θεοῦ, οὐκ ἂν φθάνοις παντὸς ζῴου μορφὴν τούτῳ περιβαλών. νῦν οὐκέτι τῶν φιλούντων, ἀλλ’ εἰς τὴν τῶν πολεμίων πάλιν ἔχθραν ἐπανῆλθες· πλὴν οἷς τὴν ἧτταν ἔσχες ἐν τοῖς προλαβοῦσιν, οὐδ’ ἐν τούτοις σοι τὸ μὴ πεσεῖν ἔσται παραταττομένῳ κατὰ τῆς ἀληθείας· καί γε πρὸς τὸν ἀκροβολισμὸν διανάστηθι. ἔστι τις ἀνθρώπων πρόνοια μᾶλλον θεῷ ἢ τῶν ἄλλων ζῴων; οὐκ ἂν φήσῃς· καὶ γὰρ καὶ τούτων ἡ δημιουργία καὶ ἡ πρόνοια διὰ τὴν τῶν ἀνθρώπων χρείαν. οὐκοῦν οὐδὲ ὁμοίως ἐν ἀνθρώποις τε καὶ τοῖς ἄλλοις ζῴοις ἡ τοῦ θείου παρουσία· ἓν γὰρ ὂν καὶ ἀπλήθυντον ταῖς διαφοραῖς, ἀπληθύντως πληθύνεσθαι λέγεται, ὥστε σοι αἱ πολλαὶ μορφαὶ εἰς μίαν μόνην τὴν ἀνθρώπων διηλάθησαν. ὁρᾷς πῶς εὐχερῶς ὁ τῆς ἀπιστίας καταπίπτει πρόμαχος;
Καὶ τί τοῦτο, φησίν; εἰ γὰρ καὶ τῶν ἄλλων ζῴων τὰς μορφὰς ὁ λόγος ὑπεξέφυγεν, ἀλλ’ οὖν γε τὸ μὴ ἀπὸ μιᾶς παρθένου, ἀλλ’ ἐκ πασῶν καὶ γυναικῶν καὶ παρθένων σάρκωσιν λέγειν ὑπολείπεται. ἀλλ’ ὦ ’γαθέ, φανερὰ μὲν κἀνταῦθα ἡ τῶν ἀναισχύντων ἐν οἷς ἔφθασαν ἀναισχυντήσαντες πτῶσις· ὅμως οὖν, ὡς δοκεῖ, ἀναστάντα ἀποχρήσει μοι πάλιν σὲ τοῖς σοῖς καταβαλεῖν λόγοις. ἀδύνατον γὰρ φαίην ἂν ἔγωγε μᾶλλον τὸν ἅπαξ σαρκωθέντα δευτέρας σαρκώσεως δεῖσθαι· οὐκοῦν οὐδὲ ἡ διὰ πασῶν τῶν παρθένων σάρκωσις χώραν ἔχει, μόνη δὲ ἡ διὰ μιᾶς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.