Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Κανόνες εἰς τὴν Θεοτόκον

Μέγας Φώτιος

Πρώτος Κανόνας στην Υπεραγία Θεοτόκο

Έναρξη του υμνολογικού έργου με τον πρώτο κανόνα, ο οποίος περιλαμβάνει δεήσεις για πνευματικό φωτισμό, άφεση αμαρτιών και λύτρωση από την τυραννία των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 14

Κανὼν εἰς τὴν ὑπεραγίαν Θεοτόκον, οὗ ἡ ἀκροστιχίς· Πρώτη δέησις τῇ πανάγνῳ παρθένῳ. Φωτίου. Ἦχος αʹ. ᾠδὴ αʹ. Σοῦ ἡ τροπαιοῦχος δεξιά Πύλη τοῦ φωτὸς τοῦ νοητοῦ, τῆς μετανοίας μοι πύλας διάνοιξον καὶ τὸν νοῦν μου φώτισον, τὸ ζοφερὸν σκότος ἀποδιώκουσα τὸ τῆς ἁμαρτίας καὶ τῶν παθῶν, παναμώμητε.

Ῥῦσαι τὴν ψυχήν μου, ἀγαθή, τῆς δυναστείας τοῦ δολίου δράκοντος τοῦ τοῖς δελεάσμασι τῶν ἡδονῶν ταύτην συγκαταφέροντος πονηρᾷ ἀπάτῃ τῆς ἀπωλείας πρὸς βάραθρα. Ὡς τῶν ἀγαθῶν τῶν ὑπὲρ νοῦν ἀναδειχθεῖσα τοῖς ἀνθρώποις πρόξενος, δέσποινα πανάχραντε, οὕτω κἀμοὶ τῆς σωτηρίας πρόξενος τῆς αἰωνιζούσης καὶ εὐφροσύνης γενήθητι.

Τὸν πάντα βουλήματι αὐτοῦ δημιουργήσαντα κράτει θεότητος, Λόγον τὸν ἀΐδιον, τοῦτον, ἁγνή, ἐν μήτρᾳ σου ἐχώρησας ἐπ’ εὐεργεσίᾳ τῶν γηγενῶν σωματούμενον.

ᾠδὴ γʹ. Ὁ μόνος εἰδώς Ἡ σκέπη καὶ λύτρωσις ἡμῶν, τὸ τεῖχος καὶ κραταίωμα τῶν εὐφημούντων σε, πολυύμνητε, ἀπὸ παντοίων ῥῦσαι με θλίψεων καὶ τῶν περιστάσεων τῶν τοῦ βίου πάντοτε περιέπουσα, ὅπως δοξάζω σε.

Δέσποινα τοῦ κόσμου ἀγαθή, τοῦ μόνου φιλοικτίρμονος τοῦ εὐσπλαγχνίας ἔχοντος πέλαγος, τοῦ σαρκωθέντος ἐκ τῶν πανάγνων σου αἱμάτων δεήθητι τοῦ κατοικτειρῆσαι με τὸν ἀμέτροις κακοῖς συνεχόμενον. Ἔχουσα συμπάθειαν πολλὴν καὶ σπλάγχνα φιλοικτίρμονα καὶ ὑπὲρ ἔννοιαν ἀγαθότητα ἐπ’ ἐμὲ ταῦτα δεῖξον, πανάχραντε, τὸν εἰς σὲ προστρέχοντα καὶ τῶν παραπτώσεων τῶν ἀπείρων τὴν ἄφεσιν δίδου μοι.

Ἡ μήτρα σου ὤφθη ἀληθῶς, Μαρία ἀειπάρθενε, τοῦ οὐρανοῦ πλατυτέρα, χωρήσασα τὸν βασιλέα καὶ ποιητὴν τοῦ παντός, τὸν πάσῃ ἀχώρητον τῇ κτίσει ὑπάρχοντα τῇ δυνάμει αὐτοῦ τῆς θεότητος.

ᾠδὴ δʹ. Ὄρος σε τῇ χάριτι Σῶσον με, παρθένε ἀπειρόγαμε, σῶσον με, μή με παρίδῃς, ἀγαθή, καταπονούμενον δεινοῖς ἡδοναῖς καὶ πάθεσι καὶ λογισμοῖς βεβήλοις καὶ πονηρίας μεστοῖς καὶ τῶν δαιμόνων ταῖς παρενοχλήσεσιν.

Ἱκέτης προσέρχομαι τῇ σκέπῃ σου, ἄχραντε, καὶ ἐκβοῶ ἀπὸ θερμῆς καὶ κατωδύνου μου ψυχῆς· Ἐλέησον, ῥῦσαι με ἐκ τοῦ πυρὸς τῆς αἰωνίου κολάσεως ταῖς πρὸς Θεὸν σαῖς ἀχράντοις δεήσεσι. Σαρκός μου τὴν ἔκλυσιν, ψυχῆς τε τὴν πάρεσιν τῇ ῥωστικῇ τῆς σῆς ῥοπῆς ἰσχύι, Δέσποινα σεμνή, ἀνάκτησον, πρόσφορον ταύταις σαφῶς τὴν θεραπείαν παρέχουσα πρὸς ἐργασίαν τοῦ θείου θελήματος.

Τὸ μέγα καὶ πάνσεπτον καὶ θεῖον μυστήριον τῆς ἀποκρύφου τοῦ Θεοῦ βουλῆς ἐν σοὶ παναληθῶς, ἁγνή, πεφανέρωται ὅτι αὐτὸς ὁ κατ’ οὐσίαν ἀχώρητος τῇ κτίσει πάσῃ ἐν σῇ ἐχωρήθη γαστρί.

ᾠδὴ εʹ. Ὁ φωτίσας τῇ ἐλλάμψει Ἡ λυχνία ἡ χρυσῆ ἡ τὸ θεῖον λαμπάδιον κατέχουσα τῶν παθῶν μου τὸν γνόφον σκεδάσασα τὸν τοῦ θείου ἔρωτος πυρσὸν ἐν τῇ ἐμῇ καρδίᾳ, θεογεννῆτορ, διάναψον. Πολυπλόκους μηχανὰς καὶ ἐνέδρας τοῦ δράκοντος τοῦ δολίου, Θεοτόκε παρθένε, διάλυσον, ἃς κατὰ τοῦ δούλου σου ἐπινοεῖται πανουργίᾳ τοῦ συλλαβεῖν με πειρώμενος.

Ἀπορήσας ἐξ ἁπάσης βοηθείας, ἄχραντε, ἀνθρωπίνης, πρὸς τὴν σὴν ὀξυτάτην ἀντίληψιν εὐλαβῶς προσέδραμον, σύ με τῆς σῆς καὶ προμηθείας καὶ εὐμενείας ἀξίωσον. Νομικοί σε καὶ σκιώδεις προέφαινον ἔσεσθαι τύποι πάλαι Θεοτόκον ἁγνὴν παναμώμητον, ἡμεῖς δὲ κατέχοντες ἔργων νῦν τούτων τὰς ἐκβάσεις ἀκαταπαύστως ὑμνοῦμεν σε.

ᾠδὴ ϛʹ. Ἐκύκλωσεν ἡμᾶς Ἀνάκτορον Θεοῦ παναγιώτατον, πρεσβείαις σου καθάρισον τὴν ψυχήν μου καὶ τὸ σῶμα καὶ τὸν νοῦν ἐκ βεβήλων ἔργων καὶ αἰσχρῶν ἐννοιῶν καὶ τοῦ ἐκ σοῦ ἀποτεχθέντος ναόν με ποίησον. Γαλήνῃ νοητῇ σύ με προσόρμισον, τὴν ζάλην καὶ τὸν τάραχον τῶν παθῶν μου κατευνάζουσα, σεμνή, καὶ τὴν τρικυμίαν ἐκδιώκουσα τῶν ἡδονῶν, ἡ τὴν γαλήνην τὴν θείαν τέξασα.

Ναμάτων μυστικῶν τῶν σῶν δεήσεων τὴν τῶν πταισμάτων καύσωνι ἐκτακεῖσαν μου καρδίαν, ἀγαθή, ἔμπλησον καὶ δεῖξον καρποφόρον αὐτὴν θεοφιλῶν καὶ θεαρέστων λόγων καὶ πράξεων. Ὡς οὖσα καθαρὰ καὶ πανακήρατος τὸν Λόγον τὸν ἀκήρατον ὑπεδέξω ἐν νηδύι σου, σεμνή, καὶ τοῦτον ἐκύησας εἰς λύτρωσιν τῶν γηγενῶν τῶν προπατόρων τῆς ἀποφάσεως.

ᾠδὴ ζʹ. Σὲ νοητήν, Θεοτόκε, Πίστει πολλῇ καὶ πόθῳ προσέρχομαι τῇ θείᾳ σκέπῃ σου, σεμνή, σὺ γενοῦ μοι καταφυγή, σύ μου ἱλαστήριον, σύ με ἀπολύτρωσαι ἐκ τῶν κινδύνων καὶ θλίψεων καὶ τῶν πειρασμῶν, Θεοτόκε, καὶ νόσων καὶ κακώσεων.

Ἀνατολὴ τοῦ ἡλίου, δέσποινα, τοῦ νοητοῦ, ὡς συμπαθής, σὺ τῇ αἴγλῃ τῇ παμφαεῖ τῆς θείας πρεσβείας σου φαῦσον μετανοίας μοι ἀνατολήν, ἐκδιώκουσα τὴν ζοφερὰν τῶν παθῶν μου ὀμίχλην καὶ πταισμάτων μου. Ῥῦσαι ἡμᾶς τοὺς ἀνευφημοῦντας σε τῆς τυραννίδος τοῦ ἐχθροῦ καὶ ζητοῦντος μανιωδῶς τὴν ἡμῶν ἀπώλειαν καὶ τούτου ματαίωσον τὴν πονηρίαν, πανάμωμε, καὶ μηχανὴν αὐτοῦ πᾶσαν δυνάμει σου ἀμβλύνουσα.

Θρόνον Θεοῦ καὶ παστάδα ἔμψυχον, θεογεννῆτορ, οἱ πιστοὶ ἐπιγνόντες σε ἀληθῶς πίστει ἐκβοῶμεν σοι· Σῷζε τοὺς οἰκέτας σου ἀπὸ πασῶν περιστάσεων, ὅπως ἀεὶ εὐλογῶμεν, ἁγνή, καὶ προσκυνῶμεν σε.

ᾠδὴ ηʹ. Ἐν καμίνῳ παῖδες Ἐπὶ πέτραν στῆσον ἀσφαλῆ τῆς τοῦ Θεοῦ ἀγάπης τὰς βάσεις τὰς τῆς ψυχῆς μου καὶ παθῶν ταῖς προσβολαῖς φύλαξον ἀκλόνητον, Θεοτόκε, ἵνα ἑδραίᾳ καρδίᾳ ἀναμέλπω καὶ δοξολογῶ σε πιστῶς εἰς τοὺς αἰῶνας.

Νεύρωσόν μου, δέσποινα ἁγνή, τὸν τόνον τῆς καρδίας, ἰσχύν μοι κατὰ παθῶν περιζωννύουσα τὴν σὴν καὶ τηροῦσα ἄτρωτον ἐκ τῆς τούτων ἐπικρατείας καὶ πικρᾶς τυραννίδος, ἵνα σε δοξάζω ἀεὶ ἐν εὐθυμίᾳ. Ὦ παρθένε δέσποινα ἁγνή, γραφικῶς ἡ ψυχή μου ὀπίσω σου ἐκολλήθη· διὸ ἔκτεινον τὴν σὴν δεξιὰν τὴν ἄχραντον καὶ ἐν πᾶσιν ἀντιλαβοῦ μου, σκέπουσα καὶ φρουροῦσα καὶ τῆς αἰωνίου χαρᾶς καταξιοῦσα.

Φωτοφόρον σκήνωμα Θεοῦ ἐδείχθης, Θεοτόκε, καὶ ἔμψυχον καὶ ἁγνότατον παλάτιον, σεμνή, καὶ θρόνος πυρίμορφος τῆς ἀστέκτου θείας οὐσίας· διό σε ἀνυμνοῦμεν καὶ δοξολογοῦμεν πιστοὶ εἰς τοὺς αἰῶνας.

ᾠδὴ θʹ. Τύπον τῆς ἁγνῆς λοχείας σου Ὤφθης αἴγλη καθαρότητος πᾶσαν τὴν κτίσιν ὑπεραίρουσα, πάναγνε, ἀλλὰ δέξαι με τὸν ὑπὲρ πάντας βροτοὺς ἐπὶ γῆς καταχράναντα τῆς ἡδονῆς μολυσμοῖς ψυχήν τε καὶ τὸ σῶμα· ταῖς σαῖς πρεσβείαις ἀποκάθαρον.

Τρίβοις θείαις ἐμβιβάζουσα τῆς μετανοίας τὴν ψυχήν μου, ἐπίστρεψον ἐξ ὁδοῦ, ἁγνή, τῆς ἀπαγούσης εἰς θάνατον καὶ πρὸς ὄλεθρον ὄντως αἰώνιον, Μαρία Θεοτόκε, ἁμαρτωλῶν τὸ ἱλαστήριον. Ἵνα τί με ἐγκατέλιπες, φῶς τῶν ἐμῶν ὀμμάτων καὶ ἀγαλλίαμα τῆς καρδίας μου, καὶ πειρασμοί με ἐκύκλωσαν; ἀλλ’ οἰκτείρησον, κόρη, καὶ σῶσον με ἐκ πάντων τῶν λυπούντων, ὅπως ὑμνῶ καὶ μεγαλύνω σε.

Ὅλον ἐμαυτὸν προσάγω σοι καὶ τὴν ἐλπίδα πᾶσαν τῆς σωτηρίας μου ἀνατίθημι ἐν σοί, παρθένε, περίσῳζε ἐκ παντοίων κινδύνων καὶ θλίψεων καί, δέομαι, τοῖς τούτων πειρατηρίοις ἐλευθέρωσον. Ὕμνον εὐλαβῶς προσφέρομεν τῷ σῷ ἀσπόρῳ τόκῳ διὰ σοῦ, δέσποινα πανυπέραγνε, καὶ σὲ ἀπαύστως δοξάζομεν δυσωποῦντες ῥυσθῆναι κολάσεως τοὺς πόθῳ σε τιμῶντας καὶ ὀρθοδόξῳ πίστει σέβοντας.