Ἔργον
Μέγας Φώτιος – Κανόνες εἰς τὴν Θεοτόκον
Κανόνας στην Υπεραγία Θεοτόκο (Ήχος γ', Τρίτη δέηση)
Τρίτος κανόνας σε ήχο γ', φέρων ακροστιχίδα, με δεήσεις προς τη Θεομήτορα για σωτηρία και καθοδήγηση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κανόνας στην Υπεραγία Θεοτόκο (Ήχος γ', Τρίτη δέηση)
Τρίτος κανόνας σε ήχο γ', φέρων ακροστιχίδα, με δεήσεις προς τη Θεομήτορα για σωτηρία και καθοδήγηση.
Κανὼν εἰς τὴν ὑπεραγίαν Θεοτόκον, οὗ ἡ ἀκροστιχίς· Τρίτη δέησις τῇ πανευκλεεῖ κόρῃ. Φωτίου. Ἦχος γʹ. ᾠδὴ αʹ. Ὁ τὰ ὕδατα πάλαι Τὸν ἐν σοὶ ἀπορρήτως, παρθενομῆτορ, σκηνώσαντα Θεὸν Λόγον δυσώπει τῶν παθῶν ῥύσασθαι τῆς ἀτιμίας με καὶ δοῦναι κατάνυξιν τῇ ταπεινῇ μου καρδίᾳ καὶ τῶν ὀφλημάτων μου τὸν ἱλασμὸν παρασχεῖν.
Ῥυπωθεῖσαν ἐξ ἔργων ἀτοπωτάτων, πανάχραντε, τὴν ἀθλίαν ψυχήν μου, ῥυπτικοῖς νάμασι τῆς εὐσπλαγχνίας σου ταύτην ἀποκάθαρον, ναὸν αὐτὴν τοῦ ἁγίου καὶ πανσέπτου Πνεύματος ἀποτελοῦσα φαιδρόν. Ἱλαστήριον θεῖον τὴν σὴν πρεσβείαν γινώσκοντες, Θεοτόκε παρθένε, ἐν αὐτῇ ἅπαντες πιστῶς προστρέχομεν καὶ λύσιν εὑρίσκομεν τῶν χαλεπῶν ἐγκλημάτων καὶ διασῳζόμεθα ἀπὸ παντοίων κακῶν.
Τὴν παρθένον Μαρίαν, ὦ ψυχή μου, τὴν ἔχουσαν οἰκτιρμοὺς ἀμετρήτους καὶ βροτοὺς σῴζουσαν ἀπὸ ποικίλων κακῶν εὑροῦσα προστάτιν σου, πρόσπεσον ταύτῃ βοῶσα· Δέσποινα πανάχραντε, σπεῦσον βοήθει μοι.
ᾠδὴ γʹ. Ὁ ἐκ μὴ ὄντων τὰ πάν<τα παραγαγών> Ἡ ἀνωτέρα τῶν οὐρανίων νοῶν, ἡ πάντων δεσπόζουσα τῶν ποιημάτων, ἄχραντε, σὺ γενοῦ προστάτις μου ἐν ὥρᾳ δίκης φρικτῆς, θεογεννῆτορ. Διὰ παντός σοι ἐκ βάθους μου τῆς ψυχῆς κραυγάζω, θεόνυμφε, καὶ ἐπικαλοῦμαι σε μὴ οὖν ἀπορρίψῃς με ἀπὸ προσώπου τοῦ σοῦ κατῃσχυμμένον.
Ἐλέησόν με, ἐλέησόν με, ἁγνή, βοῶ σοι σὺν δάκρυσιν ἀεὶ καὶ προσπίπτω σοι· τῶν παραπτωμάτων μου λαβεῖν τὴν ἄφεσιν δυσώπει πρὸ τοῦ τέλους. Ἡ θεία πύλη τοῦ βασιλέως Χριστοῦ, δι’ ἧς διῆλθε καὶ κόσμῳ πεφανέρωται, πύλας μοι διάνοιξον τῆς κατανύξεως, ἁγνή, καὶ μετανοίας.
ᾠδὴ δʹ. Ἔθου πρὸς ἡμᾶς Στήριξον ἡμᾶς κλονουμένους αὔραις τῶν θλίψεων καὶ τῶν ἀναγκῶν καὶ πειρασμῶν ἐπὶ τὴν πέτραν τῆς σωτηρίας, ἁγνή, πᾶσαν ἀποτρέπουσα καθ’ ἡμῶν βλάβην τοῦ δολίου δράκοντος. Ἵλεων ἡμῖν τὸν σωτῆρα πάντων καὶ κύριον, δέσποινα τοῦ κόσμου, ἀγαθή, καὶ εὐμενῆ τοῖς δούλοις σου ποίησον ταῖς σαῖς παρακλήσεσι καὶ ἱκεσίαις καὶ θερμαῖς δεήσεσι.
Σύμμαχος ἡμῖν καὶ προστάτις φάνηθι, δέσποινα, θραύουσα πολέμους πονηροὺς τῶν νοητῶν ἐχθρῶν καὶ φυλάττουσα ἀτρώτους καὶ σκέπουσα ἡμᾶς ἐκ πάσης βλάβης καὶ κακώσεως. Τάχυνον, ἁγνή, εἰς τὸ βοηθῆσαι καὶ ῥύσασθαι πάντας τοὺς προστρέχοντας εἰς σέ, ἀποφιμοῦσα γλώσσας δολίων ἀνδρῶν καὶ ἡμῖν παρέχουσα τῆς σωτηρίας τῆς σῆς τὴν ἀσφάλειαν.
Ἡ καταφυγὴ τῶν πιστῶν ἁπάντων καὶ καύχημα, τῶν ἁμαρτωλῶν ὁ ἱλασμός, ἡ κραταιὰ τοῦ κόσμου βοήθεια, ἐλέησον, οἴκτειρον τὴν ταπεινήν μου ψυχήν, κόρη πάνσεμνε.
ᾠδὴ εʹ. Πρὸς σὲ ὀρθρίζω Παῦσον τὸν πόνον τῆς ταλαιπώρου μου ψυχῆς καὶ τὰς ὀδύνας τοῦ σώματός μου πάσας, ἡ τῶν ψυχῶν ἰατρὸν τεκοῦσα, σωμάτων τε, πανάμωμε. Ἁμαρτημάτων νύξ με συνέχει, ἀγαθή, καὶ ἡδονῶν ἡ ὀμίχλη με καλύπτει· τῷ φωτισμῷ τῆς σῆς πρεσβείας, παρθένε, καταλάμπρυνον.
Νάμασι θείοις τῶν πρεσβειῶν σου, Μαριάμ, τὴν ἐκτακεῖσαν τῷ καύσωνι ψυχήν μου τῶν χαλεπῶν καὶ δεινῶν πταισμάτων ἐπόμβρησον καὶ σῶσον με. Ἐν σοὶ προστρέχω, μή με ἀπώσῃ, ἀγαθή, μηδὲ παρίδῃς μηδὲ ἐξουδενώσῃς, ἀλλ’ εὐμενῶς τῆς σῆς βοηθείας τὴν χάριν μοι κατάπεμψον.
ᾠδὴ ϛʹ. Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν Ὕπνος με κατέλαβεν ὁ δεινὸς τῆς ἀμελείας καὶ συνωθεῖ πρὸς θάνατον ἀπωλείας, δέσποινα, αὐτή με διανάστησον πρὸς μετάνοιαν καὶ σωτηρίαν δώρησαι. Κύματα τῶν ἐμπαθῶν λογισμῶν διηνεκῶς με συνταράττουσιν, ἄχραντε, πονηρῶν πνευμάτων τε καταιγίδες βυθίζουσιν, ἀλλὰ στήριξον ἀπαθείας ἐν πέτρᾳ με.
Λάμπρυνον τῷ φέγγει σου, ἀγαθή, τὰ σκοτισθέντα τῆς καρδίας μου ὄμματα λογισμῶν συγχύσεσι καὶ φωτὸς υἱὸν ποίησον καὶ ἐν τόπῳ με φωτεινῷ κατασκήνωσον. Ἔχουσα συμπάθειαν δαψιλῆ καὶ εὐσπλαγχνίαν, Θεοτόκε, ἀμέτρητον, ταύτην εἰς τὸν δοῦλον σου τὸν σὲ ἐπικαλούμενον νῦν ἐπίχεε πλουσίαν γοῦν καὶ σῶσον με.
ᾠδὴ ζʹ. Ὡς πάλαι τοὺς εὐσεβεῖς Ἐβλάστησας ἐν γαστρὶ τὸν στάχυν τὸν ἔνθεον παναληθῶς, δέσποινα ἁγνή, καὶ τοῦτον ἐκύησας πάντων εἰς βροτῶν σωτηρίαν, ἅπασαν ψυχὴν τῆς αὑτοῦ χάριτος ἐμπιπλῶντα καὶ σῴζοντα.
Ἰθύνουσά με πρὸς φῶς τὸ θεῖον καὶ ἄυλον, τοῦ ζοφεροῦ σκότους τῶν παθῶν λύτρωσαι, πανάχραντε, μόνη ἀγαθή· σὺ γὰρ εἶ σωτήριος χειραγωγὸς τῶν πίστει σε εὐφημούντων εὐφήμοις φωναῖς. Κατάπεμψόν μοι τὴν σὴν σκέπην καὶ βοήθειαν τῷ ἐν θλίψει καὶ ἐν πειρασμῷ καὶ ἐν ἀπογνώσει ὑπάρχοντι πολλῇ· σὺ γάρ μου ἡ λύτρωσις καὶ τῆς ψυχῆς ἀνάκτησις, Θεοτόκε πανύμνητε.
Ὁ πάντων δημιουργὸς ἐν σοὶ κατεσκήνωσεν τὴν τῶν βροτῶν φύσιν προσλαβὼν ἐκ σοῦ, Θεοτόκε πανάμωμε, ἁγνή, καὶ ταύτην ἀνέπλασε καὶ πρὸς ζωὴν ἀνήγαγε καὶ τὴν πρώτην εὐπρέπειαν.
ᾠδὴ ηʹ. Τὸν συμβολικῶς ἐν ἀγγέλου Ῥῦσαι με, πανύμνητε κόρη, πρεσβείαις ταῖς σαῖς ἐκ πάσης κακώσεως καὶ δυσχερείας βιωτικῆς καὶ τὴν σήν μοι παράσχου σκέπην τὴν σωτήριον. Ἡ φωταγωγὸς τῶν ἐν σκότει, παρθένε ἁγνή, τὰ ὄμματα φώτισον τὰ τῆς ψυχῆς μου, δέομαι, τῶν παθῶν μου τὸν ζόφον φωτί σου σκεδάζουσα.
Φύλαξον ἡμᾶς ἐπηρείας ἐχθρῶν ἀσινεῖς τοὺς πίστει τὸ ὄνομα τὸ σὸν προσκαλουμένους, σεμνή, γλωσσαλγίας τὰς τούτων φιμοῦσα καὶ στόματα. Ὡς τὸν ποιητὴν τῶν ἁπάντων τεκοῦσα σαρκί, ἰσχύεις καὶ δύνασαι ὅσα θέλεις, πανάχραντε· διὸ μελλούσης ἡμᾶς ῥῦσαι κατακρίσεως.
ᾠδὴ θʹ. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, ὃν ἐν γαστρὶ ὑπεδέξω, [τοῦτον] ἁγνή, ἱκέτευε ἀπὸ παντὸς λυτρώσασθαι ἡμᾶς βιωτικοῦ πειρασμοῦ, καὶ παθῶν καὶ κινδύνων καὶ συμφορῶν καὶ περιστάσεων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.