Ἔργον
Μέγας Φώτιος – Κανόνες εἰς τὴν Θεοτόκον
Τέταρτος Παρακλητικός Κανόνας στην Υπεραγία Θεοτόκο
Ο τέταρτος παρακλητικός κανόνας με ικετευτικά τροπάρια για απαλλαγή από το αιώνιο πυρ, την άφεση των πταισμάτων και την κάθαρση από τα σαρκικά πάθη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τέταρτος Παρακλητικός Κανόνας στην Υπεραγία Θεοτόκο
Ο τέταρτος παρακλητικός κανόνας με ικετευτικά τροπάρια για απαλλαγή από το αιώνιο πυρ, την άφεση των πταισμάτων και την κάθαρση από τα σαρκικά πάθη.
ᾠδὴ δʹ. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν Σὺ τῆς εὐσπλαγχνίας μου, μήτηρ Θεοῦ, διεῖσα τὰς πτέρυγας, δέξαι με ἠπορημένον καὶ ἀσθμαίνοντα πυκνῶς ἐκ τῆς πικρᾶς διώξεως τῶν ἐπιζητούντων θηρεῦσαι με. Ταύτην τὴν ἱκέσιον σοὶ προσφωνῶ ᾠδὴν ἐκ βαθέων καρδίας μου·
Ἐλέησόν με, Θεοτόκε ἀγαθή, καὶ οἴκτειρόν με, δέσποινα, καὶ ῥῦσαι πυρὸς αἰωνίζοντος. Ἡ τὸν θεῖον ἄσταχυν τὸν τὰς ψυχὰς τρέφοντα, παρθένε, κυήσασα, λιμώττοντός μου ἐργασίας ἀγαθῆς, πλήρωσον τὴν καρδίαν μου τῇ ἀγαθωσύνῃ τῆς δόξης σου.
Πάντες καταφεύγομεν ἐπὶ τὴν σὴν σκέπην τὴν σωτήριον, ἄχραντε, καὶ ἐκβοῶμεν· Ἴδε, δέσποινα ἁγνή, καὶ πρόσχες ταῖς δεήσεσι τῶν εἰλικρινῶς ἐκζητούντων σε.
ᾠδὴ εʹ. Ἐξέστη τὰ σύμπαντα Ἀνάστηθι, πρόφθασον εἰς τὴν ἐμὴν βοήθειαν καὶ καταπολέμησον, παρθένε, τοὺς ἀοράτους ἀφ’ ὕψους ἄνωθεν τοὺς τῇ ἀπονοίᾳ τῇ αὐτῶν δεινῶς πολεμοῦντας με καὶ ἐκθλίβοντας πάντοτε.
Νάματα πηγάζουσα ἀθάνατα τῆς χάριτος ἐκ πηγῆς ἀπλέτου συμπαθείας τὴν χερσωθεῖσαν ψυχήν μου πταίσμασιν ἄρδευσον, παρθένε ἀγαθή, ὅπως ἐκβλαστήσειεν τὰ φυτὰ τὰ τῆς χάριτος. Ἀλόχευτε, ἄνανδρε, ἄφθορε, παιδοτόκε, σεμνή, σὺ ἐπιφανεῖσα ἀοράτως ἐπίσκεψαί με τὸν εὐφημοῦντα σε καὶ παρακαλοῦντα ἐκτενῶς, καὶ τὴν εὐλογίαν μοι τῆς σῆς χάριτος δώρησαι.
Γινώσκω σου, δέσποινα, τὸ ἔλεος τὸ ἄμετρον, οἶδα τὴν πολλὴν φιλανθρωπίαν, ἐπίσταμαί σου τὴν ἐπιείκειαν· ὅθεν σοι κραυγάζω ἐκτενῶς· Σῶσον με τὸν ἄθλιον τὸν ἀσώτως βιώσαντα.
ᾠδὴ ϛʹ. Τὴν θείαν ταύτην καὶ πάντιμον Νυκτομαχοῦσαν τοῖς πταίσμασι καὶ βάθει ἀπωλείας σαλεύουσαν τὴν ταπεινήν μου ψυχὴν τῇ κυβερνήσει τῆς χάριτός σου πρὸς ὅρμον σωτηρίας, ἁγνή, κατεύθυνον. Ὦ θαυμασίων τὸ πέλαγος, ὦ βλύσις τοῦ ἐλέους ἀνείκαστε καὶ ἀνεξάντλητε, παρθενομῆτορ πανάμωμε, σῶσον με ἐν τῇ ὥρᾳ, ἁγνή, τῆς κρίσεως.
Προσπίπτω κράζων σὺν δάκρυσι· Ἐλέησον καὶ οἴκτειρον, δέσποινα, καὶ μὴ ἀπώσῃ με κατῃσχυμμένον τὸν ἄθλιον, ἀλλὰ ἐν εὐμενείᾳ ἐπίβλεψον, σῶσον με.
ᾠδὴ ζʹ. Οὐκ ἐλάτρευσαν Ἀφθαρσίας στολισμῷ με καταφαίδρυνον φαεινοτάτῳ, σεμνή, καὶ τῆς παστάδος Χριστοῦ δαιτυμόνα ἄξιον εὐχαῖς ἀνάδειξον, τὴν δυσείμονα τῶν πταισμάτων ἀμφίασιν ἐξ ἐμοῦ διαρρηγνῦσα. Ῥυπωθεῖσαν ἡδοναῖς σαρκὸς καὶ πάθεσι τὴν ταπεινήν μου ψυχὴν ὑσσώπῳ καθαρτικῷ τῆς φιλανθρωπίας σου κάθαρον, λάμπρυνον καὶ ἀνάδειξον, παρθένε παναμώμητε, λευκοτέραν τῆς χιόνος.
Θυμοφθόρου ἀπωλείας με ἐξάρπασον, ἀειμακάριστε, τὸν συνωθοῦντα δεινῶς καὶ καταναγκάζοντα ὁρμαῖς τοῦ ὄφεως πρὸς ἀθέμιτον ἐργασίαν καὶ ἄτοπον λογισμὸν καταναρκοῦσα. Ἐν ἀπαθείας ἀβύσσῳ, παντευλόγητε, τὸ τριμερὲς τῆς ψυχῆς καταποντίσασα, δεῖξον με ἀτάραχον, ἀπεριδόνητον καὶ ἀσάλευτον, ἐρριζωμένον πέτρᾳ με τοῦ Θεοῦ τῶν θελημάτων.
ᾠδὴ ηʹ. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ Νῦν καιρὸς ἐφέστηκεν ἐξόδου καὶ πάντοθεν ἐξηπόρημαι ὁ ἄθλιος· ὅλον γὰρ τὸν βίον μου ῥᾳθυμῶν διήνυσα καὶ οὐχ εὑρίσκω ἄνεσιν· τί διαπράξομαι, κριτά μου, ποιητά μου καὶ κτίστα; δωρεάν με σῶσον εὐχαῖς τῆς σὲ τεκούσης.
Ὢ τῆς ἀπορίας τῆς ἐσχάτης τῆς νῦν ἐπιπεσούσης τῷ ταλαιπώρῳ μοι· Δέσποινα, βοήθει μοι· δέσποινά μου, πρόφθασον, μνησθεῖσα μοῦ τῆς πίστεως καὶ πόθου τοῦ ἀκλινοῦς, καὶ λύτρωσαι τῶν λογοθετούντων καὶ τῶν πεπραγμένων τὴν δίκην εἰσπραττόντων.
Φωτὸς οἰκητήριον, παρθένε, ἐκ σκότους με αἰωνίου ἀπολύτρωσαι· ἔχεις γὰρ τὸ δύνασθαι, ἔχουσα πειθόμενον τὸν σὸν υἱὸν καὶ κύριον ταῖς σαῖς δεήσεσι· θέλησον τὴν ἐμὴν σωτηρίαν, καὶ ἀκολουθήσει τῷ νεύματι τὸ ἔργον.
Ὦ δέσποινα πάντων τῶν κτισμάτων, ὦ θείων ἀγγέλων ὑμνολόγημα, πάντας νῦν διάσωσον τοὺς εἰς σὲ προστρέχοντας ἐκ πειρασμῶν καὶ θλίψεων καὶ περιστάσεων, τηροῦσα ἀβλαβεῖς ἐπηρείας τῆς τῶν ὁρωμένων ἐχθρῶν καὶ ἀοράτων.
ᾠδὴ θʹ. Ἅπας γηγενής Τὴν τῶν μοχθηρῶν ἔργων ἐνθυμούμενος πληθὺν ὧν ἔπραξα, τρέμω δεδιττόμενος τῆς καταδίκης τὸ ἀσυμπάθητον, ἀφ’ ἧς, παρθένε ἄχραντε, σύ με ἐξάρπασον, τῶν πταισμάτων τὴν ὀφειλὴν λύσασα μετανοίᾳ θερμῇ πρὸ ἐξόδου ψυχῆς.
Ἴδε τὴν ἐμὴν ταπείνωσιν, ἄχραντε· ἴδε τὴν θλίψιν μου· ἴδε καὶ τὸν κόπον μου· ἴδε τὸν πόνον τῆς ταπεινῆς μου ψυχῆς καὶ μὴ ἐάσῃς, δέσποινα, τοῦ ἀπολέσθαι με, ἀλλὰ σῶσον καὶ ῥῦσαι καὶ λύτρωσαι τῆς μελλούσης φρικτῆς κατακρίσεως.
Ὅλην τὴν ζωὴν ἀμελῶς διήνυσα ἐν παραπτώμασι, καὶ πρὸς τέλος ἤγγισα νῦν τὸ τοῦ βίου, καὶ ἀσυγχώρητον τὴν ἔξοδον ἐπάγουσιν οἱ κατεπείγοντες· διό, κόρη, πρόφθασον τοῦ σῶσαι με, καταδίκης πικρᾶς ἀφαρπάζουσα.
Ὑπὲρ οἰκετῶν ἀχρείων προσάγαγε πρεσβείαν, ἄχραντε, ἐξαιτοῦσα λύτρωσιν τῶν ὀφλημάτων καὶ τὴν συγχώρησιν τῶν ἐγκλημάτων· οἶδας γὰρ τὸ ἀσθενὲς τῆς σαρκὸς καὶ πρὸς πᾶσαν κακίαν εὐόλισθον· ὅθεν δίδου συγγνώμην τοῖς δούλοις σου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.