Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Κανόνες εἰς τὴν Θεοτόκον

Μέγας Φώτιος

Παρακλητικός Κανόνας στην Υπεραγία Θεοτόκο (Ήχος βαρύς)

Παρακλητικός κανόνας σε ήχο βαρύ με επίκεντρο τις δεήσεις για λύτρωση από τα πάθη και αποτροπή της αιώνιας καταδίκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 9 από 14

Ἕτερος κανὼν παρακλητικὸς εἰς τὴν ὑπεραγίαν Θεοτόκον· ποίημα Φωτίου. Ἦχος βαρύς. ᾠδὴ αʹ. Νεύσει σου πρὸς <γεώδη> Δέσποινα Θεοτόκε, τοὺς ἐπὶ σοὶ πεποιθότας καὶ ἐν σοὶ προστρέχοντας κινδύνων τε καὶ θλίψεων ῥῦσαι καὶ παραπτωμάτων ἔχουσα ἰσχὺν πρὸς Χριστόν, ὃν ἐκύησας.

Δρόσῳ τῆς εὐσπλαγχνίας τῆς σῆς, παρθένε ἁγία, τὴν φλόγα κατάσβεσον τῶν ἐμῶν παραπτώσεων ὅπως μὴ πρὸς πεῖραν ἔλθω τῆς αἰωνιζούσης φλογὸς καὶ κολάσεως. Στῆσον τὰς καταιγίδας τῶν ἡδονῶν καὶ παθῶν μου τῇ αὔρᾳ τῆς θείας σου πρεσβείας, παναμώμητε, ὅπως γαλήνῃ καρδίας σοῦ δοξολογῶ τὴν ἀπόρρητον κύησιν.

Ὅλος ἐπιθυμία καὶ γλυκασμὸς σωτηρίας ὁ τόκος σου πέφηνε, θεογεννῆτορ ἄχραντε, πᾶσαν πικρίαν διώκων τὴν ἐκ τῶν παθῶν καὶ πταισμάτων τοῖς δούλοις σου.

ᾠδὴ γʹ. Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς Σὲ ἐξαιτοῦμαι, παρθένε, τοῦ παρασχεῖν σωτηρίαν τῇ ψυχῇ μου καὶ τὸν ἱλασμὸν παράσχου αὐτῇ καὶ χάριν ἄφθονον, ὡς δυνατὴ καὶ εὐμενὴς καὶ ὡς εἰδυῖα τὸν πόθον τὸν πρὸς σὲ καὶ ἔρωτα τὸν ἔνθεον.

Ἡ ἀψευδὴς σωτηρία καὶ προστασία τοῦ κόσμου, ἡ τεκοῦσα τὸν δημιουργόν, παρθένε ἁγνή, κινδύνων λύτρωσαι τοὺς ἀνυμνοῦντας σε πιστῶς καὶ πειρασμῶν τῶν τοῦ βίου καὶ τῆς αἰωνίου κατακρίσεως. Ὑψηλοτέρα οὐρανῶν καὶ χερουβὶμ ἀνωτέρα συλλαβοῦσα πέφηνας Θεόν· διὸ δυσωπῶ πταισμάτων ῥῦσαι με καὶ κατακρίσεως φρικτῆς τῇ σῇ εὐσπλάγχνῳ δεήσει καὶ τῇ ὑπὲρ λόγον δυναστείᾳ σου.

Ἡ ἀπαλλάξασα βροτοὺς ἐκ τῆς φθορᾶς τοῦ θανάτου τῇ γεννήσει, δέσποινα, τῇ σῇ φθορᾶς με παθῶν καὶ νόσων λύτρωσαι καὶ παραπτώσεων δεινῶν καὶ τὴν ζωὴν τὴν ἀγήρω δώρησαί μοι θείαις μεσιτείαις σου.

ᾠδὴ δʹ. Ὁ πατρικοὺς / κόλπους <μὴ λιπών> Μήτηρ Θεοῦ, ῥῦσαι με φθορᾶς καὶ τυραννίδος τοῦ δολίου δράκοντος τοῦ ἀεί μοι ἐπιτρέχοντος καὶ ὑποσκελίζοντος τὰ κατὰ Θεὸν διαβήματα. Ἡ νοητὴ πύλη τῆς ζωῆς, τῆς μετανοίας μοι τὰς πύλας ἄνοιξον, ὅτι ταῖς τῆς ἀπογνώσεως πύλαις νῦν προσήγγισα ἐκ πολλῶν σφαλμάτων ὁ ἄθλιος.

Τὸ συμπαθὲς σοῦ καὶ εὐμενὲς ἐπὶ τοὺς δούλους σου, σεμνή, ἐφάπλωσον τοὺς ἀεὶ παρακαλοῦντας σε, τῆς φρικτῆς κολάσεως λυτρουμένη ταῖς ἱκεσίαις σου. Εἰλικρινεῖ πίστει καὶ θερμῇ πρὸς σὲ προσφεύγω καὶ βοῶ· Πανάχραντε, σὺ γενοῦ μοι καταφύγιον τῶν πολλῶν πταισμάτων με λυτρουμένη καὶ διασῴζουσα.

ᾠδὴ εʹ. Νὺξ ἀφεγγὴς <τοῖς ἀπίστοις> Ἡ τὸν Θεὸν συλλαβοῦσα παρθενικῇ <ἐν> γαστρὶ καὶ τεκοῦσα, Θεοτόκε πάναγνε, τοὺς σὲ ὑμνοῦντας ἐκ πάσης ῥῦσαι τῆς αἰωνίου κατακρίσεως. Ὁλοσχερῶς καταφεύγω, [σεμνή], ἐπὶ τὴν σὴν προστασίαν τὴν ὄντως σωτήριον ταῖς ἁμαρτίαις κεκρατημένος, σύ με ἐλέησον καὶ σῶσον με.

Ἡ τὸν σωτῆρα τοῦ κόσμου ἄνευ σπορᾶς συλλαβοῦσα καὶ τεκοῦσα, δέσποινα, τοῦτον δυσώπει τῆς σωτηρίας τῆς αἰωνίου ἀξιῶσαι με. Σὲ ἱκετεύω, παρθένε [σεμνή], τῆς ζοφερᾶς ἁμαρτίας τὴν ψυχήν μου ῥύσασθαι καὶ καταυγάσαι τῆς μετανοίας τῷ θείῳ φέγγει τῷ ἐλέει σου.

ᾠδὴ ϛʹ. Ναυτιῶντα <σάλῳ> Τὸ τῆς εὐπρεπείας καὶ τῆς ὡραιότητος κάλλος ἀπώλεσα, δέσποινα, ὅπερ ἔσχον διὰ βαπτίσματος, πράττων τὰ ἄτοπα, σὺ δὲ τῇ θερμῇ σου μεσιτείᾳ τοῦτό μοι ἀπόδος τῷ πιστῶς τιμῶντι σε.

Τῆς ταλαιπωρίας καὶ τῆς συνεχούσης ἀνάγκης καὶ θλίψεως ῥῦσαι με, Θεοτόκε, τὴν θυμηδίαν τὴν σήν μοι παρέχουσα· ἄλλην γὰρ οὐκ ἔχω προστασίαν, διὸ ἐπὶ σοὶ τεθαρρηκὼς προσέδραμον. Ταραχαὶ τοῦ βίου καὶ τῶν νοσημάτων κακώσεις καὶ πάθη δυσκάθεκτα τὴν ψυχήν μου δεινῶς ἐκθλίβουσι καὶ ἀπολλύουσι, δέσποινα τοῦ κόσμου, Θεοτόκε, σύ με ἀπολύτρωσαι τῇ εὐσπλαγχνίᾳ σου.

Ἀδιστάκτῳ πίστει, δέσποινα, πρὸς σὲ καταφεύγω καὶ δέομαι δάκρυσι· Τῆς ψυχῆς μου τὰ χαλεπὰ σὺ θεράπευσον τραύματα καὶ τὰς τῶν παθῶν ἐπαναστάσεις πράυνον καὶ ῥῦσαι τῆς μελλούσης κρίσεως.

ᾠδὴ ζʹ. Κάμινον παῖδες Ἁμαρτημάτων συνέχει με πλῆθος καὶ πρὸς φθορὰν καταφέρει με τῆς ἀπορίας καὶ τῆς ἀπογνώσεως, Θεοτόκε, πρόφθασον καὶ παράσχου βοήθειαν σωτήριον. Τὴν καταδίκην προβλέπων τῶν ἔργων τῶν πονηρῶν μου ὁ ἄσωτος ἀναβοῶ σοι ἐκ βάθους καρδίας μου·

Παναγία δέσποινα, σὺ γενοῦ μοι ἀντίληψις καὶ σῶσον με. Ῥῦσαι με πάσης ἐχθροῦ κακουργίας καὶ ἐπηρείας καὶ θλίψεως καὶ ἐν γαλήνῃ καὶ εἰρήνῃ φύλαξον τὴν ψυχήν μου, πάναγνε, ὅπως χαίρων ὑμνῶ τὴν δυναστείαν σου.

Ἁμαρτημάτων πολλαὶ τρικυμίαι καὶ τῶν παθῶν κατακλύζουσι καὶ πρὸς βυθὸν ἀπωλείας κατάγουσι· δός μοι χεῖρα, δέσποινα, καὶ διάσωσόν με τῇ δυναστείᾳ σου.

ᾠδὴ ηʹ. Ἄφλεκτος πυρί Γίνου βοηθός, Θεοτόκε παναγία, τῷ ἐπὶ σοὶ προστρέχοντι καὶ ἐκβοῶντι μετὰ πίστεως· Ἐλέησον, ἀγαθή, καὶ πρὸ τοῦ τέλους ἱλασμὸν πταισμάτων δίδου μοι καὶ ἐν τῇ ὥρᾳ τοῦ τέλους παράσχου σωτηρίαν καὶ μετὰ τὸ τέλος ἀνάπαυσίν μοι βλύσον.

Φρίκη με δεινὴ νῦν συνέχει ἐννοοῦντα τὸ φοβερὸν κριτήριον καὶ τὸν κριτὴν τὸν ἀδυσώπητον τοῖς πράξασι πονηρά, οἷα περ ἔπραξα ἐγὼ ὁ ἀθλιώτατος, καὶ τὰς κολάσεις ἐκείνας τὰς τέλος μὴ ἐχούσας, δέσποινα τοῦ κόσμου, γενοῦ μοι σωτηρία.

Ἄκουσον, ἁγνή, τῆς φωνῆς τοῦ στεναγμοῦ μου καὶ πρόσχες τῇ δεήσει μου τοῦ ἐκ θερμῆς σοι προσιόντος ψυχῆς καὶ λύτρωσαί με παθῶν καὶ ὀφλημάτων πονηρῶν καὶ παραπτώσεων· σὲ γὰρ καὶ μόνην ἐλπίδα σωτηρίας κέκτημαι, παρθένε, καὶ σὲ ἐπικαλοῦμαι.

Ὦ χριστιανῶν καταφύγιον καὶ σκέπη, ὦ τῶν πτωχῶν ἀντίληψις, ὦ θλιβομένων παραμύθιον, ἐλέησον, ἀγαθή, τὸν καταφεύγοντα πιστῶς πρὸς σὲ καὶ κράζοντα· Ῥῦσαι ἐν ὥρᾳ τοῦ τέλους τὴν ψυχήν μου ἐκ τῆς τῶν δαιμόνων δεινῆς ἐπιστασίας.

ᾠδὴ θʹ. Μήτηρ Θεοῦ καὶ παρθένος <τίκτουσα> Τὸν ποιητὴν καὶ Θεὸν καὶ κύριον, τὸν ἐκ τῶν σῶν σαρκωθέντα παναχράντων αἱμάτων, ὑπὲρ ἡμῶν, ἁγνή, δυσώπησον τοῦ ἐλεῆσαι λαὸν ἀπεγνωσμένον καὶ τὴν εὐσπλαγχνίαν τὴν αὐτοῦ ὑπανοῖξαι ἡμῖν.

Ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου ῥῦσαι με <καὶ> σκότους τοῦ ἐξωτέρου καὶ κλαυθμοῦ αἰωνίου, τὸν καταδίκης ὄντα ἄξιον, ὦ παναγία παρθένε Θεοτόκε, διὰ μεσιτείας σου θερμῆς πρὸς τὸν κύριον. Ὁ ποιητὴς καὶ Θεὸς καὶ κύριος ἐκ σοῦ σεσάρκωται, κόρη, εἰς ἡμῶν σωτηρίαν, ὃν δυσωποῦσα ἐξιλέωσαι ὑπὲρ λαοῦ ἀνυμνοῦντος ἀπαύστως τὰ σὰ μεγαλεῖα, Θεοτόκε πανύμνητε.

Σὺ φυσικοὺς νόμους ἐν τῷ τίκτειν σε τὸν κτίστην μόνη διέδρας· ὅσον γὰρ ὑπερέχει τὸ γεννηθὲν ἐκ σοῦ τῆς κτίσεως πάντων ὑπάρχον Θεὸς καὶ δεσπότης, οὕτω καὶ ὁ τρόπος τῆς λοχείας σου ἀσύγκριτος.