Ἔργον
Μέγας Φώτιος – Ὁμιλίαι
Ομιλία Ε': Εις τον Ευαγγελισμό της Θεοτόκου (Πρώτη)
Θεολογική προσέγγιση του μυστηρίου της Ενσαρκώσεως, ανάλυση του αγγελικού χαιρετισμού, αναφορά στις προτυπώσεις της Παλαιάς Διαθήκης και στη συγκατάθεση της Παρθένου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Ε': Εις τον Ευαγγελισμό της Θεοτόκου (Πρώτη)
Θεολογική προσέγγιση του μυστηρίου της Ενσαρκώσεως, ανάλυση του αγγελικού χαιρετισμού, αναφορά στις προτυπώσεις της Παλαιάς Διαθήκης και στη συγκατάθεση της Παρθένου.
Τοῦ αὐτοῦ Φωτίου ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως ὁμιλία λεχθεῖσα εἰς τὸν Εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου. Φαιδρὰ τῆς παρούσης ἡμέρας καθέστηκεν ἡ πανήγυρις καὶ λαμπρὰν τὴν χαρὰν τοῖς πέρασιν ἀποφέρεται· χαρὰν χορηγεῖ, λύπην παλαιὰν διαλύουσαν· χαρὰν χορηγεῖ, κοσμικὴν ἀρὰν ἐξορίζουσαν καὶ τοῦ πεπτωκότος πάλαι τὴν ἔγερσιν ἐγκαινίζουσαν καὶ πᾶσιν ἡμῖν τὴν σωτηρίαν ὑπογράφουσαν. Ἄγγελος παρθένῳ προσομιλεῖ καὶ τοῦ ὄφεως καταργεῖται ὁ ψιθυρισμὸς καὶ τῆς ἐπιβουλῆς ἀποπέμπεται ἡ προσβολή. Ἄγγελος παρθένῳ προσομιλεῖ καὶ ἡ τῆς Εὔας ἀπάτη ἐξασθενεῖ καὶ ἡ κατάκριτος φύσις ἀνωτέρα τῆς δίκης, ὡς καὶ πρὸ δίκης ὁρωμένη, παραδείσου κτῆσιν ὡς κλῆρον καταπλουτεῖ. Αὐτὸς τῇ παρθένῳ συλλαλεῖ καὶ ὁ Ἀδὰμ τὴν ἐλευθερίαν ἀρραβωνίζεται καὶ ὁ ἀρχέκακος ὄφις τὴν κατὰ τοῦ γένους ἡμῶν τυραννίδα ἀναρπάζεται καὶ τοῦ κράτους διακρούεται καὶ μανθάνει νῦν ὡς μάτην κατὰ τῆς πλάσεως ἐξωπλίσατο· ἀσθενεῖ γὰρ τὰ καθ’ ἡμῶν μηχανήματα, ἀσωμάτου φύσεως ἀγγελοφορούσης τὸ κατὰ τῆς ἁμαρτίας ἀνίκητον τρόπαιον·
Χριστοῦ γὰρ σταυρὸς καὶ πάθος ἑκούσιον θανάτου καὶ ἁμαρτίας εἰς νῖκος κατάποσις, πρὸς δὲ καὶ πάθος διὰ σαρκώσεως· εὐαγγέλια δὲ νῦν ὁ ἄγγελος φέρει τῆς σαρκώσεως, οἷς ἐπαγαλλόμεθα σήμερον καὶ ὧν τὴν πανήγυριν ἑορτάζομεν. Ἄγγελος πρὸς τὴν παρθένον ἀποστέλλεται καὶ τῶν ἀνθρώπων ἡ φύσις ἀνακαινίζεται· τὴν ἀγγελίαν γὰρ ὡς σωτηρίας ἐκπιοῦσα φάρμακον τὸν ἰὸν ὅλον ἐκπτύει τοῦ δράκοντος καὶ τὰς φολίδας ἀποκαθαίρεται τοῦ νοσήματος. Ἄγγελος πρὸς τὴν παρθένον ἀποστέλλεται καὶ τὸ τῆς ἁμαρτίας χειρόγραφον ἀποσχίζεται καὶ τὸ τῆς παρακοῆς ἐπιτίμιον διαλύεται καὶ ἡ πάντων ἀνάκλησις προμνηστεύεται. Σήμερον χαρᾶς ἐφέστηκεν εὐαγγέλια, ὅτι μετὰ παρθένου κόρης λόγους κινεῖ ὁ ἀρχάγγελος, ὅτι μετὰ τῆς μνηστευθείσης μὲν Μαρίας τῷ Ἰωσήφ, προορισθείσης δὲ καὶ συντηρουμένης τῷ Ἰησοῦ, ὁ τῶν ἀοράτων δυνάμεων ἀρχιστράτηγος διαλέγεται. Ἀλλὰ τίνα φθεγγόμενος καὶ τί κομιζόμενος; Τίνα; Ὢ φρικτοῦ μυστηρίου λόγος ἄφραστος καὶ παραδόξου λόγου τρόπος ἄληπτος, τίνα φθεγγόμενος καὶ τί κομιζόμενος λέγειν προάγομαι καὶ τῇ ἀγωνίᾳ συστέλλομαι; Συστέλλομαι, δεσποτικῆς φιλανθρωπίας πέλαγος μετρεῖν ἀπαρχόμενος. Συστέλλομαι, θεϊκῆς οἰκονομίας βυθὸν ἀνιχνεύειν ἀπαιτούμενος.
Καὶ νοῦς μὲν ἰλιγγιᾷ προσβάλλειν, λόγος δὲ ὑποχωρεῖ, γλῶσσα δὲ λαλεῖν ἀναδύεται. Καὶ προθυμίᾳ μὲν ὁ λόγος πάλιν ὥσπερ φιλονικῶν ἐθέλει παρρησιάζεσθαι, ἡ ἀπορία δὲ τὴν σιωπὴν ἀνθοπλίζουσα κατ’ αὐτοῦ ποιεῖ φέρειν τὰ νικητήρια.
Ἀλλά μοι, τῶν εὐαγγελιστῶν ὦ σοφώτατε, δεῦρο τοῦ λόγου συναπαρχόμενος τῇ συνεργίᾳ τὴν ἀγωνίαν ἀπόρριψον καὶ τὸ δειλὸν τῆς γνώμης ἀνακτησάμενος τὸ θαρρεῖν τῇ συνηγορίᾳ κατεγγύησον, τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη, λέγων, ὁ ἀρχάγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ· καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ· καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε, Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ὁρᾷς τίνα ἦν, ἅπερ ἐκόμιζε καὶ ἃ προσεφθέγγετο; Ὁρᾷς τῆς ὁμιλίας τὸ αἴτιον;
Χαῖρε, φησί, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· ὢ παράδοξον μυστήριον, πάντα νοῦν καὶ πᾶσαν διαδιδρᾶσκον κατάληψιν· μυστήριον πιστευόμενον, οὐ πολυπραγμονούμενον· θαυμαζόμενον, οὐκ ἐρευνώμενον· μυστήριον προσκυνούμενον, ἀλλ’ οὐκ ἐξεταζόμενον· ὑμνολογούμενον, οὐκ ἐξιχνιαζόμενον· τιμώμενον, οὐ ζυγοστατούμενον· ποθούμενον, οὐ καταλαμβανόμενον. Ἄγγελος πρὸς τὴν παρθένον ἀποστέλλεται, δεσποτικὴν παρουσίαν ἀρραβωνιζόμενος, Θεοῦ πρὸς ἀνθρώπους ἐπιδημίαν ἐπαγγελλόμενος, τῆς πλάσεως ἡμῶν τὴν ἀνάπλασιν εὐαγγελιζόμενος.
Ἄγγελος πρὸς τὴν παρθένον ἀποστέλλεται, τοῦ δεσπότου μηνύων τὴν κάθοδον, καὶ ὁ δεσπότης τῇ ἀγγελίᾳ παραγίνεται. Ἐκεῖνος φέρει τὰ εὐαγγέλια καὶ ὁ δεσπότης συντρέχει τοῖς ῥήμασιν. Ἐκεῖνος τό, Χαῖρε, κεχαριτωμένη, τῇ παρθένῳ βοᾷ καὶ ὁ δεσπότης ἔργῳ τὴν χαρὰν ἐκπληροῖ. Αὐτὸς τό, Χαῖρε, κεχαριτωμένη, τῇ παρθένῳ προσφωνεῖ καὶ ὁ κόσμος ὅλος δι’ αὐτῆς τῆς χαρᾶς τρυγᾷ τοὺς καρπούς.
Αὐτὸς τὸν χαιρετισμὸν τῇ ἀσπίλῳ κόρῃ ἐπευφημεῖ καὶ ἡ παρθένος θορυβεῖται μὲν τῷ παραδόξῳ τοῦ ἀσπασμοῦ, ἡ σύμπασα δὲ κτίσις σκιρτᾷ τὸν σωτήριον εὐαγγελισμόν. Θορυβεῖται ἡ τιμία παρθένος, οὐ διωθεῖται· θορυβεῖται τοῖς λόγοις, οὐκ ἀποστρέφεται τὴν εὐεργεσίαν. Ἰδοῦσα γάρ, φησί, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Διεταράχθη, οὐκ ἀπεστράφη· διεταράχθη, ἀλλὰ διελογίζετο· διελογίζετο, τὸν τρόπον μὲν ἐπιζητοῦσα τοῦ ἀσπασμοῦ, τὸν δὲ λόγον ὁρῶσα διαφεύγοντα τοὺς λογισμούς· ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Ὁρῶ γάρ, φησίν, ὡς συνηθείας ὅροις οὐ περιέχεται, φύσεως θεσμοὺς ὑπερήλασεν, ἀνθρωπίνοις ἔργοις οὐ περιγράφεται· ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Ὁρῶ τὸν μηνυτὴν εὐλαβῶς παριστάμενον καὶ περιχαρῶς τὴν ἀγγελίαν ἀναπείθομαι δέξασθαι· ἀλλὰ νυμφικούς μοι λόγους προβάλλεται καὶ τὴν χαρὰν εἰς φόβον μεθίστησι καὶ θορυβεῖ τὴν ψυχὴν τῷ μηνύματι. Ὁρῶ τὸ πρόσωπον αἰδοῖ συστελλόμενον, ἀλλὰ νυμφίου μοι παρουσίαν ἐπαγγέλλεται. Ὁρῶ συνετῶς διαλεγόμενον, ἀλλὰ συλλήψεως ῥήματα φθέγγεται· καὶ τῆς παρθενίας ὁ πόθος τὸν λόγον ὡς δόλον ὑποπτεύειν ἐκβιάζεται· ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
Διὰ τοῦτο, φησίν, ἐκταράσσομαι, ὡς ἰσορρόπῳ γνώμῃ τὸ πρᾶγμα ζυγοστατούμενον βλέπουσα· ἡ τάξις μὲν γὰρ τοῦ μηνυτοῦ καὶ κατάστασις σὺν τῷ κοσμίῳ τοῦ σχήματος θεόθεν ἥκειν διδάσκει τὸ μήνυμα· τὰ ῥήματα δὲ μνηστῆρος ἔμφασιν ὑποσημαίνοντα ἀνανεύειν πείθει τὴν συγκατάθεσιν. Καὶ γάρ, φησὶν ὁ εὐαγγελιστής, ἰδοῦσα διεταράχθη. Τί ἰδοῦσα καὶ τίνος ἕνεκεν διεταράχθη; Ἰδοῦσα τὸν ἄγγελον ἁγνοῖς τοῖς ὀφθαλμοῖς ἀτενίζοντα, ἀλλὰ μνηστῆρος μηνύματα φέροντα· καθαρῷ βλέμματι προσανέχοντα, ἀλλὰ γάμου λέγοντα συναλλάγματα. Τούτων τῶν νυμφικῶν ῥημάτων γινομένη κατήκοος καὶ παθῶν ἀμέτοχα τῆς ὁμιλίας τὰ σχήματα βλέπουσα ταῖς τῶν λογισμῶν ἀντιπνοίαις ἡ ἁγία παρθένος ἐταράσσετο καὶ φόβῳ κατεχομένη σώφρονι τὸ ξένον τοῦ ἀσπασμοῦ κατεπλήττετο.
Ἀλλὰ τί φησι πρὸς αὐτὴν ὁ ἄγγελος; ἆρα κατέλιπεν αὐτὴν ταῖς ἀντιπιπτούσαις διανοίαις ἐκταράσσεσθαι; ἆρα παρεῖδεν αὐτὴν τοῖς κύμασι τῶν ἀποριῶν κλυδωνίζεσθαι; καὶ πῶς ἂν τοῦ προστάγματος οὐ φαῦλος ὑπηρέτης ἠλέγχετο; πῶς δὲ δίκην, ὅτι τὴν παρθένον θορυβεῖσθαι κατέλιπεν, οὐκ ἂν δικαίως εἰσεπράττετο; Τί δέ φησι; Μὴ φοβοῦ, Μαριάμ, οὐκ ἀπάτην ἦλθον λαλῆσαί σοι, ἀλλὰ τῆς ἀπάτης ἀναίρεσιν εἰσηγήσασθαι· οὐ πλανῆσαι παραγέγονα, τῆς δὲ πλάνης λύτρωσιν ἐγγυήσασθαι· οὐ συλῆσαί σου τὴν ἄσυλον παρθενίαν ἐπεδήμησα, ἀλλὰ τοῦ πλάστου τῆς παρθενίας καὶ φύλακος τὴν ἐνοίκησιν εὐαγγελίσασθαι. Μὴ φοβοῦ, Μαριάμ· οὐκ ὄφεώς εἰμι πονηρίας διάκονος, ἀλλὰ τοῦ καταργοῦντος τὸν ὄφιν ἀπόστολος· ἐκεῖνος ῥήματι τὸν ἰὸν τῇ ἀνθρωπίνῃ φύσει παρέθετο, καὶ τῷ θανάτῳ κεράσας τὸ φάρμακον ἐπὶ πάντας τὴν λύμην ἐξέχεεν· ἐγὼ τοῖς δεσποτικοῖς προστάγμασι τὴν ἀτελεύτητον ζωὴν ἐγκεντρίζων ἥκω τοῖς πέρασι, δι’ ἧς τοῦ γένους ἀφῄρηται τὸ ἀρρώστημα καὶ ἡ ἐν παραδείσῳ μακαριότης παρρησιάζεται· ἐκεῖνος ἀπάτῃ θεώσεως τὸν Ἀδὰμ εἰς παρακοὴν ἐξεκύλισε καὶ τῆς ἀταλαιπώρου πολιτείας τὸν ἐπίμοχθον βίον αὐτῷ ἀντηλλάξατο· ἐγώ σοι τὸν δημιουργὸν τῶν ἁπάντων εὐαγγελίζομαι ἐν τοῖς σοῖς παρθενικοῖς καὶ ἀχράντοις κόλποις ἀληθείᾳ θεοποιοῦντα τὸν ἄνθρωπον καὶ τὴν ἀπάτην λύοντα τῆς θεώσεως.
Νυμφοστόλος, ἀλλ’ οὐκ ἐπίβουλος παραγέγονα· χαρᾶς πρόξενος, ἀλλ’ οὐ λύπης παραίτιος· προάγγελος σωτηρίας, ἀλλ’ οὐκ ἀπωλείας σύμβουλος. Μὴ φοβοῦ, Μαριάμ· ἐγὼ τοῖς προστάγμασι τοῖς δεσποτικοῖς τοὺς σοὺς λογισμοὺς θεραπεύσω, ἐγὼ τοὺς δεσμοὺς τῆς ἀπορίας διαλύσω. Εὗρες χάριν παρὰ Θεῷ· χάριτός ἐστι θείας ὁ ἀσπασμός, ἀλλ’ οὐ φύσεως ὑπουργός· χάριτός ἐστι θεϊκῆς, ἀλλ’ οὐκ ἀνθρωπίνης ἐπιβουλῆς· χάριτός ἐστι θεϊκῆς, ἀλλ’ οὐ κοινωνίας σωματικῆς· χάριτός ἐστι, τὸν ἀνθρώπινον ὑπερπηδώσης λογισμόν. Ἀλλ’ ὅταν χάριν ἀκούῃς, ἄνθρωπε, μὴ μάτην τὸ χάρισμα τῇ παρθένῳ χορηγηθῆναι νομίσῃς, μηδὲ φιλοτιμίαν διάκενον τὸ δῶρον ὑπολάβῃς. Εὗρε γὰρ χάριν ἡ παρθένος παρὰ Θεῷ, ὅτι ἀξίαν ἑαυτὴν τῷ δημιουργῷ κατεσκεύασεν, ὅτι τῷ κάλλει τῆς ἁγνείας τὴν ἑαυτῆς ψυχὴν ὡραΐσασα κατοικητήριον ἀξιέραστον ἑαυτὴν τῷ λόγῳ, τῷ τοὺς οὐρανοὺς στερεώσαντι, ἡτοιμάσατο.
Εὗρε χάριν παρὰ Θεῷ, ὅτι οὐ μόνον τὴν παρθενίαν ἄχραντον διετήρησεν, ἀλλά γε καὶ τὴν προαίρεσιν ἀμόλυντον συνετήρησεν· ὅτι ἐκ βρέφους καθηγιάσθη Θεῷ ναὸς ἔμψυχος καὶ ἀλάξευτος, τῷ βασιλεῖ τῆς δόξης οἰκοδομούμενος, διὰ τὸ τοῦ σώματος ἀκηλίδωτον, διὰ τὸ τῆς παρθενίας ὑπέρλαμπρον, διὰ τὸ τῆς ἁγνείας ἀμόλυντον, διὰ τὸ τῆς προαιρέσεως καθαρώτατον, διὰ τὸ τῆς ψυχῆς πρὸς τὴν ἁμαρτίαν ἀρρεπὲς καὶ <τὸ> τοῦ κρείττονος ἀμετάπτωτον. Διὰ τοῦτο συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, ὃν τὰ Χερουβὶμ τρόμῳ δοξάζει· συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, ὃν αἱ τάξεις τῶν ἀγγέλων φρίττουσιν ὁρᾶν, ὃν ἡ κτίσις πᾶσα χωρεῖν ἀπορεῖ· συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, τῆς ἀφθόρου γαστρὸς τὸν δημιουργόν, οὐ τὴν παρθενίαν διαφθείροντα, ἀλλὰ τὰς κλεῖς τῆς παρθενίας σφραγίζοντα· οὐ τῇ κυοφορίᾳ τὴν ἁγνείαν ἀφανίζοντα, ἀλλὰ τῇ μοιχείᾳ τὸ ἀδιάφθορον ἐμφανίζοντα· συλλήψῃ ἐν γαστρὶ τὸν παρόντα μὲν πανταχοῦ, χωρούμενον δὲ οὐδαμοῦ, ὅν περ ἡ σὴ μόνη γαστὴρ ἀστενοχωρήτως ὑποδεχομένη χωρῆσαι πιστεύεται· συλλήψῃ ἐν γαστρὶ τοῦ σοῦ προπάτορος τὸν πλαστουργόν.
Περὶ σοῦ γὰρ καὶ ὁ προφήτης ἀνακέκραγε λέγων, ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ Θεός· οὗτος Θεὸς ἰσχυρός ἐστιν, ἄρχων εἰρήνης καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος. Τὰ προκηρυχθέντα περὶ σοῦ κἀγώ σοι σήμερον εὐαγγελίζομαι καὶ οὐκ ἐμὰς ἥκω φωνὰς χαριζόμενος, ἀλλὰ τοῦ πέμψαντός με τὰς διαταγὰς κομιζόμενος· ἐκεῖνος τῷ προφήτῃ Ἠσαΐᾳ προφητεύειν ἐνέπνευσε περὶ σοῦ· αὐτὸς πάλιν κἀμοὶ σήμερον τῆς τότε προφητείας τὴν ὅσον οὔπω ἥξουσαν ἔκβασιν εὐαγγελίσασθαι κατεπίστευσε. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ Θεός, ἐπειδὴ γὰρ τῆς σωτηρίας δι’ αὐτοῦ ἀπολαύσουσι καὶ καλέσουσι Ἰησοῦν τὸν σεσωκότα αὐτοὺς ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· ἀπὸ τῆς εὐεργεσίας ἡ ὀνομασία, ἀπὸ τῆς χρήσεως ἡ κλῆσις, ἀπὸ τῶν ἔργων ἡ εὐφημία. Καλέσουσιν Ἰησοῦν, δι’ οὗ πλοῦτος αὐτοῖς ὁ τῆς σωτηρίας ἀνεξάντλητος ἐπιρρεῖ· δι’ οὗ κέντρα μὲν θραύεται θανάτου, ἀνθεῖ δὲ τῆς ἀθανασίας ἡ χάρις· καὶ πίπτει μὲν κράτος ἁμαρτίας, τροπαιοφορεῖ δὲ τοῦ πεπτωκότος ἡ φύσις. Οὗτος μέγας ἔσται καὶ υἱὸς ὑψίστου κληθήσεται. Μέγας ἔσται, ὥσπερ ἦν, εἰ καὶ τὴν βραχύτητα τῆς σαρκὸς ὑποδύεται, εἰ καὶ τὸ ταπεινὸν τοῦ σώματος ἀμφιέννυται.
Μέγας ἔσται· οὐδὲ γάρ, οὐδ’ ἡ τῆς ἀνθρωπότητος πρόσληψις τὸ μέγεθος κατασμικρύνει τῆς θεότητος, ἀλλὰ συνυψοῦται μᾶλλον αὐτῇ τὸ ταπεινὸν τῆς ἀνθρωπότητος.
Μέγας ἔσται καὶ μετὰ σάρκωσιν, εἰ βούλει δὲ καὶ μετὰ κόπους καὶ μετὰ τοὺς ἐν εἴδει θρόμβων ἀπορρέοντας ἱδρῶτας καὶ ὅσα φύσις σαρκὸς πάσχειν εἴωθεν ἀναδεχόμενος. Διὸ κἂν πεινῶντα ἴδῃς, κἂν ἱδροῦντα, κἂν κοπιῶντα, κἂν ὑβριζόμενον καὶ μαστιζόμενον, κἂν τὸ τελευταῖον σταυρούμενον καὶ νεκρούμενον καὶ θαπτόμενον, μηδὲν μικρὸν καὶ ἀνάξιον Θεοῦ περὶ τὸν θεῖον ὑπολάβῃς λόγον· μέγας γὰρ καὶ οὗτος ἔσται, ὥσπερ ἦν, εἰ καὶ νόμῳ τῆς ἡμετέρας φύσεως ἐν τῇ οἰκείᾳ σαρκὶ τὰ τῆς σαρκὸς ἑκὼν ἀνεδέξατο. Μέγας ἔσται καὶ υἱὸς ὑψίστου κληθήσεται· οὐκέτι γὰρ σὺ καλέσεις, ἀλλ’ ἐκεῖνος κληθήσεται· οὐκέτι τὴν κλῆσιν ὀνοματοθετήσεις, ἀλλ’ ἐκεῖνος κληθήσεται. Καὶ παρὰ τίνος κληθήσεται; ἦ δῆλον ὅτι παρὰ τοῦ ὁμοουσίου καὶ τὴν τοῦ υἱοῦ φύσιν ἀκριβῶς εἰδότος πατρός· οὐδεὶς γὰρ οἶδε τὸν υἱόν, εἰμὴ ὁ πατήρ· καὶ οὐδεὶς οἶδε τὸν πατέρα, εἰμὴ ὁ υἱός· ἐξ οὗ γὰρ ἡ τοῦ υἱοῦ ἄρρητός τε καὶ ὑπεραιώνιος γέννησις, οὗτος αὐτοῦ καὶ τὴν ἀψευδῆ κατάληψιν κέκτηται· παρ’ οὗ δὲ γνῶσις ἀληθὴς τοῦ γεννήματος, οὗτος ἐπιθεῖναι καὶ κλῆσιν κατάλληλον ἀξιόπιστος. Διὸ καί φησιν ὁ τῶν ὅλων Θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε.
Ἔστιν οὖν ἀεί, εἰ καὶ νῦν ἡ κλῆσις αὐτῷ εἰς ἡμετέραν διδασκαλίαν καὶ ἐπίγνωσιν ἐπιφέρεται· διὰ τοῦτο καὶ κληθήσεται, φησίν, οὐ γενήσεται· ἦν γὰρ καὶ πρὸ αἰώνων τῷ ὁμοουσίῳ συνεδριάζων πατρί. Τοῦτον συλλήψῃ ἐν γαστρὶ καὶ τούτου μήτηρ ἀναδειχθήσῃ· τοῦτον ὁ σὸς παρθενικὸς ὑποδέχεται κόλπος· ὃν οὐράνιον οὐκ ἐχώρησε κύτος, οὗ δρακὶ κατέχεται πάντα καὶ προνοίας ἔργον ἡ συνοχή τε καὶ διαμονὴ τῶν ὄντων, τοῦτον συλλήψῃ ἐν γαστρί.
Ἀλλὰ τί πρὸς ταῦτα ἡ παναγία παρθένος; Μὴ παραυτίκα κατεμαλακίσθη τοῖς λόγοις ἢ τὰς ἀκοὰς ἡδέως ἀναπετάσασα τοῖς λογισμοῖς ἐφῆκε φέρειν ἀνεξετάστως τὴν συγκατάθεσιν; οὐδαμῶς. Ἀλλὰ τί φησιν; Οἶδα νῦν ἐμφανῶς, ὅτι σύλληψιν καὶ κυοφορίαν καὶ υἱόν μοι καὶ τόκον λογογραφεῖς, ἀλλὰ πολλῷ πλέον ηὔξησας τὴν ἀπορίαν. Πῶς γὰρ ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; τόκος γὰρ ἅπας ἀνδρὸς κοινωνίᾳ συνίσταται, ἡ δὲ τῆς πρὸς ἄνδρα ὁμιλίας ἀλλοτρίωσις οὐδὲ τὴν ἀρχὴν εἰς ἀκοὴν κατέρχεται τῆς συλλήψεως.
Πῶς οὖν ἔσται μοι γέννημα, οὗ γεννήτωρ οὐκ ἐγνώρισται; Πῶς ἔσται τοῦτο; Καὶ τίς ἐπίσταται δεσποτικὴν βουλὴν ἑρμηνεῦσαι; Τίς ἀποτολμᾷ βασιλικὸν αἰτιολογῆσαι πρόσταγμα, μυστικῆς οἰκονομίας λόγον ἀναπτύξαι; Τίς δύναται παραδόξου τόκου τρόπον ἀπαγγεῖλαι; Τίς τὸ ἀνεξιχνίαστον μυστήριον ἐξιχνιάσαι ἰσχύει; Πῶς ἔσται τοῦτο; Ἓν ἐπίσταμαι, ἓν ἐδιδάχθην, ἓν εἰπεῖν ἀπεστάλην· τοῦτό φημι, πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι·
Αὐτό σε διδάξει πῶς κυοφορήσεις· αὐτὸ διερμηνεύσει πῶς συλλήψῃ. Αὐτὸ τῆς δεσποτικῆς ἐστι βουλῆς κοινωνὸν ὡς ὁμόθρονον, ἐγὼ δὲ δοῦλος εἰμί, δεσποτικῶν προσταγμάτων διάκονος, οὐχ ἑρμηνευτὴς τοῦ προστάγματος· ὑπουργός εἰμι τοῦ θελήματος, ἀλλ’ οὐκ ἐξηγητὴς τοῦ βουλήματος· αὐτὸ πάντα διευθετήσει· αὐτὸ γὰρ πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ. Ἐγὼ μέν, τὸ Χαῖρε, κεχαριτωμένη, βοῶ, καὶ τὸ θαῦμα ὑμνολογῶ καὶ τὸν τόκον προσκυνῶ, τὸν δὲ τρόπον εἰπεῖν τῆς συλλήψεως ἀπορῶ. Ἂν δὲ βούλῃ καὶ παραδείγμασι τῶν ἀπηγγελμένων τὴν πίστιν παραδέξασθαι, μικροῖς τὰ μεγάλα εἰκάζουσα καὶ τοῖς φθάσασι πιστουμένη τὰ μέλλοντα, οὕτω συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, ὡς ἡ ῥάβδος Ἀαρὼν ἀγεωργήτως ἐβλάστησε, τὰ τῶν ἐρριζωμένων ἐνεργήσασα, ὡς ὁ ὑετὸς οὐρανόθεν ἐπὶ τὸν πόκον φερόμενος αὐτὸν μόνον ἐπότιζε, τὴν δὲ γῆν οὐκ ἐδρόσιζεν, οὕτω καὶ σὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ τὸν Κύριον. Τοῦτο γὰρ καὶ ὁ σὸς προαγγέλλει προπάτωρ Δαυΐδ, τὴν σὴν κυοφορίαν θεοφορούμενος· καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τῆς γῆς· ὡς ἡ βάτος τὸ πῦρ ὑπεδέχετο καὶ τὴν φλόγα τρέφουσα οὐκ ἐφθείρετο, οὕτω καὶ σὺ συλλήψῃ υἱόν, σάρκα δανείζουσα, τροφὴν τῷ ἀΰλῳ πυρὶ παρέχουσα καὶ τὴν ἀφθαρσίαν ἀνθέλκουσα. Ταῦτα γὰρ τὴν σὴν προετύπου σύλληψιν, τὸν σὸν προεμήνυε τοκετόν, τὴν σὴν πόρρωθεν ὑπεζωγράφει κυοφορίαν.
Ἐκαινοποιήθη ταῦτα, ἵνα πιστώσηταί σου τὴν ἄφραστον γέννησιν· προϋπέστη, ἵνα σκιαγραφήσῃ τοῦ μυστηρίου τὸ ἀκατάληπτον· βάτος γὰρ φλογοφοροῦσα καὶ δροσιζόμενος πόκος καὶ φυλλοβολοῦσα ῥάβδος, οὐδὲν ἂν εὔχρηστον τῷ βίῳ παρείχετο, οὐδὲ τοῦ τερατουργοῦντος εἰς ὕμνον εἷλκε τὸν ἄνθρωπον, ἀλλ’ εἰς κενὸν τὸ θαῦμα κατέπιπτεν, εἰ μὴ τοῦ σοῦ τόκου εἰκόνες προκατεβάλλοντο καὶ προκηρύγματα, ὥσπερ τῆς δεσποτικῆς ἐπιδημίας προέτρεχον. Ἔχεις, εἰ βούλει, καὶ τὴν γείτονα καὶ συγγενῆ Ἐλισάβετ εἰς παράδειγμα. Ἰδοὺ γὰρ καὶ αὕτη ἐν γήρει αὑτῆς συνείληφεν υἱόν· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει πᾶν ῥῆμα παρὰ τῷ Θεῷ. Ὁ γὰρ στειρώσεως λύων δεσμά, αὐτὸς καὶ τόκον ἑαυτῷ δύναται κατασκευάσαι δίχα μεσιτείας ἀνδρός· ὁ τὴν ξηρανθεῖσαν ῥίζαν εἰς καρποφόρον στέλεχος ἀνανεώσας, αὐτὸς καὶ τὴν ἄνικμον ἄρουραν εἰς εὔφορον χώραν ἑαυτῷ καινοποιήσει.
Ἀλλὰ ταῦτα μὲν ὁ ἀρχάγγελος εἰς συγκατάθεσιν ἕλκων τὴν ἄσπιλον κόρην ἐφθέγγετο. Τί δὲ πρὸς ταῦτα ἡ σεβασμία παρθένος, ἡ παστὰς ἡ οὐράνιος, τὸ ὄρος τὸ ἅγιον, ἡ πηγὴ ἡ ἐσφραγισμένη καὶ μόνῳ τῷ σφραγίσαντι τηρουμένη; Ἐπεί μοι, φησί, πνεῦμα ἅγιον ἐπελεύσεσθαι διετράνωσας, οὐκέτι ἀντιπίπτω, οὐκέτι ἀντιλέγω· γενηθήτω μοι κατὰ τὸ ῥῆμά σου. Εἰ ἀξία τῷ δεσπότῃ κρίνομαι, ὑπουργήσω χαίρουσα τῷ θελήματι· εἰ ἐρᾷ ὁ κτίστης τοῦ κτίσματος εἰς ναὸν γενέσθαι τῷ κτίσαντι, οἰκοδομείτω τὸν οἶκον αὐτὸς ἑαυτῷ ὡς ηὐδόκησεν· εἰ ὁ πλάστης τῷ πλάσματι ἀναπαύεται, ζωοπλαστείτω ἐν ἐμοὶ τὴν σάρκα τὴν ἑαυτοῦ, ὡς οἶδεν αὐτός, καὶ ὡς βούλεται. Ἰδοὺ ἡ δούλη κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου· γένοιτό μοι τὰ σὰ ῥήματα περατούμενα πράγματι· γένοιτό μοι τὰ σὰ ῥήματα τοῖς ἔργοις συνᾴδοντα.
Ἀλλ’ ἡ μὲν ἁγία καὶ ἄφθορος παρθένος τῷ προξένῳ τοῦ δεσπότου τοιούτοις ῥήμασι τὸ εὐπειθὲς ὑποδεικνύουσα τὴν ὁμιλίαν διέλυσεν. Ἡμεῖς δὲ τί προσάξομεν τῇ παρθένῳ; ποίας αὐτῇ τερπνὰς ὑμνολογίας ἐξυφάνομεν; Ποίας δὲ ἄλλας ἢ ὧνπερ τὰς ἀφορμὰς κατ’ ἀρχὰς ἡμῖν ὁ Γαβριὴλ ἐχορήγησε, χαῖρε, λέγων, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Χαῖρε, ὅτι τὸν ἥλιον τῆς δικαιοσύνης ἐκ σοῦ καθορῶμεν ἀνατέλλοντα καὶ τὸν οὐράνιον κόσμον σὺν τῷ περιγείῳ καταλάμποντα καὶ τὸ ζοφερὸν τῆς πλάνης ἀποδιώκοντα καὶ τὸ λαμπρὸν τῆς χάριτος τῇ οἰκουμένῃ περιαυγάζοντα. Χαῖρε, κεχαριτωμένη, ὅτι τὸν ψυχοτρόφον ἡμῖν στάχυν ἀγεωργήτως γεωργήσασα τῆς ψυχοφθόρου βλάστης τὰ σπέρματα ἐξηφάνισας. Χαῖρε, ὅτι τὸν ζωηφόρον ἄρτον ὡς ἐν κλιβάνῳ τῇ σῇ πυρφόρῳ γαστρὶ κατοπτηθέντα εἰς ἀμβροσίαν πᾶσαν ἡμῖν προσενήνοχας, τῆς θανατηφόρου βρώσεως τὴν λύμην ὡς ζύμην διασκεδάσασα. Χαῖρε, ὅτι τὸ τῆς ζωῆς ξύλον ἡμῖν ἐκαρποφόρησας, τοῦ ξύλου τῆς βρώσεως τὰς παραφυάδας ξηραῖνον καὶ τὸν γλυκασμὸν τῆς γνώσεως παρεχόμενον. Χαῖρε, κεχαριτωμένη, ὅτι τὸν πολυτίμητον μαργαρίτην ἀπεθησαύρισας, τὸν πλοῦτον τῆς σωτηρίας εἰς τὰ πέρατα τῆς οἰκουμένης διαπορθμεύουσα.
Εὐλογημένη σὺ ἐν γυναιξίν, ὅτι τῆς γυναικείας παραπτώσεως ἀνεκαλέσω τὸ ἥττημα, τὸν ὀνειδισμὸν τῆς ἀπάτης εἰς ἐγκώμιον τοῦ γένους μετασκευάσασα· ὅτι ἐν σοὶ τῇ παρθένῳ ὁ ἐκ παρθένου γῆς πλάσας τὸν Ἀδὰμ κατ’ ἀρχὰς ἐκ τῶν σῶν παρθενικῶν αἱμάτων σήμερον ἀναπλάττει τὸν ἄνθρωπον· ὅτι τὴν διὰ σαρκὸς τοῦ λόγου στολὴν ἱστουργήσασα τὴν τοῦ πρωτοπλάστου γύμνωσιν περιέστειλας. Καὶ τί διέξειμι τὰ καθέκαστα;
Χαῖρε, κεχαριτωμένη, ὅτι ἐν σοὶ ἐπράχθη τὰ ὑπὲρ ἄνθρωπον καὶ τῶν ἀγαθῶν ἁπάντων ἡ εὐλογία διὰ τῆς σῆς ἡμῖν κυοφορίας ἐξήνθησεν. Αὐτὴ καὶ νῦν, ὦ παρθένε καὶ μῆτερ, τὸ καινὸν καὶ παράδοξον πρᾶγμα ὑπὸ τὸν ἥλιον, τὴν σὴν ἡμῖν πρεσβείαν εἰς προστασίαν ἐξάπλωσον· τὴν σὴν βοήθειαν εἰς φυλακὴν ἐξαπόστειλον· τὸν σὸν πιστὸν δοῦλον καὶ ἡμῶν εὐσεβῆ βασιλέα ἀρετῇ τε καὶ θεοσεβείᾳ κραταίωσον, τῆς μὲν ἐνταῦθα βασιλείας τοὺς οἴακας θεοφρόνως καθοδηγοῦσα πηδαλιουχεῖν, καὶ τῆς ἐκεῖθεν Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, τοῦ σοῦ υἱοῦ καὶ δεσπότου, βασιλείας κληρονόμον ἀναδεικνύουσα· ἧς γένοιτο καὶ ἡμᾶς ἅπαντας ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ αὐτοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, τοῦ ἀσπόρως μὲν συλληφθέντος, ἀφράστως δὲ κυοφορηθέντος καὶ ἀνερμηνεύτως τεχθέντος.
Ὅτι αὐτὸς ἐποίησεν ἡμᾶς καὶ ἡμεῖς λαὸς αὐτοῦ καὶ πρόβατα νομῆς αὐτοῦ· καὶ αὐτῷ τὴν δοξολογίαν καὶ προσκύνησιν ἀναπέμπομεν, ἅμα τῷ συνανάρχῳ καὶ ὁμοουσίῳ πατρὶ καὶ ζωαρχικῷ, συμφυεῖ τε καὶ συναϊδίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.