Ἔργον
Μέγας Φώτιος – Ὁμιλίαι
Ομιλία Α': Εις την Αγία Παρασκευή
Εισαγωγή στη διδασκαλία των βαπτισμένων, αναφορά στη βαρύτητα της πτώσης μετά το βάπτισμα, εστίαση στην αναγκαιότητα της έμπρακτης μετάνοιας και προτροπή στον αγώνα της νηστείας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Α': Εις την Αγία Παρασκευή
Εισαγωγή στη διδασκαλία των βαπτισμένων, αναφορά στη βαρύτητα της πτώσης μετά το βάπτισμα, εστίαση στην αναγκαιότητα της έμπρακτης μετάνοιας και προτροπή στον αγώνα της νηστείας.
Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου ὁμιλία πρώτη, λεχθεῖσα τῇ ἁγίᾳ Παρασκευῇ ἐν τῷ ἄμβωνι τῆς ἁγίας Εἰρήνης μετὰ τὴν συμπλήρωσιν τῶν κατηχήσεων. Ἀλλὰ ταῦτα μὲν προηγουμένῳ λόγῳ τοῖς ἤδη παρεσκευασμένοις πρὸς τὸ βάπτισμα, οὔπω δὲ κατηρτισμένοις τὴν τελειότητα, ἀλλ’ ἔτι καὶ τῆς καθάρσεως ἐπιδεομένοις καὶ τῆς μυστικῆς τραπέζης ἀπειργομένοις.
Τί δαὶ ἡμεῖς οἱ προκαθαρθέντες διὰ τοῦ πνεύματος, οἱ τελειωθέντες διὰ τῆς χάριτος, οἱ καταξιωθέντες τοῦ χαρίσματος, τὸ βασίλειον ἱεράτευμα, ὁ λαὸς ὁ περιούσιος, τὸ ἔθνος τὸ ἅγιον, οὓς οὐ μόσχων καὶ τράγων ἢ κριῶν αἷμα, παλαιοῖς τύποις τελούμενον, ἀλλ’ αὐτὸς ὁ Κύριος τῷ οἰκείῳ περιεποιήσατο αἵματι, οἱ ταῖς μοχθηραῖς ἀποταξάμενοι πράξεσι, χρηστότητα δὲ καὶ δικαιοσύνην ἐπαγγειλάμενοι, οἱ τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἀπεκδυσάμενοι, τὸν Χριστὸν δὲ ἐνδυσάμενοι (ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθημεν, Χριστὸν ἐνεδυσάμεθα καὶ Χριστοῦ μέλη γεγόναμεν· τοῦ θείου γὰρ Παύλου διδάσκοντος μεμαθήκαμεν ὅτι τὰ σώματα ἡμῶν μέλη Χριστοῦ ἐστιν), τί οὖν ἡμεῖς; ἆρα τὸ νυμφικὸν διεσωσάμεθα ἄχραντον μηδενὶ καταμολυνθῆναι παραχωρήσαντες χείρονι; ἆρα τὸν ἀρραβῶνα τῆς μελλούσης μακαριότητος ἀκαπήλευτον διετηρήσαμεν, πόρνης ἡδονῆς οὐ κλαπέντες δελεάσμασιν, ἀλλὰ σώφρονι λογισμῷ καὶ ἐπιμελείᾳ βίου τὴν προαγωγὸν ῥᾳστώνην διαπτύσαντες ἀπεκρουσάμεθα; ἆρα τῶν συνθηκῶν ἀπομνημονεύοντες, ἃς ἐνώπιον ἀγγέλων καὶ ἀνθρώπων Θεῷ συνεθέμεθα, ἀπαραβάτους ταύτας διεφυλάξαμεν, πιστοὺς ἑαυτοὺς ταῖς παραθήκαις, ὧν ἠξιώμεθα, ἐπιδεικνύντες τῇ ἐκπληρώσει τῶν ὑποσχέσεων;
ἆρα πᾶσαν μὲν εἴσοδον τῷ πονηρῷ ἀπετειχίσαμεν, ναὸν δὲ τὰς ἡμετέρας ψυχὰς τοῦ παναγίου πνεύματος ἀπειργασάμεθα ἢ μᾶλλον τὸν οἰκοδομηθέντα ναὸν τῷ παναγίῳ πνεύματι (ὡς ὁ μακάριος Παῦλος βοᾷ, οὐκ οἴδατε, ὅτι τὰ σώματα ἡμῶν ναὸς τοῦ ἐν ἡμῖν ἁγίου πνεύματός ἐστιν), ἵνα μὴ φθαρῶμεν, ἀδιάφθορον συνετηρήσαμεν; εἴ τις γὰρ φθείρει τὸν ναὸν τοῦ Θεοῦ, αὐτὸς πάλιν διαμαρτύρεται, φθερεῖ τοῦτον ὁ Θεός· ἆρ’ οὐκ ἐκλάπημεν τὸ χάρισμα; οὐκ ἐδουλώθημεν τὴν ἐλευθερίαν; οὐκ ἐρρυπάνθημεν τὴν καθαρότητα, οὐκ ἠμαυρώσαμεν τὴν λαμπρότητα; ἆρ’ οὐ προδεδώκαμεν τῇ ἀμελείᾳ τὴν ἀσφάλειαν, ἀλλ’ ἔτι ὁ φυλάσσων ἡμᾶς ἄγρυπνον καὶ ἀνύστακτον ποιεῖ τὴν φυλακήν; ἔτι παρὰ τῶν μυσταγωγῶν ἀγγέλων ἐπᾳδόμεθα, οἵτινες τῇ ἡμῶν ἀναγεννήσει συνευφραίνοντο καὶ τῆς πρὸς Θεὸν συνθήκης παρειστήκεισαν ἀπαράγραπτοι μάρτυρες; μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· ἔτι παρρησιαζόμεθα τοῖς ἐχθροῖς, ἐπαπειλοῦντες εἰπεῖν, Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; ἔτι θαρροῦμεν ᾄδειν πρὸς Κύριον, ἐποίησα κρῖμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με, καί, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ;
ἂν ἔτι ταῦτα διαπραττώμεθα καὶ τούτων τῶν μυστηρίων καταξιώμεθα καὶ τὸν ἡμέτερον βίον ταῖς ἀρεταῖς καταρτίζωμεν καὶ καθέδρας λοιμῶν ἀποκλίνοντες καὶ τὴν ὁδὸν αὐτῶν ἐκτρεπόμενοι καὶ βουλὰς ἀσεβῶν μυσαττόμενοι, ὄντως καλὰ καὶ γενναῖα ἡμῶν τὰ κατὰ τοῦ πονηροῦ ἀγωνίσματα, πολλῷ δὲ κρείττονα τὰ ἐλπιζόμενα· μακαριότης γὰρ ἀτελεύτητος καὶ οὐρανῶν βασιλεία καὶ ἡ σὺν ἀγγέλοις εὐφροσύνη καὶ ἀγαλλίασις ἀνεκλάλητος, ἔνθα πατριαρχῶν χοροὶ καὶ πατέρων ὁμηγύρεις καὶ μαρτύρων τάξεις καὶ ἡ πάντων τῶν εὐαρεστησάντων Θεῷ φαιδρὰ καὶ ἀστενοχώρητος κατοικία· ἂν δὲ τούτων ὑπεξερρύημεν καὶ τὰς πρὸς Θεὸν συνθήκας, ὢ τῆς ἐμῆς ἀθλιότητος, ἠθετήσαμεν καὶ ταῖς ἡμετέραις πράξεσιν ἔτι ὁ πονηρὸς ἐπιγελᾷ τὰ τῆς κακίας αὐτοῦ ζιζάνια ταύταις ὁρῶν συναναβλαστάνοντα, ἂν οὕτω τῶν τοῦ Θεοῦ ἐντολῶν διαπεπτώκαμεν καὶ τῆς ἄνωθεν ἐπικουρίας ἑαυτοὺς ἀπεγυμνώσαμεν καὶ πρὸς τὰ πάθη κατωλισθήσαμεν, πᾶσαν ἄδειαν καὶ ἐξουσίαν καθ’ ἡμῶν τοῖς ἐχθροῖς ἐπιτρέψαντες, ὢ τοῦ πτώματος, φεῦ τῆς ἀπαραμυθήτου συμφορᾶς.
Πεπτώκαμεν, ἀνωρθώθημεν· κοινὰ γὰρ τὰ τοῦ προπάτορος καὶ εἰς πάντας ἡ πτῶσις, ὥσπερ ἡ ἀνόρθωσις, διαβιβάζεται· πεπτώκαμεν πάλιν μετὰ τὴν χάριν, μετὰ τὴν ἀνόρθωσιν, πτῶμα ἐλεεινόν, πτῶμα χαλεπόν, ἀσύγγνωστον, ἀπροφάσιστον, πτῶμα πολλῶν δακρύων ἄξιον· ὁ μὲν ἐχθρὸς ἄνοπλος, τοῦ γὰρ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, ἡμεῖς δὲ καθωπλισμένοι τοῖς ὅπλοις τῆς χάριτος· καὶ ὁ μὲν ἀναισχυντεῖ, ἡμεῖς δὲ καλυπτόμεθα· ὁ μὲν προσβάλλει, ἡμεῖς δὲ καταπίπτομεν, ὥσπερ ἐπ’ αὐτὸ τοῦτο καθωπλισμένοι, ἵνα περιφανεστέραν αὐτῷ τὴν καθ’ ἡμῶν νίκην ἐπιγραψώμεθα.
Τίς οὖν ἔτι μηχανὴ σωτηρίας; ποία δὲ καταφυγὴ σωτηρίας; Ἐλάβομεν τὸ τοῦ βαπτίσματος χάρισμα καὶ ταῖς μοχθηρίαις ἠχρειώσαμεν· ἐφωτίσθημεν φωτὶ οὐρανίῳ καὶ θεϊκῷ καὶ τῷ σκότει τῶν πράξεων ἠμαυρώσαμεν· ἐσφραγίσθημεν σφραγῖδι τιμίᾳ καὶ φοβερᾷ (ἦν γὰρ τοῖς ἐχθροῖς ἀπρόσιτος καὶ τοῖς ἐναντίοις ἀνεπίμαχος), ἀλλὰ τὴν σφραγῖδα διεσπαράξαμεν, ἀλλὰ διεσπάσαμεν, ἀλλὰ λῃσταῖς ἀγρίοις καὶ πονηροῖς, τοῖς ἐμπαθέσι λογισμοῖς, τὴν καθ’ ἡμῶν εὐτρεπίσαμεν πάροδον. Τί οὖν ἔτι ἐλπίζομεν; μὴ πρὸς δεύτερον ἀφορῶμεν βάπτισμα; μὴ δευτέραν ἀναγέννησιν ἀπεκδεχόμεθα; ἆρα πάλιν ἐξ οὐρανοῦ Χριστὸν προσδοκῶμεν κατερχόμενον καὶ σταυρούμενον καὶ νεκρούμενον καὶ θαπτόμενον καὶ πρό γε τούτων βαπτιζόμενον, ἵνα πάλιν ἡμῖν ἀνακαινίσῃ τὸ βάπτισμα; Ὡς φιλόχριστος σύ, οὐχὶ τὸν Χριστὸν φιλῶν, ἀλλὰ τὸν Χριστὸν ἐθέλων πάσχειν διὰ σέ, μᾶλλον δὲ χριστέμπορος ἀληθῶς καὶ τοὺς Ἰουδαίους ὑπερβάλλων τῇ παρανοίᾳ καὶ ὠμότητι, ὁ σταυροῦσθαι καὶ μαστίζεσθαι τὸν σὸν δεσπότην ἐπιθυμῶν, ἵνα σὺ τρυφᾷς τοῖς πάθεσιν ἀφειδῶς καὶ μηδεμία σοι δυσχέρεια ταῖς ἀκολάστοις ἡδυπαθείαις ἀπαντᾷ. Διὰ τοῦτο πάλιν Χριστὸν ἐλεύσεσθαι προσδοκᾷς; Ἐλεύσεται μέν, ἀλλὰ διαχωρίζων ἀπὸ <τοῦ> σίτου τὸ ἄχυρον, καὶ τὸν μὲν εἰς τὴν ἀποθήκην ἀξίως συλλέγων, τὸ δὲ κατακαίων πυρί.
Ἐλεύσεται μέν, οὐ φιλανθρωπευόμενος δέ, ἀλλὰ δίκας τῶν βεβιωμένων εἰσπραττόμενος, ἀλλ’ ἀποτομίᾳ χρώμενος, ἀλλὰ τὴν φρικώδη φωνὴν ἐκείνην καὶ ἀπαράκλητον τοῖς ἁμαρτωλοῖς ἀφιείς, ἀπέλθετε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ ἐξώτερον. Ἐλεύσεται, ἀλλ’ εἰς τὸ κρῖναι, ἀλλ’ ἐν ἡμέρᾳ φοβερᾷ. Ἐγγὺς γάρ, φησὶν ὁ προφήτης, ἡ ἡμέρα Κυρίου ἡ μεγάλη καὶ τραχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ τέτακται· δυνατὴ ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὀμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῆς, ἐν ᾗ, φησὶν ὁ Κύριος, θήσω τὴν οἰκουμένην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσω ἐξ αὐτῆς καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσιν· ἐντελοῦμαι γάρ, φησί, τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.
Ὁρᾷς πῶς ἐλεύσεται; Ἐλεύσεται εἰς τὸ ταῦτα συντελεσθῆναι· ἄκουσον γὰρ καὶ Μαλαχίου λέγοντος. Ἰδοὺ ἡμέρα ἔρχεται, καιομένη ὡς κλίβανος, καὶ φλέξει αὐτοὺς καὶ ἔσονται πάντες οἱ ἄνομοι καλάμη καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ αὐτῶν ῥίζα οὐδὲ κλῆμα. Ἀκούεις, ἀγαπητέ, τὴν ἔλευσιν τοῦ Κυρίου, οἵα φοβερὰ καὶ ἀπαράκλητος; οὐ γὰρ εἰς τὸ μετάνοιαν κηρῦξαι, οὐδ’ εἰς τὸ φιλανθρωπίαν πηγάσαι, ἀλλ’ εἰς τὸ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἐπελεύσεται. Ὥσπερ γὰρ συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, αὐτὸς ὁ Κύριος ἐν εὐαγγελίοις πάλιν φησίν, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου· ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὑτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὑτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν καὶ ἐμβαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ὡς κριτὴς ἐλεύσεται, ὡς διαζευγνὺς καὶ διαχωρίζων ἀπὸ τῶν τὰ δικαιώματα αὑτοῦ φυλαξάντων τοὺς μὴ φυλάξαντας, τοὺς μὲν βασιλείας ἀδιαδόχου καταξιῶν, τοὺς δὲ παραπέμπων ἀτελευτήτῳ σκώληκι καὶ πυρί.
Τί οὖν φησίν; ἐπείπερ ἐξημάρτομεν μετὰ τὸ βάπτισμα καὶ ταῖς πλημμελείαις κατεμολύνθημεν, οὐκ ἔστιν ἡμῖν ἔτι σωτηρίας ἐλπίς; οὐκ ἔστιν ἐπιστροφῆς φάρμακον; πάντα οἴχεται, πάντα ἠφάνισται, τὸ μακρόθυμον, τὸ φιλάνθρωπον, τὸ ἀνεξίκακον, τὸ πολυεύσπλαγχνον; οὐκ ἔστιν ἀνάκλησις; οὐκ ἔστιν ἐπάνοδος; οὐκ ἔστι θεραπείας ἄλλη ὁδός; οὐκ ἔστιν ἀνακτήσεως τρόπος ἕτερος; Ὅσον μὲν οὖν ἐπὶ ταῖς ἡμῶν ἐκτόποις πράξεσιν, οὐκ ἔστιν· ὅσον δ’ ἐπὶ τῇ χρηστότητι καὶ τῇ ἀφάτῳ φιλανθρωπίᾳ τοῦ Θεοῦ, ἔστι. Τί οὖν ἔστι τοῦτο; ἡ διὰ μετανοίας εἰλικρινοῦς ἐξαγόρευσις. Εἶπα γάρ, φησίν, ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· καί, ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας, ὁ μαθητὴς τοῦ Κυρίου καὶ ἀδελφὸς ἐγκελεύεται, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθῶμεν· καί, ἐὰν ὁμολογήσωμεν τὰς ἁμαρτίας ἡμῶν, ὁ τῶν μαθητῶν ἠγαπημένος πάλιν μεσεγγυᾶται, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
Πῶς δὲ ἐξαγορεύσω; τὸν ἄσωτον μιμούμενος ἐν τῷ προσπίπτειν καὶ κραυγάζειν πρὸς Κύριον ἐν συντετριμμένῃ καρδίᾳ καὶ πνεύματι ταπεινώσεως, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, δέξαι με, πάτερ, μετανοοῦντα. Πῶς ἐξαγορεύσω; ἀφιστάμενος τοῦ παραπτώματος καὶ τὸ ἁμάρτημα βδελυσσόμενος. Ἐὰν γὰρ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου καὶ πόρρω ποιήσῃς ἀπὸ διαίτης σου τὸ ἄδικον, ἔσται σοι ὁ παντοκράτωρ βοηθός· καί, ἐπιστράφητε καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ. Πῶς ἐξαγορεύσω; ἐξ ὅλης τῆς καρδίας ἐπιστρεφόμενος καὶ νηστείᾳ καὶ κοπετῷ καὶ καρδίας διαρρήξει ταπεινούμενος. Νῦν γάρ, λέγει Κύριος ὁ θεὸς ἡμῶν, ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ κοπετῷ καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστί, μακρόθυμος καὶ πολυέλεος. Πῶς ἐξαγορεύσω; ἐλεῶν πτωχὸν καὶ πένητα καὶ τὰ τοῦ πλησίον ἀφιεὶς πλημμελήματα. Ὁ ἐλεῶν γάρ, φησίν, ἐλεηθήσεται· καί, ἄφετε καὶ ἀφεθήσεται ὑμῖν· καί, ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ’ αὐτοῦ· καί, δῶρον ἀγαθόν ἐστι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ Ὑψίστου.
Οὕτως ἁμαρτία ἀπαλείφεται, οὕτω τῶν πλημμελημάτων καθαιρόμεθα· αὐτὸς γὰρ πάλιν διὰ Ἡσαΐου τοῦ προφήτου βοᾷ, ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσονται· σὺ δὲ μνήσθητι καὶ κριθῶμεν· λέγε δὲ σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς· καί, ἰδοὺ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου. Ἂν δὲ ὁ πονηρὸς πάλιν ἀναισχυντῶν ἐπιβουλεύσῃ καὶ πορνείας βάλῃ λογισμοὺς ἢ καὶ ὅλως παθῶν σωματικῶν ἐπὶ πράξεις ἀτόπους παρακαλῇ, τὸ ἀποστολικὸν ἐκεῖνο ῥητὸν τοῖς λογισμοῖς ἀντανάστησον, ὡς θυρεὸν τοῦτο προβαλοῦ· ἀπράκτους δείξει τὰς βολίδας, ἂν τοῖς τῆς προσοχῆς καὶ νήψεως σοφῶς καὶ εὐτόνως περιστρέφηται δακτύλοις· φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, ἤτοι τὸ ἴδιον ἐπιβουλεύει καὶ λῃστεύει σῶμα, ἀποσπῶν μὲν αὐτὸ τῆς πρὸς Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν οἰκειώσεως (καὶ γὰρ αὐτοῦ μέλη γεγόναμεν), τῷ ἀκαθάρτῳ δὲ προσαπτόμενος δαίμονι. Ὁ γὰρ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι· καί, μὴ πλανᾶσθε, οὐδεὶς τῶν πορνευόντων δύναται βασιλείαν Θεοῦ κληρονομῆσαι· οὐ γὰρ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.
Ἂν ἐπὶ πλεονεξίαν καθέλκῃ καὶ χρημάτων ἄπληστον ἐπιθυμίαν, εἰπὲ σεαυτῷ τὴν δαυϊτικὴν ἐκείνην φωνήν, μᾶλλον δὲ τὴν τοῦ πνεύματος, θησαυρίζεις καὶ οὐ γινώσκεις, τίνι συνάξεις αὐτά· καί, πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου· <καί>, ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται· καί, ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὑτοῦ, ἀλλ’ ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὑτοῦ καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὑτοῦ· πρόσθες, εἰ βούλει, καὶ τὴν τοῦ Σωτῆρος ἀπειλήν, ἄφρον, σὺ ὁ τὰς οἰκίας καὶ οἰκοδομὰς μετασκευάζων καὶ πολυτελεστέρας ἀποτελῶν, ἵνα σοι πλέον ὁ τῆς ἀπληστίας ὄγκος καὶ φόρτος θριαμβευόμενος ἀποθησαυρίζοιτο, τῇ νυκτὶ ταύτῃ αἴρουσι τὴν ψυχήν σου ἀπὸ σοῦ, ἃ δὲ συνέλεξας, τίνι ἔσται; Ἂν ὑπερηφάνῳ καὶ ἀλαζόνι λογισμῷ τὴν ψυχὴν φλεγμαίνειν ἐπιχειρῇς καὶ φυσᾷς, μὴ παραδράμῃς τό, Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν, καὶ τό, ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιαὶ παράγουσι, καὶ τό, γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, καί, τί ὑπερηφανεύεται γῆ καὶ σποδός; καί, ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος· καί, μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν καὶ ἀποκαλύψῃ Κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ ἐκκλησίας καταβάλῃ σε· μισητὴ γὰρ ἔναντι Κυρίου ὑπερηφανία.
Ἂν ἀδικίας εἰς βάραθρον συνωθῇ, ἐπιφθέγξασθαι δεῖ μετὰ παρρησίας αὐτῷ [παρρησίας δέ], ἣν ἡ τῶν ἀρετῶν ἐργασία ἐχαρίσατο, ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον Κυρίου ἠγάπησα· ὁ γὰρ ἐργαζόμενος δικαιοσύνην, οὗτος ὑψωθήσεται· καί, σπείρατε ἑαυτοῖς δικαιοσύνην καὶ θερίσατε καρπὸν ζωῆς· ὁδὸς γὰρ δικαιοσύνης καὶ ἐλεημοσύνης, ἄλλος προφητῶν ἐπιμαρτύρεται, εὑρήσει ζωὴν καὶ δόξαν.
Ἂν γαστριμαργίαις καὶ μέθαις πάλιν ὑποσῦραι πειρᾶται, αὐτὸς μὴ παρίδῃς τὸν Ἰὼβ παραινοῦντα καὶ ὑπομιμνήσκοντα ὡς ἡ δύναμις τοῦ σατανᾶ ἐπ’ ὀμφαλοῦ γαστρός ἐστι· μέμνησο καὶ τοῦ προφήτου Ἡσαΐου, διακεκραγότος καὶ λέγοντος, οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς ἐκκαύσει· μηδ’ ἄλλῳ πάλιν παραινοῦντι καὶ καλῶς συμβουλεύοντι ἀπειθήσῃς, ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου· ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσει σε ἐπίχαρμα ἐχθρῶν σου· ἐννόει καὶ τὴν δεσποτικὴν ἐντολήν, μᾶλλον δὲ τὴν φρικώδη καὶ φοβερὰν ἀράν, οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, διαπειλοῦντος, ὅτι πεινάσετε· καί, προσέχετε αὑτοῖς, μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιοτικαῖς, καὶ αἰφνίδιος ὑμῖν ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ προσώπου τῆς γῆς.
Ἂν διὰ πάσης ἰδέας ἁμαρτημάτων προσβαλὼν καὶ τοῖς εἰρημένοις ὅπλοις ἀποκρουσθεὶς ἐπὶ τὴν χρηστότητα καὶ τὴν φιλανθρωπίαν μεταπέσῃ τοῦ Θεοῦ, καταφρονεῖν σε τῶν κολάσεων ἀναπείθειν ἐπιχειρῶν (πολύτροπος γάρ ἐστι καὶ πολυμήχανος ὁ ἐχθρὸς καὶ δεινὸς παρασκευάζειν πρὸς τὴν ἁμαρτίαν εὐκατάφορον ἡμῶν τὴν ὁρμήν), μὴ ἀμελήσῃς· ἔχεις πάλιν θεοχάλκευτα ξίφη καὶ θυρεοὺς ἀπὸ τῆς θείας σοι χορηγούμενα γραφῆς, οἷς καθοπλιζόμενος καὶ πρὸς τὸν ἐχθρὸν ἀγωνιζόμενος δείξεις ἡττώμενον καὶ πάσης αἰσχύνης καὶ ἀτιμίας πληρούμενον· ὁ γὰρ τοῦ Κάϊν στόνος καὶ τρόμος καὶ ἡ χαλεπωτέρα τοῦ θανάτου ζωὴ μελετώμενα δυνατὰ διαρρῆξαι καὶ τρέψαι τῶν ματαίων αὐτοῦ λογισμῶν τὴν παράταξιν· οἱ καταρράκται τοῦ οὐρανοῦ ἀνοιγόμενοι καὶ τὴν γῆν πᾶσαν διὰ τὰς ἁμαρτίας τῶν ἐνοικούντων ἐν αὐτῆ κατακλύζοντες, τὸ κοινὸν ἐκεῖνο καὶ παγκόσμιον ναυάγιον· τὸ σοδομιτικὸν πάλιν πῦρ ἐξ οὐρανοῦ κατασπώμενον καὶ φερόμενον καὶ πᾶσαν ἡλικίαν ἀφειδῶς ἐπιβοσκόμενον· αἱ αἰγυπτιακαὶ καὶ φοβεραὶ πληγαί τε καὶ μάστιγες παρακοῆς ἐντολῶν θεοῦ αὐτῷ τε Φαραὼ καὶ τοῖς Αἰγυπτίοις ἐπισκήπτουσαι καὶ πᾶσαν τὴν Αἴγυπτον εἰς ἔσχατον κακῶν καὶ κινδύνων συνελαύνουσαι καὶ οἱ τοῦ βυθοῦ πυθμένες τάφος τοῖς αὐτοῖς Αἰγυπτίοις διὰ τὴν αὐτῶν σκληροκαρδίαν ἀναρρηγνύμενοι· οἱ Ἰσραηλῖται, πάλιν, ἡνίκα κατεδουλοῦντο τοῖς πάθεσι, πολλάκις μὲν ὑπὸ χειρὸς καὶ μαχαίρας ἀδελφικῆς θεριζόμενοι, ἄλλοτε δ’ αὖ ἀλλοφύλοις εἰς προνομίαν προδιδόμενοι καὶ πυρὶ φλογιζόμενοι καὶ τοῖς ὄφεσι θανατούμενοι· καὶ τέλος, ὁ λαὸς ἐκεῖνος ὁ ἐκλεκτὸς καὶ στύλῳ νεφέλης ὁδηγούμενος, ὑπὲρ ὧν τοῖς Αἰγυπτίοις αἱ πικραὶ καὶ βαρεῖαι τιμωρίαι ἠφίοντο, ὑπὲρ ὧν τὰ μεγάλα ἐπετελεῖτο τεράστια· οὗτοι δή, ἐφ’ οἷς πεπόνθασι μνημονευόμενοι, τοὺς ματαίους ἐκείνους καὶ δαιμονιώδεις λογισμοὺς διακρουέτωσαν· καὶ γὰρ καὶ οὗτοι, οἱ τοσαύτης καὶ τηλικαύτης ἀξιωθέντες προνοίας καὶ χάριτος, ἀχαριστίας καὶ διαγογγυσμοῦ τὰς εὐθύνας ὑπέχοντες, ἐν τῇ ἐρήμῳ κατεστρώθησαν καὶ τὴν τὴν ἐπηγγελμένης κατεδικάσθησαν ἔκπτωσιν· Ναδὰβ πάλιν καὶ Ἀβιούδ, λευϊτικῆς φυλῆς καὶ ἀφωρισμένοι Θεῷ χρηματίζοντες, ὅτι πῦρ ἀλλότριον παρεκόμιζον, τῆς ζωῆς ἀλλοτριούμενοι καὶ πυρὸς ἀθρόον γινόμενοι παρανάλωμα· οἱ περὶ Δαθὰν αὖθις καὶ Ἀβειρὼν Μωϋσέως καὶ Ἀαρὼν καταγογγύζοντες καὶ διὰ τοῦτο χάσματι γῆς σὺν πάσαις ταῖς ἁμαρτίαις αὑτῶν ἁρπαζόμενοι καὶ πρὸ θανάτου θαπτόμενοι καὶ τὴν ζωὴν πικρῶς συγχωννύμενοι· ὁ τοῦ Φινεὲς κατὰ τῶν ἐκπορνευσάντων ἀκατάσχετος θυμὸς καὶ φόνος· τοῦ περὶ Ἀνανίαν καὶ Σαπφείραν πάθους τὸ αὐστηρὸν καὶ ἀπότομον· ταῦτά σοι καὶ τὰ τοιαῦτα καὶ ὅπλα καὶ βέλη καὶ θυρεοὶ ἀποχρήσουσι καὶ τούτων ταῖς βολίσιν εὖ οἶδ’ ὅτι βαλλόμενος ὁ ἐπηρεάζων κραταιῶς ἀπελαθήσεται.
Ἂν δὲ τούτοις ἀποκρουσθεὶς καὶ ἀπελαθεὶς διὰ τῆς ἀπογνώσεως πάλιν βυθίζειν ἡμᾶς φιλονεικῇ, τὸ πλῆθος τῶν ἁμαρτηθέντων καὶ τὸν ὄγκον τῶν πλημμεληθέντων ὑποτιθεὶς καὶ δι’ αὐτῶν ἀνωφελῆ τὴν μετάνοιαν ἐπιδεικνύς, ἔχεις <τὴν> τῶν Νινευϊτῶν μετάνοιαν, τὴν ἐπίνοιαν αὐτοῦ διασκεδάζουσαν· ἔχεις τὸν Δαυῒδ διὰ μετανοίας ἐξαλείφοντα τὸ ἁμάρτημα καὶ τοσαύτην αὐτῆς τὴν ἰσχὺν ἐμφανίζοντα, ὥστε δι’ αὐτῆς καὶ τοῦ προφητικοῦ χαρίσματος πάλιν ἀξιούμενον καὶ προφήταις συναριθμούμενον καὶ θεοπάτορα γνωριζόμενον· ἔχεις τὸν Πέτρον, ὃς παιδίσκης μὲν διερωτώσης τὸν διδάσκαλον ἀπηρνήσατο, ἀπώμοτον αὑτὸν τὸ γινώσκειν ποιησάμενος καὶ ψευδορκίᾳ ἁλισκόμενος, ἐπὶ τοσοῦτον δὲ τοῖς δάκρυσι τὸ μόλυσμα τῆς ἀρνήσεως ἐξεκάθηρεν, ὥστε καὶ τοῦ κορυφαῖος εἶναι τῆς ἀποστολικῆς χοροστασίας οὐκ ἐξέπεσε καὶ πέτρα τῆς ἐκκλησίας τεθεμελίωται καὶ τῆς οὐρανῶν βασιλείας κλειδοῦχος ὑπὸ τῆς ἀληθείας ἀνηγόρευται· ἔχεις τὸν τελώνην, τὸν ἄσωτον, τὴν πόρνην, τὸν λῃστήν, ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ μιᾷ εὐγνωμοσύνης φωνῇ καὶ τὰ πταίσματα διαλύοντα καὶ παραδείσου πολίτην ἀπογραφόμενον.
Τούτοις καὶ τοῖς παραπλησίοις ἀποχρώμενος παραδείγμασι τὸν τῆς ῥᾳθυμίας γνόφον διασκέδασον, τὸ νέφος ἀπόθου τῆς ἀπογνώσεως, διάλυσον τὴν ἐπιβουλήν, δεῖξον κἀνταῦθα πάλιν τὸν ἐχθρὸν σκυθρωπάζοντα, θάρσει τῇ μετανοίᾳ· ἔκδυσαι γὰρ ῥύπον † καὶ οὐ συμπνίγοντες ἡμῶν τὰς ψυχάς.† Θέλεις ἡδυπαθείας εἰς κόρον ἐλθεῖν καὶ μηδεμιᾶς δίκης λόγον ὑποσχεῖν, μᾶλλον μὲν οὖν καὶ πολλῶν χαρίτων ἄξιον σεαυτὸν παρασχεῖν; Ἀπόβλεψον μετὰ τοῦ θεσπεσίου Δαυῒδ εἰς τὸν πολυανθῆ καὶ παμφόρον τῶν ἐντολῶν Κυρίου λειμῶνα, ἀπόβλεψον καὶ μὴ ἀποστῇς· ἀλλὰ τῆς διανοίας ἐρείσας τὰ ὄμματα ἐπ’ αὐτὸν καὶ τὴν ποικιλίαν τῆς τερπνότητος πολυπραγμονῶν, ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μου ἐστίν, εἰπέ, συντρέχουσαν δεικνὺς τὴν ἐργασίαν τῷ ῥήματι. Οὕτω τε γὰρ τῆς ἐκεῖθεν ἁγιοπρεποῦς τε καὶ μυριπνόου γλυκύτητος ἐμφορηθήσῃ, καί, ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου, ἔργῳ πειραθεὶς ὑμνολογήσεις. Ταύτης ἀπολαύει τῆς ἡδυπαθείας ὁ τῶν εὐσεβούντων χορός· αὕτη καθαίρει καὶ ἀνάγει πρὸς θεοειδεστέραν ὄρεξίν τε καὶ ἀπόλαυσιν, ἁρπάζουσα μὲν τὴν ψυχὴν τῶν δελεασμάτων τῶν σαρκικῶν, εἰς δὲ τὸν οἰκεῖον αὑτῇ καὶ προσφυῆ τῆς ἀπροσπαθείας ἐνιδρύουσα θρόνον· αὕτη μαλακίαν μὲν διώκει, τὸ δὲ ἀρρενωπὸν καὶ πρὸς τὴν ὕλην ἀρρεπὲς ἐγκεντρίζει.
Οἶδα ταύτῃ καὶ ἄλλην σύντροφόν τε καὶ ὁμωρόφιον καὶ πολλὴν πρὸς αὐτὴν ἕλκουσαν τὴν συγγένειαν· τίκτεται μὲν γὰρ καὶ αὕτη ἐκ τῆς ἐνδελεχοῦς τῶν θεοσόφων λογίων μελέτης, ἀμήχανον δέ τινα καὶ θαυμασίαν ἀφίησι τὴν τερπνότητα· ἡδύνει μὲν γὰρ τὸν ἄνθρωπον ἐν τροφαῖς, ἡδύνει δὲ ἐν ὕπνοις, ἐν εὐεξίᾳ σώματος, ἐν ἀρρωστίᾳ, ἄρχειν ἄλλων ἠξιωμένον, ὑπ’ ἀρχὴν τεταγμένον, ἐν πλούτῳ, ἐν πενίᾳ, ἐν παντὶ βίῳ καὶ πάσῃ διαγωγῇ. Τίς οὖν ἐστιν αὕτη; ἴσως ποθεῖτε μαθεῖν. Ἐγὼ ὑμῖν προθύμως ἐρῶ. Αὕτη ἐστὶν ἡ ἀπὸ τῆς τοῦ συνειδότος ἀνακρίσεως ἀναφυομένη ἡδονή, ἐπειδὰν μὴ λίαν ἡμῖν κατακεκριμένον καὶ ἀναπολόγητον εὑρεθῇ· ὅτε γάρ τις ἐτάζων περὶ τῶν πρακτέων ἑαυτὸν οὐκ ἔχει κατήγορον τὸ συνειδός, οὐδὲ τιτρῶσκον τοῖς ἐλέγχοις, ὅτι τῶν ὁμοφυῶν τὴν ἀναγκαίαν ζωὴν αὐτὸς ἀφελόμενος ἐντρυφᾷ, ὅτι ῥιγῶντα καταλιπὼν τὸν ἀδελφὸν ἐνδιδύσκεται λαμπρῶς, ὅτι γάμων ἀλλοτρίων οὐκ ἐγένετο λῃστής, μέγα γὰρ εἰπεῖν ὡς οὐκ ἐφθάρη τὴν παρθενίαν, οὐ τὰς ἄλλων συμφορὰς ἰδίας ἔθετο εὐφροσύνας, οὐ τῷ φθόνῳ συνεμερίσατο τοῦ πλησίον τὴν εὐημερίαν, οὐ χειρῶν ἦρξεν ἀδίκων, τί γὰρ δεῖ λέγειν, ὡς οὐδὲ ἠμύνατο, μεῖζον ὂν ἢ κατὰ τὴν νῦν ἐπιπολάζουσαν τῶν ἀνθρώπων πολιτείαν;
ὅταν οὖν τις ἀνακρίνων ἑαυτόν, ὡς ἔφημεν, οὐχ εὑρίσκῃ τὴν συνείδησιν ἐπὶ τοῖς τοιούτοις πικρῶς ἀπελέγχουσαν, βαβαί, ἡλίκης οὗτος ἀπολαύει τῆς ἡδονῆς, ὅσης εὐθυμίας, οἵας ἀγαλλιάσεως. Εἰκών ἐστιν αὕτη τῆς μελλούσης χαρᾶς, ἀκήρατον καὶ αὐτῇ τὴν χάριν παρέχουσα καὶ γηράσκουσα μὲν ἀκμάζει, ἀκμάζουσα δὲ διαιωνίζει καί, οἷς ἂν ἐμφυῇ, μακαρίους αὐτοὺς καὶ εὐδαίμονας ἀποτελεῖ. Ἀλλ’ ὁ μὲν φέρων ἀνενόχλητον τὸ συνειδὸς οὕτω θάλλει καὶ τοῖς ἀγαθοῖς. Ἂν δέ τις ἔχῃ πλήττουσαν τὴν συνείδησιν, ἐφ’ οἷς τροφὴν τοῦ πλησίον ἐνετρύφησεν, ἢ τὸν χιτωνίσκον ἢ τὸ χρυσίον διήρπασεν, ἢ τῷ πτώματι ἐπεγέλασεν, ἢ τὸν φθόνον ὡς ὅπλον ἠκόντισεν, ἢ τὸν μηδὲν αὑτῷ προσήκοντα γάμον διώρυξεν, ἤ τινι τῶν τούτοις παραπλησίων ὑπενήνεκται, οὐκ οἶδα τίνος οὗτος τυγχάνων ἡδυνθήσεται, ἢ τίνος πληρούμενος εὐφρανθήσεται, ἢ πῶς ὁ τοιοῦτος ἐν εὐθυμίᾳ γενήσεται, εἰ καὶ μὴ παρ’ αὐτὸ τὸ πάθος, τιτρώσκουσάν που πάντως καὶ δαπανῶσαν ἐντὸς περιφέρων τὴν συνείδησιν, εἰ μήπω τελέως εἰς τὸν τῆς ἀναλγησίας καὶ ἀσεβείας ἀπεκρημνίσθη κρημνόν. Οὐκ ἔστιν οὖν ἡδυνθῆναι πράττοντα τὸ κακόν, εἰ καὶ πᾶσα τρυφὴ ῥέει διὰ τοῦ λαιμοῦ, ἢ οἱ τοῦ Κροίσου τοῦ πολυχρύσου ἐν ἐξουσίᾳ παρακέοιντο θησαυροί, οὐδ’ εἰ τῶν ἐκ Σηρῶν συμπάντων νημάτων ἀναγράφοιτο δεσπότης, οὐδ’ οὕτω τις ἡδέως βιώσεται.
Τὰ μὲν γὰρ ἐκτὸς προσγελᾷ καὶ οὐχ ἵσταται, ἡ δὲ τοῦ συνειδότος κατάκρισις ἔνδον ἀνιᾷ καὶ πλήττει καὶ οὐ παρατρέχει. Οὐκ ἔστιν οὖν ἀληθῶς τὸν φαύλας ἑαυτῷ συνειδότα πράξεις μεθ’ ἡδονῆς ζῆν καὶ οὐκ ἔστι τὸν καλὸν καὶ ἀγαθὸν μὴ εὐφραίνεσθαι ταῖς κατὰ ψυχὴν εὐπραγίαις, εἰ καὶ κριθίνῳ τρύφει τοῦ σώματος ἀναπληροῦται ἡ χρεία καὶ ῥακίοις περιστέλλεται ἡ φύσις καὶ ἀσσαρείου τιμᾶται τὸ πᾶν τῆς περιουσίας.
Ἆρ’ οὐ πανταχόθεν ἡμᾶς δεῖ τὰς μὲν ῥυπαρὰς καὶ βορβορώδεις ἐκτρέπεσθαι τῶν ἡδονῶν, τὰς δ’ ὥσπερ ἀδελφὰς τῇ καθαρότητι καὶ ἀπαθείᾳ συμφυομένας μεταδιώκειν τε καὶ ἐπιποθεῖν; Αἱ μὲν γὰρ τρυφῇ καὶ ἀκρασίᾳ καὶ μέθαις συνεζευγμέναι τὴν πολυκέφαλον ἐν ἡμῖν τῶν παθῶν ζωοπλαστοῦσιν ὕδραν, ὑφ’ ἧς τά τε τῆς ψυχῆς καὶ τοῦ σώματος ἐπιβοσκόμενοι αἰσθητήρια, οἷς ἀθλίως τοῦτο δεδυστύχηται, τυφλοῖς ὁμοίως καὶ ἀναπήροις εἰς τὸν τῆς ὁλοτελοῦς ἀπωλείας βόθρον καθέλκονται, αἱ δὲ καθαραὶ καθαρῶς ἀπὸ τῆς νηστείας ἀνατεθήλασιν, αἷς εἰς τὸ τῶν ἀρετῶν ἡμεροφόρον τε καὶ ἀξιέραστον παραπεμπόμεθα πεδίον, ὡραῖον μὲν ἰδεῖν, ὡραῖον δὲ ἐνδιαιτηθῆναι καὶ τῶν ἐν αὐτῷ χαρίτων ἐπαπολαῦσαι καὶ μακάριον ὡς ἀληθῶς αὐτόθεν εἰς τὰς οὐρανίους σκηνὰς μετακομισθῆναι, ἔνθα τὸ μὲν λυποῦν ἀπελήλαται, χαρὰ δὲ καὶ ἀγαλλίασις πολιτεύεται καὶ τῶν ὀρεκτῶν ἐνορᾶται τὸ ἀκρότατον.
Δι’ ἃ χρὴ τρυφὰς μὲν καὶ ἡδυπαθείας ἐμπαθεῖς ἐκκλίνειν, νηστείαν δὲ καὶ ἐγκράτειαν ἐπιτηδεύειν· καὶ γὰρ καὶ τὸ ἐτήσιον τῆς ἱερᾶς νηστείας ἐφέστηκε στάδιον πρὸς τὸν δρόμον παρακαλοῦν καὶ πρὸς τὴν πάλην προτρεπόμενον τοῦ ἀντικειμένου, πρὸς ὃν δεήσει ἀντικαθίστασθαι, οὐχ ὅπλα καὶ βέλη κινοῦντας, οὐδὲ τείνοντας τόξα, νηστείᾳ δὲ τὸ σῶμα φρουροῦντας καὶ ἀσκήσει τονοῦντας, δι’ ὧν ἡ τῆς σαρκὸς οἰκονομεῖται νέκρωσις καὶ τὸν τοῦ Χριστοῦ ζωοποιούμεθα θάνατον καὶ τὴν κατὰ τοῦ πονηροῦ πανοπλίαν ἐνδιδυσκόμεθα καὶ τῆς νίκης, ἂν ἆρα προθύμως μέχρι τέλους ἀγωνισώμεθα, ἀξιούμεθα.
Μηδεὶς οὖν ἀπολειφθῇ τοῦ ἀγῶνος, μηδεὶς ὀκλάσῃ, ἀγαπητοί, μηδεὶς λιποτακτήσῃ· πάντες προθύμως ἀποδυσώμεθα, γενναίως ἀγωνισώμεθα. Καρτερήσωμεν εὐψύχως, ἀντιπαραταξώμεθα ἀνδρικῶς· μέσος γὰρ ὁ στεφοδότης ἕστηκεν, ὁ Χριστός, τὰ τῆς νίκης ἀνατεινόμενος βραβεῖα, τῇ μὲν προαιρέσει τὴν ἰσχὺν ἐπιμετρῶν, τῇ προθυμίᾳ δὲ τὴν νίκην διδοὺς καὶ τῇ σπουδῇ τοὺς στεφάνους ἡμῖν ἀναδούμενος· ὧν γένοιτο πάντας ἐπιτυχεῖν, αὐτοῦ χάριτι καὶ φιλανθρωπίᾳ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, τοῦ δόντος ἑαυτὸν ἀντάλλαγμα ὑπὲρ ἡμῶν καὶ τῷ ἰδίῳ μώλωπι τὰ ἡμῶν ἐξαλείψαντος ἁμαρτήματα καὶ τῆς παλαιᾶς κατάρας ἐλευθερώσαντος καὶ τῆς δουλείας ἀπαλλάξαντος καὶ τῆς υἱοθεσίας ἀξιώσαντος, πρεσβείαις τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων τῶν ἁγίων· γένοιτο· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.