Ἀλλά μοι δεῦρο καὶ σὺ σήμερον, ὅστις ἂν ᾖ, ὁ καταστασιάζειν καὶ διασπᾶν ἐπιχειρῶν τὸ Χριστοῦ ποίμνιον, μᾶλλον δὲ ἑαυτὸν διχάζων Χριστοῦ καὶ τῆς σῆς μητρὸς ἀποσκιρτῶν, κἂν μὴ βούλῃ, τῆς ἐκκλησίας, δεῦρό μοι, τῆς Παύλου συμβουλῆς καὶ παραινέσεως, μᾶλλον δὲ τῆς ἀποφάσεως, πάλιν ἄκουσον, τρανῶς διαμαρτυρομένου καὶ λέγοντος, ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθῇ, οὐδέν εἰμι, οὐδὲν ὠφελοῦμαι. Ἔρημος δὲ τυγχάνων ἀγάπης αὐτὸς καὶ μήτε πίστιν ἔχων, μὴ ὅτι γε ὄρη μεθιστῶσαν, ἀλλ’ οὐδ’, ἄν τις εἴποι, ὅλως ἀκίβδηλον (πῶς γὰρ ὅ γε τῶν πιστῶν ἑαυτὸν ἀποσπαράσσων καὶ τῆς ὀρθοδοξούσης ἐκκλησίας ἀπορρηγνύμενος;), μήτε τὰ ὑπάρχοντά σου ψωμίσας τοῖς δεομένοις (οὐκ ἂν γὰρ ἀφορμὴν βίου καὶ ἐμπορίας ἐπιτήδευμα τὴν κατὰ τῆς ἐκκλησίας ἐπανάστασιν ἐπεποίησο), μήτε μὴν τὸν διὰ πυρὸς εἰς μαρτύριον τρέχων δρόμον, ποίαν ἐλπίδα σεαυτῷ σωτηρίας καταλιμπάνεις, ποῖός σοι λόγος πρὸς τὴν ἐκεῖθεν κρίσιν ἐπαρκέσει, ποταπόν σοι τῆς ἡμέρας ἐκείνης τὸ κριτήριον ἀπαντήσει; Ἀλλ’ αἰσχύνῃ προσδραμεῖν καὶ συγγνώμην τῆς μακρᾶς αἰτῆσαι πλάνης; καὶ συγκαλύπτει σου τοὺς λογισμοὺς ὁ τῆς ἀπογνώσεως γνόφος; καὶ δέδοικας, μήποτε προσελθὼν ἀπωσθήσῃ καὶ πρὸς τὴν ἀγάπην τρέχων τῶν σῶν συστασιωτῶν ἐκπέσῃς καὶ τῆς ἐκκλησίας οὐ προσδεχθήσῃ τοῖς κόλποις;