Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ὁμιλίαι

Μέγας Φώτιος

Ομιλία ΣΤ': Τρίτη εις την Αγία Παρασκευή

Θεολογική εστίαση στο μυστήριο του Σταυρού και τη συντριβή του θανάτου, επισήμανση της τήρησης των συνθηκών με τον Θεό, αναγκαιότητα της αγάπης και της ελεημοσύνης, και έκκληση εκκλησιαστικής ενότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 6 από 19

Φωτίου τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ὁμιλία τρίτη, λεχθεῖσα ἐν τῷ ἄμβωνι τῆς ἁγίας Εἰρήνης τῇ ἁγίᾳ Παρασκευῇ μετὰ τὴν ἀνάγνωσιν τῆς κατὰ συνήθειαν κατηχήσεως. Ὅτε τοῦ διαβόλου τὸ κράτος σκυλεύεται, ὅτε τοῦ θανάτου τὸ κέντρον ἀμβλύνεται, ὅτε κατὰ τοῦ ᾍδου τὸ τρόπαιον ἵσταται, τότε τῶν συνθηκῶν ἡμῖν ὁ πίναξ ὑπαναγινώσκεται, τότε τῆς ὁμολογίας τὸ χειρόγραφον προσκομίζεται, τότε τῶν ὑποσχέσεων ἡ στηλογραφία θριαμβεύεται. Διατί; ἵνα, τὸν κοινὸν ἐχθρὸν ἡττημένον καὶ κάτω κείμενον βλέποντες καὶ τὸν κοινὸν δεσπότην οἰκείῳ πάθει καὶ θανάτου πείρᾳ νικηφόρον καὶ χορηγὸν ἐμοὶ τῆς νίκης ὑμνολογούμενον, σαφῶς ἐπιγνῶμεν ὧν τε χρεῶσται καθεστήκαμεν καὶ ὡς ἐναντίαν ταῖς ὑμνολογίαις τὴν πολιτείαν ὑπεστησάμεθα καὶ ὡς πάσης αὑτοὺς ἀπολογίας, οἵ γε παρενεχθέντες τῶν ὁμολογηθέντων, ἀπεστερήσαμεν.

Ὅταν γὰρ ὁ Χριστὸς ἐπὶ σταυροῦ κρεμάμενος ἐμοὶ συμμαχῇ, μᾶλλον δὲ λαμπρὰν βραβεύῃ τὴν νίκην, ὁ δὲ τοῦ γένους πολέμιος κάτω κεῖται καὶ ἀδυνατῇ, ἐγὼ δὲ μόνον οὐκ ἐπαγωνίζομαι κατ’ αὐτοῦ κειμένου, ἀλλὰ καὶ παθοποιοῖς ῥᾳστώναις ὅλον ἑαυτὸν ἀνατίθημι φέρων, τάς τε πρὸς Θεὸν συνθήκας τῇ παραβάσει λύων καὶ τὸ κατ’ ἐμοῦ κράτος ἑκὼν ἐγχειρίζων τῷ ἐχθρῷ, ποία μοι λοιπὴ τῆς ἀπολογίας ὑπολείπεται καταφυγή, τίς δὲ τοῦ μὴ τὰ ἀνήκεστα καὶ χαλεπὰ παθεῖν εὐπορηθήσεται μηχανή; Εἰ γὰρ οἱ βασιλικῶν προσταγμάτων καταφρονηταί, ἐπειδὰν τὸν λόγον τῶν θεσπισθέντων αὐτοῖς ὑπέχωσιν, ἀπαραίτητον τὴν τιμωρίαν εἰσπράττονται, οἱ τοῦ βασιλέως τῶν βασιλευόντων καὶ κυρίου τῶν κυριευόντων καὶ ποιητοῦ τῶν ἁπάντων οὐ μόνον τὰς ἐντολὰς ἀθετοῦντες καὶ παρατρέχοντες, ἀλλὰ καὶ ἃς πρὸς αὐτὸν συνθήκας ἔθεντο, ταύτας καταπατοῦντες καὶ διαπτύοντες, πῶς οὐ τὴν ἐσχάτην καὶ μηδεμίαν ὑπερβολὴν ὑπολείπουσαν οὐκ ἀποτίσουσι δίκην; Εἰπὲ γάρ μοι, ὦ ἄνθρωπε, ὁ Χριστὸς ἠρτημένος ξύλῳ διὰ δὲ σταυροῦται καὶ τὸν τῶν κακουργούντων θάνατον ὑπέχει· ἡ χάρις αὐτόθεν καὶ ἡ κατὰ τοῦ πολεμίου παρέχεται νίκη· ὁ ἐχθρὸς ἐκλείπει· τοῦ γὰρ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος· τὸ αὐτεξούσιον ἡμῶν, οἷς διὰ τῆς παραβάσεως ἐνηρρώστει, τούτων ἀπηλλάγη· αἱ πρὸς Θεὸν πρόκεινται συνθῆκαι· καὶ πῶς οὐ πληρωταὶ γινόμεθα τῆς ἐπαγγελίας;

πῶς οὐ καταβαλλόμεθα κἂν βραχὺ γοῦν τοῦ χρέους, ἀλλὰ καὶ τόκοις βαρυταλάντοις καὶ καθ’ ἑκάστην μᾶλλον αὔξομεν τὴν ὀφειλήν, ὑπερήμερον αὐτὸ τὸ σῶμα καὶ αὐτὴν ἀθλίως παρασκευάσαντες τὴν ψυχήν; ἆρ’ οὐκ ἐξ ἀμελείας; οὐκ ἐκ ῥᾳθύμου γνώμης καὶ φιλεμπαθοῦς προαιρέσεως; Εἰ δὲ ῥᾳθυμίᾳ καὶ ἀμελείᾳ τηλικούτων καὶ τοσούτων ἀγαθῶν ἀπεμπολεῖν παραγόμεθα πλοῦτον, τὴν δεσποτικὴν νίκην, τὴν τοῦ πολεμίου ἧτταν, τὴν παρασχεθεῖσαν ἡμῖν χάριν, τὸ αὐτεξούσιον, αὐτὰς τὰς συνθήκας, οἱ ταῦτα πάντα παθῶν προδεδωκότες ἀπολαύσει καὶ λόγον οὐδένα τῆς τούτων παραφυλακῆς καὶ συντηρήσεως ποιησάμενοι ποίαν ἑαυτοῖς συγγνώμης ὑπελίποντο χώραν; πῶς οὐ μυρίων κακῶν ἑαυτοὺς ἐπεδείξαντο ἐνόχους; Οὐ τῆς οἰκείας σωτηρίας οὗτοι ἐχθροί; οὐ τοῦ σταυροῦ πολέμιοι; ἐκεῖνος σῴζει, ἡμεῖς ἀπόλλυμεν.

Οὐ τοῦ πολεμίου ὑπέρμαχοι; οἷς γάρ, δι’ ὧν ἐκεῖνος καθ’ ἡμῶν ἰσχύει, πράττομεν, τούτοις αὐτῷ συμμαχεῖν καί, τὸ χαλεπώτερον, καθ’ ἡμῶν αὐτῶν ἐλεγχόμεθα. Οὐ τῆς ἐλευθερίας κατήγοροι; ἄχρηστον γὰρ αὐτήν, δι’ ὧν ἔτι ταῖς ἡδοναῖς ὑπηρετούμεθα, παρεστήσαμεν.

Οὐ πρὸς τὴν χάριν ἀγνώμονες; οὐ πρὸς τὴν εὐεργεσίαν ἀχάριστοι; οἱ γὰρ τῆς χάριτος καὶ τῆς εὐεργεσίας τἀναντία βιοτεύοντες πολλὴν καὶ τῆς χάριτος καὶ τῆς εὐεργεσίας τὴν ὕβριν καὶ τὴν βλασφημίαν κατασκευάζουσιν.

Ἀλλ’ αἰδεσθῶμεν τὸν ὑπὲρ ἡμῶν σταυρωθέντα. Δυσωπηθῶμεν τὴν λόγχην, τοὺς ἥλους, ὢ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας, τὰς φραγγελώσεις, τὰς κολαφίσεις, τὰ ῥαπίσματα, τὰ ἐμπτύσματα, τὸν στέφανον τὸν ἀκάνθινον, ἃ δι’ ἡμᾶς ἑκὼν ὁ πάντων δεσπότης ἔπαθεν, ἵνα τῶν παθῶν ἡμεῖς καὶ τῆς ἁμαρτίας κρείττους γενόμενοι τῆς ἐν παραδείσῳ κληρουχίας ἀξίως πολιτευσώμεθα. Δυσωπηθῶμεν ἡμῶν αὐτῶν τὰς συνθήκας, ἃς ἐνώπιον ἀγγέλων καὶ ἀνθρώπων Θεῷ συνεθέμεθα.

Οἱ τὰς πρὸς ἀλλήλους παραβαίνοντες ὁμολογίας οὐκ ἀτιμώρητοι μένουσι τοῖς νόμοις, οἱ δὲ τὰς πρὸς Θεὸν ἠθετηκότες συνθήκας ἡλίκην τιμωρίαν εἰσπραχθησόμεθα; Ἀλλ’ ἀνανήψωμεν, ἀγαπητοί, γρηγορήσωμεν καὶ ὀψὲ γοῦν κἂν ἡμῶν γενώμεθα· διὰ τοῦτο γὰρ καὶ τὸ γραμματεῖον ἡμῖν τῶν συνθηκῶν ὑπαναγινώσκεται σήμερον, ἵνα ταῦτα πάντα συλλογισάμενοι, τοῦ Χριστοῦ τὰ πάθη, τὰς ἡμῶν ὁμολογίας, τὰς κατὰ τὸν βίον πράξεις, καὶ ταῦτα καλῶς τοῖς λογισμοῖς ἐντυπώσαντες διαναστῶμεν μὲν τῶν ἐφ’ οἷς ὀλιγωροῦντες καθεύδομεν, φύγωμεν δὲ τοὺς τῆς ἀπάτης καὶ τῆς πλάνης βρόχους, τὴν ἀπλανεστάτην δὲ τῶν πατέρων ἰχνηλατήσωμεν τρίβον, ἔνθα δάκνων πτέρναν οὐκ ἐγκάθηται ὄφις. Καὶ τήν γε διδασκαλίαν τοῦ πνεύματος ἐγκάρδιον ποιησάμενοι καὶ ταύτην καλῶς τῇ συνεχεῖ μελέτῃ περιθάλψαντες καὶ ἀπὸ τῆς ἐν τῇ μελέτῃ σχολῆς τὴν ἐν τῷ πράττειν ὁρμὴν ἀκώλυτον ἐργασάμενοι πολύχουν τῆς σωτηρίας ἑαυτοῖς τὸν καρπὸν γεωργήσωμεν. Μηδὲ τοῖς πετρώδεσι καὶ λιθοκαρδίοις ἑαυτοὺς ἀπεικάσωμεν, οἳ σὺν χαρᾷ τοῦ λόγου τὸν σπόρον δεχόμενοι οὔτ’ εἰς ῥίζαν τὸ καταβληθὲν ἐμβαθύνουσι, καὶ αὐτίκα, μικρᾶς ἐμπεσούσης θλίψεως, αὐτῷ συναποξηραίνονται τῷ βλαστήματι, ὀλιγοχρόνιον τὴν σωτηρίαν ἀνθήσαντες.

Μήδ’ ὡς ἐκ παρόδου τὴν κατήχησιν τῶν λογίων ὑποδεξώμεθα, ἵνα μὴ τὸν σατανᾶν ἐφ’ ἑαυτοὺς ἀναστήσαντες λῃστὴν καὶ κλέπτην τοῦ καταβληθέντος καλοῦ σπέρματος ἀπεργασώμεθα καὶ πνευματικῆς ἐνδείᾳ τροφῆς τὴν ζωὴν ἀθλίως λιμώττοντες καταστρέψωμεν, ἵνα μὴ καὶ περὶ ἡμῶν ὁ κύριος φήσῃ, οὗτοί εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καί, ὅταν ἀκούσωσιν, εὐθέως ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον, τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν.

Μὴ οὕτως ἡμεῖς ἑαυτοὺς διαθῶμεν, ἀγαπητοί, μηδ’ ἀκανθοφόρον χώραν τὴν ἑαυτῶν ψυχὴν ἐπιδείξωμεν, ταῖς βιοτικαῖς μερίμναις ἐντρέφοντες τὰ ζιζάνια, καὶ ταῖς <τῆς> σαρκὸς ἐπιθυμίαις ὑλομανοῦντες καὶ συμπνιγόμενοι, ἀλλὰ καθαρὰν αὐτὴν τῶν παθοποιῶν ἡδονῶν παραστήσαντες καὶ τοῖς δάκρυσι προκαταρδεύσαντες καὶ πίονα ἐργασάμενοι, οὕτω τε τὸ τοῦ λόγου σπέρμα ταῖς καρδίαις ἐναυλακισάμενοι καρποφορήσωμεν, εἰ δυνατόν, μετὰ τῶν ἀρίστων γεωργῶν ἐν ἑκατόν· εἰ δὲ μὴ μέχρι τῶν ἑκατὸν ἐκτεινόμεθα, ἐν ἑξήκοντα καρποφορήσωμεν· εἰ δ’ οὐδὲ μέχρι τοῦ μέτρου τούτου τὸ γεώργιον εὐθηνήσαμεν, εἰς τριάκοντα καρποφορήσωμεν. Πάντως δὲ καρποφορήσωμεν, ἵνα μή, ὡς ἡ ἄκαρπος ἐκείνη συκῆ, τὴν ἀρὰν ἐπισπασώμεθα καὶ τὴν ἐκτομὴν ὑπὸ κριτῇ δικαίῳ καὶ οὗ μηδεὶς ἀντιφθέγγεται τῇ ψήφῳ καταδικασθῶμεν· οὐδὲ γὰρ ἡ συκῆ μόνη ἄκαρπος μείνασα, τῶν Ἰουδαίων ἡ ἄγονος καὶ τραχεῖα συναγωγὴ καὶ ἧς ὁ καρπὸς εἰς τὴν τῶν φύλλων μόνην κατέληγε βλάστην, οὐκ αὐτὴ μόνη ξηραίνεται καὶ ῥιζοτομεῖται, ἀλλ’ εἰ καί τις τὴν χάριν ῥίζαν ἔχειν κατηξιώθη, καθάπερ ἡμεῖς ἅπαντες, μὴ τὸν κλάδον δὲ τῆς ῥίζης δείκνυσιν ἄξιον, μηδὲ τὸν καρπὸν προβάλλεται κατάλληλον τοῦ βλαστήματος, καὶ οὗτος παραπλησίᾳ τῇ ποινῇ καὶ τομῇ καθυποβάλλεται. Πᾶν γὰρ δένδρον, ὁ τῶν ἀγαθῶν ἁπάντων ἔφη φυτουργός, μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

Φοβηθῶμεν τὴν ἀπειλήν, φύγωμεν τὴν τιμωρίαν· ἐννοήσωμεν τίς ἐστιν ὁ ταύτην ἀποθεσπίσας τὴν ψῆφον· οὐκ ἄνθρωπος γάρ, οὐκ ἄγγελος, οὐκ ἄλλος τις τῶν μετὰ ταύτην τὴν πρώτην φύσιν τῇ τῶν ἀσωμάτων συνεξεταζόμενος, ἀλλ’ αὐτὸς ὁ πάντων δεσπότης, αὐτὸς ὁ κριτής, ὁ κρῖναι μέλλων σύμπασαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Οὐδεὶς ἰσχύει ψῆφον κριτοῦ ἀκυρῶσαι· οὐκ ἔστι πρὸς ἕτερον καταφυγή, δι’ οὗ τις εὑρήσει τούτων τὴν ἀποφυγήν· οὐκ ἱκεσία ἐκεῖθεν, οὐ συγγνώμης ἐξαίτησις, οὐκ ἐλέου τρόπος, οὐ δακρύων ὄφελος, οὐ στεναγμῶν· πάντα γὰρ ἐλάττω τῆς τοῦ κριτοῦ ἀποφάσεως.

Φιλάνθρωπος μὲν γάρ, ἀλλὰ δίκαιος· ἐλεήμων, ἀλλ’ ὅριον τίθησι καὶ οὐ παρέρχεται· μακρόθυμος, ἀλλ’ ἐπειδὰν ἀμετανοήτως ἔχωμεν, μετὰ πολλῆς τῆς ἀποτομίας ἀποφαίνεται. Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

Καρποφορήσωμεν Θεῷ, ἵνα μὴ σὺν αὐταῖς ἐκτμηθῶμεν ῥίζαις, πᾶσαν ἐλπίδα ζωῆς καὶ σωτηρίας ἀθλίως ἐναπομαραινόμενοι, ἵνα μὴ τὸν βίον εἰς πυρὸς ἀσβέστου καταστρέψωμεν δαπάνην. Καρποφορήσωμεν δικαιοσύνην, τὴν κάλλιστα τὰ ἀνθρώπινα συναρμόζουσαν καὶ συμβιβάζουσαν, ἐν ᾧ μέτρῳ μετρεῖσθαι βουλόμεθα τοῖς πλησίον ἐπιμετροῦντες· ὡς πάντων εἴη τῶν ἁμαρτημάτων χείριστον ἡ ἀδικία καὶ ῥᾳδίως, ὅτι φαῦλον καὶ τοῦ πονηροῦ γέννημα, πᾶσιν ἀνθρώποις, τοῖς γε σωφρονοῦσι, συνορώμενον· ὃ γὰρ ἄνθρωπος οὐκ ἐθέλει παθεῖν, οἶδε πάντως ὡς οὐδὲ τῷ πέλας προσῆκε τοῦτο ποιῆσαι.

Ἀλγεῖς, ἐπειδάν τις ἀφέληταί σου τὸν ἀγρὸν ἢ τὸ γεώργιον ἢ τὸ ἱμάτιον ἢ τὸ ὑποζύγιον; μηδὲ σύ τι τῶν τοιούτων περὶ τὸν πλησίον πλημμελήσῃς. Ἔχεις νόμον ἄγραφον, παντὸς γραπτοῦ ἐναργέστερόν τε καὶ σαφέστερον, τὴν σὴν ἐπὶ τοῖς ὁμοίοις παθήμασι γνώμην καὶ διάθεσιν, ἡνίκα ταῦτα πάσχειν ὑφ’ ἑτέρων παραχωρηθήσῃ.

Τῷ αὐτῷ κανόνι κέχρησο ἐπὶ σεαυτῷ καὶ τῷ πλησίον· ὃ σὲ λυπεῖ καὶ βλάπτει καὶ ἀνιᾷ, τοῦτ’ αὐτὸ νόμιζε λυπηρὸν εἶναι καὶ ἀνιαρὸν καὶ ἀσύμφορον τῷ πλησίον. Ἁπλοῦς ὁ λόγος, κοινὸς ὁ νόμος Ἕλλησι, βαρβάροις, εἰ βούλει δέ, καὶ πιστοῖς καὶ ἀπίστοις. Πολλὰ τῶν ἀπίστων ἐθνῶν τούτῳ τῷ ἐμφύτῳ πολιτεύεται νόμῳ· πολλοὶ τῶν βαρβάρων βάρβαροι μὲν ὄντες τὰ ἄλλα τὸν δὲ φυσικὸν τοῦτον ἀσφαλῶς φυλάττουσι νόμον, ἐν τῷ μὴ κακῶς ἑτέρους ποιεῖν μηδ’ αὐτοὶ κακῶς ὑπ’ ἐκείνων πάσχειν ἀσφαλισάμενοι. Τί οὖν; ἀπίστοις μὲν καὶ βαρβάροις καὶ χωρὶς ἐγγράφου νόμου τὸ δίκαιον, ἵνα ζῶσι καὶ συνέχωνται, περισπούδαστον, πιστοῖς δὲ καὶ οἷς ὁ Χριστὸς ἐπικέκληται καὶ νόμων ἐγγράφων ἐγκειμένων καὶ ἀπαραιτήτων τιμωριῶν ὡρισμένων καὶ οὐρανίων ἀμοιβῶν ἐπηγγελμένων, εἰ μὴ τὸ δίκαιον πρὸς ἀλλήλους καθαρῶς καὶ βεβαίως φυλάξομεν, πῶς οὐκ αἰσχύνῃ πιστοὺς ὀνομάζεσθαι, ἢ πῶς σου τὸ ὄνομα τοῦ Θεοῦ δι’ ἡμᾶς, δι’ ὧν πράττομεν, οὐ βλασφημηθήσεται ἐν τοῖς ἔθνεσιν, ἀποκρυπτόντων καὶ νικώντων τῶν ἀπίστων τῇ σφῶν πολιτείᾳ τῶν ὀνομαζομένων πιστῶν τὸ πολίτευμα;

Ἀλλὰ μηδεὶς ὑμῶν εἴη, μηδὲ γένοιτο, μήτε βαρβάρων ὠμότερος, μήτε τῶν ἀπίστων ἀθλιώτερος, πάντες δὲ καὶ τῆς πίστεως καὶ τῆς κλήσεως ἀξίως πολιτευσώμεθα, τὴν πρὸς ἀλλήλους ἰσότητα καλῶς καὶ ἀπαραβάτως διασῴζοντες, τὴν ἐλεημοσύνην ἑαυτοῖς ἐν τῷ καιρῷ τῆς κρίσεως εἰς ἐξιλασμὸν τῶν παραπτωμάτων θησαυρίζοντες· ἔλεος γὰρ κατακαυχᾶται κρίσεως· καί, ὁ ἐλεῶν ἐλεηθήσεται· καί, μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τί ταύτης τῆς πράξεως εὐχερέστερον; τί τούτου τοῦ συναλλάγματος ἐπικερδέστερον; τί δὲ τοῦ κατολιγωρῆσαι τῆς πραγματείας ταύτης ἀθλιώτερον; Εἶδες πένητα ταλαιπωρούμενον; παρεῖδες βοῶντα τὸν ὁμόφυλον; ἀπέφραξας σεαυτῷ τῆς δεσποτικῆς φιλανθρωπίας τὰς πηγάς· καὶ τοῦ ῥέοντός σοι πλούτου μὴ μεταδοὺς ἐνταῦθα τῷ πενομένῳ σταλαγμὸν ἄσβεστον ἀνῆψας τῆς ἐπὶ τῇ ἀσπλαγχνίᾳ κολάσεως ἐκεῖθεν τὴν φλόγα. Ἀλλ’ ᾤκτειρας; ἀλλ’ ἐλέους, καθόσον ἡ χεὶρ ηὐπόρει, μετέδωκας; ἀλλ’ ἐλεηθήσῃ καὶ σβέσεις τὸ πῦρ ἐκεῖνο, ὃ τῶν ἄλλων ἐλαττωμάτων ἀνῆψεν ἡ ἄκανθα, ταῖς ἀπὸ τῆς ἐλεημοσύνης ῥανίσι μαραινόμενόν τε καὶ συντηκόμενον.

Ἡ μὲν οὖν τοῦ ἐλαίου φύσις τὸ πῦρ ἐνταῦθα τρέφει καὶ ἀνάπτει καὶ φλόγα πολλὴν ἐπιχεόμενον ἀπεργάζεται, ἡ δὲ τῆς ἐλεημοσύνης χάρις μαραίνει τὸ πῦρ ἐκεῖνο καί, ὅσον ἄν τις ταύτης ἐπιδαψιλεύσηται, τοσοῦτον μᾶλλον τοῦτο καὶ συντήκει καὶ σβέννυσι· καὶ ὁ τῆς ἀστέκτου καὶ φοβερᾶς φλογὸς ὑπόδικος ἀνώτερον ἑαυτὸν διὰ τῆς συμπαθείας τῆς δίκης ἵστησι. Πιστός ἐστιν ὁ ταύτης τῆς ὑποθέσεως ἐγγυητής, αὐτὸς ὁ κριτής, αὐτὸς ὁ δεσπότης· αὐτὸς ἐν τῷ κρίνειν τῆς οἰκείας οὐκ ἐπιλήσεται φωνῆς· αὐτὸς διαπρυσίως βοᾷ, μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ἕλκεσιν ὁ πένης ῥέει καὶ γυμνὸς αἰθριάζει καὶ πρὸς τὰς σάς, ἄνθρωπε, χεῖρας ἀφορᾷ. Πῶς οὐ δυσωπεῖ σε τὸ πάθος, πῶς οὐκ αἰσχύνῃ τὴν φύσιν, πῶς οὐ κάμπτει σε πρὸς οἶκτον ἡ συμφορά; Ἀπόσμηξον ὕδατι τὰ ἕλκη, ἵνα τῶν τῆς ψυχῆς μωλώπων ἀπαλλαγῇς· ἀμφίασον, ἵνα καλὸν σεαυτὸν περιβόλαιον, τὴν ἐλεημοσύνην, στολίσῃς· ὑπὸ στέγην δέξαι, ἵνα προοδοποιὸν εὑρήσῃς ἐν ταῖς οὐρανίαις σκηναῖς, ἐφ’ ὅσον ἑνὶ τούτων τῶν σῶν ὁμοδούλων ποιεῖς, εἰδὼς ὅτι τῷ κοινῷ δεσπότῃ ποιεῖς. Μεταδῶμεν αὐτῷ βραχέα, ὧν κατεπλουτίσθημεν παρ’ αὐτοῦ· προσάξωμεν αὐτῷ διὰ τῶν πενήτων, ὧν αὐτὸς ἡμῖν ὑπάρχει χορηγός. Μηδ’ ἄλλου Λαζάρου δεηθῶμεν, ἡμᾶς σωφρονίζοντος, ὅτε πολλὴν μὲν καὶ ἄρρητον ὁ σωφρονισμὸς τὴν ἀλγηδόνα καὶ μεταμέλειαν παρέχει, ὄνησιν δὲ καὶ σωτηρίαν οὐδεμίαν ἐμποιεῖ.

Ἐκεῖνος ἡμῖν ὁ ἐν τοῖς εὐαγγελίοις τῷ κατὰ τὸν πλούσιον ὑποδείγματι, οὗ τῷ πυλῶνι παρέρριπτο, ἐξαρκείτω εἰς σωφρονισμόν. Ἐκεῖνος ὁ ταλαίπωρος πλούσιος καὶ πενήτων πάντων ἀθλιώτερος τῆς ἡμετέρας μνήμης μὴ ἀπαλειφέσθω, μέσον τῆς φλογὸς ἱστάμενος καὶ τηκόμενος καὶ δαπανώμενος καὶ τὸν Λάζαρον ἐπιβοώμενος, καί, ὡς ἀπὸ πηγῆς, τοῦ δακτύλου <τοῦ> πένητος, ὃν ἐμυσάττετο, ῥανίδα ζητῶν περιλιχμήσασθαι εἰς ἀναψυχὴν τοῦ φλογίζοντος.

Ἐκείνου παρευθὺ καὶ τοῦ Λαζάρου μνήσθητι, ὅταν ἴδῃς πένητα καὶ μνησθεὶς μίσησον τὴν μίμησιν, ἵνα φύγῃς τὴν κόλασιν. Ἀλλ’ ἐναγκάλισαι, ἀλλ’ ἀμφίασον, ἀλλὰ διάθρεψον, ἵνα τῆς μακαρίας ἐκείνης ἀκούσῃς φωνῆς, δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.

Οὕτω ταῖς ἐλεημοσύναις ἑαυτοὺς καταρδεύσαντες καὶ ταῖς εἰς τοὺς πενομένους συμπαθείαις καλῶς ἡμῖν ἀρόσαντες τὰ νεώματα καρποφορήσωμεν τὸ τῶν ἀρετῶν κεφάλαιον, τὴν ἀγάπην, δι’ ἧς καὶ τῆς ζωῆς ἡμῶν τὸ εἰρηναῖον καὶ ἀστασίαστον περιγίνεται καὶ ἡ πρὸς Θεὸν εὐσέβεια καὶ πίστις χαρακτηρίζεται. Ἐν τούτῳ γὰρ γνώσονται, φησὶν ὁ Κύριος, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Καὶ ὁ τῆς εἰρήνης φίλος καὶ μαθητὴς ἐπιστήθιος, ὧν ἐκεῖθεν ἤντλησεν ἡμῖν τὰ ῥεῖθρα τοῦ λόγου πηγάζων, ἐὰν εἴπῃ τις, ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὑτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὑτοῦ, ὃν ἑώρακε, τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπῆσαι; μονονουχὶ λέγων, ἄνθρωπε, μεθ’ οὗ πόλιν τὴν αὐτὴν οἰκεῖς, ὅς σοι τὸν αὐτὸν ἀέρα σπᾷ καὶ τὸν αὐτὸν στέργει τῆς διαίτης τρόπον καὶ τὴν αὐτὴν ἴσως πολιτείαν ἀσπάζεται καὶ τὸν αὐτὸν χαρακτῆρα φέρει καὶ τοῦ αὐτοῦ κεκοινώνηκεν αἵματος καὶ ᾧ συνεδέθης ἀρρήκτῳ δεσμῷ τῆς φύσεως, τοῦτον σεαυτοῦ διχάζων καὶ μισῶν, τὸν Θεόν, ὃν οὔτε ὁρᾶν ἐστιν αἰσθητοῖς ὀφθαλμοῖς καὶ ὃν ἀνθρωπίνης πάσης κοινωνίας ἴσμεν ὑψηλότερον, πῶς λέγων ἀγαπᾶν πιστευθήσῃ;

Οὐκ ἔστι μισάνθρωπον ὄντα καὶ μὴ θεοστυγῆ εἶναι, καὶ οὐκ ἔστι φιλάνθρωπον χρηματίζοντα μηδὲ θεοφιλῆ πεφυκέναι. Διό, ἀγαπῶμεν ἀλλήλους, ἀγαπητοί, τῷ θεολόγῳ πάλιν καλῷ συμβούλῳ καὶ παραινέτῃ χρώμενοι, ὃς μεγάλῃ βοᾷ τῇ φωνῇ, ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστι, καί, ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται καὶ γινώσκει τὸν Θεόν· ὅτι ὁ Θεὸς ἀγάπη ἐστί· καί, ἐάν τις λέγῃ ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὑτοῦ μισῇ, ἐν τῇ σκοτίᾳ ἐστί· καί, ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὑτοῦ ἐν τῷ φωτὶ μένει καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν· ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ ὑπάγει, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Ἀκούεις, ἄνθρωπε, ὅπως ὁ τῆς τοῦ πλησίον ἀγάπης διαζυγεὶς καὶ τῆς πρὸς Θεὸν στοργῆς ἀπορρήγνυται καὶ σκότους πεπλήρωται καὶ τῆς διανοίας τὰ ὄμματα πηρωθεὶς ἐν μακρᾷ πλάνῃ καὶ ἀπάτῃ καὶ ζόφῳ βαθεῖ τὸν αὑτοῦ κατατρίβει βίον, μήτε τοῦ φωτὸς αἰσθανόμενος, μήτε, ἐν οἷς πορεύεται, ἐπιστάμενος;

ὁ δὲ τὸν πλησίον ἀγαπῶν Θεοῦ μὲν φίλος ἐπιγινώσκεται, δι’ ὧν στέργει τὸν ὁμόδουλον, τῆς πρὸς τὸν κοινὸν δεσπότην ἀγαπήσεως ἐναργέστερον παρέχων τὸ μαρτύριον, ἐξ αὐτοῦ δὲ πάλιν γεγεννῆσθαι πιστεύεται, μηδενὶ νόθῳ καὶ ἀλλοφύλῳ μισανθρωπίας σπέρματι τῆς ἄνωθεν εὐγενείας ἀμαυρώσας τὴν λαμπρότητα καὶ ταῖς τοῦ φωτὸς μαρμαρυγαῖς αὐγαζόμενος τὴν τοῦ Θεοῦ γνῶσιν, ὅσον ἰσχὺς ἀνθρώπῳ, περιαστράπτεται;

Τηλικαύτη καὶ τοσαύτη τῆς ἀγάπης ἡ δύναμις καὶ οὕτω παντοδαπῶν ἀγαθῶν τοῖς ταύτην ἀσπαζομένοις παρέχεται τὴν ἀπόλαυσιν· καὶ ταύτης διαρρυείσης πᾶσα μὲν οἴχεται χάρις, πᾶσα δ’ ἀρετῶν ἀφανίζεται πρᾶξις, πᾶσα δὲ σπαράσσεται κοινωνία καὶ πᾶσα πολιτεία αὐτοῖς νόμοις καὶ ἀνδράσιν εἰς ὄλεθρον ἀκοντίζεται· ὥσπερ γὰρ τῶν σωματικῶν συνδέσμων, οἷς τὰ τοῦ ζῴου συνδεῖται καὶ συνέχεται μέλη, τούτων ῥαγέντων καὶ διακοπέντων αὐτίκα καὶ τὸ ὅλον κατασκίδναται καὶ συναφανίζεται ζῷον, οὕτω τῆς πάντα συνδεούσης καὶ ἀλληλουχούσης ἀγάπης, τῆς ἡμῶν περιτεμνομένης πολιτείας, πᾶσα μὲν ἀρετὴ καὶ τάξις καὶ πᾶν ἀγαθὸν συνδιασπώμενον παραπόλλυται, κακία δὲ καὶ φθορὰ καὶ ἀταξία καὶ σύγχυσις ἀντεισάγεται καὶ ὅλως οὐδὲν τῶν καλῶν ἄνευ ἀγάπης εἰς εὔχρηστον τέλος συμπεραίνεται· οὐδὲ γὰρ οὐδ’ ἡ τῶν χαρισμάτων κτῆσις χωρὶς ἀγάπης ὠφέλιμος, οὐδὲ προφητείας τὸ δώρημα τίμιον, οὐδὲ πίστις, κἂν ὄρη ταύτῃ μεθίσταται καὶ καταβιβάζεται, χωρὶς ἀγάπης εὐσέβεια κρίνεται· οὐδὲ τὸ πάντα δοῦναι τὰ αὑτοῦ τοῖς δεομένοις καὶ γυμνὸν τοῦ πλούτου προελθεῖν εἰς ἐλεημοσύνην λογίζεται· καὶ τί λέγω; οὐδ’ ὁ μαρτυρικὸς καὶ διὰ πυρὸς θάνατος, ἀγάπης μὴ παρούσης, ἀζήμιος. Δοκεῖ σοι τόλμης εἶναι τὰ ῥηθέντα; ἡ τοῦ πνεύματος σάλπιγξ, ὁ μέγας Παῦλος, ταῦτά μοι συνηχεῖ καὶ συμφθέγγεται· διόπερ ἀκούειν αὐτοῦ σαλπίζοντος ἄμεινον. Τί οὖν ἐκεῖνος;

ἐάν, φησί, ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον· καί, ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν καὶ ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι· καί, ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Εἶδες ὁποίαν φρικώδη καὶ φοβερὰν φωνὴν ἀφῆκε; Τί λέγεις, Παῦλε; τὰ ὑπάρχοντά σου πάντα ψωμίζων τοῖς δεομένοις καὶ πίστιν ἔχων ὄρη μεθιστῶσαν καὶ τὸ σῶμά σου πυρὶ παρέχων ὑπὲρ Χριστοῦ καυθῆναι οὐδὲν ὅλως ὄφελος εὑρίσκεις, ἀλλὰ μάτην ταῦτα πάντα καὶ ἐπιβλαβῶς τὰ μὲν ἔχων, τὰ δὲ πονῶν καὶ πάσχων ὑπομένεις; Ναί, φησίν, ἂν μὴ πάρεστιν ἀγάπη, δι’ ἧς τὰ λοιπὰ καταρτίζεται καὶ συντελειοῦται, οὐδὲν οὐδενὶ τῶν εἰρημένων ἕκαστον παρέχεται κέρδος, ἀλλὰ καὶ πρὸς βλαβερὸν τῷ κεχρημένῳ καταστρέφει τέλος. Οὕτως ἄνευ ἀγάπης οὔτε τῶν χαρισμάτων, οὔτε τῶν ἀρετῶν οὐδὲν ὠφελεῖ, τοὐναντίον δὲ μᾶλλον καὶ τὴν οἰκείαν χρηστότητα διαφθείρεται, ἐν ἴσῳ κακίας τῷ κεκτημένῳ γιγνόμενον καὶ οἷς ἂν παρῇ πολλῆς ζημίας ὁρώμενον πρόξενον· ὁ γὰρ ψωμίσας πάντα αὑτοῦ τὰ ὑπάρχοντα καὶ ὁ πυρὶ παραδοὺς τὸ σῶμα καὶ χωρὶς ἀγάπης μηδὲν ὠφεληθεὶς ἡλίκην τὴν ζημίαν ὑπέστησαν;

Εἰκότως δέ, ταύτης μὴ παρούσης, ἄχρηστα τὰ λοιπὰ καταλείπεται· ὥσπερ γάρ, πηγῆς ἐμφραττομένης, οἱ ἐξ αὐτῆς ἀπορρέοντες ἀναξηραίνονται ποταμοί, κἂν πού τινα τοῦ ὕδατος λείψανα ταῖς χαράδραις ἐναπολειφθῇ ἄχρηστά ἐστι καὶ πρὸς πόσιν ἀνεπιτήδεια, μᾶλλον μὲν οὖν καὶ πολλὴν ζημίαν μετὰ τῆς ἀηδίας τῷ βουλομένῳ πιεῖν παρεχόμενα, οὕτως ἀγάπης διὰ μίσους ἀναξηρανθείσης, ἐξ ἧς τῶν ἀρετῶν καὶ τῶν χαρισμάτων αἱ χάριτες ῥέουσι καὶ αὐτὰ συναπολήγει καὶ συναφανίζεται· κἂν πού τι λείψανον δικαιοσύνης ἢ ἐλεημοσύνης ἢ γνώσεως ἢ προφητείας ἢ πίστεως ἐν τοῖς τῆς ψυχῆς κόλποις ὑπολελειμμένον ἴδοις, ἀσθενές τέ ἐστι καὶ νόθον καὶ σεσηπὸς καὶ ἐξίτηλον καὶ οὐδεμίαν ὄνησιν παρέχον τῷ διὰ ταύτης ἐπιχειροῦντι σεμνύνεσθαι.

Διόπερ, ἀγαπητοί, ἐπιμελῶς τῆς ἀγάπης ἐχώμεθα· ταύτην σπουδαίως μεταδιώξωμεν, ταύτην σύνοικον ποιησώμεθα, ταύτην συνέκδημον ἐν ἀγοραῖς, ἐν ἀμφόδοις, ἐν πόλεσιν, ἐν ἐρημίαις, ἐν βουλαῖς, ἐν δικαστηρίοις· μᾶλλον δέ, ἂν ταύτης καθαρῶς ἐχώμεθα, οὐδὲ δικαστήρια ὅλως ὀψόμεθα· πηγὴ γὰρ αὕτη καθέστηκε μακροθυμίας, χρηστότητος, ἐπιεικείας, ἀοργησίας, πρᾳότητος, πίστεως, ἐλπίδος, ὑπομονῆς.

Ἔνθα δὲ ταῦτα πάρεστιν, ἔρεις καὶ φιλονεικίαι καὶ δίκαι καὶ δικαστήρια διαπέπτωκεν, ἀχρήστου καὶ ματαίας τῆς τούτων σαφῶς ἐλεγχομένης χρήσεως. Ὅτι δὲ τοιαῦτα βρύει τὰ νάματα, αὐτοῦ πάλιν τοῦ θεσπεσίου Παύλου ἠχοῦντος ἐπάκουσον· ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται· ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Ἀγαπήσωμεν τοίνυν ἀλλήλους, ἀγαπητοί, ἵνα τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν χαρισμάτων συντηρήσωμεν τὴν κτῆσιν, ἵνα τῶν ἀρετῶν τὴν χάριν μὴ ἀχρειώσωμεν. Ἀγαπήσωμεν ἀλλήλους, ἵνα τέκνα Θεοῦ γενέσθαι καὶ κληθῆναι καταξιωθῶμεν, ἵνα τῆς ἐπουρανίου βασιλείας κληρονόμοι γενώμεθα.

Ἀλλά μοι δεῦρο καὶ σὺ σήμερον, ὅστις ἂν ᾖ, ὁ καταστασιάζειν καὶ διασπᾶν ἐπιχειρῶν τὸ Χριστοῦ ποίμνιον, μᾶλλον δὲ ἑαυτὸν διχάζων Χριστοῦ καὶ τῆς σῆς μητρὸς ἀποσκιρτῶν, κἂν μὴ βούλῃ, τῆς ἐκκλησίας, δεῦρό μοι, τῆς Παύλου συμβουλῆς καὶ παραινέσεως, μᾶλλον δὲ τῆς ἀποφάσεως, πάλιν ἄκουσον, τρανῶς διαμαρτυρομένου καὶ λέγοντος, ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθῇ, οὐδέν εἰμι, οὐδὲν ὠφελοῦμαι. Ἔρημος δὲ τυγχάνων ἀγάπης αὐτὸς καὶ μήτε πίστιν ἔχων, μὴ ὅτι γε ὄρη μεθιστῶσαν, ἀλλ’ οὐδ’, ἄν τις εἴποι, ὅλως ἀκίβδηλον (πῶς γὰρ ὅ γε τῶν πιστῶν ἑαυτὸν ἀποσπαράσσων καὶ τῆς ὀρθοδοξούσης ἐκκλησίας ἀπορρηγνύμενος;), μήτε τὰ ὑπάρχοντά σου ψωμίσας τοῖς δεομένοις (οὐκ ἂν γὰρ ἀφορμὴν βίου καὶ ἐμπορίας ἐπιτήδευμα τὴν κατὰ τῆς ἐκκλησίας ἐπανάστασιν ἐπεποίησο), μήτε μὴν τὸν διὰ πυρὸς εἰς μαρτύριον τρέχων δρόμον, ποίαν ἐλπίδα σεαυτῷ σωτηρίας καταλιμπάνεις, ποῖός σοι λόγος πρὸς τὴν ἐκεῖθεν κρίσιν ἐπαρκέσει, ποταπόν σοι τῆς ἡμέρας ἐκείνης τὸ κριτήριον ἀπαντήσει; Ἀλλ’ αἰσχύνῃ προσδραμεῖν καὶ συγγνώμην τῆς μακρᾶς αἰτῆσαι πλάνης; καὶ συγκαλύπτει σου τοὺς λογισμοὺς ὁ τῆς ἀπογνώσεως γνόφος; καὶ δέδοικας, μήποτε προσελθὼν ἀπωσθήσῃ καὶ πρὸς τὴν ἀγάπην τρέχων τῶν σῶν συστασιωτῶν ἐκπέσῃς καὶ τῆς ἐκκλησίας οὐ προσδεχθήσῃ τοῖς κόλποις;

Ταῦτά σε φοβεῖ καὶ ταράττει καὶ πρὸς τὴν σὴν δειλιᾶν ἀναπείθει σωτηρίαν;

Ἐγὼ πρῶτος ἀπάρχομαι τῆς ἀγάπης, ἐγὼ προτείνω τὴν χεῖρα καὶ δεξιοῦμαι τοὺς βουλομένους, μᾶλλον δὲ προσφιλονεικήσω δεξιώσασθαι καὶ τοὺς μὴ βουλομένους· καὶ οὔτε τῆς διαστάσεως ὀνειδίσω, οὔτε τῆς ματαιότητος διελέγξω, οὐδ’ ὡς μικρὰν καὶ βραχυτάτην ὄντας μερίδα, καὶ ἴσως οὐδὲ μερίδα, παρόψομαι· ἀλλ’ ὅλως τῆς ἐκκλησίας συναρμολογήσας καὶ συγκαταλέξας τῷ σώματι κοινὴν τὴν στοργὴν καὶ τὴν διάθεσιν καὶ κοινὴν τὴν ἐπιμέλειαν, Χριστοῦ δυναμοῦντος, ἐπιδείξομαι· μᾶλλον δέ, εἰ βούλεσθε, μιμήσομαι τὸν ἐμὸν δεσπότην καὶ τὸ νεκρωθὲν ὁρῶν ἀναζῆσαν καὶ τὸ ἀπολωλὸς πρὸς τὴν αὑτοῦ μητέρα, τὴν ἐκκλησίαν, ἐπανατρέχον, χερσὶ μὲν ὑπτίαις ὑποδέξομαι, τὸν δὲ μόσχον θύσω τὸν σιτευτόν, ὅ, τι ποτ’ ἂν εἰς εὐφροσύνης λόγον ἐμοὶ συντελοῦν τυγχάνῃ, τὸ κάλλιστον, καὶ περιβαλῶ τὸν δακτύλιον, ἀσύλῳ τῆς εἰλικρινοῦς ἐπιστροφῆς σφραγῖδι συνεργῶν προθύμως κατασημήνασθαι τὴν μετάνοιαν καὶ συγκαλέσω τοὺς φίλους καὶ συνευφρανθήσομαι, ὅσοι τὴν τοῦ πλησίον σωτηρίαν καὶ ἀνάκλησιν οἰκείαν εὐφροσύνην καὶ ἀγαλλίασιν τίθενται.

Μόνον ὑμεῖς σὺν προθυμίᾳ προσδράμοιτε, μηδ’ ἔτι κατέχειν ὑμῶν τὴν ὁρμὴν καὶ τοὺς λογισμοὺς τὸν ἀπατεῶνα καὶ πρώτως ἡμᾶς τῆς ἐντολῆς ἀποσπάσαντα συγχωρήσητε· ὁ γὰρ τότε τοὺς προγόνους ἐπικλόποις λόγοις καὶ τῆς ἐντολῆς καὶ τοῦ παραδείσου μηχανησάμενος ἐξορίστους γενέσθαι, αὐτὸς οὗτος καθ’ ἑκάστην ἐπιβουλαῖς καὶ ἀπάταις τὸ ἀνθρώπινον ὑπερχόμενος γένος ἄλλους μὲν ἄλλοις τῆς ἀπωλείας ὑποδέχεται βαράθροις, πολὺ δὲ πλέον τῆς ἐκκλησιαστικῆς χοροστασίας ἀποσπᾶν τινας καὶ διχάζειν ἐκβιάζεται, ἵνα πλανώμενον εὑρὼν καὶ τῆς ποίμνης καὶ τοῦ ποιμαίνοντος τὸ πρόβατον ἔρημον οὕτω λοιπὸν εὐχερῶς οἰκεῖον βρῶμα ποιήσηται. Ἀλλ’ ἐπιγνόντες αὐτοῦ τοὺς πολυπλόκους δόλους καὶ τὰς πολυτρόπους μηχανάς, φύγωμεν αὐτοῦ τὴν συμβουλήν, φυλάξωμεν τὴν ἐπιβουλὴν καὶ τῆς Χριστοῦ μάνδρας καὶ ἀγέλης μηδέποτε διασπασώμεθα· οὕτω γὰρ ἂν ματαίας τὰς δραματουργίας καὶ τὰς δολιότητας τοῦ ζητοῦντος ἡμῶν ἁρπάσαι τὴν ψυχὴν θηρὸς ἐργασόμεθα.

Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ τῷ οἰκείῳ θανάτῳ τὸ μεσότοιχον τῆς ἔχθρας λύσας καὶ παραπεπτωκότας καὶ ἡμαρτηκότας ἀποκαταλλάξας ἡμᾶς τῷ οἰκείῳ πατρί, αὐτὸς καὶ νῦν, ἣν περιεποιήσατο τῷ τιμίῳ αὑτοῦ αἵματι, τὴν ἐκκλησίαν, ἄσπιλον καὶ ἄμωμον, ὡς ἐκ δεξιῶν αὐτοῦ παρισταμένην ἐκλελεγμένην νύμφην καὶ τῷ τῶν δογμάτων κάλλει τὴν εὐσέβειαν ἀποστράπτουσαν συντηρήσας εἰρηνεύσειε, τοὺς μήπω παντελῶς διεφθορότας καὶ καταποθέντας τῇ δυσσεβείᾳ ἀνέλκων πρὸς ἑαυτὸν καὶ ἀνακαλούμενος καὶ δεσμοῖς ἀλύτοις τῆς ἀγάπης πρὸς τὴν ἐκκλησίαν δεσμῶν καὶ συνάπτων, μέτροις δικαιοσύνης τὸν εὐσεβῆ καὶ φιλόχριστον ἡμῶν βασιλέα δεικνὺς περιοριζόμενον, σωφροσύνης ἄνθεσιν ὡραϊζόμενον, ἀληθείᾳ καὶ πρᾳότητι εὐθηνούμενον, ἵν’ ἔχων τὸν θεοπάτορα Δαυῒδ λέγοντα πρὸς αὐτόν, ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης, ὁδηγήσει γάρ σε θαυμαστῶς ἡ δεξιὰ τοῦ Ὑψίστου, ἀξιωθείη καὶ τῆς οὐρανίου βασιλείας, ἧς γένοιτο καὶ ἡμᾶς πάντας ἐπιτυχεῖν, πρεσβείαις τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου, καὶ πάντων, ὅσων ἐν βουλαῖς ἁγίων Θεὸς ἐνδοξάζεται· ἀμήν·