Ἔργον
Μέγας Φώτιος – Ὁμιλίαι
Ομιλία Ι': Εις τα εγκαίνια νέου ναού
Εγκωμιαστική περιγραφή της αρχιτεκτονικής λαμπρότητας, του πλούσιου εικονογραφικού διάκοσμου και της υπεροχής του νέου παλατινού ναού της Θεομήτορος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Ι': Εις τα εγκαίνια νέου ναού
Εγκωμιαστική περιγραφή της αρχιτεκτονικής λαμπρότητας, του πλούσιου εικονογραφικού διάκοσμου και της υπεροχής του νέου παλατινού ναού της Θεομήτορος.
Τοῦ αὐτοῦ ἁγιωτάτου Φωτίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ὁμιλία, ῥηθεῖσα ὡς ἐν ἐκφράσει τοῦ ἐν τοῖς βασιλείοις περιωνύμου ναοῦ. Φαιδρὸν ὁρῶ τῆς παρούσης ἡμέρας τὸν σύλλογον καὶ οἷον οὐκ ἄν τις ἀνθρωπίνῳ σπουδάσματι καὶ χωρὶς ἐπιπνοίας θείας συγκροτῆσαι κατισχύσειε. Διὸ καὶ τερπνὰ τῆς χάριτος ὑποδέχομαι τὰ χαρίσματα καὶ τῷ Χριστοῦ ποιμνίῳ ἐνευθηνουμένῳ καὶ χαίροντι συναγελαζόμενος ἐπαγάλλομαι, οὐ μέχρις ἡμῶν περιγραφομένην τὴν τερπνότητα καὶ θυμηδίαν τῆς πανηγύρεως ἐπιστάμενος, ἀλλ’ εἰς αὐτὸν τὸν κοινὸν δεσπότην ἀναφερομένην εἰδὼς τὴν σεβασμιότητα. Λαμπρότης γὰρ πανηγύρεως, ὅσον κόσμος τῶν πανηγυριζόντων καὶ σεμνολόγημα, τοσοῦτον τῆς δεσποτικῆς ἀγάπης ἐναργῆ παρέχεται τὰ γνωρίσματα. Ὅταν δὲ μηδὲ τῶν ἐτησίως καὶ συνήθως ἐπιτελουμένων εἴη τὴν ἀνάμνησιν ἑορτάζουσα, ἀλλὰ καινήν τινα καὶ ἀρτιφανῆ τὴν εἰς Θεὸν τιμὴν ἐγκαινίζουσα, πῶς οὐ μᾶλλον ἔτι καὶ τὸν θεῖον ἔρωτα διαδειχθείη ἐκπυρσεύουσα καὶ τὴν τῶν ἑορταζόντων κοσμιότητα καὶ τὸ κλέος ἐπὶ πλέον ἀναπτύσσουσα; Ἀλλὰ τίς ἡ τοσαύτη τοῦ πλήθους συνδρομὴ καὶ συνέλευσις, τίς ἡ πανήγυρις, τί τὸ συγκαλέσαν καὶ συγκινῆσαν ἡμᾶς ἅπαντας; Βούλεσθε εἴπω, ἢ καλὸν ἐκείνῳ παραχωρῆσαι καὶ εἰπεῖν καὶ διδάξαι τῆς πανηγύρεως τὴν ὑπόθεσιν, τῷ χορηγῷ τε ἅμα ταύτης καὶ σοφῷ ἀρχιτέκτονι;
Ἐκεῖνος γὰρ ἱκανὸς καὶ λόγοις παραστῆσαι τὸ προκείμενον, ὃς τοὺς τύπους τῶν πραγμάτων ἐν τῇ ψυχῇ προενθέμενος ἀμίμητον ἔργον ἐπὶ γῆς πανσόφως ὑπεστήσατο.
Λέγε τοιγαροῦν ἡμῖν, ὦ βασιλέων φιλοχριστότατε καὶ θεοφιλέστατε καὶ πάντας τοὺς ἔμπροσθεν νικῶν τε ἅμα καὶ λαμπρῶς φαιδρύνων τῇ κοινωνίᾳ τοῦ ἀξιώματος, λέγε, προθύμους ὡς ὁρᾷς τοὺς ἀκουσομένους ἔχων ἐφ’ ᾧπερ ἡμᾶς συνεκάλεσας. Δεῖξον τοῖς λόγοις ἃ τοῖς ἔργοις προϋπέδειξας. Ἆρα γὰρ πάλιν κατὰ βαρβάρων νίκας ἀναστήσας καὶ τρόπαια, οἷς πολλάκις ἄλλοις ἐπ’ ἄλλοις ἡμᾶς ἐδεξιώσω, φιλοφρονούμενος ἐπὶ τούτοις συνήγειρας, εὐφρᾶναί τε ἅμα καὶ τῷ δεδωκότι τὴν νίκην κοινὴν καὶ πάνδημον ἀναπέμψαι τὴν εὐχαριστίαν; ἢ λαβὼν ὑποσπόνδους καὶ ἄλλους καὶ ταπεινώσας ὑψηλὸν καὶ γαῦρον ἀλλόφυλον φρόνημα, ὡς ἐπὶ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ εὐσεβοφρόνως ἀναφέρων πάντα τὰ σοὶ κατορθούμενα; ἢ πόλεις ὑπηκόους, τὰς μὲν πάλαι κάτω κειμένας ἀνορθώσας, τὰς δὲ ἐκ βάθρων αὐτῶν ἀνεγείρας καὶ ἄλλων ἀνοικισμοὺς ἐργασάμενος καὶ τῆς πολιτείας πυκνώσας τὰ ὅρια; ἢ πλουτῶν καὶ ποιῶν εὐδαίμονας τὸ ὑπήκοον;
Δίδαξον ἡμᾶς, πρὸς σὲ τὸν κοινὸν τῆς οἰκουμένης ἀφορῶντας ὀφθαλμόν, ἐπὶ τίνι τούτων ἡμᾶς συνεκάλεσας; Ἢ σιγᾷς μὲν αὐτὸς ἐπιεικείας τρόπῳ καὶ τῷ μὴ βούλεσθαί σε τὰ σὰ ἡμῖν διηγεῖσθαι κατορθώματα, οἷς ἀνάγκη τοὺς ἐπαίνους συνυφαίνεσθαι, ἐμὲ δὲ παρέχεις ὑπηχῆσαι τῷ λόγῳ, τοῖς σοῖς ἔργοις ἐμπνεόμενον, τοῦ παρόντος συλλόγου τὸ αἴτιον;
Ἄλλη τοιγαροῦν, ὦ φίλοι, τελετὴ καὶ ἄλλο μυστήριον σήμερον, ναὸς παρθενικὸς ἐπὶ γῆς ἐγκαινιζόμενος καὶ τῆς θεομήτορος, εἴπερ ἄλλο τι τῶν ἐγκοσμίων, ἐπάξιον οἰκητήριον. Ναὸς παρθενικὸς ἐπὶ γῆς ἐγκαινίζεται σήμερον, βασιλικῆς μεγαλοπρεπείας ἔργον ὡς ἀληθῶς πολυύμνητον, ναὸς ἐν μέσοις αὐτοῖς ἀνακτόροις ἀνάκτορον ἄλλο θεῖον καὶ σεβάσμιον ἀνιστάμενος καὶ τῇ πρὸς αὐτὸ παραβολῇ καὶ συγκρίσει ἰδιωτικὴν οἰκίαν ἀποφαίνων τὰ ἀνάκτορα, μᾶλλον δὲ τῷ οἰκείῳ κάλλει καὶ τῇ ἐνούσῃ λαμπρότητι καὶ ταῦτα περιαστράπτων καὶ φαιδρύνων καὶ πολὺ παρασκευάζων τοῦ προτέρου κόσμου σεμνότερα.
Εἴποις ἂν εἰς αὐτὸν ἰδών, οὐκ ἀνθρωπίνης χειρὸς ἔργον, ἀλλὰ θείαν τινὰ καὶ ὑπὲρ ἡμᾶς δύναμιν τὸ κάλλος αὐτῷ ἐπιμορφώσασθαι. Προπύλαια μὲν γὰρ τῷ ναῷ περικαλλῆ διεσκεύασται· καὶ γὰρ μαρμάρων διαλεύκων πλάκες λαμπρόν τι καὶ χάριεν ἀποστίλβουσαι, ὅλην ἐναπολαβοῦσαι τὴν πρόσοψιν καὶ τὴν πρὸς ἀλλήλας θέσιν καὶ τὴν τῶν περάτων συνάφειαν τῷ ὁμαλῷ καὶ λείῳ καὶ τῷ προσηρμόσθαι λίαν ἀποκρύψασαι εἰς ἑνὸς λίθου συνέχειαν, γραμμαῖς εὐθείαις ὥσπερ ἐπιγεγραμμένου, θαῦμα καινὸν ὁραθῆναι καὶ ἥδιστον, τὴν τῶν ὁρώντων φαντασίαν ὑπάγουσιν· ἐξ οὗπερ τὰς ὄψεις συνέχουσαι καὶ πρὸς ἑαυτὰς ἐπιστρέφουσαι οὐκ ἐθέλειν ποιοῦσι τὸν θεατὴν μεταχωρῆσαι πρὸς τὰ ἐνδότερα, ἀλλ’ ἐν αὐτῷ τῷ προτεμενίσματι τοῦ καλοῦ θεάματος ὁ προσιὼν ἐμπιπλάμενος καὶ τοῖς ὁρωμένοις ἐρείδων τὰ ὄμματα, ὥσπερ τις ἐρριζωμένος τῷ θαύματι ἕστηκεν. Ὀρφεῖ μὲν οἱ μῦθοι τῷ Θρᾳκὶ κιθάραν κρούουσι, κινοῦσαν τοῖς φθόγγοις τὰ ἄψυχα· εἰ δὲ καὶ ἡμῖν ἐξῆν εἰς μύθους ἐπαίρειν καὶ φοβερὰν ποιεῖν τὴν ἀλήθειαν, εἶπεν ἄν τις τοὺς προσιόντας τῷ προτεμενίσματι εἰς φυτῶν ἀποδενδρουμένους φύσιν τῷ θαύματι μεταβάλλεσθαι· οὕτως ἅπαξ τις ἰδὼν δυσαποσπάστως κατέχεται.
Ἐπειδὰν δέ τις ἐκεῖθεν μόλις ἀποσπασθεὶς εἰς αὐτὸ παρακύψῃ τὸ τέμενος, ἡλίκης καὶ ὅσης οὗτος χαρᾶς τε ἅμα καὶ ταραχῆς καὶ θάμβους ἐμπίπλαται. Ὡς εἰς αὐτὸν γὰρ τὸν οὐρανὸν μηδενὸς ἐπιπροσθοῦντος μηδαμόθεν ἐμβεβηκὼς καὶ τοῖς πολυμόρφοις καὶ πανταχόθεν ὑποφαινομένοις κάλλεσιν ὡς ἄστροις περιλαμπόμενος ὅλος ἐκπεπληγμένος γίνεται. Δοκεῖ δὲ λοιπὸν ἐντεῦθεν τά τε ἄλλα ἐν ἐκστάσει εἶναι καὶ αὐτὸ περιδινεῖσθαι τὸ τέμενος· ταῖς γὰρ οἰκείαις καὶ παντοδαπαῖς περιστροφαῖς καὶ συνεχέσι κινήσεσιν, ἃ πάντως παθεῖν τὸν θεατὴν ἡ πανταχόθεν ποικιλία βιάζεται τοῦ θεάματος, εἰς αὐτὸ τὸ ὁρώμενον τὸ οἰκεῖον φαντάζεται πάθημα. Ἀλλὰ γὰρ χρυσός τε καὶ ἄργυρος τὰ πλεῖστα τοῦ ναοῦ διειλήφασιν, ὁ μὲν ψηφῖσιν ἐπαλειφόμενος, ὁ δὲ εἰς πλάκας ἀποξεόμενός τε καὶ τυπούμενος, ἄλλος ἄλλοις ἐπιπασσόμενος μέρεσιν· ἐνταῦθα ἐπικοσμούμενα κιονόκρανα, ἐνταῦθα δὲ διὰ χρυσοῦ περιζώματα· ἀλλαχόθι δὲ ταῖς ἁλύσεσιν ἐπιπλεκόμενος χρυσός, ἢ χρυσοῦ τι θαυμασιώτερον, ἡ θεία τράπεζα, σύνθημα. Ἄργυρος δὲ περὶ τὰς πυλίδας καὶ στυλίδας τοῦ θυσιαστηρίου σὺν τοῖς περιστῴοις καὶ αὐτὸς ὁ κωνοειδὴς καὶ τῇ θείᾳ τραπέζῃ ἐπικείμενος σὺν τοῖς ὑπερείδουσι στυλίσκοις ὑπωρόφοις ὄροφος. Καὶ μαρμάρων δὲ πολυχρώμων ὅσα μὴ χρυσὸς ἐπέδραμεν ἢ ἄργυρος περιέλαβεν, ἀμήχανόν τι καὶ τερπνὸν φιλοτέχνημα τὰ ὑπόλοιπα τοῦ ναοῦ διεκόσμησεν.
Ἡ δὲ τοῦ ἐδάφους θέα εἰς ζῴων μορφὰς καὶ σχημάτων ἄλλας ἰδέας ταῖς πολυμόρφοις ψηφῖσι διαμορφωθεῖσα θαυμαστήν τινα τοῦ τεχνίτου τὴν σοφίαν παρεστήσατο, παῖδας, ὡς ἀληθῶς, καὶ πλασμάτων πλάστας τοὺς Φειδίας ἐκείνους καὶ Παρρασίους καὶ Πραξιτέλεις καὶ Ζεύξιδας ἐν τῇ τέχνῃ ἀπελέγξασα. Δημόκριτος εἶπεν ἄν, οἶμαι, τὴν τοῦ ἐδάφους λεπτουργίαν ἐνιδὼν καὶ ταύτῃ τεκμηρίῳ χρώμενος, μὴ ἂν πόρρω εἶναι τοῦ μὴ οὐχὶ καὶ τὰς ἀτόμους αὐτοῦ καὶ ὑπ’ ὄψιν πιπτούσας ἀνευρῆσθαι. Οὕτω πάντα πεπλήρωται θαύματος. Ἑνὶ δέ μοι δοκεῖ μόνον ὁ τοῦ τεμένους ἀρχιτέκτων διημαρτηκέναι, ὅτι περ εἰς ἕνα καὶ τὸν αὐτὸν χῶρον ἅμα πάντα συλλέξας τὰ κάλλη οὐκ ἐᾷ τὸν θεατὴν καθαρῶς ἐντρυφῆσαι τῷ θεάματι, ἄλλων ἀπ’ ἄλλων ἐφελκόντων τε καὶ μετασπώντων καὶ μὴ παραχωρούντων ὅσον τις ἐθέλει τοῦ ὁρωμένου κορέννυσθαι.
Ὃ δέ με παρέδραμε καὶ πρῶτον ῥηθῆναι δέον (ἀλλὰ γὰρ οὐδ’ ἐν τοῖς λόγοις τοῦ τεμένους τὸ θαῦμα παρέχει τῷ λέγοντι καθαρῶς τὸ οἰκεῖον τελεῖν ἔργον) καὶ δὴ καὶ νῦν εἰρήσεται. Ἐπ’ αὐτῆς γὰρ τῆς ὀροφῆς ἀνδρείκελος εἰκὼν μορφὴν φέρουσα τοῦ Χριστοῦ πολυανθέσι ψηφῖσιν ἐγγέγραπται· εἴποις ἂν αὐτὸν τὴν γῆν ἐφορᾶν καὶ τὴν περὶ ταύτης διανοεῖσθαι διακόσμησίν τε καὶ κυβέρνησιν· οὕτως ἀκριβῶς ὁ γραφεὺς κἀν τοῖς σχήμασι καὶ τοῖς χρώμασι τὴν τοῦ δημιουργοῦ περὶ ἡμᾶς κηδεμονίαν ἐπίπνους, οἶμαι, γενόμενος ἐνετυπώσατο.
Τοῖς δὲ πρὸς αὐτῇ τῇ ὀροφῇ τοῦ ἡμισφαιρίου τμήμασιν ἐγκοίλοις πληθὺς ἀγγέλων τῷ κοινῷ δεσπότῃ δορυφοροῦντες διαμεμόρφωνται. Ἡ δ’ ἀπὸ τοῦ θυσιαστηρίου ἀνεγειρομένη ἁψὶς τῇ μορφῇ τῆς παρθένου περιαστράπτεται, τὰς ἀχράντους χεῖρας ὑπὲρ ἡμῶν ἐξαπλούσης καὶ πραττομένης τῷ βασιλεῖ τὴν σωτηρίαν καὶ τὰ κατ’ ἐχθρῶν ἀνδραγαθήματα. Χορὸς δὲ μαρτύρων καὶ ἀποστόλων, ναὶ δὴ καὶ προφητῶν καὶ πατριαρχῶν ὅλον πληροῦντες ταῖς εἰκόσι τὸ τέμενος ἐξωραΐζουσιν· ὧν ὁ μὲν καὶ σιγῶν, δι’ ὧν πάλαι ἀνεφθέγξατο, βοᾷ, ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων· ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· ὁ δέ, ὡς θαυμαστὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο, ἀλλ’ ἢ οἶκος Θεοῦ. Ἐπιφωνεῖ δέ τις ἴσως καὶ τῶν οὐχ ἡμετέρων οὐδ’ ἐγγεγραμμένων καὶ ἄκων ἐπιθειάζων τὰ ἡμέτερα· ὡς καλοί σου οἱ οἶκοι, Ἰακώβ, αἱ σκηναί σου, Ἰσραήλ, καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμούς, καὶ ὡς αἱ σκηναί, ἃς ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος. Πάλαι μὲν οὖν τῷ θεόπτῃ Μωσεῖ θείῳ προστάγματι σκηνὴ κατεσκεύαστο, θυσίαν τε θῦσαι Θεῷ καὶ ἁμαρτίας λαοῦ ἐξιλάσασθαι· καὶ τῷ Σολομῶντι δὲ βασιλεῖ ὁ ἐν Ἱεροσολύμοις ναὸς ὕστερον, τερπνόν τι χρῆμα καὶ πάντας τοὺς ἔμπροσθεν τῷ τε κάλλει καὶ τῷ μεγέθει καὶ τῇ πολυτελείᾳ ἀποκρυψάμενος.
Ἀλλ’ ὅσον σκιὰ καὶ τύπος ἀληθείας καὶ πραγμάτων αὐτῶν ὑποβέβηκε, τοσοῦτον ἐκεῖνα τοῦ νῦν ἐξοικοδομηθέντος ναοῦ τῷ πιστῷ καὶ μεγάλῳ βασιλεῖ ἡμῶν· οὐχ ὅτι ὁ μὲν τῆς χάριτος καὶ τοῦ πνεύματος, τὰ δὲ τοῦ νόμου καὶ τοῦ γράμματος, ἀλλ’ ὅτι καὶ τῷ κάλλει καὶ τῇ ἄλλῃ τεχνουργίᾳ καὶ δεξιότητι τὰ δεύτερα φέρουσι.
Καὶ τί ἄν τις ἐν οὕτω βραχεῖ καιρῷ τὰ τοῦ περιωνύμου τεμένους λόγῳ πειρᾶται περιέρχεσθαι θαύματα; ὅπου γε οὐδ’ αὐτὴ ἡ ὄψις οὐδ’ ἐπὶ συχνὸν χρόνον, καίτοι τὰς ἄλλας αἰσθήσεις τῷ τάχει κατόπιν ἄγουσα, ἀντιλαβέσθαι τούτων οὐδαμῶς ἐλέγχεται κατισχύουσα.
Χαίρω δ’ οὖν ἔγωγε οὐδὲν ἧττον, εἰ καὶ τὸ ἔλαττον ὁ λόγος ἀπηνέγκατο, ἢ εἰ καὶ πρὸς αὐτὸ τὸ μέτρον τῆς ἱκανῶς ἐχούσης ἀφίκετο διηγήσεως· οὐ γὰρ τῆς ἐν λόγῳ δυνάμεως ἐπίδειξιν, ἀλλὰ τὸ κάλλιστόν τε εἶναι τὸν ναὸν καὶ ὡραιότατον καὶ νικῶντα νόμους ἐκφράσεως παραστῆσαι προῄρημαι.
Ἀλλά μοι πρὸς σὲ ὁ τοῦ λόγου δρόμος, τὸν τοῦ συλλόγου αἴτιον, ἐπιστρεφόμενος ἰθυνέσθω. Χαῖρε τοιγαροῦν, ὦ βασιλέων θεοχαριτώτατε καὶ θεοφιλέστατε, καὶ ἀνακαινίζου τὴν κατά τε σῶμα καὶ ψυχὴν ἐπ’ ἔργοις ἀγαθοῖς ἀκμάζων νεότητα, τοῦ τε περιωνύμου ναοῦ καὶ τῶν τῆς σῆς σοφίας ἔργων καὶ χειρὸς ἑορτάζων τὰ ἐγκαίνια.
Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης· ὁδηγεῖ γάρ, ὡς ἔνεστιν ἰδεῖν ἐναργῶς, καὶ ὁδηγήσει σε ἡ τοῦ Ὑψίστου δεξιά, τοῦ κτίσαντός σε καὶ ἐξ αὐτῶν σπαργάνων εἰς βασιλέα τοῦ οἰκείου καὶ περιουσίου λαοῦ χρίσαντος. Συνευφραίνου καὶ συνανακαινίζου καὶ αὐτός, τῶν ὅσους ἥλιος ἐπεῖδε καισάρων τὸ ἐγκαλλώπισμα, σοφίᾳ τε καὶ συνέσει τοὺς ἔμπροσθεν παρευδοκιμῶν, καὶ τῷ θείᾳ σε ψήφῳ ἀλλὰ μὴ σπουδαρχήσαντα μηδ’ ἀνθρωπίναις περιδρομαῖς τὴν τηλικαύτην ἀρχὴν ἀναδέξασθαι. Συνευφραίνου τοίνυν καὶ συνανακαινίζου τῷ μέτοχόν σε προσειληφότι καὶ κοινωνὸν τῆς βασιλείας ἐπὶ κοινῇ τε σωτηρίᾳ τῶν ἀρχομένων καὶ ἀξίως τῆς εἰς αὐτὸν εὐνοίας καὶ ἀψευδεστάτης ἀγαπήσεως· διὰ γὰρ τῆς ὑμετέρας δυάδος ἡ τριὰς εὐσεβῶς λατρευομένη τε καὶ προσκυνουμένη, τὴν ἑαυτῆς πρόνοιαν εἰς πάντας ἐξαπλοῦσά τε καὶ διαπορθμεύουσα σοφῶς πηδαλιουχεῖ καὶ διακυβερνᾷ τὸ ὑπήκοον. Χαίρετε καὶ ὑμεῖς, ὦ τῆς βουλῆς πατέρες, πολιὰ σεμνὴ καὶ αἰδέσιμος, πιστῷ καὶ μεγάλῳ βασιλεῖ καὶ σεβαστῷ συνανακαινιζόμενοι καίσαρι, τοῦ περιωνύμου ναοῦ συνεορτάζοντες τὰ ἐγκαίνια. Χαίρει δὲ καὶ συνευφραίνεται καὶ ὅσον ἱεροφαντικόν τε καὶ ἀρχιερέων πλήρωμα, οἰκεῖον κλέος καὶ καύχημα τὴν τοῦ ναοῦ ποιούμενοι καθιέρωσιν.
Χαίρετε δὲ καὶ συγχορεύετε καὶ ὑμεῖς, ὅσον ὑπόλοιπον καὶ φιλόθεον ἄθροισμα, ἄλλον οὐρανὸν ὁρῶντες ἐπὶ γῆς τὸν τῆς παρθένου ναὸν ἐγκαινιζόμενον σήμερον· ἧς ταῖς πρεσβείαις τύχοιμεν ἅπαντες καὶ τῆς μακαρίας ἐκείνης καὶ ἀτελευτήτου χαρᾶς καὶ ἀγαλλιάσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.