Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ὁμιλίαι

Μέγας Φώτιος

Ομιλία ΙΑ': Εις την θεόσωμη ταφή του Κυρίου

Εμβάθυνση στο μυστήριο του Πάθους και της Ταφής, εξιστόρηση του ενταφιασμού από τον Ιωσήφ, αναίρεση των ιουδαϊκών συκοφαντιών περί κλοπής του σώματος και θεολογικό εγκώμιο του Ζωοδόχου Τάφου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 11 από 19

Τοῦ αὐτοῦ ἁγιωτάτου Φωτίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ὁμιλία, ῥηθεῖσα εἰς τὴν θεόσωμον ταφὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ ἁγίῳ Σαββάτῳ. Ἀφ’ ἑκάστου μὲν τῶν τοῦ Χριστοῦ καὶ σωτῆρος ἡμῶν ἔργων καὶ πράξεων τῆς περὶ ἡμᾶς φιλανθρωπίας τὸ μέγεθος ἐμφανίζεται καὶ τῆς σωτηρίας ἡμῖν λαμπρῶς αἱ χάριτες ἀναπτύσσονται καὶ πολὺς ὁ τῆς εὐφροσύνης γλυκασμὸς ταῖς τῶν ἀνθρώπων ἐπισταζόμενος ψυχαῖς τὸν προγονικὸν τῆς ἁμαρτίας καὶ πικρὸν ἀποσμήχει μολυσμόν· ἡ δὲ τοῦ πάθους καὶ τῆς ταφῆς μνήμη καὶ ὑπόθεσις φρικτὸν μέν τι χρῆμα καὶ ἀνέκφραστον, πέρας δὲ τῆς οἰκονομίας ὑπάρχουσα καὶ πρὸς αὐτὸν ἡμᾶς, ὡς ἂν εἴποι τις, τὸν τῆς ἀναπλάσεως λιμένα ἐγκαθορμίζουσα καὶ τὴν περὶ ἡμᾶς τοῦ πλάστου διαπρυσίως σαλπίζουσα πρόνοιαν, οὐχ ἁπλῆν οὐδὲ μονότροπον τὴν διάθεσιν ἀπεργάζεται, ἀλλ’ ἅμα τε καταπλήττει καὶ ἀνακτωμένη δίδωσι θαρρεῖν καὶ ἀνιᾷ καὶ ἡδύνει τὰ μὲν τῷ πάθει καὶ τῷ θανάτῳ, τὰ δὲ τῶν παθῶν τῷ φθόρῳ καὶ τῇ τοῦ θανάτου νεκρώσει, ἃ διὰ τὴν ἐμὴν ὑπὲρ λόγον καινοποιεῖται ἀνάστασιν.

Ἡδὺ μὲν γὰρ ἐν γάμῳ τὸ ὕδωρ ὁρᾶν ὥσπερ ἀπὸ βοτρύων τῶν ἀγγείων εἰς οἶνον τοῖς φίλοις ἀποθλιβόμενον· ἡδὺ δὲ καὶ θαλάσσης ἀγριαίνοντα κύματα καὶ τὸ ναυάγιον ἐπαφρίζοντα προστάγματι μόνῳ γαληνιῶντα καὶ ἡμερούμενα, καί, τὸ παραδοξότατον, κυρτουμένοις νώτοις διαπορθμεύοντα τοὺς ἐμπλέοντας· καὶ τρεφόμενος ὄχλος ἐν ἐρημίαις ἄρτοις ἑπτά, καὶ πέντε πάλιν, πολλαὶ χιλιάδες, καὶ πολλοῖς τροφὴν ὑπολείπουσαι τῆς εὐωχίας τὰ λείψανα· ἡδὺ δὲ καὶ τυφλὸν ὁρᾶν ὀμματούμενον, αἱμάτων τε ῥεῖθρα φθοροποιὰ ξηραινόμενα καὶ λεπροὺς τῆς λώβης τὰς λεπίδας ἀποξυομένους καὶ τὸν ἰχῶρα καθαιρομένους λόγῳ μόνῳ καὶ θελήματι· καὶ χωλὸν ἐξαλλόμενον, δαιμόνιά τε φυγαδευόμενα, καὶ τὸ πλάσμα τῶν ἐνοχλούντων ἐλευθερούμενον· ἡδὺ δὲ καὶ Λάζαρος ἐκ τάφου καλούμενος, καὶ τεταρταῖος ἀνιστάμενος καὶ παίδων ὕμνος κλαδηφορούντων τῷ βασιλεῖ τῆς δόξης καταρτιζόμενος.

Ἀλλ’ οὐχ οὕτως ἡδύ, ὡς πάθος βλύζον ἀπάθειαν καὶ θάνατος ἀθανασίας ἀνθῶν ὡραιότητα· οὐχ οὕτως ἡδύ, ὡς ᾍδης σκυλευόμενος καὶ νεκρούμενος θάνατος, τάφοι κενούμενοι, καὶ τὸ κατὰ πάντων κράτος ὁ δεσπότης οἰκείοις ἀγωνίσμασιν ἀναδούμενος· τὸ μὲν γὰρ τὸν συνοχέα καὶ ποιητὴν τῶν ἁπάντων σταυρῷ σαρκὶ κρεμασθῆναι καὶ ταῖς τῆς γῆς ἐνταφῆναι λαγόσι καὶ εἰς ᾍδου φοιτῆσαι καὶ νεκροῖς συναριθμηθῆναι φρικτὸν μέν ἐστι καὶ ἀκοῇ λαμβανόμενον, φοβερὸν δὲ καὶ ἀγγέλοις ἐννοούμενον, ἄστεκτον δὲ καὶ συμπάσῃ κτίσει, κἂν ἄψυχος ᾖ, ἐνεργούμενον· ἀλλ’, ὅσῳ θάμβους καὶ φρίκης οὐδεμίαν ὑπερβολὴν οὐδὲ λογισμῷ πλασθῆναί τινι καταλέλοιπεν, ἐπὶ τοσοῦτον ἐμοὶ τὰ τῆς φιλανθρωπίας καὶ προνοίας εἰς ἄφατον ἀνευρύνεται· καὶ ῥήγνυται μὲν τὸ τοῦ ναοῦ καταπέτασμα καὶ σκότῳ πολλῷ βαπτίζεται ὁ τῆς ἡμέρας ἡνίοχος ἥλιος καὶ γῆ τρομάσσουσα κατασείεται, τῷ σκυθρωπῷ τοῦ πάθους συναλλοιούμενα· ἀλλὰ καὶ τάφοι τοὺς νεκροὺς ἐγκυμονοῦντες ὠδίνουσι καὶ τὰ τοῦ ᾍδου κενοῦται καὶ καταργεῖται βασίλεια τῷ τοῦ παθόντος κράτει λαφυραγωγούμενα καὶ τὸ ἀνθρώπινον γένος, ὅπερ ἦν σκοπὸς τῷ δεσπότῃ καὶ δι’ ὃν καὶ πάθη καὶ θάνατον ἤνεγκε, τῆς πικρᾶς ἐκείνης καὶ παλαιᾶς τυραννίδος ἀπαλλάσσεται.

Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ὁ λόγος ὑπὸ προθυμίας πηδᾷ καὶ φιλεῖ τοῦ μυστηρίου νεανιεύσασθαι τὴν ἀνάπτυξιν καὶ ἡ διάνοια τοῖς μυχοῖς ὑποστελλομένη τοῦ νοῦ καταδύεται, τὴν ἐν τῷ λέγειν ὁρμὴν ἀναστέλλουσα· τὰ ὦτα τὰς πύλας ἠνέῳκται καὶ ἡ φωνὴ ταῖς τῶν λογισμῶν ἐκπλήξεσιν, οἷα λύθροις, ἐπιβάλλουσα τούς τε φθέγγεσθαι παρρησιασαμένους καὶ τοὺς ἀκουτίζεσθαι προελομένους εἰς ἄπορον περιΐστησι. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ἧλοι τὰς δεσποτικὰς διαπερονῶσι παλάμας καὶ τοὺς τῆς κακίας ἡμῶν τοῖς μέλεσι παρεμφύντας ὄζους, ὑφ’ ὧν ἐξηρημοῦτο καὶ ἐκακύνετο τὸ ἀνθρώπινον, αὐταῖς ἀνασπῶσι ῥίζαις· στέφανος ἐξ ἀκανθῶν ἐπὶ τῇ κεφαλῇ περισφίγγεται καὶ τῆς παλαιᾶς κατάρας ὁ πολύκυκλος ἡμῶν καὶ πολυώδυνος ἀπαυχενίζεται τίτλος· λόγχῃ πλευρὰ διορύσσεται καὶ ἡ τῆς σωτηρίας ἡμῖν ἀναστομωθεῖσα πηγὴ διὰ παντὸς ἀνευρύνεται, αἷμα καὶ ὕδωρ παγκοσμίου καθάρσιον παραπτώματος καὶ μετὰ νέκρωσιν τοῦ τραύματος ἀναβλύσαντος.

Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Θάνατος ἐπονείδιστος κόσμον αἰσχύνης ἀπήλλαξε καὶ τὰ τῶν Ἰουδαίων ἐμπτύσματα ὁ τετοκὼς βόλους δρόσου καὶ τὰς τῆς θαλάσσης σταγόνας ἀναμετρῶν εἰς πρόσωπον ἐκδεχόμενος τὸν τῆς ἁμαρτίας κατακλυσμὸν ἀνεξήρανε. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;

Τάφῳ δεσπότης καλύπτεται, ἀλλ’ ἡ δεσποτικὴ τοῦ παντὸς οὐ συμπερικλείεται πρόνοια, οὐδὲ τῶν ἐνυβρισάντων τὸ πλημμέλημα καταστροφὴν ποιεῖται τοῦ σύμπαντος· ἀλλὰ καὶ τάφον ὁ πλάστης οἰκεῖ καὶ τὸ σύμπαν εὐτάκτως ἡνιοχεῖ· οὐ γάρ, ἵνα πανωλεθρίαν ἐργάσηται, σταυρὸν καὶ θάνατον καὶ ῥαπίσματα καὶ ἐμπτύσματα καὶ πᾶσαν αἰκίαν ἑκὼν ἤνεγκεν, ἀλλ’ ἵνα ταύτης ἀπαλλάξῃ τὸ ἀνθρώπινον. Τάφῳ δεσπότης καλύπτεται καὶ δούλων ἀχαρίστων ὄχλος τὸν τάφον ἀσφαλισάμενοι περικάθηνται· τεθήπασι γὰρ καὶ τεθνηκότα τὸν κτίστην θεώμενοι· ἀλλὰ τεθήπασι μέν, ἀμετάβλητοι δὲ τὴν ἀγνωμοσύνην διαμένουσι· δεινὸν γὰρ ἡ τῶν λογισμῶν πώρωσις μηδὲ τοῦ πρὸ ποδῶν καὶ ῥᾴστου τῶν χαλεπωτάτων καὶ ἀδήλων ποιεῖσθαι τὴν αἵρεσιν· τεθήπασιν, ἀλλ’ οὐ δοξάζουσι, καὶ ὡς μὲν βασιλέα φρουροῦσιν, ὡς δὲ κακοῦργον οἱ δυστυχεῖς βλασφημοῦσιν· ὡς θησαυρὸν ἠσφαλίσαντο καὶ τὸν πλοῦτον τῆς σωτηρίας ἄλλοις ἐνορῶντες ἐκεῖθεν ἀντλούμενον διὰ πίστεως, αὐτοὶ τῇ ἐσχάτῃ πιεζόμενοι πενίᾳ εἰς ἀπιστίας ὄλεθρον ἐλεεινῶς καταστρέφουσι τὸν βίον· οἴδασι τὴν ἀνάστασιν, ἀλλὰ κρύπτουσι· φιλαργυρίᾳ γὰρ τὴν ἀλήθειαν προδεδώκασι καὶ τῶν ὀφθαλμοῖς οἰκείοις ὁραθέντων τὸ ψεῦδος ἠλλάξαντο.

Τί σαυτὸν παράγεις ταῖς σαῖς ἀπάταις, ὦ Ἰουδαῖε; τί τὴν σὴν κατασοφίζῃ σωτηρίαν; τί τὰς σὰς κατὰ σεαυτοῦ χεῖρας ἐξοπλίζεις, μηδὲ σταλαγμὸν φιλανθρωπίας, ὅσον εἰς σὴν ἧκε πρᾶξιν, σαυτῷ ὑπολειπόμενος; Οὐχ ὁρᾷς τὴν γῆν καὶ τοὺς λίθους ἐπὶ τῷ σῷ τολμήματι τρέμοντας; Ἡ κτίσις τὴν σὴν πενθοῦσα σκυθρωπάζει παρανομίαν· σὺ δὲ καὶ τῶν ἀψύχων ἀναισχυντεῖς ὑπάρχειν ἀναισθητότερος, καὶ τὴν σὴν χορεύων χαίρεις ἀπώλειαν; Οὐχ, ἣν ἐπήρθης ἄγειν ἑορτὴν καὶ λευκὴν ἡμέραν ποιεῖσθαι, τὴν κατὰ τοῦ δεσπότου τόλμαν καὶ τὸν φόνον, διηνεκοῦς ταύτην εὗρες ὑπόθεσιν σκυθρωπότητος;

Οὐκ, ἐν οἷς σοι πλατυνθῆναι τὰ κράσπεδα καὶ πληθυνθῆναι τὰ θαύματα καὶ τὸ ῥαββὶ τῆς γῆς ἐπὶ μέγα βοηθῆναι καὶ παχυνθῆναί σε καὶ λιπανθῆναι τὰς ἐλπίδας ἔτρεφες, τἀνάντια συνήντησας ὧνπερ ἤλπισας; Ποῦ γάρ σοι νῦν ὁ περιώνυμος ἐκεῖνος καὶ μέγας ναός; οὐκ ἐκ βάθρων αὐτῶν ἀνατέτραπται, μῦθος ὑπάρχων τοῖς συμπαθεστέροις καὶ δάκρυα; ἡ δὲ διαβόητος τοῦ ἔθνους μητρόπολις οὐ τραγικῶν νῦν κεῖται διηγημάτων ὑπόθεσις, οὐκ εἰς ἰλιάδα κακῶν ἀναφερομένου τοῦ πάθους, ἀλλὰ τὰς ἰλιακὰς συμφορὰς μέρος οὐδὲ μέγα δεικνῦσα τῆς οἰκείας πανωλεθρίας; Ποῦ δὲ αἱ δημοτελεῖς σοι θυσίαι καὶ ἱλαστήριοι; ἡ δὲ προφητικὴ καὶ θεία ἐπίπνοια πῶς σοι διερρύηκε; Ποῦ δ’ αὐτῶν σοι τῶν ἀρχόντων καὶ ἡγουμένων τὸ κλέος, εἰς ἀλλοφύλους μὲν τότε παραυτίκα, νῦν δ’ εἰς παντελοῦς ἀναρχίας καταστραφὲν ἐξερήμωσιν; Κατεφρυάξω τοῦ λόγου; ἀλλὰ τὸ λόγιόν σοι μεταβαλὸν οὐκ εἰς αἷμα τὸ χρῶμα, ἀλλ’ εἰς αὐτὸ <τὸ> βάθος τοῦ παθήματος διαδοθέντος μεμελάνωται, οὐκέτι τὴν λευκὴν οὐδαμῶς ἀνίσχον σοι ὄψιν. Ἐνύβρισας τὸν προφητευθέντα; ἀλλὰ τοὺς δήλους ἀπώλεσας, εἰς γραμμῶν ἀσήμων ἀφωνίαν τῶν χρησμῳδῶν σοι γραμμάτων περιεστηκότων. Κατεξανέστης τοῦ ἀρχιερέως; ἀλλὰ τοῦ τῆς ἱερωσύνης χαρίσματος ἀπηλάθης. Ἐσφαγίασας τὸν ἀμνόν; ἀλλ’ εἰς ἀνίερον ὀργάδα τὸ θυσιαστήριόν σοι κατερειπωθὲν ἀπεφθάρη. Διεχειρίσω τὸ ἱερεῖον; ἀλλ’ οἱ βωμοί σου διαπεπτώκασιν.

Ἐθανάτωσας τὸν κληρονόμον; ἀλλ’ ἐξηλίφης τῆς διαθήκης. Ἐγύμνωσας τὸν νομοθέτην; ἀλλὰ τῶν προφητικῶν ἐξεδύθης χαρισμάτων, ἀλλὰ τῆς νομικῆς, ἐφ’ ᾗπερ ἐμεγαλαύχεις, κατηνέχθης σεμνολογίας· νόμων γὰρ ἰσχὺς καὶ κράτος ἡ τοῦ νομοθέτου τιμὴ καὶ τὸ σέβας. Διεμερίσω τὰ ἱμάτια; ἀλλὰ τῶν πολλῶν ἐκείνων καὶ ὑπὲρ λόγον θαυμάτων ἀπεγυμνώθης, ἀλλ’ οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ἀλλ’ ἐπεμερίσθης πᾶσιν ἔθνεσι καὶ βαρβάροις, οὐκ εὐδαιμονῶν καὶ πληθυνόμενος, ἀλλ’ ἐλασσούμενός τε καὶ ταλαιπωρῶν καὶ χλεύη προκείμενος.

Τίς σε δαίμων ἐπὶ ταύτην ἐξεβάκχευσε τὴν μανίαν; τίς πρὸς τοσοῦτον ἐξέκαυσε φθόνον, τίς δέ σε μίσους ἀνέπλησε τηλικούτου; Ὄντως οὐχὶ πρὸς κέντρα μόνον λακτίζων ἐξηλέγχθης, οὐδὲ προσαράσσων τὴν ὄψιν τῇ πέτρᾳ, οὐδὲ τῇ μαχαίρᾳ τὸ πῦρ ἀνασκάλλων, οὐδὲ τὴν σελήνην ἐπὶ σεαυτῷ καθαιρῶν, βραχὺ τῆς κτίσεως μέρος καὶ μύθου παίγνιον εἰς σωφρονισμὸν τοῖς ἄφροσι παροιμιαζόμενον, ἀλλὰ σύμπασαν ὡς ἀληθῶς τὴν οἰκουμένην, οἷς ἐτόλμησας, τῆς σῆς κεφαλῆς καὶ τέκνων καὶ γενεᾶς πάσης τὸν ἅπαντα χρόνον κατασείων.

Ἀλλὰ τὸ μὲν Ἰουδαίων γένος καὶ ἄκον σιγᾷ καὶ πεφίμωται καὶ στένει καὶ πληροῦται κατηφείας ἐπὶ ταῖς σκιαῖς καὶ τοῖς τύποις καὶ ταῖς κεναῖς ἐλπίσι καθήμενον· ἐμοὶ δὲ μικρὸν ἀναδραμεῖν ἔδοξεν ὁ λόγος καὶ τῶν εὐαγγελικῶν ἐξαψαμένῳ ῥημάτων ἐκεῖθεν τῆς παρούσης ἡμέρας ἀναπληρῶσαι τὰ λείποντα. Τί οὖν ἐκεῖνα τὰ θεῖα ὑφηγεῖται λόγια; οὐδὲν γὰρ οἷον αὐτῶν ἀκούειν. Ὀψίας, φησί, γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας τοὔνομα Ἰωσὴφ καὶ προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Πλούσιος ἦν ὡς ἀληθῶς ὁ Ἰωσήφ, ὅτι τὸν τῆς ζωῆς ἐπεζήτει θησαυρόν· πλούσιος ἦν, ἀσύλου πλούτου τῆς κτίσεως ἐπιμελούμενος· πλούσιος ἦν καὶ σοφός, εὐτελείᾳ ῥημάτων καὶ μετριότητι τὸν πολυτελῆ καὶ ὑπέρλαμπρον μαργαρίτην ἐμπορευόμενος καὶ κρύπτων τούτοις τὸ σπουδαζόμενον· οὐδὲ γὰρ ὡς δή τι μέγα φρονῶν ἢ φθεγγόμενος, οὕτω τὸ σῶμα ἐπιζητεῖ, ἀλλ’ ὡς ἂν ἐλέῳ καὶ φιλανθρωπίᾳ διδούς, εἰς ταφὴν αἰτεῖται τὸν νεκρόν.

Καὶ πρόσεισι μὲν τῷ Πιλάτῳ, ὄκνον ἅπαντα καὶ φόβον ἀπορριψάμενος, οἷα δὲ βουλῆς κοινωνῶν κατενεχθῆναι τὸ σῶμα τοῦ τεθνηκότος συμβουλεύει· ἤδη γὰρ τῆς Παρασκευῆς ταῖς τοῦ ἡλίου δυσμαῖς συναποληγούσης καὶ ὁ τοῦ Σαββάτου νόμος τῇ ἐπεισιούσῃ συνανεφαίνετο· καὶ πιθανώτερος ἐδόκει καὶ τὸν νόμον ἴσως ὑποφαίνων, δι’ ὃν οὐκ ἐχρῆν μετέωρα μένειν ἔτι τὰ σώματα τῶν ἀνῃρημένων· τὰ μὲν γὰρ ἄλλα τῶν Ἰουδαίων ἐκθέσμως πραττόντων καὶ ἀπερικαλύπτῳ τῇ κεφαλῇ τῶν πατρίων ἐκδιαιτωμένων, ἐν οἷς οὐδὲν ἀντίπαλον τοῦ θελήματος ἀπήντα καὶ ῥᾷστον ἦν ἐκτελέσαι, ἡ περὶ τοὺς νόμους εὐλάβεια κατεσπούδαστο. Καί, δός μοι, φησὶν Ἰωσήφ, εἰ βούλει, θάψαι τὸν νεκρὸν τοῦ Ἰησοῦ, ὃν οἱ γνωστοὶ πάντες ᾤχοντο καταλιπόντες· δός μοι θάψαι τὸν νεκρόν, οὗ πολλοὶ μὲν συνέρρεον ἐπὶ τῷ πάθει θεαταί, νῦν δ’ οὐδεὶς ὑπέμεινεν οὐδὲ τῶν φίλων ἐνταφιαστής· δός μοι νεκρὸν ξένον καὶ ἠπορημένον εἰς ταφήν. Ἄπεστί σοι φόβος βασιλείας· τέθνηκεν ὁ τὸ κράτος μὲν τῆς ἐξουσίας ἁρπάσαι κατηγορούμενος, μέχρι δὲ καὶ αὐτῆς τῆς ἀποφάσεως ἀπ’ ἀρχῆς τῆς προδοσίας ἀθῷος ὀφθεὶς παντὸς ἀδικήματος. Τούτου τὸν νεκρὸν ἐπιζητῶ, ὃν προφητοκτόνος γλῶσσα καὶ φωνὴ καὶ χεῖρες, σοῦ δοκοῦντος φέρειν φιλανθρωποτέραν ψῆφον, ὑπὸ κρίσιν ἤγαγον θανάτου.

Δός μοι χάριν σοι ὁμολογεῖν, δι’ ἧς ἑτέρους οὐδὲν ζημιοῖς· οὐδὲ γὰρ ὁ τῶν Ἰουδαίων ὄχλος ἀνιάσεται, γῇ μαθόντες τὸν ἐχθρὸν καλυπτόμενον· δυσχεραίνουσι γὰρ καὶ νεκρὸν τὸν ὑπ’ αὐτῶν μισούμενον βλέποντες, τοῦτο μὲν τὴν αὐτῶν μιαιφονίαν τῷ σταυρῷ θριαμβεύοντα, τοῦτο δὲ τῶν ὁρώντων τὸν ἔλεον ἕλκοντα καὶ τῶν σταυρωσάντων ἐκκαλούμενον μυσάττεσθαι τὴν ὠμότητα· οὐδὲ τὴν καίσαρός σοι ἐπισείσουσι φιλίαν, οὐκ εἶ φίλος, λέγοντες, τοῦ καίσαρος, εἰ νεκρὸν δίδως τῇ γῇ κατορύττεσθαι· ἀπροφάσιστος, εἰ βούλει μόνον, ἡ πλήρωσις τῆς αἰτήσεως. Τούτοις ὁ σοφὸς καὶ καλὸς Ἰωσὴφ τὴν τοῦ Πιλάτου ψυχὴν κατεπᾴδων τοῖς ῥήμασι τυγχάνει τοῦ σκοποῦ καὶ λαμβάνει καθαιρεθὲν τὸ σῶμα τοῦ Ἰησοῦ. Πῶς δὲ οὐκ ἔμελλε, πολλῷ πόθῳ καὶ θεοπρεπεστάτῃ στοργῇ προσερχόμενος, δι’ ὧν αὐτὸν εἶχε τὸν αἰτούμενον συλλήπτορα καὶ πληρωτὴν τῆς αἰτήσεως; Ἀλλὰ νῦν Ἰωσὴφ ἐξαιτεῖ καὶ λαμβάνει τὸ σῶμα. Τί μὴ καὶ πρὸς τὸν σταυρὸν ἑλκόμενον ᾔτει καὶ ἐκώλυε τὸν φόνον;

Ἐκεῖ μὲν ὁ θυμὸς ἔπνεε μείζων τῆς αὐτοῦ καὶ προαιρέσεως καὶ ἰσχύος καὶ ὁ τῶν φονώντων φθόνος πᾶσαν περιέκοπτεν ἐλπίδα· ἐπεὶ δὲ τῆς ὀργῆς τὸ ῥέον τοῖς τοῦ φόνου λύθροις συγκατέρρευσεν ἐκλεῖπον (ὀργῆς γὰρ καὶ ζηλοτυπίας κένωσις ἡ τοῦ φθονηθέντος ἀναίρεσις), τότε παρρησιάζεται πρὸς τὴν αἴτησιν καὶ ἣν ἐκ πολλοῦ κρύπτων ἔθαλπεν ἐκφαίνει προθυμίαν καὶ τυχὼν τοῦ σκοποῦ τὸ κυριακὸν ἐκεῖνο καὶ σεπτὸν ἀναιρεῖται σῶμα. Καὶ περιχυθεὶς τῷ κειμένῳ πάσας μὲν ἠφίει φωνάς, πᾶσι δὲ κατεμερίζετο πάθεσιν· ὁμοῦ δ’ αὐτὸν εἶχεν ἅπαντα, θάμβος, ἔκπληξις· εὐφροσύνη, λύπη· χαρά, δάκρυα· μῖσος, ἔλεος· φόβος, δειλία, θάρσος· φαιδρότης προσώπου καὶ κατήφεια. Τίς ἂν ζωγράφος λόγος εἰκονίσει τὴν τότε τούτου διάθεσιν; Ἔχαιρεν ἔχων τὸ ποθούμενον, ἐθρήνει νεκρὸν καθορώμενον· ἠλέει κείμενον ἄταφον· τῶν σταυρωσάντων ἐμυσάττετο τὴν ὠμότητα, τοῦ σταυρωθέντος ἐθαύμαζε τὸ μακρόθυμον· ἐδεδίει ψαύων τοῦ σώματος, ἐθάρρει πόθῳ ῥωννύμενος· ἐσκυθρώπαζε τῷ παθήματι, χαροποιὸς ἦν εὐτυχήματι· διηπορεῖτο τῷ πράγματι καὶ τοὺς λογισμοὺς ποικίλως ἀνέστρεφεν. Ἆρα γὰρ ὀφθαλμοὺς χερσὶ ταῖς ἐμαῖς καλύψω τοῦ πηλῷ καὶ λόγῳ τυφλοῖς φυτρώσαντος ὄμματα; χείλη δὲ συμπτύξαι παρασκευάσω, οὗ τῷ ῥήματι μογγιλάλων χείλη, γλώσσης τρανουμένης, λαμπρῶς ἀνεπτύσσετο;

κεφαλὴν δὲ ταύτην περιστελῶ σουδαρίῳ, δι’ ἣν ὁ ναὸς ὡς ἐπὶ πανδήμῳ πένθει τὸ καταπέτασμα περιρρηξάμενος τὰ τῶν ἀδύτων καὶ ἀβάτων ἐγύμνωσέ τε καὶ ἀπεκάλυψεν ἀθέατα; συνάξω δὲ χεῖρας ἐγώ, αἳ τὰς ξηρὰς χεῖρας χρόνῳ καὶ νόμῳ πεπεδημένας καὶ συνεσφιγμένας ἐξήπλωσαν; πόδας δὲ τούτου συνάψω, ὑφ’ ὧν ἐπεζοπορήθη θαλάσσης ὑγρὰ κύματα καὶ οὗ προστάγματι χωλοὶ τὰς βάσεις ὀρθωθέντες ἦσαν καὶ τρέχοντες ὤφθησαν; Πῶς δὲ ἐνταφιάσω τὸν νεκρὸν ἐξ ᾍδου καλέσαντα καὶ τῶν ἐνταφίων ἀπολύσαντα καὶ τεταρταῖον τοῦ μνήματος ἀναστήσαντα;

Ταῦτα τοῖς λογισμοῖς ἀνελίσσων καὶ ἐπὶ πολὺ διαπορούμενος, ὅμως ἐπεὶ τῆς οἰκονομίας καιρὸς ἦν καὶ αὐτὸς τῆς οἰκονομίας γίνεται καὶ σμύρνης ἐπιπάσσων καὶ ἀλόης τὸ σῶμα τὸ δεσποτικόν, ὃ τοῖς τελευτῶσι παρά γε τοῖς Ἰουδαίοις τιμὴ τελευταία, καὶ τοῖς νεκροστόλοις περιελίσσων ὀθονίοις πρὸς τῷ καινῷ κατατίθησι μνημείῳ· καινὸν δὲ τὸ μνημεῖον παρεσκεύαστο, αὐτῷ τε τῷ δεσπότῃ τὸν δυνατὸν τρόπον τοῦ Ἰωσὴφ τιμὴν ἐξευρίσκοντος (τάφος γὰρ καινὸς καὶ ἴδιος, ἀλλὰ μὴ κοινὸς καὶ πολλοῖς ἐκλελυμασμένος σώμασι τὴν ὡς ἐν νεκροῖς τῷ θαπτομένῳ προσνέμει σεμνότητα) καὶ διπλῆς ἄλλης οἰκονομουμένης αἰτίας ἕνεκα, μιᾶς μέν, ἵνα μὴ τοῦ τῆς ἀναστάσεως ἐπιτελουμένου θαύματος τοῖς πάντα τολμῶσι καὶ ἀναισχυντοῦσιν Ἰουδαίοις ἄλλος τις τῶν συντεθαμμένων ἐπιφημισθῇ, ἀλλ’ οὐχ ὁ παρ’ αὐτῶν τῷ σταυρῷ καταδεδικασμένος, τῶν νεκρῶν ἀνιστάμενος, ἀλλ’ ἵν’ αὐτοῖς πανταχόθεν ᾖ πᾶσα ψευδολογίας καὶ θεομαχίας περικεκομμένη πρόφασις· ἑτέρας δέ, τοῦ μὴ δόξαι τισὶν ἐκεῖνα μόνα τῶν σωμάτων ἐξαναστῆναι τοῦ τάφου, οἷς τὸ δεσποτικὸν ἐπεχωρίαζέ τε σῶμα καὶ ἐπλησίαζεν (ὃ καί τινος τῶν ἁγίων πάλαι καὶ ζῶντος ἔτι διεπέπρακτο), ἀλλ’ ἵν’, ὥσπερ ὑπὲρ πάντων εἴη τὸ κατὰ τοῦ ᾍδου κράτος ὁ δεσπότης ἀναδεδεγμένος, οὕτω καὶ τῶν πανταχοῦ γῆς καὶ θαλάσσης διερριμμένων σωμάτων καὶ πυρὶ καὶ ἀέρι διεσκεδασμένων λαμπρῶς ἐπιγνωσθῇ τῷ οἰκείῳ πάθει διαπεπραγμένος τὴν ἀνάστασιν· οἷς γάρ τινων μὲν οὐ συνετέθαπτο σώμασι (πολλοὶ δὲ τῶν ἁγίων ἀναστάντες ἄλλοθί που καὶ ἄλλοθι καὶ σποράδην καὶ οὐ κατὰ τὸ δεσποτικὸν μνῆμα κείμενοι πολλοῖς ἦλθον εἰς ἐμφάνειαν), διὰ τούτων μᾶλλον τρανῶς ἐπιδείκνυται, μὴ τῶν μέν, τῶν δὲ μή, ἀλλ’ ὑπὲρ πάντων τῷ δεσπότῃ ὅ τε θάνατος διηγωνισμένος καὶ ἡ ἀνάστασις.

Διὰ ταῦτα γοῦν καὶ τὰ τοιαῦτα καινὸς ὁ δεσποτικὸς τάφος τῷ Ἰωσὴφ ἐλαξεύετο, ἐκείνου μὲν μὴ συνορῶντος ἴσως ἅπαντα, ἀλλὰ πρὸς ἕν γε, τὴν τιμήν, ἀποβλέποντος, τῆς δὲ θείας καὶ ταῦτα προκαταρτιζούσης καὶ συνοικονομούσης προγνώσεως.

Ἀλλ’ ὁ μὲν εὐσχήμων Ἰωσήφ, τῷ καινῷ μνημείῳ τὸν καινὸν νεκρὸν καὶ κενοῦντα τοὺς τάφους ἐνθείς, τὸν καινὸν ἡμῶν τῆς ἀναστάσεως ἐγκαινίζει θάλαμον καὶ τοῦ τάφου τὸ στόμα λίθῳ μεγάλῳ περιστομώσας πενθῶν ἀπῄει καὶ ποτνιώμενος, ἡ δὲ τῶν Ἰουδαίων μιαιφόνος ὁρμὴ εἰς ἄλλην κατὰ τοῦ Σωτῆρος ἐπήρειαν παροξύνεται καὶ πρὸς ἄλλην ὕβριν ἀνάπτεται· ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἀνθρώπων ἔστιν ὁρᾶν, ἐπειδὰν τιμωρίαν ὅσην βούλωνται παρὰ τῶν ὑπ’ ὀργὴν πεσόντων λάβωσιν, ὡς ἐξημεροῦσί τε τὸ θυμούμενον, λυομένου τοῦ πάθους τῇ πληρώσει τοῦ θελήματος, καὶ πολλάκις πρὸς ἔλεον μεταβάλλονται· τὸ δέ γε τῶν Ἰουδαίων ἔθνος τοῖς τῶν προφητῶν καὶ ἁγίων ἐπιτετριμμένον αἵμασιν οὐκ οἶδε κόρον ἔχειν τῆς ὀργῆς, οὐδ’ ἂν ὁ τελευταῖος αὐτοῖς τῆς ἀντιλυπήσεως τρόπος εἰς πρᾶξιν συγχωρηθείη, τὸ τοῦ φόνου μίασμα· ὁρᾶν γάρ ἐστι καὶ νῦν αὐτῶν τὴν τῆς μοχθηρίας ὑπερβολὴν καὶ ὠμότητα· μετὰ τὸν μυκτηρισμόν, τὸν χλευασμόν, μετὰ τὰ ῥαπίσματα, τὰ ἐμπτύσματα, μετὰ τὰς κολαφίσεις, τὰς τῶν χειρῶν διατρήσεις, τὰς τῶν ποδῶν διαπερονήσεις, μετὰ τὸν σταυρὸν καὶ τὸν θάνατον καὶ τὸν ἐξ ἀνθρώπων, ὡς αὐτοῖς ἐδόκει, τοῦ Σωτῆρος ἀφανισμόν, μετὰ ταῦτα πάντα ἐπ’ ἄλλην ἀρχὴν ἀπονοίας ἀνατρέχουσι καὶ ἄλλον ἀναρριπίζουσι κατὰ τοῦ δεσπότου πόλεμον καὶ οὐδ’ ὑπὲρ αὐτῶν κειμένῳ σπένδονται, ἀλλὰ προσέρχονται τῷ Πιλάτῳ καὶ κατὰ τοῦ τεθνηκότος ἐπιμαίνονται καὶ φωνὰς ἀξίας τῆς αὑτῶν θεομάχου καὶ γνώμης καὶ γλώσσης ἀφιᾶσι.

Τίνες ταῦτα; Οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι, τῆς ἰουδαϊκῆς φιλανθρωπίας καὶ συνέσεως τὰ ἀκροθίνια· φησὶ γάρ, τῇ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι πρὸς Πιλάτον λέγοντες, ἐμνήσθημεν, Κύριε, ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσι αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν. Τί τῶν τοιούτων φωνῶν μιαρώτερον; τί δὲ τῆς τοιαύτης γνώμης ἀθεώτερον; τί δὲ τῆς ἀναισχυντίας ἐμμανέστερον; Πλάνον καλεῖς, ὦ Ἰουδαῖε, τὸν ἀπλανῆ τῆς σωτηρίας ὁδηγόν, τὸν ἐφ’ ᾧ σε τὸν ὑβριστὴν ἀπαλλάξαι τῆς πλάνης παραγεγονότα καὶ τοῦ τῆς πλάνης ἐξαρπάσαι κατακρίματος;

Διὰ τοῦτο πλάνος, ὅτι τῶν εἰδωλικῶν τοὺς ἀνθρώπους σεβασμάτων ἀπέσπασεν, ὅτι τῆς τῶν δαιμόνων τυραννίδος ἐξήρπασεν, ἀλλ’ ὅτι τὴν νομικὴν καὶ βαρεῖαν ζεύγλην ἐπὶ τὸν χρηστὸν καὶ κοῦφον τοῦ εὐαγγελίου ζυγὸν μετεκόσμει; ὅτι τὴν σὴν ὑπόκρισιν ἐπαρρησιάζετο διελέγχειν; ὅτι τὸν πατρικὸν οἶκον οἶκον ἐμπορίου τοὺς τολμῶντας ποιεῖν τῇ μάστιγι διηπείλει, οὐ τύπτων μέν, ἐνόχους δὲ δεικνὺς τῆς τῶν ἀλόγων κολάσεως; Ἐῶ νυνὶ τὰ σημεῖα καὶ τὰ τέρατα καὶ τὰς ἀφάτους ἐκείνας καὶ ὑπὲρ λόγον εὐεργεσίας, αἷς ὑμῶν τῶν ἀχαρίστων τὸ γένος ὁ περὶ πάντας φιλάνθρωπος εὐηργέτησεν.

Ἀλλ’ ἦν πλάνος; τέθνηκε· τίς σοι φροντὶς τοῦ μηκέτι ὄντος, μηδὲ πλάνην ἄλλοις ἐπάγειν ἰσχύοντος; πλάνος ἦν ἐκεῖνος; ἔα τὰς αὐτοῦ φωνὰς ἐρριμμένας κάτω κεῖσθαι καὶ ἠμελημένας· οὐδὲν γὰρ ὧν εἶπεν ἔσται. Τί δὲ πολυπραγμονεῖς καὶ μεμνῆσθαι λέγεις μετὰ τρεῖς ἡμέρας εἰπεῖν αὐτὸν ἀνεγείρεσθαι; Ἀλλὰ φοβῇ καὶ δέδοικας μὴ πρὸς ἔργον ἐκβῶσιν οἱ λόγοι; πῶς ἐπικαλεῖν οὐ δέδοικας πλάνον, πῶς δέ σε δέον στένειν καὶ αἵματι κλαίειν καὶ τῇ τῶν τετολμημένων μεταγνώσει ἀνεκτότερον ποιεῖν τὸ κατάκριμα, σὺ δ’ ὥσπερ φιλοτιμούμενος μηδεμίαν ὑπερβολὴν ἑτέροις καταλιπεῖν ἀσελγείας τε καὶ ἀναισχυντίας καὶ δευτέροις κακοῖς ἀποκρύπτειν σπουδάζεις τὰ φθάσαντα; Ἀλλ’ ὡς ἀληθῶς, ἐπειδάν τις ὅλος τοῦ φθόνου καὶ τοῦ φόνου γένηται, οὐκ ἔχει τοὺς λογισμοὺς οὐδ’ ἐπὶ βραχὺ τῆς μανιώδους μέθης καὶ παραφορᾶς ἀναφέροντας, ἐξ ὧν καὶ νῦν οὗτοι μεμηνότες παραφθέγγονται, ἐμνήσθημεν, λέγοντες, ὅτι εἶπε, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι, καί, κέλευσον ἀσφαλισθῆναι τὸν τάφον, μήποτε οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτόν. Οὐκοῦν τοὺς μαθητὰς ἐχρῆν σε γράφεσθαι κλοπῆς, ἀλλὰ μὴ τὸν διδάσκαλον αἰτιᾶσθαι πλάνον. Τί γάρ; ἐγὼ πλάνος, εἰ τὸν ἐμὸν τάφον ἄλλος ἀνορύσσει καὶ ταῖς ἐμαῖς ὕβρεσι τὸ σῶμα λυμαινόμενος ἐντρυφᾷ;

Κατ’ ἐκείνων οὖν αἰτεῖν ἔδει στρατιώτας, ἀλλὰ μὴ τὸν φρουρούμενον τάφῳ δευτέρᾳ καθυβρίζειν φρουρᾷ· ἐκείνους ἀπείργειν τῆς ὁρμῆς, ἀλλ’ οὐ τὸν μηδὲν ἀδικοῦντα συκοφαντεῖν. Σὺ δὲ τί ποιεῖς; οὓς μὲν εἰς κλοπὴν ἐξαίρεις, ἀφυλάκτους ἐᾷς, ὃν δὲ γῆ καὶ λίθος ἔχει, κατ’ ἐκείνου πάλιν φονᾷς, ἐνέδρας καὶ λόχους ἐφιστάς.

Εἶτα τί πεφόβησαι τὴν κλοπήν; ἵνα μή, φησί, κλέψωσιν αὐτὸν οἱ μαθηταὶ καὶ εἴπωσιν ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν. Πότε γάρ τις ὤφθη νεκρὸς ἀνάστασιν αὐτουργῶν, ἵν’ εὐχερὲς εἴη μὴ γεγενημένου τοῦτο πλάττεσθαι τοῖς μαθηταῖς; ἢ πῶς ἀκόλουθον ἦν κλοπὴν ἐξεργασαμένους, πρᾶγμα τολμηρόν, ἐπὶ τὸ φημίσαι τὴν ἀνάστασιν, ἄπιστον ἔργον καὶ τετελεσμένον, ἀνθρώποις δραμεῖν; κατηγορούντων ἂν εἴη τοῦτο σφῶν αὐτῶν τὴν κλοπήν, ἀλλ’ οὐ φευγόντων τὴν διαβολήν· οἷς γὰρ ἀπίθανον ἐπλάττοντο τὴν ἀπολογίαν, βεβαίαν ἐποιοῦντο τὴν κατηγορίαν. Πρᾶξιν μὲν γάρ τις ἔκθεσμον ἐπιτελῶν καὶ φυγεῖν τὴν ὑπόληψιν ζητῶν πιθανήν τινα καὶ δυνατὴν ἑαυτῷ προκαταβάλλεται τὴν ἀποστροφήν, τὸ δὲ κλέψαι σῶμα νεκρόν, ἐγηγέρθαι δὲ τοῦτο λογοποιεῖν ἐχθρῶν ἂν εἴη, ἀλλ’ οὐ μαθητῶν ἐπίδηλος χλευασμὸς καὶ τῆς τοῦ κλαπέντος ὕβρεως κατεντρυφώντων ἀφειδῶς.

Οὐκ ἄρα τούτων ἐπεφόβησο τὴν κλοπήν, οὐδ’ ὅτι κλέψαντες ἀνάστασιν ἀναπλάσουσιν, ἀλλὰ τὰ ῥήματά σε τοῦ σταυρωθέντος ἐστρόβει καὶ ἐτάραττε τὴν ψυχὴν καὶ τὴν ἀνάστασιν ὥσπερ ἐν ὀφθαλμοῖς βλέπειν ἐποίει καὶ διὰ τοῦτο ταύτης οὐκ ἀφίστασο δραματουργῶν οὐ τραγικόν, οὐδὲ κωμικόν, ἀλλ’ ὡς ἀληθῶς δρᾶμα ἰουδαϊκόν, δρᾶμα φαρισαϊκὸν καὶ τῆς προφητοκτόνου σκηνῆς ἄξιον, καὶ στρατιώτας καὶ κλεῖθρα καὶ σφραγῖδας καὶ φύλακας τῷ κειμένῳ νεκρῷ περιϊστάς, ἵνα τὴν κλοπήν, ἧς αὐτὸς ἀρχιτέκτων ἐγένου, σαυτὸν ἐκκλέπτων λάθῃς μηχανορραφῶν.

Κλέπτει δέ τις σῶμα νεκρὸν τῶν φίλων ἢ τῶν ἐχθρῶν; ἀλλ’, εἰ μὲν τῶν ἐχθρῶν, σὸν ἔργον μοι λέγεις καὶ τῆς σῆς παλάμης τόλμημα· τί οὖν κλέπτεις; ἢ ἵνα εἴπωσιν οἱ μαθηταί, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν; εἰ δὲ τῶν φίλων, πῶς γυμνόν; τί γὰρ ἐχρῆν ἐξυβρίζειν γυμνοῦντα καὶ ἀσχημονοῦντα τὸν νεκρόν, ὃν ἐχρῆν, εἰ μή τι ἄλλο τιμῶντα, ἀλλά γε τὴν ὁσίαν ποιοῦντα καὶ τὸν κοινὸν τῶν ἀνθρώπων εὐλαβούμενον νόμον μηδ’ ἀνακαλύπτειν ὅλως ἄρτι σῶμα γῇ παραδοθέν.

Καὶ κλέπτει δέ τις, ἵνα τί γένηται; ἵνα εἴπωσι, φησίν, οἱ μαθηταὶ αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν· σφόδρα γάρ, ὡς ἔοικεν, ἡ ἀνάστασις πρᾶγμα πιθανὸν ἦν καὶ ῥᾷστον πραχθῆναι καὶ πολλοῖς ἔμπροσθεν ἐκτετελεσμένον, ἵνα κλέπτοντες ἐπὶ ταύτην τὴν αἰτίαν, εὐπαράδεκτον καὶ οὐδ’ ἀμφισβητήσιμον οὖσαν, καταφύγωσι· πολὺ δ’ ἂν εἴη ῥᾷον κλέπτοντας λέγειν, εἰ πλάττειν ἔμελλον αἰτίαν, ὑπὸ τῆς γῆς αὐτοῦ τὸ σῶμα καταπεπόσθαι ἢ πρὸς μὴ γεγενημένην καταφεύγειν ἔγερσιν. Οὔκουν, οὐκ ἦν σοι φόβος τούτου, ἵνα μὴ κλέπτοντες εἴπωσιν ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, ἀλλὰ τὰς τῶν προφητῶν φωνὰς ἐδεδίεις, ἃς ἑκὼν καὶ τῷ φόνῳ μεθύων ἐπὶ σῷ κακῷ παρέτρεχες, τρανῶς προαναφωνούσας καὶ τὴν σὴν μιαιφονίαν καὶ τὴν τοῦ Σωτῆρος ἐπεθειαζούσας ἀνάστασιν· ἐδεδίεις ταῦτα· εἶδες ἐπὶ τῷ δεσποτικῷ πάθει τὴν κτίσιν πᾶσαν ἐπιστυγνάζουσαν καὶ τρέμουσαν τὴν γῆν· ἐφόβει σε ταῦτα καὶ ὑπέθραττε κἂν ἀτέραμνός τις καὶ ἀναίσθητος ἐφιλονείκεις εἶναι. Ταῦτά σου παρεμπίπτοντα καὶ συνιόντα σχολαζούσῃ τῇ μνήμῃ καὶ ἄκοντα παρεσκεύαζε τὴν ἀνάστασιν ὑφορᾶσθαι.

Διὰ τοῦτο προλαμβάνεις καὶ προκακουργεῖς καὶ τὴν κλοπὴν προφημίζεις, ἵν’, ὅταν ἡ ἀνάστασις γένηται, ἔχῃς καταφυγὴν ἀθλίαν τὴν σοὶ προκλαπεῖσαν κλοπήν. Ἐκλάπη; τί οὖν οὐκ ἐπ’ αὐτοφώρῳ τοὺς τοιχωρύχους λαβὼν πρὸς Πιλάτον ἄγεις; φρουρὰν γὰρ εἶχες τοῦ τάφου λόχον στρατιωτικόν· ἄλλως τε καὶ τὴν κλοπὴν αὐτὴν γενησομένην, ὅς γε καὶ προλέγεις, οὐκ ἠγνόεις. Τίνες δὴ τῶν μαθητῶν οἱ σεσυληκότες; ποῦ μετέθεντο τὸ κλαπέν; τί δὲ καὶ οἱ κλέπτοντες ἐπεχείρουν λύειν τὰ ὀθόνια καὶ τῆς κεφαλῆς ἀφαιρεῖσθαι τὸ σουδάριον, μάλιστά γε σμύρνῃ καὶ ἀλόῃ συμπεπιεσμένα; ὃ κἂν ἐπ’ ἐρημίας καὶ ἡσυχίας καὶ μηδὲν δεινὸν ὑφορώμενος, μηδὲ φυλάσσοντας στρατιώτας ὀρρωδῶν, συγκεκολλημένων καὶ συνεπτυγμένων ὄντων τῶν ἐνταφίων τῷ τῆς σμύρνης καὶ ἀλόης μίγματι, οὐκ ἄν τις ῥᾳδίως ἐξειργάσατο οὐδὲ τοῦ σώματος διασπάσειε ταῦτα. Ἀλλ’ ἐκλάπη· ἆρα πρὸς τὴν τῶν κλεψάντων σεαυτὸν καθῆκας ζήτησιν; ἆρα κολάζεις τῆς ἀμελείας τοὺς φύλακας;

Οὔμενουν τούτων οὐδὲν οὐ ποιεῖς, πολλοῦ γε καὶ δεῖ· οὐδὲ γὰρ οὐδ’ ἦν τις ὁ τὸν τάφον ἀνορύσσων καὶ συλῶν τὸ σῶμα, ἀλλ’ αὐτὸς ἦς, εἴπέρ τις ἦν, κλέπτης, αὐτὸς συκοφάντης, αὐτὸς μήνυτρα εἰσπράττων παρὰ τῶν εὐηθεστέρων ἢ δυσσεβεστάτων τὴν ἀπιστίαν τῆς ἀναστάσεως· αὐτὸς ἐπὶ τούτῳ κριτὴς ἡσυχάζων, ὁ φιλοπράγμων καὶ λάλος, μηδὲ φωνὴν προϊέμενος. Διὰ τοῦτο σιγᾷς ἐπὶ τούτῳ καὶ οὐδέν σοι μέλει τῶν ἐπὶ τῇ κλοπῇ κειμένων νόμων, οὐδέ γε τῆς ἄλλης ἐξετάσεως.

Ἀλλ’ ὅπερ ἐβούλου, πάσῃ μηχανῇ καὶ χρήμασι τῆς ἀληθοῦς ἀναστάσεως κατασκεδάσας τὴν κλοπήν, ἠρκέσθης τῷ ψευδολογήματι, ὥσπερ ἑρμαίῳ τινὶ τῇ τῶν στρατιωτῶν φιλαργυρίᾳ περιτυχὼν καὶ χάριν ἔχων, εἴ τις μηδ’ ἀναπυνθάνεται, πῶς γέγονεν ἢ παρὰ τίνων ἡ κλοπή.

Καίτοι κἀκεῖνο συνορᾶν ἐχρῆν, ὡς οὐκ ἂν οὐδενὶ τῶν νοῦν ἐχόντων οὔτε τὸ κλέψαι οὔτε τὸ φημίσαι τὴν ἔγερσιν τοῖς μαθηταῖς πίστιν ὅλως παρέχεται· φημίσουσι γάρ, κατὰ σέ, μὴ γεγενημένην τὴν ἔγερσιν· πῶς τὸν ἐγηγερμένον ἐπιδείξουσιν; ἔλεγχος δὲ τῆς φήμης ἄμαχος τὸ μηδαμοῦ φανῆναι τὸν φημιζόμενον. Μὴ δεικνύντες δέ, πῶς οὐ μαίνεσθαι δόξουσι καὶ γέλως προκεῖσθαι πᾶσι καὶ χλεύην ποιεῖσθαι τὸν διδάσκαλον;

Οἷς γάρ τις ἃ ῥᾳδίως διελέγχεται μὴ γεγενημένα πλάττει, οὗτος τὸν ὑπὲρ οὗ ταῦτα πράττει καὶ τῆς ἀληθοῦς δόξης καὶ τῶν ὑπηργμένων ἔργων ἀφρόνως στερίσκει· εἰ γάρ, καὶ πολλοῖς πολλάκις μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν τοῦ Σωτῆρος ὁραθέντος καὶ πολλῶν σωμάτων ἁγίων πολλοῖς ἐμφανισθέντων καὶ τῶν ἀγγέλων τῷ τάφῳ προκαθημένων καὶ τηλικούτων καὶ τοσούτων τερατουργουμένων, τὸ τῆς κλοπῆς ὑμεῖς ψεῦδος τῆς ἀληθείας μᾶλλον διαδοθῆναι κατηγωνίσασθε (ἐφημίσθη γὰρ ὁ λόγος οὗτος παρ’ Ἰουδαίοις μέχρι τῆς σήμερον ἡμέρας), εἰ μὴ λαμπρὰ καὶ περιφανὴς καὶ πᾶσιν ἔργοις ἡ τοῦ Χριστοῦ καὶ Σωτῆρος ἡμῶν ἀνάστασις διεπέπρακτο, μνημάτων κενουμένων, πολλῶν νεκρῶν αὐτοκηρύκων τῆς σφῶν ἀναστάσεως γεγενημένων, ἀγγέλων ταύτην διαμαρτυρομένων, αὐτοῦ δὲ τοῦ δεσπότου κατὰ διαφόρους καιροὺς καὶ τόπους διαφόροις ἐπιφαινομένου, εἰ μὴ τούτοις ἅπασιν ἡ ἀνάστασις ἐβεβαιοῦτό τε καὶ ἐκρατύνετο, πῶς ἄν τις ἐτόλμα λέγειν τῶν μαθητῶν ἐγηγέρθαι τὸν διδάσκαλον; Ἀλλ’ οὐχὶ καὶ αὐτὸς ἂν καὶ λεγόντων ἄλλων ὑπ’ αἰσχύνης κατεδύετο, τὸ τοῦ λόγου παράδοξον δυσωπούμενος; Ἡ μέντοι γε τῶν ὁραθέντων ἀψευδεστάτη κατάληψις καὶ τὸ ἐναργὲς καὶ ἀναμφίβολον τῆς ἐγέρσεως, ταῦτα τοὺς μαθητὰς θάρσους ἐπλήρωσε καὶ δυνάμεως τῶν ἀκριβῶς αὐτοῖς ἐγνωσμένων διδασκάλους γενέσθαι καὶ κήρυκας.

Τί γὰρ ἄν τις ἄλλο καὶ μύθους πλάττειν ἐγγεγυμνασμένος ἀναπλάσειεν ἢ πρὸς ἀναισχυντίαν ψεύδους τὴν γλῶσσαν ὁπλίσας αἰτιάσαιτο, εἰ μὴ τῶν ὁραθέντων αὐτοῖς καὶ εἰς βεβαίαν γνῶσιν ἀχθέντων τὸ ἀμετάπειστον; οἱ γάρ, ἐπεὶ συνείληπτο καὶ σταυρὸς ἐπήγνυτο, τὸν διδάσκαλον καταλιπόντες καὶ τῷ προσδοκηθέντι φόβῳ πάντα ῥίψαντες, ὅσα τε τῶν σημείων εἶδον καὶ ὅσα διδάσκοντος ἤκουον, ὅσα τε αὐτοῖς χορηγουμένης ἐκεῖθεν ἐτερατουργεῖτο τῆς χάριτος, οἱ ταῦτα πάντα φόβων ἐλπίδι λαθόμενοι, πῶς ἂν οὗτοι νεκρὸν πιστωθέντες εἶναι καὶ μὴ τὸ μέγα τῆς ἀναστάσεως μυστήριον αὐτουργήσαντα ἢ τὸ παραυτίκα κηρύσσειν ἐδυναμώθησαν (τί γὰρ δεῖ λέγειν ὡς κλέπτειν διενοήθησαν;) ἢ τὸν ἅπαντα βίον τοὺς ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας καὶ πίστεως σὺν χαρᾷ πολλῇ καὶ προθυμίᾳ θανάτους ἐδέχοντο; Οὕτως οὐκ ἔστι τοῖς ἐπηρεάζουσι τὴν ἀνάστασιν, ἐφ’ ᾧ τῶν ἐλέγχων τὸ ἀναπόδραστον διαδράσαντες, τὸ μὴ οὐχὶ λυσσᾶν αὐτοὺς καὶ μαίνεσθαι καὶ συκοφαντεῖν τὴν ἀναχώρησιν ἕξουσιν.

Ἀλλὰ περὶ μὲν τούτων ἐπὶ καιροῦ μᾶλλον ἡ οἰκεία δηλώσει διάληψις. Ἐμὲ δὲ τοῦ τάφου καὶ τῆς ταφῆς τὸ παράδοξον πρὸς ἑαυτὸν μεθέλκει πάλιν καὶ ἐπιστρέφεται. Πῶς ἐνταφίοις τὸ σῶμα περιελίσσεται ὁ τὸν οὐράνιον ἐξαπλώσας πόλον εἰς θαῦμα πολυύμνητον; πῶς ἡ πάντων ζωὴ καὶ ἀνάστασις θανάτου νόμοις ὑπηρετήσατο, εἰ καὶ τὸ κράτος αὐτῶν ἐν τῇ οἰκείᾳ σαρκὶ παρελύσατο; πῶς νεκροῖς ὁμόσκηνος γίνεται ὁ τῷ πατρὶ πρὸ αἰώνων ὑπάρχων ὁμόθρονος;

Ἀλλ’ ὢ τῶν δεσποτικῶν περὶ ἐμὲ χαρίτων, ὢ τῆς τοῦ νεκρωθέντος δυνάμεως, ὢ τάφος τάφων κένωσις καὶ ᾍδου καθαίρεσις καὶ θανάτου νέκρωσις καὶ τῆς ἐμῆς ἀναστάσεως πολυύμνητος θάλαμος. Παστὰς μὲν ἡ τῆς κοσμογονίας γάμον ὤδινε καὶ παίδων ἐλπίδας ἔτρεφε καὶ τοῦ ἀνθρωπίνου γένους τοὺς γεωργοὺς ἐθαλάμευεν, ἀλλὰ καὶ λύπας εἶχεν ὑποφυομένας καὶ θάνατον παραπεπηγότα, δι’ ὧν τὸ τῆς ζωῆς ἄνθος ἐβασκαίνετο καὶ τὴν εὐδαιμονίαν ἀμφίβολον ἦν πολιτεύεσθαι· ἡ δὲ τοῦ τάφου παστὰς αὐτὸν ἡμῶν τὸν τεχνίτην καὶ τῆς ἀναπλάσεως καὶ τῆς πλάσεως θαλαμεύουσα οὐ παίδων ῥίζας προβάλλεται, ταχὺ μαραινομένας τοῖς βλαστήμασιν, οὐδὲ θανάτῳ κοπτομένην ζωὴν καὶ βίον μνηστεύεται, ἀλλὰ παρθενίαν μὲν τῇ ἀνθρωπίνῃ φύσει νυμφεύεται πρᾶξιν ἀγγέλων ἐπὶ γῆς διδοῦσα παρρησιάζεσθαι καὶ τοῖς προγόνοις, οἳ τὴν δεσποτικὴν εἰκόνα τοῖς πάθεσι συγκατέχωσαν, τὸ νυμφικὸν ἐκεῖνο καὶ ἀρχαῖον κάλλος ἀποκαθίστησιν, ἄλυπον δὲ καὶ ἀταλαίπωρον πολιτείαν εἰς κλῆρον τοῖς ἀνθρώποις ἀνιερώσασα τὸ τῆς ἀθανασίας δῶρον παθῶν καὶ φθορᾶς ὑψηλότερον ἀπειργάσατο.

Καὶ κιβωτὸς μὲν ἡ τοῦ Νῶε τοῦ κοινοῦ ῥυέντος ἐκ τῶν οὐρανίων πηγῶν ναυαγίου σπέρμα δευτέρου κόσμου διέσωσε τοὺς ἐμπλέοντας εἰς ἀλγεινῶν μέντοι δευτέραν πεῖραν τῶν ἐν βίῳ κακῶν συντηρήσασα, ἡ δὲ σωσίκοσμος αὕτη καὶ τοῦ δεσποτικοῦ σώματος κιβωτὸς τὸν τῆς ζωῆς ταμίαν καὶ τῆς εὐφροσύνης χορηγὸν θησαυρίσασα, τῆς τῶν ψυχῶν μὲν πανωλεθρίας ἀνωτέρω κουφίζουσα διασῴζει τὸ ἀνθρώπινον, τοὺς δὲ νεκροὺς τῶν τάφων κενώσασα ἀκένωτον τὴν χάριν προχέει τῆς ἀναστάσεως καὶ πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν διαπορθμεύουσα δευτέρων κακῶν ἀπειράτους διὰ παντὸς συνέχει φυλάττουσα.

Εἶχε καὶ ἡ τῷ Μωσεῖ κατασκευασθεῖσα σκηνὴ στάμνον καὶ μάννα καὶ λυχνίαν καὶ τράπεζαν καὶ πλαξὶ λιθίναις διαγεγλυμμένα τῆς νομοθεσίας τὰ λόγια· ἡ δὲ ζωοδόχος αὕτη καὶ σεβασμία σκηνὴ οὐ σκιὰς καὶ τύπους τῆς νομικῆς λατρείας σεμνολογεῖται τὰ σύμβολα, ἀλλ’ αὐτῷ τῷ νομοθέτῃ καὶ κοινῷ δεσπότῃ πρὸς ταφὴν τριήμερον ὑπουργήσασα τὸ τῆς χάριτος θεῖον καὶ μέγα μυστήριον ἀπεκάλυψεν εἰς πάντα τῆς οἰκουμένης τὰ πέρατα, αὐτὴ μὴ κινουμένη τὴν εὐσέβειαν ἐξαπλώσασα· αὕτη καὶ τὸν θησαυρὸν οὐκ ἔχει (ἐξανέστη γάρ, ὡς ἠβουλήθη) καὶ τοῦ πλούτου τῶν χαρίτων οὐκ ἐξεκενώθη· τὴν χορηγίαν γὰρ τῶν θαυμάτων ἀνεξάντλητον φυλάττει· καὶ πάθη γὰρ θεραπεύει καὶ νόσους ἐλαύνει καὶ δαίμονας φυγαδεύει καὶ ψυχὰς ἁγιάζει καὶ τῶν Ἰουδαίων τὴν ἀπόνοιαν θριαμβεύει καὶ τοῦ δεσπότου τὴν ἀνάστασιν τοῖς ὁρωμένοις συμβόλοις κηρύσσει καὶ τῆς περὶ ἡμᾶς αὐτοῦ φιλανθρωπίας τὴν ἄβυσσον ὑπογράφει.

Θαυμαστὴ μέν τις ἦν καὶ ἡ ἐν Βηθλεὲμ φάτνη, τὸν ἐμὸν δεσπότην ἄρτι τῶν παρθενικῶν λαγόνων προκύψαντα καὶ τῷ ἀνθρωπίνῳ βίῳ παραγεγονότα βρεφοπρεπῶς ὑποδεχομένη σπαργανούμενον· ἀλλὰ πολὺ μεῖζον καὶ ταύτης ὁ τάφος τὸ θαῦμα προβάλλεται· ἐκεῖ μὲν γὰρ τῆς κατὰ Χριστὸν οἰκονομίας ἀρχὴν ἐλάμβανε τὸ μυστήριον, ἤδη παρακαλυπτομένης τῷ σαρκίῳ τῆς θεότητος, ἐνταῦθα δὲ τὸ πέρας τελεσιουργεῖται καὶ τῆς θεϊκῆς ἐπιδημίας, ἡ ἐμὴ τελείωσις καὶ ἀνάπλασις, ὁ σκοπὸς ἐξανύεται, λαμπρὸν ἀπαστραπτούσης καὶ καταυγαζούσης πάντα τῇ ἀστραπῇ τῆς ἐγέρσεως· κἀκεῖ μὲν ἐξ ἀνατολῶν τῷ γεννηθέντι μάγοι δῶρα φέρουσιν, ἐνταῦθα δὲ τῷ ἐκ νεκρῶν ἐγερθέντι ἐξ ἀνατολῶν καὶ δυσμῶν καὶ τῶν ἄλλων περάτων τῆς οἰκουμένης λαοί, φυλαὶ καὶ γλῶσσαι καὶ ἡλικία πᾶσα οὐ σμύρναν καὶ λίβανον καὶ χρυσόν, τῆς ἀψύχου γῆς τὰς γονάς, προσκομίζουσιν, ἀλλ’ αὐτὰ τὰ σώματα καὶ ψυχὰς μυριπνοούσας τὴν πίστιν καὶ χρυσοφορούσας τὴν εὐσέβειαν ὡς παμβασιλεῖ καὶ ποιητῇ τῶν ὅλων ἐγχειρίζουσιν.

Ἀγγέλων ἦσαν ὑπὲρ τῆς φάτνης ᾠδαὶ μουσουργούμεναι, ἀγγέλων δὲ καὶ τῷ τάφῳ παρουσίαι καταπλήττουσαι· κἀκεῖ μὲν τὴν τοῦ τεχθέντος ὥσπερ ὑποσημαίνοντες συγκατάβασιν τῷ ἐν ὑψίστοις Θεῷ δόξαν καὶ τὴν ἐπὶ γῆς εἰρήνην καὶ τὴν ἐν ἀνθρώποις εὐδοκίαν τοῖς μέλεσιν ἀνεκρούοντο, ἐνταῦθα δὲ διαπρυσίᾳ καὶ λαμπρᾷ τῇ φωνῇ καὶ χωρίς τινος παραπετάσματος καὶ αἰνίγματος τὴν ἐξουσίαν τοῦ ἀναστάντος ἀποσαλπίζουσιν, οὐκ ἔστιν ὧδε διακεκραγότες καὶ λέγοντες· ἠγέρθη γὰρ καθὼς εἶπε· καὶ εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καί, μὴ ἐκθαμβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρινόν, τὸν ἐσταυρωμένον; ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος, ὅπου ἔθηκαν αὐτόν· καί, τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη. Εἶτα καὶ αὐτὸς ὁ δεσπότης καὶ τῆς ἀναστάσεως αὐτουργός, γύναι, τί κλαίεις; τίνα ζητεῖς; πορεύου πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς, ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· καί, ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.

Τούτῳ τῷ δι’ ἡμᾶς ἀνθρωπισθέντι καὶ ὑπὲρ ἡμῶν παθόντι καὶ ταφέντι καὶ τῆς παλαιᾶς τοῦ ᾍδου τυραννίδος ἡμᾶς ἀπαλλάξαντι καὶ ἡμεῖς προθύμως ἐκ νεκρῶν ἀνισταμένῳ καὶ τὸ κατὰ πάντων κράτος ἀναδησαμένῳ τὰ ἐπινίκια δωροφορήσωμεν· οἱ πλούτῳ κομῶντες τὴν τῶν πενήτων θεραπείαν καὶ παράκλησιν· οἱ πενίᾳ πιεζόμενοι τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν· οἱ ἐν ταῖς ἀρχαῖς καὶ ταῖς δυναστείαις τὸ φείδεσθαι τῶν ἀλλοτρίων καὶ τῶν ἀδικουμένων προΐστασθαι καὶ πρᾴως ἄρχειν τῶν ὑπηκόων ὡς ὁμοφύλων, ἀλλὰ μὴ σοβαρῶς ὡς ἐκφύλων κατεπαίρεσθαι, ἵν’ ὡς ἀληθῶς ὑπὸ Θεοῦ τεταγμένας ταύτας καὶ δεδωρημένας ὑμῖν καὶ αὐτοὶ συνεπιδείξητε, ἀλλὰ μὴ τὰς τῶν πολλῶν γλώσσας, δι’ ὧν ὑμᾶς εἰς παρανομίαν αἱ πράξεις ἐλαύνουσι κατὰ τοῦ πεποιηκότος καὶ τὰς ἐξουσίας ὁρίσαντος, καθοπλίζοιτε· οἱ ὑπ’ ἀρχὴν ἀριθμούμενοι τὸ καλῶς καὶ ἡμέρως ἐπαγωνίζεσθαι ἄρχεσθαι ἀλλὰ μὴ καταδαπανᾶν ἐθέλειν τῷ συνεχεῖ τῆς ἀταξίας τῶν ἐφεστηκότων τὸ μακρόθυμον, ἀφορμὴν ῥᾳθυμίας τὴν φιλανθρωπίαν ἀφρόνως ποιούμενοι· οἱ τὸν τοῦ γάμου ζυγὸν ἔτι ἕλκοντες τὴν ἐν τῷ καλῷ συμφωνίαν καὶ σεμνότητα· οὕτω γὰρ ὁ γάμος τὸ τίμιον διασώσειεν· οἱ ταύτης τῆς ἡδυπαθοῦς διαζυγέντες ἀνάγκης, ὥσπερ ἐπιμόχθου τινὸς διαλυθέντες δουλείας, πρὸς τὸν τῆς σωφροσύνης δρόμον ἰθύνεσθε· οἱ τούτων κρείσσους γενόμενοι τὴν ἐν ἐλέῳ παρθενίαν καὶ ταπεινῷ τῷ φρονήματι, ἵνα καὶ τοῦ φρόνιμοι κριθῆναι μὴ ἀμοιρήσητε καὶ ἡ λαμπὰς μηδαμῶς εἴη παρενοχλουμένη τῷ πνεύματι τῆς οἰήσεως· οἱ ἱερεῖς καὶ ποιμένες τὴν ἄγρυπνον ἐπιστασίαν τοῦ ποιμνίου καὶ τὸ τύπον ἑαυτοὺς τοῖς ποιμαινομένοις προτιθέναι καὶ πλέον ἕλκειν πρὸς τὴν ἀρετὴν τῇ μιμήσει ἢ ταῖς ἀπὸ τῶν λόγων παραινέσεσιν· οἱ ποιμαινόμενοι τὴν ὑπακοὴν καὶ εὐπείθειαν· Παύλῳ πείθεσθε διαμαρτυρομένῳ καὶ λέγοντι, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν (οὔπω γὰρ θαρρῶ λέγειν ἀγρυπνοῦμεν) ὑπὲρ τῶν ψυχῶν ὑμῶν· πάντως δὲ πάντες τὴν πρὸς ἀλλήλους ἀγάπην καὶ τὴν πρὸς αὐτὸν ἀδίστακτον πίστιν καὶ εὐσέβειαν καρποφορήσωμεν· ὧν χωρὶς οὔτ’ ἂν εἰς μαθητάς, ἀλλ’ οὐδ’ εἰς ὑπηρέτας ἢ θεράποντας ἐγγράφεσθαι δυνηθείημεν.

Ὁ δὲ τὸν ᾍδην σκυλεύσας καὶ τὸν θάνατον νεκρώσας καὶ ἡμᾶς αὑτῷ συναναστήσας Χριστὸς ὁ Θεὸς ἡμῶν, ὃν ἀντ’ αὐτοῦ τῶν ἐπὶ γῆς βασιλεύειν ἐδωρήσατο, ἔτι μᾶλλον λαμπρύνων τῇ εὐσεβείᾳ καὶ τοῖς ἄλλοις κατορθώμασιν ἄξιον καὶ τῆς ἐπουρανίου βασιλείας ἀναδείξειε, μεθ’ οὗ καὶ ἡμᾶς ἅπαντας, πρεσβείαις τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων τῶν ἁγίων· ἀμήν.