Ἔργον
Μέγας Φώτιος – Ὁμιλίαι
Ομιλία ΙΒ': Εις το Μέγα Σάββατο
Αναδρομή στην πτώση των πρωτοπλάστων, παρουσίαση της άπειρης συγκατάβασης του Λόγου μέχρι τον θάνατο, συμμετοχή της κτίσης στο Πάθος και ανάδειξη του παραδόξου του ζωηφόρου τάφου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΙΒ': Εις το Μέγα Σάββατο
Αναδρομή στην πτώση των πρωτοπλάστων, παρουσίαση της άπειρης συγκατάβασης του Λόγου μέχρι τον θάνατο, συμμετοχή της κτίσης στο Πάθος και ανάδειξη του παραδόξου του ζωηφόρου τάφου.
Ὁμιλία ῥηθεῖσα τῷ θείῳ καὶ μεγάλῳ Σαββάτῳ. Ὢ τοῦ φρικτοῦ καὶ μεγίστου μυστηρίου· καλὸν γὰρ ἀπὸ θαύματος ἐν καιρῷ καινῶν καὶ παραδόξων πραγμάτων τοῦ λόγου ἀπάρξασθαι. Ὢ τῆς τοῦ δεσπότου καὶ πλάστου περὶ ἡμᾶς ἀφάτου προνοίας.
Ὢ κριμάτων ἄβυσσος καὶ πλοῦτος χρηστότητος καὶ πηγαὶ φιλανθρωπίας ἄφθονα τὰ νάματα προχεόμεναι καὶ κόσμον ὅλον ὑπερκοσμίως ἀρδεύουσαι καὶ τὸ ῥεῖθρον βλυστάνουσαι μὴ κενούμενον. Ὢ δεσπότου πάθος καὶ τάφος καὶ θάνατος, παθῶν καὶ θανάτου καὶ ᾍδου κατάλυσις. Τίς οὐκ ἐξυμνεῖ καὶ δοξάζει καὶ τέθηπε τὰ παθήματα; τίς οὐ φρίσσει καὶ τρέμει καὶ ἰλιγγιᾷ τὰ ῥαπίσματα; τίς δ’ οὐχὶ θάμβους πληροῦται καὶ καταπλήττεται τὰ ἐμπτύσματα, τὴν χλεύην, τὸν μυκτηρισμόν, τὴν φραγγέλωσιν, πόδας ἀνεπάφους διαπεπαρμένους καὶ χεῖρας ὁρῶν ἀχράντους ἐξορυσσομένας καὶ πλευρὰν τῇ λόγχῃ τραυματιζομένην, ἐξ αὐτῆς τε μετὰ νέκρωσιν, ἐπὶ θαύματι θαῦμα, τὸ σῶμα τοῖς αἵμασι φοινισσόμενον; Τίνος ταῦτα; Ὢ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας τοῦ ποιητοῦ τῶν ὅλων καὶ δημιουργοῦ καὶ ῥήματι μόνῳ διακυβερνῶντος τὰ σύμπαντα. Τίνος ἕνεκα πάσχοντος; ἵν’ ὑφ’ ὧν ταῦτα πάσχει καὶ διαπαίζεται, τῷ γένει τούτων χαρίσηται τὴν ἀπάθειαν· ὑφ’ ὧν μαστίζεται καὶ σταυροῦται καὶ τιτρώσκεται, μαστίγων καὶ τραυμάτων τὴν ἡμετέραν ἀπαλλάξῃ φύσιν, οἷς αὐτὴν ἡ παράβασις τῆς ἐντολῆς ἐξαρπάσασα καὶ δουλωσαμένη πικρῶς τοῖς πάθεσι κατῃκίσατο, ἵνα τὸ κατ’ εἰκόνα πάλιν ἐμμορφωσάμενος, ὃ τοῖς ἐκτόποις τῶν πράξεων ἐσπαράξαμέν τε καὶ συνεζοφώσαμεν, τὴν ἀρχαίαν ἡμῖν εὐγένειαν ἀνακτήσηται.
Διὰ τοῦτο σταυροῦται καὶ θνῄσκει καὶ θάπτεται, ἵνα τῆς τοῦ δράκοντος τυραννίδος τὸ ἀνθρώπειον ἁρπασάμενος καὶ τῶν τοῦ θανάτου βόθρων ἀνελκύσας ἑαυτῷ συναναστήσῃ καὶ τῆς ἐν παραδείσῳ κληρουχίας, ἐξ ἧς ἐθελοκακήσας ἐξωρίσθη, πάλιν ἀξιώσῃ. Οὗτος τῆς ἑκουσίου σταυρώσεως, ὁ καὶ ἀγγέλοις ἄληπτος πρὸ τοῦ τελεσθῆναι, σκοπός, τοῦτο τῶν δεσποτικῶν παθημάτων τὸ τέλος, τοῦτο τῆς τοῦ λόγου κενώσεως τὸ κεφάλαιον, τοῦτο τῆς κατὰ Χριστὸν οἰκονομίας τὸ συμπέρασμα, ἡ ἐμὴ τῆς αἰχμαλωσίας ἀνάρρησις, ἡ ἐμὴ τοῦ πταίσματος ἐπανόρθωσις, ἡ ἐμὴ σωτηρία καὶ τελείωσις, δι’ ἣν τοῦ λόγου παράδοξος ἐκ παρθένου γέννησις καὶ φάτνη καὶ σπάργανα καὶ φυγὴ πρὸς Αἴγυπτον, κἀκεῖθεν τῆς ὑποστολῆς ἀναστολὴ καὶ ἐπάνοδος καὶ πρόδρομος γεωργῶν ἐξ ἐρήμου καρδίας μετάνοιαν, καὶ συντελειοῦσά μοι τὸν βαπτιστὴν ἀλλ’ οὐ τὸν βαπτιζόμενον βάπτισις· καὶ πειράζων καὶ πειραζόμενος· καὶ μαθητὴς προδιδοὺς καὶ διδάσκαλος προδιδόμενος, καὶ ἀγωνιῶν τε καὶ θρόμβοις ἱδρώτων σταζόμενος, ἀρχόντων φρόνημα φρυαττόμενον καὶ ἀρχιερέων φθόνος ἀναφλεγόμενος καὶ κουστωδία καὶ φραγγέλωσις, εἶτα καὶ σταυρὸς καὶ θάνατος καὶ τάφου κατοίκησις.
Ἀλλὰ γὰρ μηδέν σοι στυγνὸν μηδὲ σκυθρωπὸν ἐμπέσῃ· καὶ γὰρ διὰ σὲ καὶ τάφου κένωσις καὶ θανάτου νέκρωσις καὶ ᾍδου καθαίρεσις καὶ τριήμερος ἔγερσις, τὴν πάντων ἀνάστασιν ἔργοις ὁρωμένοις πιστουμένη καὶ θεοπρεπῶς ἐγκαινίζουσα. Δι’ ἐμὲ ταῦτα πάντα, ἵνα ἐμὲ σώσῃ, τὸν ἀπειθῆ καὶ τῆς πρώτης ἐντολῆς ἀφρόνως ἀποσκιρτήσαντα.
Πλούτῳ γὰρ ὁ Θεὸς ἀγαθότητος καὶ σοφίᾳ βουλήματος τὸν ἄνθρωπον χερσὶν οἰκείαις παλαμησάμενος καὶ τὴν τοῦ πλασθέντος πλευρὰν εἰς διάπλασιν γυναικὸς τεχνησάμενος καὶ παράδεισον αὐτοὺς ἀταλαιπώρως οἰκεῖν κληρωσάμενος, δίδωσιν ἐντολὴν εἰς γυμνάσιον, ἵνα μὴ ἀργὸν καὶ ἀκίνητον καὶ τῆς λογικῆς φύσεως ἀνάξιον βίον ὁ πρῶτος τοῦ παραδείσου πολίτης ἐμπολιτεύοιτο· φυτῷ δὲ συνάψας τὴν ἐντολήν, ὃ καλὸν μὲν ὀφθαλμοῖς ἰδεῖν, καλὸν δὲ πειραθῆναι γεύσει, (τὸ γὰρ ἀνέραστον, οἴκοθεν ἔχον τὸ ἀποτρόπαιον, οὔτε τῆς ἔξωθέν ἐστιν ἐπιδεὲς φυλακῆς, οὐ μὴν οὐδ’ εἰς βάσανον ἕξεως καὶ δοκιμασίας προτείνεσθαι δίκαιον), σαφῶς ἀποθεσπίζει καὶ περιφανῶς οἷόν τε τῆς ἐντολῆς, εἰ συντηρηθείη, τὸ ἔπαθλον καὶ οἷον ἀθετουμένης τὸ ἐπιτίμιον· τὴν μὲν γὰρ θανάτου πρόξενον ἀνακηρύσσει, τὴν παράβασιν, τὴν δὲ συγκρότησιν τῆς ἀθανασίας ἀποφαίνεται καὶ βεβαίωσιν, ἵνα μὴ μόνον δῶρον ᾖ, ἀλλὰ καὶ ἀγώνων ἆθλον τὸ ἀθάνατον. Καὶ τούτων οὕτω θεοπρεπῶς καὶ κρεῖττον ἢ αἰτιολογεῖσθαι συντελεσθέντων, Ἀδὰμ σὺν τῇ Εὔᾳ παντοδαποῖς ἀγαθοῖς ἐν ἀγεωργήτῳ καὶ παμφόρῳ κήπῳ ὑπῆρχον ἐνευθυνούμενοι.
Ἀλλ’ ὁ σκολιὸς καὶ βάσκανος ὄφις, οὐ φέρων ἐντρυφῶντας ὁρᾶν ἧς αὐτὸς ἐξώσθη μακαριότητος, δέον ἐφ’ οἷς ὤλισθε μετανοεῖν καὶ μὴ φθόνῳ τὴν ἔπαρσιν, δι’ ἣν κατερράγη, χαλεπωτέραν ἀποτελεῖν μηδ’ αὔξειν κακῷ τὸ κακόν, ὁ δὲ τούτου μὲν ὠλιγώρησε, φθόνος γὰρ οὐκ οἶδε μέτρα τηρεῖν ἁμαρτήματος, ἐποφθαλμίσας δὲ προγόνους τοὺς ἐμοὺς καὶ συλαγωγήσας ἐπικλόποις λόγοις τὴν διάνοιαν, λάφυρόν τε τούτους, οἴμοι, παρακοῆς ἐργασάμενος αὐτίκα τε τῆς ἀθανασίας ἀπεγύμνωσε καὶ τῆς ἐν παραδείσῳ τρυφῆς ἠλλοτροίωσεν, ἐκεῖθέν τε τοὺς ἐξ αὐτῶν φύντας τῆς ἄνωθεν καὶ σφῶν αὐτῶν ἐλευθερίας ὥσπερ παραγκωνισάμενος καὶ ταῖς ἡδοναῖς κακομηχάνως ἐξαψάμενος ὅλου τύραννος τοῦ ἀνθρωπείου γένους <διηγ>έρθη καταφρυάττεσθαι.
Τί δ’ ὁ τεχνίτης λόγος καὶ πλάστης ἐμός; ἆρ<α προὐνοήσατ>ο φιλοκάλως καὶ ἐπιμελῶς, παρεῖδε δὲ τυραννούμενον τὸ πλασθὲν ἢ [οὐ] προυνοήσατο μέν, οὐ πανσόφως δέ, ἢ πανσόφως μὲν οὐ φιλανθρώπως δέ; καὶ τίς φιλανθρωπίας ἢ σοφίας ἢ προνοίας οὐκ ἐν τούτῳ μάλιστα δείκνυται ὑπερβολή; ἐξ αὐτῆς γὰρ παραβάσεως ἀρξάμενος πολλαῖς καὶ ποικίλαις μεταχειρίσεσι τὸ πεπτωκὸς ἀνορθοῦν, διά τε λόγου καὶ νόμου καὶ προφητῶν, εὐεργεσίαις τε παραδόξοις καὶ ὁμοτρόποις συμφοραῖς, τέλος, ἐπεὶ τοῦ καλοῦ καθάπαξ ἡ φύσις ἡμῶν ὀλισθήσασα καὶ ὑποχείριος τῷ τυράννῳ γενομένη εἰς ἐκτοπωτέρας καὶ ἀρρήτους πράξεις ἐξώκειλε, μείζονός τε καὶ ἀναλόγου τῶν τετολμημένων τῆς ἐπικουρίας ἐδεῖτο· καὶ τί γὰρ ἄλλο ἢ ἀναπλάσεως; ὢ τῆς ὑπὲρ νοῦν φιλανθρωπίας, ταύτης καὶ τυγχάνει. Ὁ γὰρ τοῦ ἀνάρχου πατρὸς σύνθρονός τε καὶ συναΐδιος υἱὸς καὶ λόγος, ὁ τῶν αἰώνων ποιητὴς καὶ τῶν ἀσωμάτων ταγμάτων δημιουργός, ὁ πλάστης ὁ ἐμὸς καὶ συμπάσης τῆς κτίσεως συνοχεὺς καὶ νεύματι μόνῳ εὐτάκτως πάντα πηδαλιουχῶν, ἐκ παρθενικῶν αἱμάτων, ἵνα ἀναπλάσῃ ἐμέ, σάρκα διαπλάττει ἑαυτῷ καὶ τίκτεται καὶ βαπτίζεται καὶ σταυροῦται καὶ θάπτεται θνῄσκων, ἵνα τῶν τῆς ἁμαρτίας ἀρκύων, ἃς ἡ ἐμὴ ῥαθυμία καὶ ῥᾳστώνη διαπλεξαμένη παρεξέτεινεν, ἐγὼ τούτων ὑπεραλλόμενος παθῶν καὶ θανάτου κρείττων γένωμαι.
Εἶδες φιλανθρωπίας πέλαγος, εἶδες συμπαθείας ἄβυσσον, εἶδες προνοίας καὶ σοφίας ἀνεξιχνίαστα κρίματα, εἶδες ὕψος συγκαταβάσεως; ῥαπίζεται δι’ ἐμὲ δεσπότης ὁ ἐμὸς καὶ σταυροῦται καὶ θνῄσκει καὶ θάπτεται, ἵν’ ἐμοὶ τὰ τῆς δουλείας ἀπαλείψῃ στίγματα, ἵνα μοι τὴν ἐλευθερίαν καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀθανασίαν χαρίσηται.
Σταυροῦται καὶ θνῄσκει καὶ θάπτεται καὶ γῆ τρομάσσουσα κατασείεται καὶ ναοῦ διαρρήγνυται καταπέτασμα καὶ σχίζονται πέτραι καὶ ἥλιος πολλῷ τῷ σκότῳ καλύπτεται οὐχ ὑποτρεχούσης καὶ ἐπιπροσθούσης αὐτῷ τῆς σελήνης τὰς ἀκτῖνας κατὰ τὸν ἐντεθέντα τῇ φύσει θεσμόν, ἀλλὰ παραδόξως τε καὶ ὑπερφυῶς ὡς ἐν ἀπωτάτῳ τῆς διαστάσεως μέτρῳ συμπασχούσης τε καὶ συναμαυρουμένης καὶ τῷ τοῦ κτίστου πάθει ἐπιστυγναζούσης, μονονουχὶ φωνὴν ἀφιέντων τῶν κτισμάτων καὶ τὴν εἰς τὸν κοινὸν δεσπότην ὕβριν ὀλοφυρομένων καὶ τὸ μέγεθος τοῦ τολμήματος οἷς ὑφίστανται παθήμασι λαμπρῶς ἐκδιηγουμένων.
Σὺ δέ, τί λέγεις, ὦ Ἰουδαῖε; οὐδὲ τὰ τῶν ἀψύχων σε πάθη δυσωπεῖ; οὐδὲ τοὺς δι’ αὐτῶν ἐλέγχους εὐλαβῇ; ἀλλὰ γῆ μὲν σαλευομένη δονεῖται, ἡ δὲ σὴ καρδία τῇ πωρώσει παχυνομένη μᾶλλον ἔτι σκληρύνεται, καὶ πέτραι μὲν σχίζονται τὴν κατὰ φύσιν συνέχειαν ἀραιούμεναι, σὺ δὲ τὴν γνώμην εἰς φύσιν λίθου πηγνύμενος μεταβέβλησαι μηδενὶ τρόπῳ <ἐπιεικε>ίας μαλασσόμενος· καὶ ἥλιος μὲν φόβῳ τὰς λαμπηδόνας συστέλλει, σὺ δὲ τὰς μιαιφόνους χεῖρας ἀθέσμως ἐκτείνεις· καὶ σελήνη μὲν στυγνάζει, σὺ δὲ τὸ ἐμμανὲς τῆς γνώμης ὁπλίζεις;
Τὸν νόμον ποσὶ κατεπάτησας, τοὺς προφήτας ἀπέκτεινας, νῦν δὲ κατὰ τοῦ νομοθέτου τὴν λόγχην ὠθεῖς καὶ τὸν προφητευθέντα θανάτῳ κακούργων καθυποβάλλεις· ὁ δοῦλος τὸν δεσπότην, ὁ πηλὸς τὸν κεραμέα, τὸ πλάσμα τὸν πλάσαντα· ὄντως, οἱ ἀχάριστοι τὸν εὐεργέτην, τὸν ἐλευθερωτὴν οἱ αἰχμάλωτοι, οἱ δέσμιοι τὸν ἐπιδημήσαντα λῦσαι τῶν δεσμῶν, τὸν κριτὴν οἱ κατάκριτοι, ὅτι τυφλοῖς τὸ φῶς ἐχαρίσατο, ὅτι χεῖρας παρειμένας νευρώσας ἐκράτυνεν, ὅτι χωλῶν τὰς βάσεις ὀρθώσας ἐστήριξεν, ὅτι λεπροὺς τῆς λώβης ἐκάθηρεν, ὅτι παραλύτους ἁρμόσας συνέσφιξεν, ὅτι πηγὰς αἱμάτων τῆς ἐφαψαμένης ἐξήρανεν, ὅτι πολλὰς χιλιάδας ὀλίγοις ἄρτοις ταῖς τῶν μαθητῶν γεωργουμένοις παλάμαις ἐξέθρεψεν, ὅτι πᾶσαν μαλακίαν φυγαδεύσας ἐξηφάνισε καὶ Λάζαρον τεταρταῖον ἐκ τάφου καλέσας ἀνέστησε.
Ταῦτά σε φονᾶν καὶ μεμηνέναι κατὰ τοῦ δεσπότου παρεσκεύασεν. Ἐφ’ οἷς προσῆκεν εὐχαριστεῖν, δι’ ἐκεῖνα ἤχθης ἀγνωμονεῖν· ἐφ’ οἷς ὕμνοις γεραίρειν, ὕβρεσι πλύνεις· ἐφ’ οἷς δοξολογεῖν, βλασφημεῖς· δι’ ὧν ἡ τῆς θεότητος ἔλαμπεν αἴγλη καὶ τὸν τερατουργοῦντα λαμπρῶς τῷ κηρύγματι διὰ τῶν ἔργων θεὸν ἐμαρτύρει ἀληθῆ, δι’ ἐκείνων σὺ τὰς σὰς ἐπεσκότιζες ὄψεις καὶ κατὰ τοῦ κοινοῦ σωτῆρος καὶ δημιουργοῦ σταυρὸν καὶ θάνατον μελετῶν οὐκ ἐνεδίδως ὅλως μιαιφονῶν. Ἔγνω βοῦς ἐπὶ φάτνης τὸν δεσπότην ἀνακείμενον καὶ ὄνος τὸν κύριον αὐτοῦ ἐποχούμενον, Ἰσραὴλ δέ με ἐπὶ τῇ αὐτοῦ σωτηρίᾳ σημείοις καὶ τέρασι παραγεγονότα οὐκ ἔγνω, καὶ ὁ λαός με ὃν ἥκω λυτρωσόμενος οὐ συνῆκεν· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτ’ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς, λέγει Κύριος παντοκράτωρ.
Ἡμεῖς δὲ οἱ ἐξ οὐ λαοῦ λαὸς Κυρίου λελογισμένοι περιούσιος, καὶ οἱ ἐξ οὐκ ἠλεημένων οὐδ’ ἠγαπημένων, πόρρω γὰρ ὤθουν ἡμᾶς αἱ πράξεις τῶν δεσποτικῶν καὶ τηλικούτων διαθέσεων, ἠλεημένοι καὶ ἠγαπημένοι τῇ χρηστότητι μόνῃ καὶ φιλανθρωπίᾳ τοῦ μέχρις αἵματος ἡμᾶς ἀγαπήσαντος, τὴν τῆς καρδίας αὑτῶν πώρωσιν ἀπολοφυράμενοι καὶ τὴν ἀγνώμονα γνώμην πᾶσαν ἐκνικήσασαν εὐγνωμοσύνην τολμήσαντες <ποιήσασθαι>, τὸ ἀνίατον ἀρρώστημα <ἀποσμηξάμεν>οι καὶ καθαρὰς τὰς συνειδήσεις πάσης ἁμαρτάδος <ἐπιδειξάμενοι> διὰ τῆς μετανοίας, ὑσώπῳ ῥαντισθέντες καὶ καθάραντες, πάντως δὲ καθαρὰς παραστήσαντες, προσέλθωμεν τῷ κυριακῷ Χριστοῦ σώματι, οὐ κρύφα νῦν ὡς ὁ νυκτερινὸς ἐκεῖνος φίλος προσιόντες καὶ τῷ φόβῳ τὸ πρόθυμον περιστέλλοντες καὶ τῷ δειλιῶντι τῆς ψυχῆς τὸν πόθον ἐπισκιάζοντες καὶ γῇ καὶ τάφῳ τῷ κοινῷ τῶν ἀποιχομένων νόμῳ τὸν θησαυρὸν κατορύττοντες, ἀλλὰ μετὰ τῶν χερουβικῶν δυνάμεων φωναῖς πανδήμοις δορυφοροῦντες καὶ μεγαλύνοντες καὶ ἀδιστάκτῳ πίστει καὶ πόθῳ τῷ δεσποτικῷ προθύμως ἐπιθειάζοντες σώματι, οὐ παρὰ Πιλάτου ὑπὸ Ἰωσὴφ ἐξαιτούμενοι, ἀλλὰ παρ’ αὐτοῦ τοῦ ἐξαιτηθέντος πᾶσι πιστοῖς φιλανθρώπως νυνὶ χορηγούμενον, λάβετε, φάγετε, διακεκραγότος καὶ λέγοντος, τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ἡμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν, ὑπὲρ ὑμῶν, δι’ οὓς σεσάρκωμαι, δι’ οὓς ἐσταύρωμαι, δι’ οὓς καὶ νῦν καθ’ ἑκάστην ἐπὶ τῆς μυστικῆς τραπέζης θύομαι, ἵνα τοῦ θύματος ἀξιούμενοι σύσσωμοι καὶ συμμέτοχοι τῆς ἐμῆς δόξης γένησθε, δι’ οὓς τάφον ᾤκησα καὶ πύλαι χαλκαῖ συνετρίβησαν καὶ κλεῖθρα καὶ μοχλοὶ σιδηροῖ συνεθλάσθησαν καὶ τὰ τῆς καθ’ ὑμῶν τυραννίδος βασίλεια καθῃρέθησαν.
Τάφῳ γὰρ ὁ δεσπότης καλύπτεται, ἀλλ’ ἡμῖν τὴν ἀθανασίαν προβάλλεται, σουδαρίῳ τὸ πρόσωπον περιστέλλεται, ἀλλὰ τὴν στολὴν τῆς ἀφθαρσίας τοὺς εἰς αὐτὸν πεπιστευκότας ἀμφιέννυσι, σπαργάνοις νεκροστόλοις περιελίσσεται, ἀλλὰ τὰς τῆς ἁμαρτίας ἡμῶν πολυπλόκους σειρὰς διαρρήγνυσι, νεκροῖς ὁμόσκηνος γίνεται, ἀλλὰ τὰς οὐρανίους σκηνὰς τῶν ἐκ νεκρῶν ἀνισταμένων ἑτοιμάζει τῷ πληρώματι, τάφῳ καλύπτεται καὶ τοῦ ᾍδου τὸ κράτος σκυλεύεται καὶ θανάτου τὰ κέντρα συντρίβεται καὶ τῶν τεθνεώτων χορὸς ἀνιστάμενος σὺν ἡμῖν διαπρυσίως βοᾷ, ποῦ σου θάνατε τὸ κέντρον, ποῦ σου ᾍδη τὸ νῖκος; κατεπόθη γὰρ ὄντως Χριστοῦ σαρκωθέντος εἰς νῖκος ὁ θάνατος.
Ὦ τάφε τάφων αἰωνίων κένωσις, ὢ σκηνῶν οὐρανίων ἀναπλήρωσις. Ὢ τάφος, ἐξ οὗ τῆς ἐμῆς ἁμαρτίας ἡ νέκρωσις ἀνεβλάστησε καὶ τῆς ἀπολυτρώσεως ἡ χαρὰ ἐξήνθησεν. Ὢ τάφος, ἐν ᾧ τῶν ἐμῶν παραπτωμάτων ἐνθάπτεται τὸ κατάκριμα καὶ τῆς σωτηρίας ἀνεδόθη τὸ δικαίωμα, δι’ οὗ τῆς φθορᾶς ἀπερρυσάμην τὴν ῥυτίδα καὶ τῆς ἀφθαρσίας στολίζομαι τὴν ἐλπίδα, ἐν ᾧ καινῷ μυστηρίῳ τὸ θνητὸν τῆς ἐμῆς ἐξετάκη φύσεως καὶ τῆς ἀθανασίας ἀνεπλάσθη τὸ ἀξίωμα. <Ὢ τάφος,> δι’ οὗ τῶν δαιμόνων κατεπτώθη τὸ κράτος καὶ τὸ τῶν ἀνθρώπων ἀνυψώθη κέρας, δι’ οὗ τὸ δυσσεβὲς τῶν ἑλληνιστῶν ἐνεκρώθη δόγμα καὶ τῶν πιστῶν τὸ θεῖον ἐκρατύνθη σέβας. Ὢ τάφος, ὑπὸ Ἰουδαίων χλευαζόμενος καὶ ὑπὸ ἀγγέλων δορυφορούμενος, ὑπὸ κουστωδίας στρατιωτῶν φυλαττόμενος καὶ ὑπὸ πάσης τῆς κτίσεως προσκυνούμενος.
Ἀλλ’ ὁ τάφον οἰκήσας δι’ ἡμᾶς καὶ νεκροῖς ἐναρίθμιος γεγονὼς καὶ τὴν ἀνάστασιν αὐτουργήσας ἡμῖν Χριστὸς ὁ Θεὸς ἡμῶν, τὸ σὸν ποίμνιον τοῦτο τὸ μέγα καὶ πολυπληθές, ὃ οὐκ οἶδ’ ὅπως ἔταξας ποιμαίνειν ἡμᾶς, αὐτὸ συμποιμαίνειν καὶ συνδιεξάγειν ἐπὶ ζωοφόρους καὶ πνευματικὰς ἀρούρας, τῆς μὲν αἱρετικῆς καὶ σχισματικῆς νομῆς, δι’ ἧς καὶ τοῦ ἀρχεκάκου δράκοντος ἰὸς λεληθότως παρεισδύεται, ὡς θανατηφόρου λύμης ἀπελαύνων, ἐπὶ δὲ τὴν σὴν ἅπαντας συνελαύνων ἀγέλην καὶ μάνδραν καὶ τὸν εὐσεβῆ καὶ πιστὸν ἡμῶν βασιλέα τῇ σῇ παλάμῃ περιφρουρῶν, δεῖξον ἐπὶ πλέον τοῖς πολεμίοις φοβερόν, τοῖς ὑπηκόοις εὐμενῆ καὶ τῆς σῆς βασιλείας ἅμα ἡμῖν καταξίωσον· πρὸς σὲ γὰρ ἅπαντες καταφεύγομεν καὶ σοὶ πάσας ἡμῶν τὰς ἐλπίδας ἀνηρτήσαμεν καὶ σοὶ τὴν προσκύνησιν καὶ τὴν δοξολογίαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ συναϊδίῳ καὶ ζωαρχικῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.