Ἔργον
Μέγας Φώτιος – Ὁμιλίαι
Ομιλία ΙΓ': Την Τετάρτη της πρώτης εβδομάδας των νηστειών
Ποιμαντική παραίνεση για ουσιαστική πνευματική νηστεία και αυστηρή προτροπή προς αποφυγή της υποκρισίας, της κενοδοξίας και της κατακρίσεως του πλησίον.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΙΓ': Την Τετάρτη της πρώτης εβδομάδας των νηστειών
Ποιμαντική παραίνεση για ουσιαστική πνευματική νηστεία και αυστηρή προτροπή προς αποφυγή της υποκρισίας, της κενοδοξίας και της κατακρίσεως του πλησίον.
Ὁμιλία ῥηθεῖσα ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας τῇ Τετράδι τῆς πρώτης ἑβδομάδος τῶν νηστειῶν. Ἄνδρες ὅσοι τῷ σωτηρίῳ βαπτίσματι τῆς αὐτῆς ὥσπερ ἀπογεννηθέντες μήτρας εἰς ἀδελφοὺς ἐνεγράφητε καὶ οὓς ἡ γνώμη τῶν ἐν Κυρίῳ τέκνων τῷ κλήρῳ προσένειμε, τὴν ἀπαρχὴν τῆς νηστείας ἀρχὴν ποιησώμεθα τὴν τῶν ἀρετῶν, ἵνα τὴν τῶν πνευματικῶν ὠδίνων κοινωνίαν τοῖς ἔργοις βεβαιωσώμεθα καὶ τῆς υἱοθεσίας ἀνόθευτον διασωσώμεθα τὸ ἀξίωμα καὶ ἵνα τοὺς καρποὺς τῆς γεωργίας ἐν καιρῷ τῆς μισθαποδοσίας τρυγήσωμεν, μηδὲ τὸ σῶμα μὲν στερήσωμεν τρυφῆς, τὴν δὲ ψυχὴν ἐμπλήσωμεν ἀνιάτων παθῶν, μηδὲ νοσήματι τὸ νόσημα σοφισώμεθα ἐφ’ ἑαυτοῖς τῆς κακοτεχνίας τὴν ἄδειαν λαμβάνοντες, μηδ’ ἁμαρτίᾳ τὴν ἁμαρτίαν ἀποκρυψώμεθα ῥυπῶντι ῥάκει τὴν ἀβλεψίαν περιστέλλοντες, ἀλλ’ ὑγείᾳ τὴν ἀρρωστίαν ἀποτριψώμεθα καὶ κατορθώματι τὰ πταίσματα ἀπολουσώμεθα.
Εἰσὶ γάρ, εἰσί τινες οἳ νηστείαν μὲν ἐπιτηδεύουσιν, ἀνθρωπαρεσκίᾳ δὲ τὴν χάριν αὐτῆς <ἀποκρού>ουσι καὶ τῶν πόνων τὸ κέρδος, δέον ὂν συνέχειν, ἀθλίως σκορπίζουσι, φρενοβλαβῶν ἐμπόρων ἔργον μιμούμενοι, οἳ πελάγει μὲν καὶ θαλάσσῃ ἄπειρον κύτος ἀναμετρήσαντες καὶ τὰς ἐν τῷ διάπλῳ τρικυμίας καὶ τὴν ζάλην ἀβλαβῶς ἐκπεράσαντες, οἱ δὲ καὶ πρὸς αὐτὰ τὰ χείλη τοῦ αἰγιαλοῦ ἐλλιμενιζόμενοι, ἀποβάθρᾳ τῆς θαλάσσης ὥσπερ αὐτῇ τῇ θαλάσσῃ τὴν ἐμπορίαν πᾶσαν βυθίζοντες ἄγουσι.
Τοιοῦτόν ἐστιν ἰδεῖν τὸ πάθος τῶν εἰς τὰς τῶν ἀνθρώπων δόξας ἀφορώντων καὶ τὸν τῆς νηστείας πόνον ὑποδυομένων· ἔνιοι δὲ σιτίων μὲν ἐνδείᾳ τὴν ὄψιν λεπτύνουσι, φυσήματι δὲ τῆς κενοδοξίας οἰδοῦσί τε καὶ φλεγμαίνουσιν, ὅλους ἑαυτοὺς τῇ πονηρᾷ ταύτῃ διαίτῃ κατασαρκώσαντες καὶ πάθει χαλεπωτέρῳ τῆς οἰήσεως τὸ προλαβὸν πάθος τῆς γαστριμαργίας φιλονικήσαντες ἀποκρύψασθαι, ἄλλοι δὲ βρωμάτων ἀποχῇ τὸ σῶμα σεμνύνουσι, γλώσσῃ δὲ καὶ λοιδορίαις τὰς τῶν πλησίον σάρκας πικρῶς κατεσθίουσι, οἷς κρεῖσσον ἦν δαιμονᾶν καὶ τὰ οἰκεῖα μέλη δεῖπνον παρατίθεσθαι ἢ τοὺς τῶν πλησίον βίους ταῖς συκοφαντίαις δαπανᾶν καὶ ταῖς ἐπὶ τούτοις πολυπραγμοσύναις καὶ μεμψιμοιρίαις ἐμφιλοχωρεῖν· τὸ μὲν γάρ, οἶμαι, τῷ ἀκουσίῳ καὶ χαλεπῷ τοῦ παθήματος εἰς ἔλεον ἕλκειν ἱκανὸν τοὺς ἐντυγχάνοντας καὶ τῆς ἄνωθεν εὐμενείας ἐν καιρῷ τῆς τῶν βεβιωμένων ἐξετάσεως οὐκ ἐξωθεῖ, ὁ δὲ μανικήν τινα καὶ δαιμονιώδη καὶ ἀπάνθρωπον πρᾶξιν ἑκὼν ὑπερχόμενος εἰκότως τε τὸ παρὰ τῶν ὁμοφύλων ἕλκος καὶ μῖσος ἐφέλκεται καὶ τὴν θείαν δίκην ἀμείλικτον ἑαυτῷ καὶ φοβερὰν ἀπεργάζεται.
Τί τὰ σὰ καταλιπών, ἄνθρωπε, τὸν πέλας λογοθετεῖς; Τί τὴν δοκὸν τὴν ἐπὶ τῆς κόρης φέρων τοῦ ὀφθαλμοῦ, τὰ κάρφη περιεργάζῃ τοῦ ἀδελφοῦ; Τί τῆς δεσποτικῆς οὐκ ἀκούεις νομοθεσίας, μὴ κρίνετε, παρακελευομένης, καὶ οὐ μὴ κριθῆτε, ἀλλ’, ὥσπερ ἄλλου νομοθέτου πολίτην ἐντάξας ἑαυτὸν ἀντιπολιτευόμενον, οὐ γράμμα, ἀλλὰ βίον δεικνύεις τὸν σὸν καὶ κρίνεις τὸν πλησίον καὶ ταῖς κατ’ αὐτοῦ διαβολαῖς ἐντρυφᾷς ἴσως, τοῦ σοῦ κατεμβοῶντός σοι νομοθέτου καὶ προστάσσοντος; οὔμενουν· οὐ γὰρ τοιαῦτα ὁ ἡμέτερος, κρίνε ἵνα μὴ κριθῇς, καί, ἄλλους βάλλε καὶ τίτρωσκε ταῖς σοὶ προσηκούσαις λοιδορίαις, ἵνα λάθῃς ὢν τοιοῦτος αὐτὸς καὶ ταῖς ἑτέρων διαβολαῖς καὶ ταῖς κατηγορίαις τὴν σὴν ἐπικρύπτων πονηρίαν· ὁ δέ γε ἡμέτερος νομοθέτης καὶ Θεός, μὴ κρίνετε, διαμαρτύρεται, καὶ οὐ μὴ κριθῆτε.
Καὶ τίς εἶ σὺ ὁ κρίνων ἀλλότριον οἰκέτην, διὰ τοῦ θεσπεσίου Παύλου πάλιν ἐπιτιμᾷ· <ἐν ᾧ> γάρ, φησί, κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Ποία γάρ σε πρὸς τοῦτο τῆς ἁμαρτίας κατεπείγει βία; ποῖόν σε κέρδος ἐκ ταύτης ἐλπιζόμενον τῆς μανίας ἐπὶ ταύτην παρακαλεῖ τὴν ἀναισχυντίαν, ὥστε καὶ ἐντολῶν μὲν ὀλιγωρῆσαι μισοπονήρου δεσπότου, ὑποκύψαι δὲ προστάγματι μισανθρώπου τυράννου; μᾶλλον δέ, τίς οὐκ ἐπακολουθεῖ ζημία τοῖς ταύτην τὴν ματαιοπονίαν ταλαιπωρουμένοις;
Ὅταν γὰρ ἐπὶ τοῖς οἰκείοις παραπτώμασι δέον πενθεῖν καὶ μετανοεῖν καὶ νηστείᾳ τὴν ἁμαρτίαν κολάζειν καὶ τῷ μὴ κρίνειν τὸν πλησίον τοῦ κοινοῦ κριτοῦ τὸ εὐμενὲς προαρπάζειν καὶ τὴν ἐκεῖθεν ἀρύεσθαι φιλανθρωπίαν, ἡμεῖς δὲ ταῦτα μὲν πάντα ἐν οὐδενὶ ποιούμεθα λόγῳ καὶ τὰ οἰκεῖα ἕλκη ἀθεράπευτα ἐῶμεν, τῶν ἀλλοτρίων δὲ καὶ ὧν ἡμῖν οὐδὲν προσήκει πικροὶ καθήμεθα ἐξετασταὶ καὶ ῥῆμα καὶ βῆμα καὶ μειδίαμα τοῦ πλησίον πολυπραγμονοῦντες τί γὰρ δεῖ λέγειν πράξεις, ὧν οὐδὲ γεγενημένων ἡ πονηρὰ συνήθεια τῷ καθημερινῷ τῆς μελέτης ἐγγυμνασαμένη ῥᾷστα καὶ πιθανῶς ἀναπλάττει καὶ ταῖς ἡμετέραις ἐπινοίαις ὑποθάλπουσα πόνον τῷ ἀνθρωπίνῳ βίῳ καὶ ἀδικίαν ὠδίνει καὶ ταῦτα ὥσπερ ὑπὸ δικαίῳ καὶ κατὰ θεσμὰ θεῖα προκαθημένῳ κριτῇ τῇ ῥοῇ τῆς ἡμετέρας καθυποβάλλοντι γλώσσης, ὅλην ἐνασχημονοῦντες οὐκ ἐρυθριῶμεν τὴν ἡμέραν, οἱ ταῦτα δὴ οὖν μελέτην βίου ποιούμενοι καὶ τούτοις ἐνδιαιτώμενοι, πῶς οὐ τὴν ἐσχάτην ζημίαν καὶ ἧς οὐδὲ λύσιν ἔνεστιν εὑρεῖν ἀθλίως ἑαυτοῖς ἐπισπώμεθα;
Ταῖς γὰρ ἑτέρων πολιτείαις ἀσέμνοις λόγοις εἰς τὸ λυμαίνεσθαι ἐνεδρεύοντες, αὐτοὶ τὸν οἰκεῖον βίον εἰς τὴν τῶν συκοφαντῶν μεταταξάμενοι μοχθηρίαν κακοῖς ποικίλοις ἐλωβησάμεθα, καὶ κρίνειν ἄλλους ἐπαρθέντες, εἰς τὸν τῶν κατακρίτων βόθρον αὐτοὶ καταπίπτομεν· καὶ τότε τίνες; οἱ φαῦλοι τοὺς ἀγαθούς, οἱ πονηροὶ τοὺς ἐπιεικεῖς, καὶ εἰ μή τι ἄλλο τὸ περίεργον· βούλεσθε εἴπω καὶ τὸ ἡμέτερον; τὰ πρόβατα τὸν ποιμένα καὶ τὸν κυβερνήτην οἱ ἐμπλέοντες καὶ ὧν ἐκεῖνος τῆς σωτηρίας ὑπεραγρυπνεῖ, αὐτοὶ κατὰ τῆς ἐκείνου καθεύδουσι φυλακῆς· καὶ εἴθε ἐκάθευδον, ἀλλὰ μὴ πόδα καὶ χεῖρα καὶ πάντα λίθον κινῶσιν, ἵνα πάντως ἀνιάσωσιν, ἐντεῦθέν τε ῥαθυμότερον τὸν ἐφεστηκότα τῆς σφῶν αὐτῶν ἐπιστασίας, οἷα εἰκός, ἀντιλαμβάνεσθαι κατεργασάμενοι, καθάπερ μηδενὸς χαλιναγωγοῦντος καὶ περιέποντος, ἀλλ’ ὡς ἂν ἡ τοῦ βουλήματος ὁρμὴ τοὺς τῆς εὐπειθείας νόμους διαπτύσασα προστάττῃ, ἐπὶ πᾶσαν πρᾶξιν εἰς παράνοιαν ὁρῶσαν ἀκωλύτως εἰσελάσωσιν. Οὕτως εἰς οὐδὲν ὠφελείας ἀποτελευτᾷ ἡ νηστεία, <ὅτε> τοῦ κρίνειν ἑτέρους καὶ κατακρίνειν τὸ ἀκρατὲς οὐ κολάζεται.
Τοῦτο τῆς τοῦ πονηροῦ μεθοδείας τὸ κακούργημα· τοῦτο τῆς φθονερᾶς ἐκείνης καὶ βασκάνου φύσεως τὸ ἐπιτήδευμα· τοῦτο τοῦ μισανθρώπου δαίμονος τὸ μηχάνημα, κακίᾳ τὴν ἀρετὴν ἀπαμβλῦναι καὶ τὴν γαλήνην τῆς νηστείας φθόνου τρικυμίαις συνταράξαι καὶ ζάλῃ γλωσσαλγίας εἰς κλύδωνα παθῶν ἐμφυσῆσαι καὶ ὑποβρύχιον αὐτῷ κυβερνήτῃ λογισμῷ ὅλον τὸν ἄνθρωπον ἀπεργάσασθαι· τί γὰρ ὄφελος νηστείας ἐν τοῖς σοῖς χείλεσι κατασπαταλώσης τῆς λοιδορίας; τί δὲ σύντηξις σώματος τῆς σῆς γλώσσης πιαινομένης τε καὶ κατεντρυφώσης ἐν ταῖς τῶν πλησίον πονηρολογίαις; τί δὲ δεῖ τὸ πρόσωπον φέρειν καθαρὸν ἀπὸ τῆς ἐξ οἴνου <μέθης τε καὶ κραιπάλης>, ταῖς κατ’ ἀλλήλων συκοφαντίαις μεθυόντων τῶν λογισμῶν καὶ τὴν κοκκίνην τῆς μιαιφονίας χρόαν εἰς αὐτὸ τὸ βάθος τῆς ψυχῆς παραπεμπόντων;
Ἔθετό ποτε καὶ Ἰεζάβελ παραπέτασμα μίσους νηστείαν, τὸν κατὰ τοῦ δικαίου Ναβουθὲ θάνατον σκηνοποιοῦσα. Φησὶ γὰρ ἡ Γραφὴ περὶ αὐτῆς· καὶ ἀπέστειλε τὸ βιβλίον <πρὸς τοὺς πρεσβυτέρους> καὶ τοὺς ἐλευθέρους, τοὺς κατοικοῦντας μετὰ Ναβουθέ· καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις, νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθὲ ἐν ἀρχῇ τοῦ λαοῦ καὶ ἐγκαθίσατε δύο ἄνδρας, υἱοὺς παρανόμων, ἐξεναντίας αὐτοῦ καὶ καταμαρτυρησάτωσαν αὐτοῦ καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιθοβολησάτωσαν αὐτὸν καὶ ἀποθανέτω· εἶτα καὶ ἐκάλεσε, φησί, νηστείαν καὶ ἐκάθισαν τὸν Ναβουθὲ ἐν ἀρχῇ τοῦ λαοῦ καὶ κατεμαρτύρησαν αὐτοῦ ἄνδρες τῆς ἀποστασίας τοῦ Ναβουθὲ καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανεν.
Ὁρᾷς ὅπως ἡ νηστεία, πλεονεξίας καὶ συκοφαντίας συνδραμούσης, οὐ μόνον οὐδὲν ὤνησεν, ἀλλὰ καὶ προκάλυμμα τοῦ δραματουργουμένου φόνου κατὰ τοῦ δικαίου γέγονε; πῶς οὖν τις τῶν ἄλλων ἁμαρτημάτων τὴν πρᾶξιν μεταδιώκων οἴεται τὴν νηστείαν εἰς κατορθωμάτων λόγον αὐτῷ λελογίσθαι; ὅπου γε, πλεονεξίας καὶ συκοφαντίας, ὡς ἔστιν ἰδεῖν, συνελθούσης, τὴν λαθραίαν τούτων μίξιν αὐτὴ παρέσχεν ἐκτελεσθῆναι, εἰς τὸ τηλικοῦτον μῖσος ἀποκυηθῆναι, ζηλωτής ἐστι τῆς πονηρᾶς ἐκείνης καὶ ἀθλίας γυναικός, μᾶλλον δὲ τοῦ προστάγματος αὐτῆς ὑπηρέτης ὁ χωρὶς τῶν ἄλλων ἀρετῶν καὶ κατορθωμάτων τῷ τῆς νηστείας ὑποκρυπτόμενος προσωπείῳ· κηρύσσει γὰρ καὶ αὐτὸς τῷ προσώπῳ τὴν νηστείαν, ὡς ἂν λαθραῖον αὐτῷ καὶ κατὰ σκοπὸν τὸ τῆς πονηρίας δρᾶμα ἐπὶ πέρας ἀφίκηται τῆς παρανομίας.
Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην ἐγώ, λέγει Κύριος παντοκράτωρ· πρὸς τοὺς κατασχηματίζοντας ἑαυτοὺς τῇ τοιαύτῃ νηστείᾳ ἐν ὀργῇ βοᾷ, νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Νηστεία Θεῷ ἀποδεκτὴ ἡ μετὰ τῆς τῶν βρωμάτων ἀποχῆς καὶ τῶν ἁμαρτημάτων ἀποστροφῆς, τοῦ φθόνου, τοῦ μίσους, τῆς συκοφαντίας, τῆς λοι<δορίας>, τῆς γλωσσαλγίας, τῶν ἄλλων κακῶν.
Τούτων ἁπάντων ὁ τὴν ἀληθῆ νηστεύων νηστείαν, <λογιζομένην> τῷ Θεῷ, πάσῃ δυνάμει καὶ πάσῃ σπουδῇ ὀφείλει ἀποπηδᾶν καὶ ταῖς ἐκεῖθεν τοῦ πονηροῦ ἐπινοουμέναις προσβολαῖς ἀνάλωτος μένειν καὶ ἀσάλευτος· ὁ δὲ σιτίων μὲν ἔνδειαν ἀσκῶν, ἐγκράτειαν δὲ τῶν εἰρημένων παθῶν μὴ τηρῶν, ὅμοιός ἐστι τῷ θεμέλια μὲν οἰκίας καταβαλλομένῳ λαμπρά, ὄφεις δὲ καὶ σκορπίους καὶ ἐχίδνας συνοικίζοντι αὐτῷ ἐν αὐτῇ· ὥσπερ γὰρ ἐπὶ τῆς οἰκίας ἐκείνης ἡ τῶν καλῶν θεμελίων καταβολὴ παγὶς γίνεται τοῖς προσιοῦσι θανατηφόρος, τῶν ἐμφωλευόντων ἑρπετῶν λαθραίως περιπιπτόντων τῷ ἰῷ, οὕτως ὁ ἄνθρωπος ἐκεῖνος, ὁ νηστείᾳ μὲν τὴν περὶ αὐτοῦ δόξαν τοῖς ἀνθρώποις θεμελιώσας, ἔνδοθεν δὲ τὰς θηριομόρφους τῶν παθῶν περιθάλπων κεφαλάς, ὀλέθριος τοῖς ἐντυγχάνουσι γίνεται· πρόσεισι μὲν γὰρ αὐτῷ ὁ πλησίον τῇ ἀπὸ τῆς νηστείας φήμῃ περισαίνοντι γλυκύ, ὁ δὲ τὴν κενοδοξίαν καὶ τὴν μισαδελφίαν ἢ τὴν συκοφαντίαν ἢ τὸν φθόνον ἕρποντα κρύπτων παρ’ ἑαυτῷ λανθανόντως ἐκπέμπει τὸν ἰόν, εἶτα καὶ πικρὸν τοῖς λόγοις ἐνδακών, ἂν ὑπερβλύσῃ μάλιστα τῆς καρδίας ἡ πικρία τῆς ἐπιβουλῆς, μυρίας ἐνίησιν, ὅσον εἰς αὐτὸν ἧκε, κατὰ τοῦ μηδὲν ἠδικηκότος, ἀλλὰ καὶ φιλοῦντος ἴσως, τὰς ἀπὸ τῆς πληγῆς ἀλγηδόνας, μᾶλλον δὲ ἐκεῖνον μέν, ἂν μηδὲν πάθῃ ταῖς ἐπιβουλαῖς ἢ μὴ θελήσῃ παθεῖν μηδὲ τὸν βαλόντα μιμήσηται, ὡς νικηφόρον ὁρᾷ στεφανούμενον ταῖς δεσποτικαῖς ἐντολαῖς, αὐτὸς δὲ ἑαυτὸν δαπανᾷ καὶ ἀπόλλυσιν ἐπὶ μεῖζον τῶν <ἐλλοχευόντων> φθοροποιῶν παθῶν τῇ τοῦ φθονηθέντος καὶ βληθέντος ἀπαθείᾳ καὶ εὐδοκιμήσει καταμεριζομένων αὐτοῦ τὸ σῶμα καὶ τὴν ψυχήν.
Οὕτως ἀρετὴ μὲν οἶδε σῴζειν τὸν ταύτῃ περιφραττόμενον, κἂν μυρίους τις ἔχῃ τοὺς ἔξωθεν βάλλοντας, κακία δὲ αὐτόν τε τὸν κεκτημένον λυμαίνεται καὶ τἀναντία τῶν ἐκείνου σπουδασμάτων καὶ ἄκουσα καταδέχεται διπλῆν αὐτῷ τὴν δεσποτείαν παρέχουσα, ὧν τε ἐπηρεάζειν καὶ ἐπιβουλεύειν ἔγνω τὴν ἀποτυχίαν ὑποδεικνύουσα καὶ τῆς οἰκείας αὐτὸν ἀναπληροῦσα μοχθηρίας καὶ ἀθλιότητος.
Νηστεύεις βρωμάτων; καλῶς γε ποιεῖς· ὅπλον γὰρ τοῦτο κατὰ τῶν παθῶν τοῖς καλῶς γε χρωμένοις αὐτῷ. Νήστευσον καὶ φθόνου, ἵνα σοι ἡ νηστεία καὶ Θεῷ λογίζοιτο νηστεία καὶ μὴ προσωπεῖον εἴη, τῶν ἄλλων κακιῶν καλυπτομένων ὡς ὑπὸ παραπετάσματι τῷ τῆς ἀσιτίας σχηματισμῷ· ἀλλ’ ἵνα σοι, καθάπερ εὐθαλὴς καὶ πολυστέλεχος ῥίζα τοῖς κόλποις διαρριζουμένη τῆς ψυχῆς, τὰς ἄλλας ἀναβλαστάνῃ τῶν ἀρετῶν καὶ σὺν αὑτῇ δεικνύῃ ταύτας καρποφορούσας τὴν μακαρίαν ἐκείνην καὶ ὡς ἀληθῶς ἀπαθανατίζουσαν τοῦ παραδείσου τρυφήν· νήστευσον, ἄνθρωπε, φθόνου· φθόνος ἐστὶ τὸ τοῦ διαβόλου ἐντρύφημα, τῆς πονηρᾶς ἐκείνης φύσεως τὸ γεώργιον· τῆς ἀνθρώποις προσηκούσης νηστεύεις τροφῆς; πολλῷ μᾶλλον ἀποσχέσθαι σε δεῖ καὶ τῆς τῶν δαιμόνων σιτεύσεως. Ἄρτον ἀγγέλων ἄνθρωπον φαγεῖν ἀγαθόν· ἄρτος δὲ δαιμόνων ὀλέθριος. Τοῦτο γέγονε τοῦ πρώτην τάξιν λαχόντος ἐν οὐρανῷ ἡ πρώτη καὶ τελευταία πλησμονὴ καὶ μέθη καὶ κραιπάλη καὶ ἀπώλεια· τούτῳ γὰρ τῷ ὑπώχρῳ τοῦ φθόνου προπόματι ὁ ἐωσφόρος μεθυσθεὶς καὶ ἐποφθαλμίσας τὸν ἄνθρωπον, τῶν οὐρανίων ἀντύγων ἀθλίως κατέπεσε καὶ τάρταρον ᾤκησε καὶ κατὰ τῆς ἡμῶν ἐξ ἐκείνου φονᾷ φύσεως· φόνος γὰρ φθόνου κύημα καὶ τοὺς ἅπαξ αὐτῷ μεθυσθέντας ἀνανῆψαι τῆς μανίας χαλεπώτατον. Νηστεύεις βρωμάτων;
νήστευσον κενοδοξίας· μήτηρ ἐστὶν αὕτη τοῦ φθόνου συνανδρωθεῖσα τὴν ἄνοιαν· καὶ γὰρ ὁ φθονῶν τοῖς παρευδοκιμοῦσιν αὐτὸν κινεῖται φθονεῖν, ἐκεῖνος δὲ νικᾶν ἅπαντας φιλονικεῖ, ὁ καινὰ καὶ μεγάλα καὶ τὰ μηδὲν αὐτῷ προσήκοντα φανταζόμενος περὶ ἑαυτοῦ, καὶ τούτοις ἀφρόνως ἐπαιρόμενος εἰς τὸν τοῦ φθονοῦντος ἐμπίπτει κρημνὸν καὶ παρευδοκιμούμενος τήκεται ἀνοίᾳ καὶ ματαίᾳ δόξῃ ἀθλίως ἀναθεὶς ἑαυτόν. Νήστευσον καταλαλιᾶς καὶ συκοφαντίας· γεννήματα καὶ ταῦτα τοῦ φθόνου καὶ πρωτότοκοι τοῦ φόνου ἀδελφαί· πρῶτον γὰρ ἀφ’ ἡμῶν ὁ φθόνος ἐκ τοῦ ἐπὶ πλεῖστον ταῦτα γεννᾷ, εἴθ’ οὕτως ὥσπερ ἐσχάτη καὶ ὀλέθριος γονὴ αὐτῷ τε τῷ γεγεννηκότι καὶ τοῖς φθονηθεῖσιν ἐπιτίκτεται ὁ φόνος· ὧν φύγωμεν ἀγαπητοὶ τὴν λύμην, βδελυξώμεθα τὴν κακίαν, μηδὲ τῆς πείρας ἐγγὺς γενέσθαι θελήσωμεν, νηστείαν δὲ προσάξωμεν Θεῷ καθαράν, φιλαδελφίᾳ τὴν ψυχὴν ὡραΐζουσαν καὶ ταπεινοφροσύνῃ τὸ σῶμα λαμπρύνουσαν καὶ ταῖς πρεπούσαις ὑμνολογίαις τὸν νοῦν ἁγιάζουσαν καὶ τοῖς προσήκουσι περὶ ἀλλήλων λόγοις τὰ χείλη μυρίζουσαν καὶ δι’ ἐμμελοῦς τῆς τούτων ἀσκήσεως πρὸς τὴν ἀπάθειαν παραπέμπουσαν.
Ἂν οὕτω πολιτεύοισθε καὶ τὰς ἡμετέρας παραινέσεις ἔργῳ φυλάττοντες ἐπιδείξοιτε, ἐμὲ μὲν συνεχέστερον ὑμῖν ὁμιλεῖν ἐπιτρέψετε, τοῦτο μὲν τοῖς λόγοις, τοῦτο δὲ ταῖς τῶν θείων λογίων ὑπαναγνώσεσι. Καὶ τῆς εἰσιέναι μελλούσης ἑβδομάδος ὁ καιρὸς τὸν ἔλεγχον δώσει. Ὑμῖν δὲ ἑαυτοῖς τὴν τῶν οὐρανῶν βασιλείαν κατακτήσεσθε, ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ συνανάρχῳ καὶ συναϊδίῳ πνεύματι, τῇ ὁμοουσίῳ καὶ ζωαρχικῇ τριάδι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.