Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ὁμιλίαι

Μέγας Φώτιος

Ομιλία ΙΔ': Την Παρασκευή της πρώτης εβδομάδας των νηστειών

Έκφραση ποιμαντικής χαράς για τον πνευματικό ζήλο των πιστών, με έμφαση στη χαλιναγώγηση της γλώσσας και την αυστηρή αποχή από τη συκοφαντία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 14 από 19

Τοῦ αὐτοῦ ἁγιωτάτου Φωτίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ὁμιλία, λεχθεῖσα ἐν τῷ ἄμβωνι τῆς Ἁγίας Σοφίας τῇ Παρασκευῇ τῆς πρώτης ἑβδομάδος τῶν νηστειῶν. Ἥκομεν ὑμῖν τοῦ χρέους τὴν προθεσμίαν προφθάσοντες καὶ τῆς ὀφειλῆς τὴν καταβολὴν προκαταθέσθαι σπουδάζοντες· τὰ γὰρ τῶν ὀφειλημάτων ἑκούσια ἐν ἴσῳ δώρων ὑπὸ τῶν παρεχόντων προτεινόμενα οὐκ οἶδεν ἀναβολαῖς καὶ παρατάσεσι χρόνου λυμαίνεσθαι τὸ φιλότιμον.

Καὶ καλὸν μὲν πατέρα τέκνοις ὑπερήμερον μὴ ἐμφανισθῆναι, κάλλιον δὲ καὶ προκαταθέμενον τὸ χρέος ἐν χάριτος λόγῳ τὸ ὀφειλόμενον ἀποτῖσαι. Ἄλλως τε δὲ καὶ τὸ ὑμέτερον πρόθυμον περὶ τὴν ἀκρόασιν ἐνορῶν (οὐδὲ γὰρ προσῆκε τὸν εἰς ἀρετὴν παραγγέλλειν τοὺς πλησίον παρακαλοῦντα ὑποστολῇ τοῦ λέγειν τὸν τόνον αὐτῶν ὑπεκλύειν τῆς ὀρέξεως) προθυμότερον ὑμῖν ἐμαυτὸν ἐπιδέδωκα καὶ τῆς τοῦ παναγίου πνεύματος ἐπιδαψιλευομένης ἡμῖν χορηγίας τὰ χείλη μου οὐ μὴ κωλύσω πρὸς τὸν καταρτισμὸν τῆς ὑμετέρας τελειώσεως.

Χαίρει μὲν γὰρ καὶ γεωργὸς ὁρῶν τὸ λήϊον τοῖς στάχυσι βαρυνόμενον καὶ καλῷ λειμῶνι παρεικαζόμενον τῇ τερπνότητι, χαίρει δὲ καὶ φυτοκόμος καρπῶν ὡραίᾳ φορᾷ τοὺς κλάδους καὶ τὰ δένδρα στενοχωρούμενα καὶ κυβερνήτης δὲ τὴν ὁλκάδα βλέπων ἐξ οὐρίου τὰ νῶτα τῆς θαλάσσης ἐπισκιρτῶσαν καὶ διατέμνουσαν. Ἡδὺ δὲ καὶ ποιμὴν τοῖς δόναξιν ὑποκαθήμενος ἀνακρούεται ᾆσμα καὶ τὴν καλαύροπα πλευρὰξ τιθεὶς ἀναπαύεται τὸ ποιμενικὸν μέλος ὑποσυρίττων τοῖς θρέμμασιν, ἐπειδὰν τὴν ἀγέλην ἐντρυφῶσαν ἴδῃ καὶ τοῖς ἄλλοις οὐκ ἐλασσουμένην διαιτήμασι. Ναὶ δὴ χαρᾶς ἀφάτου πληροῦται καὶ ἀγαλλιάσεως καὶ ὁ τῶν Χριστοῦ θρεμμάτων τὴν ποιμεναρχίαν κληρωσάμενος, τῆς λογικῆς ποίμνης ἐνευθηνουμένης τοῖς κατορθώμασι καὶ ταῖς ἀρεταῖς ἐξωραϊζομένης τῶν πράξεων. Πῶς δ’ οὐκ ἂν εὐφρανθείην ἔγωγε, ἐπειδὰν ὑφ’ ὑμῶν ἴδω τὰς ἀχαρίστους τῶν ἡδονῶν πατουμένας καὶ τὴν μὲν ἀρετὴν πολυωρουμένην, τὴν κακίαν δὲ διαπτυομένην καὶ τὴν μέλαιναν μὲν ψῆφον φέροντα τὸν φθόνον, ἐμπολιτευομένην δὲ τὴν εὐημερίαν, καὶ τὴν μὲν συκοφαντίαν ἐκφυλλοφορουμένην, ἀνθοῦσαν δὲ τὴν φιλαδελφίαν; Τοῦτό μοι καύχημα καὶ χαρὰ μετὰ τοῦ θεσπεσίου Παύλου βοῶ. Τοῦτο τὰς λύπας, αἳ πολλαχόθεν ἡμῖν, τοῦ πονηροῦ μηχανορραφοῦντος, ἀνακινοῦνται, κοιμίζει καὶ τῶν πολλῶν ἀπαλλάττει φροντίδων καὶ ῥᾴους ἑαυτῶν ἀπεργάζεται.

Τοῦτο καὶ νέφος τῆς ἀθυμίας, πολλάκις τοὺς λογισμοὺς ὑποτρέχον, διασκεδάζειν ἰσχύει· καὶ ταῖς τῆς εὐθυμίας καταφαιδρύνει λαμπρότησιν ὁ ὑμέτερος βίος, ἡ ὑμῶν πολιτεία, ὅταν τοῖς νόμοις τοῦ πνεύματος οἱ νόμοι τῆς σαρκός, μᾶλλον δὲ ἡ τυραννὶς φυγαδεύηται καὶ οἱ παλαιοὶ τῆς ἁμαρτίας χαρακτῆρες τῆς ψυχῆς ὑμῶν ἀπαλείφωνται καὶ τὰ νέα τῆς Χριστοῦ νομοθεσίας ἀντιγράφωνται παραγγέλματα.

Χρηστός ἐστιν ὁ τοῦ Χριστοῦ ζυγὸς καὶ τὸ φορτίον αὐτοῦ ἐλαφρόν. Τί γὰρ κουφότερον γλώσσης κατέχειν; τί δὲ χρηστότερον εὔφημον στόμα φέρειν; τί δὲ ἐλαφρότερον τοῖς ἀδελφοῖς μὴ βασκαίνειν; Οὐ καμάτους ὑπενεγκεῖν σε δεῖ, οὐκ ἀγρυπνίας ἀναμετρῆσαι δι’ ὅλης τῆς ἡμέρας καὶ νυκτὸς ταλαιπωρούμενον, οὐκ ὀρύξαι τάφρον, οὐκ ἐγεῖραι χῶμα, οὐ πηλῷ καὶ πλινθείᾳ δουλεῦσαι, τὸ τοῖς Αἰγυπτίοις κατὰ τοῦ Ἰσραὴλ ἐπινόημα, οὐδὲν τῶν ἐπιπόνων ἄλλο διαπράξασθαι.

Εἴσω μόνον ὀδόντων δεήσει τὴν γλῶσσαν συνέχειν, ἐν τῇ φυσικῇ παστάδι ὡς καλὴν συντηρουμένην νύμφην, ἐν ᾗ διπλοῖς αὐτὴν ὁ τεχνίτης συνέστειλε περιβόλοις καὶ τὸ ὀλισθηρὸν αὐτῆς καὶ εὐάλωτον ἀσφαλισάμενος καὶ σὲ τῷ τῆς δημιουργίας λόγῳ διδάσκων μὴ προχείρως καταχρῆσθαι ταύτῃ, μάλιστά γε πρὸς τὰ μηδέν σοι προσήκοντα, ἥν περ, τοὺς θείους θεσμοὺς ἐκπληροῦντι καὶ τοὺς τῆς φύσεως μὴ ἐνυβρίζοντι ὅρους, ὡς καλὴν παρθένον, ἀλλὰ μηδὲν πορνικὸν καὶ νόθον ᾆσμα φθεγγομένην, τῷ φυσικῷ σε προσήκει φυλάττειν θαλάμῳ, μηδ’ ἐνασχημονοῦσαν ὅλως ταῖς λοιδορίαις τοῦ πέλας, μηδὲ ταῖς συκοφαντίαις παραχωρεῖν ἐπιμοιχᾶσθαι. Μοιχαλὶς γάρ ἐστιν ὡς ἀληθῶς ἥ, ἐξὸν τὴν ἰδίαν καὶ νυμφικὴν σεμνότητα διασώσασθαι, ἡ δὲ τὴν πάνδημον οἰστρηλασίαν τῆς συκοφαντίας ἑταιρισαμένη τὸν οἰκεῖον ἐξορχουμένη κόσμον οὐκ αἰσχύνεται.

Ἀλλὰ μὴ σύ γε τούτοις ὑποσυρεὶς κατενεχθῇς τοῖς ἀτοπήμασι. Κέχρησο δὲ ταύτῃ ταῖς πρὸς τὸν δεδωκότα ὑμνολογίαις, περὶ τῶν δογμάτων, εἴ γέ σοι χάρις καὶ ταῦτα ζητεῖν, ἀκριβολογίαις, ταῖς κατὰ τὸν βίον ἐπειγούσαις ὑπουργίαις, ταῖς περὶ τὸν πλησίον σεμνολογίαις· μηδ’ ἐνταῦθα πέρα τοῦ μέτρου, ἵνα μὴ πρὸς τὸ τῆς κολακείας ὀλισθήσῃς αἶσχος· μέτρον γὰρ πάντων ἄριστον καὶ θυραυλοῦσί τισι τῶν ἡμετέρων ὀργίων εἰς λογισμοὺς ἐλθεῖν ἐξενίκησεν. Ἐφ’ ὕβρει δὲ τοῦ πέλας, ἐπὶ καταλαλιᾷ μὴ χρήσῃ, ἀλλὰ περίελε σεαυτοῦ, κατὰ τὴν παροιμίαν, σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ποίησον ἀπὸ σοῦ. Οἴκους γὰρ ὑβριστῶν κατασπᾷ κύριος καὶ ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς καὶ παγὶς ἀνδρὶ τὰ ἴδια χείλη καὶ ἁλίσκεται δὲ ῥήμασιν ἰδίου στόματος, ὅτε μὴ κατὰ φύσιν καὶ πρόσταγμα θεῖον ἡ τῆς κινήσεως αὐτῶν οὐ φυλάττεται χρῆσις. Μὴ οὖν σὺ σαυτὸν τούτοις ἐξομοιώσῃς, μηδ’ αὐτῶν τὰς τρίβους ἰχνηλατήσῃς· φησὶ γάρ τις τῶν θεοφορουμένων καὶ εἰς ἀδελφοὺς Κυρίου προορισθεὶς ἀναγράφεσθαι, ὡς ἡ γλῶσσά ἐστι, καίτοι μικρὸν μέλος οὖσα, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, εἶτα καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης καὶ θηρίων δὲ καὶ ἑρπετῶν χαλεπωτέραν αὐτῆς ἀποφαίνεται τὴν κακίαν, ἐπειδὰν ἀχαλιναγώγητον αὐτῆς τὴν ῥύμην ὁ νοῦς καταλίπῃ, μηδὲ θέλῃ ταῖς ἐκείνου πείθεσθαι ἡνίαις.

Οἷα δὲ αὐτῆς καὶ τὰ κατεσχηματισμένα προσκήνια.

Κακῶς ὁ δεῖνα πολιτεύεται καὶ δυσαρεστεῖσθαί με συμβαίνει πάντως καὶ μὴ βουλόμενον· καὶ οἷς μέ τις σιγᾶν ἐπιτρέπει καὶ μὴ κωμῳδεῖν ἐκεῖνα, τὰ ἐκείνου μιμεῖσθαι προστάττει. Ὄντως σοφά ἐστιν εἰς τὸ ἐξαπατῆσαι καὶ ὑποσκελίσαι τοῦ πονηροῦ τὰ σοφίσματα· καὶ τῶν ἀριστερῶν ταῖς ἐπιβολαῖς ἀποτυγχάνων διὰ τῶν δοκούντων δεξιῶν λεληθότως εὐπορεῖ τὴν παρείσδυσιν. Κακῶς ὁ δεῖνα πολιτεύεται; σὺ δέ μοι πολιτεύθητι καλῶς, ἵνα μὴ πάλιν αὐτὸς ἄλλοις τοῦ λέγειν ταῦτα περὶ σοῦ καὶ ἐξαμαρτάνειν αἴτιος ἀναφανῇς. Ὁ δεῖνα κακῶς;

Ἀλλ’ ὁ δεῖνα καλῶς· ἐκεῖνον μὲν ἔα τῷ ἑαυτοῦ Κυρίῳ πίπτειν καὶ ἵστασθαι, τούτου δὲ τὴν ἀναστροφὴν καὶ πρᾶξιν διὰ μνήμης ἔχε καὶ μιμήσεως. Ἀλλὰ καὶ τὸν βίον ἐστὶν ἄλλος ἀκρατής; τί δὲ σὺ τούτου κατεστάθης κριτής; σὺ τὸν ὑπὲρ αὐτοῦ λόγον εἰσπραχθήσῃ; Εἴθε καὶ τὸν περὶ σοῦ δυνήσῃ παρασχεῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς ἀποφάσεως.

Ἀκρατής ἐστι τὸν βίον; σὺ δὲ τὴν γλῶσσαν οὐκ ἀκρατὴς καὶ ἀκόλαστος, ὁ λογοπραγῶν τὰ ἀλλότρια καὶ τοῖς αἰσχροῖς ἡδέως ἐναπασελγαίνων διηγήμασιν; Οὐκ ἐμπαθὴς δὲ σὺ τὴν διάνοιαν (εἴθε δὲ μόνον τὴν διάνοιαν) ὁ ῥᾳδίως οὕτω ταῖς τοῦ πλησίον διαβολαῖς ὑπαγόμενος καί, δέον ἄλλων λεγόντων ἐγκαλύπτεσθαι, αὐτὸς κορυφαῖος τῆς τοιαύτης πομπείας δεικνύμενος; Ὃς γὰρ τῶν παθῶν τοῖς ἔργοις ἀποκεχώρηκεν, οὐδὲ ἑτέρους τούτοις ἁλίσκεσθαι παραπείθεται· τῷ γὰρ καθ’ ἑαυτὸν ὑποδείγματι τὴν περὶ ἐκείνων ἀσφάλειαν ἐπορίσατο.

Ὃς δὲ εὐχερῶς τὰς ἀλλοτρίας διαβολὰς ἀποδέχεται, οὐδὲ τῶν ὁμοίων οὗτος ἀπέχεται πράξεων· ἡ γὰρ ἐργασία τοῦ ἐπιτηδεύματος εἰς κοινωνίαν φιλεῖ καθέλκειν καὶ τὸν ἀναίτιον. Ναί, φησίν, φαῦλος καὶ λοίδορός ἐστιν οὗτος, καταλαλιαῖς τε χαίρων καὶ ἄξιος πίπτειν ὑπὸ νέμεσιν· τί δὲ σύ; περὶ ἐκείνου τοῦτο λέγων οὐ λοιδορεῖς καὶ λάφυρον γίνῃ καταλαλιᾶς; εἰ σὺ σαυτὸν καὶ τὰ σὰ ἐπιμελῶς ἐπεσκόπεις, οὐκ ἂν τῶν ἄλλων καιρὸν ἔσχες τὰ ἐλαττώματα λογοθετεῖν καὶ τούτοις ἐνδιατρίβειν. Ἀλλὰ κἀμοὶ μάτην ἐκεῖνος λοιδορεῖται· οὐκοῦν σοι πρέπον μηδὲν κακὸν εἰς αὐτὸν εἰπεῖν, ἵνα δείξῃς ἔργῳ μάτην σεαυτὸν λοιδορούμενον. Μάτην σοι λοιδορεῖται· σὺ δὲ ἆρα παραστῆσαι σπεύδεις δικαίως σε λοιδορούμενον καὶ μιμητὴν ἐκείνου γινόμενον, οὗ δίκαιον σεαυτὸν ὑπολαμβάνεις κατήγορον; μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοῖς ποιοῦσι τὴν ἀνομίαν· μηδὲ γλώσσῃ νικᾶν τὴν γλῶσσαν βουλήθητι· πυρὶ γὰρ τὸ πῦρ οὐ σβέννυται, οὐδὲ τὸ κακὸν κακῷ θεραπεύεται, σιωπῇ δὲ γλώσσης σκιρτήματα σαγηνεύεται καὶ φλόγα πυρὸς ῥανίδες ἔσβεσαν ὕδατος καὶ ἡ χρηστότης ἀεὶ κρατεῖν τῆς κακίας πέφυκε.

Σὺ οὖν εἴ τί μοι πείθῃ, μᾶλλον δὲ εἴ τι ταῖς θείαις πειθαρχεῖς παραινέσεσι, φυλάττου φέρειν ὕβρεις τῷ λοιδορουμένῳ· ἀλλὰ καὶ ὅσα ἄν τις κατ’ ἐκείνου φαίη, εἰς σὴν ἀναφέρων χάριν ἴσως, τῇ σῇ χρηστότητι διασκέδασον, ἵνα κἀκεῖνον ἐπὶ τῇ αὑτοῦ προπετείᾳ μεταμελεῖσθαι διδάξῃς καὶ σεαυτὸν ὡς ἀληθῶς πάσης βλασφημίας ὑπερκείμενον παράσχῃς. Μὴ δέχου τοίνυν τὰς τῶν πλησίον διαβολάς· ἑαυτὸν γὰρ μᾶλλον ἢ ἐκεῖνον διαβάλλειν ὁ τῆς ἀληθείας παρίστησι λόγος· ὅτι <ὁ> ταῖς κατ’ αὐτοῦ παραπειθόμενος φήμαις ταῖς εἰς αὐτὸν ὑποσύρεται λοιδορίαις. Εἰ δὲ καὶ σὺ ταύτας ἀναπλάττεις, ἔστι γὰρ ἔστι πονηρόν τι καὶ τελχινῶδες γένος ἐν ἀνθρώποις, ὧν εἴημεν ἀπηλλαγμένοι πάντες, οἳ μελέτην καὶ τέχνην ποιοῦνται τοῦ περιφημίσαι καὶ περιχρῶσαι τοὺς πλησίον ταῖς οἰκείαις βδελυρίαις, ἵν’ ἐν τῷ κοινῷ τῆς κατηγορίας ἀδεέστερον αὐτοί, βοσκημάτων δίκην, ἐμφορῶνται τῆς περὶ πάντα ἀκολασίας καὶ τῷ πολλοὺς σοφίσασθαι συμμετασχεῖν τῆς αὐτῆς ὀνομασίας κουφοτέραν ἐπιδεῖξαι δόξωσι τὴν παρανομίαν, ἂν οὖν εἴη τις τοιοῦτος (ἐν ὑμῖν δὲ οὐδὲ ἔστι μηδὲ γένοιτο, οὐ γὰρ οὕτως, οἶμαι, δυστυχὴς ἐγὼ τοιούτων ἐπιστατεῖν θηρίων), φεῦ τῶν κολάσεων, ἃς ἐκεῖνος ὑποστήσεται.

Οὐ μύλος γὰρ ὀνικὸς περὶ τὸν τράχηλον, οὐδὲ βυθὸς θαλάσσης, ἃ κόλασις ὑπάρχει καὶ ἀφανισμὸς μόνου σώματος, ἀλλὰ σκότος ἐξώτερον καὶ σκώληξ ἀκοίμητος καὶ πᾶν εἶδος βασανιστηρίων, λόγου καὶ διανοίας ἐκφεύγοντα κατάληψιν καὶ ψυχὴν αὐτὴν πικρῶς κατεσθίοντα, τοῦτον δικαίως ὑποδέξεται, τὸν ἐν ἀνθρώποις διάβολον, τὸν ἐν ὁμοφύλοις ἀλλόφυλον, τὴν ὕβριν τοῦ γένους, τὸν τῆς δημιουργίας κατήγορον.

Ἡμεῖς δὲ φύγωμεν, ἀγαπητοί, τὴν πονηρίαν τούτων, ἵνα μὴ μέτοχοι γενώμεθα τῆς τιμωρίας αὐτῶν. Φύγωμεν ψευδομαρτυρίας, λοιδορίας, συκοφαντίας. Φυλάξωμεν ἑαυτοὺς ἀπὸ πάσης τοῦ πονηροῦ ἐργασίας, ἵνα τύχωμεν τῆς ἐπουρανίου βασιλείας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμή, προσκύνησις ἅμα τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ συνανάρχῳ καὶ ἀϊδίῳ πνεύματι, τῇ ὁμοουσίῳ καὶ ζωαρχικῇ τριάδι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.