Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ὁμιλίαι

Μέγας Φώτιος

Ομιλία ΙΕ': Περί του θανάτου του Αρείου

Ιστορική και θεολογική αναφορά στις διώξεις των ορθοδόξων από τους αρειανοφρόνους, στη στάση απέναντι στην υποκριτική μετάνοια του Αρείου και στα γεγονότα των τοπικών συνόδων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 15 από 19

Τοῦ αὐτοῦ Φωτίου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ὁμιλία, λεχθεῖσα ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας. Τῆς προλαβούσης ὁμιλίας τὸ τέλος, εἴ τι μέμνησθε, τὸν Ἄρειον παρεδίδου καθαιρούμενον, τῆς ἐκκλησίας ἐξωθούμενον, ἀναισχυντοῦντα, πλαττόμενον, ὑποκρινόμενον τὴν εὐσέβειαν, εἶτα καὶ αἰσχίστῳ θανάτῳ τὸν βίον καταστρεφόμενον καὶ τὸν τοῦ Χριστοῦ λαὸν ἀπὸ τῶν πολλῶν κακῶν καὶ σκανδάλων ἀναπνέοντα. Εἶδες εὐχῆς δύναμιν; εἶδες ἀρχιερέως παρρησίαν; «Κύριε, εἰ Ἄρειος εἰς τὴν ἐκκλησίαν εἰσάγεται, ἐμὲ τοῦ βίου ἐξάγαγε· εἰ δ’ ἔτι με τῷ σκηνώματι τούτῳ παρεῖναι κελεύεις, Ἀρείῳ τὰς τῆς ἐκκλησίας πύλας ἀβάτους συντήρησον». Ἀλέξανδρος ταῦτα ηὔχετο καὶ ἡ κατὰ τοῦ Ἀρείου λόγχη οὐρανίῳ ψήφῳ ἐχαλκεύετο· ὁ τοῦ Χριστοῦ θεράπων πρὸς τὸν βλασφημούμενον τὰς χεῖρας ἐξήπλου καὶ τῆς ἀκολάστου γλώσσης ὁ δυσμενὴς τὰς δίκας ἐδίδου τὴν τῶν ἀθλίων σπλάγχνων καὶ ἐγκάτων κένωσιν διὰ τῆς γαστρὸς ὑπέχων. Ἀλλ’ ἐκεῖνος μὲν τὸν Ἰούδα τρόπον μιμησάμενος, κατὰ τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον, καὶ τὸν ὅμοιον ἐκείνῳ θάνατον ὑπέδυ. Πρηνὴς γὰρ γενόμενος ἐλάκισε μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ· ἡ δὲ ἐκκλησιαστικὴ κατάστασις ἐπὶ χρόνον τινὰ συνετηρεῖτο ἀστασίαστος.

Ἴσως δ’ ἄν τισιν ἐπὶ νοῦν καὶ ζήτησιν ἔλθοι, τί δήποτε ὑπὸ Πέτρου μὲν τοῦ ἱερομάρτυρος Ἄρειος καθαιρεῖται, ὑπὸ δὲ τοῦ διαδεξαμένου αὐτὸν ἀξιαγάστου Ἀχιλλᾶ παραδέχεται καὶ πρὸς τὸν τῆς διακονίας βαθμὸν ἐπανέρχεται, εἶτα καὶ ὑπὸ τοῦ θεσπεσίου Ἀλεξάνδρου οὐ μόνον τῆς καθαιρέσεως ἀπολύεται, ἀλλὰ καὶ εἰς πρεσβυτέρου τάξιν προβιβάζεται. Τί δήποτε οὖν πρότερον μὲν καθαιρεθεὶς παρεδέχθη, ὕστερον δὲ καὶ βιβλίον μετανοίας ἐπιδιδοὺς ἀπαράδεκτος ἔμεινεν, οὐδαμῶς ἀνασχομένου οὔτε τοῦ Κωνσταντινουπόλεως, οὔτε τοῦ Ἀλεξανδρείας Ἀλεξάνδρου (ἀμφοῖν γὰρ ὥσπερ ὁ ζῆλος ὁ ὑπὲρ τῆς εὐσεβείας ἀπαράλλακτος, οὕτως ἦν καὶ ἡ κλῆσις ἀδιαίρετος), οὐκ ἀνασχομένων τούτων, ὡς καὶ πρόσθεν ἔφημεν, εἰς ἐκκλησίαν αὐτὸν παραδέξασθαι;

Ἢ δῆλον, ὡς ἑκάτερον τούτων σοφῶς τε καὶ δικαίως καὶ ἱεροπρεπῶς διαπέπρακται· τὸ μὲν γὰρ τὸν ἅπαξ παρασφαλέντα καὶ μετανοοῦντα ἀπώσασθαι ἀφιλάνθρωπόν ἐστιν ὅλως καὶ ἀποτομίας ἐδόκει μεστὸν καὶ τῶν ἁμαρτανόντων τὴν ἐπιστροφὴν καὶ μεταμέλειαν, ἣ μόνη τοῖς ἐπταικόσιν ὁδὸς εἰς σωτηρίαν ὑπολείπεται, ἀναιροῦντος ἦν καὶ ἀποκλείοντος· τὸ δὲ τὸν οὐχ ἅπαξ οὐδὲ δὶς τὴν εὐσέβειαν ἐξομοσάμενον, ἀλλὰ καὶ πολλάκις αὐτὴν εὐκόλως οὕτως καὶ ἀρτιαζόντων δίκην ἐξορχησάμενον, τὸ τοῦτον πάλιν ὑποκρινόμενον τὴν εὐσέβειαν παραδέχεσθαι καταφρόνησιν ὑπῆρχε τῆς εὐσεβείας ἀπεργάζεσθαι καὶ τὸ δυσσεβεῖν καὶ εὐσεβεῖν εἰσηγεῖσθαι ἀδιάφορον. Οἱ γὰρ οὕτω ῥᾷστον τιθέντες τὸ μεταβάλλεσθαι οὐδετέραν τῶν δοξῶν ὀρθὴν λογίζεσθαι ἐκδιδάσκουσι. Διὰ τοῦτο γοῦν τῆς μὲν προτέρας πλάνης τὸν Ἄρειον μεταθέμενον ἡ τῆς συγγνώμης τάξις ἀσμένως ἐδέξατο, ἐπὶ δὲ τὴν αὐτὴν πολλάκις παροινίαν ἐξοκείλαντα, εἰ καὶ λιβέλλῳ μετανοίας τὴν παλινῳδίαν ἐσχημάτιζε, τό τε ὕπουλον καὶ δολερὸν ἡ ἐκκλησία προβλέπουσα καὶ τὸ μὴ καταφρονεῖσθαι προνοουμένη τὴν εὐσέβειαν, οὐδαμῇ τούτῳ τὰς τῆς φιλανθρωπίας πύλας, ἃς αὐτὸς ἑαυτῷ ἀθλίως ἀπέκλεισεν, ὑπανοῖξαι κατεδέξατο.

Καὶ τοῦτο δὲ ὁ καθ’ ἡμᾶς Νικηφόρος ὁ φερώνυμος θεοφρόνως ἐμιμήσατο· Ἰωάννην γάρ, ὃς ἀσεβείας ἆθλον τουτονὶ τὸν θρόνον ἐδέξατο, πάλαι μὲν τῆς εὐσεβείας ἐχόμενον (προσκυνητὴς γὰρ καὶ αὐτὸς τῶν σεβασμίων εἰκόνων ἐτύγχανεν, αὐτὴν τὴν τῶν ζωγράφων τέχνην εἰς βίου πρόφασιν μεταχειριζόμενος), εἶτα διὰ καιρούς τινας καὶ πραγμάτων μεταπτώσεις ἐπὶ τὴν δυσσέβειαν μεταχωρήσαντα καὶ νόσῳ περιπεσόντα καὶ μετανοίας ἐπιδόντα λίβελλον, ὡς ὁ θεῖος Ἀλέξανδρος Ἄρειον, οὕτως Ἰωάννην ὁ μέγας Νικηφόρος παρεδέξατο· πάλιν δὲ παρατραπέντα καὶ ἀρχηγὸν αἱρέσεως ἀναρρηθῆναι φιλοτιμησάμενον, ὡς Ἀρείῳ σχηματιζομένῳ μεταμέλειαν οὔτε ὁ θεῖος Ἀλέξανδρος, οὔτε ἡ τοῦ Θεοῦ ἐκκλησία οὐδὲ σταλαγμὸν συγγνώμης ἐπέσταξεν, οὕτω καὶ ὁ θεσπέσιος Νικηφόρος τὴν εἰς τὴν ἐκκλησίαν εἴσοδον Ἰωάννῃ τε καὶ τοῖς συνεξάρχοις αὐτοῦ τῆς αἱρέσεως τὰ αὐτὰ κατὰ τῆς εὐσεβείας ἐμπαροινήσασι προφητικῷ προαπετείχισεν ὄμματι, εἰ καὶ μετανοίας προσωπεῖον ὑπεισέλθοιεν, ἀπρόσδεκτον αὐτῶν καὶ Θεῷ καὶ τῇ ἐκκλησίᾳ τὴν μεταβολὴν ἰσχυρισάμενος.

Ἀλλ’ ὅσην μὲν ἡ τῶν εἰκονομάχων καὶ ἀρειομανιτῶν αἵρεσις πρὸς ἀλλήλας σῴζει τὴν ὁμοιότητα, καιρῷ ἰδίῳ, Θεοῦ διδόντος, ῥηθήσεται. Ἐγὼ δὲ τὴν πρώτην ὑμῖν ἐξιστορησάμενος σύνοδον καὶ τὴν δευτέραν ἀναπτύσσειν μέλλων, τὰ μεταξὺ τούτων ταῖς ἐκκλησίαις ἐνσκήψαντα σπουδῇ καὶ μηχανῇ τῶν Ἀρείῳ προσανακειμένων εἰς μέσον παρενεῖραι πειράσομαι, πολλὴν μὲν αὐτῶν καὶ ἰδίᾳ παρεχομένων καὶ οὐδὲν ἔλαττον τῶν συνοδικῶν διηγημάτων τὴν ὠφέλειαν, ἄλλως τε δὲ καὶ τῆς συνεχείας οὕτω μᾶλλον σαφεστέραν ποιουμένης τὴν τῶν ῥηθησομένων κατανόησιν.

Εὐσέβιος τοιγαροῦν ὁ Νικομηδείας, ὡς προλαβόντες ἔφημεν, καὶ οἱ σὺν αὐτῷ τῇ τῶν οἰκείων θρόνων ἐπιθυμίᾳ καὶ τῆς προεδρίας τῷ ἔρωτι τὴν αἵρεσιν αὑτῶν κατακρύψαντες καὶ τῇ συνόδῳ μὲν καθυπογράψαντες πρότερον, πάλιν δὲ ἐπ’ ἀσεβείᾳ φωραθέντες καὶ τὰς εὐσεβεῖς φωνάς, αἷς καθυπέγραψαν, εἰς ἀσεβεῖς ἐννοίας παρατρεψάμενοι καὶ οὐκ ἀκολουθῆσαι σφᾶς τῇ συνόδῳ, τὴν σύνοδον δὲ πρὸς ἑαυτοὺς ἑλκύσαι τοῖς συνασεβοῦσι τερατευσάμενοι καὶ πάλιν βιβλία παρασχόντες μετανοίας, ἐφ’ ᾧ συγγνώμην εὑρεῖν ἀνθ’ οὗ τῶν δογμάτων ἐκαπηλεύσαντο τὴν ὀρθότητα, ἐγκρατεῖς τῶν ἐκκλησιῶν, ὧν καλῶς ἐξέπεσον, κακῶς ἀνεφάνησαν. Εἶτα προθυμουμένοις αὐτοῖς ἀνακινεῖν τὴν Ἀρείου αἵρεσιν, ἐπείπερ ὁ καιρὸς οὐ συνέτρεχεν (ἔτι γὰρ ὁ μέγας Κωνσταντῖνος τῷ βίῳ παρὼν καὶ τὰ τῆς βασιλείας διϊθύνων σκῆπτρα πολλὴν ἐποιεῖτο τῆς τῶν ἐκκλησιῶν εἰρήνης τὴν πρόνοιαν), ἄλλη τις τοῖς πονηροῖς ὁδὸς ἐξευρίσκεται, δι’ ἧς καὶ λαθεῖν ὡς κατὰ τῆς εὐσεβείας αὐτοῖς ὁ πόλεμος ἀναρρήγνυται καὶ τὴν βουλὴν αὑτῶν κατὰ σκοπὸν προχωρήσειν ᾤοντο. Τί δὴ τοῦτο ἦν; Μεταφέρειν ἔγνωσαν τὴν κατὰ τῆς πίστεως συσκευὴν κατὰ τῶν τῆς πίστεως προμάχων· ἐκείνων γὰρ αὐτοῖς ἐκποδὼν γινομένων, εὐχερῆ λοιπὸν ἐλπίζειν καὶ τὴν τῆς εὐσεβείας καταστροφὴν ἐξεργάσεσθαι.

Δι’ ὃ Ἀθανάσιον μέν, ὃς Ἀλέξανδρον, ἓξ ἐπιβιώσαντα τῇ συνόδῳ μῆνας, διεδέξατο, ᾔδεισαν γὰρ αὐτὸν ἐκ τῆς ἐν Νικαίᾳ παρρησίας θερμὸν τῆς ἀληθείας ὑπέρμαχον, ἄλλαις τε γράφονται διαβολαῖς καὶ ὡς ἡ τοῦ θρόνου κατάσχεσις βίας αὐτῷ καὶ τραυμάτων, ἀλλ’ οὐ ψήφου καὶ κρίσεως ἐπισκόπων ἔργον γέγονεν· ὁ δὲ τὰς αὐτῶν διαβολὰς τῷ ἀνωτέρω καθεστηκέναι τῶν ἐγκλημάτων εἰς τὰς τῶν συκοφαντούντων ἀνατρεψάμενος κεφαλὰς τὸ οἰκεῖον καλῶς ἐποίμαινε ποίμνιον.

Τούτου δὲ τέως ἀστοχήσαντες καὶ κατέχειν ἑαυτοὺς καὶ ἠρεμεῖν οὐ δυνάμενοι, ἐπὶ τὸν μέγαν Εὐστάθιον, τὸν τῆς Ἀντιοχείας, τὸν ἰὸν τῆς γλώσσης ἐκπτύουσι καὶ τὸ μανιῶδες αὑτῶν μετατρέπουσι· καὶ γὰρ οὗτος ἀνδρικῶς καὶ γενναίως ἐν τῇ κατὰ Νίκαιαν ἁγίᾳ συνόδῳ τῶν τῆς εὐσεβείας προέστη δογμάτων. Πλασάμενος γὰρ ὁ Νικομηδείας Εὐσέβιος πρὸς τὰ Ἱεροσόλυμα δι’ ἐπιθυμίας ἔχειν ἀπιέναι (ἤδη γὰρ ἤδη καὶ ὁ περικαλλὴς ναός, ὃν ὁ μέγας Κωνσταντῖνος ἐπὶ τῷ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν ζωηφόρῳ τάφῳ ἐξῳκοδομήσατο, τῶν ἑλληνικῶν ἐκεῖθεν τεμενισμάτων ἐκμοχλευθέντων, τὸ τέλος ἐλάμβανε), ταύτην πρόφασιν ποιησάμενος καὶ τοὺς συναιρεσιῶτας ἐπαγόμενος ἐπὶ τὸν Εὐσταθίου φόνον ἔτρεχε. Χαμαιτύπην γάρ τινα τῶν τὰς ὥρας ἀπεμπολουσῶν, βρέφος ἐν ἀγκάλαις φέρουσαν, χρήμασιν ὠνησάμενοι Εὐσταθίου εἶναι τὸ βρέφος ἀναβοᾶν ὑποτίθενται καὶ τοῦ ἀδικήματος αἰτεῖν τὴν ἐκδίκησιν. Ἐντεῦθεν πρὸς ἀπολογίαν ὡς δῆθεν μετακαλοῦνται τὸν θεῖον Εὐστάθιον. Ὁ δὲ τῷ οἰκείῳ πεποιθὼς συνειδότι (ἃ γάρ τις οὐδ’ ἐπὶ νοῦν ἔλαβε, ταῦτα κατηγορίαν ὁρῶν ὑφαινόμενα, ἀδιστάκτως ἐλέγχειν ἐπείγεται) καὶ προθύμως παρέστη καὶ ἕτοιμος εἶναι πρὸς τὴν ἐξέτασιν ἐπηγγέλλετο. Οἱ δὲ μόνον τὸ γύναιον ἅμα καὶ κατήγορον καὶ μάρτυρα προφερόμενοι τὰς εὐθύνας ἀπῄτουν τὸν ὅσιον.

Ὁ δὲ τοῦ Θεοῦ θεράπων ἐπεμειδία μὲν τῷ ἀπιθάνῳ τοῦ πλάσματος, μάρτυρας δὲ παρεῖναι τοῦ κατηγορήματος δεῖν ἔφασκεν. Ὡς δὲ οὐδεὶς παρῆν (οὐδὲ γὰρ ἦν τοῦ μὴ γεγονότος εὑρεῖν μάρτυρας), οἱ κριταὶ οἱ ἀδέκαστοι τὴν ἑταίραν ἐξορκίζουσι πολλῷ πρότερον ἑτοίμην εἶναι πρὸς πᾶσαν παρανομίαν παιδοτριβήσαντες καὶ τοῦ θείου νόμου διακελευομένου ἐπὶ δύο καὶ τριῶν μαρτύρων πᾶν ῥῆμα συνίστασθαι καὶ τοῦ θεσπεσίου διακεκραγότος Παύλου κατηγορίαν μὴ παραδέχου, πλὴν εἰ μὴ ἐπὶ δύο καὶ τριῶν μαρτύρων, οὗτοι τὰ θεῖα λόγια παρὰ φαῦλον θέμενοι, τῆς ἑταίρας, ὡς ἐδίδαξαν, τὸν ἐπίορκον ὅρκον ὀμοσαμένης, τὸν ἀθλητὴν τοῦ ποιμνίου ἐξελαύνουσιν ἐν προσθήκης μέρει καὶ σαβελλισμὸν ἐπιγραψάμενοι. Οὕτω δὴ τὴν ἐκκλησίαν τοῦ οἰκείου νυμφίου χηρώσαντες ἐξόριστον οἰκεῖν τοὺς ἐν Θρᾴκῃ Φιλίππους καταδικάζουσιν, εἰ καὶ μηδὲν οὗτος μεθίει τῶν τε ὀρθῶν δογμάτων κἀν ταῖς ταλαιπωρίαις ὑπεραθλῶν καὶ τῶν πιστῶν, οἷς τε ἔπραττεν, οἷς τε ἐδίδασκε, καταρτίζων τὸ πλήρωμα.

Εἶτα τοῦ σκευωρήματος αὐτοῖς κατὰ νοῦν προκεχωρηκότος, θάρσος ὥσπερ καὶ τριβὴν ἐν ταῖς κατηγορίαις οἱ κακοὶ τῷ χρόνῳ συλλεξάμενοι, οὐκ εἰς μακρὰν αὖθις ἐπὶ τὸν μέγαν Ἀθανάσιον ἀνατρέχουσι καὶ μυρίας κατ’ αὐτοῦ διαβολὰς ἐξαρτύσαντες δέονται βασιλέως λαβεῖν εἰς ἐξέτασιν. Ὁ δὲ τῷ οἰκείῳ ἤθει τοὺς ἄλλους σταθμώμενος καὶ ἅτε δὴ ἐπισκόποις οὖσιν οὐδ’ ἀπιστεῖν ἔχων (ἔκρυπτον γὰρ αὑτῶν, ὡς πολλάκις εἶπον, ἔτι τὴν αἵρεσιν), ἄλλως τε δὲ καὶ δι’ ὀργῆς πως Ἀθανασίῳ γεγενημένος (ἔσθ’ ὅτε γὰρ ἅπτεται καὶ τῶν ἀρίστων τὰ πάθη), ὅτι τὸν Ἄρειον οὐδαμῶς ἠνείχετο παραδέξασθαι, καίτοι μετανοεῖν ὑπισχνούμενον, διά τοι ταῦτα, τῶν κατηγόρων ἐπιμενόντων, ἐν Ἀντιοχείᾳ δίκας ὑπέχειν τῶν ἐπικλημάτων τὸν Ἀθανάσιον ἐνετέλλετο, Δαλματίῳ τῷ ἀνεψιῷ (τὸ τοῦ κήνσορος δὲ οὗτος διεῖπεν ἀξίωμα) ἀνατιθεὶς τὴν ἐξέτασιν. Ἀλλ’ οὐ πολὺς χρόνος καὶ ἡ Καισάρεια τῶν Παλαιστινῶν κριτήριον τούτου δεύτερον ἀφωρίζετο· ἐν αὐτῇ γὰρ συναθροισθῆναι τὴν σύνοδον ἐθεσπίζετο. Ἀθανάσιος δὲ τὸν ταύτης ἐπίσκοπον τὰ Ἀρείου πνέοντα εἰδὼς (Εὐσέβιος γὰρ ἦν, ὃν πατέρα οἱ εἰκονομάχοι ἐπιγράφονται) παραγενέσθαι παρῃτήσατο.

Ἀπράκτου δὲ τῆς συνόδου διαλυθείσης, ἐν Τύρῳ πάλιν οἱ αὐτοὶ συναγελάζονται, ἐν ᾗ καὶ ὁ Νικομηδείας Εὐσέβιος παραγίνεται· οὐ γὰρ ἦν εὐσεβούντων ἐπιβουλή, οὗ μὴ αὐτὸς ἐγνωρίζετο ἡγεμών, τὸν ὁμώνυμον καὶ ὁμόφρονα καὶ τοὺς περὶ αὐτὸν ἐφελκόμενος.

Τοῦ γοῦν ἐν Τύρῳ συνεδρίου συναθροισθέντος, πολὺ μὲν ἐγκλημάτων πλῆθος οἱ περὶ Εὐσέβιον συμφορησάμενοι Ἀθανασίου ταῦτα καταρρήσεις ἐποιήσαντο καὶ ἑταίραν δὲ τῶν ἐπὶ σκηνῆς μισθωσάμενοι κατηγορεῖν αὐτοῦ ἀναπείθουσιν. Ἐκείνης δὲ κατὰ τὴν ὑπόσχεσιν διαναισχυντούσης καὶ ἐμβοώσης, Τιμόθεος ὁ πρεσβύτερος τῷ τῆς εὐσεβείας συμπαρὼν ἀγωνιστῇ πανσόφως τὸ δρᾶμα διήλεγξεν· τῆς γὰρ ἑταίρας ἀναβοώσης ὑπὸ Ἀθανασίου σεσυλῆσθαι τὴν παρθενίαν, τὸ τοῦ Ἀθανασίου πρόσωπον ὁ Τιμόθεος ὑπελθών, ποῦ καὶ πότε ταύτην ἐγνωκὼς εἴη, διεπυνθάνετο· ἡ δὲ ἤσχαλλέ τε καὶ δεινὰ ἐποιεῖτο, ὅτι δέον ἀνακαλυπτήρια τὸν φθορέα κατατιθέναι καὶ τῇ σιωπῇ ἐγκαλύπτεσθαι, ὁ δὲ ἀναισχυντῶν καὶ δίκαις ἐφέστηκε καὶ ἀγνοεῖν σχηματίζεται· διὸ καὶ ὅρκοις δακτυλοδεικτοῦσα ἡ ἀθλία ἰσχυρίσατο, ἦ μὴν αὐτὸν εἶναι τὸν ταύτης φθορέα, τὸν Τιμόθεον οἰομένη εἶναι Ἀθανάσιον· ἡ γὰρ πλάσις τῆς πράξεως ἐν μόνοις τοῖς ὀνόμασι διασκευασθεῖσα ὀνομάτων γνῶσιν, ἀλλ’ οὐ πραγμάτων ἔχειν ἐδίδου τὸ γύναιον.

Οὕτως οὖν ἐπ’ αἰσχύνῃ τῶν συμπλασαμένων ταύτης τῆς κατηγορίας διαλυθείσης, ἐπ’ ἄλλην συκοφαντίαν τρέπονται· ἀναίσχυντον γὰρ ἡ πονηρία καὶ μηδὲ τὰ πᾶσιν ἄπιστα παραιτουμένη καθ’ ἑτέρων εἰσάγειν ἐγκλήματα. Χεῖρα γὰρ τεταριχευμένην <ἐν> ξυλίνῃ λάρνακι προκομίσαντες Ἀρσενίου ταύτην εἶναι ἔλεγον, ὃν ἀνῃρηκέναι ἐπὶ γοητείᾳ διεθρυλλοῦντο τὸν Ἀθανάσιον. Μελιτιανὸς δὲ οὗτος ἦν ὁ Ἀρσένιος καὶ τὸ τοῦ διακόνου ἐκεῖθεν εἷλκεν ἀξίωμα. Κατὰ δὲ Θεοῦ πρόνοιαν ἐν Τύρῳ τοῦ Ἀρσενίου κατάραντος, ἐκρύπτετο γὰρ ὑπὸ τῶν ἀρειανῶν, ἵνα μὴ τὸ δρᾶμα κατάφωρον γένηται, Ἀθανασίῳ τὸν νεκρὸν παρεῖναι μηνύεται· ὃς περιτυχὼν αὐτῷ, τῆς εἰς τὸ κριτήριον κυρίας καταλαβούσης, ἑαυτῷ περικεκαλυμμένον συνεισάγει καὶ διαπυνθάνεται τῶν παρόντων, εἴ τινες εἶεν προεγνωκότες τὸν Ἀρσένιον.

Πολλῶν δὲ φησάντων τὸν ἄνδρα εἰδέναι, ἀποκαλυψάμενος αὐτόν, εἰ οὗτος εἴη, προσετίθει τὴν ἐρώτησιν. Τῶν δὲ συγκαταθεμένων, οὐδὲ γάρ, οὐδ’ ἦν τὸ παρεστηκὸς καὶ ὑπ’ ὄψιν πάντων ἀρνήσασθαι, τὴν δεξιὰν ὑποδείξας χεῖρα, εἶτα καὶ τὴν ἄλλην, ἔφη. «Ἰδοὺ ἡ δεξιά, ἰδοὺ δὴ καὶ ἡ ἀριστερά, ἃς παρὰ τοῦ δημιουργοῦ τῶν ὅλων οἱ ἐξ Ἀδὰμ ἐκληρώθημεν ἄνθρωποι, τρίτην δέ μοι Ἀρσενίου χεῖρα ἐπιζητείτω μηδείς.» Οὕτως ἄρρητα ἀρρήτων οἱ συκοφάνται κατὰ Ἀθανασίου πλασάμενοι αἴσχιστα αἰσχίστων ὑπ’ αὐτῆς τῆς ἀδεκάστου δίκης καὶ τῆς ἀληθείας ἀπηνέγκαντο. Ἀλλ’ ὢ τῆς δυσσεβοῦς καὶ ἀναιδεστάτης γνώμης· καὶ τί γὰρ οὐκ ἀξίως τῶν φαύλων ἐξονομάζεσθαι; Δέον γὰρ ἐγκαλύπτεσθαι καὶ εἰς γῆν κεκυφέναι καὶ μεταμελείᾳ μόνῃ τὰ τολμηθέντα ἐξιλεώσασθαι, οἱ δὲ γόητα καὶ ἀπατεῶνα τὸν ἔλεγχον αὑτῶν τῆς κατηγορίας καὶ ἀπάτης ἀποκαλεῖν ἐπετίθεντο καὶ οὐδὲ τοῦ καταψηφίζεσθαι τῆς ἀνευθύνου κεφαλῆς ἐκείνης ἀπείχοντο, ἐν ᾗ καὶ τὸ ἀναιδέστατον, ὅτι καὶ Ἀρσένιον, ὃν ἀνῃρῆσθαί τε καὶ περικεκόφθαι τὴν χεῖρα ὑπὸ Ἀθανασίου διεψηφίζοντο, τοῦτον ἐπὶ τῇ Ἀθανασίου καταψηφίσει ὡς ἐπίσκοπον Ὑψήλεως χειρογραφῆσαι παρεσκευάκασι· καὶ ὁ νεκρὸς τὸν ἀνῃρηκότα, γέλωτα εἰπεῖν, δίκας διεπράττετο.

Ὁ μὲν γὰρ τοῦ Χριστοῦ θεράπων φόνου φόβῳ μετὰ τὸν ἔλεγχον αὐτῶν τῆς συκοφαντίας πρὸς τὴν Κωνσταντινούπολιν ᾤχετο, οἱ δὲ καὶ ἀπόντος αὐτοῦ ἐρήμῃ δίκῃ καταψηφίζονται. Καὶ ἐν τῇ Μαρεώτιδι (τῆς δὲ παρακειμένης λίμνης Μαρίας ἡ κώμη φέρει τὸ παρώνυμον) ἐρήμην αὐτοῦ κατεδιῃτήσαντο, ἱερῶν σκευῶν συντριβὴν καὶ θυσιαστηρίου καταστροφὴν καὶ πυρκαϊὰν βιβλίων καὶ ἄλλα ἄττα αἰτιασάμενοι. Πλὴν ἐπείπερ αὐτοὺς βασιλεὺς μεταπέμπτους ἐποιεῖτο, τοῦτο γὰρ ἡ τοῦ Ἀθανασίου παρὰ βασιλεῖ ἄφιξίς τε καὶ αἴτησις, ὡς ἄν, πολλῶν ἐπὶ τὸ αὐτὸ συνεληλυθότων ἐπισκόπων καὶ αὐτοῦ παρόντος, παρὰ τῶν συκοφαντησάντων τὴν δίκην λαβεῖν δύναιτο καὶ αὑτὸν ἀθῷον παραστῆσαι τῶν αἰτιαθέντων, ἐπεὶ οὖν αὐτοὺς μετακαλεῖν ὁ βασιλεὺς ἔγνω, οἱ μὲν πλεῖστοι δεδιότες τῶν συσκευασθέντων τὸν ἔλεγχον οὐδὲ παραγενέσθαι ἠβουλήθησαν. Εὐσέβιος δὲ καὶ Θεογόνιος καὶ τὸ λοιπὸν τῶν ἀρειανιζόντων σύνταγμα, ὅσοι πλέον τῶν ἄλλων τῷ ἀναιδεῖ τῆς γνώμης καὶ πονηροτάτῳ ἐπεποίθεισαν, οὗτοι δὴ παραγενόμενοι, ἃ μὲν κατηγόρησαν καὶ ἐφ’ οἷς τὴν ἄδικον ψῆφον ἔθεντο, τούτων οὐδὲν ἐμνημόνευσαν, τὴν συνήθη δὲ σιτοπομπίαν ἐξ Ἀλεξανδρείας τῇ Κωνσταντινουπόλει διαπορθμευομένην κωλύσειν ἔφασαν ἀπειλεῖν τὸν Ἀθανάσιον.

Καὶ ταύτης τῆς κατηγορίας ἑαυτοὺς εἰς κατηγόρους καὶ κριτὰς καὶ μάρτυρας οἱ περὶ Εὐσέβιον καταμερίσαντες εἰς Τρίβεριν αὐτὸν τῆς Γαλλίας ἐξορισθῆναι παρασκευάζουσι.

Τοῦ δὲ μεγάλου Κωνσταντίνου ὑπὸ τῶν ὀρθοδόξων (τὸν γὰρ αἱρεσιώτην λόγον τοῖς αἱρετικοῖς ἐατέον πλάττεσθαι, οἳ σεμνύνειν αὑτῶν τὸ δυσσεβὲς τῷ ψεύδει σπουδάζουσιν) ἐν Βιθυνίᾳ τῷ θείῳ τελειωθέντος βαπτίσματι καὶ πρὸς τὸν ἀμείνω βίον μεταχωρήσαντος, ἐπὶ μέγα παρρησίας πρὸς τὸν τούτου παῖδα Κωνστάντιον οἱ ἀρειανίζοντες ἀναγόμενοι (εὔριπος γὰρ ἄνθρωπος ὢν καὶ τῆς αὐτῶν φατρίας τοῖς ἄγουσιν εἵπετο) καὶ Παῦλον τὸν ὁμολογητὴν στάσεων ἀρχηγὸν καὶ φόνων ἐμφυλίων εἰσηγησάμενοι καὶ τοῦ θρόνου ἐξορίσαντες, Εὐσέβιον τὸν Νικομηδείας, ὃς Βηρυτίων ὑπῆρχε πρότερον, τρίτον θρόνον ἐκθέσμως ἀμείβοντα, ἐπὶ τὴν Κωνσταντίνου πόλιν μεταφέρουσιν.

Οὕτως ἦν ἅπαντα τοῖς ἀρειανίζουσιν εὐχερῆ καὶ οὐδὲν ἦν ἐπιθυμίας ἢ θυμοῦ γέννημα, ὃ μὴ ταῖς χερσὶν ἐμαιεύετο καὶ ἐτελεσφορεῖτο καὶ εἰς μέγα κακὸν ἐπηυξάνετο. Ὃ δὲ χρόνοις μὲν ὕστερον ἐπράχθη, συγγένειαν δὲ πολλὴν πρὸς τὰ προρρηθέντα διασῴζει, συνάψαι τούτοις προῄρημαι. Πολλῆς ἀταξίας, ὡς πολλάκις ἔφημεν, κατὰ τὴν ἕω ταῖς πανταχῇ ἐκκλησίαις, Κωνσταντίου βασιλεύοντος, ἀναχυθείσης, Κώνστας, ὁ τῶν ἑσπερίων βασιλεύς, τῷ κοινωνῷ τῶν ὠδίνων κοινωσάμενος σύνοδον ἐν Σαρδικῇ συγκροτεῖ, ἐν ᾗ ἄλλα τε διαπέπρακται, ὧν ἐφεξῆς τὴν γνῶσιν ἀναπτύξει ἡ διήγησις, καὶ ἡ Ἀθανασίου ἀθώωσις. Ταύτης τῆς συνόδου τὴν ψῆφον ὁ Κώνστας δι’ Εὐφρατᾶ καὶ Βικεντίου τῶν ἀρχιερέων διέπεμψε τῷ ἀδελφῷ, Σαλιανὸν αὐτοῖς συνάψας τὸν στρατηγόν, ὃς ἀνὴρ καλός τε καὶ ἀγαθὸς ὑπάρχων καὶ τῇ εὐσεβείᾳ οὐδὲν ἧττον ἐλαμπρύνετο.

Κωνστάντιος δὲ εἰς τὴν Ἀντιόχου τότε τὰς διατριβὰς ἐποιεῖτο· ἦρχε δὲ τῆς Ἀντιοχείας Στέφανος, τὰ Ἀρείου πνέων καὶ αὐτὸς καὶ ὑπὸ τῶν ἀρειανῶν τῆς ἐκεῖσε ἄρχειν ἐκκλησίας ταχθείς, δι’ ἃ καὶ ἡ σύνοδος ὑπὸ κατάγνωσιν τοῦτον ἐτίθετο. Σαλιανοῦ τοίνυν τοῦ στρατηγοῦ ἰδίᾳ καταλύσαντος καὶ τῶν ἱερέων ἅμα ποιουμένων τὴν οἴκησιν, γύναιόν τι τῶν ἐπὶ μισθῷ τὴν ὕβριν πιπρασκόντων τοῦ σώματος οἱ περὶ τὸν Στέφανον ἑταιρισάμενοι καὶ δεῖσθαί τινα εἰπόντες αὐτῆς τῶν ἐπιξενουμένων ἄρτι καταχθέντα, ἐφ’ ᾧ τῆς νυκτερινῆς αὐτῷ καὶ λαθραίας κοινωνῆσαι πράξεως, πείθουσιν ἑτοίμην οὖσαν καταχθῆναι πρὸς τὸ δωμάτιον, ἤδη καί τινος τῶν ὑπηρετουμένων τοῖς ἱερεῦσι χρήμασι κλαπέντος συμπράττειν αὐτῶν τοῖς σπουδάσμασιν, ὃς καὶ τὴν αὔλιον θύραν λαθραίως ὑπανοιγνὺς τῷ γυναίῳ ἀκώλυτον αὐτῇ τὴν εἴσοδον ἀπειργάσατο. Ἡ δὲ ἐπεισῄει τε καὶ πλησιάζειν ἔμελλε τῷ Εὐφρατᾷ· ὁ γὰρ ἕτερος τῶν ἐπισκόπων τῷ ἐνδοτέρῳ δωματίῳ ἐπανεπαύετο.

Τοῦ δὲ ἱερέως συναίσθησιν λαμβάνοντος τῆς εἰσόδου, ἐπηρωτᾶτο τὸ γύναιον, τίς τε εἴη καὶ τίνος ἕνεκεν εἰσπορεύεται. Τῆς δὲ γυναικείᾳ τε καὶ οἰκείᾳ φωνῇ ἀποκριναμένης, δέος τε καὶ θάμβος τῷ Εὐφρατᾷ περιέπιπτε καὶ δαιμόνιόν τι ἐν φαντασίᾳ γυναίου ἐπηρεάζειν ὑπελογίζετο, ἐν ᾧ, λόχος γὰρ εἰς πέντε καὶ δέκα συντελῶν ἀριθμὸν τῷ ἀρχηγῷ τοῦ δράματος εἵπετο, ἐπεισπηδῶσί τε τοῖς οἰκήμασι καὶ αὐτό τε τὸ γύναιον καὶ τὸν Εὐφρατᾶν ὡς ἐπὶ πορνείᾳ δῆθεν πεφωραμένον συλλαμβάνειν ἔμελλον. Θορύβου δὲ καὶ κραυγῆς, ὡς εἰκός, διαδοθείσης, ὁ ἕτερος τῶν ἐπισκόπων ἐφίσταται καὶ τῶν ὑπηρετῶν ὅσοι μὴ τοῦ δράματος ἐκοινώνησαν καὶ τὴν αὔλιον ἐναποκλείσαντες θύραν ἑπτὰ τῶν στρατιωτῶν, τῶν καὶ ἐπιβούλων, συλλαμβάνουσι, τοῦ ἡγεμόνος διαφυγόντος τῆς πράξεως. Ὄναγρος δὲ οὗτος ἦν τῷ Στεφάνῳ προσανακείμενος, ὃς ἐξ ὧν ἐπετήδευε (καὶ χερσὶ γὰρ καὶ ποσὶ πληγὰς ἀφορήτους καὶ τραύματα τοῖς εὐσεβοῦσιν ἐνέτεινε), τὴν ὀνομασίαν ἐκληρώσατο. Τῶν δὲ συλληφθέντων φυλασσομένων, ἤδη τῆς ἕω ταῖς ἡλιακαῖς αὐγαῖς ὑποχαρασσομένης, πρὸς τὸν βασιλέα Κωνστάντιον τοὺς συλληφθέντας ἄγοντες οἱ ἐπίσκοποι (καὶ Σαλιανὸς σὺν αὐτοῖς παραγίνεται) ὠλοφύροντό τε τὰ τετολμημένα καὶ τεκμηρίωσιν ἐποιοῦντο ταῦτα τῶν πανταχόσε κατὰ <τῶν> τῆς εὐσεβείας προασπιστῶν θρυλλουμένων καὶ δικαίαν ᾔτουν ἐπ’ αὐτοῖς προβῆναι τὴν ψῆφον.

Ὁ δὲ τούς τε ἄνδρας ἐναισχυνθεὶς καὶ τὸ μύσος τοῦ δράματος διευλαβηθεὶς ἀκριβῆ τὴν ἐξέλεγξιν ἀφῆκε γενέσθαι, τοῖς τὰ τοιαῦτα κρίνειν ἐγγεγυμνασμένοις ἐπιτρέψας τὴν ἐξέτασιν. Οἱ δὲ τό τε γύναιον παραστησάμενοι καὶ τοὺς συλληφθέντας ἐν ἐτάσει ποιησάμενοι αὐτίκα τε ὅλον ἀπεγύμνωσαν τὸ δρᾶμα καὶ διὰ τοῦ Ὀνάγρου τὸν Στέφανον εὗρον πάσης ταύτης τῆς κακοτεχνίας διδάσκαλον. Δι’ ὃ τοῖς παροῦσι τῶν ἐπισκόπων ὁ Στέφανος παραδοθεὶς ἐφ’ οἷς καθ’ ἑτέρων ἀθέσμως ἐπαλαμήσατο, τοῦ τε ἱερατικοῦ ἐψιλώθη ἀξιώματος καὶ τῆς ἐπισκοπῆς ἀπελήλατο, ἑτέρων ἐπιβουλαῖς τὴν καθ’ ἑαυτοῦ ψῆφον θείᾳ κρίσει ἑλκυσάμενος. Οὐδὲν δὲ ἧττον, εἰ μὴ καὶ μᾶλλον, τὰ Ἀρείου νοσοῦντα, Λεόντιόν τινα τομίαν ἀντὶ Στεφάνου εἰς τὸν τῆς Ἀντιοχείας θρόνον οἱ ἀρειανίζοντες ἐγκαθίζουσιν. Ἀλλ’ οὕτω μὲν Εὐφρατᾶς ὑπὸ Στεφάνου συσκευάζεται· οὕτω δὲ ὁ θεῖος Παῦλος τῆς Κωνσταντινουπόλεως ἀπελαύνεται, οὕτως Εὐστάθιος ὁ θεσπέσιος τῆς Ἀντιοχείας ἐκδιώκεται καὶ τὴν Ἰλλυριῶν πόλιν ἐξ ἑῴας ἐπὶ δυόμενον ἥλιον οἰκεῖν κατακρίνεται· οὕτως ὁ πολύαθλος Ἀθανάσιος τῆς Ἀλεξανδρείας ἐξορίζεται.

Καὶ τούτων ἐκποδών, ὅπερ ἐποιοῦντο ἀγώνισμα οἱ αἱρεσιῶται, γεγονότων, ἐπὶ μέγα παρρησίας καὶ ἰσχύος ἀνέδραμεν ἡ ἀσέβεια. Διατὶ δέ μοι αἱ κατὰ τῶν ἱερέων διαβολαὶ καὶ συκοφαντίαι τῇ διηγήσει καθυπεβλήθησαν; Διατί; ἵνα μάθητε, ἀγαπητοί, καὶ κατὰ νοῦν ἔχοιτε ὡς τὸ κατὰ τῶν ἀρχιερέων Χριστοῦ συκοφαντίας ῥάπτειν καὶ δόλους ὑφαίνειν αἱρετικῶν ὑπάρχει ἐφεύρημα, τῶν εἰς τὸν υἱὸν τοῦ Θεοῦ καὶ Θεὸν ἡμῶν πεπαρῳνηκότων καὶ <τῶν> τηλικοῦτον σπέρμα δυσσεβείας ταῖς ἑαυτῶν ψυχαῖς ὑποδεξαμένων εὑρίσκεται βλάστημα, <καὶ> τῶν τὴν πίστιν ἡμῶν τῶν χριστιανῶν καπηλευόντων κακούργημα πέφυκεν· ἵνα, ὅταν ἴδητέ τινας ταῖς ἀρχιερέων καὶ ἱερέων λοιδορίαις ἐμπομπεύοντας, τοὺς σπορέας αὐτῶν καὶ διδασκάλους ἀναμιμνήσκοισθε καὶ αὐτοὺς ἐπιγινώσκοιτε, ὁποῖοί τινες καὶ τίνος φυτείας ὄντες τυγχάνουσιν· ἐκ γὰρ τῶν καρπῶν αὐτῶν, ὁ κυριακὸς λόγος φησίν, ἐπιγνώσεσθε αὐτούς· ἵνα φύγητε τὴν μίμησιν, ὧν τὴν ἀσέβειαν ἐβδελύξασθε, καὶ μὴ μέρει τινὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν ἀποσπασάμενοι καὶ τὸ λοιπὸν τοῦ δυσσεβήματος κατ’ ὀλίγον ὑπορροφεῖν ἐνεθισθείητε. Αἱρετικός ἐστιν ὁ ποιμήν;

λύκος ἐστί· φυγεῖν ἐξ αὐτοῦ καὶ ἀποπηδᾶν δεήσει, μηδ’ ἀπατηθῆναι προσελθεῖν, κἂν ἥμερον περισαίνειν δοκῇ· φύγε τὴν κοινωνίαν αὐτοῦ καὶ τὴν πρὸς αὐτὸν ὁμιλίαν ὡς ἰὸν ὄφεως· ἀγκίστρῳ μὲν καὶ δελέατι ἰχθύες ἁλίσκονται, ὁμιλία δὲ πονηρὰ καὶ τὸν αἱρετικὸν ἰὸν ὑποκαθήμενον ἔχουσα πολλοὺς τῶν ἁπλουστέρων προσιόντας καὶ μηδὲν βλάβος παθεῖν ὑφορωμένους ἐζώγρησε· φεύγειν οὖν παντὶ σθένει διὰ ταῦτα προσήκει τοὺς τοιούτους. Ὀρθόδοξός ἐστιν ὁ ποιμήν; εὐσεβείᾳ ἐσφράγισται; οὐδὲν τῆς αἱρετικῆς φατρίας ἐπισύρεται; ὑποτάγηθι αὐτῷ, ὡς εἰς τύπον προκαθεζομένῳ Χριστοῦ· οὐκ ἐκείνῳ φέρεις τὴν τιμήν, ἂν ἐξ ὅλης φέρῃς ταύτην τῆς ψυχῆς· Χριστὸς ταύτην ὑποδέχεται· μὴ περιεργάζου τὰ ἄλλα· Θεός ἐστιν ὁ τούτων ἐξεταστής· ἐκείνῳ τὴν κρίσιν κατάλιπε, σὺ δὲ τὴν ὑπακοήν, κατὰ τὴν ἀγάπην τοῦ Χριστοῦ, καὶ καθαρὰν αὐτῷ τὴν διάθεσιν ἐπιδείκνυσο. Ἄλλοις εἴρηται, υἱὲ ἀνθρώπου, σκοπὸν τέθεικά σε τῷ οἴκῳ Ἰσραήλ· ὑμῖν δὲ εἴρηται, ἃ λέγουσιν ὑμῖν οἱ ἱερεῖς ποιεῖν, ποιεῖτε, τὰ δὲ ἔργα αὐτῶν μὴ ποιεῖτε.

Ὢ γλυκείας ἐμοὶ καὶ ἡδίστης φωνῆς καὶ λίαν μὲν ποθουμένης, οὐδαμῇ δέ μοι νυνὶ πράττεσθαι συγχωρουμένης· οὔ σοι κόπος, φησίν, ἐστίν, οὐδὲ πόνος τὰ τοῦ ἱερέως ἔργα πολυπραγμονεῖν καὶ διερευνᾶσθαι· καὶ μὴ ποίει μὲν αὐτοῦ τὰ ἔργα, ἂν μὴ συμβαίνῃ τοῖς λόγοις, πείθου δὲ τῇ διδασκαλίᾳ καὶ μὴ πολυπραγμόνει τὴν πολιτείαν· σεαυτὸν σκόπει, σεαυτὸν ἐπιτήρει, ἔα δὲ τῷ κριτῇ τοὺς ἄλλους καὶ τῷ ἐφεστηκότι ποιμαίνειν τὴν περὶ τούτων παραχώρει φροντίδα.

Εἴθε τῆς ὑμετέρας ἐτύγχανον ἔτι τάξεως, εἴθε τὸν ὑμέτερον, ὡς καὶ πρόσθεν, ἐπλήρουν κατάλογον, ἵνα μηδεμία μοι περιῆν ἀνάγκη λογοθετεῖν τὰ ἀλλότρια, ἵνα μηδεμία μοι ἐπηκολούθει ποινή, τὰ τῶν ποιμαινομένων παρορῶντι ἐλαττώματα, ἵνα τὰ ἐμὰ μόνον περισκοπεῖν ἐξῆν, καὶ περὶ μηδενὸς τῶν ἄλλων αἱ φροντίδες ἐπεκάθηντο.

Φθόνος ἄρα τις ἦν ἐκεῖνος καὶ φθόνων ὁ χαλεπώτατος ἐμοὶ καὶ πικρότατος, ὃς τῆς ἡδίστης ἐκείνης καὶ ἡμέρου διαγωγῆς καὶ ἀφρόντιδος ᾐχμαλώτισεν, ἐν ᾗ οὐδένα μὲν παρελύπουν τῶν πλησίον, οὐδένα δὲ πολυπραγμονεῖν ἀπῃτούμην, οὐδενὶ δὲ βαρὺς ἐφαινόμην, πάντα δέ μοι φιλία καὶ χάρις καὶ φροντίδων ὁ βίος ἐλεύθερος. Νῦν δέ, οἴμοι, καὶ λυπεῖν ἄλλους ὁ τοῦ ποιμαίνειν νόμος ἐπιτάττει καὶ βαρὺν φαίνεσθαι καὶ σοβαρὸν δοκεῖν καὶ κρίνειν ἔσθ’ ὅτε καὶ κατακρίνειν τὸν ἀπ’ ἀρχῆς φυγόντα τὴν τοιαύτην τάξιν καὶ ἀδιαλλάκτως μισήσαντα, εἰ καὶ διαφυγεῖν οὐκ ἐξεγένετο, ἃ φυγεῖν εὐδαιμονία ἐκρίνετο.

Ἀλλ’ εἴ τί μοι τοιοῦτον, ὦ Θεοῦ λαὸς καὶ ἠγαπημένα τέκνα ἐν Κυρίῳ, ἐνορᾶν νομίζοιτε, μεμνημένοι τῶν προτέρων καὶ τῆς ἐμῆς γνώμης τῇ τοῦ ποιμαίνειν ἀνάγκῃ καὶ τοῖς τῆς ἐπιστασίας νόμοις τοῦτο λογίζεσθε, μᾶλλον δὲ εἴ τινά ποτε τῶν ποιμένων κατηγορεῖν καὶ διασύρειν λογισμὸς ὑμῶν τινι παρεμπέσοι, τοὺς μὲν ἄλλους ἐάτω καὶ φυλαττέτω τὴν γλῶσσαν αὑτοῦ ἐξ αὐτῶν, ἐμὲ δὲ καὶ τὰ ἐμὰ πολυπραγμονείτω, τὰ ἐμὰ περιεργαζέσθω. Οὐ δυσφορήσω, εὖ ἴστε, οὐδ’ ὀργὴν τὴν κωμῳδίαν ποιήσομαι, οὐδὲ τὴν τοῦ Θεοῦ θεράποντος Ἐλισσαίου κατὰ τῶν παιδαρίων μιμήσομαι ἀγανάκτησιν. Μόνον τὴν ἄλλην ἀρετὴν ἐξασκεῖτε καὶ τῆς εὐσεβείας περιέχεσθε καὶ πρὸς τοὺς ἄλλους ἀρχιερεῖς εὐλαβῶς διατίθεσθε καὶ τὸ νενομισμένον σέβας διασῴζετε.

Δέχεται καὶ πατὴρ ἡδέως προπηλακίζοντα τέκνα καὶ τὴν ὀφειλομένην ὀργὴν τοῖς πατρικοῖς σπλάγχνοις ἱλαρύνει καὶ ἐξευμενίζεται· οἶδε γὰρ ὅτι, ὅσα ἂν στασιάσῃ τὰ τέκνα, πρὸς τὸν τεκόντα πάλιν ἐπισυνάγεται καὶ συνάπτεται καὶ τοῦτον στέργει, κἂν ἐπὶ μικρὸν ἀποσκιρτᾷ, καὶ ἀσπάζεται.

Ἐγὼ δὲ τῶν παρόντων ὑμῶν οὐδενί, οὐδὲ στάσιν ἐγκαλεῖν ἔχω, οὐδ’ ὕβριν, οὐδὲ προπηλακισμόν, οὐ λόχον συσκευαζόμενον, οὐδὲ συκοφαντίας ἐποχουμένας τοῖς πλάσμασιν, οὐδ’ ἐπιβουλὰς καὶ τῶν ἐχθρῶν ἀποκναιούσας τὰ αἰσθητήρια, οὐκ ἄλλο τι τῶν ἀτόπων καὶ χαλεπῶν, πλὴν εἰ μή που τινὲς καὶ οὗτοι τῶν εὐαριθμήτων ὑπ’ ὀδόντα γρύζουσιν ἴσως, ἵνα μὴ τῷ παντελῶς εἰρηναίῳ καὶ ἀστασιάστῳ, ῥᾳστώνης καὶ ἀμελείας ἢ φυσιώσεως περιολισθήσωμεν παθήματι, ὧν μᾶλλον ἀπηλλάχθαι ἢ τῆς ἀδίκου τῶν ἐπηρεαζόντων ἡμᾶς ἐπαναστάσεως ἐπευχόμεθα. Εἴη δὲ ὑμῖν ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ἡ ὑπεραγία καὶ τρισυπόστατος καὶ ὁμοφυὴς θεότης, ἀντὶ ταύτης ὑμῶν τῆς εἰς ἡμᾶς εὐνοίας καὶ ἀγάπης, ἀρεταῖς μὲν ὑμᾶς σεμνύνων, ἄλυπον δὲ τὸν βίον παρέχων, ἄλυπον δὲ τὴν ἐκεῖθεν διαγωγὴν ἑτοιμάζων καὶ τῆς αὑτοῦ βασιλείας ἅμα ἡμῖν ἀξιῶν, πρεσβείαις τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων τῶν ἁγίων· ἀμήν.