Εὐσέβιος γὰρ ὁ πάλαι μὲν Βηρυτίων, ἔπειτα δὲ Νικομηδείας, καὶ τρίτον ταύτης, μετὰ τὴν τοῦ θεσπεσίου Παύλου γραφὴν καὶ φυγήν, τὴν Κωνσταντίνου ἀλλαξάμενος, οὗτος δὴ οὖν οὗτος, μήτε τοῦ Ῥώμης Ἰουλίου, μήτε μὴν τοῦ Ἱεροσολύμων ἀρχιερατεύοντος (Μάξιμος δὲ τηνικαῦτα ἦν ὁ κατὰ τοὺς <τοῦ> τυράννου χρόνους ταῖς ὑπὲρ Χριστοῦ ἐνδιαπρέψας ὁμολογίαις), μηδετέρου τῶν εἰρημένων συνεδριάζοντος, τὴν γὰρ αἱρετικὴν αὐτῶν ἤδη συμμορίαν ὑποβλέποντες ἐξετρέποντο, αὐτὸς τὰ πρῶτα φέρειν λαχὼν πρὸς τὸ οἰκεῖον βούλημα τοὺς κύβους ἀνερρίπτει, συγκυβιστῶντας ἔχων καὶ συνερίζοντας Φλάκιλλόν τε καὶ Γρηγόριον, ὧν ὁ μέν, Εὐφρονίου τὸν βίον καταστρέψαντος, τὴν Ἀντιόχειαν ἐπενέμετο, Γρηγόριος δὲ τὸν Ἀθανασίου θρόνον, καθ’ οὗ καὶ συνεσκευάζοντο, ἐμνηστεύετο· συνέπνει δὲ τούτοις καὶ ὁ Πειρίνθου Θεόδωρος, ἣν νῦν Ἡράκλειαν ὀνομάζομεν, καὶ ἕτεροι δέ τινες, οἷς ἡ στάσις πρὸ τῆς εἰρήνης ἐστέργετο. Συνεδριάσαντες οὖν καὶ αὐτοῦ παρουσιάσαντος Κωσταντίου, Ἀθανάσιον μέν, γράμμασι τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν ἄρτι πρὸς τὴν Ἀλεξάνδρειαν ἐπαναχθέντα, πάλιν ἀποκηρύττουσι, Γρηγορίῳ δὲ τὸν θρόνον ἐγχειρίζουσι.