Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ὁμιλίαι

Μέγας Φώτιος

Ομιλία ΙΣΤ': Η επικράτηση των αιρετικών επί Κωνσταντίου

Αφήγηση των εκκλησιαστικών ταραχών, των δόλιων συνόδων και της πολιτικής εύνοιας του Κωνσταντίου προς τους αιρετικούς, με κατάληξη σε ορθόδοξη τριαδολογική ομολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 16 από 19

Τοῦ αὐτοῦ ἁγιωτάτου Φωτίου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ὁμιλία, λεχθεῖσα ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας. Τῶν προμάχων τῆς ἐκκλησίας, ὡς καὶ πρόσθεν ἔφημεν, ὑπὸ τῶν ἐχθρῶν τῆς ἀληθείας συσκευασθέντων καὶ τῶν ἰδίων μὲν νομέων τῶν ποιμνίων ἐρημωθέντων, λύκων δὲ καὶ φθορέων ἀντὶ ποιμένων εἰς τοὺς ἐκείνων θρόνους εἰσδεδυκότων, ἀνὰ πᾶσαν τὴν ἕω τῆς αἱρετικῆς λύμης ὁ φθόρος ἐσκέδαστο, τῶν μὲν τὰς ψυχάς, τῶν δὲ τὰ σώματα δαπανώμενος· οὓς μὲν γὰρ ἡ τῆς δυσσεβείας πλάνη ἐπενέμετο, οὗτοι τῶν ψυχῶν τὸν ὄλεθρον ὑπεδέχοντο, οἷς δὲ τὸ μὴ παθεῖν τοῦτο, μηδὲ σφᾶς αὐτοὺς προδοῦναι πρὸ πολλοῦ τοῦ βίου ἐτίθετο, οὗτοι τὰ σώματα ταῖς αἰκίαις εἶχον καὶ ταῖς μάστιξι καὶ ταῖς ἄλλαις βασάνοις ἐνταλαιπωρούμενα. Κωνστάντιος γὰρ τὴν μὲν πατρῴαν ἀρχὴν διαδεξάμενος, τὴν ὀρθότητα δὲ τῆς πίστεως οὐχ ὑποδεξάμενος, εὔριπός τε ἄνθρωπος ὑπάρχων καὶ τῆς ἀρειανῆς λύσσης ὑποπιμπλάμενος, ἐπ’ ἀδείας πράττειν τοῖς αἱρεσιώταις τὸ δόξαν ἐπέτρεπε· καὶ γὰρ Εὐτόκιος, ὁ ταύτην πάλαι ὑποθάλπων τὴν δυσσέβειαν, πολλῷ πρὸς αὐτὸν τῷ συνήθει ἀποχρώμενος χειροήθη τοῦτον αὑτῷ τε καὶ τοῖς ὁμοδόξοις παρεστήσατο, ἐνθένδε ποθὲν τῆς τοιαύτης τυχὼν οἰκειώσεως.

Κωνσταντῖνος ὁ μέγας, τὸν βίον τελευτῶν, τὰς τῆς ἐσχάτης αὐτοῦ βουλήσεως διαθήκας κατασημηνάμενος, Εὐτοκίῳ ταύτας παρατίθησιν, ἀνδρὶ τὸν μὲν ἰὸν τῆς ἀρειανῆς αἱρέσεως ἐγκόλπιον φέροντι, εὐλαβείας δὲ χρώμασιν ἔτι ζωγραφοῦντι τὸ φαινόμενον· ἐξ οὗ καὶ τὴν τοῦ βασιλεύοντος ἀδελφὴν (Κωνσταντία δὲ ἦν αὐτῇ ὄνομα), ἤδη τοῦ ἀνδρὸς Λικινίου χηρωθεῖσαν, ὑπαγόμενος, εὔνους τε καὶ φίλος ἔδοξεν εἶναι καὶ ἀρετὴν ἐπιτήδειος· ἥτις καὶ τῷ κοινωνῷ τῶν ὠδίνων ὡς μέγα τι χαριουμένη συνήθη κατέστησε. Καὶ δὴ τῆς ἐπιτελείου ἡμέρας τὸν βασιλέα δορυφορούσης πιστός τε οὗτος ἐνομίσθη τῶν βουλευμάτων φύλαξ καὶ τὰς διαθήκας ἐγκεχείριστο. Ἐνεγέγραπτο δὲ ταύταις τὸν μὲν υἱὸν τὸν πρεσβύτερον (ὁμώνυμος δὲ οὗτος ἦν τῷ πατρὶ) τὰς ἄνω Γαλατίας, ὧν καὶ πρόσθεν ἦρχε, κληροῦσθαι, Κώνσταντα δὲ τὸν νεώτερον τῆς Ἰταλίας συμπάσης ἄρχειν καὶ δὴ καὶ Κωνσταντίῳ περιεῖναι βούλεσθαι τὴν τῆς ἑῴας, ὡς εἴθε μὴ ὤφελεν, ἣν αὐτὸς ἐκεῖνος περιεῖπε βασιλείαν.

Οἱ δέ φασιν ἄλλα μὲν ἐγγεγράφθαι ταῖς διαθήκαις καὶ τὸν υἱὸν τὸν πρεσβύτερον εἰς τὸν τῆς πρώτης ἀρχῆς κλῆρον ἀναγράφειν, παραπεποιῆσθαι δὲ ταῦτα δόλῳ καὶ μηχανουργίᾳ Εὐτοκίου· φθάσαντα γὰρ πρὸ τῶν ἄλλων μετὰ τὴν τοῦ τεκόντος τελευτὴν τὸν Κωνστάντιον, οἰκεῖον δεῖν ᾤετο τὸν προκαταλαβόντα ποιήσασθαι θήραμα· καὶ δὴ ὅρκοις αὐτὸν ἐνδησάμενος τῆς Ἀρείου μοίρας ἔσεσθαι, ἐφ’ ᾧ τῆς βασιλείου καὶ πρώτης δόξης ἀπόνασθαι, τάς τε διαθήκας ἐπὶ τὸ οἰκεῖον ἀμειψάμενος ἐγχειρίζει βούλημα καὶ τῆς ἀνατολῆς ὑποφαίνει ἐγγεγράφθαι αὐτοκράτορα. Ἐντεῦθεν τοῦ τῆς ἀσεβείας σπέρματος ταῖς βασιλικαῖς ἀκοαῖς ὑποσπαρέντος καὶ τῷ τῆς ἐξουσίας κράτει διαρριζωθέντος, εἰς πολλὰ τῆς οἰκουμένης αἱ παραφυάδες ἐξετείνοντο· φιλεῖ γὰρ τὰ τῶν ἐξουσιαζόντων παθήματα, ὥσπερ ἀπό τινος ὄρους κορυφῆς ἐπὶ πεδιάδα συρόμενος χείμαρρος, οὕτως ἐπὶ πάντας τοὺς ἀρχομένους ῥᾳδίως καταφέρεσθαι.

Οὔπω δὲ διαδραμόντων ἐνιαυτῶν πέντε, σύνοδος ἐν Ἀντιοχείᾳ τῆς Συρίας συναθροίζεται, πρόφασιν μὲν εὐπρόσωπον τὴν τῶν ἐγκαινίων ὑπελθοῦσα ἑορτὴν (μέγα γάρ τι χρῆμα καὶ ἀξιολογώτατον ὁ ἐν Ἀντιοχείᾳ περιώνυμος ναὸς ᾠκοδόμητο, δεκάτῳ μὲν ἔτει τῆς ὅλης οἰκοδομίας, ἡμίσει δὲ τούτου τῆς Κωνσταντίου βασιλείας τὴν συντέλειαν ἀπειληφώς), ἔργῳ δὲ τὴν κατὰ τῆς εὐσεβείας σκηνὴν ἐγκαινίζουσα, καὶ τὰς κατὰ τῶν θεραπόντων αὐτῆς ἐπιβουλὰς ἐξαρτύουσα· ἀριθμὸς δὲ τῶν συνειλεγμένων εἰς δεκάδας ἐννέα συνέτεινεν, ἐν οἷς οὐκ ὀλίγοι μὲν καὶ τῶν ὀρθοδοξούντων ἐξητάζοντο (οὔπω γὰρ ἀκριβῶς τὸ ἑτεροδοξοῦν ἀπ’ ἀλλήλων διεκέκριτο), ἐκράτει δὲ ὅμως ὁ τῶν δυσσεβούντων κατάλογος.

Εὐσέβιος γὰρ ὁ πάλαι μὲν Βηρυτίων, ἔπειτα δὲ Νικομηδείας, καὶ τρίτον ταύτης, μετὰ τὴν τοῦ θεσπεσίου Παύλου γραφὴν καὶ φυγήν, τὴν Κωνσταντίνου ἀλλαξάμενος, οὗτος δὴ οὖν οὗτος, μήτε τοῦ Ῥώμης Ἰουλίου, μήτε μὴν τοῦ Ἱεροσολύμων ἀρχιερατεύοντος (Μάξιμος δὲ τηνικαῦτα ἦν ὁ κατὰ τοὺς <τοῦ> τυράννου χρόνους ταῖς ὑπὲρ Χριστοῦ ἐνδιαπρέψας ὁμολογίαις), μηδετέρου τῶν εἰρημένων συνεδριάζοντος, τὴν γὰρ αἱρετικὴν αὐτῶν ἤδη συμμορίαν ὑποβλέποντες ἐξετρέποντο, αὐτὸς τὰ πρῶτα φέρειν λαχὼν πρὸς τὸ οἰκεῖον βούλημα τοὺς κύβους ἀνερρίπτει, συγκυβιστῶντας ἔχων καὶ συνερίζοντας Φλάκιλλόν τε καὶ Γρηγόριον, ὧν ὁ μέν, Εὐφρονίου τὸν βίον καταστρέψαντος, τὴν Ἀντιόχειαν ἐπενέμετο, Γρηγόριος δὲ τὸν Ἀθανασίου θρόνον, καθ’ οὗ καὶ συνεσκευάζοντο, ἐμνηστεύετο· συνέπνει δὲ τούτοις καὶ ὁ Πειρίνθου Θεόδωρος, ἣν νῦν Ἡράκλειαν ὀνομάζομεν, καὶ ἕτεροι δέ τινες, οἷς ἡ στάσις πρὸ τῆς εἰρήνης ἐστέργετο. Συνεδριάσαντες οὖν καὶ αὐτοῦ παρουσιάσαντος Κωσταντίου, Ἀθανάσιον μέν, γράμμασι τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν ἄρτι πρὸς τὴν Ἀλεξάνδρειαν ἐπαναχθέντα, πάλιν ἀποκηρύττουσι, Γρηγορίῳ δὲ τὸν θρόνον ἐγχειρίζουσι.

Καὶ μεταβάντες ἐντεῦθεν ἀπολογίαν μὲν ὡς δῆθεν προοιμιάζονται, Ἀρείῳ μὲν μηδέποτε πειθαρχῆσαι, μηδ’ ἀκολουθεῖν καταδέξασθαι (πῶς γὰρ ἂν καὶ ἐπίσκοποι πρεσβυτέρῳ ἐπακολουθήσαιεν;), τὴν ἐκείνου δὲ πίστιν ζυγῷ δικαίῳ σταθμήσασθαι καὶ συμφθεγγομένην τοῖς τῆς ἐκκλησίας θεάσασθαι δόγμασι, δι’ ὃ καὶ προσερχόμενον τῇ κοινῇ πάντων μητρί, τῇ ἐκκλησίᾳ, φιλανθρώπως παραδέξασθαι. Τοιαῦτα κακομηχάνως πηξάμενοι τὰ προσκήνια, ἀκόλουθον καὶ τὸ τῆς ὁμολογίας προσωπεῖον ὑποδύονται καὶ πίστιν δῆθεν ἐκτίθενται, οὐδὲν μὲν τῶν ἐν τῇ Νικαίᾳ συνόδῳ φανερῶς ἐπιμωμησάμενοι, οὐσίαν δὲ πατρὸς ἢ ὁμοουσίου πρόσρημα, τὴν μεγάλην ταύτην κατὰ τῶν ἀρειανιζόντων ἑλέπολιν, οὐδὲ διὰ μνήμης ἐποιήσαντο, ἀλλὰ καὶ πᾶσαν ἔδοσαν ἄδειαν, δι’ ὧν ἔδρασαν, τοῖς βουλομένοις παραχαράττειν τὸν ὅρον τῆς πίστεως, μέχρις ἄν, ὅπερ προέθεντο καὶ πρὸς ὃ πόρρωθεν εὐτρεπίζοντο, πρὸς τὴν ἀρειανὴν ὁλοτελῶς ὑπεσύρησαν ἀθεότητα.

Τοιαύτη γὰρ τῶν αἱρετιζόντων ἡ ἐπίπνοια· ἔχουσι γὰρ τὸν ὄφιν διδάσκαλον, ὃς ἐν προνοίας καὶ φιλοφροσύνης προσχήματι τὸν ἰὸν τοῦ θανάτου τῇ παρακοῇ κερασάμενος τοὺς κοινοὺς προγόνους τῆς λύμης ἐνέπλησε καὶ τῆς ἐν παραδείσῳ πολιτείας ᾐχμαλώτισε· πρῶτον μὲν γὰρ καὶ οὗτοι κατασχηματίζονται τὴν εὐσέβειαν, εἶτα κατὰ βραχὺ προφαίνουσι τὸ δυσσέβημα, καινοτέραις καὶ ἐπαμφοτεριζούσαις ταῖς λέξεσι τὸ τῆς βλασφημίας ἀναιδὲς ἐπικρυπτόμενοι· ἐπειδὰν δὲ τοὺς ἀκροατὰς τοῦ κατεσχηματισμένου δυσσεβήματος ἐνεθίσωσι, τότε τὸν ἰὸν ὅλον ἄκρατον τῆς ἀσεβείας εἰς μέσον ἐκπτύουσιν, ἑαυτοῖς τε καὶ τοῖς πειθομένοις τὸν ὄλεθρον ἀρτυσάμενοι. Ἴδοι δ’ ἄν τις καὶ τοὺς εἰκονομάχους ταύτῃ τῇ μηχανῇ καὶ κακοτεχνίᾳ κεχρημένους παραπλησίως τοῖς ἀρειανίζουσιν· οὐ παραυτίκα γὰρ οὐδ’ οὗτοι οὐδ’ ἀθρόον αὑτῶν τῆς προαιρέσεως τὸν σκοπὸν ἐμφανίζουσι, βαθμοὺς δὲ δυσσεβείας ἀνευρίσκουσι, μέχρις ἂν εἰς αὐτὴν τῶν κακῶν τὴν κορωνίδα καταντήσωσι. Καὶ σκοπεῖν ὧδε προσήκει τὴν ὁμοιότητα τῶν αἱρέσεων. Οἱ ἀρειανοὶ τὴν τοῦ ὁμοουσίου φωνὴν σκανδάλου πρόφασιν τοῖς πολλοῖς ἔφασαν εἶναι, οἱ εἰκονομάχοι τὴν τῶν εἰκόνων περίγειον καὶ κάτω γραφὴν αἰτίαν πλάνης τοῖς ἁπλουστέροις ἀπήρξαντο λέγειν.

Οἱ ἀρειανοὶ δι’ ὅ, ἀντὶ τοῦ ὁμοουσίου, τῆς σωματικῆς ταύτης καὶ περιπεζίου φωνῆς, προσήκει λέγειν ὁμοιοούσιον τῷ πατρὶ τὸν υἱόν· τοῦτο γὰρ μετέωρόν πως καὶ τοῖς ἀσωμάτοις οἰκειότερον καὶ τὸν τῆς οὐσίας φεῦγον μερισμόν· οἱ εἰκονομάχοι, δι’ ὃ ἀντὶ τοῦ περιγείους καὶ κάτω γράφειν τὰς εἰκόνας, δεῖ μετεώρους ἑστάναι· τοῦτο γὰρ τοῖς εἰκονίσμασιν οἰκειότερον καὶ φεῦγον τὸν τῆς ἀπάτης ὀνειδισμόν. Οἱ ἀρειανοί, οὐδὲ τὸ ὁμοιοούσιον πέφυκε πρεπῶδες, ἀλλὰ ἀντὶ τούτου δεῖ τὸ ὅμοιον λέγειν, τὴν οὐσίαν ὅλως περικόψαντες· οἱ εἰκονομάχοι, οὐδὲ ταῖς μετεώροις εἰκόσι προσκυνεῖν προσῆκεν, ἀλλὰ μόνον ἱστορίας ἕνεκεν ἱστάναι παραχωρεῖν, τὴν προσκύνησιν παντελῶς διαπτύοντες. Οἱ ἀρειανοί, ἄγραφός ἐστιν ἡ τοῦ ὁμοουσίου φωνή· οἱ εἰκονομάχοι, ἄγραφός ἐστιν ἡ τῶν εἰκόνων προσκύνησις.

Οἱ ἀρειανοί, ἀνόμοιον δεῖ λέγειν τὸν υἱὸν καὶ κτίσμα καὶ ποίημα καὶ τελείως ἐξορίζειν τῆς ἐκκλησίας τὸ ὁμοούσιον καὶ τὴν οὐσίαν καὶ τὸ ὁμοιοούσιον· οἱ εἰκονομάχοι, εἴδωλα χρὴ καὶ μάταια τὰς εἰκόνας ἀποκαλεῖν καὶ παντάπασιν αὐτῶν τῆς ἐκκλησίας ἐξορίζειν καὶ τὴν ποίησιν καὶ τὴν ἱστορίαν καὶ τὴν προσκύνησιν. Οἱ ἀρειανοί, οὔτε γὰρ ἐν τοῖς εὐαγγελίοις τὰ κυριακὰ λόγια, οὔτε οἱ θεῖοι ἀπόστολοι, οὔτε ἡ παλαιὰ γραφὴ παραδέδωκεν ὁμοούσιον ἢ ὁμοιοούσιον ἢ οὐσίαν λέγειν ὅλως ἐπὶ πατρὸς καὶ υἱοῦ· οἱ εἰκονομάχοι, οὔτε γὰρ ἐν τοῖς εὐαγγελίοις τὰ κυριακὰ λόγια, οὔτε οἱ θεῖοι ἀπόστολοι, οὔτε ἡ παλαιὰ γραφὴ παραδεδώκασιν εἰκόνων ποίησιν ἢ ἱστορίαν ἢ προσκύνησιν.

Ἆρα μικρὰν ὑμῖν τὴν ὁμοιότητα καὶ τὴν μίμησιν τὰ τέκνα πρὸς τοὺς πατέρας διασῴζουσι, πρὸς τοὺς ἀρχηγοὺς οἱ διάδοχοι, οἱ μαθηταὶ πρὸς τοὺς διδασκάλους; Ἐκεῖνοι κατὰ Χριστοῦ ἐφρυάξαντο· οὗτοι κατὰ τῆς εἰκόνος αὐτοῦ παρετάξαντο. Ἐκεῖνοι, μεθ’ ὧν τὴν ἐν Νικαίᾳ πρώτην ἐκύρωσαν σύνοδον, τούτους σὺν αὐτῇ ἐξεφαύλισαν· καὶ οὗτοι, μεθ’ ὧν τὴν ἐν Νικαίᾳ δευτέραν συνεκρότησαν σύνοδον, τούτους σὺν αὐτῇ ἐξεμυκτήρισαν. Ἐκεῖνοι τοὺς βαπτίσαντας καὶ χειροθεσίαις εἰς ἱερέας ἐντάξαντας καὶ οὓς πατέρας ἐπεγράφοντο δυσσεβείας ἐγράψαντο· καὶ οὗτοι ὡσαύτως, ὑφ’ ὧν ἐχειροτονήθησαν καὶ τῷ θείῳ βαπτίσματι ἐτελέσθησαν, τούτους εἰδωλολάτρας ἐτερατεύσαντο.

Ἐκεῖνοι βαθμῷ δυσφημίας προϊόντες ἐπὶ τὴν ἐσχάτην ἐξέπεσον ἀθεότητα, τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν ἐξορίσαντες· καὶ οὗτοι τάξει πονηρίας τὴν βλασφημίαν καταμερίσαντες ἐπὶ τὴν τελευταίαν δυσσέβειαν κατωλίσθησαν, τὴν εἰς Χριστὸν τιμὴν καὶ τὸ σέβας ἐν ταῖς κατὰ τῶν εἰκονισμάτων παροινίαις τῆς ἐκκλησίας ἐξοστρακίσαντες.

Ἀλλὰ ταῦτα μέν, ὡς ἂν εἴποι τις, ὁδοῦ πάρεργον ἐρρήθη· ὁ δὲ λόγος πρὸς τὴν ἐξ ἧσπερ ἐξῆλθεν ἰθυνέσθω τρίβον. Τῆς ἐν Ἀντιοχείᾳ τοίνυν, ἐφ’ οἷς εἴπομεν, διαλυθείσης συνόδου, μικρὸν ἐπιμείναντες καὶ τῶν ἐκτεθέντων ὥσπερ ἐν καταγνώσει γενόμενοι (ἀνίδρυτον γὰρ τὸ ψεῦδος καὶ οὐδαμῇ μένειν ἐπὶ τὸ αὐτὸ δύναται), ἐπὶ δευτέραν πίστεως πλάσιν συνέρχονται, ἐν ᾗ τῆς προτέρας ὡς ἐδόκουν καὶ πλατύτερον καὶ σαφέστερον τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὑπεσήμαινον γνησιότητα. Τὴν μέντοι γε τοῦ ὁμοουσίου φωνήν, τὴν ἄμαχον τῆς εὐσεβείας ἀκρόπολιν, οὐδὲ ἐνταῦθα καθιδρύσαι ἠβουλήθησαν.

Ἤδη δὲ τριῶν διαγενομένων ἐνιαυτῶν πάλιν οἱ τῆς Ἀρείου μοίρας ἐν Ἀντιοχείᾳ συντρέχουσι, δευτέραν μὲν πίστιν ὑπαγορεύοντες καὶ κατὰ Φωτεινοῦ δὲ καὶ Μαρκέλλου καὶ Σαβελλίου, ἀνθρώπων αἱρετικῶν, τὴν δικαίαν ψῆφον μέλλοντες καταθήσεσθαι, ἵν’ ἐν τῷ δικαίῳ τῆς κατ’ ἐκείνων ἀποφάσεως ἔχοιεν ἀποσεμνύνειν καὶ τὰς ἄλλας αὑτῶν περὶ τὴν σύνοδον πράξεις, οὐκ ἐπ’ ὀλίγον ἀναισχυντούσας τὸ παράνομον. Τούτους δὲ τῆς ἱερωσύνης ἀπογυμνώσαντες καὶ τῆς πίστεως τὴν ὁμολογίαν ἐκθέμενοι καὶ κάλλει δὲ καὶ πλήθει λόγων ταύτην ἐπιμορφώσαντες καὶ τῇ πολυλογίᾳ δόξαντες τὴν ἁμαρτίαν διαφυγεῖν, πρὸς τοὺς ἐν Ἰταλίᾳ ταύτην διαπέμπουσιν, Εὐδοξίῳ τε τῷ Γερμανικείας καὶ Μαρτυρίῳ καὶ Μακεδονίῳ τῷ Μοψουεστίας διακόνοις τῶν γεγραμμένων ἀποχρησάμενοι. Οἱ δὲ τὰ ἑσπέρια περιέποντες ἀλλογλώσσους τε σφᾶς αὐτοὺς εἶναι καὶ μηδὲ τῶν γεγραμμένων ἱκανῶς ἔχειν συνιέναι τὴν δύναμιν αἰτιολογησάμενοι ἀρκεῖσθαί τε τοῖς ἐν Νικαίᾳ διορισθεῖσιν ἀποφηνάμενοι τὴν παρ’ αὐτῶν σταλεῖσαν πίστιν οὐ παρεδέξαντο. Εὐσεβίου δὲ τὸ ζῆν λιπόντος καὶ πρὸς τὰ ἐκεῖθεν ἀπαχθέντος δικαιωτήρια, Παῦλον τὸν ὁμολογητὴν ἔτι περιόντα οἱ εὐσεβείᾳ συζῶντες τῷ οἰκείῳ θρόνῳ καθιδρύουσιν. Ἀλλ’ οὐ πολὺ τὸ ἐν μέσῳ καὶ βιαία καὶ τυραννικὴ χεὶρ τοῦτον τοῦ ποιμνίου ἀπελάσασα Μακεδόνιον τὸν πνευματομάχον ἐγκαθίστησι.

Παύλου δὲ πάλιν ἐπανακληθέντος καὶ πάλιν τῆς τε ἐπισκοπῆς καὶ αὐτοῦ τοῦ ζῆν ἐξοστρακισθέντος, ὁ πνευματομάχος ἐκ δευτέρου τῆς βασιλείου πόλεως τὴν ἡγεμονίαν περιβάλλεται, οὐκ ἐπὶ πολὺν οὐδ’ οὗτος χρόνον τῆς ἀρχῆς ἀπονάμενος. Οὗτος πρότερον μὲν εὐγνωμόνως πως περὶ τὸν Χριστὸν ἐδόκει διάκεισθαι· ὁμοούσιον γὰρ αὐτὸν τῷ πατρὶ τοῖς ὀρθοδοξοῦσι συμφθεγγόμενος ἐδογμάτισε· χρόνου δὲ προϊόντος, τὸ μὲν ὁμοούσιον ἀπηρνήσατο, εἰς δὲ τὸ λέγειν αὐτὸν μόνον ὅμοιον ὑπενήνεκται καὶ ταύτην τὴν δόξαν αὐτός τε καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες δι’ ἱκανοῦ μεμενήκασι στέργοντες. Περὶ μέντοι τοῦ παναγίου πνεύματος ἀπ’ ἀρχῆς ἀθλίως λίαν καὶ δυσσεβῶς διετέθησαν· οἷς γὰρ οἱ ἀρειομανῖται κατὰ τοῦ υἱοῦ τῆς δόξης ἐξενίσαντο, ταῦτα καὶ οὗτοι κατὰ τοῦ παναγίου καὶ ὁμοφυοῦς ἐπερρίπτουν πνεύματος.

Ἀλλ’ ἡ μὲν ἐν Ἀντιοχείᾳ τρίτη σύνοδος ἐπὶ τοῖς εἰρημένοις τὴν συνέλευσιν διελύσατο. Ἑνδεκάτῳ δὲ ἔτει τῆς Κωνσταντίου βασιλείας σύνοδος πολυανθρωποτάτη συναγελάζεται· τριακόσιοι γὰρ καὶ ἑβδομήκοντα οἱ ταύτῃ συνελθεῖν ἐτύγχανον παρασκευαζόμενοι, Κωνσταντίου καὶ Κώνσταντος τῶν ἀδελφῶν σπουδὴν οὐ τὴν τυχοῦσαν συνεισαγαγόντων καὶ συμψήφων γενομένων ἐν Σαρδῷ πόλις δὲ ἦν αὕτη τοῦ Ἰλλυρικοῦ, τὸν σύλλογον ἁλισθῆναι· ἐδόκει δὲ δι’ αὐτῆς καὶ τὰς τῶν ἐπισκόπων ἀμφισβητήσεις περὶ τῶν θρόνων διαλύσεσθαι καὶ τὴν κατὰ τῆς πίστεως καινοτομίαν ἀνασταλήσεσθαι.

Ἀλλ’ ἡ πονηρὰ τῶν αἱρετιζόντων κακόνοια μηδὲν προβῆναι τῶν μελετηθέντων καὶ ταῖς ἐλπίσιν ἐναποτεθέντων διεπράξατο· ἑξήκοντα γὰρ τὸν ἀριθμὸν ἑαυτοὺς τοῦ κοινοῦ πληρώματος διαστήσαντες εἰς Φιλίππους ἀθροίζονται καὶ τἀναντία πράττειν τῶν ἐν Σαρδικῇ ἐποιοῦντο σπούδασμα, οὐδ’ ἐκείνης ἤδη ἀδεκάστῳ κρίσει καὶ ἀπροσπαθεῖ τῇ γνώμῃ περὶ πάντα φερομένης. Δι’ ὃ καθαιρεῖ μὲν ἑκατέρα τοὺς ἐν ἑκατέρᾳ προλάμποντας, ἡ μὲν ἐν Σαρδικῇ Βασίλειον τὸν Ἀγκύρας, ἄνδρα ἄλλοις τε ἀγαθοῖς τὸν βίον ἐνευθηνούμενον ἔχοντα καὶ κατὰ τῆς Ἀρείου λύσσης τὸν ζῆλον διάπυρον, Ἀκάκιόν τε τὸν Καισαρείας, ὧν οὐδεὶς τῶν εἰρημένων τέως οὔμενουν εἰς ἀλλοφύλους δόξας ἀποκεκριμένος τὸ φρόνημα ἐπεφώρατο, εἰ καὶ Σωζόμενον καὶ Σωκράτην, ὥσπερ καὶ ἄλλα πολλὰ μαθήματα πολιώτερα ἢ κατὰ τὴν ἡλικίαν αὐτῶν, οὕτω καὶ ταῦτα διέφυγεν, ἵνα μὴ λέγω παραπεποίηται· ὑπάγει δὲ καθαιρέσει δικαίᾳ καὶ Γρηγόριον τὸν ἀθέσμως τῆς Ἀλεξανδρείας κατάρχοντα, Μηνόφαντόν τε τὸν Ἐφέσου καὶ τὸν Ἡρακλείας Θεόδωρον σὺν οἷς ἄλλους οὐκ ἐλάττους· Ἀθανάσιον δὲ καὶ Παῦλον τοὺς ἀριστέας, ναὶ δὴ καὶ Μάρκελλον καὶ Λούκιον καὶ Ἀσκληπᾶν, ἄνδρας οὐκ εὐαγεῖς ἐδικαίωσε· πρὸς οἷς καὶ τὸν ἐν Νικαίᾳ τῆς πίστεως ὅρον εἰς ὑπερόριον πλάτος, οὐ δέον, ἐκτείνασα εἰς στενὸν κομιδῇ τῆς οἰκείας δόξης τὸ κλέος συνέκλεισεν.

Ἡ δὲ ἐν Φιλίπποις καὶ πρὸς αὐτὴν ἤδη τὴν τοῦ ὁμοουσίου φωνὴν τοὺς πλείους προβεβλημένη στασιάζοντας μηδὲ παρόντα τὸν Ῥώμης Ἰούλιον, ὡς τοὺς ὑπ’ αὐτῆς καθαιρεθέντας παραδεξάμενον, ὑπὸ καθαίρεσιν ἐποιήσατο καὶ Ὅσιον δέ, τὸν ἐν ἱερεῦσι καὶ πολιᾷ περιβόητον, τὸν Κοδρούβης λέγω, καὶ Πρωτογένην καὶ Γαυδέντιον· ἐπεκύρωσε δὲ καὶ τὴν κατὰ Ἀθανασίου καὶ Παύλου τῶν θεσπεσίων, ἔτι δὲ καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ, ἀνθρώπων οἵων ἐμνήσθημεν, τὴν καθαίρεσιν.

Οὕτως ἀντὶ τῆς καταστάσεως καὶ εἰρήνης τῶν ἐκκλησιῶν συγχύσεως καὶ ταραχῆς ἡ οἰκουμένη πᾶσα ἐπεπλήρωτο, τοῦ κακοῦ πάντας ἐπιτρέχοντος καὶ μηδαμοῦ στάσιν λαμβάνοντος. Ἄλλοι γὰρ παρ’ ἄλλων καθ’ ἑκάστην καθῃροῦντο καὶ ὑπ’ ἄλλων ἀπελύοντο καὶ οὓς ἐδικαίουν ἕτεροι, ἕτεροι πάλιν ἢ καὶ <οἱ> αὐτοὶ κατεδίκαζον καὶ πολλή τις ἦν καὶ ἀστάθμητος ἡ κατ’ ἀλλήλων ἔρις καὶ ὁ κατὰ τῶν ἐκκλησιῶν πόλεμος καὶ τῆς τοιαύτης χαλεπωτάτης νόσου ἄχρι καὶ τῆς δευτέρας οἰκουμενικῆς συνόδου οὐδὲν ἐξευρίσκετο ἴαμα. Ἐν Κοδρούβῃ γοῦν ὁ Ὅσιος σύνοδον πάλιν συγκροτεῖ, τὰ αὐτὰ μὲν τοῖς ἐν Σαρδικῇ δογματίζουσαν καὶ ἐκείνην ὡς ἤλπιζεν ἐνισχύουσαν, ἀλλ’ οὐδεὶς αὐτῶν οὐδετέρας λόγος τοῖς τοῦ ἐναντίου προσεγίνετο. Καὶ Μάξιμος δὲ ὁ τῶν Ἱεροσολύμων, ἀνὴρ ταῖς εἰς Χριστὸν ἐνδιαπρέπων ὁμολογίαις καὶ τοῖν ὀφθαλμοῖν τὸν δεξιὸν κατὰ τοὺς τοῦ τυράννου χρόνους ἐκκεκομμένος, ἄλλην κατὰ πόδας ἐν Ἱεροσολύμοις συγκροτήσας σύνοδον, Ἀθανάσιον μὲν ἐδικαίωσε καὶ τὰς προλαβούσας δέ, οἷς συνεφθέγγοντο, συνεπήμυνεν.

Ἀλλ’ οἱ τοῦ ἑτέρου μέρους οὐ μόνον ἄκυρα ταῦτα ἐτίθεντο, ἀλλὰ καὶ αὐτὸν τὸν Μάξιμον ἐν αἰτίαις ἐμβαλόντες, ἃς καθ’ ἑαυτοὺς ἀνεπλάσαντο, καθαιρέσει καθυπέβαλον, Κύριλλον ἀντ’ αὐτοῦ τῇ ἐκκλησίᾳ τῶν Ἱεροσολύμων ἐγκαθιδρύσαντες, ἄνδρα τῆς μὲν Ἀρείου πλάνης οὔπω τότε κεκαθαρμένον, ὕστερον δὲ καὶ πολλὴν ὑπὲρ τῆς εὐσεβείας συνεισενεγκόντα τὴν προαίρεσιν καὶ πολλοὺς τοῖς κατηχητικοῖς αὑτοῦ λόγοις σωφρονίσαντα· κατηχητὴν δὲ τοῦτον ἐκ τοῦ ἐπιτηδεύματος ἡ ἐκκλησία οἶδέ τε καὶ ἐπίκλησιν ἔθετο.

Εἶτα, ἵνα μὴ τὰ κατὰ μέρος λέγων ἕκαστα τὰς ὑμετέρας ἀκοὰς ἀποκναίσω, ἐν τῷ Σιρμίῳ πάλιν ἑτέρα συνάγεται, ἔπειτα ἐν Ἀριμίνῳ καὶ δὴ καὶ ἐν Νίκῃ τῇ κατὰ Θρᾴκην ἑτέρα καὶ μετὰ ταῦτα ἐν Σελευκείᾳ πάλιν, εἶτα ἐν Κωνσταντινουπόλει, ὑφ’ ὧν παντελῶς ἡ τοῦ ὁμοουσίου φωνὴ ἐξωρίζετο. Ἐν δὲ τῇ Κωνσταντινουπόλει καὶ στάσις ἐμφύλιος εἰς αὐτοὺς τοὺς τοῦ ὁμοουσίου προεστηκότας ἐκ Σελευκείας καταρραγεῖσα καὶ ὧν ἑτέρων εἰρήνῃ ἄρχειν ἐπάγγελμα ἄνω καὶ κάτω διέθηκεν ἅπαντα. Καὶ καθαιρεῖται μὲν Βασίλειος καὶ Εὐστάθιος καὶ ὁ Ταρσοῦ Σιλβανὸς σπουδῇ Ἀκακίου τοῦ Καισαρείας, ἄνδρες, οὓς ἐπὶ λαμπροῖς τότε τοῖς εὐσεβείας ἀγωνίσμασιν ὑπερορίῳ φυγῇ Κωνστάντιος ἐζημίωσεν, εἰ καὶ τοῖς τὰ Ναυάτου ὑποθειάζουσι· ὥσπερ ἄλλοι τέ τινες εἰς τὴν ἐκείνων δόξαν, οὓς ἐστηλίτευσαν, οὕτω καὶ οὗτοι εἰς τἀναντία ὧν ἠρίστευσαν περιέλκονται· οὐδὲ γάρ, εἰ καί τισιν αὐτῶν ὕστερον, ὥς φασιν, εὐχερὴς ἐγνώσθη ἡ μεταβολή, ἀγένητα τὰ γεγενημένα λόγον ἔχει ἀποφαίνεσθαι· καθαιρεῖται δὲ καὶ Κύριλλος ὁ Ἱεροσολύμων, οὗ μνήμην ἐποιησάμεθα. Δι’ ὃ καὶ ἡ πρὸς ἐκείνους ἔχθρα τῷ Ἀκακίῳ ὑπετύφετο καὶ ἡ τῆς πίστεως παρατροπὴ ἐσχηματίζετο, τὴν γλῶσσαν, ἀλλ’ οὐ τὴν γνώμην τοῖς αἱρετικοῖς ἀποχρήσαντι, ὡς αἵ γε πρὶν καὶ αἱ μετὰ ταῦτα πράξεις αὐτόθεν ἀρχόμεναι τὸν ἄνδρα δεικνύουσι.

Καθαιρεῖται γὰρ αὐτοῦ κατάρχοντος καὶ Ἀέτιος τῆς διακονίας, ὁ Ἀρείου μὲν τῆς ἀσεβείας διάδοχος, Εὐνομίου δὲ καὶ Εὐδοξίου διδάσκαλος καὶ πάσης ἀσεβείας ἐλάσας ἐπέκεινα, μεθ’ οὗ καὶ δι’ ὃν Σέρρας τε καὶ Στέφανος καὶ Ἡλιόδωρος, εἰς ἐπισκόπους μὲν παραγγείλαντες, θερμοὶ δὲ τῆς Ἀετίου πλάνης ὑπέρμαχοι, ναὶ δὴ καὶ Θεόφιλος ἐκεῖνος, ὃν οὐδὲν ἔλαττον ἡ τολμηρὰ τῶν αἱρετιζόντων γλῶσσα ἢ τοὺς ἀποστόλους αἱ πράξεις δημιουργὸν θαυμάτων ἀνακηρύττουσιν. Ὅμως δ’ οὖν οὗτοι σὺν Ἀετίῳ πάντες, ἧς ἕκαστος ἀξίας περιεβέβλητο, ἐγυμνώθησαν, αὐτοῦ συνδικάσαντος καὶ ἄκοντος Εὐδοξίου καὶ τὴν Ἀετίου δυσσέβειαν κατακρίναντος, ἧς αὐτὸς ὁμοίως αὐτοῖς ἐραστὴς ὑπῆρχε περιώνυμος. Ἵνα γὰρ τῆς Κωνσταντινουπόλεως μὴ ἐκπέσῃ προεδρίας, πάντα πράττειν καὶ τὰ μὴ δοκοῦντα ῥᾳδίως ὑπήγετο· ἤδη γὰρ ἦρχε τῆς Κωνσταντίνου, ἀπὸ Γερμανικείας πρότερον τὴν Ἀντιόχειαν ἁρπασάμενος. Καὶ Εὐνομίῳ δὲ παρανόμως ἡ Κύζικος καταδικάζεται, ἆθλον δοθεῖσα τῆς ἀσεβείας, τοῦ ταύτην ποιμάναντος Ἐλευσίου τοῖς προειρημένοις τῶν ὀρθῶν δογμάτων ἀθληταῖς τὴν καταδίκην συνδιενέγκαντος. Καὶ πρό γε τούτων ὁ πνευματομάχος ἐξοστρακίζεται Μακεδόνιος, ὡς πολλῶν φόνων αἴτιος καὶ τῆς τοῦ βασιλικοῦ σώματος μεταθέσεως διδοὺς τὰς εὐθύνας, ἣν αὐτὸς ἐπετέλεσε, πολλῶν ἀντιλεγόντων καὶ δίχα τῆς τοῦ βασιλεύοντος υἱοῦ συναινέσεως.

Μικρὸν δὲ χρόνον μετὰ ταῦτα Κωνστάντιος ἐπιβιούς, ἤδη τοῦ Ἰουλιανοῦ τὴν τυραννίδα κρατύναντος, καὶ πρὸς τοῦτον ἀντιπαρασκευαζόμενος, ἐν Μόψου κρήναις ἐξ ἀνθρώπων ἀφανίζεται. Οὕτως ἡ τοῦ κρατοῦντος εὔριπος γνώμη καὶ τὸ τῆς δόξης ἐπισφαλὲς συνέχεεν ἅπαντα. Οὕτω κατὰ μικρὸν τὸ τῆς ἀσεβείας προέκοψε σύνταγμα.

Οὕτως αἱ πρὸς ἀλλήλους στάσεις καὶ φιλονεικίαι τὸν βίον ἀνέτρεψαν καὶ τὴν πίστιν διεσπάραξαν· στάσις γὰρ ἐν μὲν ζῴου σώματι λύσιν καὶ θάνατον ἀπεργάζεται, ἐν ἐκκλησίᾳ δὲ διασπορὰν τῶν μελῶν καὶ τῆς κατὰ τὴν εὐσέβειαν ἁρμονίας ἔκλυσιν καὶ τὸν ψυχικὸν σπαραγμὸν καὶ τὸν ὄλεθρον.

Ἀλλ’ ἐκεῖνα μὲν οὕτω τότε κακῶς τε καὶ συγκεχυμένως διεπράττετο καὶ ἐν μεγάλῃ ζάλῃ καὶ ταράχῳ ἡ ἐκκλησία ἐφέρετο.

Ἡμεῖς δέ, ἀγαπητοί, πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον καρδίᾳ καὶ χείλεσι σέβοντες ἐν μιᾷ οὐσίᾳ καὶ δόξῃ καὶ βασιλείᾳ καὶ θεότητι μήτε τὸν υἱὸν ἑτερόφυλον τοῦ πατρὸς ἐφ’ ὕβρει τοῦ γεγεννηκότος βλασφημήσωμεν, μήτε τῆς κυριότητος καὶ ἰσοσθενοῦς ἐξουσίας ἐπὶ κολοβώσει καὶ διαβολῇ καὶ περικοπῇ τῆς ἀχράντου καὶ παντελοῦς θεότητος τὸ πνεῦμα τὸ ἅγιον ἐξορίσωμεν, κτίσμα καὶ ποίημα καὶ δοῦλον ὑπερουσίῳ καὶ παντοκρατορικῇ τριάδι περιγράφοντες, ἀλλ’ ὁμοούσιον καὶ ὁμόθρονον καὶ ὁμοφυᾶ αὐτὴν ἑαυτῇ εὐσεβοφρόνως πρεσβεύοντες ἀσύγχυτον τὴν ἰδιότητα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὀρθοδόξως συντηρήσωμεν, ἀγέννητον τὸν πατέρα, γεννητὸν τὸν υἱόν, ἐκπορευτὸν τὸ ἅγιον πνεῦμα δοξάζοντες καὶ κηρύττοντες, οὐ συνάναρχα τῷ αἰτίῳ (ἀρχὴ γὰρ ὁ πατὴρ καὶ αἰτία τοῦ μὲν υἱοῦ, ὡς γεννήτωρ, μόνος γὰρ οὗτος ἐκ μόνου γεγέννηται, ὡς προβολεὺς δέ, τοῦ πνεύματος· καὶ γὰρ καὶ τοῦτο μόνον ἐκ μόνου προβέβληται), συνάναρχα δὲ τῷ χρόνῳ· ὑπὲρ χρόνον γὰρ καὶ ὑπὲρ αἰῶνα καὶ ὑπὲρ ἔννοιαν ὁ μὲν ἐγέννησεν, ὁ δὲ ἐγεννήθη, τὸ δὲ ἐκπεπόρευται, οὔτε τοῦ πνεύματος τῇ τοῦ υἱοῦ γεννήσει συνεγγραφομένου, οὔτε τοῦ υἱοῦ τὴν ἐκπόρευσιν τοῦ πνεύματος συγκληρουμένου, ἀλλ’ ἑκατέρου τὴν ἰδιότητα καθαρὰν καὶ ἀσύγχυτον διασῴζοντος, τῆς ἑτερότητος τῶν ἰδιοτήτων καὶ τῶν κλήσεων οὐχ ἑτερότητα τῆς οὐσίας παρεισαγόντων, τὴν διαφορὰν δὲ τῶν ὑποστάσεων ἐπιδεικνύντων καὶ τὴν Σαβελλίου βλασφημίαν ἐπιστομιζόντων.

Οὕτω φρονοῦντες καὶ οὕτω πιστεύοντες πᾶσαν μὲν αἱρετικὴν συμμορίαν διαπτύσωμεν, πᾶσαν δὲ σχισματικὴν πονηρίαν βδελυξώμεθα. Μισήσωμεν τὰς πρὸς ἀλλήλους ἔρεις μεμνημένοι τῶν εἰρημένων καὶ ὅσην κακῶν φορὰν αἱ ἐμφύλιοι στάσεις ἀπέτεκον. Μηδὲ εἴη τις ἐν ὑμῖν, ἐγὼ μέν εἰμι Παύλου, λέγων, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ τοῦ δεῖνα ἢ τοῦ δεῖνα. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου τῷ ἰδίῳ αἵματι· Χριστοῦ πάντες καὶ ἐσμὲν καὶ καλούμεθα·

Χριστὸς ὑπὲρ ἡμῶν ἐσταυρώθη καὶ θάνατον ἤνεγκε καὶ ἐτάφη καὶ ἀνέστη, ἵνα τοὺς μακρὰν καὶ τοὺς πόρρω διεστῶτας ἑνοποιήσῃ, ἓν βάπτισμα καὶ μίαν πίστιν καὶ μίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν θεοπρεπῶς συστησάμενος. Τοῦτο τῆς Χριστοῦ πρὸς ἀνθρώπους ἐπιδημίας τὸ κεφάλαιον. Τοῦτο τῆς ἄκρας ἐκείνης καὶ ἀφάτου κενώσεως τὸ κατόρθωμα. Ὁ τούτων τι διασπᾶν καὶ κατατέμνειν ἐπιχειρῶν, εἴτε δυσσεβεστάτης αἱρέσεως ἔρωτι, εἴτε σχισματικῆς μανίας φυσήματι, ὁ τοιοῦτος κατὰ τῆς οἰκονομίας Χριστοῦ παρατάττεται, κατὰ τῆς κοινῆς σωτηρίας ὁπλίζεται, πρὸς τὴν ἐκείνου πρᾶξιν ἀντικαθίσταται καὶ τῆς πρὸς αὐτὸν συναφείας ἀπορρηγνύμενος καὶ τοῦ κυριακοῦ σώματος τῆς ἐκκλησίας διασπώμενος τῇ τοῦ ἀντικειμένου μοίρᾳ συντάσσεται καὶ τὰ μέλη αὑτοῦ τῆς νύμφης ἐκκλησίας ἀποσπαράξας μέλη τῆς πόρνης παρασυναγωγῆς ἀπεργάζεται. Αὕτη γὰρ ἐφ’ ὑψηλοῦ τοῦ τῆς ἁμαρτίας προκαθεζομένη βήματος καὶ πορνικοῖς ἄνθεσι περιεστεμμένη καὶ χρώμασιν ἐπιπλάστοις περικεχρωσμένη πρὸς τοὺς παριόντας τὴν τοῦ βίου ὁδὸν μέγα καὶ ἀναίσχυντον καὶ ἐπαγωγὸν ἐπιφθέγγεται· ὅστις ὑμῶν ἐστιν ἄφρων, ἐκκλινάτω πρός με, καὶ οἱ ἐνδεεῖς φρενῶν προσελθόντες τοῖς κόλποις ἐπαναπαύσασθε τοῖς ἐμοῖς.

Ἄνετος γὰρ παρ’ ἐμοὶ καὶ ἀκόλαστος δίαιτα. Τρυφὴ καὶ μέθη καὶ ἡδονὴ οἱ παρ’ ἐμοὶ ἀγῶνες καὶ οἱ πόνοι καὶ τὰ ἔπαθλα. Ἐνταῦθα οὐχ ὁ ἡδονῆς ἥττων γενόμενος δέδοικεν, οὐχ ὁ ψευδορκίαις ἁλοὺς ἐξελέγχεται, οὐχ ὁ τὴν γλῶσσαν κατὰ τοῦ πλησίον ἀκονῶν καὶ ἰὸν ἀσπίδος ὑπὸ τὰ χείλη κρύπτων ὡς κακουργῶν τι καταδικάζεται· κοιναὶ γὰρ πράξεις ταῦτα τῶν ἐμῶν ἐραστῶν. Λαμπρὰ καρυκείας καὶ τρυφῆς πρόκειται τράπεζα· ἐμφορεῖσθαι δέοι, γαστρίζεσθαι καὶ τὴν γλῶσσαν ὁπλίζειν κατὰ τῶν ὑμᾶς ὡς δυστυχοῦντας οἰκτειρόντων. Πάντα πράττειν δέοι ὅσα ὑμῖν ἡ ἐπιθυμία ὑποτίθεται. Οὐ γὰρ οἱ περίεργοι καὶ αὐστηροὶ τῶν ἀποστόλων καὶ συνόδων κανόνες ἐνταῦθα παρακύπτουσιν, οὐδ’ ἐπισκόπων κρίσεις καὶ σύνοδοι τοὺς ἁμαρτάνοντας σωφρονίζουσι καὶ ὥσπερ αὐτῶν κατάγχουσαι τὰ θελήματα λυπηρὸν τὸν βίον ἀπεργάζονται· καὶ γὰρ καὶ τοῦτο κατ’ ἀρχὰς ὑμῖν ὑπεσχόμην, ἐκεῖθεν ὑμᾶς ἀποσπῶσα καὶ πρὸς ἑαυτὴν ἀγκαλιζομένη. Οὐδὲ γάρ, οὐδὲ ταῦτα ἡμέτερα, τὸ κανόσιν ἰθύνειν τὴν πολιτείαν καὶ τῷ ἐγκρατεῖ τοῦ λόγου τὴν ἐπιθυμίαν κολάζειν τῆς γνώμης· ταῦτα τῆς ἐκκλησίας τὰ περιττὰ καὶ δύσοιστα καὶ δυσκατόρθωτα παραγγέλματα.

Ἐκείνης τὸ μηδὲν ἄνευ λόγου διαπράττεσθαι, ἐμὸν δὲ τὸ πάντα θυμῷ καὶ τῇ ἐπιθυμίᾳ χαρίζεσθαι· ἐκείνης τὸ διὰ στενῆς πύλης ἄγειν τοὺς πειθομένους αὐτῇ, ἐμὸν δὲ τὸ διὰ πλατείας καὶ εὐρυχώρου τοὺς ἐραστὰς ἐπισύρεσθαι· ἐκείνης ἀργεῖν τῶν παρόντων καὶ πρὸς τὰ μέλλοντα ἀνατείνεσθαι, ἐμὸν τὸ μηδὲν τῶν ἐν βίῳ τερπνῶν παρορᾶν, μηδ’ ἐλπίσι μελλόντων τῶν ὁρωμένων ἀφαιρεῖσθαι τὴν ἀπόλαυσιν.

Ταῦτα καὶ τὰ τοιαῦτα ἡ πόρνη παρασυναγωγή, ἐξ οὗ χρόνος πολὺς ἐμβοῶσα καὶ πράττουσα πολλοὺς μέχρις ἄρτι πρὸς τὸ τῆς ἀπωλείας ἐφέλκεται βάραθρον. Ἡμᾶς δὲ πάντας εἴη, ταύτης ὡς πορρωτάτω φυγόντας, τῆς νύμφης Χριστοῦ ἐκκλησίας ταῖς πανάγνοις ἀγκάλαις διὰ παντὸς φρουρεῖσθαι καὶ περιθάλπεσθαι, ἵνα δι’ αὐτῆς πρὸς τὴν οὐράνιον τρίβον εὐθυδρομῶμεν καὶ χειραγωγώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ ὁμοουσίῳ καὶ ζῳοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.