Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ὁμιλίαι

Μέγας Φώτιος

Ομιλία ΙΖ': Επί τη αποκαλύψει της μορφής της Θεοτόκου

Πανηγυρικός λόγος για την αναστήλωση της ιεράς εικόνας της Θεοτόκου, την αποκατάσταση του κάλλους της Εκκλησίας και τον παιδαγωγικό ρόλο των ιερών απεικονίσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 17 από 19

Τοῦ αὐτοῦ ἁγιωτάτου Φωτίου, πατριάρχου Κωνσταντινουπόλεως ὁμιλία, λεχθεῖσα ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας τῷ μεγάλῳ Σαββάτῳ ἐπὶ παρουσίᾳ τῶν φιλοχρίστων βασιλέων, ὅτε τῆς Θεοτόκου ἐξεικονίσθη καὶ ἀνεκαλύφθη μορφή. Σιγᾶν εἴ τις διὰ παντὸς μελετήσειε τοῦ βίου, νῦν λάλος τις εἶναι καὶ πρὸς ῥητόρων τέχνας παρεσκευάσθαι τὴν γλῶσσαν εἴπερ ἄλλο τι διὰ σπουδῆς ἂν ὅτι μάλιστα ποιήσαιτο· μᾶλλον δὲ προφητικῇ λαβίδι διεστομῶσθαι τὰ χείλη καὶ φωνῇ γλωσσῶν πυρίνων διατρανοῦσθαι τὸ στόμα οὔπω πρότερον θαρρήσας εἰς τόλμαν ἥξει αἰτήσεως, οὐκ ἔχων, οἶμαι, σιγῇ τὴν χαρὰν φέρειν καὶ ἠρεμούσῃ γλώσσῃ τῇ πανηγύρει σεμνύνεσθαι· χαρᾶς γὰρ ὡς ἀληθῶς καὶ θυμηδίας πάσης ἀκενώτους αὕτη προχέει τὰς χάριτας καὶ τὸ λυποῦν ἐλαύνει κομίζουσα πᾶσαν ἀπὸ παντὸς προσώπου κατήφειαν.

Καὶ γὰρ ἐν αὐτῇ, τῶν ὑφ’ ἡλίῳ πεπραγμένων μάρτυρι, πλὴν ὅσα μὴ θεουργικὸς ἐξαιρεῖται λόγος, τρία προλάμπει τὰ μέγιστα· εὐσεβείας κράτος ἄμαχον, τῶν οὐρανίων ἁψίδων ὑπερυψούμενον, καὶ δυσσεβείας θράσος ἄλογον, εἰς ἔσχατον φθορᾶς καὶ πυθμένα ᾍδου καθελκόμενον, ναὶ δὴ καὶ τῶν ἐν ἀσεβείᾳ καταστρεψάντων τὸν βίον, ἐξ ἧς ἔδοξαν ἐπὶ μέγα δόξης καὶ δυναστείας ἐπαίρεσθαι, στήλη παρανοίας καὶ θρίαμβος ἀνεξάλειπτος, ἀψευδὲς προφητευόντων ὄμμα, τῷ μακρῷ αἰῶνι σὺν ἀκμῇ παραπεμπόμενα· καὶ γὰρ ἐπὶ πολλῶν ἰδεῖν ἔνεστιν ὡς, οἷς βραχὺς παρετάθη χρόνος καινοτομίαις ὑπηρετούμενος, τούτων τὴν μνήμην ὁ τῆς δίκης ὀφθαλμὸς ἐπ’ ἐλέγχῳ τῶν τολμηθέντων μέχρι παντὸς οἶδε φυλάττειν ἀκήρατον· εἰ βούλει δέ, καὶ βασιλέων ζῆλος ἔνθεος, ὧν ὁ παρελθὼν οὐκ ἔχει χρόνος ὑπ’ ἀληθείᾳ δικαζούσῃ εὐσεβεστέροις ἐγκαλλωπίζεσθαι καὶ δι’ ὧν ἀνθεῖ καὶ βλαστάνει τὰ σοφὰ τῆς θεογνωσίας διδάγματα, ὥσπερ ἀπό τινος εὐγενοῦς καὶ καλλιστελέχου ῥίζης τῆς ἐκείνων φιλοθεάμονος ψυχῆς ἐκφυόμενα· ἐξ ὧν καὶ ἡμεῖς καρποὺς ὡραίους, τῆς ψυχικῆς σωτηρίας τὸν γλυκασμὸν ἀποστάζοντας, ἐπὶ πολλῶν πολλάκις κατὰ πολλὴν εὐφροσύνην ἐτρυγήσαμεν· εἰ δὲ καὶ σπείραντες αὐτοὶ καὶ σὺν πόνῳ νεώματα προαρόσαντες, ἀλλ’ οὖν οὐδὲ ταῦτα τῆς βασιλικῆς σπουδῆς καὶ συνεργείας κεχώρισται.

Καὶ τῶν χθὲς λευχειμονούντων ὁ χορὸς καὶ ὅσον οὔπω παρεσόμενος, μοῖρά τις οὖσα τῶν καρποφορουμένων, εἰς αὐτόπιστον πᾶσιν ἀρκέσει μαρτύριον· χορός, σήμερον μὲν λευκαῖς ἐλλαμπρυνόμενος στολαῖς καὶ τὸ τῆς ψυχῆς διαυγαζόμενος καθαρόν, πολλοῖς δὲ πρότερον ἔτεσι τῷ τῆς πλάνης ἐγκατορωρυγμένος ζόφῳ καὶ μηδ’ ὅτι τοσοῦτος αὐτοῖς ἐπεκέχυτο γνόφος μηδ’ εἰς συναίσθησίν πω ἐληλακώς. Ἀνθρώπων πλῆθος οὐκ εὐαρίθμητον, τὰ μὲν ἄλλα περὶ τὴν τοῦ θείου θεραπείαν δόξης οὐ δοκοῦν διημαρτῆσθαι τῆς ὀρθῆς, ἐξ ὅτου δὲ Νίκαια πατράσιν ἱεροῖς ἱερῶν δογμάτων ἐξήρκεσε τέμενος, ἐν ᾧ τῆς ὀρθοδοξίας τοὺς στύλους ἐπήξαντο καὶ ἧς οὐδεὶς οὐδὲ τῶν τὰ πέρατα τῆς γῆς οἰκούντων ἱερὸς ἀνὴρ ἀπελίπετο, ἐκεῖθεν οὗτοι δέον συνάπτεσθαι, μᾶλλον εἰς ἀντίπαλον ἀποκριθέντες μοῖραν οὐδὲν ἐξ ἐκείνου μέχρι νῦν οὔτε θεσμοῖς τῶν ἐφεξῆς συνόδων ἀπευθυνόμενοι διετέλεσαν, οὔτε μὴν πατρικαῖς ὑποθήκαις καταρτιζόμενοι, ὡς νεωτεροποιὸν δὲ τόλμημα τῆς ἀποστολικῆς διδασκαλίας διαβάλλοντες τὰ ἡμέτερα, μόνους ἑαυτοὺς τῶν ὑπ’ οὐρανὸν μὴ παρενηνέχθαι ταύτης κατηλαζονεύοντο.

Οὕτως αὐτοὺς τῆς ἐν προλήψει δεισιδαιμονίας τὸ πάθος ἐφλέγμαινε καὶ ἡ νόσος ἐγγὺς εἱστήκει τοῦ μηδὲ θεραπείας τινὸς ἡττῆσθαι μηδέποτε· καὶ ταῦτα κατὰ τῶν ἁπανταχοῦ γῆς, ὅσους ὁ χριστιανῶν ἐκόσμει θεσμός, ἐφυσῶντο κατεπαίρεσθαι, καίτοι τοῖς ἰουδαϊκοῖς αὐτοὶ κατακλειόμενοι ἔθεσι κἀκείνοις χειραγωγοῖς ἀποχρώμενοι, ὧν οὐδ’ αὐτοὶ κατονειδίζειν ἐδίσταζον τὴν τυφλότητα· ᾑροῦντο γὰρ καὶ αὐτοὶ τὸ Πάσχα κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ὁ τῆς σελήνης πλησιφαὴς ἀποκαθίσταται δίσκος τῷ ἡλίῳ διαμετρούμενος, τεσσαρασκαιδεκάτην ἀγούσης μετ’ ἰσημερίαν τοῦ ἔαρος, ἀφ’ ἧς ὕπαυγος ταῖς ἡλιακαῖς ἀκτῖσι πρὸς τὴν ἡμετέραν ὄψιν ἐκρίνετο· ἐξ οὗ καὶ τεσσαρασκαιδεκατίτας αὐτοὺς ἡ παλαιὰ τῆς ἀληθείας κρίσις ἀπεκάλει. Οὐ μὴν οὐδὲ μέχρι τούτου τὰ τῆς πλάνης αὐτοῖς ἔστη· ἀλλ’ ἅπαξ αὐτοὺς ἡ τοῦ κακοῦ λαβοῦσα φορὰ καὶ πατρικῆς ὑφαρπάσασα παιδαγωγίας εἰς ἀλλοκότους καὶ βρεφοπρεπεῖς ὑπηγάγετο δόξας· βίβλοις τε γὰρ ἀπεχρῶντο παρεγγράπτοις καὶ πρὸς μύθους ἐξέπιπτον τερατώδεις, ἀρχιερωσύνης τε συγχέοντες νόμους· καὶ μύρῳ δὲ τοῖς βαπτιζομένοις οὐκ ἦν χριομένοις ἁγιάζεσθαι· καὶ τοιαύταις τισὶν ἑτέραις παροινίαις ἐκβεβακχευμένοι ἐνωργίαζον, ὧν τῆς ἀτόπου μοχθηρίας ἀνενεχθέντες καὶ τοῦ σκότους ὑπεκδραμόντες λαμπροὶ λαμπρῶς εἰς τοὺς πατρικοὺς ἐπανέδραμον κόλπους, τῆς καθολικῆς ἐκκλησίας οὐκ ἐλαχίστῳ μέρει τὸ πλήρωμα αὔξοντες.

Ἀλλὰ μακρότερον μὲν ἡμᾶς ἴσως ἡ τοῦ λόγου παρέσυρεν ἐκβολή, οὐκ ἀνασχομένους πρᾶξιν ἀδελφὴν τῆς προκειμένης σιγῇ παρελθεῖν, δι’ ἧς οὐδὲν ἔλαττον ἡ τῆς ἀληθείας ἀπαστράπτει αὐγή· ἃ δὲ τὴν πανήγυριν ἄγει καὶ οἷς ἡ σήμερον ἑορτὴ φαιδρύνεται διαπρέπουσα, καθὼς καὶ φθάσαντες ἔφημεν, ταῦτά ἐστιν.

Εὐσέβεια λαμπρὰ κατὰ χριστομάχου δόξης ἱστῶσα τὰ τρόπαια· καὶ δυσσέβεια κάτω κειμένη καὶ αὐτάς που τὰς ὑστάτας ἐλπίδας ἐσκυλευμένη· καὶ τῶν ὑφερπυσάντων ἀρχῇ τῇ Ῥωμαίων μιξοβαρβάρων καὶ νόθων γενῶν, οἳ τοῖς βασιλεῦσιν ὕβρις ἦσαν καὶ ὄνειδος, τούτων ἡ θεομάχος στηλιτευομένη γνώμη καὶ μῖσος πᾶσι προκειμένη καὶ βδέλυγμα· ναὶ δὴ καὶ τὸ ἡμέτερον, βασιλέων εὐσεβῶν ξυνωρὶς ἀξιέραστος τῆς πορφυρίδος προλάμπουσα καὶ ταῖς τιμιωτάταις πατρὶ καὶ υἱῷ συναπτομένη τῶν κλήσεων καὶ μηδὲν ψευσθῆναι τὰς κλήσεις παραχωροῦσα τῶν σχέσεων, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι προκεῖσθαι φιλονεικοῦσα μείζονος ἢ κατ’ ἀνθρώπους ἀγάπης παράδειγμα· ἧς ἔργον ὀρθοδοξίᾳ μᾶλλον ἢ τῷ βασιλείῳ σεμνύνεσθαι διαδήματι· τούτοις ἡμᾶς ἡ κατ’ ὀφθαλμοὺς παρισταμένη πρᾶξις φιλοτιμεῖσθαι προτρέπεται· τοιαύταις ἡμᾶς ἡ τῆς παρθένου μορφὴ ἐγχαραττομένη κατευφραίνει δεξιώσεσιν, οὐκ οἴνου κρατῆρος, ἀλλὰ καλοῦ θεάματος παρέχουσα ἀπαρύεσθαι, ὑφ’ οὗ τὸ νοερὸν ἡμῶν τῆς ψυχῆς διὰ τῶν σωματικῶν ὀμμάτων καταρδόμενον καὶ πρὸς ἔρωτα θεῖον ὀρθοδοξίας τὴν βλάστησιν ὀμματούμενον τὴν τοῦ ἀληθοῦς ἀκριβεστάτην θέαν ἐν λόγῳ καρποφορίας προβάλλεται. Οὕτως ἡ τῆς παρθένου χάρις εὐφραίνει, θάλπει, ῥωννύει καὶ εἰκονίσμασι.

Παρθένος μήτηρ ἁγναῖς ἀγκάλαις τὸν κοινὸν φέρουσα πλάστην εἰς κοινὴν τοῦ γένους σωτηρίαν ὡς βρέφος ἀνακλινόμενον, τὸ μέγα τοῦτο καὶ ἄφραστον τῆς οἰκονομίας μυστήριον.

Παρθένος μήτηρ, παρθένον ἅμα καὶ μητρικὸν ὁρῶσα καὶ πρὸς ἄμφω τὰς σχέσεις ἐν ἀμερίστῳ σχήματι μεριζομένη τὸ βούλημα καὶ μηδέτερον μέρος τῷ ἀτελεῖ ἐξυβρίζουσα. Ὑπόκρισις ἄρα τῆς ἄνωθεν ἐπιπνοίας ἡ ζωγράφος τέχνη οὕτως ἀκριβῶς εἰς φύσιν τὴν μίμησιν ἔστησε. Καὶ γὰρ οἱονεὶ τῇ μὲν στοργῇ τῶν σπλάγχνων τὴν ὄψιν πρὸς τὸ τεχθὲν συμπαθῶς ἐπιστρέφουσα, οἷα δὲ τῷ ἀπαθεῖ καὶ ὑπερφυεῖ τοῦ τόκου εἰς ἄσχετον ἅμα καὶ ἀτάραχον ἁρμοζομένη κατάστημα διαθέσεως παραπλησίως φέρει τὸ ὄμμα σχηματιζόμενον. Εἴποις ἂν αὐτὴν (μηδ’ εἴ τις ἐπερωτῴη, πῶς δὲ παρθενεύεις καὶ τέτοκας;) μηδ’ ἂν τὸ φθέγξασθαι παραιτήσασθαι. Οὕτω διεσαρκώθη τὰ χείλη τοῖς χρώμασιν. <ὥστε> καὶ συνεπτύχθαι μόνον καὶ ἠρεμεῖν ὡς ἐν μυστηρίοις, ἀλλ’ οὐκ ἔχειν δι’ ὅλου τὴν ἡσυχίαν ἀκίνητον, οὐδὲ μιμήσει τὴν μορφὴν ἐνωραΐζεσθαι, ἀλλ’ αὐτόχρημα τυγχάνειν ἀρχέτυπον.

Ὁρᾷς οἵου κάλλους τὸ τῆς ἐκκλησίας ἐχήρευε πρόσωπον, ὅσης δὲ λαμπρότητος ἀπεστέρητο, ἡλίκων δὲ χαρίτων σκυθρωπὸς ἐκράτει κατήφεια; Ἐκεῖνο παλαμναίας χειρὸς ἰουδαϊκῆς, οὐδὲν ἐλλεῖπον θρασύτητος, τόλμημα· τοῦτο φρενὸς θεοληπτουμένης καὶ δεσποτικῆς ἀγάπης περιφανέστατον γνώρισμα, καθ’ ἣν καὶ ὁ τῶν ἀποστόλων ἐτελειοῦτο μυσταγωγούμενος θίασος, ὑφ’ ἧς καὶ ὁ τῶν ἀθλοφόρων δρόμος μέχρι τῶν στεφάνων εἰς νίκας ἐπτέρωτο καὶ προφῆται, Θεοῦ γλῶσσαι, τῇ τῶν ἐσομένων γνώσει καὶ παναληθεῖ προρρήσει τοῖς ἀνθρώποις ἦλθον εἰς δόξαν ἀδίστακτον· ἀγάπης γὰρ εἰλικρινεστάτης καὶ θείας ὡς ἀληθῶς ἆθλα ταῦτα καὶ δωρήματα, ἧς καὶ τῶν σεπτῶν εἰκόνων τὸ σέβας ἐξήρτηται, καὶ ὥσπερ ἀσχέτου καὶ μιαρωτάτου μίσους ἡ τούτων καθαίρεσις.

Ἐκεῖνοι τὴν νύμφην Χριστοῦ ἐκκλησίαν τοῦ οἰκείου κόσμου περιδύσαντες καὶ πικροῖς ἐγκαθυβρίσαντες τραύμασι, δι’ ὧν τὰ τῆς μορφῆς αὐτῆς ἐξωρύσσετο, γυμνὴν οἷα καὶ ἄμορφον καὶ τοῖς πολλοῖς ἐκείνοις ἐπιστυγνάζουσαν τραύμασι λήθης βυθῷ παραπέμψαι ἐφρυάξαντο, ἰουδαϊκὴν κἀνταῦθα παραζηλοῦντες ἀπόνοιαν· αὕτη δὲ νῦν τὰς ἐπ’ ἐκείναις ταῖς πληγαῖς οὐλὰς εἰς ἔλεγχον τῆς ἰσαυρικῆς καὶ χριστομάχου γνώμης ἐπὶ τοῦ σώματος ἔτι φέρουσα καὶ ταύτας ἀπαλειφομένη καὶ ἀντὶ τούτων τῆς οἰκείας δόξης περιβαλλομένη τὴν λαμπρότητα τὸ ἀρχαῖον τῆς εὐπρεπείας ἀναμορφοῦται ἀξίωμα, πλατὺν τῶν καταφρυαξαμένων αὐτῆς τὸν χλευασμὸν καταχέουσα καὶ τῆς ὡς ἀληθῶς ἀτόπου φρενοβλαβείας οἰκτείρουσα.

Ταύτην τὴν ἡμέραν εἴ τις ὀρθοδοξίας ἀρχὴν καὶ ἡμέραν, ἵνα μηδὲν ὑπέρογκον εἴπω, καλέσειεν, οὐκ ἂν ἁμάρτοι τοῦ δέοντος· καὶ γάρ, εἰ καὶ βραχὺς ὁ χρόνος, ἐξ οὗ τῆς εἰκονομαχικῆς αἱρέσεως ἀπῃθαλώθη τὸ φρόνημα καὶ τὰ τῶν ὀρθῶν δογμάτων εἰς πάντα τῆς οἰκουμένης περιηυγάσθη τὰ πέρατα βασιλικῷ καὶ θείῳ προστάγματι φρυκτωρούμενα, ἐμὸν καὶ τοῦτο καλλώπισμα· τῆς γὰρ αὐτῆς θεοφιλοῦς βασιλείας ἀγώνισμα.

Ἀλλ’ οὖν, ἐπείπερ ὁ τῆς οἰκουμένης ὀφθαλμός, ὁ περιώνυμος οὗτος καὶ θεῖος ναός, οἱονεὶ τὰ τῆς ὁράσεως ἐκκεκολαμμένος μυστήρια ἐσκυθρώπαζεν (τῆς γὰρ εἰκονουργικῆς ἀναστηλώσεως οὔπω ἀπειλήφει τὸ δικαίωμα), ἀμυδρὰς τοῖς προσιοῦσι τὰς ἀκτῖνας ἠφίει τῆς ὄψεως καὶ στυγνὸν ἐπὶ τούτοις τὸ τῆς ὀρθοδοξίας ἐδείκνυτο πρόσωπον.

Νῦν δὲ καὶ ταύτην ἀποτιθεμένη τὴν σκυθρωπότητα καὶ τοῖς οἰκείοις πᾶσιν ἐνωραϊζομένη καὶ διαπρέπουσα ἀγλαΐσμασι καὶ τὸν πλοῦτον αὑτῆς προικοφοροῦσα καὶ χαίρουσα φαιδρὰ φαιδρῶς ὑπακούει τῆς τοῦ νυμφίου φωνῆς διακεκραγότος καὶ λέγοντος. Ὅλη καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν αὐτῇ. Καλὴ ἡ πλησίον μου· τῇ γὰρ τῶν δογμάτων ὀρθότητι τὰ τῶν χρωμάτων ἄνθη κεράσασα καὶ κάλλος ἱερὸν ἱεροπρεπῶς αὑτῇ δι’ ἀμφοῖν ἐμμορφώσασα καὶ οἱονεὶ ὅλην δι’ ὅλου καὶ παντέλειον ἀγαλματοφοροῦσα τὴν εὐσέβειαν οὐ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὡραία κάλλει γνωρίζεται, ἀλλὰ καὶ [τὰς] παρ’ οὕστινας οὖν ἑτέρους εἰς ἄφραστον εὐπρεπείας ἐξήρτηται ὡραιότητα. Ὅλη καλὴ ἡ πλησίον μου· τὰς πληγὰς διαπέφευγε, τῶν τραυμάτων ἠλευθέρωται, τοὺς σπίλους ἀπερρύψατο, τοὺς ὑβριστὰς ἐταρτάρωσε, τοὺς ὑμνητὰς ὑπερύψωσε. Καὶ μῶμος οὐκ ἔστιν ἐν αὐτῇ· τῶν στιγμάτων κρείσσων γέγονεν, οἷς ἀλλόφυλος καὶ μιαρὰ χεὶρ ὅλον αἰκιζομένη τὸ σῶμα κατέστιξε. Τούτων ἁπάντων τὰς κηλῖδας ἀπεσμήξατο· τὸν νυμφικὸν καὶ ἀρχαῖον ἐπανῃρημένη κόσμον περιέθετο.

Εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτὴν βασίλισσαι καὶ αἰνέσουσιν αὐτήν. Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡσεὶ σελήνη καὶ ἐκλεκτὴ ὡς ὁ ἥλιος; Ταύτην ἄρα τὴν εὐπρέπειαν καὶ τὴν βασίλειον στολὴν ἄνωθεν ὁ θεσπέσιος ὑπέγραφε Δαβὶδ τῷ δεσπότῃ καὶ βασιλεῖ τῶν ὅλων ἐν ᾄσματι μελῳδούμενος· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.

Ὄντως ὡραιώθησαν διαβήματα αὐτῆς. Ἐξεγείρου, Σιών, ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰώνιος· ἐπὶ γὰρ τῆς κεφαλῆς σου ἀγαλλίασις καὶ αἴνεσις καὶ εὐφροσύνη καταλήψεταί σε. Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε, λέγει Κύριος. Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκα τὰ τείχη σου καὶ ἐνώπιόν μου εἶ διὰ παντός. Ταύτην ἄρα καὶ αὐτὴ προορωμένη αὑτῆς τὴν φαιδρότητα διὰ Ἡσαΐου προανεφώνησε λέγουσα· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, περιέθηκέ με ὡς νυμφίῳ μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμον. Καὶ οὐκέτι ἔσομαι ὡς πόλις καταλελειμμένη, ἀλλ’ ὡς ἐπιζητουμένη, καὶ ὡς στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ.

Ταύτῃ τοι καὶ ἡμεῖς ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ψυχῆς χοροστατοῦντες τῇ πανηγύρει, καὶ τῆς ἀναμορφώσεως τὰ ἐγκαίνια συνεορτάζοντες σήμερον, τὰς προφητικὰς ἐκείνας <φωνὰς> ἐπιθειάζομεν λέγοντες· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ.

Περιεῖλε Κύριος τὰ ἀδικήματά σου, ἐρρύσατό σε ἐκ χειρὸς τῶν ἐχθρῶν σου. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἰδοὺ γὰρ ἥκασί σοι πάντες οἱ υἱοί σου μακρόθεν καὶ αἱ θυγατέρες σου, οὐ χρυσίον καὶ λίβανον καὶ λίθους, ἔκγονα γῆς πάντα καὶ ἀνθρωπίνῳ νόμῳ πλουτοῦντα τὸ τίμιον, ἀλλὰ χρυσίου παντὸς καθαρωτέραν καὶ λίθων ἁπασῶν τιμιωτέραν τὴν πατρῴαν πίστιν ἀκίβδηλόν σοι προσάγοντες· τέρπου καὶ εὐφραίνου ἐξ ὅλης τῆς καρδίας σου· ἰδοὺ γὰρ ἥκει Κύριος καὶ κατασκηνώσει ἐν μέσῳ σου. Τί τῆς παρούσης ἡμέρας τερπνότερον, τί δὲ τῆς ἑορτῆς εἰς θυμηδίας λόγον καὶ χαρᾶς ἐναργέστερον; Ἄλλο τοῦτο κατὰ τοῦ θανάτου σήμερον δι’ αὐτῶν τῶν σπλάγχνων κέντρον πήγνυται, οὐχὶ τάφῳ νεκρώσεως εἰς κοινὴν τοῦ γένους ἔγερσιν τοῦ Σωτῆρος καλυπτομένου, ἀλλὰ τῆς μητρικῆς εἰκόνος ἀπ’ αὐτῶν τῆς λήθης τῶν πυθμένων ἀνισταμένης καὶ συνανιστώσης ἑαυτῇ τὰ τῶν ἁγίων μορφώματα.

Χριστὸς σαρκὶ ἐπεδήμησε καὶ τῆς τεκούσης ὠλέναις ἐφέρετο· τοῦτο καὶ ταῖς εἰκόσιν ὁρᾶται καὶ πιστοῦται καὶ κηρύσσεται, αὐτοψίας νόμῳ διατρανουμένης τῆς μαθήσεως καὶ τοὺς θεατὰς ἐφελκομένης εἰς ἀπροφάσιστον συγκατάθεσιν. Μισεῖ τις τὴν διὰ τούτων διδασκαλίαν; πῶς οὐ πρότερον οὗτος τὸ τῶν εὐαγγελίων εἰς μῖσος ἀπώσατο κήρυγμα; ὥσπερ γὰρ ὁ λόγος ὁ δι’ ἀκοῆς, οὕτω δι’ ὄψεως ἡ μορφὴ τοῖς τῆς ψυχῆς ἐγχαράσσεται πίναξιν, ὁμόφωνον τῆς εὐσεβείας, οἷς πονηρῶν δογμάτων ἡ πρόληψις οὐκ ἐνέστικται, τὴν μάθησιν διαγράφουσα. Μάρτυρες δεσποτικῆς ἀγάπης ὑπερήθλησαν, τὸ φίλτρον τοῦ πόθου τοῖς αἵμασι παραστήσαντες καὶ τὴν μνήμην αἱ βίβλοι συνέχουσι· ταῦτα καὶ ταῖς εἰκόσιν ὁρῶνται διαπραττόμενοι, ἐναργεστέραν τῆς γραφῆς παρεχομένης τῶν μακαρίων ἐκείνων εἰς γνῶσιν τὴν ἄθλησιν. Ἄλλοις αἱ σάρκες καὶ ζῶσιν ὡλοκαυτώθησαν, προσευχῆς καὶ νηστείας καὶ τῶν ἄλλων πόνων καλλιερούντων τὰ θύματα· ταῦτα καὶ λόγοι καὶ εἰκόνες φέρουσαι μᾶλλον τοὺς ὁρῶντας ἢ τοὺς ἀκούοντας πρὸς μίμησιν ἐπιστρέφουσιν. Ἡ παρθένος τὸν κτίστην χερσὶν ὡς βρέφος βαστάζει. Τίς καθορῶν ἢ τοῖς ὠσὶ ταῦτα βαλλόμενος οὐ μᾶλλον καταπλαγείη τοῦ μυστηρίου τὸ μέγεθος καὶ πρὸς ὕμνον διανασταίη τῆς ἀφάτου καὶ λόγους πάντας νικώσης συγκαταβάσεως;

εἰ γὰρ καὶ δι’ ἀλλήλων ἑκάτερον συνεισάγεται, ἀλλὰ πολὺ προέχειν ἐπὶ τῶν ἔργων αὐτῶν ἐπιδείκνυται τῆς κατὰ τὴν ἀκοὴν εἰσδυομένης μαθήσεως ἡ διὰ τῆς ὄψεως ἐγγινομένη κατάληψις. Ἔκλινέ τις τὸ οὖς εἰς διήγημα; εἵλκυσε φανταζομένη τὸ ἀκουσθὲν ἡ διάνοια; νηφούσῃ μελέτῃ τὸ κριθὲν τῇ μνήμῃ ἐναπέθετο. Οὐδὲν τούτων ἔλαττον, εἰ μὴ καὶ πολὺ μᾶλλον, κρατεῖ τὰ τῆς ὄψεως· καὶ γὰρ καὶ αὐτή γε δήπου τῇ προχύσει καὶ ἀπορροῇ τῶν ὀπτικῶν ἀκτίνων τὸ ὁρατὸν οἱονεί πως ἐπαφωμένη καὶ περιέπουσα τὸ εἶδος τοῦ ὁραθέντος τῷ ἡγεμονικῷ παραπέμπεται, ἐκεῖθεν διαπορθμευθῆναι διδοῦσα τῇ μνήμῃ πρὸς ἐπιστήμης ἀπλανεστάτης συνάθροισιν. Εἶδεν ὁ νοῦς, ἀντελάβετο, ἐφαντάσθη, τοὺς τύπους ἀκόπως ἐν τῇ μνήμῃ παρεπέμψατο.

Ἀθετεῖ τις τοὺς περὶ τούτων λόγους ἱεροὺς καί, οἷς ἅπαν ἐλαύνεται ψεῦδος, οὐ κρείσσους ἄγει ἀμφισβητήσεως; οὗτος πολὺ πρότερον καὶ τῶν σεπτῶν εἰκονισμάτων ἐξορχεῖσθαι τὸ σέβας πεπλάνηται. Ἀλλὰ τιμᾷ ταῦτα καὶ ταῖς προσηκούσαις γεραίρει σεβασμιότησι; τὴν ὁμοίαν ἕξει καὶ περὶ τοὺς λόγους διάθεσιν· ὁποτέρῳ γὰρ ἄν τις τούτων τὰ τῆς τιμῆς ἢ τὰ τῆς ἐξουδενώσεως προσάψῃ, τῶν ἴσων ἀνάγκη καὶ τῷ ἑτέρῳ μεταδιδόναι, εἰ μή τις μετὰ τῆς ἀσεβείας καὶ τοῦ φρονεῖν ὅλως παρενήνεκται, οὐ δυσσεβῶν μόνον, ἀλλὰ καὶ ἑαυτῷ πρεσβεύων μαχόμενα. Οὕτως οἱ ταῖς ἱεραῖς εἰκόσι προσπταίειν κατολισθήσαντες οὐδὲ τῶν δογμάτων φυλάττειν ἐλέγχονται τὴν ὀρθότητα, ἀλλὰ θατέρῳ συνεξόμνυνται θάτερον· καὶ θαρρεῖν οὐκ ἔχουσιν ὁμολογεῖν ὃ δοξάζουσιν, οὐχὶ τὸ ἀσεβεῖν, τὸ δὲ μὴ δοκεῖν φυλαττόμενοι· καὶ φεύγουσι κλῆσιν, ἧς τὴν πρᾶξιν προθύμως μεταδιώκουσι· βδελυκτοὶ τῆς κακουργίας, βδελυκτότεροι τὴν ἀσέβειαν· ὧν κλάδοις αὐτοῖς καὶ αὐταῖς ἁπάσαις ῥίζαις ἡ παραφυὰς ἐναπόλωλεν, οἷα δὴ τῷ θεσπεσίῳ Δαυῒδ ἐν ᾄσμασιν ἀνακρούεται μετ’ ἤχου τῶν ἀσεβῶν ἀπολλύμενον τὸ μνημόσυνον, ἐκείνου σὺν δίκῃ τὴν κρίσιν αὐτοῖς ἐπαφιέντος, ὃν αὐτοὶ διὰ τῆς εἰκόνος ἐξουδένωσαν.

Ἡμῖν δὲ κατ’ ὀφθαλμοὺς ἡ παρθένος τὸν κτίστην ὡς βρέφος ἀγκαλοφοροῦσα κἀν ταῖς γραφαῖς ὥσπερ τοῖς λόγοις καὶ ταῖς θεωρίαις ἀκίνητος ἕστηκε, πρέσβυς μὲν ὑπὲρ σωτηρίας, διδάσκαλος δὲ θεοσεβείας, καὶ χάρις μὲν ὀφθαλμῶν, χάρις δὲ διανοίας, αἷς εἰς τὸ νοητὸν τῆς ἀληθείας κάλλος ὁ ἐν ἡμῖν θεῖος ἔρως ὀχούμενος ἀναφέρεται.

Ἀλλὰ γὰρ τί πάθω, λέγειν ἅμα καὶ σιγᾶν συνελαυνόμενος; τῷ θέλγοντι γὰρ τῆς προκειμένης ὑποθέσεως προσλιπαρεῖν τοῖς λόγοις καὶ κόρον οὐκ ἔχειν τοῦ λέγειν προῄρημαι. Ὁ δὲ καιρὸς ῥέων καὶ ἀναμονῆς οὐκ εἰδὼς νόμους, σιγὴν ἐπιθέντας τῷ λόγῳ, ἐφ’ ἑτέραν ἡμᾶς ἀπαραίτητον ὑπηρεσίαν προτρέπεται. Πλὴν ἐπειδήπερ τὸν μὲν οὐκ ἔστι λαβεῖν παρελθόντα, τῆς δέ, κἂν ὅλον τις τὸν βίον λόγους ποιῆται, κατ’ ἀξίαν εἰπεῖν οὐδεὶς ἐξικνεῖται, ὅτι χαλεπὸν ἀμφοῖν ἐκπεσεῖν, τὸ δυνατὸν ἐμοὶ καὶ πρέπον σιγήσας τῷ καιρῷ καλοῦντι πεισθήσομαι. Ἀλλ’, ὦ νυμφίε λόγε καὶ σοφία τοῦ πατρὸς ἐνυπόστατε, ἧς τὸ ἱερὸν τοῦτο καὶ σεπτὸν ἐπώνυμον τέμενος, δίδου μὲν ἡμῖν, ὧν ἐλλιπῶς εἴρηται, συγγνώμην· σὸν γάρ ἐστιν οὐκ εἰς τὴν χρείαν, ἀλλ’ εἰς τὴν γνώμην ὁρᾶν καὶ ταύτην τοῦ δώρου μέτρον ποιεῖσθαι, ἀλλ’ οὐ πρὸς τὴν ἀξίαν τοὺς λόγους ζυγοστατεῖν. Δίδου δὲ καὶ τοὺς διὰ σοῦ λαχόντας τῶν ἐπὶ γῆς βασιλεύειν καὶ τὰ ὑπόλοιπα τοῦ νεὼ τοῖς ἱεροῖς μορφώμασι καθιερῶσαι· καὶ οἷά περ τῆς οἰκουμένης ὑπὸ σοῦ τεχθέντας ὀφθαλμοὺς φύλαξον ὡς κόρην ὀφθαλμοῦ, πάσης μὲν ἀνωτέρους τιθεὶς ἐπηρείας, φοβεροὺς δὲ τοῖς πολεμίοις καὶ ἀνυποστάτους δεικνύς, εὐμενεῖς δὲ καὶ σωτηρίους τοῖς ὑπηκόοις καὶ τῆς σῆς ἀδιαδόχου καὶ μακαρίας ἐκείνης ἅμα ἡμῖν ἀξίους ποιῶν βασιλείας.

Ὅτι σὸν τὸ κράτος καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις τῆς ὁμοουσίου καὶ ζωαρχικῆς καὶ παντοδυνάμου τριάδος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.