Ἔργον
Μέγας Φώτιος – Ὁμιλίαι
Ομιλία ΙΘ': Εγκώμιο στην αγία πρωτομάρτυρα Θέκλα
Εξιστόρηση του βίου, των μαρτυρίων, της θαυματουργικής διάσωσης και της ιεραποστολικής δράσης της αγίας Θέκλας, υπό την πνευματική καθοδήγηση του αποστόλου Παύλου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΙΘ': Εγκώμιο στην αγία πρωτομάρτυρα Θέκλα
Εξιστόρηση του βίου, των μαρτυρίων, της θαυματουργικής διάσωσης και της ιεραποστολικής δράσης της αγίας Θέκλας, υπό την πνευματική καθοδήγηση του αποστόλου Παύλου.
Φωτίου πατριάρχου Κωνσταντινουπόλεως ἐγκώμιον εἰς τὴν ἁγίαν πρωτομάρτυρα Θέκλαν. Θέκλης ἡ μνήμη τῆς πρωτομάρτυρος γυναικῶν μὲν ὑπάρχει καλλώπισμα, ἡδὺ δὲ ἀνδρῶν σεμνολόγημα, ὁμοῦ δὲ πάντων πρὸς ἀρετὴν καὶ ἀνδραγαθίαν προτροπὴ καὶ παράκλησις, δαιμόνων δὲ πληγὴ καὶ κατήφεια καὶ τὸ κατὰ τῆς προμήτορος ἀφαιρουμένη τρόπαιον, μᾶλλον δὲ οὐκ ἀφαιρουμένη μόνον, ἀλλὰ καὶ τὸ κατ’ αὐτῶν ἀνιστῶσα λαμπρότερον· οἷς γὰρ μετὰ τὴν νίκην καὶ τὸ φρύαγμα τοὺς ἀλαζόνας ἐτραυμάτισε καὶ πολλῆς αἰσχύνης καὶ ἀμηχανίας ἐνέπλησεν, οὐ μόνον αὐτῶν καθεῖλε τὸ γαυρίαμα, ἀλλὰ καὶ φοβερὸν ἡγεῖσθαι τὸ ἡττημένον γένος ἐδίδαξεν. Εἰ μὲν οὖν ἓν ἦν τῶν εἰρημένων διηγωνισμένον τῇ μάρτυρι, οὐδ’ οὕτως ἂν ὁ λόγος εἰς θάρσος ἐπήρθη παρρησιάσασθαι τὴν ἐπὶ μέρους διήγησιν· ἐπεὶ δὲ τοσαῦτα δι’ ἑνὸς σώματος συνῆλθεν εἰς ἓν καὶ μιᾶς παρθένου πρᾶξις τοσούτους ἐκίνησε κατορθωμάτων τε καὶ θαυμάτων ποταμούς, τίς ἂν εὑρεθείη λόγος τούτοις ἅπασι ῥώμην ἔχων συμπαρεκτείνεσθαι;
Παρθένος κόρη, θαλάμων ἄρτι προκύπτουσα, οὐδέπω μαθοῦσα θέας ἀρρένων ἀνέχεσθαι, ἀλλὰ καὶ αὐτοῖς ἐπερυθριῶσα τοῖς ὀνόμασιν, αὕτη θεῖον καὶ γενναῖον ἐξαίφνης ἀναλαβοῦσα φρόνημα ἐπὶ στάδιον ἀθλητικὸν καταβαίνει καὶ συμπλέκεται τῷ κοινῷ τῆς φύσεως ἀνταγωνιστῇ καὶ τὸ θέατρον πολυάνθρωπον καὶ τοῖς μὲν ὠσὶν ὀρθοῖς, ἀνεῳγμένοις δὲ τοῖς ὄμμασι κέχηνε μὲν πρὸς τοὺς ἄθλους καὶ καταπλήττεται τοῖς θεάμασιν, ὁρῶντες δὲ τὴν παρθένον περιφανῶς τὴν νίκην ἁρπάζουσαν, ὅσον γεγήθασι, τοσοῦτον τοῖς ὁρωμένοις ἀπιστεῖν ἀπὸ τοῦ θαύματος ἐκβιάζονται.
Πίπτει δ’ οὖν ὅμως ἀνὰ κράτος ὁ τοῦ γένους ἐχθρὸς καὶ πολέμιος καὶ χορεῖαι μὲν παρθένων τὴν νίκην χορεύουσιν, ἀνδρῶν δὲ συστήματα κροτοῦσι χεῖρας καὶ δι’ ἑκατέρου γένους τὸ θέατρον ἐκπληττόμενον ἐρᾷ μὲν τῶν ἄθλων, σκιρτᾷ δὲ τὴν νίκην, ἀνεπτέρωται δὲ πρὸς τὴν μίμησιν. Καὶ Παῦλος μέν, ὁ κοινὸς τῆς οἰκουμένης παιδαγωγός, οἷα δὴ τῆς παρθένου παιδοτρίβης πρὸς τοὺς ἄθλους καὶ μυσταγωγός, χαίρων τῷ πνεύματι καὶ συναγαλλόμενος τῷ κατορθώματι, τὴν μὴ σιγῶσαν τοῦ πνεύματος σάλπιγγα λαβών, τὰ τῶν ἀγώνων ἅμα σαλπίζει καὶ τὰ τῆς νίκης ἔπαθλα. Τὴν πίστιν τετήρηκας, τὸν δρόμον τετέλεκας, λοιπὸν ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης στέφανος· καὶ ὁ στεφοδότης τὴν χεῖρα προτείνει, τῇ τροπαιοφόρῳ κεφαλῇ τὸ στέφος περιτιθέμενος. Ἆρ’ ὁ λόγος οὐ συνετῶς τὸν ὄκνον ἀντὶ τοῦ λέγειν προβάλλεται καὶ πρὸς τὴν κατὰ μέρος ἱστορίαν ἀναβάλλεται διπλῆν; ἀλλὰ πῶς ἂν εἴη τηλικαῦτα κατορθώματα τῷ χρόνῳ σῳζόμενα μὴ τῷ τῆς ἀληθείας λόγῳ περιηχούμενά τε καὶ στηλογραφούμενα ἀναγράψασθαι;
Παῦλος τοιγαροῦν οὗτος, ὁ θεῖος καὶ οὐράνιος ἄνθρωπος, ὃν προλαβὼν ὁ λόγος ἱστόρησε, Παῦλος ἐκεῖνος, ὁ τὸν γῦρον τῆς οἰκουμένης τῇ διδασκαλίᾳ διαδραμών, μετὰ τὸν ἐξ Ἀντιοχείας αὐτοῦ διωγμὸν καταλαβὼν τὸ Ἰκόνιον, Ὀνησιφόρου τινὸς τῶν θεοφιλῶν ξενίαν αὐτῷ παρασκευάσαντος, κατάγεται μὲν παρ’ αὐτῷ, κηρύττων δὲ τὸν σωτήριον λόγον ἄλλους τε πολλοὺς προσήγαγε τῇ πίστει καὶ δὴ καὶ ταύτην, τὴν πολυύμνητον καὶ πρωτομάρτυρα Θέκλαν· ἐκ γειτόνων γὰρ τῆς οἰκίας παραπήλαυσε καὶ αὐτὴ τῆς σωτηρίου διδασκαλίας.
Κατ’ ἐκεῖνο δὲ καιροῦ Θάμυρίς τις ὄνομα, τῶν ἐν τοῖς πολίταις οὐκ ἄσημος, τὴν παρθένον ἐμνηστεύετο, τῆς μητρὸς αὐτῆς Θεοκλείας τὸν γάμον κατεγγυωμένης. Ἀλλ’ ἡ μακαρία Θέκλα τῷ θείῳ πυρπολουμένη ἔρωτι, ὃν ὁ τῶν ῥημάτων τοῦ θεσπεσίου Παύλου πυρσὸς αὐτῇ ἀνεφλέξατο, τὸν τῶν ῥεόντων πόθον ἅπαντα ὑπερεώρα καὶ εἰς οὐδὲν ἐλογίζετο. Συνῆν δὲ τότε καὶ Δημᾶς τῷ μακαρίῳ Παύλῳ, ἀλλὰ καὶ Ἑρμογένης, τὰ τῶν μαθητῶν μὲν καὶ φίλων σχηματιζόμενοι, καιρὸν δὲ ζητοῦντες τὰ τῶν ἐχθρῶν ἐπιδείξασθαι· ἐσπούδαζον δὲ καὶ συμπαρατάξασθαι τῷ Θαμύριδι κατὰ τοῦ διδασκάλου.
Δικαστηρίου τοίνυν καὶ βήματος προευτρεπισμένου, ἡ παρθένος παρίσταται, Καστελλίνου μὲν τοῦ ἀνθυπάτου ἐν αὐτῇ τῇ πόλει δικάζοντος, τοῦ μνηστῆρος δὲ διὰ τὴν ἀποτυχίαν τὴν κατηγορίαν σπουδάζοντος, ἀλλὰ καὶ τῆς μητρὸς αὐτῆς Θεοκλείας συνεπιτιθεμένης τῇ μάρτυρι· ἄγεται δὲ καὶ ὁ Παῦλος πρότερον ἐπὶ τὸ βῆμα, χριστιανισμόν τε φέρων ἔγκλημα καὶ τοὺς κατὰ θεσμὸν γάμους ἀνατρέπων τῆς πόλεως. Ὁ δὲ ἀνθύπατος τὸν μακάριον Παῦλον πρότερον δεινῶς ἀνακρίνας εἱρκτῇ κατατίθεται· εἶτα τὴν μακαρίαν παρθένον ἔκδοτον ποιεῖται τῇ τῆς μητρὸς ὀργῇ καὶ τῇ τοῦ μνηστῆρος ἀκολασίᾳ.
Οἱ δὲ πυρὰν ὑφαψάμενοι τὴν παρθένον ἐμβληθῆναι παρασκευάζουσιν, ἡνίκα καὶ τὸν Παῦλον ὁ ἀνθύπατος φραγγελώσας, ποιναῖς τε ἄλλαις ὑποβαλών, τῆς πόλεως ὑπερώρισεν. Τοῦ δὲ πυρὸς εἰς ὑπερβάλλουσαν φλόγα ἐπαρθέντος, ὕδατος οὐρανόθεν μεγάλῃ φορᾷ κατενεχθέντος καὶ ἐπικαταρραγείσης χαλάζης, ὡς καὶ φόνον ἀνθρώπων οὐκ ὀλίγων γενέσθαι, τῶν τὴν πυρὰν παρασκευασαμένων, ὁ Θεὸς κακῶν ἀπαθῆ τοῦ πυρὸς ἐξαρπάζει τὴν ἑαυτοῦ μάρτυρα. Ἡ δὲ ἀπαλλαγεῖσα τὸν τῆς εὐσεβείας διδάσκαλον, τὸν Παῦλον, ἐζήτει παραυτίκα· καὶ ἐπιζητήσασα θᾶττον εὑρίσκει καὶ τῆς παλιγγενεσίας τυχεῖν αἰτεῖται καὶ δέχεται τὴν ὑπόσχεσιν, ὅτι λήψεται.
Συναποδημεῖ δὲ τέως αὐτῷ πρὸς τὴν τῆς Συρίας Ἀντιόχειαν. Τῶν δὲ ἐν τῇ πόλει ταύτῃ πρωτεύειν δοκούντων, Ἀλέξανδρος ὄνομα, ἔρωτι δυσώδει ἐκβακχεύεται κατὰ τῆς παρθένου. Καὶ ἐπειδὴ τῆς ὁρμῆς διαμαρτάνει, γράφεται μὲν ταύτην δημοσίῳ κατηγορήματι ἔγκλημα ἱεροσυλίας, ἰδιολογεῖται δὲ τῷ ἡγεμόνι, ὡς περιρρήξειέ τε τὸν ἑαυτοῦ χιτωνίσκον ἡ κατηγορουμένη, καὶ τὸν τῆς κεφαλῆς στέφανον περιέλοι, οὐδὲν ἕτερον ἐγκαλεῖν ἔχουσα ἢ ὅτι πόθος αὐτὸν ὁ περὶ αὐτὴν ἐβιάσατο ταύτης ἅψασθαι. Ὁ δὲ ἡγεμὼν τὴν δυναστείαν θεραπεύειν προαιρούμενος τοῦ Ἀλεξάνδρου, θηριομαχεῖν καταδικάζει τὴν πολλῶν στεφάνων ἀξίαν. Ἐν ταύτῃ τῇ πόλει καὶ τῇ πράξει Τρύφαινά τις, εἰς βασιλικὸν ἀναφερομένη αἷμα, πλούτῳ τε κομῶσα καὶ ταῖς ἀρεταῖς οὐδὲν ἔλαττον σεμνυνομένη, συμβαλοῦσα τῇ Θέκλᾳ καὶ εἰς γνῶσιν καταστᾶσα τῆς παρθένου, τὸ ἐπὶ τῇ θυγατρὶ πένθος εἰς τὸν ταύτης πόθον μεταβάλλει· ἐτύγχανε γὰρ οὐ πρὸ πολλοῦ θυγατέρα ἀποβαλοῦσα, Φαλκονίλαν ὀνόματι, ἧς τὴν στέρησιν καὶ τὸν θάνατον οὐκ ἐκαρτέρει.
Τῆς δὲ μακαρίας παρθένου καὶ πρωτομάρτυρος Θέκλης θηριομαχεῖν ἐκδεδομένης, λέαινα μὲν αὐτῇ κατ’ ἀρχὰς ἐπαφίεται, εἶτα ἄρκτος καὶ μετ’ ἐκείνην λέων. Ἡ δὲ λέαινα οὐ μόνον τοῦ μακαρίου ἐκείνου σώματος φειδὼ πᾶσαν καὶ εὐλάβειαν ἐποιεῖτο, ἀλλὰ καὶ τὴν ἄρκτον, ὁρμήσασαν ὥστε ἅψασθαι, διεσπάραξε, καὶ τὸν λέοντα δὲ ἐπιφερόμενον συνδιαφθαρεῖσα διαφθείρει, ὑπὲρ τῆς σωτηρίας τῆς μάρτυρος τῆς ἰδίας ζωῆς ἀλογήσασα. Ἐπὶ τούτοις θηρίων ἄλλων πλῆθος κατὰ τῆς μάρτυρος ἀθρόως ἀφίεται, ἀλλ’ οὐδὲ ἓν τούτων αὐτῇ προσεπέλασεν. Ὀρύγματος δὲ χειροποιήτου κατὰ τὸ θέατρον παρεσκευασμένου, ἐν ᾧ φῶκαί τε καὶ ἄλλα τῶν ἐναλίων θηρίων ἐπενήχετο, ἐπεὶ ἡ τοῦ τυράννου ψῆφος καὶ ταύτην τὴν δίκην κατὰ τῆς μάρτυρος ἐξηνέγκατο, ἐκείνη τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπικαλεσαμένη ἀφίησιν ἑαυτὴν τοῖς θηρίοις καὶ τῷ ὕδατι, βάπτισμα τοῦτο σωτήριον καὶ δεξαμένη καὶ ὀνομάσασα. Ὡς δὲ καὶ ταύτης παραδόξως τῆς τιμωρίας ἡ παρθένος ἀνωτέρα ἐπιδέδεικται, τὸ θέατρον μὲν ἐπεκρότει τὴν μάρτυρα καὶ τὸν ταύτης θεὸν ἐμεγάλυνε, τὰ δὲ ἐν τῷ ὕδατι θηρία, σελαγιζούσης ἀστραπῆς καὶ φοβερόν τι καὶ κατάπληκτον ἀστραπτούσης ἐπιφανείσης, διεφθάρη τε καὶ ἀπώλετο, τοῦ παρθενικοῦ σώματος περιστελλομένου, ἀντὶ στολῆς τοῦ σελαγίζοντος φωτὸς αὐτῷ περιχυθέντος.
Ἀλλ’ οὐδὲν τούτων ἐδυσώπει τὸν Ἀλέξανδρον, ἀλλὰ ποινὴν ἑτέραν τῇ μάρτυρι προσάγει· σχοινίοις γὰρ τοὺς πόδας αὐτῆς ἐξαψάμενοι καὶ ταύροις ἀγρίοις ἐνδησάμενοι, παρώξυναν τούτους δρόμῳ τὸ μαρτυρικὸν σῶμα ἐκεῖνο διασπᾶσαι. Ἀλλὰ καὶ ταύτης ὁ Χριστὸς τῆς τιμωρίας τὴν αὑτοῦ θεράπαιναν ἐξαρπάζει ἀπορρήτῳ λόγῳ. Ἡ δὲ Τρύφαινα παροῦσα καὶ θεωμένη τὸ πάθος, οὔπω τῆς θείας εὐμενείας τὸ οἰκεῖον ἔργον ἐπιδεδειγμένης, ἐπλήγη τε τὴν ψυχὴν ἰσχυρῶς καὶ πεσοῦσα ἐπὶ τοῦ ἐδάφους ἔκειτο ὡσεὶ νεκρά. Ὅπερ ὁ παρανομώτατος ἰδὼν Ἀλέξανδρος καὶ φοβηθεὶς μὴ παραίτιος γένηται θανάτου γυναικὸς οὕτω λαμπρᾶς καὶ γένους βασιλικοῦ τυγχανούσης, ἐπεὶ καὶ τὸ θέατρον ἑώρα δυσχεραῖνον καὶ καταγιγνῶσκον τῶν κακῶς πραττομένων, αἰτεῖται τὸν ἡγεμόνα ἀπολῦσαι τὴν μάρτυρα τῶν τε ἐγκλημάτων καὶ τῆς τιμωρίας. Ὁ δὲ ἀνακαλεσάμενος αὐτὴν καὶ τὸ σέβας αὐτῆς μαθών, ἀμφιάσμασί τε δίδωσι περισταλῆναι καὶ πάσης ἄλλης ἐνοχλήσεως ἐλευθέραν ἀποπέμπει.
Ἡ δὲ Τρύφαινα, ὅσῳ πρότερον ἐπὶ τὸ πάθος τῆς μάρτυρος ἐπλήγη τὴν ψυχὴν καὶ κατεπλάγη, τοσούτῳ τηνικαῦτα χαρᾶς ἐπληρώθη, περιπτυξαμένη τε αὐτὴν καὶ φιλοφρονησαμένη καὶ κατὰ τὴν ἑαυτῆς οἰκίαν ὑποδεξαμένη, τὸν κλῆρον μὲν αὐτῇ τῆς ἰδίας περιουσίας καταγράφει, τὸν λόγον δὲ τῆς εὐσεβείας καὶ σωτηρίας αὐτὴ κατηχηθεῖσα ἅμα τοῖς συνοῦσιν αὐτῇ πᾶσι, τὸν ἐν ἐσθήμασι καὶ <...> πλοῦτον καὶ πολλῶν ἄλλων ἐπίπλων ἐγχειρίζει διὰ τῆς μάρτυρος τῷ ἀποστόλῳ Παύλῳ, ὅπως ταῦτα ἐκεῖνος πένησι καὶ δεομένοις διανείμῃ.
Ἡ δὲ παρθενομάρτυς Θέκλα, ἐν Μύροις διατρίβειν μαθοῦσα τὸν διδάσκαλον καὶ τὸν τῆς εὐσεβείας λόγον κηρύττειν, παραγίνεται μὲν θᾶττον πρὸς αὐτόν, ἀναδιδάσκει δὲ τοῦτον πάντα τὰ καθ’ ἑαυτήν, ὅπως τε ἐπὶ πᾶσι τοῖς δεινοῖς ὑπέρμαχον ἔσχε τὴν τοῦ Ὑψίστου δεξιὰν καὶ ὡς εἴη κατηξιωμένη τοῦ λουτροῦ τῆς παλιγγενεσίας.
Διακομίζει δὲ καὶ ἅπερ ἡ μεγαλόφρων καὶ φιλόθεος Τρύφαινα διεπέμψατο, τὴν ἔνδειαν παραμυθουμένη τῶν εὐσεβούντων. Ἀπολαύσασα δὲ τῆς ἐνταῦθα διδασκαλίας καὶ τοῦ θείου πόθου πρὸς τὸ Ἰκόνιον ἀποστέλλεται παρὰ τοῦ θείου Παύλου διδάσκαλος τῆς εὐσεβείας καὶ κήρυξ τῆς ἀληθείας καὶ καταγγέλλει λαμπρῶς τὴν ἐν Χριστῷ πίστιν καὶ τὴν ἄλλην τῶν ἀρετῶν γεωργίαν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς συγκατασπείρει τε καὶ συναυξάνει θερίζουσα.
Ἐτύγχανε γὰρ ἤδη καὶ Θάμυρις μὲν ἑκατέρας ἀποφθαρεὶς τῆς ζωῆς, Θεόκλεια δὲ ἡ μήτηρ πρᾳότερόν τε καὶ ἡμερώτερον διακειμένη τῇ θυγατρί. Ἐκ δὲ τοῦ Ἰκονίου μεθίσταται πρὸς τὴν Σελεύκειαν, καὶ τοῦ μὲν θείου κηρύγματος ἐπιμελῶς εἴχετο, ἀρεταῖς δὲ πάσαις καὶ θαύμασιν ἐλαμπρύνετο.
Ἐνταῦθα δὲ πρὸ τῆς πόλεως ἐν σπηλαίῳ διαίτης τε καὶ τῆς τῶν πολλῶν ὀχλήσεως ἀνακεχωρηκυῖα (Μυρσηνῶν ὁ ἡσύχιος τόπος ἐκεῖνος ἐκαλεῖτο), τὸν ὑπόλοιπον χρόνον ἀποστολικῶς τε καὶ θεαρέστως ἐκτελέσασα πρὸς τὴν ἀγήρω ζωὴν μετανίσταται, [καὶ] εἰς ἐνενηκοστὸν ἔτος παραταθείσης τῆς ζωῆς, ὧν τὰ μὲν ὀκτωκαίδεκα πρὸ [τοῦ] τῆς κατηχήσεως τοῦ σωτηρίου διήνυσε λόγου, τὰ δὲ δύο καὶ ἑβδομήκοντα ἐν μαρτυρικοῖς καὶ ἀσκητικοῖς καὶ παραδόξοις διετέλεσεν ἀγωνίσμασιν· ἧς τοῖς μαρτυρικοῖς καὶ πολυάθλοις ἱδρῶσι γένοιτο καὶ ἡμᾶς <σωθῆναι>, τοὺς μόνον τὸν εἰς σὲ πόθον καὶ τὴν πίστιν ἀκίβδηλον καὶ ἀνύβριστον διασῴζοντας. Εἰ δὲ τοῖς μώλωψι τῶν ἁμαρτιῶν τὸ καθαρὸν αὐτοῦ σῶμα καὶ ἀθόλωτον κατερρυπώσαμεν, ὅμως τῷ πελάγει τῆς σῆς εὐσπλάγχνου οἰκονομίας καὶ τῶν ψυχικῶν μολυσμάτων καὶ τῶν σωματικῶν ἀποκάθαρον· αὐτήν σοι τὴν πολύαθλον καὶ πρωτομάρτυρα Θέκλαν ἀνθ’ ἱκετηρίας προβαλλόμεθα.
Δυσωπήθητι τοὺς ἀγῶνας, τὰ πάθη, τὸν δρόμον, τὸ κήρυγμα, καὶ τούτοις ἡμᾶς οἰκτειρήσας τοὺς σοὺς ἀναξίους ἱκέτας τῆς τῶν δικαίων σου μάνδρας καὶ κληρουχίας <ἀξίωσον> συμπρεσβευούσης τῆς παναχράντου δεσποίνης ἡμῶν τῆς Θεομήτορος, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων ἁγίων, ὅτι σοὶ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.