Ἔργον
Μέγας Φώτιος – Ὁμιλίαι
Ομιλία Γ': Εις την έφοδο των Ρως (Πρώτη)
Έλεγχος της αχάριστης συμπεριφοράς του λαού, ερμηνεία της αιφνίδιας επιδρομής των Ρως ως θείας δίκης και προτροπή σε ειλικρινή μετάνοια υπό τη σκέπη της Θεοτόκου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Γ': Εις την έφοδο των Ρως (Πρώτη)
Έλεγχος της αχάριστης συμπεριφοράς του λαού, ερμηνεία της αιφνίδιας επιδρομής των Ρως ως θείας δίκης και προτροπή σε ειλικρινή μετάνοια υπό τη σκέπη της Θεοτόκου.
Τοῦ αὐτοῦ ἁγιωτάτου Φωτίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὁμιλία πρώτη εἰς τὴν ἔφοδον τῶν Ῥώς. Τί τοῦτο; τίς ἡ χαλεπὴ αὕτη καὶ βαρεῖα πληγὴ καὶ ὀργή; πόθεν ἡμῖν ὁ ὑπερβόρειος οὗτος καὶ φοβερὸς ἐπέσκηψε κεραυνός; ποῖα νέφη παθῶν πυκνωθέντα, τίνων δὲ κριμάτων σφοδραὶ παρατρίψεις τὴν ἀνυπόστατον ταύτην καθ’ ἡμῶν ἐξεπυρήνισαν ἀστραπήν; πόθεν ἡ βαρβαρικὴ αὕτη καὶ πυκνὴ καὶ ἀθρόα κατερράγη θάλασσα, οὐ καλάμην σίτου κείρουσα καὶ τὸν στάχυν συμπατάσσουσα, οὐδὲ κληματίδας ἀμπέλου μαστίζουσα καὶ τὸν καρπὸν ἄωρον τεμαχίζουσα, οὐδὲ φυτῶν τὰ στελέχη τύπτουσα καὶ τοὺς κλάδους διασχίζουσα, ὃ πολλοῖς πολλάκις μέτρον ἐπλήρωσεν ἐσχάτης κακώσεως, ἀλλ’ ἀνθρώπων αὐτῶν οἰκτρῶς τὰ σώματα συναλήθουσα καὶ τὸ γένος ἅπαν πικρῶς ὀλοθρεύουσα; πόθεν ἢ πῶς τῶν τηλικούτων καὶ τοσούτων κακῶν ὁ τρυγίας, ὅ, τι μὴ μεῖζον εἰπεῖν, ἐξεχύθη ἐφ’ ἡμᾶς; Ἆρ’ οὐ διὰ τὰς ἁμαρτίας ἡμῶν ταῦτα πάντα ἦλθεν ἐφ’ ἡμᾶς; οὐκ ἔλεγχος ταῦτα καὶ ἀνάγραπτος θρίαμβος τῶν ἡμετέρων παραπτωμάτων; οὐχὶ δὲ καὶ τεκμηριοῖ τὸ τῶν παρόντων φοβερὸν τὰ τῶν μελλόντων φρικτὰ καὶ ἀδέκαστα δικαιωτήρια; οὐκ ἐλπὶς ἁπάντων ἡμῶν, μᾶλλον δὲ κοινὴ προκειμένη ὄψις, ἵνα μηδὲ τῆς συμφορᾶς τοῖς ἔπειτα πυρφόρος ἐκφύγῃ, μηκέτι μηδένα εἰς τὸ περιεῖναι ἐγκαταλειφθῆναι; Ὄντως ἐλασσονοῦσι φυλὰς ἁμαρτίαι καὶ ὡς ῥομφαία δίστομος πᾶσι τοῖς χρωμένοις αὐτῇ.
Ἐρρύσθημεν κακῶν, οἷς πολλάκις συνεσχέθημεν· δέον εὐχαριστεῖν, οὐκ εὐγνωμονήσαμεν· ἐσώθημεν, ἠμελήσαμεν· ἐφρουρήθημεν, κατεφρονήσαμεν ἐφ’ οἷς δέος ἦν τιμωρίαν ὑποσχεῖν. Ὢ γνώμης ὠμῆς καὶ ἀδιακρίτου, καὶ τί γὰρ οὐχὶ τῶν δυσχερῶν καὶ δεινῶν πάσχειν ἀξίας; Τοὺς μικρά τινα καὶ τῶν εὐτελεστάτων ὀφείλοντας ἀποτόμως εἰσεπραξάμεθα, ἐτιμωρησάμεθα· οὐκ ἐμνήσθημεν τῆς εὐχαριστίας, παρελθούσης τῆς εὐεργεσίας· οὐδ’ ὅτι συγγνώμης ἐτύχομεν, τοὺς πλησίον ᾠκτειρήσαμεν, ἀλλ’ ἐν ᾧ τῶν ἐπικρεμασθέντων φόβων καὶ κινδύνων ἀπηλλάγημεν, ἀγριώτεροι τούτοις κατέστημεν, μήτε τὸ πλῆθος καὶ μέγεθος τῶν οἰκείων ὀφλημάτων καὶ τὴν ἐπὶ τούτοις τοῦ σωτῆρος συγχώρησιν λογισάμενοι, μήτε τὴν τῶν ὁμοδούλων ὀφειλὴν βραχυτάτην οὖσαν καὶ μηδὲ ἐν στάθμῃ λόγου ζυγοστατουμένην πρὸς τὰς ἡμετέρας αἰδεσάμενοι, πολλῶν δὲ καὶ μεγάλων φιλανθρώπως ἐλευθερωθέντες ἀλγεινῶν, ἄλλους καὶ ἀφιλανθρώπως ἐδουλώσαμεν. Εὐφράνθημεν, ἐλυπήσαμεν, ἐδοξάσθημεν, ἠτιμώσαμεν· ἰσχύσαμεν, εὐθηνήσαμεν, ἐξυβρίσαμεν, ἠφρονευσάμεθα. Ἐλιπάνθημεν, ἐπαχύνθημεν, ἐπλατύνθημεν, καί, εἰ μὴ τὸν Θεὸν ὡς ὁ πάλαι Ἰακὼβ ἐγκατελίπομεν, ἀλλ’ ὡς ὁ ἠγαπημένος πλησθέντες ἀπελακτίσαμεν καὶ ὡς δάμαλις παροιστρῶσα τῶν τοῦ Κυρίου προσταγμάτων παροιστρήσαμεν καὶ τῶν δικαιωμάτων αὐτοῦ κατωλιγωρήσαμεν.
Διὰ τοῦτο φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν τῇ γῇ ἡμῶν· διὰ τοῦτο ἤνοιξε Κύριος τὸν θησαυρὸν αὑτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὑτοῦ· διὰ τοῦτο λαὸς ἐξεῖρψεν ἀπὸ βορρᾶ ὡς εἰς ἄλλην ἐπελαύνων Ἱερουσαλὴμ καὶ ἔθνη ἐξηγέρθη ἀπ’ ἐσχάτου τῆς γῆς, τόξον καὶ ζιβύνην κρατοῦντες· ἰταμός ἐστι καὶ οὐκ ἐλεεῖ· φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα.
Ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, μᾶλλον δὲ ἀθρόαν εἴδομεν τὴν ὄψιν αὐτῶν καὶ παρελύθησαν αἱ χεῖρες ἡμῶν· θλῖψις κατέσχεν ἡμᾶς καὶ ὠδῖνες ὡς τικτούσης. Μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία παροικεῖ κυκλόθεν. Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, Ἱερεμίας σὺν ἐμοὶ κεκράξεται σήμερον, πόλις βασιλίς; τίς σώσει σε καὶ παρακαλέσει σε, ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου; τίς ἰάσεταί σε; Νῦν κλαίετε· μικροῦ κἀμὲ τὸ πάθος ἐβύθισε καὶ τοῦ λέγειν ἀνέκοψεν. Ἀλλὰ τί βοᾶτε πρός με; τί δὲ ὀδύρεσθε;
Ἀκούσατέ μου· στήσατε μικρὸν τὸν κλαυθμὸν καὶ δότε τοῖς λόγοις πάροδον. Δακρύω μὲν γὰρ κἀγὼ σὺν ὑμῖν, ἀλλ’ οὔτε τὴν ἐν χρόνῳ ἀναρριπισθεῖσαν φλόγα μικραὶ ῥανίδες σβεννύουσι (τί γὰρ δεῖ λέγειν, ὡς πλέον ἀνάπτουσιν;), οὔτε τὸν ἐκκαυθέντα ὑπὸ τῶν ἡμετέρων ἁμαρτημάτων θυμὸν τοῦ Θεοῦ πρόσκαιρον δάκρυον ἰσχύει ἐξιλεώσασθαι.
Δακρύω κἀγὼ σὺν ὑμῖν, ἀλλὰ πολλῶν ταλαιπωρουμένων παρείδομεν δάκρυα· παρατρέχω γὰρ ὡς καὶ ἐκενώσαμεν· δακρύω κἀγὼ σὺν ὑμῖν, εἴπερ ἐστὶ δακρύων καιρὸς ὁ παρὼν καιρός, ἀλλὰ μὴ πολλῷ μείζων τῆς τῶν δακρύων φορᾶς ἡ καταλαβοῦσα συμφορά· εἰσὶ γάρ, εἰσὶν ὄντως μείζους δακρύων πολλαὶ συμφοραί, ἐν αἷς τῶν ἔνδον ὑπὸ τοῦ στηριχθέντος διαφλεχθέντων ἢ καὶ σφόδρα γε συσταλέντων τε καὶ συμμεμυκότων, οὐδὲ ἡ διὰ τῶν ὀμμάτων προχεομένη πολλάκις καταλείβεται νοτίς. Οὐχ ὁρῶ δὲ νῦν οὐδὲ τῶν δακρυόντων τὸ κέρδος· ὅτε γὰρ πρὸ τῶν ἡμετέρων ὀμμάτων τὰ τῶν ἐχθρῶν ξίφη τοῖς τῶν ὁμοφύλων βαπτίζεται αἵμασιν, ἡμεῖς δὲ τοῦτο καθορῶντες, ἐπικουρεῖν δέον, τοῦτο μὲν ἀπορίᾳ τοῦ πράττειν οὐκ ἀναδεχόμεθα, εἰς δάκρυα δὲ καταφερόμεθα, ποταπὴ τοῖς ἀτυχοῦσι παράκλησις ἐπιγίγνεται; μείζους ἂν ποταμοὺς τὰ ἀπὸ τῶν διαιρεθέντων σωμάτων ἐκίνησεν αἵματα ἢ τὰ ἀπὸ τῶν ἡμετέρων βλεφάρων ἀναδιδόμενα δάκρυα· ἀλλ’ ὅτε ταῖς ἐκεῖθεν καταφερομέναις τῶν λύθρων ῥοαῖς ὁ τῶν πλημμελημάτων οὐκ ἀποσμήχεται μολυσμός, ἦπου γε τὰ τῶν ὀμμάτων ῥεῖθρα τοῦτον ἐκπλῦναι δυνηθήσεται;
Οὐ νῦν ἔδει κλαίειν, ἀγαπητοί, ἀλλὰ τὴν ἁμαρτίαν μισεῖν ἀπ’ ἀρχῆς· οὐ νῦν πενθεῖν, ἀλλὰ τὰς δι’ ὧν ἡμῖν τὸ πένθος ἐξέφυ πάλαι φεύγειν ἡδονάς· ἴσον γάρ ἐστι δεσπόταις καταδουλωθέντας πικροῖς τὴν ἀπὸ τῶν μαστίγων βάσανον μὴ βούλεσθαι καρτερεῖν καὶ πράξεσιν ἑαυτοὺς ἐκδεδωκότας πονηραῖς τὰς ἀπὸ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἐπαφιεμένας ἡμῖν παραιτεῖσθαι ποινάς. Οὐ νῦν ἐχρῆν ὀλοφύρεσθαι, ἀλλὰ διὰ βίου σωφρονεῖν· οὐ νῦν τὸν πλοῦτον σκορπίζειν, ὅτε μηδ’ αὐτὸς οἶδας, εἰ τούτου κύριος ἔτι καταστήσῃ, ἀλλὰ πάλαι τῶν ἀλλοτρίων ἀπέχεσθαι, ὅτε ἡ παροῦσα θραῦσις οὔπω ἐστήρικτο καθ’ ἡμῶν· οὐ νῦν τὸν ἔλεον ἐμπορεύεσθαι, ὅτε ἡ τοῦ βίου πανήγυρις ἐν ἐλπίδι κεῖται τοῖς ἐνεστηκόσι λυθῆναι κακοῖς, ἀλλ’ ἐν ᾧ τοῦ δύνασθαι ἡ ἐξουσία περιῆν μηδέποτε ἀδικεῖν· οὐ νῦν παννυχίζειν καὶ λιταῖς προστρέχειν καὶ στήθη τύπτειν καὶ βαθὺ στενάζειν καὶ χεῖρας ἐπαίρειν καὶ γόνατα κάμπτειν καὶ γοερὰ δακρύειν καὶ στυγνὸν προσβλέπειν, ὅτε τοῦ θανάτου τὰ κέντρα ἠκονημένα ἥκει καθ’ ἡμῶν· πάλαι ταῦτα προσῆκε ποιεῖν, πάλαι σχολάζειν τοῖς ἔργοις τοῖς ἀγαθοῖς, πάλαι μετανοεῖν ἐπὶ τοῖς κακοῖς. Ἐν ᾧ γὰρ ταῦτα πράττομεν νυνί, παρά γε δικαίῳ μάλιστα κριτῇ καὶ μὴ παρὰ πολὺ τὴν γνώμην πρὸς τὴν συγγνώμην ἐπιρρεπῶς ἔχοντι, οὐκ εἰς ἔλεον, οἶμαι, κινοῦμεν τὸν Θεόν, ἀλλὰ τῶν ὑπηργμένων ἡμῖν ἁμαρτημάτων κατήγοροι καθιστάμεθα πικροί.
Οἱ γὰρ οὕτω τανῦν σωφρόνως καὶ θεοφιλῶς ἐπιστάμενοί τε καὶ κατισχύοντες ἐμβιοῦν, εἶτα πρὶν ἡ τῶν κακῶν ἐπιδημήσῃ φορὰ μηδὲν εἰς ἀρετῆς καὶ σωτηρίας λόγον πραξάμενοι, ἀλλ’ ἀμελῶς οὕτω καὶ ῥαθύμως τὰς ἑαυτῶν ψυχὰς τοῖς πάθεσι κηλιδώσαντες, πῶς οὐκ αὐτοκατακρίτους εἰσάγουσιν ἑαυτούς;
Τί γὰρ νῦν πενθῶν οὐ πρότερον ἐξίστασο γελώτων μὲν ἀκρατῶν, ᾀσμάτων δὲ πορνικῶν καὶ ἀθυρμάτων θυμελικῶν; τί δὲ σκυθρωπάζων νυνὶ τὰς ὀφρῦς συνῆγες καὶ τὰς παρειὰς ἐξῆρες, τὸ πρόσωπον τυραννίδος δεικνύων μεστόν; τί δ’ ἐλεῶν τοὺς ἠδικημένους καὶ συμπαθεῖν σεμνυνόμενος, λοιμὸς αὐτὸς τοῖς παρατυχοῦσιν ἐνέπιπτες ἀπροσδοκήτως καί, λόγῳ ἑνί, τί νῦν πᾶσι καὶ πάντα χρηστὸς ὢν οὐδενὶ παρεῖχες πρότερον μέτριον σαυτόν; ἀλλὰ χειρῶν μὲν ἄρχων ἀδίκων ἐμεγαλοφρόνεις, ἀμύνασθαι δὲ τὸν ὑπονοηθέντα εἰ μὴ διεπράξω, οὐδὲ βιωτόν σοι τὸν βίον ἐνόμιζες καὶ πένης μὲν πρὸ πυλῶν λιμώττων διέρριπτο βδέλυγμα, οἱ δὲ πρὸς γέλωτα εὐδοκιμοῦντες τῆς σῆς ἐμπιμπλάμενοι τραπέζης καὶ περιουσίας οὐδὲν ἧττον ἐνετρύφων καὶ τῆς εὐηθείας· καὶ φίλων μὲν στοργὴν μικροῦ παρέβλεπες λήμματος, συγγενείας δὲ φύσιν διέπτυες καὶ δεσμοὺς συνηθείας ἐρρήγνυες, ἐρινυώδης τις ὥσπερ εἶναι φιλονεικῶν καὶ μισάνθρωπος ἄνθρωπος· πολλοῦ γε δὴ δέω καταλέγειν κλοπάς τε καὶ ἁρπαγάς, πορνείας τε καὶ μοιχείας καὶ τὰς ἄλλας ἀρρητοποιΐας, τὰ μεγάλα καὶ πολυαρκῆ ταυτησὶ τῆς ἐκπυρσευθείσης ἡμῖν καὶ περιχυθείσης φλογὸς ὑπεκκαύματα.
Οἶδα ὅτι ταῦτα νυνὶ καὶ ὑμεῖς ἀναλογιζόμενοι πενθεῖτε καὶ σκυθρωπάζετε· ἀλλ’ ὀξὺς μὲν ὁ καιρός, ἀδέκαστος δὲ ὁ κριτής, ἡ δ’ ἀπειλὴ φοβερά, τὸ δὲ πλῆθος τῶν ἡμαρτημένων πολὺ καὶ οὐκ ἐξαρκοῦσα ἡ μετάνοια. Ἐγὼ πολλάκις ὑμῶν τοῖς ὠσὶ τοὺς παραινετικοὺς κατέσπειρα λόγους, τοὺς ἀπειλητικούς, ἀλλ’, ὡς ἔοικεν, εἰς ἀκάνθας ἐξεφύησαν.
Ἐδυσώπησα, ἐπέπληξα, πολλάκις ὑμῖν τὴν τῶν Σοδομιτῶν ὑπέδειξα τέφραν καὶ τὸν πρὸ ταύτης κατακλυσμόν, ἡνίκα τοῖς ὕδασιν ἐπικαταρρύτου γεγενημένης τῆς γῆς ὁ τοῦ ἀνθρωπείου γένους συνετελέσθη παγκόσμιος ὄλεθρος. Πολλάκις τὸν ἰσραηλίτην παρέστησα λαόν, τὸν περιούσιον, τὸν ἠγαπημένον, τὸ βασίλειον ἱεράτευμα, διὰ γογγυσμόν, δι’ ἀντιλογίαν, δι’ ἀχαριστίαν, διὰ παραπλήσιον πλημμέλημα μαστιζόμενον, ταπεινούμενον ὑπὸ τῶν ἡττωμένων ἐχθρῶν καί, καθ’ ὧν αὐτὸς ἐτροπαιοφόρει, ἐλασσούμενον, πίπτοντα, διολλύμενον. Πολλάκις ὑμῖν ὑπεθέμην, φυλάξασθε, διορθώθητε, ἐπιστράφητε· μὴ ἀναμείνητε στιλβωθῆναι τὴν ῥομφαίαν· τὸ τόξον ἐντείνεται· μὴ τὴν μακροθυμίαν ἀφορμὴν καταφρονήσεως λάβητε· μὴ κατὰ τῆς πολλῆς χρηστότητος πονηρεύησθε. Ἀλλὰ πῶς ὑμῶν τὰς καρδίας ἤδη φλεγμαινούσας ἐπιξέσω; ἢ κρεῖττον νῦν ἀλγυνομένους ἐπιπλῆξαι ἢ ἐκεῖθεν ἀνεπιτιμήτους δίκας ὑφέξοντας παραπέμψαι καὶ τὴν παροῦσαν συμφορὰν τοῦ πρὸς ὑμᾶς ἐλέγχου συνεργὸν προσλαβεῖν ἢ διευλαβηθέντα τὸ πάθος ἀνεξέλεγκτον καταλιπεῖν τὸ ἀπειθῆσαν καὶ ἡμαρτηκός. Τί οὖν; ἐνουθετήσαμεν, ἠπειλήσαμεν, Θεὸν λέγοντες, ὁ Θεὸς ἡμῶν ζηλωτής, μακρόθυμος, ἀλλ’ ἐὰν ὀργισθῇ, τίς ὑποστήσεται;
Ταῦτα ἔλεγον, ἀλλ’, ὡς ἔοικεν, εἰς πῦρ ἔξαινον· τοῦτο γάρ μοι τὸ νῦν εἶναι, ὡς εἴθε μὴ ὤφελε, παροιμιάσασθαι καίριον· οὐ γὰρ ἐπεστράφητε, οὐδὲ μετενοήσατε, ἀλλ’ ἐβαρύνατε τὰ ὦτα τοῦ μὴ εἰσακούειν λόγον Κυρίου. Διὰ τοῦτο ἐξεχύθη ἐφ’ ἡμᾶς ὁ θυμὸς αὐτοῦ καὶ ἐγρηγόρησεν ἐν ταῖς ἁμαρτίαις ἡμῶν καὶ τὸ πρόσωπον αὑτοῦ ἐστήριξεν ἐφ’ ἡμᾶς. Οἴμοι, ὅτι ἐμακρύνθη ἡ παροικία μου καὶ μὴ μακρᾶς οὔσης, μετὰ τοῦ ψαλμῳδοῦ βοήσομαι Δαυΐδ· ἐμακρύνθη, ὅτι οὐκ εἰσηκούσθην παρακαλῶν, ὅτι νέφος βαρβάρων ὁρῶ τοῖς πταίσμασι καταξηρανθεῖσαν τὴν πόλιν ἡμῶν τοῖς αἵμασιν ἐπικλύζοντας. Οἴμοι, ὅτι ἐπὶ τούτοις ἐφυλαττόμην τοῖς κακοῖς ἐγώ, ὅτι ἐγεννήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν· ὅτι βαρβάρων ἄπυστος δρόμος οὐκ ἔδωκε τῇ φήμῃ καιρὸν ἀγγελίας, ὡς ἄν τις ἀσφάλεια περινοηθείη, ἀλλὰ σύνδρομον ἔσχεν ἡ θέα τὴν ἀκοὴν καὶ τότε πόθεν καὶ χώραις πόσαις, ἐθναρχίαις τε καὶ ποταμοῖς ναυσιπόροις καὶ ἀλιμένοις πελάγεσι τῶν ἐπελασάντων διειργομένων.
Οἴμοι, ὅτι ἔθνος ὠμὸν καὶ ἀνήμερον ἐπ’ ἀδείας ὁρῶ τῆς πόλεως περιχεόμενον καὶ τὰ πρὸ τῆς πόλεως ληιζόμενον, πάντα φθεῖρον, πάντα λυμαινόμενον, ἀγρούς, οἰκίας, βοσκήματα, ὑποζύγια, γύναια, παιδάρια, πρεσβύτας, νεανίας, διὰ πάντων τὸ ξίφος ὠθούμενον, οὐδενὸς λαμβάνον οἶκτον, οὐδενὸς φειδόμενον. Παγγενὴς ἡ καταφθορά.
Ὡς ἀκρὶς ἐν ληΐῳ καὶ ὡς ἐρυσίβη ἐν ἀμπελῶνι, μᾶλλον δὲ ὡς πρηστὴρ ἢ τυφὼν ἢ χειμάρρους ἢ οὐκ οἶδ’ ὅ, τι εἴπω, εἰς τὴν χώραν ἡμῶν εἰσπεσὸν αὐταῖς γενεαῖς τοὺς κατοικοῦντας ἀνάλωσε. Μακαρίζω τοὺς τῆς παλαμναίας καὶ βαρβάρου χειρὸς ἔργον γεγονότας, ὅτι τεθνηκότες θᾶσσον διέφυγον τὴν συναίσθησιν τῶν κατασχόντων ἡμᾶς ἀνελπίστων συμφορῶν· εἰ δὲ αἴσθησις ἦν αὐτοῖς τούτων ἀποιχομένοις, ἐθρήνησαν ἂν κἀκεῖνοι σὺν ἐμοὶ τοὺς ἔτι περιόντας, ὧν τε διὰ παντὸς πάσχουσι καὶ οἵων ἀλγεινῶν ἀναπλησθέντες οὐκ ἀπαλλάσσονται καὶ ἐν ᾧ ζητοῦντες τὸν θάνατον οὐχ εὑρίσκουσι. Πολλῷ γὰρ αἱρετώτερον ἅπαξ θανεῖν τοῦ διὰ παντὸς ἐλπίζειν θανεῖν καὶ τοῖς τῶν πλησίον πάθεσι συνεχῶς ἀλγεῖν καὶ σπαράσσεσθαι τὴν ψυχήν.
Ποῦ νῦν βασιλεὺς ὁ φιλόχριστος; ποῦ τὰ στρατόπεδα; ποῦ τὰ ὅπλα, τὰ μηχανήματα, αἱ στρατηγικαὶ βουλαί τε καὶ παρασκευαί; οὐ βαρβάρων ἄλλων ἔφοδος ἐφ’ ἑαυτὴν ταῦτα πάντα μετέστησέ τε καὶ μεθειλκύσατο; Καὶ βασιλεὺς μὲν ὑπερορίους πόνους καὶ μακροὺς ἀνατλᾷ, συναπῆρε δὲ καὶ συνταλαιπωρεῖ τὸ στρατιωτικόν, ἡμᾶς δὲ ὁ κατ’ ὀφθαλμοὺς ὄλεθρος καὶ φόνος δαπανᾷ, τοῖς μὲν ἐπελθών, τοῖς δὲ ἤδη ἐπερχόμενος. Τὸ δὲ σκυθικὸν τοῦτο καὶ ὠμὸν ἔθνος καὶ βάρβαρον ἐξ αὐτῶν τῶν τῆς πόλεως ἐξερπύσαν προπυλαίων μονιοῦ δίκην ἀγρίου τὰ πέριξ αὐτῆς κατενεμήσατο. Τίς οὖν ἡμῶν προπολεμήσει;
Τίς ἀντιπαρατάξεται τοῖς ἐχθροῖς; Πάντων ἡμεῖς ἔρημοι, πανταχόθεν ἐξηπορημένοι. Τίς ἐξισωθείη θρῆνος ταῖς συμφοραῖς; ποῖον ἐξισχύσει δάκρυον ἐπαρκέσαι πρὸς τὸ μέγεθος τῶν περιστοιχισαμένων ἡμᾶς δυσχερῶν;
Δεῦρό μοι, τῶν προφητῶν συμπαθέστατε, συνθρήνησον τὴν Ἱερουσαλήμ, οὐ τὴν παλαιὰν ἐκείνην ἔθνους ἑνός, ἐκ μιᾶς ῥίζης δωδεκαστελέχου βλαστήσαντος τὴν μητρόπολιν, ἀλλὰ συμπάσης τῆς οἰκουμένης, ὁπόσην ὁ χριστιανῶν λαμπρύνει θεσμός, τὴν χρόνῳ καὶ κάλλει καὶ μεγέθει καὶ λαμπρότητι πολυπληθείᾳ τε τῶν ἐνοικούντων καὶ πολυτελείᾳ δεσπόζουσαν· συνθρήνησόν μοι ταύτην τὴν Ἱερουσαλήμ, οὐχ ἁλοῦσαν ἤδη καὶ χαμαὶ πεσοῦσαν, ἀλλ’ ἐγγὺς κειμένην τοῦ ἁλῶναι καὶ τοῖς ὁρωμένοις κατασειομένην· συνθρήνησον τὴν βασιλίδα τῶν πόλεων, οὐκ αἰχμάλωτον ἀγομένην, ἀλλὰ τῆς σωτηρίας ἐλπίδος ᾐχμαλωτισμένην· ζήτησον ὕδωρ τῇ κεφαλῇ καὶ πηγὰς δακρύων τοῖς ὀφθαλμοῖς καὶ συμπένθησον καὶ πένθησον ἐπ’ αὐτῇ, ὅτι κλαίουσα ἔκλαυσεν ἐν νυκτὶ καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς καὶ οὐχ ὑπάρχει ὁ παρακαλῶν αὐτήν, ὅτι ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο καὶ οἱ τεθηπότες αὐτῆς τὴν ἰσχὺν ἐξεμυκτήρισαν αὐτήν· ὅτι ἐξαπέστειλε Κύριος πῦρ ἐν τοῖς ὀστέοις αὐτῆς καὶ ἐβάρυνε τὸν ζυγὸν αὑτοῦ ἐπὶ τὸν τράχηλον ἡμῶν καὶ ἔδωκεν ἐν χερσὶν ἡμῶν ὀδύνας, ἃς οὐ δυνησόμεθα ὑποστῆναι· συνθρήνησον, ὅτι ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἡ κοιλία μου ἐταράχθη καὶ ἐστράφη ἡ καρδία μου ἐν ἐμοί, ὅτι παραπικραίνουσα παρεπίκρανα· ἔξωθεν ἠτέκνωσέ με μάχαιρα καὶ διήνοιξεν ἐπ’ ἐμὲ ὁ ἐχθρὸς στόμα αὑτοῦ καὶ ἔβρυξεν ὀδόντας καὶ εἶπε, καταπίομαι αὐτήν.
Ὦ πόλις βασιλίς, οἵων κακῶν περικέχυται ὄχλος καὶ τὰ σὰ τῆς κοιλίας ἔκγονα καὶ ἃ πρὸ τοῦ ἄστεος λαμπρῶς ἐπεπόλιστο λαγόνες θαλάσσης καὶ πυρὸς καὶ μαχαίρας στόμα βαρβαρικῷ νόμῳ διακληρωσάμενα κατεσθίουσιν. Ὦ πολλῶν ἐλπὶς ἀγαθή, ὅση χαλεπῶν ἀπειλὴ καὶ δειμάτων πλῆθος περικλύσαν τὰ κύκλῳ τὴν σὴν περιβόητον ἐταπείνωσε δόξαν. Ὦ πόλις βασιλεύουσα μικροῦ συμπάσης τῆς οἰκουμένης, οἷός σε στρατὸς ἀστρατήγητος καὶ δουλικῶς ἐνεσκευασμένος ὡς δουλεύουσαν ἐκμυκτηρίζει. Ὦ πόλις πολλῶν ἐθνῶν λαφύροις ἐκλαμπρυνθεῖσα, οἷον λαφυραγωγεῖν σε διενοήσατο ἔθνος. Ὦ πολλὰ στησαμένη κατὰ τῶν πολεμίων Εὐρώπης τε καὶ Ἀσίας καὶ Λιβύης τρόπαια, ὅπως νῦν ἐπὶ σὲ βαρβαρικὴ καὶ ταπεινὴ χεὶρ ἐξέτεινε δόρυ, τὸ κατὰ σοῦ κράτος ἐπαρθεῖσα τροπαιοφορῆσαι. Ἐπὶ τοσοῦτον γὰρ κακώσεως πάντα σοι ἥκει, ὥστε καὶ τὴν ἀπροσμάχητόν σου ῥώμην εἰς τρύγα ἐλάσαι βαθυτάτης ἀρρωστίας καὶ τὸ ἀρρωστοῦν καὶ τεταπεινωμένον τῶν ἀντιπάλων ἀφιλάνθρωπον ὄμμα χειρὸς ἰσχὺν ἐν σοὶ ἀποφαίνειν καὶ δόξης ὀνόματι πειρᾶσθαι διακοσμηθῆναι. Ὦ βασιλὶς πόλεων βασιλίδων, πολλὰς μὲν συμμαχίαις ἐξαρπάσασα κινδύνων, πολλὰς δὲ ἐπὶ γόνυ κλιθείσας ἀνορθώσασα τοῖς ὅπλοις, εἰς προνομὴν δὲ νυνὶ προκειμένη καὶ τῶν συνεπικουρούντων ἐξηπορημένη.
Ὦ ναῶν σεβασμίων χάρις καὶ λαμπρότης, ὦ μεγέθη καὶ κάλλη καὶ λεπτουργίαι καὶ ἀγλαΐσματα, ὦ θυμάτων ἀναιμάκτων καὶ φρικτῆς θυσίας καὶ μυστικῆς τραπέζης, ὦ θυσιαστήριον καὶ χῶρος ἄβατος καὶ σεπτός, ὅπως πολεμίων πόδες βεβήλωσιν ἀπειλοῦσιν. Ὦ σέβας ἁγνὸν καὶ πίστις ἄχραντος καὶ λατρεία καθαρά, ὅπως δυσσεβούντων καθ’ ἡμῶν καὶ φρυαττομένων πλατύνεται στόμα. Ὦ ἱερέων πολιὰ καὶ χρῖσμα καὶ ἱερωσύνη.
Ὦ μοι τέμενος ἱερὸν Θεοῦ καὶ Θεοῦ σοφίας, ὁ τῆς οἰκουμένης ἀκοίμητος ὀφθαλμός. Θρηνήσατε παρθένοι, θυγατέρες Ἱερουσαλήμ· κλαύσατε νεανίσκοι πόλεως Ἱερουσαλήμ· πενθήσατε καὶ μητέρες· δακρύσατε νήπια, δακρύσατε· τὸ μέγεθος γὰρ τοῦ πάθους καὶ ὑμᾶς εἰς συναίσθησιν ἐκβιάζεται· δακρύσατε, ὅτι ἐπλήθυνεν ἡμῖν τὰ κακὰ καὶ οὐκ ἔστιν ὁ ἐξαιρούμενος, οὐκ ἔστιν ὁ βοηθός.
Ἀλλὰ μέχρι τίνος ὁ θρῆνος; μέχρι τίνος τὸ πένθος; μέχρι τίνος <ὁ> ὀλολυγμός; Τίς εἰσακούσεται καὶ πῶς ἡ θραῦσις κοπάσει; τίς ἐξιλάσεται; τίς βοήσεται ὑπὲρ ἡμῶν; Εἴ τις ἦν Μωυσῆς, εἶπεν ἂν πρὸς Κύριον, ἐὰν αὐτοῖς ἀφῇς, ἄφες, εἰ δὲ μή, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου τῆς ζωῆς, ἧς ἔγραψας· καὶ πρὸς ἡμᾶς δέ, Κύριος πολεμήσει ὑπὲρ ἡμῶν, καὶ ἡμεῖς σιγήσομεν. Ἀλλ’ οὐκ ἔστιν, ὅτι ἐκλέλοιπεν ὅσιος ἀπὸ τῆς γῆς· οὐκ ἔστι Μωσῆς, οὐκ ἔστιν Ἀβραάμ, ὥστε διάραι τὸ στόμα καὶ παρρησιάσασθαι καὶ εἰπεῖν πρὸς τὸν Θεόν, μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. Οὐκ ἔστιν ὅστις ἐπέλθοι τὰς φιλανθρώπους ἐκείνας καὶ θαυμασίους τῶν λόγων ἐπαγωγάς, δι’ ὧν ἐπὶ δέκα δικαίοις τὴν μυριάνθρωπον πόλιν, ἔξω φύσεως φερομένην, ἐντὸς σωτηρίας ἠξίου γενέσθαι καὶ πρὸς τοῦ τῶν ὅλων ἀκοῦσαι Θεοῦ, ὡς, ἐὰν εὑρεθῶσιν ἐν τῇ πόλει δέκα, οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. Οὐκ ἔστιν οὖν Μωσῆς, οὐκ ἔστιν Ἀβραάμ, ἀλλ’ ἐὰν ὑμεῖς βούλησθε, παράδοξον μὲν ἐρῶ, ἀληθὲς δὲ ὅμως, δύνασθε ὑμῖν αὐτοῖς Μωσέα παρασκευάσαι, δύνασθε Ἀβραὰμ δεῖξαι.
Καὶ Μωσῆς γάρ, ἀνεπιστρόφως ἔχοντος τοῦ λαοῦ, [δεινὸν] οὔπω δεινόν, εἰ πρεσβεύων παρηκούετο· ἀλλ’ ἐκεῖνο λίαν φοβερόν, ὡς πολλοὺς πολλάκις, ὑπὲρ ὧν ἅπαντα ἔπραττεν, ὑπὸ χειρὶ διεχρήσατο. Καὶ Ἀβραὰμ δέ, περὶ ὧν ἐδυσώπει καὶ ἱκέτευε, τούτους ἑώρα τὸν βίον εἰς πυρὸς δαπάνην καταστρέφοντας, ὅτι παθῶν αὐτοῖς ἄκανθαι τὸ γεώργιον ἦν. Δύνασθε, ἐὰν βούλησθε, ἵνα λέγῃ κἀκεῖνος πρὸς ὑμᾶς, Κύριος πολεμήσει ὑπὲρ ἡμῶν καὶ ἡμεῖς σιγήσομεν. Ποθεῖτε μαθεῖν, ὅπως δέδοικα τὸν κλαυθμὸν ὑμῶν, ὅτι πρόσκαιρος· τὴν ἐλεημοσύνην ὑμῶν, ὅτι πρὸς βραχύ, τὴν σωφροσύνην, ὅτι ἐφήμερος· τὴν φιλαδελφίαν, ὅτι μέχρις ἂν τὸ δυσμενὲς τῶν κύκλῳ ἐχθρῶν, ἅτε δὴ κοινὸν ὑπάρχον κακόν, εἰς ὁμόνοιαν ὑμᾶς συνωθῇ· τὸ ταπεινὸν καὶ μέτριον τῶν ἠθῶν, ὅτι μέχρις ἂν ἡ αἰχμαλωσία ἐμπρόθεσμος· τὸν τῦφον πατούμενον καὶ τὸν θυμὸν χαλινούμενον καὶ τὴν γλῶτταν πνευματικῶν ᾀσμάτων, ἀλλὰ μὴ αἰσχρῶν ῥημάτων, δεικνυμένην ὄργανον, ὅτι μέχρις ἂν τῶν πολεμίων οἱ ἀλαλαγμοὶ τοῖς ὠσὶν ὑμᾶς προσαράσσωσι· τὰς λιτὰς καὶ τὰς παννύχους στάσεις καὶ τὴν νηστείαν καὶ τοὺς στεναγμούς, ὅτι μέχρις ἂν ὁ διὰ ξίφους θάνατος.
Ταῦτά με ταράττει καὶ θορυβεῖ πολὺ τῶν ὅπλων πλέον τῶν βαρβαρικῶν. Ταῦτα δέδοικα, ῥᾳδίως νυνὶ καὶ παρὰ πάντων ἅμα ὁρῶν συντελούμενα, ὅτι πρότερον οὐδ’ ἐνίοις τισὶν οὐδὲ χωρὶς καὶ μόλις ἐπράττετο. Φοβεῖ με καὶ ἀνιᾷ, ὅτι ὅτε ἵσταται ἡ πληγή, τότε καὶ ἡμεῖς σεμνυνόμεθα τὴν ἐπιστροφήν, ὅτι, ὅταν ἐπιστῇ τὰ λυπηρά, τότε πρὸς τὰς πράξεις καταφεύγομεν τὰς χρηστάς. Διὰ τοῦτο νῦν οὐκ ἔστι Μωυσῆς, οὐδὲ Ἀβραάμ. Εἰ δὲ καὶ παρελθούσης τῆς νῦν ἡμᾶς κατεχούσης συμφορᾶς τὴν αὐτὴν κοσμιότητα καὶ τάξιν καὶ κατάστασιν ἐφυλάττετε, πολλοὺς ἂν Μωσέας καὶ Ἀβραὰμ προπολεμεῖν ὑμῶν καὶ ὑπὲρ ἡμῶν ἐξιλεοῦσθαι προεβάλετο Θεός. Καὶ τί λέγω Μωσέα καὶ Ἀβραάμ; αὐτὸν τὸν κοινὸν δεσπότην ἡμῶν τε κἀκείνων πρόμαχον ἡμῶν καὶ προασπιστὴν ἀπειργάζεσθε, τὸν ἐπαγαγόντα τὸν ἐχθρὸν διὰ τὰς ἁμαρτίας ἡμῶν, θραύοντα τῶν ἐχθρῶν τὴν ἰσχύν· τὸν παιδεύοντα, ἰώμενον· τὸν ὀργιζόμενον, φιλανθρωπευόμενον· μεγάλη γὰρ ἡ ἐλεημοσύνη Κυρίου τοῦ Θεοῦ ἡμῶν καὶ <ὁ> ἐξιλασμὸς αὐτοῦ τοῖς ἐπιστρέφουσιν ἐπ’ αὐτόν. Ὁσίους καὶ βελτίους ποιήσατε, διὰ Ἱερεμίου βοᾷ, τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἔργα ὑμῶν καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου καὶ παύσεται Κύριος τῶν κακῶν, ὧν ἐλάλησεν ἐφ’ ὑμᾶς. Ἀλλ’ οὐ βούλεσθε.
Μὴ βοᾶτε, μηδὲ θορυβεῖσθε· κρεῖσσον ἦν ἡσύχως εὐχαριστεῖν, ἀλλὰ μὴ διωλύγιον βοᾶν, ὑπὲρ ὧν μὴ ἐπάσχομεν, ἀλλὰ μὴ περὶ τοῦ δεδιέναι παθεῖν ἃ τοῖς οὐκ ὀρθῶς βιοῦσιν ἕπεται παθεῖν, ἐφ’ ᾧ τῶν ἀγαθῶν ἡμῖν αἱ κατὰ τὸν βίον ἄφθονοι πηγαὶ ἀνεδίδοντο, ἀλλὰ μὴ τῶν χαλεπῶν ἡμῖν ἀπείρων ὄχλον ἐπὶ ξυροῦ βεβηκότα πειρᾶσθαι φυγεῖν.
Ἀλλὰ στήσατε τὸν κλαυθμόν, παύσασθε, τούτων ἀσφαλεῖς φύλακες γένεσθε, τολμῶ καὶ λέγω ἐγὼ τῆς σωτηρίας ὑμῖν ἐγγυητής· ταῖς ἐπαγγελίαις ὑμῶν θαρρῶν τοῦτό φημι, οὐ ταῖς πράξεσι ταῖς ἐμαῖς, ταῖς ὑμῶν ὑποσχέσεσιν, ἀλλ’ οὐ ταῖς ἐμαῖς φωναῖς. Ἐγὼ ὑμῖν ἐγγυῶμαι τὴν σωτηρίαν, ἂν αὐτοὶ βεβαίως συντηρήσητε τὰς ὁμολογίας· ἐγὼ τὴν τῶν δυσχερῶν ἀπαλλαγήν, ἂν ὑμεῖς πάγιον τὴν ἐπιστροφήν· ἐγὼ τὴν ὑποχώρησιν τῶν ἐχθρῶν, ἂν τὴν ἀναχώρησιν ὑμεῖς τῶν παθῶν· μᾶλλον δὲ οὐδὲ ἐγὼ τούτων ἐγγυητής, ἀλλὰ καὶ ὑπὲρ ἐμαυτοῦ καὶ ὑπὲρ ὑμῶν, ἂν ἄρα τῶν συνθηκῶν ὑμεῖς ἀπροφάσιστοι γένησθε πληρωταί, ὑμᾶς αὐτοὺς προβάλλομαι ἐγγυητάς, ὑμᾶς ἀποφαίνω πρεσβευτάς. Καὶ γὰρ Κύριος φιλάνθρωπος ὢν καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων ἐρεῖ πρὸς ὑμᾶς, ἰδοὺ ἀπαλείφω ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφηθι ἐπ’ ἐμὲ καὶ λυτρώσομαί σε· καί, ἐπιστράφητε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς· καί, πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ ἀπολλύειν· καί, ἐὰν ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν, μετανοήσω κἀγὼ περὶ πάντων τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.
Τὸ λοιπόν, ἀγαπητοί, πρὸς τὴν μητέρα τοῦ λόγου, τὴν μόνην ἡμῶν ἐλπίδα καὶ καταφυγήν, καιρὸς ἐφέστηκε προσδραμεῖν. Ταύτῃ βοήσωμεν ποτνιώμενοι· Σῶσον πόλιν σήν, ὡς οἶδας, ὦ δέσποινα. Ταύτην πρὸς τὸν υἱὸν αὐτῆς καὶ Θεὸν ἡμῶν μεσῖτιν στησώμεθα καὶ τῶν διομολογηθέντων ἡμῖν μάρτυρα καὶ ἐγγυητὴν ποιησώμεθα, τὴν τὰς ἡμετέρας αἰτήσεις διαπορθμεύουσαν καὶ τὴν παρὰ τοῦ τεχθέντος ἐξ αὐτῆς φιλανθρωπίαν ἐπομβρίζουσαν καὶ τὸ νέφος τῶν ἐχθρῶν διασκεδάζουσαν καὶ τὰς τῆς σωτηρίας ἡμῖν αὐγὰς ἀναλάμπουσαν· ἧς ταῖς πρεσβείαις τῆς παρούσης μὲν ῥυσθείημεν ὀργῆς, ῥυσθείημεν δὲ καὶ τῆς μελλούσης καὶ ἀτελευτήτου κατακρίσεως ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα καὶ εὐχαριστία καὶ προσκύνησις ἅμα τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.