Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ὁμιλίαι

Μέγας Φώτιος

Ομιλία Η': Εις τα Βάγια και εις τον Λάζαρο

Αναφορά στην πώρωση των γραμματέων μπροστά στο θαύμα της έγερσης του Λαζάρου, εξαίρεση της άδολης ομολογίας των νηπίων και ρητορική καταδίκη του ιουδαϊκού φθόνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 8 από 19

Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὁμιλία εἰς τὰ Βάϊα καὶ εἰς τὸν Λάζαρον. Ὅτε, τῶν παίδων ὡσαννὰ ἐν τοῖς ὑψίστοις ἀναβοώντων, ἡ ἐκκλησία σαλπίσει καὶ τῆς λαμπρᾶς ἐκείνης καὶ θεοπρεπεστάτης φωνῆς ταῖς ἀκοαῖς τὸν ἦχον ἑλκύσω, μετάρσιος ὅλος γίνομαι τῇ προθυμίᾳ (δεινὸν γὰρ ἡ χαρὰ χρῆμα καινοποιῆσαι τὴν φύσιν καὶ πόθος οὐκ οἶδε μένειν καιροῦ προσκαλοῦντος) καὶ λογισμῶν θειοτέρων θειοτέρῳ δρόμῳ περιέρχομαι τὴν Βηθανίαν καὶ χεῖρας κροτῶ [καὶ] χορεύων καὶ συναγελάζομαι σκιρτῶν τοῖς νηπίοις, τὸν ἐπινίκιον ὕμνον συγκαταρτιζόμενος αὐτοῖς τῷ δεσπότῃ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὅτε δὲ πάλιν κλαδηφοροῦντας καὶ ὑπαντῶντας Χριστῷ, χοροστατοῦντας καὶ ὑποστρωννύντας τὰ ἱμάτια σκοπήσω, χαίρω μὲν ὡσαύτως οἷς ὁρῶ παῖδας ἐλευθέρᾳ καὶ γλώσσῃ καὶ πράξει τὴν ἀνάρρησιν τοῦ βασιλέως ποιουμένους, ἐπέρχεται δέ μοι μᾶλλον τότε τῶν Ἰουδαίων ταλανίζειν καὶ μισεῖν τὴν μοχθηρίαν, ὅτι παῖδες μὲν εὐγνωμονοῦσι, πατέρες δὲ μιαιφονοῦσι, καὶ νήπια μὲν θεολογοῦσι, πρεσβῦται δὲ θεομαχοῦσι. Τότε καὶ τῶν γραμματέων αὐτῶν ὁρῶ καταπίπτουσαν τὴν σοφίαν· ἐν δόξῃ γὰρ καὶ ὑπολήψει γνώσεως ἄνω κακῶς ἐπαρθέντες τῆς ἀληθινῆς καὶ θείας ὄντως σοφίας ἐξέπεσον.

Τότε καὶ τῶν διδασκάλων αὐτῶν ὀλοφύρομαι τὴν πώρωσιν τῆς καρδίας, ὅτι τῷ διδάσκειν ἄλλους πεπιστευκότες οὐδὲ τῆς τῶν μαθητῶν χοροστασίας, οἷς ἐθελοκακεῖν παρηνέχθησαν, ἠξιώθησαν, καὶ τὸ νοσοῦν τῆς ψυχῆς ἄλλοις θεραπεύειν ἐπηγγελμένοι αὐτοὶ τὴν ἐσχάτην ἐνόσησαν ἄγνοιαν, τῷ τῆς οἰήσεως πάθει ὅλην τὴν ψυχὴν ἀθλίως διαφλεγμήναντες καὶ διπλοῦν ὡς ἀληθῶς ἀρρώστημα ἀρρωστήσαντες, ὅτι τε χαλεπῶς ἔχουσι καὶ ὅτι τὰ ἔσχατα πάσχοντες οὐδ’ ὅτι πάσχουσιν ἐπαισθάνονται· ἢ γὰρ ἂν τὸν ἰατρὸν παραγεγονότα καὶ συνόντα παρεδέξαντο καὶ ῥείθρων αὐτοῖς προχεομένων ἰαμάτων, ῥᾴδιον ὂν καὶ χωρὶς δαπάνης τοὺς ῥυπῶντας ἀπορρύψασθαι, τὰς τῶν παθῶν κηλῖδας ἐκεῖθεν ἀπεκαθήραντο. Ἀλλ’ ἑκόντες τὰς αἰσθήσεις καὶ τὸν λογισμὸν αὐτὸν ἐπὶ σφῶν κακῷ καταμύσαντες τῆς οἰκείας θεραπείας ἐξετράπησαν καὶ τὸν σωτῆρα καὶ δημιουργὸν ἐπιγνῶναι οὐκ ἠθέλησαν. Εἰ γὰρ ἔγνωσαν, ὁ θεῖος Παῦλος διαμαρτύρεται, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Οὐκ ἔγνωσαν, οὐδὲ γὰρ ἐπιγνῶναι ἠβουλήθησαν· ἔνθα δὲ βούλησις ἀντιπράττεται καὶ τοῦ κατασχόντος παθήματος ἡ γνώμη λάφυρον γίνεται καὶ τὸ τῆς διανοίας ἐλεύθερον ἀνδραποδιζόμενον πρὸς τὴν εὐγενῆ τῆς ἀληθείας κατάληψιν οὐκ ἀνάγεται. Οὐκ ἔγνωσαν τὸν ὑπ’ ἀγγέλων δορυφορούμενον καὶ ὑπὸ τῶν προφητῶν κηρυττόμενον.

Οὐκ ἔγνωσαν τὸν ἐν δεξιᾷ τοῦ πατρὸς καθεζόμενον καὶ παρθενικαῖς ἀγκάλαις φερόμενον καὶ ῥήματι μόνῳ τὰ σύμπαντα φέροντα. Οὐκ ἔγνωσαν τὸν ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενον καὶ ὑποζυγίῳ βασταζόμενον καὶ παρὰ παίδων ὑμνολογούμενον καὶ πρὸς τὸ παθεῖν ἑκόντα παραγενόμενον.

Οὐκ ἔγνωσαν· οὐδὲ γὰρ συνιέναι ᾑρετίσαντο, ἀλλὰ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἐσκοτίσθη ἐν τοῖς διαλογισμοῖς αὐτῶν ἡ ἀσύνετος αὐτῶν καρδία. Τοῦτο καὶ ὁ προφήτης πόρρωθεν ἔλεγε προορῶν, ἀκοῇ ἀκούσουσι καὶ οὐ μὴ ἴδωσιν. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι καὶ ἰάσομαι αὐτούς.

Εἰπὲ γάρ μοι, ὦ Ἰουδαῖε, τί τοῖς προφήταις μεγαλαυχεῖς, τὸν δὲ προφητευόμενον βλασφημεῖς; πῶς δὲ προσκαρτερεῖς μὲν τῷ γράμματι, τὸν νοῦν δὲ τῶν γεγραμμένων ἀθετεῖς, καὶ τὴν μὲν ἐπιφυλλίδα τοῦ νόμου ῥωγολογεῖς, τὸν δὲ καρπὸν τῆς νομοθεσίας ἄλλοις τρυγᾶσθαι παραχωρεῖς; Καὶ τοῖς μὲν τοῦ γράμματος μετάλλοις ματαίως ἐναγρυπνεῖς, τὸν ἐν αὐτοῖς δὲ κρυπτόμενον οὐκ ἀνορύσσεις, οὐδὲ θησαυρίζεις χρυσόν; Ἀλλ’ ἕτεροι μὲν τῶν νομικῶν λειμώνων φιλοπόνως τὰ ἄνθη δρεψάμενοι λαμπροὶ λαμπρῶς ἐστεφανωμένοι τὸν τῆς ἐκκλησίας περιχορεύουσι θάλαμον καὶ τὴν ἐν χάριτι μυριπνοοῦσιν εὐσέβειαν, σὺ δὲ τοῖς πετάλοις τῶν φύλλων ἐναποτήξας τὰ ὄμματα ὅλος πρὸς αὐτὰ πέπηγας, μήτ’ ἐκ τῆς ἐκεῖθεν τραχύτητος ἀλγυνόμενος καὶ <πρὸς> τὰ τῶν ἀνθέων θεάματα τὴν ὄψιν οὐ μεθελκόμενος.

Καὶ σὺ μὲν τὰς τοῦ μαργάρου πτυχάς, αἷς θαλαμεύεται, ταλαιπώρως πολυωρεῖς, ὁ δὲ τοῦ Χριστοῦ λαὸς ταύτας ἀναπτυσσόμενος εὐφυῶς λευκὴν ὡς ἀληθῶς ἀνιμῶνται τὴν τῆς ἀληθείας αὐγήν. Καὶ τὴν μὲν παστάδα παρακαθέζῃ πόνοις μακροῖς, παραγεγονότα δὲ τὸν νυμφίον οὐ προσδέχῃ, κάτοχος γεγονὼς ἔρωτι πορνικῷ. Ὄντως ἡ συναγωγὴ ὑμῶν ἄνανδρος καὶ ἐπ’ ὀρφαναῖς ταῖς λέξεσιν ἀφρόνως μόνη καθημένη.

Ὄντως οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός· ἀνὰ πρώτους γὰρ ταχθέντες τῆς νομοθεσίας οὐδ’ εἰς τὴν ἐσχάτην χώραν ἐνεγράφησαν τῆς θεογνωσίας. Οὐκ ἤκουσας τοῦ βασιλέως Δαυῒδ θεοφορουμένου καὶ ψάλλοντος, ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν; Οὐ πιστεύεις ὡς προφήτῃ; πίστευσον ὡς συγγενεῖ, εἰ ἄρα σὺ μὴ καὶ λόγοις ἐξωμόσω τὴν συγγένειαν· πάλαι μὲν γὰρ ἴσμεν τοῖς ἔργοις ταύτης ἀφεστηκότα σε. Καταφρονεῖς ὡς ποιμένος; φοβήθητι ὡς βασιλέα· οἶδεν ἀπειλεῖν βασιλικῶς, ἐπειδὰν ὀλιγωρούντων ἢ καταφρυαττομένων συναίσθοιτο καὶ ῥομφαίαν στίλβουσαν ἐπάγει καὶ ῥάβδῳ σιδηρᾷ ποιμαίνει καὶ ὡς σκεύη κεραμέως τοὺς τῇ σαθρότητι τῶν λογισμῶν ἐπερειδομένους συντρίβει. Εἰπὲ σὺν αὐτῷ μεγαλοφώνως, ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Εἰς τὴν σὴν ἐκδίκησιν παραγέγονεν ὁ Σωτήρ, εἰς τὴν σὴν ἐκδίκησιν τὸν αἶνον τῶν νηπίων καταρτίζεται. Τί σαυτῷ τῆς σῆς φθονεῖς σωτηρίας; Τί κακὸς οὕτως ὑπάρχεις ἀμείψασθαι χάριν; εἰ μὴ καὶ τοῦτο φαῦλον ὄν, τῆς σῆς κρεῖσσον ὅμως μοχθηρίας. Ἀπειθεῖς οἷσπερ ἤκουσας; πείσθητι τοῖς ὁρωμένοις.

Οὐδὲ τῷ προφήτῃ πειθαρχεῖς Ἠσαΐᾳ, διακεκραγότι καὶ λέγοντι, γλῶσσαι ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην; Ἆρα γὰρ οὐ γλῶσσαι ψελλίζουσαι τὴν ἀλήθειαν τρανολογοῦσιν; Οὐκ ἔμαθον ὑμνεῖν τὰ νήπια τὴν εἰρήνην; Χριστὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ τὸ μεσότοιχον τῆς ἔχθρας διαλύσας καὶ δι’ οὗ τῷ πατρὶ καὶ πλάστῃ πάλαι κακῶς ἀποστάντες κατηλλάγημεν. Οὐχὶ δὲ καὶ Ζαχαρίας θεοληπτούμενος προανακηρύττει τὴν χάριν τῇ Σιών· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ. Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων, αὐτὸς πραΰς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου; Οὐκ ὀφθαλμοὺς ἔχεις τοὺς σοὺς τῶν προφητευθέντων μάρτυρας; Οὐχ οἷς προφητευόντων ἤκουες ταῦτα βλέπεις προϊστάμενα; Οὐ σύνδρομα τοῖς λόγοις τὰ πράγματα; Ἆρα γὰρ οὐχὶ πραΰς; οὐχὶ δίκαιος; οὐ σῴζων; οὐκ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον; οὐχὶ δὲ ψελλίζουσαι γλῶσσαι λαμπρῶς τὴν εἰρήνην κηρύσσουσιν; Οὐ δωροφοροῦσι τὸν ὕμνον οἱ παῖδες οἱ πολιόφρονες;

Παῖδες τὸν ὕμνον δωροφοροῦσιν, ἵνα πᾶσαν ὑπόληψιν σαθρὰν ὁ λόγος δείξῃ πονηρίας, ἐπειδὰν τέχνῃ τινὶ καὶ χάριτι προσπαθείας, εἴ τις κακουργεῖν ἐθέλοι, τὸν ὕμνον ἄγειν τοὺς δοξολογοῦντας φήσῃ τῷ δεσπότῃ· ἡ γὰρ τῶν νηπίων φύσις οὐκ οἶδε διαμηχανᾶσθαι πανουργίαν, οὐδὲ δουλεύει πάθει κολακείας, ἀλλ’ ὡς ἂν αὐτοῖς ἡ τοῦ πνεύματος χάρις ἐνηχήσῃ, οὕτως οὗτοι τὴν θαυματουργίαν ἀναφωνοῦσι.

Παῖδες τὸν ὕμνον δωροφοροῦσιν, ἵνα πάντες ἔργῳ διδαχθῶσιν ὡς οὐ τοῖς περίεργον φρόνημα κεκτημένοις καὶ φιλοπραγμονεῖν ἀναισχυντοῦσιν ἡ τοῦ μυστηρίου καταλαμβάνεται χάρις, ἀλλὰ τοῖς ἀπλάστῳ διανοίᾳ καὶ ἀπειροκάκῳ γνώμῃ προσιοῦσιν ἡ τῆς εὐσεβείας ἀποκαλύπτεται γνῶσις· τὸ γὰρ ὑπὲρ ἔρευναν ὂν εἴ τις ἐρεύνῃ δουλεύειν ἐπαναγκάζοι ἀλλὰ μὴ τοῖς θείοις ἕποιτο λογίοις καὶ τοὺς τῆς φύσεως λόγους, οἷς ἐπαίρεται, πικρῶς διασπάσει, καὶ τῶν τῆς θεολογίας καθ’ ὧν ἐξυβρίζει νόμων ὅλως ἐκπεσεῖται καὶ τῆς περιεργαζομένης ἀπελαθήσεται θεωρίας. Παῖδες τὸν ὕμνον δωροφοροῦσιν, ἵνα καὶ τῶν τεκόντων στηλιτεύσωσι τὴν παρανομίαν καὶ τῶν πιστευόντων ἐγκαινίσωσι τὴν θεογνωσίαν· ὅσα γὰρ νικᾷ λογισμὸν καὶ μαθεῖν οὐχ οἷα κρίσει διανοίας, ἐπιπνοίας δεῖται θειοτέρας· ἡ δὲ καθαραῖς καὶ ἀπλάστοις ἐπιφοιτῶσα καρδίαις δι’ αὐτῶν τοῖς ἄλλοις τὴν τῆς ἀληθείας ἐμφανίζει γνῶσιν. Σὺ δὲ οὐδὲ τὸν Λάζαρον βλέπεις ἀνιστάμενον τοῦ τάφου καὶ τὸν νεκρὸν εἰς ζῶντας τελοῦντα καὶ τῷ δεσποτικῷ συνανακείμενον δείπνῳ; Ἀλλὰ τὰς μὲν κειρίας τοῦ νεκροῦ λύεις, τὴν σὴν δ’ ἀπιστίαν οὐ λύεις; Καὶ τοῦ τάφου μὲν τὸν λίθον ἀποκυλίεις, τὸν φθόνον δὲ τῆς ψυχῆς, χαλεπωτέραν ἐμποιοῦντά σοι σῆψιν, οὐκ ἀποκυλίεις;

Ἀλλὰ τὸν μὲν ᾍδην ὁρᾷς δεσποτικῷ προστάγματι τεταρταῖον ἀναδιδόντα, σὺ δὲ πρὸς τὸν φόνον καὶ τοῦ ἀναστάντος καὶ τοῦ ἀναστήσαντος τὰς προφητοκτόνους ἐξοπλίζεις χεῖρας;

Ὢ τῆς παρανοίας· ὢ τῆς τῶν λογισμῶν ἀθεραπεύτου πωρώσεως. Εἰς τοῦτο γὰρ ἀσεβείας κατεστρέψαντο τὰς φρένας, ὥστε ἐξ ὧν πιστεύειν ἔδει, ἀπιστοῦσι· δι’ ὧν ὑμνολογεῖν, βλασφημοῦσιν· ἐφ’ οἷς δοξάζειν <καὶ> μεγαλαυχεῖν, ἀχαριστοῦσιν· ἐφ’ οἷς εὐφημεῖν καὶ καταγεραίρειν, δυσφημοῦσι καὶ θεομαχοῦσι. Τοιοῦτον γὰρ ἡ ἀπόνοια.

Τοιοῦτον ἡ ἐπιληψία τῆς οἰήσεως· τοὺς γὰρ λογισμοὺς τῇ πλάνῃ καὶ ἀπάτῃ τῶν φαντασιῶν ἐκμεθύσκουσα οὐκ ἐᾷ τὸ τῆς διανοίας ὄμμα τῆς περιχυθείσης αὐτῷ ἀχλύος διακῦψαι καὶ πρὸς τὰς τῆς ἀληθείας αὐγὰς ἀτενίσαι. Τοιοῦτον τὸ νόσημα τῶν φαρισαίων καὶ γραμματέων, τῶν τὰς πρωτοκλισίας μὲν πολυπραγμονούντων καὶ τῷ καλεῖσθαι ῥαββὶ μέγα φυσώντων καὶ τῷ πλατυσμῷ τῶν κρασπέδων νομοφυλακεῖν μεγαλαυχούντων, μηδὲν δὲ τῆς ἀληθείας ὅλως φροντιζόντων, μηδὲ τῆς εὐσεβείας μηδένα λόγον ποιουμένων. Τοιοῦτον τὸ κέντρον τοῦ φθόνου· ἅμα γὰρ ἐνεπάρη τῇ ψυχῇ, καὶ τὸν ὅλον ἄνθρωπον ἐτραυμάτισε· τοῦ τε γὰρ φρουρεῖν τὴν ἰσχὺν παρελύσατο καὶ τὰς αἰσθήσεις, ὧν ἡ χρῆσις ὁδὸς ἐπὶ μάθησιν, ἐλεεινῶς ἐλυμήνατο, μήτε νοεῖν τὰ συμφέροντα, μήτε τῇ μνήμῃ τὴν ἀκοὴν ἀσφαλίζεσθαι, ἀλλὰ μηδὲ καθαρῶς ὁρᾶν παραχωρῶν τὰ ὁρώμενα.

Ἡμεῖς δὲ φύγωμεν, ἀγαπητοί, τὰ ψυχοφθόρα πάθη ταῦτα. Φύγωμεν κενοδοξίαν, δι’ ἧς τὴν πρώτην πτῶσιν ὁ πρῶτος τῶν ἀσωμάτων κατέπεσε. Φύγωμεν φθόνον, εἰ μὴ δι’ ἄλλο τι, ἀλλ’ ὅτι τῷ κεκτημένῳ φθόρος γίνεται, οὐδὲν ἢ μικρὰ παραλυπῶν τὸν φθονούμενον.

Φύγωμεν οἴησιν καὶ δοξοκοπίαν, δι’ ὧν ἡ τῆς ἀληθείας κατάληψις φυγαδεύεται. Φύγωμεν ἀχαριστίαν καὶ βλασφημίαν· ταῦτα γὰρ τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς εἰς τὸ τῆς ἀπωλείας κατέσπασε βάραθρον· ταῦτα τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τῶν Ἰουδαίων εἰς χριστοκτονίαν ἐξεβάκχευσε· ταῦτα τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς ἀφρονεστέρους τῶν νηπίων παρεστήσατο. Μὴ οὖν τῶν Ἰουδαίων μιμησώμεθα τὴν ἀγνωμοσύνην, ἀλλὰ τῶν παίδων ζηλώσωμεν τὴν εὐχαριστίαν, μὴ τῶν πρεσβυτέρων τὴν θεομαχίαν, ἀλλὰ τῶν νηπίων τὴν θεολογίαν, μὴ τῶν φθονούντων τὴν ἀβλεψίαν, ἀλλὰ τῶν ὑμνούντων τὴν θεογνωσίαν, μὴ τῶν φονώντων τὴν πονηρίαν, ἀλλὰ τῶν νηπιαζόντων τὴν ἀκακίαν.

Γενώμεθα καὶ ἡμεῖς ὡς οἱ παῖδες· καὶ γὰρ ὁ Κύριός φησιν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Γενώμεθα παῖδες τῇ ἀκακίᾳ, μηδὲν πονηρόν, μηδὲ πανοῦργον ἐν τῇ ψυχῇ παραγράφοντες, ἀλλ’ ὅλῃ καθαρᾷ καὶ τῶν τῆς δυσσεβείας ἀπηλλαγμένῃ χαρακτήρων τὴν εὐσεβῆ πίστιν ὑποδεχόμενοί τε καὶ ἐγγραφόμενοι, ἵνα εἰσέλθωμεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Προσάξωμεν κλάδους ἐλεημοσύνης τῷ Κυρίῳ καὶ φιλανθρωπίας, ἵνα εἰσέλθωμεν εἰς τὴν αἰώνιον χαρὰν τῶν δικαίων. Ὑπαντήσωμεν αὐτῷ ἐρχομένῳ ἐπὶ πώλου καὶ τῶν Ἰουδαίων στηλιτεύοντι τὴν φρενοβλαβίαν καὶ τῶν ἐθνῶν οἰκειουμένῳ τὴν υἱοθεσίαν.

Ὑπαντήσωμεν αὐτῷ στρωννύντες χιτῶνας. Στρωννύντες πῶς; τῷ τοῖς πενομένοις ὑποστρωννύειν· αὐτὸς γὰρ εἰς ἑαυτὸν τὰ τῶν πενήτων ἀναδέχεται καὶ βοᾷ, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου, ἐμοὶ ἐποιήσατε. Ὢ φιλανθρώπου καὶ θείας φωνῆς. Ἐμοί φησι τοὺς χιτῶνας ὑποστρωννύεις, ὅτε τούτοις τοὺς πένητας ἀμφιάζεις· ἐμὲ περιθάλπεις, ὅτε τούτοις τὴν πικρὰν τοῦ κρύους λύεις ἀλγηδόνα. Ὑποστρώσωμεν αὐτῷ χιτῶνας, ἵνα μετὰ τῶν παίδων βοᾶν ἡμῖν ὑπάρξῃ παρρησία, ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Εὐλογημένος ὁ ἐρχόμενος τὰς χεῖρας ἐπὶ σταυροῦ ἐξαπλῶσαι καὶ τὰ ἔθνη πρὸς ἑαυτὸν ἐπισυνάξαι. Εὐλογημένος ὁ ἐρχόμενος τὸν ᾍδην δεσμώτην δεῖξαι καὶ τὸν Ἀδὰμ τῶν δεσμῶν λῦσαι καὶ τοῦ πτώματος ἀναστῆσαι. Εὐλογημένος ὁ ἐρχόμενος τῆς τυραννίδος τὸ κράτος ὀλέσαι καὶ τὴν ἐλευθερίαν τοῖς εἰς ἔσχατον ταλαιπωρουμένοις βραβεῦσαι. Εὐλογημένος ὁ ἐρχόμενος τὰ τοῦ ᾍδου ταμιεῖα κενῶσαι καὶ τὰς οὐρανίους μονὰς τῷ πλήθει τῶν σῳζομένων πληρῶσαι. Εὐλογημένος ὁ ἐρχόμενος θυσίαν ἑαυτὸν ὑπὲρ ἡμῶν προσενέγκαι καὶ πάσας ἐξιλάσασθαι τὰς ἁμαρτίας καὶ τῷ πατρὶ καταλλάξαι.

Εὐλογημένος ὁ ἐρχόμενος τὸν θάνατον καταργῆσαι καὶ τὴν ἀνάστασιν ἡμῖν ἐγκαινίσαι καὶ τῆς δουλείας ἀπαλλάξαι καὶ τὴν υἱοθεσίαν κληροδοτῆσαι. Σὸν γὰρ τοῦ πλάσαντος καὶ τὸ ἐξ οὐκ ὄντων ἡμᾶς ὑποστῆσαί τε καὶ πλαστουργῆσαι καὶ πεσόντας πάλιν καὶ συντριβέντας ἀνορθῶσαί τε καὶ ἀναπλάσαι. Τῆς σῆς ὑπάρχει φιλανθρωπίας τὸ πλανώμενον ἐπιζητῆσαι καὶ τῆς πλάνης ἐπιστρέψαι καὶ τῆς ἀρχαίας κληρουχίας καταξιῶσαι. Σὸς γὰρ λαὸς ἡμεῖς καὶ πρόβατα νομῆς σου καὶ σοῦ πάντες ἐξηρτήμεθα· καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν ἀναπέμπομεν ἅμα τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, τῇ ὁμοουσίῳ καὶ ζωαρχικῇ καὶ παντοκρατορικῇ τριάδι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.