Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Στίχοι εἰς Βασίλειον Α΄ αὐτοκράτορα (Νόθος)

Μέγας Φώτιος

Προσευχή υπέρ διαφυλάξεως και νίκης

Απευθύνεται ικεσία προς τον Θεό για την προστασία του αυτοκράτορα, την επικράτηση κατά των εχθρών και τη μακροημέρευσή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 3

ἄναξι μὲν τοῖς πρόσθεν ὀφρὺς ἦν θράσους τοῖς προσπεσοῦσι μὴ νέμειν τὰς ἐκβάσεις· ὁ δ’ αὖ ποθητὸς τῷ Θεῷ Βασίλειος ὁ πανσέβαστος, πάγκλυτος, στεφηφόρος, ἐπὰν προσέλθοι τις βροτῶν οἰκτρὸς πάνυ, παραβλέπει μὲν οὐδ’ ὅλως τὸν πλησίον, κλίνας τὸ οὖς δὲ πᾶσι τοῖς λόγοις τότε δίδωσι τὴν αἴτησιν ἐν προθυμίᾳ. ἅπαντα ταῦτα Χριστὸς ὁ ζωῆς ἄναξ ἐν οὐρανοῖς ἔγραψεν εἰς θεῖον θρόνον· διὸ κραταιοῖ τοῦ σεμνοῦ Βασιλείου τὸ βασίλειον ἐν Θεῷ κατὰ κράτος, οἶδεν γὰρ οἶδεν ὕψος εἲς φέρειν μέγα τοὺς τὴν ἔπαρσιν μηδ’ ὅλως κεκτημένους. ἀλλ’ ὦ θεουργὲ τῶν ἁπάντων κτισμάτων ἄναξ ἀνάκτων Χριστὲ φῶς Θεοῦ λόγε, πατὴρ σὺν υἱῷ πνεῦμα τε ζωηφόρον τὸν γῆς ἄνακτα, τὸν φοροῦντα τὸ στέφος, Βασίλειον τὸν πιστὸν ὄντα σὸν λάτριν τῇ δεξιᾷ σου τῇ παναλκιμωτάτῃ φρούρει, φύλαττε καὶ βλάβης πάσης σκέπε ὁρωμένων ἐχθρῶν τε καὶ κεκρυμμένων. δὸς νῖκος αὐτῷ τῶν ἐθνῶν κατὰ κράτους ὑπὲρ τὸ νῖκος δαυϊτικῶν μυριάδων, πρόσπονδα δεικνὺς τοῖς ποσὶν τοῦ δεσπότου ἅπαντα φῦλα βαρβάρων κληρουχίας τούτων τροποῦσθαι τὰς φάλαγγας καὶ στίφη καὶ τοὺς Μάνεντος μυσταγωγοὺς καὶ φίλους. ἔκτεινον αὐτοῦ τοὺς χρόνους μηκεστάτως ὑπὲρ προφήτου Μωσέως τὰς ἐκτάσεις, διδοὺς ἄπλητον εὐετηρίαν βίου καὶ τῆς χαρᾶς πάντερπνον εὐρυχωρίαν, εἰρηνικῶς ἄγειν τε πάντα τὸν χρόνον μάχης ἄνευθε καὶ λύπης καὶ φροντίδων, ἄτερ δὲ δεινῆς ἐθνικῆς παρουσίας.

σύστειλον ἐχθρῶν τοὺς φθόνους καὶ τοὺς δόλους καὶ τοὺς ἐκείνων δυσμενεστάτους λόχους. θαυμαστὸν αὐτὸν δεῖξον εἰς ἔθνη λόγε ἔχοντα τὴν σὴν ἀπρόσιτον ἐλπίδα λιταῖς ἀλήκτοις τῆς πανυμνήτου κόρης τῆς παντανάσσης καὶ πανάγνου παρθένου καὶ τῶν ἁπάντων ἁγίων αἰωνίως.