Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Διόδωρος Ταρσού: Κατά Ειμαρμένης και Αστρολογίας

Ανασκευή της αστρολογίας, του πεπρωμένου και των μανιχαϊκών δοξασιών από τον Διόδωρο, με έμφαση στο αυτεξούσιο και τη θεία πρόνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 19 από 37

Ἀλλ᾽ ἐν τούτοις μὲν τῷ ἱερομαθεῖ τε καὶ φιλοθεάμονι τὸ εʹ καὶ μʹ τὸ πέρας ἀποφέρεται κεφάλαιον. Ἀνεγνώσθη βιβλίον 〈Διοδώρου〉 ἐπισκόπου Ταρσοῦ κατὰ εἱμαρμένης, ἐν λόγοις μὲν ηʹ, κεφαλαίοις δὲ γʹ καὶ νʹ. Ἔστι μὲν οὖν ἐν τούτοις εὐσεβῶν ὁ ἀνήρ, καὶ οὐδὲ περὶ τὴν δόξαν τοῦ υἱοῦ τοῦ Θεοῦ, ἣν ἡ τοῦ Νεστορίου λύσσα διασπαράττει σφαλλόμενος· τοῖς δὲ ἐπιχειρήμασιν ἔστι μὲν οἷς ὀρθῶς τε καὶ εὐφυῶς ἐπιβάλλει, διελέγχων τοὺς τὴν εἱμαρμένην δοξάζοντας, ἔστι δὲ ὅπου πρὸς μόνον τὸ φαινόμενον τὸν ἀγῶνα φέρει, καὶ μηδὲ σαφῶς τὸ τῶν ἐναντίων ἐξακριβῶν δόγμα. Ὅθεν πολλάκις οὐκ ἐκείνοις, πρὸς οὓς ὁ πόλεμος, ἀλλ᾽ ἑτέροις μᾶλλον δόξειεν ἂν διαμάχεσθαι. Πλὴν ὅ γε εὐγνώμων κριτὴς οὐχ ὑπὲρ ὧν οὐκ εὐστόχως ἐνιαχοῦ φέρεται μωμήσαιτο ἄν· ὑπὲρ ὧν δὲ σπουδάζει τὴν τῆς εἱμαρμένης πλάνην κατενεγκεῖν, καὶ ὡς οὐκ ἐν ὀλίγοις κατ᾽ αὐτῆς εὐδοκιμεῖ, τὸν ἄνδρα τιμῆς καὶ χάριτος ἄξιον ἀνομολογεῖν ἐστι δίκαιος.

Ἐν μέντοι γε τῷ αʹ καὶ νʹ κεφαλαίῳ, ἅμα τε τὴν τῆς εἱμαρμένης κατασείων δόξαν, καὶ τὴν Βαρδισάνου συνεπιρραπίζει. Αὕτη δὲ ἡμιμανής τίς ἐστι καὶ ἡμίτομος· τὴν μὲν γὰρ ψυχὴν εἱμαρμένης τε καὶ τῆς λεγομένης γενεθλιαλογίας ἐλευθέραν ἀπολύει, συντηρῶν αὐτῇ τὸ αὐτεξούσιον, ὑποτάττει δὲ τῇ ταύτης διοικήσει τὸ σῶμα καὶ τὰ περὶ τὸ σῶμα, πλοῦτον δή φημι καὶ πενίαν καὶ νόσον καὶ ζωὴν καὶ θάνατον καὶ ὅσα οὐκ ἐφ᾽ ἡμῖν, καὶ ταῦτα πάντα τῆς εἱμαρμένης ἔργα δογματίζει. Ὃν ὁ φιλομαθὴς καὶ σπουδαῖος Διόδωρος σαφῶς τε καὶ γενναίως διελέγχει λόγῳ μὲν ἡμίτομον τὴν τῆς εἱμαρμένης πλάνην κηρύττειν, ἔργῳ δὲ συγκροτεῖν τὴν ὅλην, εἴπερ καὶ τὰ πλεῖστα τῶν σωματικῶν παθῶν τε καὶ ἔργων διὰ τῆς ψυχικῆς ἐνεργείας τε καὶ συνεργείας ναὶ δὴ καὶ συμπαθείας εἴωθεν ἐπισυμβαίνειν καὶ ἀποτελεῖσθαι.

Ἐν μὲν οὖν τῷ αʹ λόγῳ ἄλλα τέ τινα περὶ εἱμαρμένης διελθών, καὶ ὅθεν ἔσχε τὴν τόλμαν ἡ πλάνη παρρησιάσασθαι, καὶ κατὰ τῆς λεγούσης δόξης τόδε τὸ πᾶν ἀγένητον εἶναι διανιστάμενος (οἴεται γὰρ ἐκ τῆς ὑπολήψεως τῆς τὸν κόσμον ἀγένητον ποιούσης, ἐκεῖθεν καὶ τὸ τῆς εἱμαρμένης συγκροτεῖσθαι πλάσμα) περατοῖ τὸν αʹ λόγον, καὶ ἐν τῷ βʹ τοῦ αὐτοῦ μὴ ἀφιστάμενος ἀγωνίσματος.

Διὸ καὶ ἐν τῷ ιʹ κεφαλαίῳ γενητὸν εἶναι τόν τε κόσμον καὶ τὸν ἐν αὐτῷ ἄνθρωπον ἐπιδεικνὺς ὧδέ πως εἰσβάλλει πρὸς τὴν ἐπιχείρησιν. Ἐπεί, φησί, τῶν κατὰ μέρος ἀνθρώπων ἕκαστος φθαρτός ἐστι καὶ γενητός, δῆλον ὡς καὶ ἡ τούτων φύσις εἰς τὴν ὁμοίαν ἄγεται λύσιν, ἐν μόναις ταῖς ἐξ ἀλλήλων διαδοχαῖς διαμένουσα· τὸ γὰρ ἀγένητον οὐκ ἐν διαδοχαῖς ἐπινοούμενον ἔχει τὸ ἄφθαρτον, ἀλλὰ καθ᾽ ἑαυτὸ καὶ κατὰ τὴν ἰδίαν ὑπόστασιν. Ὅτι δὲ ὁ κόσμος γενητός, δῆλον ἐξ ὧν καὶ τὰ ἐν αὐτῷ γενητά, πῦρ καὶ ὕδωρ καὶ γῆ καὶ ἀήρ· καὶ γὰρ ταῦτα παρὰ μέρος καθ᾽ ἑκάστην καὶ φθείρεται καὶ γίνεται. Ὅτι δὲ πάλιν ἡ γῆ φθαρτή, δῆλον ἐξ ὧν εἰς γῆν καὶ ὁ ἄνθρωπος καὶ τὰ ἄλλα τῶν ζῴων φθειρόμενα μεταβάλλεται· τὸ γὰρ εἰς ταύτην φθείρεσθαι ἀπόδειξίς ἐστι τὸ ἐκ ταύτης φθαρείσης κατ᾽ ἀρχὰς ταῦτα γενέσθαι. Πλὴν καὶ νῦν ἔτι πολλὰ τῶν ζῴων ταύτης τρεπομένης καὶ φθειρομένης γίνεταί τε καὶ συνίσταται.

Τὸ δὲ τρεπόμενον εἰ καὶ μὴ πρόδηλον εἶχε τὴν φθοράν, πῶς ἂν εἴη ἀγένητον; τροπὴ γὰρ πᾶσα τοῦ κατὰ φύσιν προϋπάρχοντος καὶ μάλιστα τῆς ἀγενησίας καθέστηκεν ἔκπτωσις. Εἰ δὲ ἦν ἀγένητον ἄνθρωπος, πῶς ὑπὸ τῆς γενέσεως ἤτοι τῆς εἱμαρμένης διῳκεῖτ᾽ ἄν; τὸ γὰρ ἀγένητον, οὐ δεῖταί τινος ἀλλοτρίου πρὸς τὴν ἰδίαν σύστασιν.

Εἰ δέ τις ὑπὸ τῆς τῶν πραγμάτων ἐναργείας βιαζόμενος ὁμολογεῖ γενητὰ μὲν εἶναι τὰ ἐπὶ γῆς καὶ θαλάττης καὶ τὰ ἐν ἀέρι, τὴν δὲ ταῦτα ἀποτελοῦσαν γένεσιν τρέχουσαν διηνεκῆ φορὰν καὶ ἀγένητον ἐνεργεῖν, καὶ ἐργάζεσθαι τὰ προειρημένα πάντα ἀϊδίως καὶ ἀγένητον, αὐτόθεν ἔχει τὸν ἔλεγχον. Οὐ γὰρ οἷόν τε αὐτὰ μὲν εἶναι γενητὰ καὶ οὐκ ἀΐδια, ἀΐδιον δὲ αὐτῶν τὴν διοίκησιν. Τὰ γὰρ ὄντα τις συγκρατεῖ καὶ διοικεῖ, τὰ δὲ οὐκ ὄντα πρότερον ποιεῖ μέν, εἶτα κυβερνᾷ καὶ διοικεῖ, οὐ μὴν πρὸ τοῦ γενέσθαι διοικεῖ καὶ κυβερνᾷ τὰ μὴ ὄντα, εἶτα δημιουργεῖ.

Γενητὰ δέ φησι τὰ στοιχεῖα καὶ ἐξ ὧν ὁρᾶται καθ᾽ ἑκάστην ἀλλήλων δεόμενα· τὸ γὰρ ἀγένητον καὶ ἄτρεπτον καὶ ἀνενδεές. Δεῖται δὲ τὰ στοιχεῖα ἀλλήλων καὶ εἰς τὸ σῴζεσθαι καὶ εἰς τὸ σῴζειν τὰ ἐν αὐτοῖς ζῷα. Ὁ δὲ κόσμος ὅλος γενητός, ἐξ ὧν καὶ σύνθεσις ὁρᾶται, ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ συγκείμενος. Εἰ γὰρ καὶ ὥσπερ ὀφθαλμὸς ἢ κεφαλὴ τοῦ λοιποῦ σώματος, οὕτως ὁ οὐρανὸς τῶν κοσμικῶν στοιχείων τὸ τιμιώτατον, ἀλλ᾽ οὖν ὥσπερ κεφαλὴ καὶ ὀφθαλμός, κἂν τιμιώτατον, ὁμοιοπαθεῖ τῷ λοιπῷ σώματι, οὕτω καὶ οὐρανὸς γῇ καὶ ὕδατι καὶ ἀέρι καὶ τοῖς ἐν αὐτῷ φθαρτοῖς ἅπασιν ὁμοιοπαθὴς ὑπάρχων τὴν κοινὴν φθορὰν οὐ διέφυγεν.

Ἀλλὰ γὰρ πῶς τὰ διοικούμενα ὑπὸ γενέσεως ἀγένητα; ἢ πῶς τὰ εἰς τὸ εἶναι ἑτέρων μὴ δεηθέντα εἰς χρείαν ἦλθεν ἀλλοτρίας διοικήσεως, καὶ ταύτης οὐκ ἀγαθῆς; Τί δὲ ἀπὸ τοῦ διοικεῖσθαι κρεῖττον ἕξει προσούσης αὐτοῖς ἀγενησίας; Καίτοι τροπὴ πᾶσα φύσεως ἀγενήτου φθορὰ καὶ ἔκστασις οὐσίας ἀνάρχου. Καὶ πῶς ἤνεγκε τὰ ἀγένητα ὑπὸ γενέσεως διοικεῖσθαι οὐκ ἐπὶ τὸ σωθῆναι αὐτοῖς τὸ ἀγένητον, ἀλλ᾽ ἐπὶ τὸ φυλαχθῆναι;

Εἰ δέ τις ἀγένητον λέγοι αὐτῶν τὴν τροπήν, τὸ πάντων ἀδυνατώτερον εἰσάγει· τροπὴ γὰρ πάθος ἐστὶν ἀρχόμενον, καὶ οὐκ ἄν τις εἴποι τροπὴν ἄναρχον. Καὶ συντόμως εἰπεῖν, τῶν στοιχείων καὶ τῶν ἐξ αὐτῶν ζῴων τε καὶ σωμάτων ἡ πάνσοφος τροπή, καὶ τῶν σχημάτων καὶ χρωμάτων καὶ τῶν ἄλλων ποιοτήτων ἡ ποικίλη διαφορὰ μόνον οὐχὶ φωνὴν ἀφίησι μήτε ἀγένητον μήτε αὐτόματον νομίζειν τὸν κόσμον, μήτ᾽ αὖ ἀπρονόητον, Θεὸν δὲ αὐτοῖς καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι παρασχόμενον σαφῶς εἰδέναι καὶ ἀδιστάκτως ἐπίστασθαι.

Τάχα δὲ γενητὰ μὲν τὰ ἄλλα φήσουσι, μόνην δὲ τὴν τῶν ἄστρων φύσιν καὶ θέσιν ἀγένητον. Ἀλλὰ πρῶτον μὲν τίνος ἦν ἡ γένεσις πρὶν γενέσθαι ταῦτα; Τίς δὲ ὁ τὰ στοιχεῖα δημιουργήσας; Ἢ ἕτερος μὲν οὐδείς, αὐτὰ δὲ ἑαυτά; Τὸ δὲ ἀγένητον οὔτε τροπὴν αὐθαίρετον ἂν ὑποσταίη· πᾶσι μὲν γὰρ φίλον τὸ κατὰ φύσιν, μάλιστα δὲ τῇ ἀγενήτῳ φύσει· οὔτε ὑφ᾽ ἑτέρου μὴ βουλόμενον πάθοι· ἀβίαστον γὰρ τὸ κρεῖττον, κρεῖττον δὲ ἀγενήτου οὐσίας οὐδέν. Πῶς δ᾽ ἂν τὰ μηδαμῇ μηδαμῶς γένοιντο δίχα τοῦ ποιοῦντος; Πῶς δὲ τὸν Θεὸν ταύτην τὴν ἰσχὺν ἀφαιροῦντες αὐτοῖς ἑαυτὰ προάγειν ἐκ μὴ ὄντων περιάπτουσι τὸ κράτος; Εἰ δὲ καὶ αὐτὰ προαγαγεῖν ἴσχυσεν ἑαυτά, διὰ τί μὴ καὶ τὸ διοικεῖσθαι οἴκοθεν παρέσχεν, ἀλλὰ τῆς ἑτέρου κηδεμονίας ἐδεήθη; Τὸ γὰρ γενέσθαι τοῦ διαμένειν γενόμενον πολλῷ δυσχερέστερον.

Πῶς οὖν ὃ μὲν ἦν δυσχερέστερον, εἰς πρᾶξιν ἤνεγκεν, ὃ δὲ ῥᾴδιον, οὐκ ἂν ἔχοι μὴ παρ᾽ ἑτέρου λαβών; Πῶς δὲ καὶ ἡ γένεσις γῆν τε καὶ ἀέρα καὶ τὰ ἄλλα, ἃ μὴ πεποίηκε διοικεῖ; Ἔργον γὰρ τοῦ πεποιηκότος καὶ τὸ διοικεῖν, ὅτι καὶ μόνος τῶν ἑαυτοῦ δημιουργημάτων τὴν φύσιν οἶδε, καὶ ὅπως μὲν κρατοῖτο, πόθεν δὲ συγχέοιτο καὶ διαφθείροιτο. Εἰ δὲ τολμήσαιεν καὶ τῶν στοιχείων τὴν δημιουργίαν ἀνάπτειν τῇ εἱμαρμένῃ, λεγέτωσαν ἡμῖν ποῖος μὲν ἀστὴρ εἰς τόδε τὸ ζῴδιον εἰσελθὼν ἀπετέλεσε τὴν γῆν, ποῖος δὲ τὸν ἀέρα ἢ τὸ πῦρ ἢ τὸ ὕδωρ. Ἀλλ᾽ οὐκ ἂν ἔχοιεν λέγειν, εἰ καὶ πλέον ληρεῖν μελετήσουσιν. Ἄλλωστε δὲ εἰ οὐχ ἅπαξ ποιεῖ ὃ ποιεῖ ἡ γένεσις, πολλάκις δὲ τὰ αὐτὰ κατά τινας χρόνων περιόδους, δεικνύτωσαν ἡμῖν πολλάκις μὲν γεγενημένας πολλὰς ὁλότητας γαιῶν, πολλὰς δὲ ὑδάτων, πολλὰς δὲ θαλασσῶν, ἐξ ὧν καὶ κόσμους ἀπείρους συστήσουσιν.

Ἀλλὰ μὴν ἀδύνατον τοῦτο· ἀδύνατον ἄρα καὶ τὸ ἅπαξ τὴν γένεσιν ἕν τι τῶν στοιχείων προαγαγεῖν. Εἰ δὲ ἐκ μανίας εἰς μανίαν μεταπίπτοντες ὑπὸ Θεοῦ μὲν δημιουργηθῆναι φαῖεν τὰ στοιχεῖα, ὑπὸ δὲ τῆς γενέσεως ἀγενήτου καὶ αὐτῆς ὥσπερ τὸ θεῖον οὔσης διοικεῖσθαι, ἐκδηλότερον αὐτῶν τὴν ἄνοιαν στηλιτεύσουσι. Διὰ τί γὰρ τὸ θεῖον ἀτάκτῳ γενέσει τὸ οἰκεῖον ὑπέβαλε δημιούργημα;

Ἆρ᾽ ὡς αὐτὸς οὐκ ἔχων τὴν τοῦ προνοεῖν σοφίαν; Καὶ τίς ἂν ἐνέγκοι τὸ δύσφημον, τίς δὲ τὸ ἀνόητον, δημιουργίας μὲν κράτος ἔχειν, προνοίας δὲ μηδ᾽ ὅσον ἡ ἄτακτος ἥρπασε γένεσις; Καὶ μυρίος ἄλλος ἐσμὸς ἀτοπημάτων ἕπεται.

Εἰ δ᾽ ὥσπερ ἀγαθότητι ἐποίησεν ὁ Θεός, οὕτω καὶ προνοεῖ, περιττὴ καὶ ματαία ἡ ἐπίνοια τῆς εἱμαρμένης ἤτοι τῆς γενέσεως. Πῶς δὲ ἀγένητος ὁ οὐρανός, τοῦ συνθέτου κόσμου μέρος ὑπάρχων καὶ περιοχή; Τὸ γὰρ ἀγένητον οὔτε περιοχή τις οὔτε τόπος ἑτέρων ἂν εἴη, καθαρεύει δὲ τῶν τοιούτων τε καὶ παθῶν ἁπάντων. Ἀλλὰ καὶ ἐξ αὐτῆς αὐτῶν τῆς πλαττομένης ὑποθέσεως δῆλον ὡς οὔτε ὁ οὐρανὸς οὔτε οἱ ἀστέρες ἀγένητοι.

Καὶ γὰρ τοὺς μὲν αὐτῶν ἀγαθοποιούς, τοὺς δὲ κακοποιοὺς λέγουσι, καὶ οἴκους ἄλλους ἄλλοις ἀφορίζουσιν, ἐν οἷς γινόμενοι ἄλλοι μὲν κακύνονται, ἢ πλέον ἢ καὶ ἐξ ἀγαθότητος τραπέντες εἰς κάκωσιν, οἱ δὲ τοὐναντίον ἢ πρὸς ἀγαθότητα κακοὶ ὄντες μετεβλήθησαν, ἢ πλέον τῆς προτέρας ἠγαθύνθησαν ἀγαθότητος. Καὶ πῶς ἂν ἐν τούτοις νοηθῇ ἢ τὸ ἀπαθὲς ἢ τὸ ἁπλοῦν ἢ τὸ ἀσύνθετον ἢ τὸ ἀγένητον καὶ μυρία ἄλλα; Ἐν οἷς καὶ ὁ δεύτερος αὐτῷ συναπαρτίζεται λόγος καὶ τὰ δέκα κεφάλαια, τελευτήσαντα μὲν εἰς τὸ κʹ, ἀρχὴν δὲ τὸ ιʹ ποιησάμενα.

Ἐν δὲ τῷ τρίτῳ πειρᾶται μὲν διά τε τοῦ καʹ κεφαλαίου καὶ τοῦ κβʹ, καὶ μὴν καὶ τοῦ γʹ καὶ κʹ καὶ δʹ, ἐλέγχειν τοὺς τὸν οὐρανὸν σφαιρικὸν ὑποτιθεμένους, οὐ μέντοι γε διὰ τῶν ἰσχὺν ἐχόντων οἱ ἔλεγχοι πρόεισι. Τὸ σφαιρικὸν δὲ οὐ βούλεται συγχωρεῖν τῷ οὐρανῷ διότι νομίζει τὴν εἱμαρμένην ἐκ τῆς τοιαύτης εἰσάγεσθαι θέσεως. Καίτοι οὐδεμία τοῦτο ἀπόδειξις ἐκβιάζεται. Οὐ γάρ, εἴ γε σφαιρικὸς ὁ οὐρανός, καὶ τὸ τῆς εἱμαρμένης ἐξ ἀνάγκης συνίσταται.

Τὸ δὲ κεʹ καὶ ϛʹ κεφάλαιον εὐσεβεῖς μὲν προβάλλεται λόγους, πρὸς ἔλεγχον δὲ τῆς προκειμένης ὑποθέσεως τὴν ἰσχὺν οὐ λίαν ἐπιδεικνυμένους. Ἐν δὲ τῷ κζʹ δόξας προθέμενος περί τε οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ ἀστέρων, ἃς λέγει τῶν ἀστρολογούντων εἶναι, οὔτε ταύτας ἀκιβδήλως προάγει, καὶ τὰς κατ᾽ αὐτῶν ἐπιχειρήσεις οὔτε ἀποδεικτικάς, ἀλλ᾽ οὐδὲ διὰ τοῦ πιθανοῦ δείκνυσι προϊούσας.

Τὸ δὲ κηʹ πρὸς τὰς αὐτὰς ἐνιστάμενον δόξας, δι᾽ ἴσου μὲν τῶν ἀποδείξεων διαπίπτει, οὐ μέντοι γε καὶ τοῦ πιθανοῦ διαμαρτάνει. Ἐν δὲ τῷ κθʹ φησὶ πῶς τὴν ὅλην γῆν εἰς ἶσα μέρη τοῖς δώδεκα καταμερίζοντες ζῳδίοις τὰ μὲν τμήματα τῆς γῆς καὶ τοὺς ἐν αὐτοῖς δῆλον οἱκοῦντας εἰς ἕκαστον ἀφωρισμένως ἀναφέρουσι τῶν ζῳδίων, καὶ ὑποκεῖσθαι μὲν τὰ τῆς γῆς μέρη, ἐπικεῖσθαι δὲ τῶν ζῳδίων ἕκαστον δίκην νεφέλης τῇ ἀφωρισμένῃ μοίρᾳ τῆς γῆς ἐποχούμενον. Ἐν κινήσει γὰρ κατ᾽ αὐτοὺς διηνεκεῖ τοῦ οὐρανίου πόλου φερομένου, καὶ συμπεριαγομένων αὐτῷ τῶν ιβʹ ζῳδίων, ἀδύνατον τὸ αὐτὸ τῆς γῆς διὰ παντὸς ἐπέχειν τμῆμα, ἀλλὰ παραλλάξει μὲν κατὰ τὴν πορείαν τοῦ πόλου ἕκαστον ζῴδιον πάντα τὰ τμήματα τῆς γῆς, ἄλλοτε μὲν ἐπ᾽ ἀνατολήν, ἄλλοτε δὲ ἐπὶ δύσιν, ἄλλοτε δὲ ἐπὶ μεσημβρίαν τῇ οὐρανίᾳ κινήσει συμπεριδινούμενον, καὶ οὐκ ἐφ᾽ ἑνί τινι στηριζόμενον.

Ἐξ οὗ συμβαίνει τῶν ζῳδίων ἕκαστον οὐδὲν ἧττον τὸ ἀφωρισμένον τῆς γῆς ἐπέχειν τμῆμα ἢ τὸ ἀλλότριον. Ἄλλωστε δὲ εἰ κατ᾽ αὐτοὺς ἡ γῆ κέντρου καὶ σημείου λόγον ἐπέχει πρὸς τὸν οὐρανόν, καὶ τῶν ζῳδίων ἓν ὁποιονοῦν τῷ τε πλάτει καὶ μήκει πολλαπλάσιόν ἐστιν αὐτῆς, πῶς οἷόν τέ ἐστιν ἕκαστον τῶν δωδεκατημορίων τῆς γῆς ἑκάστῳ τῶν ζῳδίων ἰσομοιρεῖν τε καὶ συμπαρατείνεσθαι καὶ διὰ τοῦτο τὴν οἰκείωσιν ἔχειν πρὸς αὐτό;

Καὶ τότε οὐδ᾽ αὐτῆς ὅλης οἰκουμένης τῆς γῆς, κατὰ δὲ τὸ πλεῖστον, τὸ μὲν διὰ καύματος τὸ δὲ διὰ ψύχους ὑπερβολήν, ἀνθρώπων οὔσης ἀοικήτου, καὶ παντελῶς ἀπ᾽ ἀρχῆς ἀφωρισμένης. Εἰ δὲ μὴ τοπικῶς τῶν τῆς γῆς τμημάτων τὰ ζῴδια κρατεῖν λέγοιεν, μηδὲ σωματικῷ μεγέθει κατὰ τὸ ἔχειν αὐτῆς τὸ πλάτος, ἀλλὰ φυσικῶς χαίρειν ἕκαστον τῶν ζῳδίων ἑκάστῳ μέρει τῆς γῆς, περιττῶς πρὸς τὰ σχήματα τῶν ζῳδίων καὶ γῆς τόπους ἀπονέμουσι, ταῖς μὲν τοῦ καρκίνου χηλαῖς ἐξοχάς τινας καὶ ἐκτάσεις ἐκτὸς τοῦ ὅλου μεγέθους, τοῖς δὲ τοῦ ταύρου κέρασι καὶ τοῖς ποσὶν ἑτέρους τῷ τῆς φύσεως σχήματι παραπλησίους.

Ἔτι δὲ εἰ χαίρει τῶν ζῳδίων ἕκαστον φυσικῶς ἑκάστῳ μέρει τῆς γῆς, καὶ βλάπτει μὲν αὐτῆς τὰ μέρη καὶ ἀφανίζει σεισμοῖς ἢ πολέμοις ἢ πυρπολήσεσιν ἢ ἀφορίαις κακοποιοῦ φανέντος ἀστέρος, ὠφελεῖ δὲ τὰ μέγιστα τῶν ἀγαθοποιῶν τινος εἰς αὐτὸ ἐρχομένου, γηπονίαις, οἰκοδομαῖς, εὐφορίαις, πῶς εἰσὶ τόποι διὰ κρύους ἢ θάλπους ὑπερβολὴν διὰ παντὸς πάντων ἔρημοι, καὶ οὔτε ἀγαθοποιὸς αὐτοῖς ἀφεῖλε τὴν ἐρημίαν, παρέσχε δὲ τὴν εὐκρασίαν, οὔτε τοὺς οἰκησίμους τόπους κακοποιὸς οὐδεὶς ἐπεμβαίνων τῶν ζῳδίων εἰς παντελῆ ἐρημίαν καὶ ἀφανισμὸν μετεσκεύασεν;

Εἰ γὰρ καὶ γένοιντο κατακλυσμοὶ ἢ χαλάζης ἢ κεραυνῶν βολαί, τὰ ἐν αὐτοῖς ἀφανίζοντες, ἀλλ᾽ ἡ συμμετρία πάλιν εἰς τὸ κατὰ φύσιν εὔφορον αὐτοὺς ἐπανήγαγε. Τοὺς δὲ ἐρήμους τόπους οὔπω τις ὠφέλησεν ἀγαθοποιὸς ἀστήρ, ἀλλ᾽ ἡ φύσις κρατεῖ καὶ ἐν ἐρημίαις καὶ πανταχοῦ παρὰ Θεοῦ τοῖς οὖσι διαφόρως δοθεῖσα, καὶ οὔτ᾽ ἂν ὑετὸς κατενεχθείη ὅπου μὴ πέφυκεν, οὔτ᾽ ἂν νιφετῶν ἀπαλλαγείη τὰ διὰ παντὸς φέροντα κρυμοὺς ἀγρίους.

Εἰ δὲ αὐτὸ τῆς τῶν τόπων φύσεως τὸ ἀμετάβλητον δεῖγμα λαμβάνουσι τοῦ χαίρειν ἕκαστον ζῴδιον ἑκάστῳ μέρει γῆς, αἱ ἀπὸ εὐφοριῶν εἰς ἀφορίας μεταβολαὶ καὶ οἱ σεισμοὶ τὸ λεγόμενον αὐτοῖς ἀσθενὲς διελέγχουσι. Τῶν μὲν γὰρ ἀγαθῶν τόπων πολλάκις ἠφανίσθη τὸ εὔκρατον, τῶν δὲ ἐρήμων οὐδὲ πώποτε μετεβλήθη τὸ ἄγριον καὶ ἀοίκητον.

Τῶν μὲν οὖν ἐν τῷ λʹ κεφαλαίῳ ὅσα τὸ ἀκόλουθόν πως μετὰ τοῦ πιθανοῦ εἶχε, ταῦτά ἐστι· τῶν δ᾽ ἄλλων τὰ μὲν τοῖς προλαβοῦσι κεφαλαίοις προείρηται, τὰ δὲ κατὰ τὸ φαινόμενον μᾶλλον καὶ ἐπιπόλαιον διεσκεύασται.

Ἐν δὲ τῷ λαʹ διαπορεῖ τὴν τῶν ἀστρολόγων δόξαν διασείων, καί φησι διὰ τί γὰρ τὰ ζῴδια οἴκους τῶν πλανήτων καλοῦσιν; Ἆρ᾽ ὅτι πέπηγεν ἐν τῷ οὐρανῷ; Καὶ πάντες ἄρα οἱ ὁμοίως πεπηγότες οἶκοι ἔσονται τούτων; Ἀλλ᾽ ὅτι οὐ κινοῦνται οἱ πλάνητες; Καὶ οὕτω πάλιν ἅπαντες οἱ πεπηγότες οἶκοι ἂν αὐτῶν εἴησαν εἰκότως.

Ἀλλ᾽ ὅτι τῶν ἀπλανῶν ἕκαστος χαίρει τῷ πλάνητι; Διὰ τί οὖν μὴ καὶ οἱ πλάνητες οἶκοι τῶν ζῳδίων; Πῶς δὲ μὴ ἀλλήλων οἶκοι πάλιν οἱ ἀγαθοποιοὶ πλάνητες καὶ οἱ κακοποιοί, καὶ ἔτι τὰ ἀλλήλοις χαίροντα τῶν ζῳδίων; Εἰ δ᾽ ὅτι τὰ μὲν ζῴδια σύγκειται ἐκ πολλῶν, ἕκαστος δὲ τῶν πλανήτων μονοειδής, καὶ ἑκάστην σύνθεσιν τῶν ἀπλανῶν οἶκον ὀφείλουσι ποιεῖν τῶν πλανήτων· πολλὰς γὰρ ἄν τις εὕροι συνθέσεις, βουληθεὶς ζητεῖν, καὶ τῶν ἄλλων ἀπλανῶν. Εἰ δὲ ὅτι μόνα τὰ ζῴδια τοῖς πλάνησιν εἰς τὰ ἀποτελέσματα συνεργεῖ, διὰ τί μὴ καὶ οἱ πλάνητες οἶκοι τῶν ζῳδίων συνεργοῦντες αὐτοῖς; Εἰ δὲ διότι τὰς τῶν ζῳδίων ἐνεργείας καὶ ἀκύρους καὶ ἐνεργεῖς δύνανται ποιεῖν, πῶς οὐχὶ καὶ ἀλλήλων οἶκοί εἰσι, τοῖς ἀλλήλων ἀποτελέσμασι καὶ κῦρος καὶ κατάλυσιν ἐπάγειν, ὥς φασιν, ἰσχύοντες; Πῶς δὲ μόνα τὰ ζῴδια τοῖς πλάνησι συνεργεῖ; Ἆρα μάταιός ἐστιν ὁ λοιπὸς τῶν ἀπλανῶν χορός; Πῶς δὲ τοὺς πλάνητας ἀγαθοποιεῖν καὶ κακοποιεῖν ὅλως δύνασθαί φασιν; Ἆρα διὰ τὸ κινεῖσθαι; Οὐκοῦν τῶν ιβʹ ζῳδίων οὐδὲν οὔτε ἀγαθοποιήσει οὔτε κακοποιήσει· ἀλλ᾽ οὐδέ τις ἄλλος τῶν ἀπλανῶν. Εἰ δὲ διότι, φησί, δι᾽ αὐτῶν πορεύονται οἱ πλάνητες, πολλῷ μᾶλλον αἱ ζῶναι καὶ οἱ τοῦ ἀέρος τόποι, δι᾽ ὧν ὁδεύουσι, τοῦ καλοποιεῖν καὶ κακοποιεῖν δύναμιν ἕξουσιν· οὐρανοῦ γάρ, ἐν ᾧ οἱ πλάνητες, οὐμενοῦν, ὥς φασι, πολλῷ κατωτέρω ὄντες οὐχ ἅπτονται.

Τί δὲ δήποτε σελήνη μὲν τὸ μειοῦσθαι καὶ αὐξάνειν ὑπομένει, τῶν δ᾽ ἄλλων πλανήτων προποδισμοὺς καὶ στηριγμοὺς καὶ ἀναποδισμοὺς εἰσάγοντες ἥλιον καὶ σελήνην τῆς τοιαύτης παλιντρόπου πλάνης ἐλευθέρους ἐῶσιν; Καὶ εἰ μικροφανὴς ὁ Κρόνος, μείζων, ὥς φασι, τῶν ἄλλων ὑπάρχων πλανήτων, ὅτι τούτων ἀνώτερον διατρέχει κύκλον, διὰ τί μείζων ὁ ἥλιος τῆς σελήνης, τετάρτην ἀπ᾽ αὐτῆς ζώνην ἐλαύνων;

Ἐχρῆν γὰρ αὐτὸν πολλῷ ταύτης μικρότερον φαίνεσθαι. Ὥστε πάντα ψευδῆ καὶ πεπλασμένα, ἃ τῆς ἀστρολογίας οἱ πόνοι κρατύνουσιν. Οὕτω μὲν οὖν καὶ τὸ λαʹ κεφάλαιον. Τὸ δὲ λβʹ οὐδὲν τῶν ἀληθῶν πρὸς ἀνατροπήν, οὐδ᾽ ὅσον εἰς τὸ φαινόμενον, ἀναγράφει· ἀλλ᾽ ὅσον ὁρᾶται κἀνταῦθα τοὺς λογισμοὺς εὐσεβῶν ὁ ἀνήρ, τοσοῦτον ἔχει τὸ ἄτονον, ὅσα γε πρὸς τὴν ἀνασκευὴν τῆς πλάνης. Καὶ τὸ τρίτον δὲ καὶ τριακοστὸν τῆς αὐτῆς ἐστι κατὰ τὴν δύναμιν ἰδέας· ἃ γὰρ εἰς ἀνατροπὴν προβάλλεται τοῦ μὴ σφαῖραν εἶναι τὸν οὐρανόν, κοινὰ ἂν ἀπορήματα εἴη καὶ πρὸς τοὺς ἡμισφαίριον αὐτὸν τιθέντας ἢ καμάραν ἤ τι ἄλλο τῶν παραπλησίων σχημάτων. Ἐν οἷς καὶ ὁ τρίτος λόγος.

Ἐν δὲ τῷ δʹ μὲν λόγῳ, λʹ δὲ δʹ κεφαλαίῳ καὶ εʹ καὶ ϛʹ, διέξεισι ταῦτα. Ἀπὸ τῆς διαφορᾶς ἣν ἔχει τὸ οἰκούμενον πρὸς τὸ ἀοίκητον καὶ ἣν πρὸς ἄλληλα τὰ κλίματα ἔχουσι, τὴν ἀνατροπὴν τῆς γενέσεως ἤτοι τῆς εἱμαρμένης ποιεῖται. Φησὶ γάρ, ποία τῶν ἀστέρων ἐργάζεται κίνησις τὴν μὲν ἀοίκητον εἶναι δι᾽ ὑπερβολὴν ψύχους, τὴν δὲ δι᾽ ὑπερβολὴν καύματος, καὶ τὴν μὲν διὰ παντὸς μόλις οἰκεῖσθαι τηκομένην τῷ καύματι, τὴν δὲ δυσχερῶς ὁμοίως οἰκουμένην, ἅτε δὴ συνεχῶς νιφομένην καὶ τῇ τοῦ κρύους ἐκθηριουμένην ἀγριότητι; Διὰ τί δὲ αὐτοῖς οὐ μεταβάλλει τὴν τοῦ ἀέρος κατάστασιν ἡ γένεσις, συνεχεῖς ἀεὶ τὰς μεταβολὰς ἐν τοῖς ἄλλοις παρέχουσα κλίμασιν; Ἢ δῆλον ὡς οὔτε πλανήτων δρόμος οὔτε σύνθεσις ζῳδίων, μόνη τοῦ ἡλίου δὲ ἡ φύσις πρὸς τὰ διαστήματα καὶ τῶν τόπων τὰς θέσεις τὰς προειρημένας ἐργάζεται διαφοράς.

Διὰ τί δὲ πάλιν, τῆς γῆς ὑετοῖς ἀρδομένης ἁπανταχοῦ, μόνην τὴν Αἴγυπτον πλημμυρῶν ὁ Νεῖλος κατά τινα χρόνον τοῦ ἐνιαυτοῦ καὶ ἀναχεόμενος εἰς αὐτὴν καρποφόρον ἐργάζεται; Διὰ τί δὲ τὴν ἐνδοτέρω Θηβαΐδος χώραν, ἣν ὀνομάζουσιν Ὄασιν, οὔτε ποταμὸς οὔτε ὑετὸς ἄρδει, ἀλλὰ πηγῶν εὐφραίνει ῥεύματα πολυχειρίᾳ τῶν οἰκητόρων ἀλλ᾽ οὐκ αὐτομάτως ἀναδιδομένων, οὐδὲ ὑετῶν φορᾶς ἐπὶ γῆς ἐρχομένης καὶ διὰ τῶν ἐν αὐτῇ φλεβῶν ἀναδιδομένης, ὅπερ γίνεται παρ᾽ ἡμῖν; Καὶ τούτου σημεῖον τὸ τὰς μὲν ὑπωρείας προΐεσθαι πηγὰς ποταμοὺς ἐργαζομένας διειδεῖς τε καὶ γλυκεῖς, τὰ δὲ ἐπὶ πλεῖστον ἡπλωμένα πεδία καὶ τῆς τῶν ὀρῶν ἐγγύτητος οὐ μετέχοντα καὶ μάλιστα ἰσόπεδα μὴ ἔχειν ὕδωρ, ἢ σφόδρα βραχύ, καὶ τοῦτο βαρὺ καὶ ἁλμυρῶδες, οὐ πηγάζον ἀλλ᾽ ἐν ὀρύγμασιν εὑρισκόμενον, οὐδὲ δι᾽ ὅλου τοῦ θέρους ἀρκεῖν δυνάμενον.

Εἰ πάντα διοικεῖται τῇ γενέσει, πῶς πλάνητος εἰσιόντος εἰς ὑγρὸν ζῴδιον ᾧ χαίρει, οὐ πᾶσαν ὁμοῦ τὴν γῆν πληροῖ ὑετός, ἀλλ᾽ ἡ μὲν ὑδάτων πλήθει καὶ διεφθάρη πολλάκις, ἡ δὲ ἀνομβρίαις κατὰ τὸν αὐτὸν καιρόν, καίτοι γε οὐδὲ πολὺ πόρρω διϊσταμένων ἀλλήλων; Τἀναντία δ᾽ οὖν πάλιν εἰς καιρὸν ἕτερον ταύταις ὁρᾶται συμβαίνοντα.

Τάχα τοῦ ἔθνους ἰδιάζουσά τις γένεσις, ὡς ἂν αὐτοὶ πλάσαιντο, ἤ τι παρανατέλλον ἰδίως ζῴδιον τὰ κοινὰ τῆς γενέσεως ἀποτελέσματα διέλυσε, καὶ μάταιόν ἐστι τὸ τῆς γενέσεως καθολικόν, ἂν μὴ συντρέχῃ καὶ ἡ μερική.

Οὐκοῦν αἱ τῶν τῆς γῆς μερῶν γενέσεις τὸν ἀέρα κινοῦσι, καὶ οὐδὲν ἀνύσει τὸ ὑγρὸν ζῴδιον μετὰ τοῦ οἰκείου πλάνητος τῆς μερικῆς εἱμαρμένης ἀντιπιπτούσης. Καὶ διὰ τί ἔν τισι μὲν τόποις σπανίζει τὸ πότιμον ὕδωρ, ἔν τισι δὲ καὶ τοῦτο πληθύει, καὶ θερμῶν ὑδάτων ἀπολαύουσιν αὐτομάτως ἀναδιδομένων; Σικελίας δὲ καὶ Γαλλίας καὶ Λυκίας καὶ ἑτέρων ἐθνῶν οὐκ ὀλίγων ὄρη μέγιστα πῦρ ἀέναον ἐκδιδόασι τοσοῦτον ὡς καὶ τοῖς ἐν νυκτὶ φαίνεσθαι πόρρωθεν, μήτε ὑπὸ κρύους ἐλαττούμενον, μήτε ὑπὸ ὄμβρου σβεννύμενον, μήτε τοῖς τῆς γῆς βλαστήμασι λυμαινόμενον, τῶν παρακειμένων αὐτοῖς μήτε τι τοιοῦτο πασχόντων μήτε ἐπιδεικνύντων;

Τί τοσαύτην τόπων, ἀέρων, ὑδάτων, πεδίων, ὀρῶν δέδωκε διαφοράν; Οὐ δώδεκα τὰ ζῴδια καὶ οἱ πλάνητες ζʹ; Διὰ τί οὖν οὐ πανταχοῦ τὰ αὐτὰ ἐνεργοῦσι; Καὶ μὴν πένητας καὶ πλουσίους, ἄρχοντας καὶ ἀρχομένους, νοσοῦντας καὶ ὑγιαίνοντας καὶ τὰ ἑξῆς εὕροις ἂν ἁπανταχοῦ.

Πῶς οὖν οὐ πανταχοῦ καὶ ὑετοὶ καὶ οἱ αὐχμοὶ καὶ ὅσα προειρήκαμεν; Χρυσοῦ δὲ μέταλλον ἢ ἀργύρου ἢ χαλκοῦ ἢ κασσιτέρου ἢ μολίβδου ἢ τῶν ἄλλων μεταλλικῶν ἀπὸ ποίας γενέσεως ἡ φύσις εὑρίσκεται; Θεὸν μὲν οὖν τοσαύτην διαφορὰν καὶ μυρίαν ἄλλην κεχαρίσθαι τῇ γῇ δι᾽ ἡμᾶς ὁμολογοῦντες εὐσεβοῦμεν· εἱμαρμένην δὲ διὰ τοῦτο τεχνίτας πλάττειν, ἵνα χρήσωνται ταῖς ὕλαις, οὔτ᾽ ἂν ἡμεῖς εἴποιμεν οὔτε ἕτερος εὖ φρονῶν.

Ἔτι δὲ εἰ κλίμα ἕκαστον διαμένει μυρίαις ταῖς πρὸς ἄλληλα διαφοραῖς ἀπὸ καταβολῆς κτίσεως κοσμούμενον, καὶ ἀκίνητον ἀπ᾽ αἰῶνος ἕστηκεν ὑπὸ τῶν τῆς γενέσεως μεταβολῶν οὐδὲν βλαπτόμενον (οὔτε γὰρ παλίρροιαι θαλάσσης ἐπαύθησαν, οὐ πυρὸς ἄσβεστοι πηγαί, οὐ ζῴων ἑκάστου κλίματος διαφοραί, οὐ μυρίων ἄλλων ἑτερότητες ἀμετάβλητοι), τοσούτων πραγμάτων τῆς παρ᾽ αὐτοῖς γενέσεως ἀπηλλαγμένων πῶς οὐδὲν ἄνευ ταύτης οὔτε γίνεσθαι λέγουσιν οὔτε διαμένειν οὔτε διοικεῖσθαι; Πυθοίμην δ᾽ ἂν αὐτῶν ἡδέως, ποία δρόμου κίνησις εἰς τὸ εἶναι τὴν ἀρχὴν παρέσχε ταῖς βοτάναις, τοῖς φυτοῖς, τοῖς ζῴοις;

Δεῖ γὰρ ἑκάστου τούτων φαίνεσθαι τὴν τῆς γενέσεως ὥραν, ὅτε ἀπὸ γῆς ἐπλάττοντο, καὶ ἑτέραν μὲν εἶναι φοίνικος, ἄλλην δὲ συκῆς, καὶ κυνὸς ἰδιάζουσαν καὶ καμήλου· οὐ τὴν αὐτὴν ἵππου, περιστερᾶς, ἀνθρώπων, καὶ τῶν ἄλλων ὁμοίως.

Ἂν μὲν οὖν ἔχωσι λέγειν διὰ τί μὴ καὶ νῦν ἀπὸ γῆς ἡ γένεσις πλάττει τὰ προειρημένα, διδασκέτωσαν· οὐδὲν γὰρ ἅπαξ ὁ τῆς γενέσεως κύκλος ἀποτελέσει, τὸ δ᾽ αὐτὸ ποιεῖ πολλάκις. Διὰ τί δὲ τὴν μὲν ἀρχὴν οὐκ ἂν ἦν ἃ προήχθη, μὴ ἀπὸ γῆς πλασθέντα, μετὰ δὲ ταῦτα οὐδὲν ἂν αὐτῶν ἀπὸ γῆς βλαστήσειε, διὰ δὲ τῆς ἐξ ἀλλήλων διαδοχῆς σῴζεται; Ἢ πῶς τὸ κυριώτατον καὶ ἀναγκαιότατον ἡ γένεσις οὐκ ἔχουσα, λέγω δὴ τὸ ἀπὸ γῆς πλάσαι τὰ πάντα, τοῦ συγκρατεῖν καὶ ἀποτελεῖν καὶ ἀφανίζειν ἐστὶ κυρία; Ἔτι δὲ εἰ ἀπὸ τῆς κατὰ τὴν ὥραν ἀκριβοῦς ἐπιγνώσεως ἑκάστῳ τῶν γινομένων τὰ συμβησόμενα λέγουσιν, ἀνθρώπῳ φημὶ καὶ βοῒ καὶ ὀρνέῳ καὶ πλοίῳ καὶ πόλει, καὶ πάντων ὧν τὴν πρόγνωσιν ἔχειν ἰσχυρίζονται, πῶς γῆς καὶ θαλάσσης καὶ τοῦ ἀέρος οὐκ εἰδότες τῶν γενέσεων τοὺς καιρούς, τὰ πάθη τούτων καὶ τὰς κινήσεις καὶ τὰς μεταβολὰς ἐπαγγέλλονται λέγειν; Καὶ πῶς οὐκ ἄν τις αὐτοῖς ἀπιστήσειε, πῶς δὲ οὐκ ἂν αὐτῶν ἀποστραφεῖεν τὴν ἄμετρον ἀλαζονείαν; Οὐδὲ γὰρ τῶν κατὰ μέρος ἁπάντων ἰδιαζούσας παρέξουσι τὰς γενέσεις.

Καὶ μὴν ἀκόλουθον τοσαύτας εἶναι γενέσεων διαφοράς, ὅσα τὰ γένη τῶν προαγομένων. Πῶς γὰρ ἂν ἡ αὐτὴ τοῦ δρόμου γένεσις κύνα καὶ λέοντα ἐργάσαιτο καὶ ἄνθρωπον καὶ ἵππον, τοὺς τοσοῦτον ἀλλήλων διαλλάττοντας; Πῶς δ᾽ ἂν εἴη ποικιλία χρωμάτων, σχημάτων, ποιοτήτων, μὴ πάντα ποικίλης γενέσεως ἀποτελούσης, ὥς φασιν; Οὐ μίαν δὲ ἐχόντων πρᾶξιν ἢ πάθος ἓν τῶν ἁπάντων ἀνθρώπων ἢ ἵππων ὅλων ἢ χοίρων, οὐ μέγεθος, οὐ τάχος, οὐκ ἰσχύν, οὐ φωνήν, δῆλον ὡς οὐχὶ μίαν γενέσεως ῥοπήν, ἀλλὰ τοσαύτας ἀναγκασθήσονται λέγειν, ὅση καὶ τῶν ἀποτελουμένων ἡ διαφορά, οὐ μόνον ζῴων χερσαίων καὶ πτηνῶν καὶ ἐνύδρων, ἀλλὰ καὶ φυτῶν καὶ βοτανῶν καὶ εἴ τι ἄλλο ἐν κόσμῳ φύεται.

Καὶ πῶς ἂν τοσοῦτον ἄπειρον πλῆθος τῶν καιρῶν ἀναπλάσουσιν; Ἀλλ᾽ οὐχ ἕξουσιν, οὐδ᾽ εἰ μυριάδες ἡμερῶν αὐτοῖς τὸν ἐνιαυτὸν ἐπλήρουν. Μάλιστα δὲ αὐτῶν τὸ ψεῦδος κατάφωρον γίνεται, εἰ τὰ συνεχῶς τίκτοντα σκοπήσειέ τις, κύνας ἢ χοίρους ἢ ὄρνεις, καὶ οὐχ ἥκιστα τὰ πολυγονώτατα. Χοῖροι γὰρ καὶ ἰχθύες καὶ κύνες πολλὰ τίκτοντες τὸν τῆς ἡμέρας ἀναλίσκουσι καιρόν, ὁ δ᾽ ἰχθῦς, οἶμαι, καὶ πολλὰς ἡμέρας, τῆς τῶν ᾠῶν πληθύος ἐν τάξει μορφουμένης εἰς μυριάδας ἰχθύων κατὰ μέρος τικτομένων, ἐν αἷς ἀμήχανον μὴ γενέσθαι πτηνὰ ἢ χερσαῖα ἐν ὅλῳ τῷ κόσμῳ ἢ νηκτὰ ἐν ὅλῃ θαλάττῃ καὶ ποταμοῖς καὶ λίμναις.

Ἔτι δὲ ἀκριβέστερον ἄν τις ἐντεῦθεν ὃ λέγω καταμάθοι. Ἡνίκα τὸ ἔαρ εὔκρατον ἐπιστῇ, πᾶσα μὲν ἀνθεῖ βοτάνη καὶ κυοφορεῖ, πᾶσα δὲ ξύλων φύσις, πολλὰ δὲ πτηνῶν καὶ χερσαίων καὶ ἐναλίων γένη μιγνύμενα κύει, καὶ μυρία μὲν γένη κατὰ τὸν αὐτὸν καιρὸν τελεσφορεῖ τὰ σπέρματα, μυρία δὲ τῶν ξύλων τοὺς καρπούς, οὐκ ἐν μιᾷ ῥοπῇ ἀλλ᾽ ἐν πλείσταις ἡμέραις, τῶν μὲν ἀνθούντων ἔτι ἐν τῷ αὐτῷ φυτῷ, ἑτέρων δὲ αὐξομένων καὶ ἄλλων πεπαινομένων. Ἡ αὐτὴ δ᾽ ἀναλογία τοῦ τόκου καὶ τῆς κυήσεως καὶ ἐπὶ τῶν ζῴων πάντων, οὐχ οἷόν τε τὴν αὐτὴν τῆς γενέσεως ἔχειν ῥοπήν. Ἔτι δὲ τὰ μὲν ἐνιαυτὸν κυοφορεῖ, τὰ δὲ μῆνας ιʹ, τὰ δὲ ἡμέρας μʹ, καὶ μυρία ἄλλη διαφορά.

Ποῖος οὖν ἀστὴρ εἰς ποῖον ζῴδιον εἰσιὼν μεμετρημένον ἑκάστῳ γένει τὸν τῆς κυοφορίας ἀφορίζει χρόνον; Διὰ τί δὲ τῶν κατὰ τὸ γένος ζῴων ὁ τῆς ζωῆς χρόνος οὐκ ἴσος ὢν τὴν κύησιν ἴσην ἔχει; Εἰ μὲν οὖν καὶ ταῦτα ἀπὸ γενέσεως, λεγέτωσαν, ἵνα πλέον ὀφλήσωσι τὸν γέλωτα· εἰ δὲ σιγῇ τὴν αἰσχύνην ἀποκλίνουσι, πῶς οὐδὲν ἄνευ γενέσεως εἶναι λέγουσι; Καὶ οὔπω λέγω τὰς διαφορὰς τῶν τικτομένων. Τὰ μὲν γὰρ ὅμοια τῶν γεννώντων ἐστίν, ὡς ἄνθρωποι καὶ ἵπποι καὶ λέοντες, τὰ δὲ οὐχ οὕτως, ὡς ἄρκτοι καὶ σφῆκες καὶ μέλιτται καὶ ὅσα διὰ τῶν ᾠῶν πρόεισι. Καί τινα μὲν καὶ δίχα μίξεως τίκτεταί, τινα δὲ χωρὶς ταύτης οὐδαμῶς. Καὶ τίς ἂν ἀπαριθμήσειε τὰς ἐν τούτοις ἀναριθμήτους διαφοράς, οὐ τῶν ζῴων μόνον ἀλλὰ καὶ φυτῶν καὶ βοτανῶν καὶ τῶν παραπλησίων; Ὧν ἁπάντων τὰς αἰτίας παρὰ τῶν τῆς εἱμαρμένης πατέρων ζητεῖν δίκαιον, εἴπερ πάντα τῆς γενέσεως κατ᾽ αὐτοὺς ἤρτηται, καὶ τὸ εἶναι καὶ ὁ τοῦ εἶναι τρόπος, κυοφορεῖσθαί τε καὶ πάσχειν καὶ δρᾶν καὶ ἀποθνῄσκειν.

Ἢ κατὰ τῶν ἀθλίων ἀνθρώπων αὐτοῖς μόνον ἠκριβολογήθη τὰ τῆς γενέσεως, ἵνα τὸ πάντων κάλλιστον ἐν ἡμῖν, τὸ αὐθαίρετον, ἀγνοηθῇ, καὶ Θεὸς μὴ εὐχαριστηθῇ οἷς τὸ γένος εὐεργέτησε; Πῶς δὲ πάλιν ἡ γένεσις ἀκαίρους μὲν προσθήκας δίδωσι, τετρακέφαλα κατ᾽ αὐτοὺς ἀποτελοῦσα καὶ χεῖρας πλείους καὶ πόδας τῶν κατὰ φύσιν, τοῖς δὲ ἑρπετοῖς οὐ δίδωσι πόδας, οἳ παρέξουσιν αὐτοῖς τὸ ἐν τῇ βαδίσει χρήσιμον, οὐκ ὀφθαλμοὺς τοῖς ἀσπάλαξιν, οὐδ᾽ ἄλλοις ὧν δέονται;

Εἶτα ζῆν μὲν οἷς τὰς ἀκαίρους προσθήκας ἔδωκεν οὐκ ἐᾷ (πάντα γὰρ βραχύβια τὰ τερατόμορφα) καὶ τῇ προσθήκῃ τὴν ὅλην ἀφανίζει φύσιν· ὧν δὲ τὰ κατὰ φύσιν ἀφεῖλε, χεῖρας ἢ πόδας ἢ ὀφθαλμούς, ταῦτα ζῆν ἐᾷ, τὴν σωματικὴν πήρωσιν ἀπαραμύθητον ἔχοντα.

Εἰ μὲν οὖν τις εἰς εἱμαρμένην ἀναφέρει ταῦτα, αὐτὸς σὺν αὐτῇ τῆς ἀτοπίας ὁ αἴτιος· εἰ δὲ τῆς φύσεως οἶδε τὸ διαμαρτάνειν, ἐξαίρει τὸ θεῖον τῆς κατηγορίας. Ὥσπερ γὰρ αὐτῇ τρέχειν οἰκείους νόμους διώρισεν, οὕτω καὶ θνητὴν συνεχώρησε κατά τινα συμφέροντα λόγον. Αὕτη δὲ σῴζουσα μὲν τὰ οἰκεῖα μέτρα οὐδὲν ὑβρισμένον φέρει, ἐξοκείλασα δὲ πρὸς ἀμετρίας ἢ ἐνδείας ἢ φόβους ἢ πάθη καὶ τοὺς δοθέντας παραχαράττουσα νόμους οὐδ᾽ ἐν τοῖς τικτομένοις τὸ ἀκίβδηλον σῴζει. Διὰ τί δέ τινα τῶν ζῴων οὐ τρέφει τὰ γεννήματα, ὥσπερ πτηνῶν μὲν γῦπες καὶ κόρακες, ἰχθύες δὲ μικροῦ σύμπαντες, τὰ δὲ καὶ γηροτροφεῖ τοὺς τεκόντας; Καὶ τὰ μὲν καὶ νόθον ὑποβάλλεται γονὴν καὶ τρέφει, τὰ πλεῖστα δὲ οὔ; Καὶ τίς ἂν τὰς ἀναριθμήτους τῶν ὄντων διαφορὰς καταλέξειεν;

Ἀλλὰ ταῦτα μὲν καὶ ἐν τῷ δʹ λόγῳ. Ἐν δὲ τῷ εʹ λόγῳ ἄλλα τε διέξεισι, καὶ πρὸ αὐτῶν ὁμοίως κατὰ τῆς εἱμαρμένης τοῦτο. Εἰ τοῖς γονεῦσί, φασι, τὸ τίκτειν ἀπὸ γενέσεως ὑπάρχει, δῆλον ὡς ἀπὸ τῆς τῶν πατέρων γενέσεως καὶ ἡ τῶν υἱῶν γένεσις καὶ ἡ ταύτης ὥρα διωρίσθη. Εἰ δὲ μή, οὐ τῶν γεννησάντων ἡ γένεσις ἀποτελεῖ τοὺς τικτομένους, καὶ μάτην ὁ πολὺς τῆς εἱμαρμένης λόγος. Εἰ γὰρ τὸ σπαρῆναι καὶ κυοφορηθῆναι καὶ τέλειον προελθεῖν ἢ ἀτελὲς τῆς γενέσεως ἔργον ἐστὶ τῶν τικτόντων, δῆλον ὅτι καὶ ἡ τούτων ὥρα· εἰ δὲ μὴ αὕτη, οὐδὲ ἐκεῖνα. Εἰ δ᾽ αἱ γενέσεις ἐξ ἑτέρων εἰσὶ γενέσεων, καὶ ὁ τοῦ γεννᾶσθαι καιρὸς ἀπὸ τῆς τῶν γεγεννηκότων εἱμαρμένης, ῥᾴδιον ἂν εἴη τοῖς ταύτης ἐρασταῖς μίαν μὲν ἀνθρώπου λαβεῖν γένεσιν, ἐξ αὐτῆς δὲ τήν τε τῶν πατέρων εἰπεῖν καὶ τῶν πάππων καὶ τῶν ἔτι προπατόρων, καὶ τούτων ἁπάντων τά τε πάθη καὶ τὰς πράξεις τῆς ψυχῆς καὶ τοῦ σώματος, τά τε σχήματα καὶ χρώματα καὶ μεγέθη, οὐ τοῦτο δὲ μόνον, ἀλλ᾽ ἐκ τῆς αὐτῆς καὶ τοῦ ἑνὸς γενέσεως τίνες οἱ τεχθησόμενοι προειπεῖν, καὶ πᾶσαν τὴν ἐσομένην ἐκ τῆς διαδοχῆς συγγένειαν, καὶ ταύτης τὰς πράξεις καὶ ὅσα ἄλλα προείρηται, καὶ μήτε τοὺς παρελθόντας ἀγνοεῖν μήτε τῶν ἐσομένων μηδένα· ὃ καὶ αὐτοὶ ἂν διαγελάσαιεν.

Ὅρα δὲ κἀκεῖνο. Τῶν παίδων, φασίν, ἡ γένεσις κακοδαίμονας ποιεῖ τοὺς πατέρας, κἂν ἀπὸ τῆς ἰδίας γενέσεως τὸ εὔδαιμον αὐτοῖς ἐβραβεύετο. Ἐσθ᾽ ὅτε δὲ καὶ ἀναιρεῖ καὶ νικᾷ τὴν τῶν πατέρων γένεσιν ἡ τῶν τέκνων γένεσις, ἀποτέλεσμα ἐκείνης οὖσα. Ἀλλὰ καὶ ἡ τῶν πατέρων γένεσις τοὺς παῖδας κακοδαίμονας ποιεῖ, καὶ ἀδελφοὺς ἡ τῶν ἀδελφῶν, καὶ τῶν γεγαμηκότων ὁμοίως, κἂν ἄλλης τινὸς εἴη γενέσεως, κἂν ἑτέρωθεν ἔφυ. Καὶ τὸ πάντων ἀνιαρότερον, μῖσος ἡ γένεσις βιάζεται τοὺς φύντας εἰς τοὺς φυομένους ἀντὶ τῆς στοργῆς ἔχειν, καὶ τέκνα τοῖς γεγεννηκόσι καὶ ἀδελφοὺς πρὸς ἀλλήλους καὶ τοὺς γεγαμηκότας ποιεῖ πολεμίους, καὶ πρὸς ἀναιρέσεις ἐρεθίζει, καὶ κατ᾽ ἀλλήλων ὁπλίζει τὴν φύσιν, ὅλην ταράσσουσα τὴν συγγένειαν. Καὶ ὁ μὲν ὀδύρεται διότι νοσεῖ ὁ παῖς ἢ τέθνηκεν ἡ γυνὴ ἢ ὁ ἀνήρ, ἀγνοεῖ δὲ ὅτι ἡ τούτων ἑνὸς ἑκάστου γένεσις καὶ ἀγαπᾶν ἀλλήλους ἠνάγκασε καὶ κακοδαιμονεῖν, δριμείαις ὀδύναις περιβάλλουσα ταῖς τελευταῖς τῶν στεργομένων. Ταῦτα ἀνέξοιτ᾽ ἄν τις νοῦν ἔχων;

Πάλιν δούλους κακοδαιμονεῖν ὑπὸ τῆς τοῦ δεσπότου γενέσεως τερατεύονται, καὶ αἰγῶν ἀγέλας καὶ βοῶν ἢ τῶν ἄλλων ζῴων ὑπὸ τῆς τοῦ κεκτημένου, καὶ στρατόπεδα πάλιν διὰ τὴν τοῦ βασιλέως· καὶ τοσαῦται μυριάδες γενέσεων ἀνατρέπονται διὰ τὴν τοῦ ἑνὸς ἢ πρὸς τὸ χεῖρον ἢ πρὸς τὸ ἄμεινον, καίτοι γε τῶν εὐτυχούντων ἢ δυσπραγούντων διὰ τὴν τοῦ ἑνὸς γένεσιν μυρίας ἐχόντων διαφορὰς ἡλικιῶν, ἐνιαυτῶν, μηνῶν, ἡμερῶν, ὡρῶν, πατέρων, μητέρων, συγγενῶν, καὶ τὸν αὐτὸν ἔσθ᾽ ὅτε τοῦ θανάτου τρόπον ὑπερχομένων, τὸν διὰ σιδήρου ἢ θαλάσσης ἤ τινος παραπλησίου συμπτώματος.

Εὑρίσκω δὲ ἔγωγε καὶ τὴν τῶν οἰκετῶν ἢ στρατιωτῶν γένεσιν, ὡς ἂν αὐτοὶ φαῖεν, κρατοῦσαν τοῦ δεσπότου ἢ τοῦ βασιλέως· ἀπατῶσι γὰρ ἢ φαρμάττουσιν ἔσθ᾽ ὅτε τοὺς δεσπότας, ἢ καὶ ἄλλως ἐπιτίθενται, τῆς γενέσεως αὐτοὺς κατὰ τῶν κυρίων ὁπλιζούσης. Εἰ δὲ λέγοιεν τὴν τοῦ οἰκοδεσπότου γένεσιν τοῖς δούλοις διδόναι τὴν ἰσχὺν τοῦ κακοποιῆσαι, πλείονα ποιοῦσι τὴν ἀπορίαν. Οὐ γὰρ μόνον ἡττᾶσθαι τοὺς ὑπηκόους ἠνάγκασε τοῦ βασιλέως ἡ γένεσις, ἀλλὰ καὶ αὐτοῦ κρατεῖν οὗ ἔστι γένεσις, καὶ τοὺς οὐκ ἂν ἀπὸ οἰκείας εἱμαρμένης τοῦτο τολμήσαντας ἡ τοῦ βασιλέως ἐγείρει κατ᾽ αὐτοῦ· οὐ γὰρ οἷόν τε τοσούτων ὁμοῦ στρατιωτῶν γενέσεις εἰς τὸν κατὰ τοῦ δεσπότου θάνατον συμφωνεῖν.

Κρατεῖ δὲ καὶ τῆς πόλεως ἡ γένεσις τοῦ πλήθους τῶν ἐνοικούντων· καταπίπτουσα γὰρ ἡλικιῶν μυρίας διαφοράς, μυρίαις γενέσεσι διοικουμένας, ἀναιρεῖ φθορᾷ μιᾷ καὶ τῇ αὐτῇ διαφθείρουσα. Καὶ ὁ ἀὴρ ὁμοίως, καὶ κατακλυσμὸς ὡσαύτως ὁλόκληρον ἔθνος ἀφανίζων· οὐ γὰρ οἷόν τε τοσαύτας γενέσεις μίαν ἔχειν ἰδέαν θανάτου. Εἰ δέ τις καὶ τὸ ἀδύνατον τοῦτο συγχωροίη, πάλιν ἢ τῆς πόλεως γένεσις ἢ τοῦ ἀέρος ὑπὸ τῆς τῶν πολλῶν ἀνατέτραπται· καὶ δυοῖν θάτερον, ἢ τὰς τῶν πολλῶν ἀκυρῶσαι τὴν μίαν, ἢ ταύτην τῇ τῶν πολλῶν ἀκολουθῆσαι τῆς οἰκείας ἀποσπωμένην ἐνεργείας. Τὰ δ᾽ αὐτὰ λέγειν ἂν εἴη καὶ περὶ ξύλων καὶ χόρτων καὶ βοτανῶν καὶ ζῴων ἁπάντων. Εἰ τοίνυν αἱ γενέσεις ὑπ᾽ ἀλλήλων ἀνατρέπονται, καὶ αἱ μὲν τῶν παίδων τὰς τῶν πατέρων αἱ δὲ τούτων τὰς ἐκείνων ἀναιροῦσι, καὶ αἱ τῶν συζυγιῶν τὰς ἀλλήλων, καὶ αἱ τῶν οἰκιῶν τοὺς ἐνοικοῦντας ἢ αἱ τούτων τὰς τῶν οἰκημάτων, καὶ ἁπλῶς ὅσα προείρηται, πανταχόθεν ἡ γένεσις ἑαυτὴν ἀνέτρεψε καὶ διέλυσεν. Ἀλλ᾽ οὕτω μὲν τὸ βʹ καὶ μʹ κεφάλαιον.

Ἐν δὲ τῷ γʹ καὶ μʹ φησὶν ὅτι ποικίλαις μὲν πράξεσι καὶ πάθεσιν ἢ φυσικαῖς ἢ αὐθαιρέτοις τὰ ἐπὶ γῆς καὶ τὰ ἐν ἀέρι καὶ ἐν θαλάττῃ καὶ ἡμεῖς ὁμολογοῦμεν ὑποκεῖσθαι, τὸ δὲ ἀνάγκην εἱμαρμένην πάντων αἰτίαν εἶναι καὶ ἐκτρεπόμεθα καὶ διελέγχομεν, ἀπὸ τῶν ἀψύχων ἀρχόμενοι καὶ εἰς τὰ ἄλογα ζῷα μεταβαίνοντες, ἐκεῖθεν εἰς τοὺς λογικοὺς ἀνθρώπους τὸν λόγον διαβιβάζοντες.

Μάγνης γοῦν ὁ λίθος σίδηρον ἁρπάζει, καὶ οὐχ ἁρπάζει μόνον, ἀλλὰ καὶ δύναμιν ἐντίθησιν ἕτερον ἁρπάσαι, κἀκεῖνος πάλιν ἄλλον μέχρι πλειόνων. Δίκταμνος ἡ βοτάνη πάλιν τοῖς ἰοβόλοις ἐστὶ πολέμιος· καὶ γὰρ καὶ μόνης τῆς ὀσμῆς ἀντιλαμβανόμενα εἰς τὸ ἀνενέργητον μεταβάλλει.

Καὶ βοτανῶν ἀγλαοφωτὶς μόνη τοσοῦτον ἐν νυκτὶ λάμπει ὅσον ἡ προσηγορία δηλοῖ, καὶ τὸν ἐπιθυμοῦντα λαβεῖν φεύγει, καὶ ταῦτα ἐρριζωμένη, τόπον ἐκ τόπου παρὰ φύσιν μεταβαίνουσα· οὐ γὰρ πρόσεστι τοῖς ἐρριζωμένοις κίνησις ἡ μεταβατική. Χαμαιλέων τὸ ζῷον εἰς πολλὰ χρώματα τὸ σῶμα μεταβάλλει καὶ τοιοῦτος φαίνεται οἷον τὸ πλησιάζον καὶ παρακείμενον αὐτῷ, κἂν ξύλον, κἂν λίθος, κἂν ἄλλο τι τοιοῦτον ᾖ· πρὸς γὰρ τὴν ἐκείνου χροιὰν ἁρμόττει τὴν ἑαυτοῦ. Καὶ ἡ σελευκὶς τὸ πτηνὸν οὕτως ἐστὶν ἀκρίσιν ὀλέθριον, ὥστε καὶ ὅσαι ἂν τῇ σκιᾷ ταύτης καταληφθεῖεν φθείρονται. Ἄλλοις πάλιν ἡ νύξ, ἀλλ᾽ οὐχὶ τὸ φῶς ἐστι τῇ ὄψει ἁρμόδιον. Καὶ τροφὴ πάλιν ἄλλοις ἡ ἑτέρῳ θανάσιμος. Ἀλλὰ καὶ τὸ ποτὸν οὐ πᾶσι τοῖς ζῴοις χρήσιμον. Τὸ δέ γε οὐρεῖν τετραπόδων μὲν ἐνίοις οὐ πρόσεστι, πτηνῶν δὲ οὐδενί.

Καὶ τί δεῖ λέγειν κατὰ μέρος τὰς ἐν τοῖς ζῴοις τροφῆς τε καὶ ποτοῦ καὶ διαπλάσεων καὶ ᾠδῆς καὶ σιγῆς καὶ μονῆς καὶ ἀποδημίας καὶ ἐπανόδου καὶ ὑπηρεσίας καὶ ἐλευθερίας σωφροσύνης τε καὶ πολυγαμίας καὶ ἐργασίας καὶ ἀεργίας θρασύτητός τε καὶ δειλίας καὶ τῶν ἄλλων ἀναριθμήτων διαφοράς;

Ποία τοίνυν δρόμου κίνησις ἕκαστον γένος τοιοῦτον ὑπέστησε; Διὰ τί δὲ τὸ ὅλον γένος τοιοῦτον καὶ οὔτε λαγὼς θρασυνθῇ οὔτε λέων δειλιάσει, οὐδ᾽ ἄλλο τι τῆς κατὰ γένος καὶ προσηκούσης αὐτῷ ἐνεργείας τὴν φυγὴν μελετήσειεν, ἀλλ᾽ ἕκαστον γένος ὅλον ὅμοιον, μόνον δὲ ταῖς μεταβολαῖς τὸ τῶν ἀνθρώπων γένος ποικίλλεται; Εἰ δ᾽ ἡ γένεσις ἕκαστον γένος ἐν τῷ οἰκείῳ τῆς φύσεως ἤθει πανταχοῦ διασῴζει, πῶς ἐν ἀνθρώποις τοὐναντίον εὑρίσκεται; Καὶ γὰρ δειλία καὶ θρασύτης, θυμὸς καὶ πρᾳότης, κακουργία καὶ χρηστότης, καὶ τἀναντία πάντα. Ποῦ οὖν ὁ τῆς γενέσεως δρόμος; Οὐχ ἑπτὰ οἱ πλάνητες καὶ τὰ ζῴδια δώδεκα; Τί δή ποτ᾽ οὖν τοῖς ἀνθρώποις παρέσχε παθῶν τε τοσαύτην καὶ ἐπιτηδευμάτων διαφοράν, τοῖς δὲ λοιποῖς οὐκέτι, ἀλλὰ πανταχοῦ μὲν ὄνος ἀχθοφορεῖ, πάρδαλις δὲ ἁρπάζει, καὶ τὰ ἄλλα τοῦ εἴδους τὸν εἱρμὸν συντηρεῖ ὁμοίως, καὶ νικᾷ τῶν ἀλόγων ζῴων ἡ κατ᾽ εἶδος φύσις τήν τε γένεσιν καὶ τοὺς παρανατέλλοντας καὶ πάντα τὸν μακρὸν ἐκεῖνον λῆρον.

Ποῦ γὰρ ὁ Ἄρης; Τίνος τῶν ἀλόγων ὥπλισε ξίφει δεξιάν, ἢ θώρακι τὸ σῶμα ἢ κράνει τὴν κεφαλὴν ἠσφαλίσατο ἢ κνήμας ἢ πόδας; Οὐ γὰρ λύκους ὥπλισε κατὰ λύκων, οὐδὲ λεόντων συνεκρότησε φάλαγγας. Ἀλλὰ τίς διεξιέναι φιλονεικοίη τὰ ἀδιεξίτητα;

Εἰ γὰρ οὐδὲν ἐκτὸς γενέσεως, πῶς οὐδεὶς ἀστήρ, οὐ πλάνης, οὐ παρανατέλλων, οὐ ζῴδιον ταῦτα τοῖς ὁμοφυέσιν ἀλόγοις παρέχει, οἷς τὸν ἄνθρωπον κατεμέρισεν; Οὐχ ὑφαντικήν, οὐ χαλκευτικήν, οὐ τοὺς μὲν εἰς διδασκάλους, τοὺς δὲ παρὰ τῶν ὁμοειδῶν μανθάνειν συνέστησεν; Εἰ δέ τις παρ᾽ ἡμῶν διδάσκεσθαι ταῦτα ἐρεῖ, πρῶτον μὲν ὀλίγα δείξει, καὶ διὰ τί μὴ πάντα, πλέον ἀπορήσει· δεύτερον οὐχὶ νῷ καὶ ἐπιστήμῃ ὥσπερ ἄνθρωπος, ἀλλ᾽ ἀπάτῃ ἢ φόβῳ διδάσκεται, ὥσπερ κύων τυπτόμενος ἢ πίθηκος ἢ ἵππος τηρεῖ τὰ δεικνύμενα, οὐχ ὅτι ταῦτα τῷ δεσπότῃ χρήσιμα νοῶν, ἀλλ᾽ ὅτι μὴ ποιῶν τύπτεται.

Καὶ ψιττακὸς ἀπατώμενος μιμεῖται· ἐσόπτρῳ γὰρ παρακειμένῳ τὴν μίμησιν κλέπτεται. Λανθάνοντες γὰρ ὄπισθεν λαλοῦσι τοῦ παρατεθέντος ἐσόπτρου, ἃ μανθάνειν ἐκείνους βούλονται· ὁ δὲ ψιττακὸς ἄλλον δοκῶν ὁρᾶν ψιττακὸν σπεύδει πρὸς μίμησιν τῶν ἐκείνου φωνῶν, οὐ τῶν λεγομένων ἔχων νόησιν· πάντα γὰρ ἂν ἐνάρθρως ἐμάνθανε. Καὶ μὴν καὶ ψιττακὸς μόνος, ἀλλ᾽ οὐκ ἀετὸς οὐδὲ τὰ ἄλλα τῶν ζῴων τὰ ἐκείνου διδάσκεται.

Ἀλλὰ καὶ πῶς οὐκ αὐτὸ τοῦτο πάλιν παρὰ τὸν τῆς γενέσεως νόμον; Ἄλογα γὰρ ἐκείνη τὰ ἄλλα ζῷα ποιεῖ, διδάσκει δὲ αὐτῶν ὁ ἄνθρωπος ἔνια, καὶ νικᾷ τῆς γενέσεως τοὺς ὅρους ὁ μηδέποτε τούτων ἀπολυόμενος. Εἰ δὲ καὶ τὰς μελίττας διδάσκειν ἀλλήλας φαῖεν, κἀνταῦθα τὸ ψεῦδος ἐτίμησαν· ἐκ φύσεως γὰρ ἀλλ᾽ οὐκ ἀπὸ τέχνης ἐργάζεται μέλισσα. Πλὴν καὶ οὕτω τὸ ἄπορον αὔξεται· διὰ τί γὰρ μὴ καὶ τὰ ἄλλα κατὰ γένος ἄλληλα καὶ διδάσκει καὶ διδάσκεται; Τίς δὲ κόρακας καὶ γῦπας ἐδίδαξεν ἵπτασθαι, οὓς οὐδὲ τρέφειν οἱ γεγεννηκότες πεφύκασι;

Πῶς δ᾽ ἐν αὐτοῖς ἀπεῖπεν ἡ βασιλέας ποιοῦσα καὶ ἄρχοντας γένεσις; Οὔτε γὰρ ὄνος ὄνων οὔτε λύκων ἐβασίλευσε λύκος· οὐδ᾽ ὁ μὲν αὐτῶν πένεται, ὁ δὲ πλουτεῖ, οὐδὲ τῶν ἄλλων οὐδέν, οἷς τὸ ἀνθρώπινον γένος καταμερίζεται.

Ποῦ οὖν οἱ παρανατέλλοντες καὶ ἡ γένεσις καὶ τὸ τῶν ἀποτελεσμάτων αὐτοῖς πλῆθος; Ἢ κατὰ μόνων τῶν ἀθλίων ἀνθρώπων τὸ κράτος ἥρπασαν; Καίτοι τῶν ἄλλων ζῴων κράτιστον ἄνθρωπος. Καὶ γὰρ καὶ τῶν δυνατωτέρων συνέσει κρατεῖ, καὶ τῶν ἱπταμένων ἐπὶ γῆς βαδίζων κύριος γίνεται, καὶ τὰ εἰς βυθὸν ἀγρεύει νηχόμενα, καὶ ἁπλῶς πάντων ἐστὶ τῷ λόγῳ καὶ τῇ συνέσει κραταιότερος. Πῶς οὖν ἡ γένεσις τοῦ μὲν κρατοῦντος πάντων κρατεῖ, τῶν δὲ ὑπ᾽ ἐκείνου κρατουμένων ἄρχειν οὐκ ἴσχυσεν; Ἀλλ᾽, ὡς ἔοικε, κατὰ ἀνθρώπων αὕτη παρὰ τοῦ πονηροῦ προβέβληται ἡ μηχανή, ἵνα τὸ εὐσεβεῖν καὶ δικαιοπραγεῖν ἀνάγκης ἔργον νομίσαντες ἀλλοτριωθῶσι Θεοῦ, καὶ τὸ τἀναντία πράττειν τῆς αὐτῆς αἰτίας πειθόμενοι, οὐδὲν ἀποκνῶσι πρὸς τὰ ἁμαρτήματα. Οὐκοῦν οὐκ ἔστιν ἡ γένεσις, πλάττεται δὲ ὑπὸ τῶν ἐχθρῶν τῆς ἀληθείας κατὰ τῆς ἀληθείας, ὥσπερ ὑπὸ τῶν ταύτης ἐλέγχεται φίλων.

Οὐδὲ γὰρ τὴν ἀλογίαν εὕροι τις ἂν ἀκριβολογούμενος αἰτίαν τοῦ μὴ μανθάνειν τὰ ζῷα ὅσα καὶ ἄνθρωπος, ὥσπερ οὐδὲ τὸ λογικὸν τῷ ἀνθρώπῳ τῶν μυρίων ἐπιτηδευμάτων αἴτιον. Πόσους γὰρ κατ᾽ αὐτοὺς ἡ γένεσις ἐργάζεται κωφούς, ἀφώνους, μωρούς, ἀτέχνους, ἀφυεῖς. Τί οὖν ὠφέλησε τὸ λογικὸν τὸν ἐκ μήτρας προελθόντα τυφλὸν καὶ κωφὸν ἢ τοὺς τοιούτους, καὶ πόσων ἀλόγων οὐκ εἰσὶ χείρους καὶ πρὸς βίον καὶ πρὸς μάθησιν; Τί δὲ μέλιτταν ἔβλαψεν ἢ ἀράχνην ἢ μύρμηκα ἡ ἀλογία, εἰ πράττει ἃ ἕκαστον ἀκωλύτως κατὰ φύσιν αὐτοῖς ἐπιτηδεύεται;

Τί δὲ τὰ ἄλλα τῶν ζῴων παρέβλαψε πρὸς τὸ οἰκεῖον ἔργον, ἀντὶ τοῦ λογικοῦ λαβόντα τὸ ἄλογον; Μὴ τοῖς πτεροῖς ᾄδειν τὸν κύκνον ἡ ἀλογία συνέστειλεν, ἢ τοὺς τέττιγας; Ἀλλ᾽ ἆρα δύναται καὶ φύσει ποιεῖν ἡ γένεσις μουσικούς· καὶ πῶς οὐχὶ καὶ ῥήτορας καὶ σοφιστὰς ἀπετέλεσε; Διὰ τί δὲ καθὰ γινώσκει τὰ ἄλογα, μὴ καὶ ἡμεῖς ἴσμεν χωρὶς τοῦ μανθάνειν; Ἀλλὰ τὰ τῶν λογικῶν διὰ τὸ ἄλογον οὐ δύναται μανθάνειν τὰ ἄλογα.

Καὶ πῶς τὰ ἀλλήλων διὰ τὴν κοινὴν ἀλογίαν οὐ διδάσκονται, γέρανοι τὰ κύκνων, ὄνοι τὰ κυνῶν, καὶ τὰ μελίττης ἀράχνη, καὶ ἕκαστον τὸ ἀλλότριον; Οὐκ ἄρα διὰ τὴν ἀλογίαν ἡ τῶν ἀνθρώπων μάθησις ἀλόγοις ἀπαράδεκτος, ἀλλὰ διὰ τὴν διαφορὰν τῆς ὑπὸ τοῦ δημιουργοῦ προαχθείσης φύσεως. Τίς δὲ ἀστὴρ τόδε καταλαβὼν τὸ ζῴδιον τὸ γένος ἔπλασε τῶν θηρίων ἀπὸ τῆς γῆς ἢ τῶν κτηνῶν, ἢ ἀπὸ θαλάσσης τῶν νηκτῶν; Καὶ διὰ τί μὴ καὶ νῦν τὸ αὐτὸ διαπράττεται;

Ἡ δὲ τοὺς ἀώρους θανάτους ἐπάγουσα γένεσις πῶς οὐχὶ καὶ δέκα ἐτῶν ἄνθρωπον ἔδειξε γέροντα ἢ πρώτοις ἰούλοις τὸ πρόσωπον στεφανούμενον; Καὶ εἰ τοῦ χρόνου τὸ μῆκος τῆς ἑκάστου ζωῆς εἰς πέντε καὶ ξʹ, ἐνίοτε δὲ καὶ ἀσύγκριτον κατὰ τὸ ἔλαττον ἔτεμε, πῶς οὐδέποτε πενταπλάσιον ἢ δεκαπλάσιον; Καὶ τί λέγω πενταπλάσιον, ἀλλ᾽ οὐδὲ εἰς τὸ τριπλάσιον ἢ διπλάσιον παρεξέτεινε;

Ταῦτα εἰπὼν ὁ ἀνὴρ καὶ κλιμακτῆρος καταγραφὴν ὑπήχθη ποιεῖν καί τινων ἀστρολογικῶν ὀνομάτων καὶ σχημάτων, τὴν τούτων ἀκριβολογούμενος ἔκθεσιν. Ἐπάγει δὲ ὡς εἰ τῷ δρόμῳ τῶν ἀστέρων καὶ τοῖς σχήμασι πάντα διοικεῖται τὰ ζῷα, πῶς οὐδεὶς ἀστὴρ οὐδὲ σχῆμα οὐδὲ παρανατέλλων ἡμίονον πατέρα ἢ μητέρα, καίτοι καὶ τοῖς γονίμοις πολλάκις μιγνυμένους, οὐδέποτε ἀπειργάσατο; Ἀλλ᾽ ἡ φύσις τὸ ἐκείνης λύει κράτος καὶ πανταχοῦ ταύτην νικᾷ, ἐν παρατάσει χρόνων, ἐν ὁμιλίᾳ σωμάτων, ἐν κυοφοριῶν διαφοραῖς, ἐν ἐξαλλαγαῖς ἡλικιῶν καὶ ἐν τοῖς ἄλλοις πᾶσι τοῖς κατὰ φύσιν, ὧν οὐδὲν ἐκείνη ἐξαλλάττειν δύναται. Διὰ τί γὰρ ὄνων μὲν καὶ ἵππων οὐδεὶς τὰς ἐξ ἀνθρώπων διαφεύγει μάστιγας, τἄλλα δὲ τῶν ἀλόγων ζῴων τὴν ἀπὸ τούτων πληγὴν οὐχ ὑπέμεινεν; Εἰ δέ που καὶ σπάνια, τὸ ἄπορον οὐκ ἀνίεται· διὰ τί γὰρ μὴ καὶ τὰ ἄλλα πολὺ πλείω τυγχάνοντα; Εἶτα καὶ αὐτῶν τῶν μαστιζομένων τὰ μὲν ἄλογα, ἕως ἂν ἀνδρωθῇ, μαστίγων ἐλεύθερα, ἀχθοφορεῖν δὲ ἀρχόμενα προσλαμβάνει καὶ τὸ τύπτεσθαι, ἄνθρωπος δὲ ἐν παισὶ μὲν ὢν μᾶλλον μαστίζεται, ἄνδρα δὲ τῆς ἡλικίας αὐτὸν δεικνύσης ἢ οὐδαμῶς ἢ ἐπ᾽ ἔλαττον ὑπὸ μάστιγας ἄγεται.

Διὰ τί δὲ κάστορες μὲν καὶ ὕες καὶ ἀλεκτρυόνες καὶ ἄνθρωποι καὶ ἵπποι καὶ εἴ τι ἄλλο ὑπόλοιπον, τὸ γενεσιουργὸν ὑπ᾽ ἀνθρώπων ἀποτέμνεται, καὶ σίδηρος αὐτοῖς ἀντὶ παιδογονίας δικάζει τὸ ἄγονον, τὰ δ᾽ ἄλλα τῶν ζῴων τὴν ἀπὸ τῶν ἄστρων ἀνάγκην ἀντὶ τοῦ σινοῦσθαι γελωμένην καταλείπουσι; Τί δήποτε δὲ τῆς αὐτῆς ἀστροθεσίας τὸν αὐτὸν δρόμον ἐχούσης φυτὰ μὲν περιτεμνόμενα πάλιν αὔξει κλάδους, καὶ περικειρομένη βοτάνη ἀνίσχει τὴν ἴσην ἢ καὶ πλείονα τῷ δὲ ζῴῳ, εἴ τι τῶν μελῶν περικοπῇ, ὀφθαλμὸν ἢ ῥῖνα ἢ δάκτυλον, οὐδὲν ἡ εἱμαρμένη πρὸς τὴν τοῦ μέλους ἀνάφυσιν συλλαμβάνεται;

Καίτοι ταύτην καθίζουσιν ἐκείνοις χαριζομένην ἅπερ ἀφεῖλεν, ἀλλ᾽ οὐχὶ τῆς φύσεως τὸ ἰδίωμα. Αὐτὸ δὲ τοῦτο τίς ἀστέρων κίνησις καὶ σχῆμα τὰ μὲν εἰς ἀλόγους τὰ δὲ εἰς λογικοὺς διεκλήρωσε; Τίς δὲ ὑσὶ μὲν καὶ ἀλεκτρυόσι καὶ αἰξὶ καὶ βουσί, καὶ εἴ τι τούτοις ὅμοιον, τὸν διὰ μαχαίρας ἐδίκασε θάνατον, τὰ δὲ πλεῖστα τῶν ἄλλων ζῴων τὴν τοιαύτην οὐκ οἶδεν ἐπήρειαν; Ἀλλὰ καὶ τούτων τῶν ἀναιρουμένων πάλαι μέν, τῆς εἰδωλοθυσίας ἐπικρατούσης, ἄπειρον ἐν ὤρᾳ μιᾷ κατεθύετο πλῆθος, νῦν δὲ παυθείσης ἐκείνης οὐχ ὁμοίως τὸ ξίφος ὑπέρχονται. Καὶ τῶν ἀστέρων ὁ σχηματισμός, ὡς ἂν ἐκεῖνοι φαῖεν, ἀναλλοιώτως τὸν αὐτὸν ἐξομαλίζων δρόμον, οὕτω μὲν τὰ περὶ τούτων ἀνωμάλως ἐξηλλοίωσε, τῶν δ᾽ ἄλλων ζῴων τὸν τρόπον τῆς ἀρχαίας ζωῆς οὐ μετέβαλεν. Εἰ δὲ καί τινα παραπλησίως τούτων μεταβέβληκεν, ἀλλ᾽ ὅτι μὴ πάντα μηδὲ τὰ πλεῖστα, οὐδὲν ἧττον ὁ τῶν ἀστέρων ὁμαλὸς δρόμος καὶ ὡς ἀπαράβατον ἀνάγκῃ διεχλεύασται.

Ἀλλ᾽ εἰς τοῦτο μὲν πέρατος καὶ ὁ εʹ λόγος καὶ τὸ γʹ καὶ μʹ κεφάλαιον καταλήγει. Ἐν δὲ τῷ ϛʹ μὲν λόγῳ, δʹ δὲ καὶ μʹ κεφαλαίῳ, ταῦτα ὑποβάλλει. Εἰ τῆς γενέσεως, φησίν, ὁ δρόμος ἀπὸ γῆς τὸν ἄνθρωπον καὶ τὰ ἄλλα τῶν ζῴων ἀπετέλεσε, πῶς νυνὶ χωρὶς γάμου οὔτε ἄνθρωπον οὔτε τὰ μυρία εἴδη τῶν ζῴων οὐδαμῶς προάγουσα δείκνυται; Εἰ δέ τινα τούτων καὶ νυνὶ προάγει, ὥσπερ σκώληκας καὶ τοιαῦτα ἔνια, πῶς μὴ καὶ πάντα ὅσα ὁμοίως ἀπ᾽ ἀρχῆς τῆς γῆς ἔδειξε φυόμενα; Ἀλλ᾽ εἰ καὶ δρόμος ἀστέρων τοὺς ἀνθρώπους ἀπὸ γῆς κατ᾽ ἀρχὰς ἔπλασε, πῶς οὐχὶ καὶ τεχνίτας αὐτίκα συμπροήγαγεν, ἀλλὰ πολλῷ χρόνῳ ὕστερον τεκτονικὴ καὶ ὑφαντικὴ καὶ ἱστορική, γεωμετρία τε καὶ ῥητορικὴ καὶ μυρίαι τέχναι ἄλλαι λογισμοῖς ἀνθρωπίνοις εὑρέθησάν τε καὶ ἐπεγένοντο; Εἰ δὲ καὶ προελθεῖν ἀπὸ γῆς ἐπιστήμονας τοὺς ἀνθρώπους τερατεύσοιντο, πῶς τότε μὲν ἄνευ μαθήσεως ἐπιστήμονες ἀνεφύοντο, νυνὶ δὲ πόνοις καὶ μελέταις μόλις κατορθοῦσι τὴν μάθησιν; Ποῦ δ᾽ οὖν οἴχεται δρόμος ἐκεῖνος ὁ παλαιός, ὁ τοὺς ἅμα τῇ προόδῳ σοφοὺς ἀναπλάττων;

Καὶ πόθεν τὰ νῦν ἀντανέστη ὁ τοὺς αὐτοφυεῖς ἐπιστήμονας πόνοις προβιβάζων καὶ μακρᾷ μελέτῃ; Τί δ᾽ οὖν ὁ μιαιφόνος ἔπραττεν Ἄρης τότε τῶν ἀνθρώπων κατ᾽ ἀλλήλων οὐχ ὁπλιζομένων; Ποῦ δ᾽ ὁ βασιλέας καὶ ἄρχοντας ποιῶν τῶν ἀστέρων δρόμος, πολλαῖς γενεαῖς ὕστερον καὶ τὸ κατὰ κώμας οἰκεῖν, μή τι γε πόλιν ἢ ἀρχὴν εἰδέναι ἐπινοησάντων; Διὰ τί δὲ πάλαι μὲν ἄνθρωποι τεχνῶν ἐχρημάτιζον εὑρεταί, νῦν δὲ ταῖς ἐξευρημέναις ἀρκούμενοι περαιτέρω προελθεῖν οὐκ ἐπινοοῦσιν;

Ἢ δῆλον ὅτι ὁ παρὰ Θεοῦ τοῖς ἀνθρώποις δοθεὶς νοῦς, χρόνῳ καὶ πόνῳ καὶ πρό γε τούτων τῇ ἄνωθεν συνεργίᾳ τὰ πρὸς τὸν βίον χρήσιμα ἐξευρών, ἔστη τοῦ πορρωτέρω καὶ μάτην ἐνταλαιπωρεῖσθαι ταῖς ἐπινοίαις. Πῶς δὲ τοῦ αὐτοῦ γένους ἔθνος μὲν ὁλόκληρον κομᾷ, ἄλλο δὲ κείρεται; Καὶ ἄλλο μὲν μητρογαμεῖ, τὰ πλείω δὲ μυσαρὰν τὴν πρᾶξιν ἡγοῦνται; Καὶ μυρίαις ἄλλαις κατατέμνονται διαφοραῖς νόμων, βίων, ἐθῶν· καὶ οὐδεὶς ἀστέρων δρόμος οὔτε τοὺς κομήτας κείρει, οὔτε τοὺς κειρομένους κομᾶν ἐκβιάζεται, οὐδὲ τὰ ἄλλα πράττειν ἄλλους, ὅσα τοῖς παρὰ σφίσι νόμοις οὐκ ἔμαθον. Καὶ τὰ μὲν τοῦ παρόντος κεφαλαίου τοιαῦτα.

Ἐν δὲ τῷ ἑξῆς ἐπάγει ὡς, εἰ καὶ δόξαιεν καταφεύγειν οἱ τῆς εἱμαρμένης ἐρασταὶ ἐπὶ τοὺς παρανατέλλοντας, οἳ τῶν ζῳδίων καὶ τῶν πλανήτων εἰσὶν ἕτεροι, καὶ οὔτε τοῖς τῆς γενέσεως ἀποτελέσμασι χαίρουσιν οὔτε ἀλλήλοις συνᾴδουσιν, ἀλλὰ κατὰ τὰς τῶν κλιμάτων διαφορὰς ἕκαστος αὐτῶν τὰ οἰκεῖα χορηγεῖ ἀποτελέσματα, εἰπάτωσαν ἡμῖν ποῦ τὸ τῆς γενέσεως βέβαιον καὶ ἀσάλευτον· ἕκαστος γὰρ τούτων ἰδίαις ἐνεργείαις τὰ ταύτης ἀνακόπτων, ἐξ ὧν φασιν, ἐπιδείκνυται ἀποτελέσματα.

Καίτοι οὐδὲ πάντες τὸ αὐτὸ τῆς γῆς ἔχουσι μέτρον, οἷον ἡ Περσῶν καὶ Ἰβήρων μοῖρα ἢ ἡ Λαζῶν καὶ Ῥωμαίων ἢ τῶν ἄλλων. Πῶς οὖν τόδε τὸ ἔθνος ὡς τόδε ἀντικειμένοις καὶ βίῳ καὶ νόμοις καὶ ἤθεσι διοικεῖται;

Δεύτερον δὲ πῶς τὰ πλεῖστα τῶν ἐθνῶν ἐν τοῖς τῆς ἰδίας γῆς ὅροις ἱδρύμενα εἰς τὰ τῶν Ῥωμαίων μετέβαλεν ἤθη; Ἀλλὰ καὶ τρίτον· μετῴκισε μὲν τὸ Ἰουδαίων ἔθνος εἰς Αἴγυπτον, τῶν δὲ πατρῴων νόμων οὐ μετανέστη.

Αἰγύπτου δὲ πάλιν ἀπαναστάντες, Παλαιστίνην μὲν καὶ Ἀραβίαν ἐποικοῦσι, τοὺς πρὶν οἰκοῦντας εἰδωλολάτρας πολέμοις ὠσάμενοι· καὶ τῶν Μωσαϊκῶν οὐ παρετράπησαν νόμων. Ἀλλ᾽ οὐδ᾽ ὅτε ὡς Βαβυλῶνα δορυάλωτον τὸ ἔθνος ἀπήχθη, καὶ μετὰ χρόνους εἰς πᾶσαν τὴν γῆν διεσκεδάσθη, καὶ τῶν πατρῴων οὐκ ἀπεστάτησε νόμων, καὶ οὔτε τις τῶν παρανατελλόντων οὔτε ἡ γένεσις κατηνάγκασεν αὐτοὺς ἢ τῆς περιτομῆς ἢ τοῦ σαββάτου τὸ παράγγελμα λῦσαι.

Τὸ δέ γε ἡμέτερον γένος, τὸ τῶν Χριστιανῶν λέγω, πρὸ τετρακοσίων μὲν ἐτῶν τὴν ἀρχὴν ἔσχεν, ἀθρόον δὲ πᾶσαν ἔλαβε τὴν οἰκουμένην, καὶ τῶν μὲν οἰκείων ἐθῶν ἕκαστον ἀπέστησεν ἔθνος, εἰς δὲ τὸν τῆς εὐσεβείας μετερρύθμισε βίον, οὐ τῆς πατρίδος μεθισταμένους ἀλλὰ τὴν αὐτὴν ὡς καὶ πρότερον οἰκοῦντας, καὶ τὰ τῶν παρανατελλόντων ἀποτελέσματα πολυχρόνια σαθρὰ καὶ γελᾶσθαι κατέλιπεν ἄξια· καὶ πρὸς ἃ ἡ γένεσις ἰσχὺν οὐκ ἔχουσα κατεδύετο, ταῦτα περιφανῶς τὸ τῶν ἀγραμμάτων κατέλυσε κήρυγμα.

Ἐδούλευσε μὲν οὖν Ἀσσυρίοις ὁ κόσμος πάλαι, εἶτα Βαβυλὼν ἐκράτει, καὶ Μῆδοι τὴν ἀρχὴν ἐξεδέξαντο, καὶ μετ᾽ ἐκείνους Πέρσαι, καὶ ὡς Μακεδόνας ὕστερον τὸ κράτος ὅλον μετέβαλεν. Ἀλλ᾽ ἕκαστον ἔθνος τοῖς οἰκείοις ἐνέμενεν ἔθεσι, καὶ βασιλεῦσιν ἰδίοις ἐπολιτεύοντο εἰ καὶ τὸν πάντων κρατοῦντα κοινὸν δεσπότην ἐπεγίνωσκον. Νυνὶ δὲ ὥσπερ ἡ εὐσέβεια μία, οὕτω καὶ ὁ τὸ βασίλειον κράτος ἔχων εἷς, καὶ τριακοσίων ἐθνῶν ἢ καὶ πλειόνων μία τις ἔννομος ἡ Ῥωμαίων ὥσπερ ἡ εὐσέβεια ἐπάρχει ἀρχή· καὶ οὐδένα βιάζεται ἡ γένεσις νῦν οὔτε εἰδωλολατρεῖν οὔτε μητρογαμεῖν οὐδὲ τὰ ἄλλα, ὅσοις τὰ διάφορα τῶν ἐθνῶν οὐκ ἐξήλλαττε μόνον ἀλλήλων, ἀλλὰ καὶ ὡς τὰ ἀντικείμενα κατετέμνετο.

Ἐκεῖνο δὲ ἡμῖν λεγέτωσαν, πῶς, ὥσπερ ἡ εἱμαρμένη μεταβολὰς ποιεῖ θρησκείας καὶ δογμάτων, οὐχὶ καὶ τὰ ἄλλα ἰσχὺν οὐδεμίαν μεταβαλεῖν ἔσχεν. Οὐδένα γὰρ ἐφάνη πείσασα οὐδὲ βιασαμένη ἀδοξίας ἢ πτωχείας ἢ ἀρρωστίας ἢ δουλείας ἢ κολάσεως ἢ ὕβρεως οὐδὲ μυρίων ἄλλων τοιούτων πόθον λαβεῖν· ἀλλ᾽ ὥσπερ ἡ φύσις κρείττων ὤφθη πανταχοῦ τῶν τῆς γενέσεως ἀποτελεσμάτων, οὕτω καὶ ὁ λογισμὸς τὸ οἰκεῖον τῆς ἐλευθερίας ἀξίωμα διασῴζων, ἐν οἷς αὐθαιρέτως πράττει, τῶν ἐκεῖθεν δείκνυται κατεξουσιάζων λήρων. Ἀλλὰ γὰρ εἰ τὸ εὐσεβεῖν καὶ δυσσεβεῖν ἀπὸ γενέσεως, λεγέτωσαν ἡμῖν τίς γένεσις Στωϊκὸν ποιεῖ, τίς δὲ Ἐπικούρειον, Περιπατητικὸν δὲ ποία ἢ Πλατωνικόν;

Τίς λατρεύειν Διόνυσον ἢ Δήμητραν ἢ Σελήνην ἢ Ἥλιον, ἢ τὸν Αἰγύπτιον συνελαύνει λατρεύειν τὸ πρόβατον ἢ τὸν κύνα ἢ τὸν αἴλουρον, τίς δὲ Μανιχαῖον ἀποτελεῖ, τίς Οὐαλεντίνους; Εἰ δὲ οὐκ ἂν φαῖεν, οὐδ᾽ ἂν πλέον θρασυνθεῖεν. Ἐν ἡμῖν ἄρα, καὶ οὐ τῆς γενέσεως ἔργον, τὸ τοιῶσδε ἢ τοιῶσδε σέβειν. Εἰ δὲ τοῦτο, καὶ τὸ σέβειν ἁπλῶς καὶ μὴ σέβειν. Ἐκ τῶν μερῶν γὰρ τὸ ὅλον συνίσταται.

Πῶς δὲ οὐκ ἀλογώτατον πονηρὸν γενέσθαι ἀπὸ γενέσεως, καὶ μισεῖσθαι ἀπὸ τῆς αὐτῆς διὰ τὴν πονηρίαν; Ὁμοίως καὶ ἀγαθὸν γενέσθαι τε καὶ θαυμάζεσθαι; Μοιχὸν ὁμοίως ἢ φονέα, καὶ δρᾶν ὑπ᾽ αὐτῆς τὰ ἄτοπα βιαζόμενον, καὶ διὰ τοῦτο κολαζόμενον; Νομοθέτας καθίζειν, κολάζειν τοὺς ἁμαρτάνοντας, καὶ ἑτέρους συνωθεῖν καὶ ἄκοντας ὡς τὰ ἁμαρτήματα, καὶ ὅσων ἄλλων τοιούτων μεστὸς ὁ βίος ὁρᾶται; Ἅπερ εἰ μὲν ἐν ἡμῖν, ἡμέτερον καὶ τὸ ἔγκλημα τῶν ἐργαζομένων· εἰ δὲ τῆς γενέσεως τὸ κράτος, ἡ μέμψις ἐκείνης ἢ τοῦ ταύτην πεποιηκότος.

Οὕτω πανταχόθεν τὸ τῆς εἱμαρμένης μετὰ τοῦ ἀσυστάτου ἀσεβές τε καὶ παλίμφημον. Ἀλλὰ γὰρ ἐν τούτοις καὶ τῶν λόγων ὁ ἕκτος καὶ τὸ εʹ καὶ μʹ ἐπερατώθη κεφάλαιον. Ἐν δὲ τῷ ζʹ λόγῳ ἀπορίαν τινὰ δῆθεν ὑπὸ τῶν ἀστρολόγων προαγομένην διατιθείς, ἐπάγει καὶ τὴν λύσιν.

Λέγουσι γάρ, φησίν, εἰ μὴ ἀπὸ τῆς εἱμαρμένης, πόθεν τὰ κακά; Οἷς ἀποκρίνεται ὡς εἰ μὲν ἃ διατιθέαμεν ἀλλήλους κακὰ μαθεῖν ἐθέλοιτε πόθεν, τοὺς δρῶντας ὁρῶντες, μάτην αἰτίαν ἄλλην ζητεῖτε; εἰ δὲ ἃ πάσχομεν ἄκοντες, καὶ τοῦτο φανερὰν ἔχει τὴν λύσιν.

Ἐθολώσαμεν παντοδαπῆς κακίας θυέλλη τὸν βίον, πράττομεν ἃ μισεῖ καὶ ἀποτρέπει Θεός· διὰ τοῦτο πάσχομεν ἃ μὴ θέλομεν, ἵνα μηκέτι ὡς τὸ πταίειν ἐκφερώμεθα. Ἢ ἐχρῆν ὑπευθύνως οὕτω βιοῦντας εὐδαιμονίας ἀπολαύειν, ἵνα τε πλέον Θεὸς ἠγνοήθη καὶ προθυμότερον ὡς τὰ πάθη καταφερώμεθα; Εἰ δὲ πράττειν τὰ ἄτοπα διὰ τῆς εἱμαρμένης ὁ Θεὸς ἡμᾶς κατηνάγκαζε, πῶς πάλιν κολάζει ὡς πταίσαντας; Ἕτερον δέ ἐστιν, ὡς δῆλον, τὸ συγχωρεῖν χρᾶσθαι τῷ αὐτεξουσίῳ καὶ αἱρεῖσθαι ἕκαστον ὃ βούλεται, καὶ τὸ καταναγκάζειν πράττειν τὰ ἄτοπα.

Πῶς δὲ ὑμῖν, φησίν, ἐπῆλθε τῶν τοῦ Θεοῦ οἰκονομιῶν ἀγνοοῦσι τὸ βάθος, εἰς τὸ τῆς γενέσεως ἀποτραπῆναι πλάσμα; Καὶ ὅτι μὴ ἐπὶ γῆς ἕρποντες εἰς τὸ τοῦ δημιουργοῦ τῶν κριμάτων ὕψος ἀνέβητε, διὰ τοῦτο ἐπ᾽ ἀστέρας καὶ σελήνην καὶ ἥλιον τὰς αἰτίας ἀνάπτειν παρήχθητε τῶν παρ᾽ ἡμῖν πραττομένων, καὶ ἃ μὲν ἑαυτοὺς ὁρῶμεν ἐργαζομένους, οὐχ ἡμέτερα εἶναι τερατεύεσθαι, ἃ δὲ οὐκ ἔστιν ἰδεῖν τοὺς ἀστέρας πράττοντας, ἐκείνων εἶναι τὸ ἔργον καταψεύδεσθαι; Κἀγὼ δέ, φησίν, ὁ ταῦτα γράφων ὑπὸ γενέσεως καθ᾽ ὑμᾶς ἠναγκάσθην γράφειν τοὺς κατ᾽ αὐτῆς ἐλέγχους, ὥστε καὶ οὕτως αὐτὴ καθ᾽ ἑαυτῆς πλέον τῶν ἔξωθεν αὐτῇ μαχομένων ἐπανίσταται.

Τί δὲ καὶ ὄφελος τὸ μανθάνειν τὰ ἀπὸ γενέσεως προσδοκώμενα; Εἰ μὲν γὰρ ἔστι φυγεῖν τοὺς μαθόντας ἃ ἐπέκλωσε, λῆρος ἡ πρόρρησις· κρατεῖ γὰρ τὸ ἐν ἡμῖν τῆς γενέσεως, μάλιστα δὲ τοῖς τῆς εἱμαρμένης ἐπιστήμοσι τὸ λύειν αὐτῆς τὸν εἱρμὸν συμβήσεται. Οὗτοι γὰρ τῶν ἄλλων μᾶλλον τὰ ἀπὸ γενέσεως αὐτοῖς ἐπιστάμενοι, οὐδὲν τῶν ἀπὸ ταύτης αὐτοῖς ἀπειλουμένων συμπεσεῖν παραχωρήσουσιν.

Εἶτα, ἀλλ᾽ οὐκ ἐκτός φασι γενέσεως τὸ μανθάνοντας ἀπαλλάττεσθαι. Οὐκοῦν ἡ γένεσις εἰς τὰ ἀντικείμενα τέμνεται, καὶ τὸ μὲν αὐτῆς προλέγει, τὸ δὲ καταγελᾷ τῆς προρρήσεως· οὗ τί ἂν εἴη γελοιότερον; Πολλὴ δὲ πάλιν καὶ ἄλλως ἀδικία καὶ ἀνωμαλία. Διὰ τί γὰρ μὴ πάντας ἔπεισε μανθάνειν, ἵνα πάντες τῶν τοσούτων ἀπαλλάττοιντο; Εἰ δὲ καὶ μαθόντα μὴ δυνατόν ἐστι φυγεῖν, τί χρὴ μανθάνειν μάτην καὶ ταῖς φροντίσι προδαπανᾶσθαι καὶ πλήττεσθαι πρὸ τῆς πληγῆς καὶ πρὸ τοῦ θανάτου χεῖρον τῶν τεθνεώτων κολάζεσθαι;

Ἐκεῖνο δὲ πᾶσι καταφανές, ὡς ὁ τὴν εἱμαρμένην εἰσάγων καὶ τῶν σπουδαίων ἀφαιρεῖται τοὺς ἐπαίνους καὶ τοὺς στεφάνους, καὶ τῶν κακούργων ἄδικον ἀνακηρύσσει τὴν ποινὴν καὶ τὰς εὐθύνας. Εἰ γὰρ ἑκάτερος ἐξ ἀνάγκης ἦλθεν εἰς τὸ πράττειν ἃ πράττοι, οὔτε τῆς ἀγαθοεργίας ἐστὶ μισθὸς οὔτε τῆς κακουργίας ποινῆς εἴσπραξις.

Ὃ πῶς οὐκ ἂν εἴη ὅλως ἡμῶν συγχέον καὶ ἀνατρέπον τὸν βίον καὶ κατὰ τοῦ Θεοῦ τὴν γλῶσσαν πάντων ὀξῦνον ἀναιδέστερον; Οὐκ ἤρκει δὲ τοῖς δυστυχέσι τὸ τὰ κακὰ νοεῖν τε καὶ λέγειν καὶ πράττειν ἀναγκάζεσθαι, ἀλλὰ δέον ἐλεεῖσθαι καὶ τὸ μισεῖσθαι προστίθεται καὶ τὸ κολάζεσθαι.

Εἰ δὲ λέγοι τις ὡς οὐχ ἡμῶν ἐστιν εἰδέναι διὰ τί τοιαύτην ὁ Θεὸς ἐδημιούργησε γένεσιν, ἐν προσποιήσει τοῦ μετριάζειν ἐπισφίγγει τὴν ἀσέβειαν, καὶ δι᾽ ὧν δοκεῖ μετριάζειν, μεῖζον ἀσεβεῖ. Εἰ γὰρ καλὴ μὲν ἡ γένεσις, ἡμῖν δὲ φαίνεται κακή, καὶ τοῦτο δὲ ἀπὸ γενέσεως, οὐκ ἐμὸν τὸ σφάλμα, φαύλην οἴεσθαι τὴν οὐ φαύλην, τοῦ δὲ τοιαύτην κρίσιν διὰ τῆς γενέσεως καταθεμένου ἡμῶν τοῖς λογισμοῖς· εἰ δὲ ἐμὸν τὸ σφάλμα, ἐκτὸς ἄρα γενέσεως τὰ τῶν λογισμῶν οἷς ἀκολουθεῖ καὶ λόγος καὶ πρᾶξις, καὶ μάτην ἡ γένεσις.

Ἀληθὴς τοίνυν μετριότης καὶ εὐλάβεια οὐ τὸ κακὴν πλάσαι γένεσιν, εἶτα παραχωρεῖν Θεῷ τῶν κακῶν τὴν γνῶσιν, οὐδὲ τὸν αὐτὸν λέγειν ὠθεῖν εἰς τὰ κακὰ καὶ κολάζειν οὓς διὰ τῆς γενέσεως ὤθησεν. Οὐκ ἔστι ταῦτα μετριάζοντος, ἀλλ᾽ ἐν σχήματι ταπεινοφροσύνης χαλεπὴν ἀπάτην εἰσάγοντος. Τὸ δὲ τῆς εὐσεβείας γένος οὐχ ὑβρίζει Θεὸν δι᾽ ὧν δοκεῖ τιμᾶν, οὐδὲ τὴν αὐτοῦ ἀναιρεῖ ἀγαθότητα, τῶν κακῶν αὐτῷ τὴν ἐξουσίαν παρέχον. Ἀδικεῖν γὰρ οὔτε οἶδεν οὔτε δυνήσεται ἡ τοῦ Θεοῦ ἐξουσία· οὐ ποιεῖ φονέα καὶ κολάζει, οὐδ᾽ ἀπαγορεύει πταίειν καὶ βιάζεται παρακούειν καὶ παρακούσαντα τιμωρεῖται. Ταῦτα οὔτε πρέπει Θεῷ οὔτε εὐσεβὴς οὐδεὶς δέχεται λογισμός. Τὰ δὲ πρέποντα νοοῦμεν, καὶ τῶν ἐν κόσμῳ γινομένων τὴν παντελῆ κατάληψιν αὐτῷ παραχωροῦμεν, καὶ καταλαβεῖν οὐ φιλονεικοῦμεν, εἰδότες ὡς οὐ καταληψόμεθα.

Ἀληθῆ δὲ Θεοῦ ἐξουσίαν ἴσμεν τὸ μήτε πονηρῶν ἡττᾶσθαι καὶ ὡς τὸ τῶν δημιουργημάτων συμφέρον κεχρῆσθαι τῇ ἀγαθότητι. Σκόπει δὲ κἀκεῖνο. Ἐν κυνηγεσίοις παροξύνουσι ταύρους ὡς μάχην ἐρεθίζοντες, κἂν μὴ χρήσωνται τοῖς θυμοῖς, ἀγανακτοῦσιν οἱ δεσπόται· ὁ δὲ τῶν ἀστέρων δρόμος τοὺς πειθομένους τοῖς αὐτῶν ἀποτελέσμασι θανάτοις ἀμείβονται.

Δούλους πάλιν ἡμεῖς ἀπειθοῦντας κολάζομεν, τιμῶμεν δὲ ὑπακούοντας· ἡ δὲ ταῦτα νοεῖν τε καὶ πράττειν ἀναγκάζουσα γένεσις καὶ πταίειν παρακελεύει καὶ τιμωρίαις ὑπάγει τοὺς πεισθέντας, καὶ ἡμᾶς μὲν δικαίους ὡς τοὺς ὑπὸ χεῖρα ἐσθ᾽ ὅτε ποιεῖ, αὐτὴ δὲ τὰ ἀδικώτατα δρῶσα εἰς ἡμᾶς οὐκ αἰσχύνεται. Ἆρ᾽ οὐκ ἐσχάτη μανία ταῦτα νομίζειν;

Ἀλλὰ τοιαῦτα μὲν καὶ τὸ μʹ καὶ εʹ διαλαμβάνει κεφάλαιον. Ἐν δὲ τῷ μϛʹ φησὶν ὡς ὑπὸ τῆς γενεθλιαλογίας οἱ ἐκμανέντες καὶ δημιουργὸν τῶν ἁπάντων ὑποτάττουσι ταύτῃ. Φασὶ γάρ, ὥσπερ τὸ δικαιοπραγεῖν ἀπὸ γενέσεως, οὕτω καὶ τὸ προσευχόμενον εἰσακούεσθαι καὶ τὸ πληροῦσθαι Θεοῦ παρουσίας καὶ τὸ καταξιοῦσθαι θειοτέρων ἀποκαλύψεων.

Ὥστε ἐξ ὧν τολμῶσι λέγειν, τὸν Θεὸν ὑπηρέτην ἀποφαίνουσι τῆς γενέσεως, κἀκείνων εὐεργέτην οἷς ἂν ὁ ταύτης δρόμος τὸ πάσχειν εὖ ἐχαρίσατο· οὗ τί ἂν εἴη ἀθεώτερον ἢ δυσσεβέστερον; Εἰ δὲ ταῦτα καὶ τὰ τοιαῦτα τῆς εἱμαρμένης ἀφαιροῦσι, τὰ μέγιστα τῶν ἀγαθῶν αὐτῆς ἀποτέμνοντες, μόνης δεσπόζειν πονηρίας ἀναγράφουσιν.

Ἀλλὰ καὶ πλείστους ἔδειξεν ὁ μακρὸς χρόνος ἐξ ἀρετῆς εἰς κακίαν μεταβαλόντας· ὥστε πάλιν κρατεῖ ὧν οὐκ ἐκράτει, τοὺς ἀγαθοὺς εἰς φαύλους μετακινήσασα. Οὕτως ἡ ταύτης ὑπόθεσις πάντα συγχεῖ καὶ ταράττει, καὶ πρὸ πάντων ἑαυτὴν καταβάλλει τε καὶ περιτρέπει.

Λέγει δὲ κατὰ τὸ ἑξῆς κεφάλαιον (ζʹ δὲ τοῦτό ἐστι καὶ μʹ) ὡς καὶ τῶν παρ᾽ Ἕλλησι φιλοσοφησάντων τὰ τοιαῦτά τινες ἐπὶ νοῦν θέμενοι τὸ τῆς γενέσεως ἐμυσάχθησάν τε καὶ κατεγέλασαν πλάσμα. Καίτοι τόν τε οὐρανὸν σφαιρικὸν οὐδὲν ἧττον ἢ οὗτοι ἐδόξαζον, καὶ μὴν καὶ τὴν τῶν ζῳδίων σύνθεσιν καὶ τὴν τῶν πλανήτων κίνησιν οὐκ ἄλλως ἐνόμιζον. Τίς οὖν αὐτοῖς ἡ γνώμη, τοῦτο μὲν δέχεσθαι, ἐκεῖνο δὲ μὴ προσίεσθαι; Ὅτι τῶν ἐπὶ γῆς καὶ θαλάττης συμβαινόντων ἐν ἀέρι τε καὶ τοῖς ἄλλοις στοιχείοις προσημαντικὸν μὲν εἶναι νομίζουσι τὸν τῶν ἀστέρων δρόμον, ἀλλ᾽ οὐκ ἀναγκαστικὸν ἢ ποιητικόν, μηνύειν δὲ τοῦτον τὰ ἐσόμενα ὥσπερ καὶ τὴν μαντικὴν καὶ τὴν οἰωνιστικὴν καὶ ὅσαι αὐταῖς παραπλήσιοι. Καὶ οὐκ ἐπειδὴ προλέγει γίνεται, ἀλλ᾽ ἐπειδὴ γίνεται προλέγει.

Καὶ οὐκ ἀνάγκῃ τῇ ἀπ᾽ αὐτῆς διοικεῖσθαι τὰ ἐνταῦθα, προσημαίνειν δὲ μόνον τὰ ἐσόμενα. Ἀλλ᾽ οἱ ταῦτα μὲν νομίζοντες τὴν πολλὴν τῶν ἀστρονόμων δυσσέβειαν ἀπεσείσαντο, ὡς δὲ τὸ τῆς ἀληθείας ἀκριβὲς οὐκ ἀφίκοντο. Ἀλλ᾽ ἐν τούτοις μὲν καὶ τοῦ ζʹ λόγου τὸ πέρας.

Ὁ δὲ ηʹ λόγος, κατὰ τὸ ηʹ καὶ μʹ ἀπαρχόμενος κεφάλαιον, δύο μὲν οὐρανοὺς λέγει γεγενῆσθαι, ἕνα μὲν τοῦ ὁρωμένου ἀνώτερον, ὃν καὶ συνυφεστάναι τῇ γῇ, θάτερον δὲ τὸν ὁρώμενον· δύο δὲ ὄντων τὸν μὲν ὀροφῆς ἐπέχειν λόγον, τὸν δὲ ὡς μὲν τὴν γῆν ὀροφῆς ὡσαύτως, ἐδάφους δὲ καὶ βάσεως ὡς τὸν ὑπερέχοντα. Καὶ γῆν δὲ μίαν. Καὶ τὰ μὲν οὐράνια ταῖς κρείττοσιν ἀπονενεμῆσθαι δυνάμεσι, τοῖς ὁρωμένοις δὲ τὰ ὑπουράνια. Μὴ σφαῖραν δὲ τὸν οὐρανὸν εἶναι, ἀλλὰ σκηνῆς καὶ καμάρας διασῴζειν σχῆμα. Καὶ ταύτης τῆς ὑπολήψεως γραφικάς, ὡς οἴεται, προβάλλει μαρτυρίας, οὐ μόνον περὶ τοῦ σχήματος, ἀλλὰ καὶ περὶ δύσεως καὶ περὶ ἀνατολῆς ἡλίου. Αἰτιολογεῖ δὲ καὶ τὴν τῶν ἡμερῶν καὶ νυκτῶν αὐξομείωσιν, καὶ ἄλλα τινὰ τοιαῦτα πολυπραγμονεῖ, ὡς ἔμοιγε δοκεῖ, τὸ ἀναγκαῖον οὐκ ἔχοντα, εἰ καὶ τοῖς ἱεροῖς λογίοις προσφύεται. Ἐξ οὗ εὐσεβοῦντα μὲν τὸν ἄνδρα, οἷς κέχρηται, θείη ἄν τις, ἀκριβείᾳ δὲ λογισμῶν τὴν τῶν γραφικῶν μαρτυρίαν προτείνειν οὐκέτι ὁμοίως φήσει.

Ἐντεῦθεν ἐπὶ τὸ θʹ καὶ μʹ μεταβαίνων κεφάλαιον, τῆς ἱερᾶς ἡμῶν γραφῆς τοὺς νόμους καὶ τὰς παραινέσεις καὶ τὸ μέγα τῆς σωτηρίας ἡμῶν μυστήριον καὶ μάλα δικαίως ἐξυμνεῖ· ἐν ᾧ καὶ τῆς ἀστρολογίας ἐκ τῶν αὐτῶν θεοχρήστων λογίων ἁρμοδίως καθάπτεται.

Ἐκεῖθεν ἐπὶ τὸ νʹ ἀνιὼν κεφάλαιον, τῆς αὐτῆς πλάνης οὐδὲν ἧττον καταγωνίζεται, λέγων μετὰ τῶν ἄλλων ὡς εἰ καί τι τῶν προλεγομένων αὐτοῖς δοκεῖ ἐκβαίνειν, οὐκ ἐπειδὴ τὴν ἔκβασιν ἔσχηκε. Πολλὰ γὰρ καὶ ἡμῖν ἐννοουμένοις τῶν ἐννοηθέντων ἀπήντησε· καὶ πρᾶγμα κεκινημένον ἢ κινηθησόμενον προσδοκήσαντες, οἵαν ἠλπίσαμεν ἀρχὴν λαβεῖν ἢ τέλος, τοιοῦτον λαβεῖν κατελάβομεν. Καὶ οὐ διὰ τοῦτο χειροτονίαν ἑαυτοῖς προφητείας ἐπιφέρομεν, ἀλλὰ συντυχίας ἢ καὶ στοχασμοῦ τὴν ἀπόβασιν ἔργον γινώσκομεν. Εἰ μὲν γάρ τι τοῦ ἀνθρωπίνου βίου ἀλλότριον προεκήρυττον, εἶτα τὸ ξένον ἐξέβη, οὐ λέγω πολλάκις ἀλλ᾽ ἅπαξ, θαυμάζειν εἰκὸς ἦν· εἰ δέ γε τὰ φιλοῦντα συμβαίνειν δοκοῦσι προλέγειν, τί θαυμαστὸν εἰ τυγχάνουσιν; Οὐ γὰρ ἔστι ῥᾳδίως ἀποτυχεῖν ἐν πλήθει βάλλοντα τοὺς λόγους. Θαυμαστὸν δὲ ἦν μᾶλλον, εἰ διὰ παντὸς ἀπετύγχανον.

Εἰ δὲ καὶ δαίμονας ἔχουσι συνεργούς, ὥσπερ οὖν ἔχουσιν ἐπικρατύνοντας αὐτῶν τὴν πρόρρησιν, οὐκέτ᾽ ἂν εἰ ἐπιτυγχάνοιεν ἀπορήσαιμι, ἀλλὰ πολλῷ μᾶλλον εἰ μὴ ἐπιτυγχάνοιεν· συνεργοῦσι δὲ τούτοις οἱ δαίμονες εἰδότες μὲν τὰ παρὰ τοῖς ἀστρολόγοις γεγραμμένα, πληροῦσθαι δὲ ταῦτα ἀγῶνα πάντα καταβαλλόμενοι, ἵνα τὴν τῆς εἱμαρμένης πλάνην τοῖς πειθομένοις ἐντήξαντες τοῦ θείου κατολιγωρεῖν ἀναπείσωσι. Προλέγει δὲ τὰ βιβλία πλοῦτον καὶ πενίαν καὶ ὅσα ἐν βίῳ. Ἐπὶ δὲ ταῦτα τοὺς δαίμονας συνεργεῖν οὐ χαλεπόν· καὶ γὰρ καὶ ἡμεῖς ἀλλήλους πολλὰ τούτων ἂν βουληθέντες διαθείημεν, ἢ πείθοντες ἢ ἀπατῶντες ἢ καταναγκάζοντες. Κατισχύουσι δὲ ἁμαρτανόντων τὸ δαιμόνιον φῦλον, ἄγουσί τε καὶ φέρουσι τοὺς πειθομένους ὅποι ἂν βούλοιντο. Βούλονται δὲ ὡς τὰς τῶν ἀστρολόγων ἀπάτας τὸν ἡμέτερον ἁρμόζειν βίον, ἵνα τὰς μὲν ἐκβάσεις ὁρῶντες τοῖς ἀστρολόγοις συμφώνους, τοὺς δὲ ταῦτα πράττοντας μὴ συνορῶντες, τοῦ τε δρόμου τῶν ἀστέρων οἱ ἠπατημένοι καταψεύδοιντο, καὶ τῆς εὐσεβείας καὶ δικαιοσύνης ἀμελήσαντες εἰς τὸν τῆς ἀσεβείας βυθὸν ὀλισθήσωσι.

Καὶ αὐτὸ δὲ τοῦτο, τὸ μὴ συνορᾶν αὐτοὺς τὸ ῥηθὲν κατὰ τῶν ἀνθρώπων δραματούργημα, τῶν δαιμόνων ἔργον ἂν εἴη, τῆς ἁμαρτίας καὶ ἀσεβείας συναιρομένης αὐτοῖς, καὶ τό τε αὐτῶν μηχάνημα συνιέναι διακωλυούσης καὶ τῶν τοῦ Θεοῦ κριμάτων ὡσαύτως τὸ βάθος. Πῶς γὰρ ἀποκαλύψει τὸ θεῖον ἢ τὰς τῶν δαιμόνων ἐνέδρας ἢ τὰς ἑαυτοῦ οἰκονομίας, οἷς παρορᾶν αὐτοῦ σπουδάζεται τὰ προστάγματα; Καὶ γὰρ ἅπερ ἴσμεν ἄδικα, ταῦτα πράττομεν· οὐχ ὧν ἐπαίνους ἴσμεν, ταῦτα μεταδιώκομεν. Καὶ πῶς ἅπερ ἀγνοοῦμεν μαθησόμεθα; Ἔπραξας ἃ ἔμαθες· παρεσκεύασας ἑαυτὸν δι᾽ ἀρετῆς τοῦ μαθεῖν πλέον ὧν ἐπίστασαι ἄξιον· θαύμαζε εἰ μὴ μαθεῖν ἔσχες τὰ τελεώτερα. Εἰ δὲ πάθεσι βρύεις καὶ Θεοῦ καταφρονεῖς, πῶς μαθήσῃ τὰς οἰκονομίας αὐτοῦ ἢ τὴν κατὰ σοῦ τῶν δαιμονίων ἐπήρειαν;

Πῶς δὲ οὐ κρατήσειαν δαίμονες εὐχερῶς ὧν οὐκ ἔστι τὸ θεῖον ὑπέρμαχον, ὡς ἐκεῖνα τούτους κατασύροντες ἃ τῶν ἀστρολόγων αἱ βίβλοι προλέγουσιν, ὡς ἂν τὸ τῆς εἱμαρμένης ἐν αὐτοῖς βεβαιώσαντες πλάσμα πλέον Θεοῦ ἀποστατήσωσιν;

Εἰ μέντοι γε ὅσην περὶ τὰ κακὰ σπουδὴν εἴχομεν, τοσαύτην περὶ τὰ καλά, οὐκ ἂν ἠγνοήσαμεν ὅσον ὑπὸ Θεοῦ τετιμήμεθα, οὐδ᾽ ὅσον κατὰ δαιμόνων ἰσχύομεν. Πανταχοῦ μὲν γὰρ Θεός, ἐγγίζει δὲ μᾶλλον τοῖς δι᾽ ἔργων ἀγαπῶσιν αὐτόν· ὅπου δὲ Θεός, τίς ὁ λανθάνων τὴν ἐπιβουλὴν ἢ ὁ ἐπιβουλεύων ὅλως;

Ταῦτα διαλαβὼν τὰ ἱερὰ λόγια πάλιν κατὰ τῆς εἱμαρμένης ὁπλίζει, παραινῶν τοὺς ἀνθρώπους ἀπαλλάττεσθαι τῆς τοιαύτης πλάνης. Διὰ δὲ τοῦ λέγειν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτοὺς γενέσθαι παρὰ Θεοῦ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, τὰ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ γεγενημένα δηλοῦσθαί φησι καὶ τὰ ἐπὶ Ἐζεκίου τοῦ βασιλέως καὶ τὰ ἐπὶ τοῦ δεσποτικοῦ πάθους.

Ἀλλὰ τοιαῦτα μὲν καὶ κατὰ τὸ νʹ κεφάλαιον διελθών, μέτεισιν ἐπὶ τὸ αʹ καὶ νʹ, ἐν ᾧ τοὺς ἀπὸ Βαρδισάνους αἱρετικοὺς διελέγχει, δέχεσθαι μὲν προσποιουμένους τοὺς προφήτας, καὶ τὰς μὲν ψυχὰς γενέσεως ἐλευθεροῦντας καὶ αὐτεξουσίους ὁμολογοῦντας, τὸ σῶμα δὲ τῇ ταύτης ὑποτάττοντας διοικήσει· πλοῦτον γὰρ καὶ πενίαν καὶ νόσον καὶ ὑγίειαν καὶ ζωὴν καὶ θάνατον καὶ ὅσα οὐκ ἐν ἡμῖν ἔργον εἶναι λέγουσι τῆς εἱμαρμένης. Εἰ δὲ κατὰ τὸν Ἠσαΐαν οὐκ ἴσασιν οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ τὰ μέλλοντα καὶ κατὰ τὸν Ἱερεμίαν ματαία ἐστὶν ἡ περὶ ταύτην σπουδή, πῶς οὗτοι δέχεσθαι μέν φασι τοὺς προφήτας, τὸ σῶμα δὲ δοῦλον ποιοῦσι τῆς εἱμαρμένης; Καὶ γὰρ ὁ Θεὸς τοῖς Ἰουδαίοις καὶ τὰς ἀπειλὰς καὶ τὰ πάθη σωματικὰ ἐπηφίει, τοιαύτας δὲ καὶ τὰς εὐεργεσίας, ὧν ἄγνοιαν ἔχειν τοὺς ἀστρολόγους διὰ τοῦ Ἠσαΐου κατεψηφίσατο.

Πῶς οὖν ἐγχωρεῖ καὶ τοῖς προφήταις πείθεσθαι, καὶ τῶν σωματικῶν κακώσεων καὶ εὐεργεσιῶν τῇ εἱμαρμένῃ τὸ κράτος χαρίζεσθαι καὶ προλέγειν τοὺς περὶ αὐτὴν ἐπτοημένους τὰ ἐσόμενα; Εἰ μὴ ἄρα μεμηνότες εἴποιεν τὰ μὲν ἀγαθὰ τοῖς εὐσεβοῦσι νέμειν, τἀναντία δὲ τοῖς δυσσεβοῦσι, καὶ τὸ θεῖον ἐξυπηρετούμενον τῇ εἱμαρμένῃ.

Καὶ πῶς ψυχαὶ γενέσει οὐχ ὑποκείσονται, Θεοῦ τοῦ πάντων δημιουργοῦ συνεργοῦντος αὐτῇ καὶ ὑπηρετουμένου τοῖς ἀποτελέσμασιν; Εἰ δὲ οὔτε τὰ δι᾽ ἀγγέλων καὶ προφητῶν οἰκονομηθέντα πάλαι γενέσεως ἔργον ἦν, οὐδ᾽ ἅπερ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ σώματος φανεὶς εἰργάσατο, μυριάδας ἀνθρωπείων ἰασάμενος σωμάτων, πῶς οἴονται τὸ σῶμα λέγειν γενέσει διοικεῖσθαι; Ἢ γὰρ τὸ ἀπειλεῖν τὸ θεῖον τοῖς παρακούουσιν, εὐεργετεῖν δὲ τοὺς πειθομένους, εἰς ψεῦδος ἀπάξουσιν, ἢ εἰ τὸ πρῶτον ἀληθές, πλάσμα τὸ δεύτερον.

Χωρὶς δὲ τῶν εἰρημένων, πῶς οἷόν τε σώματος ὑποκειμένου γενέσει τὰς ψυχὰς ταύτης ἀπηλλάχθαι; Εἰ γὰρ ἀπὸ γενέσεως εὕρεσις θησαυροῦ καὶ οἴκου κτῆσις ἢ ἑτέρων τινῶν σωματικῶν πρόσληψις ἢ ἀποβολή, καὶ δὴ καὶ ἡ τῶν πορνευόντων ἢ τῶν μοιχευόντων ποινή, ἀνάγκη τὴν ψυχὴν ἐλαύνεσθαι μὲν πρὸς εὕρεσιν θησαυροῦ, πρὸς μάθησιν δὲ τεκτονικῆς διὰ τὸν οἶκον ἢ ὑφαντικῆς διὰ τὸ ἱμάτιον. Δεῖ δὲ καὶ γυναικὸς ἡττᾶσθαι διὰ τὸ παθεῖν τὸ σῶμα ἅπερ αὐτῷ εἵμαρται, ἀλλὰ καὶ πρὸς φόνον ὠθεῖσθαι διὰ τὴν καταψηφισαμένην τὸν θάνατον γένεσιν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Οὐδὲν γὰρ σχεδὸν τῶν σωματικῶν τῆς ψυχῆς μὴ ὑπακουούσης καὶ συλλαμβανούσης γενήσεται, καὶ ἀνάγκη τοὺς ἐκ Βαρδισάνους ἢ καὶ τὴν ψυχὴν ὑποτάξαι γενέσει, ἢ τοῦτο μὴ τολμῶντας καὶ τὸ σῶμα ταύτης ἀποφαίνειν ἐλεύθερον. Οὕτω μὲν καὶ τὸ βʹ καὶ νʹ ἀποπερατοῦται κεφάλαιον.

Ἐν δὲ τῷ ἐφεξῆς τὴν ἐσχάτην ἀσέβειαν διελέγχει τῶν γενέσει τολμώντων ὑποβάλλειν καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν φανέντα πρόφασιν ποιουμένων ἀστέρα, καὶ ταύτην εὖ τε καὶ σοφῶς τὴν ἀπόνοιαν καταβάλλει, πολλοῖς αὐτοὺς κατατιτρώσκων τοῖς ἐπιχειρήμασι, τά τε ἄλλα, καὶ δι᾽ ὧν δείκνυσι τὸν φανέντα ἀστέρα μὴ ἕνα τῶν πολλῶν καὶ κατ᾽ οὐρανὸν εἶναι, ἀλλὰ δύναμίν τινα θειοτέραν, εἰς ἄστρον μὲν σχηματιζομένην, τὴν δὲ τοῦ κοινοῦ δεσπότου κηρύττουσαν γένεσιν.

Λέγει δὲ τοὺς μάγους παραλαβεῖν μὲν παρὰ Χαλδαίων ὡς ἀστὴρ ἔσται τῆς κατὰ σάρκα γεννήσεως τοῦ κοινοῦ σωτῆρος μηνυτής, ἐκείνοις δὲ ὡς ὁμοτέχνοις ἀναθεῖναι τὴν πρόρρησιν τὸν Βαλαὰμ ἐκεῖνον, ὃς καὶ ἄκων ἀντὶ κατάρας εὐλογήσας τὸν Ἰσραήλ, τῇ εὐλογίᾳ συμπεριέλαβε καὶ τὴν τοῦ τεχθησομένου γένεσιν βασιλέως καὶ τὸν ταύτης κήρυκα ἀστέρα. Ἐμφανίζεται δὲ τεχθεὶς Πέρσαις πρὸ τῶν ἄλλων ἐθνῶν ὁ δεσπότης ἑαυτόν, δεικνὺς ὅτι καὶ μάγων καὶ γοήτων τοῖς ἐθέλουσιν ἡ δι᾽ αὐτοῦ παρέχεται χάρις καὶ σωτηρία.

Ταῦτα καὶ τοιαῦτα ἕτερα διαπερανάμενος, τὸ τελευταῖον κεφάλαιον ἀνακεφαλαίωσιν τῶν εἰρημένων ποιεῖται, καὶ ἅμα τό τε γʹ καὶ νʹ καὶ τὸν ηʹ τούτοις ἀπαρτίζει λόγον. Ἔστι δὲ τὴν φράσιν καθαρός τε καὶ εὐκρινὴς ὁ ἀνήρ, τοῖς δὲ ἐνθυμήμασι καὶ τῇ τῶν ἐπιχειρημάτων διαπλάσει, οἷον αὐτὸν κατὰ μέρος ἐν τῇ τῶν λόγων αὐτοῦ ὑπεδείξαμεν ἐκλογῇ.